|
TLG 0204 002 :: ARISTONOUS :: Hymnus in Vestam ARISTONOUS Lyr. Hymnus in Vestam Citation: (Line) | ||
| t | Ἀριστονό[ο]υ Ἑστία[ι] | |
|---|---|---|
| 1 | Ἱερὰν ἱερῶν ἄνασσαν Ἑστίαν ὑμνήσομεν, ἃ καὶ Ὄλυμπον καὶ μυχὸν γαίας μεσόμφαλον ἀεὶ | |
| Πυθίαν τε δάφναν κατέχουσα | 164 | |
| 5 | ναὸν ἀν’ ὑψίπυλον Φοίβου χορεύεις τερπομένα τριπόδων θεσπίσμασι, καὶ χρυσέαν φόρμιγγ’ Ἀπόλλων ὁπηνίκ’ ἂν ἑπτάτονον κρέκων μετὰ σοῦ θαλιάζον‐ | |
| 10 | τας θεοὺς ὕμνοισιν αὔξῃ. Χαῖρε Κρόνου θύγατερ καὶ Ῥέας, μούνα πυρὸς ἀμφιέπουσα βωμοὺς ἀθανάτων ἐριτίμους, Ἑστία, δίδου δ’ ἀμοιβὰς | |
| 15 | ἐξ ὁσίων πολὺν ἡμᾶς ὄλβον ἔχοντας ἀεὶ λιπαρόθρονον | |
| ἀμφὶ σὰν θυμέλαν χορεύειν. | 165 | |