TLG 0212 003 :: PHILETAS :: Fragmenta grammatica

PHILETAS Eleg. Gramm., vel Philitas
(Cous: 4–3 B.C.)

Fragmenta grammatica

Source: Kuchenmüller, W. (ed.), Philetae Coi reliquiae [Diss. Berlin] 1928: 91–96, 98–100, 102–111.

frr. 29–59

Citation: Fragment — (line)

t

Ἄτακτοι γλῶσσαι Ἑρμηνεία

1

Athen. XI 783 d ἄμφωξις ξύλινον ποτήριον, ᾧ χρῆσθαι τοὺς
ἀγροίκους Φιλήτας φησι ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας.91

2

Athen. XI 783 a ἄωτον παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμ‐
φιλος, Φιλήτας δὲ ποτήριον οὖς οὐκ ἔχον.92

3

Athen. XI 467 c γυάλα· Φιλήτας ἐν Ἀτάκτοις Μεγαρέας οὕτω φησὶ καλεῖν τὰ ποτήρια, γυάλας.

4

Athen. XI 467 f Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δῖνον ὀνομά‐
ζουσιν, ὡς Φιλήτας φησὶν ἐν Ἀτάκτοις.93

5

Athen. XI 495 e Κλείταρχος ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲν καλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον·
Φιλήτας δ’ ἐν Ἀτάκτοις τὴν κύλικα Βοιωτούς.94

6

Athen. XI 496 c προχύτης εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων .... Φιλήτας δ’ ἐν Ἀτάκτοις ἀγγεῖον ξύλι‐ νον, ἀφ’ οὗ τοὺς ἀγροίκους πίνειν.

7

Athen. XI 498 a σκάλλιον κυλίκιον μικρόν, ᾧ σπένδουσιν
Αἰολεῖς, ὡς Φιλήτας φησὶν ἐν Ἀτάκτοις.95

8

Athen. XIV 646 d ἀμόραι. τὰ μελιτώματα Φιλήτας ἐν Ἀτάκτοις ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δ’ ἐστὶν πεπεμμένα.

9

Athen. XIV 645 d κρήιον πλακοῦς ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δ’ ἐν ἄνθραξιν, καὶ
καλοῦνται ἐπ’ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος.96

10

Athen. XI 483 a Φιλήτας δὲ Συρακοσίους κύπελλα καλεῖν τὰ τῆς μάζης καὶ τῶν ἄρτων ἐπὶ τῆς τραπέζης καταλείμματα.

11

Ath. III 114 e Φιλήτας δ’ ἐν τοῖς Ἀτάκτοις σποδέα καλεῖσθαί
τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι.98

12

Athen. XV 678 a ἀλλὰ μὴν καὶ ἰάκχαν τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλήτας δ’ οὕτως γράφει· ἰάκχα ἐν τῇ Σικυωνίᾳ στεφάνωμα εὐῶδες· ἕστηκ’ ἀμφὶ κόμας εὐώδεας ἄγχοθι πατρὸς
5καλὸν ἰακχαῖον θηκαμένη στέφανον.99

13

Athen. XV 677 c Φιλήτας δέ φησι 〈ἴσθμιον·〉 στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ 〈περὶ αὐτῇ κόσμου καὶ τοῦ τραχήλου καὶ τοῦ〉 περὶ αὐτῷ κόσμου. λέγω δὲ 〈καὶ〉 τὸ
ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.100

14

Athen. XV 678 d Φιλήτας δ’ ἐν τοῖς Ἀτάκτοις ὑποθυμίδας Λεσβίους φησὶν καλεῖν μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶ ἄλλα ἄνθη.

15

Etym. M. 330, 39 ἐλινός· ἡ ἄμπελος, ὡς Ἀπολλόδωρος. Φιλήτας
δ’ ἐν Γλώσσαις τὸν κλάδον τῆς ἀμπέλου.102

16

Schol. Ap. Rhod. IV 989 στάχυν ὄμπνιον· πολύν, δαψιλῆ. Φιλήτας ἐν Ἀτάκτοις Γλώσσαις ἀπέδωκε ὄμπνιον στάχυν τὸν εὔχυλον καὶ τρόφιμον. Κυρηναίων δέ τινες τὸν πλούσιον καὶ εὐδαίμονα ὄμπνιον καλοῦσιν. ἄμεινον δὲ τὸν φερέσβιον εἰπεῖν οἱονεὶ ἔμπνοόν
5τινα ὄντα καὶ ὄμπνιον.103

17

Orion. Paris. 2630 (p. 185 Sturz, Et. M. 180, 34) Ἀχαιά· ἡ Δημήτηρ παρὰ Ἀττικοῖς ... ἢ ὡς Φιλήτας τὰς ἐρίθους ἀχαιὰς
ἐκάλουν.104

18

Hesych. s. ἄμαλλα· δράγματα, δέσμαι τῶν ἀσταχύων ... ἀγκάλη, δράγματα ρʹ, ὥς φησι Ἴστρος, Φιλήτας δὲ ἱστορεῖ ἐκ σʹ.

19

Hesych. s. βαίβυκος· πελεκᾶνος Φιλήτας. Ἀμερίας δὲ † βαυκάλας.

20

Schol. Ap. Rhod. II 279 πρόκας· ζῷόν τι ὅμοιον ἐλάφῳ ὁ λεγόμενος νεβρὸς ... Φιλήτας δέ φησι πρόκας λέγεσθαι ἐλάφους τὰς
πρώτως τικτομένας, οἷον πρωτοτόκους.105

21

Hesych. s. σκεῖρος· ῥύπος καὶ ὁ δριμὺς τυρὸς ... Φιλήτας
δὲ τὴν πυρώδη γῆν.106

22

Hesych. s. σκύζης· παρὰ Φιλήτᾳ· παύσω σε τῆς σκύζης· ἀντὶ τοῦ τῆς κάπρας.

23

Hesych. s. ὑπ’ αὐνήν· παρ’ Ἑκαταίῳ Φιλήτας.107

24

Hesych. s. ὑπεζῶσθαι· τὸ εἰς ἄνδρας ἐλθεῖν Φιλήτας.

25

Strabo III p. 168 σφενδόνας δὲ περὶ τῇ κεφαλῇ τρεῖς 〈μελαγ‐ κρανίνας· σχοίνου εἶδος, ἐξ οὗ πλέκεται τὰ σχοινία· καὶ Φιλήτας γε ἐν Ἑρμηνείᾳ. λευγαλέος δὲ χιτὼν πεπινωμένος, ἀμφὶ δ’ ἀραιὴ
5ἰξὺς εἰλεῖται κόμμα μελαγκράνινον
ὡς σχοίνῳ ἐζωσμένου〉 μελαγκρανίνας ἢ τριχίνας ἢ νευρίνας.108

26

Schol. A ad A 524 κεφαλῇ κατανεύσομαι] οὕτως κατανεύσομαι, οὐχὶ ἐπινεύσομαι Ἀριστάρχος ἐν τοῖς πρὸς Φιλήταν (Φιλητᾶν cod.) προφέρεται.

27

Schol. A (Didymus) ad Β 111 (Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ) Ζεύς με μέγας] ἐν γοῦν τῷ πρὸς Φιλήταν (Φιλιτ ') συγγράμματι τῇ γραφῇ κέχρηται (scil. Aristarchus).

28

Schol. A ad Β 269 ἀλγήσας δ’ ἀχρεῖον ἰδὼν ἀμομόρξατο δά‐ κρυ] ὅτι Φιλήτας (Φιλιτᾶς) τὸ ἰδὼν περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας τοὺς ὀφθαλμοὺς εἶπεν. Cf. glos‐
sema interlin. cod. A ad h. l. ἰδὼν ὀξύνεται· μετοχὴ γάρ ἐστι.109

29

Schol. A ad Φ 126 θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐξει ἰχθὺς] ' πρὸς τὸ σημαινόμενον· Φιλήτας (Φιλητᾶς) γὰρ καὶ Καλλίστρατος γράφουσι φρῖχ’ ὑπαλύξει, λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ
5ποιητὴς οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν κτλ. Schol. B ad 1. 1. Φιλήτας (Φιλίτας) δὲ ἀρεσκόμενος τῇ ὑπαλύξει γραφῇ φησιν ὡς ἐκεῖνος ὁ λιπανθεὶς ἰχθὺς ὑπὸ τοῦ δημοῦ τὴν ψυχρασίαν ὑπαλύξει. Ibid. infra: Φιλήτας (–ητᾶς) δὲ τῇ ὑπαλύξει γραφῇ συντιθέμενός φησιν ὅτι ὁ φαγὼν ἰχθὺς τὸν Λυκάονος δημόν,
10πιμελώδης γενόμενος, τὸ κρύος ἐκφεύξεται. ἀγνοεῖ δὲ καὶ τοῦτο, ὅτι τὸ διανεστηκὸς τῆς θαλάττης ἐπιπολῆς οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα. Eadem in Schol. Oxyrh. Pap. II pag. 61: Φιλητας (sic) δὲ ὑ[παλύξει κτλ. cf. Schol. A ad Ζ 459 ἡ δὲ ἀναφορὰ πρὸς Φιλήταν (Φιλητὰ)
15γράφοντα „θρώσκων τις κτλ.“ Adde Schol. A ad Η 171 ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἰχθὺς ὅς κε φάγῃσι“ πρὸς Φιλήταν (Φιλιτᾶν). Denique Porphyr. Quaest. Homer. p. 293 Sch. Φιλήτας (sic vel –ητᾶς codd.) δὲ τῇ ὑπαλύ‐ ξει κτλ.

30

Eustath. ad Φ 252 p. 1235, 39 αἰετοῦ οἴματ’ ἔχων μέλανος τοῦ θηρητῆρος] τὸ δὲ αἰετοῦ οἴματ’ ἔχων Φιλήτας (sic), φασί, γράφει
αἰετοῦ ὄμματ’ ἔχων. κρεῖττον δὲ τὸ οἴματα.110

31

(n)

Spurium
1Etym. M. 689, 24 cod. M. προκρόσσας κέκληκε Φιλητὰς (sic)
τὰς νῆας λʹ ἰλιάδος ζ.111