TLG 0199 021 :: BACCHYLIDES :: Fragmenta ex operibus incertis

BACCHYLIDES Lyr.
(Ceus: 5 B.C.)

Fragmenta ex operibus incertis

Source: Irigoin, J. (ed.), Bacchylide. Dithyrambes, épinicies, fragments. Paris: Les Belles Lettres, 1993: 246–253.

frr. 1–10, 12–24

Citation: Fragment — (line)

t

ΕΞ ΑΔΗΛΩΝ ΕΙΔΩΝ

1

οἱ μὲν ἀδμῆτες ἀεικελιᾶν †νούσων εἰσὶ καὶ† ἄνατοι,
οὐδὲν ἀνθρώποις ἴκελοι246

2

θνατοῖσι δ’ οὐκ αὐθαίρετοι οὔτ’ ὄλβος οὔτ’ ἄκναμπτος Ἄ‐ ρης οὔτε πάμφθερσις στάσις, ἀλλ’ ἐπιχρίμπτει νέφος ἄλλοτ’ ἐπ’ ἄλλαν
5γαῖαν ἁ πάνδωρος Αἶσα

3

παύροισι δὲ θνατῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν πράσσοντας ἐν καιρῷ πολιοκρόταφον γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκύρσαι δύᾳ

4

οὐ γὰρ ὑπόκλοπον φορεῖ βροτοῖσι φωνάεντα λόγον
†ἔσται λόγος† σοφία247

5

πλατεῖα κέλευθος

6

μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου

7

τὰν ἀχείμαντόν τε Μέμφιν
καὶ δονακώδεα Νεῖλον248

8

χρυσὸν βροτῶν γνώμαισι μανύει καθαρόν

9

ὀργαὶ μὲν ἀνθρώπων διακεκριμέναι μυρίαι

10

πλήμυριν πόντου φυγών249

12

πυργοκέρατα

13

Φοινίκη250

22

Ῥύνδακος

23

ὀρείχαλκος251

24

Tzetzes, Theog. 80:
ἐκ δὲ τοῦ καταρρέοντος αἵματος τῶν μορίων
ἐν μὲν τῇ γῇ γεγόνασι τρεῖς Ἐρινύες πρῶτον,
ἡ Τεισιφόνη, Μέγαιρα, καὶ Ἀληκτὼ σὺν ταύταις,
5καὶ σὺν αὐταῖς οἱ τέσσαρες ὀνομαστοὶ Τελχῖνες, Ἀκταῖος, Μεγαλήσιος, Ὄρμενός τε καὶ Λύκος, οὓς Βακχυλίδης μέν φησι Νεμέσεως Ταρτάρου,
ἄλλοι τινὲς δὲ λέγουσι τῆς Γῆς τε καὶ τοῦ Πόντου.252