TLG 0212 001 :: PHILETAS :: Fragmenta

PHILETAS Eleg. Gramm., vel Philitas
(Cous: 4–3 B.C.)

Fragmenta

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 90–95.

  • frr. 1–4, 6–14, 16–26
  • Dup. partim 0212 002, X01

Citation: Fragment — (line)

1

(t)

Δημήτηρ
1Νῦν δ’ αἰεὶ πέσσω· τὸ δ’ ἀέξεται ἄλλο νεῶρες πῆμα· κακοῦ δ’ οὔπω γίγνεται ἡσυχίη.

2

Ἀλλ’ ὅτ’ ἐπὶ χρόνος ἔλθῃ, ὃς ἐκ Διὸς ἄλγεα πέσσειν
ἔλλαχε, καὶ πενθέων φάρμακα μοῦνος ἔχει· καὶ γάρ τις μελέοιο κορεσσάμενος κλαυθμοῖο κήδεα δειλαίων εἷλεν ἀπὸ πραπίδων ...90

3

†Τω ου μοι πολέων γαίης ὕπερ ἠδὲ θαλάσσης ἐκ Διὸς ὡραίων ἐρχομένων ἐτέων. Οὐδ’ ἀπὸ Μοῖρα κακῶν μελέῳ φέρει, ἀλλὰ μένουσιν ἔμπεδ’ ἀεί, καὶ τοῖς ἄλλα προσαυξάνεται.

4

Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱὸς
Φλιοῦς ἣν αὐτὸς δείματο, λευκόλοφος.91

6

Ἀτραπὸν εἰς Ἀίδαο ἤνυσα, τὴν οὔπω τις ἐναντίον ἦλθεν ὁδίτης.

7

Ἦ μὲν γὰρ πολέεσσι πεφύρησαι χαλεποῖσι, θυμέ, γαληναίῃ δ’ ἐπιμίσγεαι οὐδ’ ὅσον ὅσσον, ἀμφὶ δέ τοι νέαι αἰὲν ἀνῖαι τετρήχασιν.

8

Ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη, ἥ ῥ’ οὐδ’ ἀθανάτους ὑποδείδιεν οἵ τ’ ἐν Ὀλύμπῳ ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο.

9

Ἀγαθὴ δ’ ἔπι ἤθεσιν αἰδώ.

10-13

(t)

Παίγνια

10

Οὔ μέ τις ἐξ ὀρέων ἀποφώλιος ἀγροιώτης αἱρήσει κλήθρην, αἰρόμενος μακέλην· ἀλλ’ ἐπέων εἰδὼς κόσμον καὶ πολλὰ μογήσας
μύθων παντοίων οἶμον ἐπιστάμενος.92

11

Ἐκ θυμοῦ κλαῦσαί με τὰ μέτρια, καί τι προσηνὲς εἰπεῖν, μεμνῆσθαί τ’ οὐκέτ’ ἐόντος ὁμῶς.

12

Οὐ κλαίω ξείνων σε, φιλαίτατε· πολλὰ γὰρ ἔγνως καλά· κακῶν δ’ αὖ σοι μοῖραν ἔνειμε θεός.

13

Γαῖαν μὲν φανέουσι θεοί ποτε· νῦν δὲ πάρεστιν λαιψηρῶν ἀνέμων μοῦνον ὁρᾶν τέμενος.

14-24

(t)

Ex incertis

14

Θρήσασθαι πλατάνῳ γραίῃ ὕπο

16

Γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,
ὀξείης κάκτου τύμμα φυλαξαμένη.93

17

Λευγαλέος δὲ χιτὼν πεπινωμένος, ἀμφὶ δ’ ἀραιὴ ἰξὺς εἴλυται ῥάμμα μελαγκράνινον.

18

Τά οἵ ποτε Κύπρις ἑλοῖσα μᾶλα Διωνύσου δῶκεν ἀπὸ κροτάφων.

19

Δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι.

20

Οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγεν.

21

Νήχυτον ὕδωρ

22

Βουγενέας φάμενος προσεβήσαο μακρὰ μελίσσας94

23

Καί κεν Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ

24

Νάσσατο δ’ ἐν προχοῇσι μελαμπέτροιο Βυρίνης.

25-26

(t)

Dubia

25

Νισύριοι μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοὶ ἀνδράσι πὰρ Κῴοισιν, ἐλεύθερον ἆμαρ ἔχοντες, δούλων δ’ οὔτις πάμπαν ἐσέρχεται οὐδ’ ἠβαιόν.

26

Θοὴ δ’ ὑπεδέξατο γαῖα.95