TLG 0204 001 :: ARISTONOUS :: Paean in Apollinem

ARISTONOUS Lyr.
(Corinthius: 3 B.C.)

Paean in Apollinem

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 162–164.

Citation: (Line)

t1[Ἀρ]ιστόνοος Νικοσθένους Κορίνθιος [Ἀ]πόλλωνι
t2Πυθίωι τὸν ὕμνον.
1Πυθίαν ἱερόκτιτον ναίων Δελφίδ’ ἀμφὶ πέτραν ἀεὶ θεσπιόμαντιν ἕ‐ δραν, ἰὴ ἰὲ Παιάν,
5Ἄπολλον, Κοίου τε κόρας
Λατοῦς σεμνὸν ἄγαλμα καὶ Ζηνὸς ὑψίστου μακάρων βουλαῖς, ὢ ἰὲ Παιάν. Ἔνθ’ ἀπὸ τριπόδων θεο‐162
10κτήτων, χλ[ω]ρότομον δάφναν σείων, μαντοσύναν ἐποι‐ χνεῖς, ἰὴ ἰὲ Παιάν, φρικώεντος ἐξ ἀδύτου μελλόντων θέμιν εὐσεβῆ
15χρησμοῖς εὐφθόγγου τε λύρας αὐδαῖς, ὢ ἰὲ Παιάν. Ἁγνισθεὶς ἐνὶ Τέμπεσιν βουλαῖς Ζηνὸς ὑπειρόχου, ἐπεὶ Παλλὰς ἔπεμψε Πυ‐
20 θῶδ’, [ἰὴ] ἰὲ Παιάν, πείσας Γαῖαν ἀνθοτρόφον Θέμιν τ’ εὐπλόκαμον θεὰν [αἰ]ὲν εὐλιβάνους ἕδρας ἔχεις, ὢ ἰὲ Παιάν.
25Ὅθεν Τριτογενῆ προναί‐ αν ἐμ μαντείοις ἁ[γί]οις σέβων ἀθανάτοις ἀμοι‐ [β]αῖς, ἰὴ ἰὲ Παιάν, χάριν παλαιᾶν χαρίτων
30τᾶν τότ’ ἀϊδίους ἔχων μνήμας, ὑψίστα〈ι〉ς ἐφέπεις τιμαῖς, ὢ ἰὲ Παιάν. Δωροῦντ[αι] δέ ς’ ἀθάνατοι, Ποσειδῶν ἁγνοῖς δαπέδοις,
35Νύμφαι Κωρυκίοισιν ἄν‐ τροις, ἰὴ ἰὲ Παιάν, τριετέσιν φαναῖς Βρόμιος, σεμνὰ δ’ Ἄρτεμις εὐπόνοις κυνῶν ἐμ φυλακαῖς ἔχει
40 τόπους, ὢν ἰὲ Παιάν. Ἀλλ’ ὦ Παρνασσοῦ γυάλων εὐδρόσοισι Κασταλίας να[σ]μοῖς σὸν δέμας ἐξαβρύ‐ νων, ἰὴ ἰὲ Παιάν,163
45χαρεὶς ὕμνοις ἡμετέροις, ὄλβον ἐξ ὁσίων διδοὺς ἀεὶ καὶ σῴζων ἐφέποις
ἡμᾶς, ὢ ἰὲ Παιάν.164