TLG 0208 001 :: DOSIADAS :: Βωμός DOSIADAS Lyr. Scholia: Cf. SCHOLIA IN THEOCRITUM (5038 001) Βωμός Dup. partim 0208 002 (AG 15.26) Citation: (Line) | ||
t | Βωμός | |
---|---|---|
1 | Εἱμαρσένος με στήτας πόσις Μέροψ δίσαβος τεῦξ’, οὐ σποδεύνας ἶνις Ἐμπούσας, μόρος Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος, | |
5 | Χρύσας δ’ ἀΐτας, ἆμος ἑψάνδρα τὸν γυιόχαλκον οὖρον ἔρραισεν, ὃν ὡπάτωρ δίσευνος μόγησε ματρόριπτος. Ἐμὸν δὲ τεῦγμ’ ἀθρήσας | |
10 | Θεοκρίτοιο κτάντας Τριεσπέροιο καύστας θώυξεν αἴν’ ἰύξας, χάλεψε γάρ νιν ἰῷ σύργαστρος ἐκδυγήρας· | |
15 | τὸν δ’ αἰλινεῦντ’ ἐν ἀμφικλύστῳ Πανός τε ματρὸς εὐνέτας, φὼρ δίζῳος, ἶνίς τ’ ἀνδροβρῶτος, Ἰλοραιστᾶν | |
ἦρ’ ἀρδίων ἐς Τευκρίδ’ ἄγαγον τρίπορθον. | 175 |