TLG 0216 001 :: ALEXANDER :: Fragmenta

ALEXANDER Lyr. Trag.
(Aetolus: 4–3 B.C.)

Fragmenta

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 121–129.

frr. 1–9, 15, 18 + tituli

Citation: Fragment — (line)

t1-2

Epyllia

1

(t)

Ἁλιεύς
1Γευσάμενος βοτάνης, ἣν Ἠελίῳ φαέθοντι
ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαῖα, Ἠέλιος δ’ ἵπποις θυμήρεα δόρπον ὀπάζει, ὕλῃ ναιετάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν121
5ἄτρυτοι, καὶ μή τιν’ ἕλοι μεσσηγὺς ἀνίη.

2

(t)

Κίρκα
1Πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων ἧστ’ ἀκάτω κατόπισθε, θεᾶς ὕπο πόμπιμος ἰχθύς.

t3-6

Elegi

3

(t)

Ἀπόλλων
1Παῖς Ἱπποκλῆος Φοβίος Νειληϊάδαο ἔσται ἰθαιγενέων γνήσιος ἐκ πατέρων. Τῷ δ’ ἄλοχος μνηστὴ δόμον ἵξεται· ἧς ἔτι νύμφης ἠλάκατ’ ἐν θαλάμοις κάλ’ ἀνελισσομένης
5Ἀσσησοῦ βασιλῆος ἐλεύσεται ἔκγονος Ἀνθεύς, ὅρκι’ ὁμηρείης πίστ’ ἐπιβωσάμενος, πρωθήβης, ἔαρος θαλερώτερος· (οὐδὲ Μελίσσῳ Πειρήνης τοιόνδ’ ἀλφεσίβοιον ὕδωρ θηλήσει μέγαν υἱόν, ἀφ’ οὗ μέγα χάρμα Κορίνθῳ
10 ἔσται, καὶ βριαροῖς ἄλγεα Βακχιάδαις·) Ἀνθεὺς Ἑρμείῃ ταχινῷ φίλος, ᾧ ἔπι νύμφη μαινὰς ἄφαρ σχήσει τὸν λιθόλευστον ἔρων, καὶ ἓ καθαψαμένη γούνων ἀτέλεστα κομίσσαι πείσει· ὁ δὲ Ζῆνα Ξείνιον αἰδόμενος
15σπονδάς τ’ ἐν Φοβίου καὶ ἅλα ξυνέωνα θαλίης κρήναις καὶ ποταμοῖς νίψετ’ ἀεικὲς ἔπος. Ἡ δ’, ὅταν ἀρνῆται μέλεον γάμον ἀγλαὸς Ἀνθεύς,
δὴ τότε οἱ τεύξει μητιόεντα δόλον, μύθοις ἐξαπαφοῦσα, λόγος δέ οἱ ἔσσεται οὗτος·122
20 “Γαυλός μοι χρύσεος φρείατος ἐκ μυχάτου νῦν ὅγ’ ἀνελκόμενος διὰ μὲν καλὸν ἤρικεν οὖσον, αὔτως δ’ ἐς Νύμφας ᾤχετ’ ἐφυδριάδας· πρὸς σὲ θεῶν, ἀλλ’ εἴ μοι, ἐπεὶ καὶ πᾶσιν ἀκούω ῥηϊδίην οἶμον τοῦδ’ ἔμεναι στομίου,
25ἰθύσας ἀνέλοιο, τότ’ ἂν μέγα φίλτατος εἴης.” Ὧδε μὲν ἡ Φοβίου Νειλεΐδαο δάμαρ φθέγξεθ’· ὁ δ’ οὐ φρασθεὶς ἀπὸ μὲν Λελεγήιον εἷμα μητρὸς ἑῆς ἔργον θήσεται Ἐλλαμενῆς· αὐτὸς δὲ σπεύδων κοῖλον καταβήσεται ἄγκος
30 φρείατος· ἡ δ’ ἐπί οἱ λιρὰ νοεῦσα γυνὴ ἀμφοτέραις χείρεσσι μυλακρίδα λᾶαν ἐνήσει. Καὶ τόθ’ ὁ μὲν ξείνων πολλὸν ἀποτμότατος ἠρίον ὀγκώσει τὸ μεμορμένον· ἡ δ’ ὑπὸ δειρὴν
ἁψαμένη σὺν τῷ βήσεται εἰς Ἀΐδην.123

4

(t)

Μοῦσαι
1Ἀλλ’ ὅγε πευθόμενος πάγχυ Γραικοῖσι μέλεσθαι Τιμόθεον, κιθάρης ἴδμονα καὶ μελέων, υἱὸν Θερσάνδρου †τὸν ᾔνεσεν ἀνέρα σίγλων χρυσείων ἱερὴν δὴ τότε χιλιάδα
5ὑμνῆσαι ταχέων τ’ Ὦπιν βλήτειραν ὀϊστῶν, ἥ τ’ ἐπὶ Κεγχρείῳ τίμιον οἶκον ἔχει, . . . . . . . .
μηδὲ θεῆς προλίπῃ Λητωΐδος ἀκλέα ἔργα.124

5

... ὡς Ἀγαθοκλεῖος λάσιαι φρένες ἤλασαν ἔξω πατρίδος. Ἀρχαίων ἦν ὅδ’ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν ξεῖνος, Μιμνέρμου δ’ †εἰς ἔπος ἄκρον ἰὼν
5παιδομανεῖ σὺν ἔρωτι ποτὴν ἴσον†· ἔγραφε δ’ ὡνὴρ εὖ παρ’ Ὁμηρείην ἀγλαΐην ἐπέων πισύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην φλύοντ’ ἀνθηρῇ σὺν κακοδαιμονίῃ, οἷα Συρηκόσιος, καὶ ἔχων χάριν· ὃς δὲ Βοιωτοῦ
10ἔκλυεν, Εὐβοίῳ τέρπεται οὐδ’ ὀλίγον.125

6

Οἳ καὶ ἐπ’ Ἀσκανίων δώματ’ ἔχουσι ῥοῶν λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν, ἔνθα Δολίων υἱὸς Σειληνοῦ νάσσατο καὶ Μελίης.

7

Ὁ δ’ Ἀναξαγόρου τρόφιμος χᾳοῦ στρυφνὸς μὲν ἔμοιγε προσειπεῖν, καὶ μισογέλως, καὶ τωθάζειν οὐδὲ παρ’ οἴνῳ μεμαθηκώς,
ἀλλ’ ὅ,τι γράψαι τοῦτ’ ἂν μέλιτος καὶ Σειρήνων ἐτετεύχει.126

t8-9

Epigrammata

8

Αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλὰς τᾶς ἐπ’ Ἀλεξάνδρου λαθομένα κρίσιος.

9

(t)

In Alcmana
1Σάρδιες ἀρχαῖος πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ βακέλας χρυσοφόρος, ῥήσσων λάλα τύμπανα· νῦν δέ μοι Ἀλκμὰν οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος,
5καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων θῆκαν Κανδαύλεω μείζονα καὶ Γύγεω.

t10

Tragoediae

10

(t)

Ἀστραγαλισταί127

15

ὑπὸ Δάφνιδος μαθεῖν Μαρσύαν τὴν αὐλητικήν

t17-20

Dubia128

18

Ἄνθρωπε ζωῆς περιφείδεο, μηδὲ παρ’ ὥρην ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος· δείλαιε Κλεόνικε, σὺ δ’ εἰς λιπαρὴν Θάσον ἐλθεῖν ἠπείγευ, κοίλης ἔμπορος ἐκ Συρίης,
5ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ’ ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.129