TLG 0213 003 :: HERMESIANAX :: Fragmenta HERMESIANAX Eleg. Fragmenta Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3c,691,F1* | PARTHEN. Narr. am. 22: Περὶ Νανίδος. ἡ ἱστορία παρὰ Λικυμνίωι τῶι Χίωι μελοποιῶι (III 599 Bgk4) καὶ Ἑρμησιάνακτι. ἔφασαν δέ τινες καὶ τὴν Σαρδίων ἀκρόπολιν ὑπὸ Κύρου τοῦ Περσῶν βασιλέως ἁλῶναι προδούσης τῆς Κροίσου θυγατρὸς Νανίδος. ἐπειδὴ γὰρ ἐπολιόρκει Σάρδεις Κῦρος, καὶ οὐδὲν | |
5 | αὐτῶι εἰς ἅλωσιν τῆς πόλεως προὔβαινεν, ἐν πολλῶι τε δέει ἦν, μὴ ἀθροισθὲν τὸ συμμαχικὸν †αὐτῆς τῶι Κροίσωι διαλύσειεν αὐτῶι τὴν στρατιάν, τότε τὴν παρθένον ταύτην ἔχει λόγος περὶ προδοσίας συνθεμένην τῶι Κύρωι, εἰ κατὰ νόμους Περσῶν ἕξει γυναῖκα αὐτὴν, κατὰ τὴν ἄκραν μηδενὸς φυλάσσοντος δι’ ὀχυρότητα τοῦ χωρίου εἰσδέχεσθαι τοὺς πολεμίους, συνεργῶν αὐτῆι καὶ ἄλλων | |
---|---|---|
10 | τινῶν γενομένων. τὸν μέντοι Κῦρον μὴ ἐμπεδῶσαι αὐτῆι τὴν ὑπόσχεσιν. | 3 |