TLG 0205 001 :: PHILODAMUS :: Paean in Dionysum PHILODAMUS Lyr. Paean in Dionysum Citation: (Line) | ||
[Δεῦρ’ ἄνα Δ]ιθύραμβε Βάκχ’ ε[ὔιε, ταῦρε, κισσο]χαῖ‐ | ||
τα, Βρόμι’, ἠρινα[ῖς ἵκου] [ταῖσδ’] ἱεραῖς ἐν ὥραις· | 165 | |
5 | Εὐοῖ ὦ Ἰό[βακχ’ ὦ ἰὲ Παιά]ν· [ὃ]ν Θήβαις ποτ’ ἐν εὐίαις Ζη[νὶ γείνατο] καλλίπαις Θυώνα· πάντες δ’ [ἀθά]νατοι [χ]όρευ‐ σαν, πάντες δὲ βροτοὶ χ[άρεν] | |
---|---|---|
10 | [σαῖσι], Βάκχιε, γένναις. Ἰὲ Παιάν, ἴθι σωτήρ, [εὔφρων τάνδε] πόλιν φύλασς’ εὐαίωνι σὺν [ὄλβῳ.] Ἤν, τότε βακχίαζε μὲν | |
15 | χθὼ[ν μεγαλώνυμός] τε Κά‐ δμου Μινυᾶν τε κόλπ[ος Εὔ‐] [βο]ιά τε καλλίκαρπος· Εὐοῖ ὦ Ἰόβ[ακχ’ ὦ ἰὲ] Παιάν· πᾶσα δ’ ὑμνοβρύης χόρευ‐ | |
20 | ε[ν Δελφῶ]ν ἱερὰ μάκαιρα χώρα· αὐτὸς δ’ ἀστε[ρόεν δ]έμας φαίνων Δελφίσι σὺν κόραις [Παρν]ασσοῦ πτύχας ἔστας. Ἰὲ Παιάν, ἴθι σωτήρ, | |
25 | εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. [ ]λὲς δὲ χειρὶ πάλ‐ λων δ[έρ]ας ἐνθέοις [σὺν οἴσ‐] τροις ἔμολες μυχοὺς [Ἐλε]υ‐ | |
30 | σῖνος ἀν’ [ἀνθεμώ]δεις· Εὐοῖ ὦ Ἰόβακχ’ ὦ ἰ[ὲ Παι]άν· [ἔθνος ἔνθ’] ἅπαν Ἑλλάδος γᾶς ἀ[μφ(ὶ) ἐ]ννατέταις [φίλιον] ἐπ[όπ]τ̣αις ὀργίων ὁσ[ίων Ἴ]ακ‐ | |
35 | χον [κλείει σ]ε̣· βροτοῖς πόνων ᾦξ[ας δ’ ὅρ]μ̣ον [ Ἰὲ Παιάν, ἴθι σωτήρ, | |
εὔφρων τάνδε πόλιν φύλασς’ εὐαιῶνι σὺν ὄλβῳ. | 166 | |
40 | Παννυχίσιν] δὲ καὶ χοροῖς Γ.......ΛΙΣ xii litt. ΕΚΓ xvi litt. Σ []Ν | |
45 | . . . . . . . . | |
49 | ...ΥΘ..ΥΡ[ | |
(50) | .Λ.ΤΟ...Ν.......Π̣ΑΟ.[ εὔφρω[ν τάνδε] π̣ό̣[λιν] φύλασ[ς’] [ε]ὐ[αίωνι σὺν ὄλβῳ. [Ἔ]ν[θεν ἐ]π’ ὀλβίας χθονὸς Θεσ̣[σαλίας] ἔκελσας ἄ‐ | |
55 | στη, τέμενός τ’ Ὀλύμπι[ον], [Πιερ]ίαν τε κλειτάν· Εὐοῖ ὦ Ἰόβακχ’ [ὦ ἰὲ Παι]άν· Μοῦσαι [δ’] αὐτίκα παρθένοι κ[ισσῷ] στε[ψ]άμεναι κύκλῳ σε πᾶσαι | |
60 | μ[έλψαν] ἀθάνα[τον] ἐς ἀεὶ Παιᾶν’ εὐκλέα τ’ ὀ[πὶ κλέο]υ‐ σαι· [κα]τᾶρξε δ’ Ἀπόλλων. Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ | |
65 | εὐαίωνι σὺν ὄλβῳ. ....σευ.θ.ετ̣ας τ.τιμ.......ισορι ....κανεξ̣ε̣σι πυθοχρη̣[στ....] ἰαχὰν ...νεαι⁚ εὐοῖ ὦ Ἰόβακχ’ [ὦ ἰὲ Παιὰ]ν | |
70 | ...εμι....λε..δαιδ........πις [ [ x litt. ]νφο[ [ | |
75 | παλ ρων φιλ | |
ων προφη[ | 167 | |
85 | νομοθετ[ παλλ.κ̣[ ως [ [ [ | |
90 | [ ναπεμπε̣[ οἳ σέβου[σι ως̣ δυσαντ̣[ σ̣ιν εχρθθπο̣[ | |
(100) | ε χώραν ελ̣ε [xx lit.] πατρωι [...] Ἰ[ὲ̣ Παιάν, ἴθι] σωτήρ, [εὔφρων τάνδε πόλιν φύλ[ασ]ς’ εὐαίωνι σ[ὺ]ν ὄλβ[ῳ.] | |
105 | Ἐκτελέσαι δὲ πρᾶξιν Ἀμ‐ φικτύονας θ[εὸς] κελεύ‐ ει τάχος, ὡ[ς ἐπ]άβολος μὴν ἱκέτ̣α̣[ς] κατάσχῃ. Εὐοῖ ὦ [Ἰόβ]ακχ’ ὦ ἰὲ Παιάν· | |
110 | δε[ῖξαι] δ’ ἐγ ξενίοις ἐτεί‐ οις θεῶν ἱερῷ γένει συναίμῳ τόνδ’ ὕμνον, θυσίαν δὲ φαί‐ νει[ν] σὺν Ἑλλάδος ὀλβίας πα[νδ]ήμοις ἱκετείαις. | |
115 | Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. Ὦ μάκαρ ὀλβία τε κεί‐ νων γεν̣[εὰ] βροτῶν, ἀγή‐ | |
120 | ρων ἀμίαντον ἃ κτίσῃ ναὸ[ν ἄ]ν̣ακ̣[τι] Φοίβῳ. Εὐοῖ ὦ Ἰόβακχ’ ὦ ἰὲ Π[αιάν]. [ν]ε[ο]χρύσεον χρυσέοις τύποις πα[ circ. xi litt. ]ν̣θ̣εαιγ κύκλου [circ. vii litt.] | |
125 | κ̣ω̣[ circ. iv litt. ]δογ, κόμαν δ’ ἀργαίνοντ’ ἐλέφαντι, κ[ρα‐ τὸς] δ’ αὐτόχθονι κόσμῳ. Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ | 168 |
130 | εὐαίωνι σὺν ὄλβῳ. Πυθιάσιν δὲ πενθετή‐ ροισ[ι τ]ροπαῖς ἔταξε Βάκ‐ χου θυσίαν χορῶν τε πο[λ‐] [λῶν] κυκλίαν ἅμιλλαν | |
135 | (Εὐοῖ ὦ Ἰ[ό]βακχ’ [ὦ ἰὲ Παι]ὰν) τεύχειν· ἁλιοφεγ̣γ[έ]σ[ι]ν δ’ ἀρχο[ύσαις] ἴσον ἁβρὸν ἄγαλμα Βάκχο[υ] ἐν [vi litt.] χρυσέων λεόν‐ των στῆσα[ι], ζαθέῳ τε τ[εῦ‐] | |
140 | ξαι θεῷ πρέπον ἄντρον. Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. Ἀλλὰ δέχεσθε Βακχ[ιά‐] | |
145 | [σ̣τα]ν Δι[ό]νυσ[ον, ἐν δ’ ἀγυι‐] α̣ῖς ἅμα σὺγ [χοροῖσ]ι κ[ι‐] [κλῄσκετε] κισσ[οχ]αίταις (Ε[ὐοῖ ὦ Ἰ]όβακχ’ ὦ ἰὲ [Παιὰν]) πᾶσαν [Ἑλ]λάδ’ ἀν’ ὀ[λβίαν | |
(150) | .αν....ιτε πολ..υ..σ̣τεα..ν̣ας..ρεπι[Partial Letter][ λ̣ω̣ [......]ν...ιο.ε...κυκλι[ | |
151 | ||
153 | [ἄ]να[ξ] ὑγιείας. Ἰὲ Παιάν, [ἴ]θι σω[τήρ· | |
155 | εὔφρων] τάνδε πόλιν φύλασς’ | |
[εὐαίωνι σὺν ὄλβῳ.] | 169 |