TLG 0200 001 :: MANTISSA PROVERBIORUM :: Mantissa proverbiorum

MANTISSA PROVERBIORUM
(Incertum)

Mantissa proverbiorum

Source: von Leutsch, E.L. (ed.), Corpus paroemiographorum Graecorum, vol. 2. Göttingen: Vandenhoeck & Ruprecht, 1851 (repr. Hildesheim: Olms, 1958): 745–779.

Citation: Centuria — section — (line)

t

1

Mantissa Proverbiorum.

1

.

1

Ἀδύνατα θηρᾷς: ἐπὶ τῶν ἐγχειρούντων μείζοσιν ἢ καθ’ ἑαυτούς.

1

.

2

Ἀετὸν κάνθαρος μαιεύσομαι: ἐπὶ τῶν τιμωρου‐ μένων τοὺς μείζονας προκατάρξαντας κακοῦ. λέγεται γὰρ τὰ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζειν ὁ κάνθαρος.

1

.

3

Ἀθηναίων δυσβουλία: ἐπὶ τῶν παρ’ ἐλπίδας καὶ ἀναξίως εὐτυχούντων· τὸ γὰρ κακῶς βουλεύεσθαι Ἀθη‐ ναίοις ἤσκητο. ** εὐτυχῆ μᾶλλον ἢ καλῶς φρονεῖν.

1

.

4

Αἰα, τόδ’ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις ἴδῃ τἀγαθόν, χρῇται δὲ μή. Ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πόματος ὑδρηχόου;
5Εἱμαρμένων δὲ τῶν κακῶν βουλευμάτων
κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς. Πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες:. Μενάνδρου.745

1

.

5

Αἰδὼς γὰρ ἐν κακοῖσιν οὐδὲν ὠφελε.

1

.

6

Αἰεί τοι τὸν ὅμοιον ἄγει θεὸς εἰς τὸν ὅμοιον καὶ ποιεῖ γνώριμον.

1

.

7

Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγ‐ γελλομένων ποιῆσαι τόδε ἢ τόδε τι.

1

.

8

Αἱ Χάριτες γυμνα: ὅτι δεῖ ἀφελῶς καὶ φανερῶς χαρίζεσθαι.

1

.

9

Ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔποτε τρό‐ παιον ἐστήσαντο: ἐπὶ τῶν διὰ ῥᾳθυμίαν μηδὲν γεν‐ ναῖον πράττειν δυναμένων.

1

.

10

Ἄλλοτ’ ἀλλοῖαι πνοαὶ ὑψιπετῶν ἀνέμων.

1

.

11

Ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ.

1

.

12

Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη: ἐπὶ τῶν καθ’ ἑαυτοὺς χρωμένων τοῖς οὖσι καὶ μηδενὶ μετα‐ διδόντων.

1

.

13

Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀνήνυτα ποιούντων.

1

.

14

Ἄμφω τὼ χεῖρε: ἐπὶ τῶν ἀφθόνως καὶ δαψιλῶς με‐ ταδιδόντων τοῖς πᾶσιν.

1

.

15

Ἀνὰ ῥοῦν χωρεῖν: ἐπὶ τῶν ἐξ εὐτυχίας μεταβληθέν‐ των εἰς τὸ ἀνάπαλιν, ὥσπερ κατὰ ῥοῦν φέρεσθαι ἐπὶ τῶν κατὰ τὸν βίον εὐπλοούντων. Ὀδυσσείας ξʹ·
ὡσεί τε κατὰ ῥόον·746
5ἤγουν ὡς ἐν ὕδατι κάτω ῥέοντι καὶ οὐ στατῷ κατὰ ἰσότητα ἐπιφανείας. ἐντεῦθεν ἡ παροιμία τὸ κατὰ ῥοῦν φέρεσθαι.

1

.

16

Ἀνδρὶ πεινῶντι κλέπτειν ἔστ’ ἀναγκαίως ἔχον: ἐπὶ τῶν ἐξ ἀνάγκης τι ποιούντων.

1

.

17

Ἀνέμους γεωργεῖν: ἐπὶ τῶν πονούντων καὶ μηδε‐ νὸς μετεχόντων. καὶ γὰρ ὁ ἄνεμος πάντα μὲν φύει καὶ αὔξει, οὐδὲν δὲ ἕτερον ἢ μόνον ἄχνην ἀποφέρεται, ὥστε οὐδενὸς μεταλαμβάνει.

1

.

18

Ἂν πολλὰ βάλλῃς ἄλλοτ’ ἀλλοῖον βαλεῖς: πολ‐ λῶν γὰρ προβαλλομένων τινὰ τούτων δὴ τῶν πολλῶν ἐπι‐ τυχεῖν γίνεται ὡς συμπτώματα.

1

.

19

Ἀντλεῖν ἀμφοτέραις: λείπει χερσί· ἐπὶ τῶν σπουδῇ τι ποιούντων.

1

.

20

Ἄνω ποταμῶν χωροῦσι πηγα: ἐπὶ τῶν ἐναντίως λεγομένων ἢ γινομένων· οἷον ὁ πόρνος τὸν σώφρονα εἰ λέγει πόρνον. ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσι.

1

.

21

Ἄπαγέ με εἰς τὰς λατομίας: ἐπὶ τῶν μὴ ὑποφε‐ ρόντων τὰ ἀνάξια.

1

.

22

Ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ: πύνδαξ
γὰρ ὁ πυθμήν. ἡ δὲ παροιμία παρὰ Σωκράτει.747

1

.

23

Ἀργυρέαις λόχμαις μάχου καὶ πάντα νική‐ σεις: ἐπὶ τῶν δώροις πείθειν πρὸς τὰ δυσκατόρθωτα παραι‐ νούντων· τοῦτον γὰρ τὸν χρησμὸν ἔχρησεν ἡ Πυθία Φι‐ λίππῳ, αἰνιττομένη διὰ προδοσίας περιέσεσθαι τῆς Ἑλλάδος.

1

.

24

Ἀρετὰ ἐντὶ ἀνθρώπω τελειότας φύσιος ἀνθρώπω.

1

.

25

Ἀρετὰ συναρμογά τις ἐντὶ τῶν ἀλόγων μερέων τᾶς ψυχᾶς ποτὶ τὸ λόγον ἔχον.

1

.

26

Ἄρτον οὐκ εἶχεν ὁ πτωχὸς καὶ τυρὸν ἠγόραζεν.

1

.

27

Ἄρης τὰ αὑτοῦ ὅπλα οὐ σαλεύει.

1

.

28

Ἀσφαλέστερον τοῦ λέγειν τὸ σιγᾶν: Ἐπικτή‐ του ἡ γνώμη.

1

.

29

Ἀτεχνῶς εἰμὶ στάθμη λευκ: ἐπὶ τῶν ἀληθινὴν ὁμολογούντων φιλίαν.

1

.

30

Αὐτόκλητοι κωμάζουσι φίλοι παρὰ τοῖς φί‐ λοις: παρῆκται ἀπὸ τοῦ, Αὐτόματος δ’ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.

1

.

31

Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας: ἐπὶ τῶν ἀληθευόντων· οἷον ἐπ’ αὐτὴν ἐλήλυθας τὴν ἀλήθειαν.

1

.

32

Αὐτός τι νῦν δρῶν, εἶτα τοὺς θεοὺς κάλει: ὁμοία τῇ· Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν.748

1

.

33

Βαλανεὺς ε: ἐπὶ τοῦ πολυπράγμονος· οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσί.

1

.

34

Βασιλεὺς ἢ ὄνος: ἤγουν νικῶν ἢ ἡττώμενος. ὁμοία τῇ· Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι. Πλάτων ἐν Θεαιτήτῳ· ὁ δὲ ἁμαρτὼν καθεδεῖται, ὥσπερ φασὶν οἱ σφαιρίζοντες, ὄνος· ὃς δ’ ἂν περιγίνηται ἀναμάρτητος, βασιλεὺς ἡμῶν.

1

.

35

Βίον ἀληλεσμένον: ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπι‐ τηδείων ὄντων.

1

.

36

Βοῦν ἐν γνάθοις φέρει: ἐπὶ τῶν πολυφάγων.

1

.

37

Βούτης μὴν ἔλεγεν, νῦν δ’ αἰπόλῳ ἀνδρὶ ἔοι‐ κας: ἐπὶ τῶν ἡσύχων μὲν πρῶτον καὶ ἡμέρων, ἔπειτα δὲ ἀγρίων· οἱ γὰρ βόες ἥμεροι εἰσί.

1

.

38

Βραχεῖα τέρψις ἡδονῆς τίκτει λύπην.

1

.

39

Γέραιρε σαυτόν: ἐν πλήθει.749

1

.

40

Γῇ θάλασσαν συναναμίγνυσιν: ἐπὶ τῶν σφόδρα ὀργιζομένων.

1

.

41

Γῆ πιστ, ἄπιστος θάλασσα.

1

.

42

Γλυκὺς ἀγκών: παροιμιωδῶς μοχθηρίαν τόπου ὑπο‐ δηλοῖ.

1

.

43

[Γνῶθι σαυτόν:] τὸ μὲν ἀπόφθεγμα Βίαντος ὡς παροιμία δὲ λαμβάνεται, μαρτυρεῖ Θεόφραστος ἐν τῷ περὶ
παροιμιῶν. οἱ πολλοὶ δὲ Χίλωνος εἶναι τὸ ἀπόφθεγμα. Κλέαρχος δὲ ὑπὸ τοῦ θεοῦ λεχθῆναι Χίλωνι Δαμαγήτου750
5Λακεδαιμονίῳ.

1

.

44

Γράμματα Βελλεροφόντης διεκόμισεν: ἐπὶ τῶν προξενούντων ἑαυτοῖς τι κακόν. Βελλεροφόντης πρότερον Ἱππόνους ἐκαλεῖτο· ἀνελὼν δὲ Βέλλερον τῶν Κορινθίων δυναστὴν Βελλεροφόντης ἐκλήθη. ἦν δὲ φύσει μὲν παῖς
5Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου· λαβὼν οὖν παρὰ Πο‐ σειδῶνος τῆς Μεδούσης Γοργόνος Πήγασον πτερωτὸν ἵππον, διὰ γὰρ τοῦτο ἔσχε τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ Γοργόνος τραχήλου· δράσας δὲ ἐμφύλιον φόνον, Βέλλε‐ ρον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας φεύγει
10εἰς Ἄργος· τυχὼν δὲ παρὰ Προίτου καθαρσίων τοῦ βασι‐ λέως μετ’ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνή, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδέετο ὅπως αὐτοῦ συνευ‐ νασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγεν. ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρω‐
15τας, ἔφθασε τὸν Βελλεροφόντην κατειποῦσα ὡς ἄρα εἴη βεβιασμένη παρ’ αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἠβουλήθη τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐ‐ τὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθ’ ἑαυτοῦ κομίζοντα γράμματα. ὁ δὲ πολλοῖς ἐγγεγυμνασμένον
20ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετόπησε τὴν κατ’ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβουλήν· τοσούτων γὰρ κακῶν ἄθλων καὶ ὄχλων τῇ δυνάμει κατηγωνίσατο· ἔδωκε δὲ αὐτῷ εἰς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖραν τινά. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφ’
25οἷς ἔπραξε θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατ‐ οπτεῦσαι· τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτερωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὅθεν ἐκπεσεῖν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπ’ αὐτοῦ καλούμενον ἀλήϊον πεδίον,751
30ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέ‐ ναι τὰς τοῦ κόσμου περιόδους· ἡ δὲ ἱστορία παρὰ Ἀσκλη‐ πιάδῃ ἐν Τραγῳδουμένοις.

1

.

45

Δουλότερος Μεσσηνίων: ἐπὶ τῶν ἐσχάτῃ καὶ πικρᾷ δουλείᾳ ἐνεχομένων.

1

.

46

Εἰ δὴ καὶ ἡ παροιμία σοφόν· πῶς γὰρ οὐχὶ σοφόν, περὶ ὧν Ἀριστοτέλης φησίν, ὅτι παλαιᾶς εἰσὶ φιλοσοφίας ἐν ταῖς μεγίσταις ἀνθρώπων φθοραῖς ἀπολομένης ἐγκατα‐ λείμματα, περισωθέντα διὰ συντομίαν καὶ δεξιότητα. παροι‐
5μία δήπου καὶ τοῦτο καὶ λόγος ἔχων ἀξίωμα τῆς ὅθεν κατ‐ ηνέχθη φιλοσοφίας τὴν ἀρχαιότητα, ὥστε βόειον ἐπιβλέ‐ πειν αὐτῇ· πάμπολυ γὰρ οἱ πάλαι τῶν νῦν εἰς ἀλήθειαν εὐστοχώτεροι.

1

.

47

Εἰς κενὸν κρούειν τὰς χορδάς: ἐπὶ τῶν ἀσίτως καὶ ἀδώρως κιθαριζόντων.

1

.

48

Εἰς τετρυπημένον πίθον ἀντλεῖν: ἐπὶ τῶν εἰς κενὸν πονούντων.

1

.

49

Ἐκ πολλῶν ἀχύρων ὀλίγον καρπὸν συνήγα‐ γον: ἐπὶ τῶν πολλὰ μὲν πονούντων, ὀλίγα δὲ καρπουμένων.

1

.

50

Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν διημαρ‐
τημένων ἐν πίστει.752

1

.

51

Ἐκτὸς πηλοῦ πόδας ἔχειν: ἐπὶ τῶν ἔξω κινδύνου καθεστώτων. ὅμοιον καὶ τὸ ἐπὶ ξυρο.

1

.

52

Ἐκ τοῦ γεύματος γινώσκω: ἐπὶ τῶν ἐκ μικροῦ πολλά τινα καταλαμβανόντων.

1

.

53

Ἐπαινῶ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούν‐ των ἐνύπνια.

1

.

54

Ἐπὶ θύραις τὴν ὑδρίαν: δηλονότι θείς. ἐπὶ τῶν ψυχαγωγούντων. αἱ ὑδρίαι παρῆσαν ταῖς θύραις τοῦ πίνειν τοὺς εἰσιόντας καὶ ἐξιόντας ἕνεκα.

1

.

55

Ἐπὶ λεπτοῦ μίτου τὸ ζῆν ἤρτηται: ὁμοία τῇ προτέρᾳ.

1

.

56

Ἐπὶ ξυροῦ ἀκμῆς ἵσταται: ἐπὶ τῶν ἐν μεγίστῳ κινδύνῳ ὄντων. Ὅμηρος. Νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς, Ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς, ἠὲ βιῶναι.

1

.

57

Ἐπίτρεπε ὧδε τὸν Ἥφαιστον προμολεῖν: λέ‐ γεται ἐπὶ τῶν ἀξίων πυρὸς εἴτε προσώπων εἴτε πραγμάτων.

1

.

58

Ἐπὶ χοίνικος μὴ καθίζειν: τουτέστι, μὴ ἐπανα‐ παύεσθαι τῇ ἐφημέρῳ τροφῇ, ἀλλὰ προεισφέρειν.

1

.

59

Ἔρις ἔριν ἀντιφυτεύει.753

1

.

60

Ἔρις ἔριν τίκτουσα προσμνᾶται λόγον: ἐπὶ τῶν ἐκ φιλίας ἀδολεσχούντων. προσμνᾶται, προξενεῖ καὶ προμηθεύεται. μνᾶται, μνηστεύεται. καὶ ἀδολεσχῶ τὸ φι‐ λοσοφῶ.

1

.

61

Ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος. ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ, θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος.

1

.

62

Ἐς ὕδωρ γράφειν: ἐπὶ τῶν μάτην πονούντων.

1

.

63

Ζωάγρια τίνειν: τὰ τῆς ζωῆς χαριστήρια ἀποδοῦναι. χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι δι’ αὐτῆς·
τῷ με μάλα χρεώ,
πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν.

1

.

64

δόλῳ ἠὲ βί· ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν: Ἀν‐ τίγονος ἐρωτηθείς, πῶς ἄν τις ἐπιθοῖτο τοῖς πολεμίοις, εἶπε τοῦτο τὸ ἔπος.

1

.

65

Ἡδονὴν φεῦγε τίκτουσα λύπην.

1

.

66

συκάμινος συκαμίνῳ ῥύπτεται: πρὸς τοὺς
ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ἐξ ἑαυτῶν.754

1

.

67

χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν: ἐπὶ τῶν μήτε λυπεῖσθαι μήτε χαίρειν δυναμένων.

1

.

68

Θαρσεῖν χρ, φίλε Βάττε, τάχ’ αὔριον ἔσσετ’ ἄμεινον. ἐλπίδες ἐν ζῳοῖσιν, ἀνέλπιστοι δὲ θανόντες· χὠ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ’ ὕει:. Θεοκρίτου.

1

.

69

Θεοῦ παρόντος ἅπαν ἄπορον πόριμον.

1

.

70

Θετταλικὸν σόφισμα: ἐπὶ τῶν μηχανοποιῶν· Θετ‐ ταλὸς γάρ τις εὑρὼν ἐν μάχῃ μηχανὴν ἐθαυμάσθη.

1

.

71

Ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς: Στασίμου ἡ γνώμη τοῦ ποιητοῦ, ὃς οὕτω φησί· Ζῆνα δὲ τὸν ῥέξαντα, καὶ ὃς τάδε πάντ’ ἐφύτευσεν Οὐκ ἐθέλεις εἰπεῖν· ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς.
5Πλάτων δὲ διαφέρεται τούτῳ τῷ ποιητῇ, λέγων· οὐκ ἄρα ὀρθῶς ἔχει λέγειν, Ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς. ἐπὶ πλέον γὰρ οἶμαι δέος αἰδοῦς. Μόριον γὰρ αἰδὼς δέους, ὥσπερ ἀριθμοῦ περιττόν. ὥστε οὐχ ἵνα περ ἀριθμός, ἔνθα καὶ περιττόν· ἵνα δὲ καὶ περιττόν, ἔνθα καὶ ἀριθμός.

1

.

72

Ἵππους εἰς λεῖον πεδίον: ἐπὶ τῶν ἐπί τι προχεί‐ ρως ἐχόντων.

1

.

73

Ἰσχὺς καὶ τεῖχος καὶ ὅπλον σοφοῦ ἡ φρόνησις:.
Πυθαγόρου τἀπόφθεγμα.755

1

.

74

Καθ’ ὕδατος γράφεις: ἐπὶ τῶν ἀδυνάτοις ἐπιχει‐ ρούντων.

1

.

75

Καὶ ἅμμα λύεις: ἐπὶ τῶν δυσλύτων. ἀπὸ τῆς ἁμά‐ ξης ἡ ἱστορία.

1

.

76

Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν: Πεισίστρατόν φασι τὸν τύραννον, τὴν τῶν Ὑμηττῶν χῶραν διεξιόντα καὶ ἰδόντα πρεσβύτην πέτρας καὶ λιθώδεις τόπους ἐργα‐ ζόμενον, πέμψαντα τὸν οἰκέτην πυνθάνεσθαι αὐτοῦ, τίνας
5καρποὺς ἀναιρούμενος τοιαῦτα γεωργοίη χωρία· τοῦ δὲ φήσαντος, ὀδύνας καὶ σφακέλους, καὶ τούτων τὴν δωδεκά‐ την τῷ Πεισιστράτῳ τελεῖν· ἀγασθέντα τὸν τρόπον αὐτοῦ καὶ τὴν παῤῥησίαν, ἀτέλειαν αὐτῷ τοῦ χωρίου δοῦναι.

1

.

77

Καὶ φιλεῖν δεῖ ὡς καὶ μισήσοντας, καὶ μισεῖν ὡς καὶ φιλήσοντας:. Κάτωνος.

1

.

78

Κακὰ κέρδεα ζημίαν ἀρετῆς φέρει:. ἀπόφθεγμα.

1

.

79

Κακὴ γὰρ αἰδὼς ἔνθα γ’ ἀναιδὲς κρατεῖ:. Διφίλου ἡ γνώμη.

1

.

80

Κακοὶ κόρου οὐκ ἀνέχονται: ἐπὶ τῶν ἀναξίως εὖ πραττόντων καὶ διὰ τοῦτο ἐξυβριζόντων.

1

.

81

Κακοὶ πίνουσι τῆς τιμωρίας τὴν ὁμίχλην: ἐπὶ τῶν κατ’ ἀξίαν τιμωρουμένων. ὡς τό· Αὐτὸς ἐφεῦρε
τοῦ κακοῦ τὴν πιτύαν.756

1

.

82

Κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον: ἐπὶ τῶν φιλοκερδῶν.

1

.

83

Κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί.

1

.

84

Κακὸν Τενέδιον: ἐπὶ τῶν πάνυ σκληρῶν καὶ ἀπαρ‐ αιτήτων.

1

.

85

Κακῶς ἀκούειν κρεῖσσον ἢ λέγειν κακῶς:. Κλε‐ άνθους.

1

.

86

Καλαμαραδικὸς γάδαρος: ἐπὶ τῶν μεγάλων· τοι‐ οῦτοι γὰρ οἱ ἐκεῖ ὄνοι.

1

.

87

Κάλλιππος τρέχει: ἐπὶ τῶν πολλὰ μελετώντων ποιῆ‐ σαι, ὀλίγα δὲ δρώντων· τοιοῦτος γὰρ ἦν ὁ Κάλλιππος.

1

.

88

Κάμηλος ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία: ἐπὶ τῶν ἐν γήρᾳ μὲν ὄντων ἢ δυστυχίαις, πολ‐ λῶν δὲ ἀμεινόνων ὄντων.

1

.

89

Κἂν εἰς μάχαιραν κυβιστήσειεν: ἐπὶ τῶν θρα‐ σέων καὶ παραβόλων.

1

.

90

Καρικὴ Μοῦσα: ἐπὶ τῶν ἀλλογενῶν, ἤτοι Σκυθῶν.757

1

.

91

Καρπάθιος τὸν λαγωόν: ἐπὶ τῶν ἑαυτοὺς ἐφελ‐ κομένων εἰς κακά· νησιῶται γὰρ ὄντες οἱ Καρπάθιοι, ἐπή‐ γαγον τὸν λαγωὸν ὡς σπάνιον· οἱ δὲ πολλοὶ γενόμενοι τοὺς καρποὺς αὐτῶν διέφθειρον.

1

.

92

Κενὰ κροταλίζεις ὄχη: ἐπὶ τῶν ἄνευ κυβερνητῶν ἀτάκτως κινουμένων. Ὅμηρος·
πολλοὶ δ’ ἐριαύχενες ἵπποι
κείν’ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας,
5ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δ’ ἐπὶ γαίῃ κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.

1

.

93

Κέρδος αἰσχρὸν βαρὺ κειμήλιον:. Περιάνδρου τἀπόφθεγμα.

1

.

94

Κινεῖς τὸν ἀνάγυρον: ἐπὶ τῶν ἐπισπωμένων ἑαυ‐ τοῖς τὰ κακά. ἐστι δὲ τὸ φυτὸν ὁ ἀνάγυρος ἀλεξίκακον καὶ δυσῶδες.

1

.

95

Κνωδάλου χοῖνιξ: ἐπὶ τῶν μεγάλοις μέτροις κε‐ χρημένων.

1

.

96

Κρητίζει ὁ κριτής: ἐπὶ τῶν ἐν τῷ κρίνειν ψευδο‐ μένων καὶ τὸ δίκαιον παραβαινόντων.

1

.

97

Λέοντα ξηρᾷς: ἐπὶ τῶν τὰ ἀδύνατα ἐπιχειρούντων.

1

.

98

Λήθης πεδίον: ἐπὶ τῶν ἀδυνάτων.758

1

.

99

Λίθοις τὸν Ἥλιον βάλλει: ἐπὶ τῶν διακενῶς κοπιώντων.

1

.

100

Λύπης δὲ πάσης γίνετ’ ἰατρὸς χρόνος:. Διφίλου.

2

.

1

Μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρο‐ νίζεσθαι: ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου.

2

.

2

Μάταια τἄλλα παρὰ Κρότωνα τἄστεα: ὅτι διέ‐ φερε ὁ Κρότων τῶν ἐπὶ Ἰταλίᾳ πόλεων ἐν ἀνδρίᾳ καὶ τῇ λοιπῇ εὐδαιμονίᾳ.

2

.

3

Μέγα τὸ ἐν συμφοραῖσι φρονεῖν ἃ δεῖ:. Δημοκρίτου.

2

.

4

Μεγαλοψυχίη τὸ φέρειν πρᾴως πλημμέλειαν:. τοῦ αὐτοῦ.

2

.

5

Μηδ’ ἀπὸ χυτροπόδων ἀνεπιῤῥίπτειν ἀνελόντα ἐσθίειν:. Ἡσιόδου.

2

.

6

Μηδὲ δίκην δικάσῃς, πρὶν ἀμφοῖν μῦθον
ἀκούσῃς:. Δημοκρίτου ἡ ὑποθήκη.759

2

.

7

Μηδὲν κατὰ βοὸς εὔξ: μὴ πάντα ἐπιτρέπειν ταῖς εὐχαῖς.

2

.

8

Μηδὲν ἔξωθεν πολυπραγμονεῖν, μηδὲ τὸ λεγό‐ μενον ἀντικατηγορεῖν.

2

.

9

Μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους ἐλθόντας: τοῦτ’ ἔστι, μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φορεῖν εὐκόλως καὶ μὴ ἀθυμεῖν.

2

.

10

Μὴ ἐσθίειν καρδίαν: ἤτοι μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρίβοντα.

2

.

11

Μὴ κρύπτε τὸ κάλλος ὥσπερ τὸ ποηφάγον: ἐπὶ τῶν διὰ δειλίαν κρυπτόντων καὶ ἣν ἔχουσιν ἀρετήν. ὁ δὲ ποηφάγος ζῷόν ἐστιν ἐν Ἰνδοῖς.

2

.

12

Μήλῳ βάλλειν: ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων τινάς.

2

.

13

Μὴ παντὶ ἐμβάλλειν δεξιάν: ἀντὶ τοῦ, προχείρως οὐ δεῖν συναλλάσσειν.

2

.

14

Μὴ πρὸς ἐμὲ τὰ ποικίλα: τοῦτ’ ἐστί, μὴ τὰς τέ‐ χνας κατὰ τῶν φιλῶν.

2

.

15

Μὴ πῦρ ἐπὶ πῦρ: ἀνθρακεὺς ἐκπιπράμενος ἐν τῇ καμίνῳ τοῦτο λέγει. ἐπὶ τῶν κακοῖς συνεχέστερον περι‐
πιπτόντων.760

2

.

16

Μὴ τιμωμένης ἀρετῆς ἡ κακία παῤῥησιάζεται: Προκοπίου.

2

.

17

Μὴ φορεῖν στενὸν δακτύλιον: ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν καὶ μὴ δεῖ δεσμῷ προσάπτειν αὐτόν.

2

.

18

Μία πρᾶξις ἀρετῆς οὐ ποιεῖ εὐδαίμονα.

2

.

19

Μία τῶν εἰς φαρέτραν: ἐπὶ τῶν ἀγαθήν τινα δια‐ γόντων ἡμέραν. ἔθος γὰρ τοῖς Ἀθηναίοις μετὰ τὸ δεῖπνον ἀεὶ λαμβάνειν τὴν φαρέτραν. καὶ εἰ μὲν ἀλύπως διαγένοιτο λευκὸν καθιέναι ψῆφον εἰς αὐτήν, εἰ δὲ ὀχληρῶς, μέλαιναν.
5ἀποθανόντος οὖν τὰς ψήφους ἐκ τῆς φαρέτρας ἐκχεῖν καὶ ἀριθμεῖν· καὶ ἐὰν μὲν αἱ μέλαιναι πλείους εὕροιντο, ἄχθε‐ σθαι ὡς ἐπιπόνως βεβιωκότος· εἰ δὲ λευκαί, εὐδαιμονί‐ ζειν. Ἀριστείδης δέ φησι λευκὴν ἡμέραν λέγεσθαι, ἀπὸ τῶν δικαστικῶν ψήφων· ὧν αἱ μὲν λευκαὶ νίκην, αἱ δὲ
10μέλαιναι τὴν καταδίκην φέρουσι.

2

.

20

Μικρὰ ἐλαττούμενος τὸν φίλον κακῶς μὴ λέγε: ἐκ τῶν ἀποφθεγμάτων Θάλεω τοῦ Μιλησίου.

2

.

21

Μικροῦ δ’ ἀγῶνος οὐ μέγ’ ἔρχεται κλέος:. Σο‐ φοκλέους ἡ γνώμη.

2

.

22

Μισῶ μνάμονα συμπόταν: ἐπὶ τῶν ἀκριβῶς πει‐ ρωμένων μνημονεύειν· παρόσον οἱ πίνοντες ἐπιλανθάνε‐
σθαι μᾶλλον ὀφείλουσι.761

2

.

23

Μισῶ σοφιστὴν ὅστις οὐχ αὑτῷ σοφός: ἐπὶ τῶν διὰ μισθὸν ἢ δι’ ἄλλο τι διδασκόντων.

2

.

24

Μόχθου γὰρ οὐδεὶς τοῦ παρελθόντος λόγος: Σοφοκλέους ἡ γνώμη.

2

.

25

Μυόλεθρος: διὰ τὸ ἀποῤῥεόντων τῶν μυῶν τῶν με‐ λῶν θνήσκειν αὐτούς. εἴρηται δὲ ἐπὶ τῶν ἡσύχων.

2

.

26

Μύσιος ὄνος κατεαγὼς τὸν νῶτον: παροιμία ἐπὶ τῶν κυρτῶν· ὅτι οἱ Μυσοὶ ἤτοι οἱ Βουλγαροὶ εἶχον ὄνους κυρτούς. τούτων ἦρχεν Εὔνομος καὶ Χρόμιος οἰωνιστής.

2

.

27

Μυσκέλλου ψῆφος: ἐπὶ τῶν καλῶς προκρινόντων· οὗτος χρησμοῦ δοθέντος τὴν ὑγείαν τοῦ πλούτου προέκρινεν.

2

.

28

Μυσῶν λείαν: ἐπὶ τῶν κακῶς διαρπαζομένων· οἱ γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο μετὰ τὴν τοῦ Τηλέφου ἀποδημίαν. ἐγὼ δὲ οὕτως εὗρον. οἱ Ἕλληνες ταῖς ὁλκάσι τῇ Μυσίᾳ χώρᾳ προσέβαλον, καὶ ταύτην πορ‐
5θοῦντες ἐδόκουν τὴν Τροίαν πορθεῖν. Τήλεφος δὲ τῆς Μυσίας χώρας ἀνάσσων καὶ ὑπὸ τοῦ Ἀχιλλέως τρωθεὶς
ἀφίκετο πρὸς Ἀπόλλω ζητῆσαι τὴν ἴασιν. ὁ δὲ πρὸς τοῦ‐ τον ἐφοίβασεν· Ὁ τρώσας ἰάσεται. λοιπὸν πρῶτα μὲν ὁ αἰτησάμενος ἀπορίᾳ συνείχετο, πῶς ἄρα τὸν Ἀχιλλέα762
10ἐχθρὸν ὄντα τούτων ζητήσαι τὴν ἴασιν. ἀλλ’ ἑπόμενος τῷ φοιβάσματι τοῦ Ἀπόλλωνος καὶ τῇ ἀνάγκῃ τῆς τρώσεως, εἰς τὸν Ἀχιλλέα κατὰ δευτέραν λογισμοῦ προσβολὴν παρα‐ γέγονεν, ὑποσχόμενος τούτῳ τῆς ἰάσεως λύτρα δοῦναι τὰ τῶν χρημάτων τούτου ἥμισυ. ὁ δ’ Ἀχιλλεὺς μόνως ἐκ τοῦ
15τρωθέντος ζητῆσαι μαθεῖν τὴν πρὸς Τροίαν ὁδόν, καὶ ταύ‐ την μαθὼν ἐξ αὐτοῦ ἠρκέσθη ταύτῃ τῇ χάριτι, καὶ τὸν τρωθέντα Τήλεφον ἐθεράπευσεν· ὅθεν καὶ ἑτέρα παροιμία· Ὁ τρώσας ἰάσεται.

2

.

29

Μύωπι τὸν δράκοντα ἤγειρας: ἐπὶ τῶν ἄγαν προ‐ θύμων· μύωψ δέ ἐστι μυῖά τις ἐρεθίζουσα τοὺς βοῦς· καὶ τὸ σίδηρον, ὃ φοροῦσιν οἱ ἱππεῖς εἰς τοὺς πόδας, μύωψ λέγεται. Ξενοφῶν δ’ ἐν πρώτῳ Κύρου παιδείας ἐγκεντρίδα763
5τοῦτο ὠνόμασεν.

2

.

30

Νεβρῷ ἱππεύεις: ἐπὶ τῶν βραδέως γινομένων.

2

.

31

Νόμος καὶ χώρα: διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι.

2

.

32

Νῦν ἄμμες, πρόσθ ἄλλοι ἐθάλεον, αὐτίκα δ’ ἄλλοι,
ὧν ἄμμες γενεὴν οὐκέτ’ ἐποψόμεθα. γενναῖον τὸ Λακωνικόν.

2

.

33

Νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα: ἐπὶ τῶν παρ’ ἐλπίδα εὐτυχησάντων.

2

.

34

Ὀβολοῦ τάριχος, δ’ ὀβολῶν ἀρτύματα: ἐπὶ τῶν μικροῖς κατορθώμασι πλείονα δαπανώντων.

2

.

35

γὰρ φίλου τρόπος ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατ’ Εὐριπίδην καὶ ἀφελὴς καὶ ἄπλαστος· ὁ δὲ τοῦ κόλακος ὄντως νοσῶν ἐν ἑαυτῷ, φαρμάκων δεῖται
σοφῶν καὶ πολλῶν νὴ Δία καὶ περιττῶν.764

2

.

36

γὰρ φρονῶν εὖ πάντα συλλαβὼν ἔχει:. Σοφοκλέους.

2

.

37

κόσμος ἀλλοίωσις, ὁ βίος ὑπόληψις.

2

.

38

Ὄνος ἐν πιθήκοις: τὸ λεγόμενον.

2

.

39

ὅμοιος τῷ ὁμοίῳ καθ’ ὅσον ὅμοιος φίλος, ὁ ἀγα‐ θὸς τῷ ἀγαθῷ μόνος μόνῳ φίλος.

2

.

40

Ὅσοι τοὺς ἀδικοῦντας κολάζουσιν, οὗτοι τοὺς ἄλ‐ λους ἀδικεῖσθαι κωλύουσι:. Ἰσαίου.

2

.

41

Οὐ γὰρ πείσεις, οὐδ’ ἢν πείσῃς: καθ’ ὑπερβολὴν λέγει· κἂν πείσῃς, οὐχ ἕξῃς ἡμᾶς πειθομένους.

2

.

42

Οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πάρδαλις.

2

.

43

Οὐ σχολὴ δούλοις.

2

.

44

Οὐχ ὁ βωμὸς πρὸς τὸ ἱερόν: ἐπὶ τῶν μὴ ἐξισου‐ μένων τισίν.

2

.

45

Οὐχ ὁσίη φθιμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι.

2

.

46

Πάλιν ἡ ὗς παρορίνει: ἐπὶ τῶν παρακινούντων
τινὰ εἰπεῖν καὶ ἄκοντα, ἃ οὐ βούλεται. Ἀλκαίου ἡ παροιμία.765

2

.

47

Παλινῳδίαν ᾄδων: τὸ τὰ ἐναντία εἰπεῖν τοῖς προτέροις.

2

.

48

Πάντα κινήσω πέτρον: ὁμοία τῇ· Πάντα λίθον κινήσω.

2

.

49

Πάντων ἥδιστον ἡ φιλία· καθὸ δὴ καὶ λέλεκται πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος.

2

.

50

Πάππος ἀκάνθης: ἐπὶ τοῦ μηδενός.

2

.

51

Παρὰ ποταμὸν φρέαρ ὀρύττει: ἐπὶ τῶν μάτην πονούντων.

2

.

52

Παρθένος τὰ πατρῷα: ἐπὶ τῶν καταχαριζομένων τὰ πατρῷα εἴωθε λέγεσθαι.

2

.

53

Παρὼν ἀποδημε: ἐπὶ τῶν αἴσθησιν ἑαυτοῖς μηδε‐ μίαν παρεχόντων. Ἀριστοφάνης·
νοῦς δέ σου
παρὼν ἀποδημε
.

2

.

54

Πατῆσαι: ἐνδιατρῖψαι, ἀφικέσθαι. Ἀριστοφάνης·
ἀμαθὴς ἔφυς κοὐ πολυπράγμων, οὔτ’ Αἴσωπον πεπάτηκας. ἐπὶ τῶν ἰδιωτῶν.

2

.

55

Πέδη τοῦ λέγειν ἡ ἀγωνία: Ὑπερίδης τοῦτ’ ἔφη.

2

.

56

Πεινῶντος ἀνδρὸς ἰσχνὰ τἀντικνήμια.

2

.

57

Πέρδικος ἐρᾷ σοῦ δριμύτερον: ἐπὶ τῶν ἄγαν
ἐρώντων. φασὶ γὰρ τοὺς τρέφοντας ἀθλητὰς πέρδικας ὅταν αὐτοὺς εἰς τὴν μάχην τὴν κατὰ ἀλλήλων ὑποθήγωσι, τὴν θήλειαν ἑκάστῳ παρεστάναι.766

2

.

58

Πίσσα ναυπηγῶν κάκ’ ἐλέγχεα πάντα καλύπτει: ἐπὶ τῶν πλαστῷ βίῳ χρωμένων καὶ μὴ ἐλεγχομένων.

2

.

59

Πιττακὸς ὁ τοῦ Ὕῤῥα· καιρὸν γνῶθι: ὃς ἦν ἐκ Μιτυλήνης.

2

.

60

Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων: ἐπὶ τῶν ἐν τῷ λέγειν ἁμαρτανόντων.

2

.

61

Πόλεμος οὐ λαφυραγωγεῖ τὴν ἀρετήν:. Σκληρίου.

2

.

62

Πολλάκις κρατίστη τῶν ἀρετῶν εἶναι δοκεῖ ἡ δι‐ καιοσύνη, καὶ οὔτε ἕσπερος οὔθ’ ἑῷος οὕτω θαυμαστός· καὶ παροιμιαζόμενόν φαμεν ***

2

.

63

Πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνων ὅπως ἀκούων πολλὰ μηδὲ ἓν μάθω· Φιλήμονος. ἐπὶ τῶν φθόνων διδασκόντων.767

2

.

64

Πολλοὶ μὲν ἐχθρο, παῦροι δ’ ὠφελήσιμοι.

2

.

65

Πολλῶν ὁ λιμὸς γίνεται διδάσκαλος: ἐπὶ τῶν δι’ ἀπορίαν τι κακὸν πραττόντων.

2

.

66

Πολυγνώτου λαγώς: ἐπὶ τῶν ὁτιοῦν ἀκριβῶς ἐκτυ‐ πούντων· Πολύγνωτος γὰρ ζωγράφος γράψας λαγὼν δόξαν παρέσχετο τοῖς ὁρῶσι ζῶν εἶναι τὸ θηρίον τοῦτο.

2

.

67

Πόνος γάρ, ὡς λέγουσι, εὐκλείας πατήρ:. Εὐριπίδου ἡ γνώμη.

2

.

68

Πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστερος, ἢ ὁ τὸ κόσκινον ὑποτιθείς: εἴποις ἂν ὁ τὸν τράγον.

2

.

69

Πρέσβυς οὐ τύπτεται οὐδὲ ὑβρίζεται.

2

.

70

Πρὸ ποταμῶν ἀναστέλλεται: ἀντὶ τοῦ ἀνατείνει τὰ ἱμάτια. ἐπὶ τῶν ἀκαίρως τι δρώντων.

2

.

71

Προφερὴς ε: ἐπὶ τῶν χρόνῳ μὲν νεωτέρων, τῇ δὲ ὄψει πρεσβυτέρων δοκούντων. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρ‐ χου· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσ‐
βύτεροι φαίνονται.768

2

.

72

Πυραύστου μόρος: ἐπὶ τῶν ἀπὸ τούτων ἀπολλυμέ‐ νων ὑφ’ ὧν ἀγαπῶσι· πύραυστος δέ ἐστι ζωΰφιον μικρόν, ὃς τοῖς λύχνοις προσιπτάμενος καὶ δοκῶν ἵπτασθαι, ὑπὸ τοῦ πυρὸς κατακαίεται.

2

.

73

Πῦρ εἰς ἀκάνθας: ἐπὶ τῶν περί τι εὐδοκιμούντων.

2

.

74

Πῦρ ἐπὶ δαλῷ ἐλθόν: ἐπὶ τῶν ταχέως γινομένων.

2

.

75

Πυῤῥίχην ἐνόπλιον ἐκπονεῖς: ἐπὶ τῶν γυμναζο‐ μένων. τὴν δὲ πυῤῥίχην πρῶτος εὗρε Πύῤῥιχος Κυδωνιά‐ της, Κρὴς τὸ γένος. ἐκ τούτου καὶ πυῤῥίχιος ποῦς συγκεί‐ μενος ἐκ δύο βραχειῶν, ⏑ ⏑, οἷον, λόγος· ἄλλοι δέ φασιν
5ἀπὸ τοῦ Πύῤῥου τοῦ Ἀχιλλέως υἱοῦ, ὃς πρῶτος ἐκ τοῦ δορείου ἵππου ἐπήδησε καὶ ἐπὶ τῇ νίκῃ ὕμνος αὐτῷ ἐτέθη τοιούτῳ τρόπῳ.

2

.

76

Ῥαμνουσία Νέμεσις: αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας. ἱδρύσατο δὲ αὐτὴν Ἐρεχθεὺς μητέρα ἑαυτοῦ οὖσαν, ὀνομαζομένην δὲ Νέμεσιν, καὶ βασιλεύουσαν ἐν τῷ τόπῳ· τὸ δὲ ἄγαλμα
5Φειδίας ἐποίησεν. οὗ τὴν ἐπιγραφὴν ἐχαρίσατο Ἀγορακρίτῳ τῷ Παρίῳ ἐρωμένῳ· ὃς καὶ Ὀλυμπίασι τῷ δακτύλῳ τοῦ Διὸς ἐπέγραψεν Ἐπάρχης· καλὸς δ’ ἦν οὗτος Ἀργεῖος, ἐρώ‐
μενος αὐτοῦ· ἐξ ἧς ἡ παροιμία.769

2

.

77

Ῥαμνούσιος ε: ἐπὶ τῶν σοφῶν ἐλλογίμων· Ῥαμνοῦς γὰρ δῆμος τῆς Ἀττικῆς.

2

.

78

Ῥητορικὴν δειλίαν δημόσιος καιρὸς οὐ παρα‐ μένει: παρόσον οἱ ῥήτορες ἀνδρεῖοι θέλουσιν εἶναι.

2

.

79

Ῥοιαὶ νυμφικα: ἐπὶ τῶν δωρουμένων τοῖς καλλί‐ στοις κάλλιστα.

2

.

80

Σικελὸς στρατιώτης μισθὸν διωθεῖται: ἐπὶ τῶν ἀπωθεῖσθαι προσποιουμένων, ἃ μηδεὶς αὐτοῖς δίδωσι.

2

.

81

Σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν: ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆ‐ κον· ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί· τοῦτον δὲ ἀκά‐ θαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. Ἀνδοκύδου Πυ‐
5θαγορείου.770

2

.

82

Σίτῳ ἄμμον ἐπέχρωσας: ἐκ στρατηγήματος. ἐπὶ τῶν ἀπατώντων· ὁ γὰρ Μέροψ ἐν Ἀντιγονείᾳ τῇ πόλει πολιορκούμενος καὶ τῶν ἀναγκαίων ἐπιλελοιπότων αὐτῷ, δύο τῶν μεγίστων πύργων ἄμμου πλήσας νυκτός, ἄνωθέν
5τε ἐπιχρώσας σίτῳ, τοὺς παρὰ τῶν πολεμίων ἀφικομένους παραλαβὼν πρέσβεας καὶ παρὰ τὴν τῶν πύργων αὐτοὺς εἴσοδον στήσας μὴ ἀπατᾶσθε, ἔφη, σπάνιν ἔχειν ἡμᾶς τῶν ἀναγκαίων λογιζόμενοι· ὡς γὰρ καὶ ὑμεῖς ὁρᾶτε, καὶ ἐπὶ πλείστοις ἔτεσι διαρκούσας τροφὰς ἔχομεν. εἰ γοῦν δοκεῖ
10σπονδὰς ποιησάμενοι, μετ’ εἰρήνης ὑποχωρήσατε. τοῦτο οἱ πρέσβεις ἰδόντες πρὸς σπονδὰς αὐτίκα ἐχώρησαν, καὶ τὴν πολιορκίαν ἀσμενέστατα ἔλυσαν.

2

.

83

Σκαριφίζεις ἄνθρωπε: ἐπὶ τῶν σκιωδῶς καὶ αἰ‐ νιγματωδῶς λεγόντων τί. σκαριφίζειν δέ ἐστι τὸ τοὺς ζωγρά‐ φους ὑποτυποῦν· σκάριφος δέ ἐστιν ἡ γραφὶς αὐτῶν.

2

.

84

Σκιὰ ὀνείρων: ἐπὶ τῶν ἀδήλων.

2

.

85

Σμικρὰ παλαιὰ σώματ’ εὐνάζει ῥοπ: Θεμι‐ στίου περὶ γήρως· καίτοι περί γε τῶν γερόντων ὁ Σοφοκλῆς εἴρηκε χαριέντως·
Σμικρὰ παλαιὰ σώματ’ εὐνάζει ῥοπ·
5καταγωγῇ γὰρ ἔοικεν ὁ γεροντικὸς θάνατος, ἐκβολὴ δὲ καὶ ναυάγιόν ἐστιν ὁ τῶν νέων· ἐκπίπτει γὰρ ἡ ψυχὴ βίᾳ συν‐
τριβομένου τοῦ σώματος.771

2

.

86

Σπάρταν ἔλαχες, κείναν κόσμει· τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίᾳ.

2

.

87

Σπιθαμὴ τοῦ βίου: τὸ ἐλάχιστον.

2

.

88

Σπόγγῳ πάτταλον κρούειν: ἐπὶ τοῦ μηδὲν ἀνύοντος.

2

.

89

Στησίχορος παλινῳδίαν ᾄδει: ἐπὶ τῶν μεταβαλ‐ λομένων τοῖς βελτίοσιν.

2

.

90

Συλοσῶντος χλαμύς: ἐπὶ τῶν ἀλαζονευομένων ἐπὶ ἐσθῆτι· οὗτος γὰρ εἶχε χλαμύδα, ἣν Δαρείῳ ἰδιωτεύοντι δωρησάμενος ἔτυχε τῆς εἰς Σάμον καθόδου.

2

.

91

Συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα:. Σόλω‐ νος ἡ ὑποθήκη.

2

.

92

Τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.

2

.

93

Τὰ Ταντάλου τάλαντα τανταλίζεται: ἐπὶ πλούτῳ.

2

.

94

Ταντάλειοι τιμωρίαι: ἐπὶ τῶν ἀγαθὰ μὲν ἐπιτυ‐ χόντων, μὴ συγχωρουμένων δὲ ἀπολαύειν αὐτῶν. φασὶ γὰρ τοῦ Ταντάλου ἔμπροσθεν εἶναι παντοδαπὰ δένδρα· καὶ ἡνίκα ἂν τὴν χεῖρα ἐκτείνῃ λαβεῖν τι τῶν δένδρων, ἐκκλί‐
5νουσιν ἀπ’ αὐτοῦ· ἢ ὅτι πηγὴ πλήρης ὕδατός ἐστι καὶ ὑπὲρ κεφαλῆς λίθος μεγάλη κρέμαται· καὶ ἡνίκα ἂν κύψῃ τοῦ πιεῖν, πίπτει ἡ πέτρα καὶ οὐκ ἐᾷ αὐτὸν πιεῖν. καὶ τοῦτο ἀϊδίως:. Τάνταλος, υἱὸς Τμώλου καὶ Πλουτοῦς·
Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη·772
10Πέλοπος δὲ καὶ Ἱπποδαμείας Ἀτρεύς, Θυέστης, Δίας, Κυνόσουρος, Κορίνθιος, Ἵππαλμος, Ἵππασος, Κλέων, Ἀργώ, Ἀλκαθώ, Ἑλεῖος, Πιτθεύς, Τροιζήν, Νικίππη, Λυσιδίκη καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος· τοῦτον φθονοῦντες οἱ λοιποὶ Πελοπίδαι ὡς προκεκριμένον ὑπὸ
15τοῦ πατρὸς ἀναπείθουσιν ἅμα τῇ μητρὶ τῇ πρεσβυτάτῃ Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα· οἱ δὲ ἀποκτείναν‐ τες εἰς φρέαρ ἐνέβαλον. Ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει τῆς πατρίδος ἐπαρασάμενος τούτους· ἄλ‐ λοι μὲν οὖν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐλθόν‐
20τες ἐν τῇ Τριφυλίᾳ ᾤκησαν ἐν Μηκεστῷ· καὶ Ἀτρεὺς μὲν Κλέολαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένην τὸ σῶμα ἀσθενῆ· ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν· νέος τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας. Θυέστης δὲ λαβὼν Λαο‐
25δάμειαν ἔσχεν Ὀρχομένην, Ἀγαύην, Κάλεα· τῶν δὲ Ἡρα‐ κλειδῶν κατασχόντων τὴν Πελοπόνησον ἔχρησεν ὁ θεὸς, τούτους μὲν ἀποσθῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦσαι.

2

.

95

Τὰ τοῦ καιρο: πρὸ τοῦ καιροῦ.

2

.

96

Τέλος ὅρα τοῦ βίου: τοῦτο τὸ ἀπόφθεγμα Σόλων εἶπε τῷ Κροίσῳ.

2

.

97

Τί δ’ ἄλλο φωνὴ καὶ σκιὰ γέρων ἀνήρ;773

2

.

98

Τίκτει γάρ, ὥσπερ φησὶν ἡ παροιμία, κόρος μὲν ὕβριν, ἀπαιδευσία δὲ μετ’ ἐξουσίας ἄνοιαν.

2

.

99

Τί μὴ διώκεις τὴν εὐθεῖαν, ἀλλὰ πλαν; ἐπὶ τῶν μὴ κατευθὺ βαδιζόντων.

2

.

100

Τίς γὰρ κατόπτρῳ καὶ τυφλῷ κοινωνία;

3

.

1

Τὸ γῆρας ὥσπερ βωμός ἐστι τῶν κακῶν· πάντ’ ἔστ’ ἰδεῖν γὰρ εἰς τοῦτο καταπεφευγότα:. Ἀντι‐ φάνους.

3

.

2

Τὸ Δωδωναῖον χαλκεῖον: ἐπὶ τῶν πολλὰ λαλούντων.

3

.

3

Τὸ ἐμὸν ἐμοὶ λέγεις ὄναρ: ἐπὶ τῶν τὰ ἑτέροις συμβάντα πρὸς τοὺς πεπονθότας διηγουμένων.

3

.

4

Τοῖς εὐτυχοῦσι τρίμηνες παιδία: ἐπὶ τῶν εὐ‐ πορούντων. οἱ γὰρ εὔποροι κοπιᾶν οὐ βούλονται, ἀλλ’ ἐν παιδιαῖς καὶ τέρψεσι διάγειν.

3

.

5

Τοῖς μὲν δούλοις ἡ ἀνάγκη νόμος, τοῖς δὲ ἐλευθέ‐ ροις ὁ νόμος ἀνάγκη:. Δημάδου.

3

.

6

Τοῖς νενικημένοις ὀδύνη.

3

.

7

Τοῖς σαυτοῦ πτεροῖς ἥλως: ἐπὶ τῶν τοῖς οἰκείοις ἐλεγχομένων λόγοις.

3

.

8

Τοῖς σίτου ἀποροῦσιν οἱ ὄροβοι: δήλη.

3

.

9

Τὸ καλὸν φίλον, τὸ δ’ οὐ καλὸν οὐ φίλον.774

3

.

10

Τόλμα πρήξιος ἀρχ, τύχη δὲ τέλος κηρίης:. Δημο‐ κρίτου ἡ γνώμη.

3

.

11

Τὸ μὲν πῦρ ὁ ἄνεμος, τὸν δὲ ἔρωτα ἡ συνήθεια ἐκ‐ καίει:. Σωκράτους.

3

.

12

Τὸν ἐν κάλυξι καθήμενον εἴρειν χρὴ στεφά‐ νους: ἐπὶ τῶν μὴ ἀργούντων.

3

.

13

Τὸν ἐπὶ τῇ φακῇ μῦθον: λείπει τὸ λέγεις. λέγεται ὅταν τις μνησθῇ τινος εὐτελοῦς ὄντος καὶ μεγεθύνῃ αὐ‐ τόν, ἄλλων πρότερον ὑπὲρ ἄλλων λεγόντων ἀξίων ὄντων πολλοῦ.

3

.

14

Τὸν θέλοντα βοῦν ἔλαυνε: ἤγουν τὴν ἀγαπῶσαν φίλει.

3

.

15

Τὸν λίθον πρὸς τὴν σπάρτην κατὰ τὴν Δωρικὴν παροιμίαν ἄγοντες.

3

.

16

Τὸν πόκον περικείρεσθαι βούλομαι τῶν προ‐ βάτων, ἀλλ’ οὐ ξυρᾶσθαι δυσμενῶς ἄχρις ἐπι‐ δερμίδος: Τιβερίου βασιλέως Ῥωμαίων αὕτη ἡ παροιμία.
λέγεται δὲ ἐπὶ τῶν βαρέως φορολογούντων.775

3

.

17

Τὸν τετελευτηκότα μὴ κακολόγει, ἀλλὰ μα‐ κάριζε:. Χίλωνος.

3

.

18

Τὸ Ξενοκράτους τυρίον: ἐπὶ τῶν ἐπὶ πολὺ παρα‐ μενόντων καὶ μὴ τάχιστα ἀναλισκομένων· ὁ γὰρ Ξενοκρά‐ της εἴ ποτε στάμνον οἴνου ἀνοίξειεν, ἔφθανεν ὁ οἶνος τρε‐ πόμενος πρὶν ἂν ἀναλωθῆναι· καὶ τὰ ὄψα πολλάκις ἕωλα
5ἐξέῤῥιπτεν· ἔνθεν καὶ ἡ παροιμία.

3

.

19

Τὸ οὐ τοῦ Φιλοξένου: ἐπὶ τῶν πολλάκις ἀρνουμέ‐ νων. Φιλόξενον γὰρ Διονύσιος καλῶν, οὐδὲν ἀπεκρίνατο οὗτος, εἰ μή, οὐ, οὐ.

3

.

20

Τὸ παρὰ δρυῒ σκότος: ἐπὶ τῶν ἁπλουστέρων καὶ φοβερῶν.

3

.

21

Τὸ Πέρδικος σκέλος: ἐπὶ τῶν κατὰ ἀπορίαν λόγου ὑποκρινομένων προσθήκην.

3

.

22

Τὸ πολλὰ τολμᾶν, πόλλ’ ἁμαρτάνειν ποιεῖ.

3

.

23

Τὸ σιγᾶν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν:. Ἄλλου
τινός.776

3

.

24

Τὸ τῆς παροιμίας, ὗς πρὸς Ἀθηνᾶν ἐρίζων πε‐ φώρασαι.

3

.

25

Τοῦ Μορύχου Διονύσου: ἐπὶ τῶν εὐηθές τι δια‐ πραττομένων.

3

.

26

Τοὺς κενοὺς ἀσκοὺς τὸ πνεῦμα διΐστησι, τοὺς δὲ ἀνοήτους τὸ οἴημα:. ἐξ ἀποφθέγματος.

3

.

27

Τρὶς τοῦ βίου λέλουται ὥσπερ οἱ Δαρδανεῖς: ἐπὶ τῶν φειδωλῶν. οἱ γὰρ Δαρδανεῖς Ἰλλυρικὸν ἔθνος ὄντες τρὶς ἐν τῷ βίῳ ἐλούοντο, ὅταν ἐγεννῶντο καὶ ἐν γάμοις καὶ τελευτῶντες. ἄλλοι δὲ ἐπὶ τῶν γενναιοτάτων ἐκλαμβάνουσι
5ταύτην καὶ καταφρονούντων τῶν ἡδονῶν.

3

.

28

Τρίτῃ κεφαλῇ καὶ τρίτῳ ἐγκεφάλ: ἐπὶ τῶν ἀχθοφορούντων.

3

.

29

Τρόπον ἀσκοῦσι ψηνῶν: ἐπὶ τῶν τὰ οἰκεῖα φθει‐ ρόντων, ἄλλους δὲ ὠφελούντων.

3

.

30

Τυφλοῦται περὶ τὸ φιλούμενον ὁ φιλῶν:. Πλάτων τοῦτ’ ἔφη.

3

.

31

Τῷ ἀγκῶνι ἀπομυσσόμενος, διεδήλου δὲ τὸν ταρι‐
χέμπορον, κατὰ καὶ ἄλλην παροιμίαν τό, γλυκὺς ἀγκών.777

3

.

32

Ὑγιέστερος Κρότωνος: ἐπὶ τῶν πάνυ ὑγιαινόντων.

3

.

33

Ὑπὲρ τὰ ἐσκαμμένα πηδ: ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων.

3

.

34

Ὕπνοι καὶ κόποι μαθήμασι πολέμια: κατὰ Πλάτωνα.

3

.

35

Ὕπνος δ’ ἀπέστω γλυκύθυμος ὀμμάτων: ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν.

3

.

36

Φέρει παραμυθίαν ὀδυνωμένῳ κοινωνία τῶν στε‐ ναγμῶν.

3

.

37

Φιλεῖν ἀκαίρως ἴσον ἐστὶ τῷ μισεῖν.

3

.

38

Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ· ἀπλήρωτον γὰρ ἡ ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορον:. Φίλωνος.

3

.

39

Φρονεῖν δὲ θνητὸν ὄντ’ οὐ χρὴ μέγα:. Εὐριπίδου ἡ γνώμη.

3

.

40

Φρόνημα μέγα καὶ ῥώμην ἔχων εἰς εὐτυχὲς τέλος.

3

.

41

Φύσει μὲν ἀρετὰ ἀγαθοποιὸς καὶ ὠφελητική, ἁ δὲ
κακία κακοποιὸς καὶ βλαπτικά.778

3

.

42

Φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει:. Συνεσίου.

3

.

43

Χαμαιλέων ζῷόν ἐστιν εἰς πάντα τὴν χρόαν μετα‐ τρέπον πλὴν τοῦ λευκοῦ.

3

.

44

Χάραξ τὴν ἄμπελον: ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον πάθῃ.

3

.

45

Χρήματα δ’ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω:. Ἡσιόδου.

3

.

46

Χρὴ σιγᾶν ἢ κρείσσονα σιγῆς λέγειν:. Πυθαγό‐ ρου ἡ παραίνεσις.

3

.

47

Χρῷ τῇ σεαυτοῦ λύρ, μὴ τῇ τοῦ πέλας: ἐπὶ τῶν περὶ τὰ ἀλλότρια σπουδαζόντων.

3

.

48

Ψόγος ἀνιάτρων, ἔπαινος ἄντικρυς ἰατρῶν.

3

.

49

Ψύχος φυγὼν εἰς βόρβορον ἔπεσον: ἐπὶ τῶν φευγόντων μικρὰ κακὰ καὶ εἰς χείρονα ἐμπιπτόντων.

3

.

50

Λακιάδαι: ἐπὶ τῶν μοιχῶν.

3

.

51

Ὠσὶν ἑστῶσιν: ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐ‐
τρεπιζομένων.779