TLG 0207 001 :: HERMOCLES :: Ithyphalli HERMOCLES Lyr. Ithyphalli Citation: (Line) | ||
. . . . . . . | ||
1 | Ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν· ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον | |
---|---|---|
ἅμα παρῆχ’ ὁ καιρός. | 173 | |
5 | Χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθ’ ἵνα ποιήσῃ, ὁ δ’ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. Σεμνόν τι φαίνεθ’, οἱ φίλοι πάντες κύκλῳ, | |
10 | ἐν μέσοισι δ’ αὐτός, ὅμοιον ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ’ ἐκεῖνος. Ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης. | |
15 | Ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοί, ἢ οὐκ ἔχουσιν ὦτα, ἢ οὐκ εἴσιν, ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν, σὲ δὲ παρόνθ’ ὁρῶμεν, οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ’ ἀληθινόν. | |
20 | Εὐχόμεσθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε, κύριος γὰρ εἶ σύ, τὴν δ’ οὐχὶ Θηβῶν, ἀλλ’ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, | |
25 | (Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιά, τὰ σώμαθ’ ἡμῶν πάντ’ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι· Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας, | |
30 | νῦν δὲ καὶ τὰ πόρρω·) μάλιστα μὲν δὴ κόλασον αὐτός· εἰ δὲ μή, Οἰδίπουν τιν’ εὑρέ, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ | |
ἢ σπίνον ποιήσει. | 174 |