TLG 0211 001 :: SIMIAS :: Fragmenta

SIMIAS Gramm., vel Simmias
(Rhodius: 4–3 B.C.)

Scholia: Cf. SCHOLIA IN THEOCRITUM (5038)

Fragmenta

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 109, 111–119.

  • frr. 1, 3–4, 6–26
  • Dup. partim 0211 002

Citation: Fragment — (line)

t1-5

Ἀπόλλων

1

Τηλυγέτων δ’ ἀφνειὸν Ὑπερβορέων ἀνὰ δῆμον, τοῖς δὴ καί ποτ’ ἄναξ ἥρως παρεδαίσατο Περσεύς, ἔνθα δὲ Μασσαγέται τε θοῶν ἐπιβήτορες ἵππων ναίουσιν τόξοισι πεποιθότες ὠκυβόλοισιν,
5θεσπέσιόν τε παρὰ ῥόον ἤλυθον ἀενάοιο Κασπάσου, εἰς ἅλα δῖαν ὃς ἀθάνατον φέρει ὕδωρ. Ἐκ δ’ ἱκόμην ἐλάταισι περὶ χλωρῇσιν ἐρεμνὰς νήσους ὑψικόμοισιν ἐπηρεφέας δονάκεσσιν. Ἡμικύνων τ’ ἐνόησα γένος περιώσιον ἀνδρῶν,
10τοῖς ὤμων καθύπερθεν ἐϋστρεφέων κύνεος κρὰς τέτροφε γαμφηλῇσι περικρατέεσιν ἐρυμνός. Τῶν μέν θ’ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε
ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν.109

3

Χρυσῷ δ’ αἰγλήεντι προσήρμοσεν ἀμφιδασείας κόρσας καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν.

4

Χρυσῷ τοι φαέθοντι πολύλλιστος φλέγεται κράς.

t6-7

Γοργώ

6

Ἐκ δ’ ἕλετ’ Ἀνδρομάχην ἠΰζωνον παράκοιτιν Ἕκτορος, ἥντε οἱ αὐτῷ ἀριστῆες Παναχαιῶν δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρί·
αὐτόν τ’ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο111
5Αἰνείαν ἐν νηυσὶν ἐβήσατο ποντοπόροισιν ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων.

7

Αἰθέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.

8

(t)

Μῆνες
1Ὅν ῥ’ Ἀμύκλαντος
παιδὸς ἄπο φθιμένου ... λαοὶ κικλήσκουσιν.112

9

(t)

Εἰς Ἑστίαν
1Ἱστία ἁγνά, ἀπ’ ἐϋξείνων μέσα τοίχων

t10-17

Ex incertis

10

Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ’ ὑπεδέξατο Δωδώ.

11

Ἀμμὰς Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἁλυκὴ ζάψ.

12

Πτωκὰς κύπειρος

13

Μᾶτερ ὦ ποντία κλῦθι Νυμφᾶν ἁβρᾶν Δῶρι, κυμοκτύπων 〈τ’〉 ἤραν’ ἁλίων μυχῶν.

14

Σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος
δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.113

15

Σέ ποτε δρί’ ὃς ἀνὰ δρυμά τε, νεαρὲ κόρε νεβροχίτων

16

Τὸν στυγνὸν Μελανίππου φόνον αἱ πατροφόνων ἔριθοι

17

Χαῖρε ἄναξ Ἕκατε, ζαθέας μάκαρ ἥβας

t18-23

Epigrammata

18

Πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸς δοιὸν ἐπὶ χλωροῖς ἐστεφόμαν πετάλοις· νῦν δέ με Νικομάχῳ κεραοξόος ἅρμοσε τέκτων, ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός.

19

Τάνδε κατ’ εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ πτώσσουσαν βρομίας οἰνάδος ἐν πετάλοις, ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη
τερπνὰ δι’ ἀγλώσσου φθεγγομένα στόματος.114

20

Οὔκετ’ ἀν’ ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ, ἠχήεσσαν ἵης γῆρυν ἀπὸ στομάτων, θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης· ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν.

21

Ὕστατα δὴ τάδ’ ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ δακρυόεσσα, δέρας χερσὶν ἐφαπτομένα· “Αὖθι μένοις παρὰ πατρί, τέκοις δ’ ἐπὶ λῴονι μοίρᾳ ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.”

22

(t)

Dubium
1Δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆος Ἀμφιτρυωνιάδᾳ κείμεθ’ ἀνὰ πρόπυλον, τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳ ἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων
5βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν· ἆ πολύολβος
Ἠμαθίς, ἃ τοίῳ κραίνεται ἁγεμόνι.115

24

(t)

Πτέρυγες
1Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτ’, Ἀκμονίδαν τ’ ἄλλυδις ἑδράσαντα, μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια· τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκ’ ἔκραιν’ Ἀνάγκα, πάντα δὲ τᾶς εἶκε φραδαῖσι λυγραῖς
5ἑρπετά, πάνθ’ ὅς’ εἷρπε δι’ αἴθρας. Χάους δέ, οὔτι γε Κύπριδος παῖς ὠκυπέτας ἠδ’ Ἄρεος καλεῦμαι,
10οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋνόῳ δὲ πειθοῖ· εἶκε δέ μοι γαῖα, θαλάσσας τε μυχοί, χάλκεος οὐρανός τε·
τῶν δ’ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.116

25

(t)

Πέλεκυς
1Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ ὤπας’ Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος, τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν Δαρδανιδᾶν, χρυσοβαφεῖς δ’ ἐστυφέλιξ’ ἐκ θεμέθλων ἄνακτας,
5οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν, ἀλλ’ ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής· νῦν δ’ ἐς Ὁμήρειον ἔβα κέλευθον σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς.
Τρὶς μάκαρ ὃν σὺ θυμῷ
10ἵλαος ἀμφιδερχθῇς· ὅδ’ ὄλβος
ἀεὶ πνεῖ.117

26

(t)

Ὠιόν118
1 Κωτίλας ματέρος τῆ τόδ’ ἄτριον νέον Δωρίας ἀηδόνος·
5
πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς
λίγειά νιν κάμ’ ἀμφὶ ματρὸς ὠδίς. Τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξ φῦλ’ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτέροισι ματρός, ἄνωγε δ’ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ’ ἀέξειν
10
ἀριθμὸν εἰς ἄκραν δεκάδ’ ἰχνίων, κόσμον νέμοντα ῥυθμῶν,
θοῶς δ’ ὕπερθεν ὠκὺ λέχριον φέρων νεῦμα ποδῶν σποράδην πίφαυσκεν, ἴχνει θενὼν γᾶν, 〈παρθένων〉 παναίολον Πιερίδων ὁμόδουπον αὐδάν, θοαῖς ἴς’ αἰόλαις νεβροῖς κῶλ’ ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσιν· ταί τ’ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ’ αἶψα μεθ’ ἱμερόεντα μαζόν,
15πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ’ ἀρθμίας ἴχνος τιθήνας βλαχᾷ δ’ οἰῶν πολυβότων ἀν’ ὀρέων νομὸν ἔβαν τανυσφύρων 〈ὑπ’〉 ἄντρα Νυμφᾶν· καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ’ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους’ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος· κᾆτ’ ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅγ’ ἄφαρ λάσιον νιφοβόλων ἀν’ ὀρέων ἔσσυται ἄγκος·
20ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖς† ποσὶ δονέων πολύπλοκα μεθίει μέτρα μολπᾶς.119