TLG 0215 001 :: ANTAGORAS :: Epigrammata

ANTAGORAS Epic.
(Rhodius: 3 B.C.)

Epigrammata

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 120–121.

frr. 1–3 + titulus

Citation: Epigram — (line)

1

(t)

Εἰς Ἔρωτα
1Ἐν δοιῇ μοι θυμός, ὅ τοι γένος ἀμφίσβητον, ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω, τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας γείνατο Νὺξ πελάγεσσιν ὑπ’ εὐρέος Ὠκεανοῖο·
5ἢ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης, ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι
ἀνθρώποις ἠδ’ ἐσθλά· τὸ καὶ σέο σῶμα δίφυιον.120

t2-3

Epigrammata

2

Μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος, ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος ἱερὸς ἤισσεν δαιμονίου στόματος,
5καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει αἰῶν’ ἀστρέπτοις δόγμασι πειθόμενος.

3

Ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε μύσται, μηδ’ ὕδατος προχοὰς δείδιτε χειμερίους· τοῖον γὰρ Ξενοκλῆς ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν ζεῦγμα διὰ πλατέος τοῦδ’ ἔβαλεν ποταμοῦ.

4

(t)

Θηβαΐς121