|
TLG 0212 002 :: PHILETAS :: Fragmenta poetica PHILETAS Eleg.
Gramm., vel Philitas Fragmenta poetica
Citation: Title — fragment — (line) | ||
1t | Ἑρμῆς | 38 |
1.1 | ἦ μὲν δὴ πολέεσσι πεφύρησαι χαλεποῖσι, θυμέ, γαληναίῃ δ’ ἐπιμίσγεαι οὐδ’ ὅσον ὅσσον, | |
| ἀμφὶ δέ τοι νέαι αἰὲν ἀνῖαι τετρήχασιν | 39 | |
1.2 | ἄτραπον εἰς Ἀίδαο | |
| ἤνυσα, τὴν οὔπω τις ἐναντίον ἦλθεν ὁδίτης | 40 | |
1.3 | ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη, ἥ ῥ’ οὐδ’ ἀθανάτους ὑποδείδιεν, οἵ τ’ ἐν Ὀλύμπῳ | |
| ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο | 41 | |
2t | Δημήτηρ | |
2.1 | νῦν δ’ αἰεὶ πέσσω, τὸ δ’ ἀέξεται ἄλλο νεῶρες | |
| πῆμα, κακοῦ δ’ οὔπω γίνεται ἡσυχίη | 49 | |
2.2 | τῷ οἴμοι πολέω γαίης ὕπερ ἠδὲ θαλάσσης ἐκ Διὸς ὡραίων ἐρχομένων ἐτέων, οὐδ’ ἀπὸ Μοῖρα κακῶν μελέῳ φέρει, ἀλλὰ μένουσιν | |
| ἔμπεδ’ ἀ〈εὶ〉 καὶ τοῖς ἄλλα προσαυξάνεται | 50 | |
2.3 | ἀλλ’ ὅτ’ ἐπὶ χρόνος ἔλθῃ, ὃς ἐκ Διὸς ἄλγεα πέσσειν ἔλλαχε καὶ πενθέων φάρμακα μοῦνος ἔχει | |
2.4 | καὶ γάρ τις μελέοιο κορεσσάμενος κλαυθμοῖο | |
| κήδεα δειλαίων εἷλεν ἀπὸ πραπίδων. | 52 | |
3t | Τήλεφος | 58 |
4t | Παίγνια | |
4.1 | Οὐ μέ τις ἐξ ὀρέων ἀποφώλιος ἀγροιώτης αἱρήσει κλήθρην αἰρόμενος μακέλην, ἀλλ’ ἐπέων εἰδὼς κόσμον καὶ πολλὰ μογήσας | |
| μύθων παντοίων οἶμον ἐπιστάμενος. | 61 | |
4.2 | γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ζωὴν ὀλέσασα | |
| ὀξείης κάκτου τύμμα φυλαξαμένη | 64 | |
5t | Ἐπιγράμματα | |
5.1 | „Ἐκ θυμοῦ κλαῦσαί με τὰ μέτρια καί τι προσηνές εἰπεῖν, μεμνῆσθαι δ’ οὐκέτ’ ἐόντος ὁμῶς.“ Οὐ κλαίω ξείνων σε φιλαίτατε, πολλὰ γὰρ ἔγνως | |
| καλά, καλῶν δ’ αὖ σοι μοῖραν ἔνειμε θεός. | 66 | |
5.2 | γαῖαν μὲν φανέουσι θεοί ποτε, νῦν δὲ πάρεστιν | |
| αἰψηρῶν ἀνέμων μοῦνον ὁρᾶν τέμενος | 68 | |
6n | Incertae sedis poetica | |
6.1 | τά οἵ ποτε Κύπρις ἑλοῦσα | |
| μῆλα Διωνύσου δῶκεν ἀπὸ κροτάφων | 72 | |
6.2 | δάσαντο δ’ ἐν προχοῇσι μελαμπέτροιο Βουρίνης | 74 |
6.3 | Θεσσαλαί | 76 |
6.4 | Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱὸς | |
| Φλιοῦς ἣν αὐτὸς δείματο λευκόλοφος | 77 | |
6.5 | βουγενέας †φάμενος προσεβήσαο μακρὰ μελίσσας | 78 |
6.6 | οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγεν | 80 |
6.7 | θρῆσαι δὲ πλατάνῳ γραίῃ ὕπο | 81 |
6.8 | δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι | 82 |
6.9 | ἀγαθὴ δ’ ἐπὶ ἤθεσιν αἰδώ | |
6.10 | νήχυτον ὕδωρ | 83 |
6.11 | ἄστλιγξ | 84 |
6.12 | Ἄχναι | |
6.13 | Ἀργανθώνιον | 85 |
6.14 | καί κεν Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ | 86 |
7t | Dubium | |
7.1 | Οὐρανίῃ μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοί, ἀνδράσι παρ’ κείνοισιν ἐλεύθερον ἦμαρ ἔχοντες· | |
| δούλων δ’ οὔτις πάμπαν ἐσέρχεται οὐδ’ ἠβαιόν. | 87 | |