TLG 0199 016 :: BACCHYLIDES :: Prosodia (fragmenta)

BACCHYLIDES Lyr.
(Ceus: 5 B.C.)

Prosodia (fragmenta)

Source: Irigoin, J. (ed.), Bacchylide. Dithyrambes, épinicies, fragments. Paris: Les Belles Lettres, 1993: 224–225.

frr. 1–2

Citation: Fragment — (line)

t

ΠΡΟΣΟΔΙΑ

1a

Εἷς ὅρος, μία βροτοῖσίν ἐστιν εὐτυχίας ὁδός, θυμὸν εἴ τις ἔχων ἀπενθῆ δύναται διατελεῖν βίον· ὃς δὲ μυ‐ ρία μὲν ἀμφιπολεῖ φρενί,
5τὸ δὲ παρ’ ἆμάρ τε 〈καὶ〉 νύκτα μελλόντων χάριν αἰὲν ἰάπτεται κέαρ, ἄκαρπον ἔχει πόνον

1b

(3)

τί γὰρ ἐλαφρὸν ἔτ’ ἐστὶν ἄ‐ πρακτ’ ὀδυρόμενον δονεῖν
5καρδίαν;224

2

πάντεσσι θνατοῖσι δαί‐
μων ἐπέταξε πόνους ἄλλοισιν ἄλλους225