|
TLG 0215 002 :: ANTAGORAS :: Epigrammata ANTAGORAS Epic. Epigrammata Dup. 0215 001 (frr. 2–3) Citation: Book — epigram — (line) | ||
7.103(p1) | 〈ΑΝΤΑΓΟΡΟΥ〉 | |
| 1 | 〈Μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,〉 ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος ἱερὸς ἤισσεν δαιμονίου στόματος· | |
|---|---|---|
| 5 | καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει | |
| αἰῶν’ ἀστρέπτοις δόγμασι πειθόμενος. | ||
9.147(p1) | ΑΝΤΑΓΟΡΟΥ ΡΟΔΙΟΥ | |
| 1 | Ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται, μηδ’ ὕδατος προχοὰς δείδιτε χειμερίους· τοῖον γὰρ Ξενοκλῆς ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν | |
| ζεῦγμα διὰ πλατέος τοῦδ’ ἔβαλεν ποταμοῦ. | ||