TLG 0199 012 :: BACCHYLIDES :: Epinicia BACCHYLIDES Lyr. Epinicia Epinicia 1–16 Citation: Ode — (line) | ||
t1-16 | ΒΑΚΧΥΛΙΔΟΥ ΕΠΙΝΙΚΟΙ | |
t1 | Α 〈ΑΡΓΕΙΩΙ ΚΕΙΩΙ ΠΑΙΔΙ ΠΥΚΤΗΙ ΙΣΘΜΙΑ〉 | |
1 | ⸤Κλ⸥υτοφόρμιγγες Δ[ιὸς ὑ‐] ⸤ψιμέδοντος πα[ρθέ]νοι,⸥ [–⏑⏑ Πι]ερίδες [–] [–]ενυφαι[⏑⏑––] | |
5 | [–⏑⏑]ο̣υς, ἵνα κ[––] [–⏑]γαίας Ἰσθμί[ας] [––⏑]ν, εὐβούλου ν̣[⏑–] | |
---|---|---|
[–⏑ γαμ]βρὸν Νηρέ[ος] [⏑⏑–] νάσοιό τ’ ἐϋ‐ | 84 | |
10 | [⏑ ⏑ ]αν, ἔνθ̣[–⏑–] –⏑⏑–⏑⏑–– –⏑⏑–⏑⏑–– ⸤ὦ Πέλοπος λιπαρᾶς νάσου θεόδματοι πύλαι⸥ | |
15-16 | (desunt cola duo antistrophae) | |
17-18 | (desunt cola duo epodi) | |
19 | [–⏑–––⏑ ὑφ’ ἅρ]μασιν ἵππους· | |
20 | [οἱ δὲ π]έτοντο.[⏑––] [–⏑––]εσσιν ἀν[–] [–⏑⏑–⏑]τον αὐτ[–] [–⏑–]ἄλλαισιν [–––⏑––] [⏑⏑–––]ν̣ δ’ ετε[–] | |
25 | [⏑⏑–]γ̣ονώτ[⏑–] [ ]πλ[ ] | |
27-31 | (desunt cola quinque strophae) | |
32-34 | (desunt cola tria antistrophae) | |
35 | [–⏑⏑–⏑⏑–]τᾳ –⏑⏑–⏑⏑–– [–⏑––]εμεν, ὅταν [––⏑––]τει συνευ‐ [–⏑–––⏑]ας | |
40-45 | (desunt cola sex epodi) | |
46 | [–⏑–––]εοσ[––⏑––] [⏑⏑–––]ν πυκ[ιν‐] [⏑⏑––]γοὶ κόρ[αι] [–⏑⏑–]αγορα [–] | 85 |
1(50) | [–]ο μελίφρονος ὕπ[νου] [–⏑⏑ ἁμετ]έραν [–] [–⏑ ἀρ]χαίαν πόλιν [––⏑––]γοιμεν οἴ‐ [κους ἐπ’] ἀνδήροις ἁλὸς | |
55 | [ὑπό τ’ α]ὐγαῖς ἀελίου [ ]ιδ[ ] | |
57-62 | (desunt cola sex antistrophae) | |
63-69 | (deest epodus tertia) | |
70 | [⏑⏑–⏓–]ελεων [ ]των [–⏑⏑–]σαγόρᾳ [–] [– Μα]κελὼ δὲ τ[⏑–] [–⏑ φιλ]αλάκατος, [ –] | |
75 | [–] δ’ ἐπ’ εὐναῆ [πόρον] [––]α· προσφώνε⸤ι⸥ τέ ν⸤ιν⸥ [–⏑–] σαίνους’ ὀπί· [⏑⏑–– μ]ὲν στέρομαι | |
[⏑⏑ ἀμ]φάκει δύᾳ | 86 | |
80 | [–⏑⏑– π]ενίᾳ [–] [–⏑⏑–].´ γετ[.] πάμπα[ν] [–⏑⏑–⏑⏑]α̣ς [–] [–⏑–––]ομοι | |
84-85 | (desunt cola duo antistrophae) | |
86-104 | (desunt epodus quarta, quinta stropha et quattuor cola antistrophae | |
86-105 | quintae) | |
105 | τοῖον[⏑–⏑⏑––] καλ[⏑–⏓–⏑–] | |
107-108 | (desunt cola duo antistrophae) | |
109-110 | (desunt cola duo epodi) | |
111 | [–⏑]αφθε[–⏑⏑–⏑⏑––] [–]ς· τριτάτᾳ μετ[⏑––] [ἁμ]έρᾳ Μίνως ἀρ[ῇ]ος [ἤλ]υθεν αἰολοπρύμνοις | |
115 | ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ· Διὸς Εὐκλείου δὲ ἕκα‐ τι βαθύζωνον κόραν Δεξιθέαν δάμασεν· [κα]ί οἱ λίπεν ἥμισυ λ[α]ῶν, | |
120 | [ἄ]νδρας ἀρηϊφίλους, [το]ῖ‐ σιν πολύκρημνον χθόνα νείμας ἀποπλέων ᾤ[χε]τ’ ἐς | |
Κνωσὸν ἱμερτὰν [πό]λιν [β]ασιλεὺς Εὐρωπιά[δας]· | 87 | |
125 | δεκάτῳ δ’ Εὐξ[άντι]ον [μηνὶ τέ]κ’ εὐπλόκ[αμος νύμ‐] [φα φερ]εκυδέϊ [νάσῳ] [–⏑⏑–] πρύτα[νιν –] [–⏑–κ]εδν[–⏑–] | |
130-131 | (desunt cola duo antistrophae) | |
132-137 | (desunt cola sex epodi) | |
138 | [–⏑–––⏑––]ξαν θύγατρες πόλ[ιν –––]ν βαθυδεί‐ | |
140 | ελον· [ἐκ το]ῦ μὲν γένος ἔπλε[το καρτε]ρόχειρ Ἀρ‐ γεῖο[ς ⏑–⏑] λέοντος θυμὸ[ν ἔχων], ὁπότε χρει‐ [–⏑–]βολοῖ μάχας | |
145 | ποσσί[ν τ’ ἐλα]φρό[ς, π]ατρίων τ’ οὐκ [⏑––– κ]αλῶν, τόσα Παν[θείδᾳ κλυτό]το‐ ξος Ἀπό[λλων ὤπασε]ν, ἀμφί τ’ ἰατο[ρίᾳ] ξεί‐ | |
1(150) | νων τε̣ [φι]λάνορι τ[ι]μᾷ· [ε]ὖ δὲ λαχὼν [Χ]αρίτων πολ‐ λοῖς τε θ[αυ]μασθεὶς βροτῶν, αἰῶν’ ἔλυσεν [π]έντε παῖ‐ | |
δας μεγαινή[το]υς λιπών. | 88 | |
155 | [Τ]ῶν ἕνα οἱ Κ[ρο]νίδας ὑ‐ ψίζυγος Ἰσ[θ]μιόνικον θῆκεν ἀντ’ [εὐε]ργεσιᾶν, λιπαρῶν τ’ ἄλ‐ λων στεφάν[ων] ἐπίμοιρον. Φαμὶ καὶ φάσω ⸤μέ⸥γιστον | |
160 | κῦδος ἔχειν ἀρετάν· πλοῦ‐ τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ, ἐθέλει δ’ αὔξειν φρένας ἀν‐ δρός· ὁ δ’ εὖ ἔρδων θεοὺς ἐλπίδι κυδροτέρᾳ σαί‐ | |
165 | νει κέαρ. Εἰ δ’ ὑγιείας θνατὸς ἐὼν ἔλαχεν ζώ‐ ειν τ’ ἀπ’ οἰκείων ἔχει, πρώτοις ἐρίζει· παντί τοι τέρψις ἀνθρώπων βίῳ | |
170 | ἕπεται νόσφιν γε νόσων πενίας τ’ ἀμαχάνου. Ἶσον ὅ τ’ ἀφνεὸς ἱμεί‐ ρει μεγάλων ὅ τε μείων παυροτέρων· τὸ δὲ πάντων | |
175 | εὐμαρεῖν οὐδὲν γλυκὺ θνατοῖσιν, ἀλλ’ αἰεὶ τὰ φεύ‐ | |
γοντα δίζηνται κιχεῖν. Ὅντινα κουφόταται θυ‐ μὸν δονέουσι μέριμναι, | 89 | |
180 | ὅσσον ἂν ζώῃ †χρόνον, τόνδ’ ἔλαχαν† τι‐ μάν. Ἀρετὰ δ’ ἐπίμοχθος [μέν, τ]ελευταθεῖσα δ’ ὀρθῶς [ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί‐ | |
π[ει πολυ]ζήλωτον εὐκλείας ἄ[γαλ]μα. | 90 | |
t2 | Β ΤΩΙ ΑΥΤΩΙ | |
2 | Ἄ[ϊξον, ὦ] σεμνοδότειρα Φήμα, ἐς Κ[έον ἱ]εράν, χαριτώ‐ νυμ[ον] φέρους’ ἀγγελίαν, ὅτι μ[ά]χας θρασύχειρ〈οσ〉 Ἀρ‐ | |
5 | γεῖο[ς ἄ]ρατο νίκαν, καλῶν δ’ ἀνέμνασεν ὅς’ ἐν κλε[εν]νῷ αὐχένι Ἰσθμοῦ ζαθέαν λιπόντες Εὐξαντίδα νᾶ‐ σον ἐπεδείξαμεν ἑβδομή‐ | |
10 | κοντα [σὺ]ν στεφάνοισιν. Καλεῖ δὲ Μοῦς’ αὐθιγενὴς γλυκεῖαν αὐλῶν καναχάν, γεραίρους’ ἐπινικίοις | |
Πανθείδα φίλον υἱόν. | 94 | |
t3 | Γ ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙΩΙ ΙΠΠΟΙΣ [ΟΛΥ]ΜΠΙΑ | |
3 | Ἀριστο[κ]άρπου Σικελίας κρέουσαν Δ[ά]ματρα ἰοστέφανόν τε Κούραν ὕμνει, γλυκύδωρε Κλεοῖ, θοάς τ’ Ὀ‐ [λυμ]πιοδρόμους Ἱέρωνος ἵππ[ο]υς. | |
5 | [Σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ [σὺν Ἀγ]λαΐᾳ τε παρ’ εὐρυδίναν [Ἀλφεόν, τόθι] Δεινομένεος ἔθηκαν ὄλβιον τ[έκος στεφάνω]ν κυρῆσαι· θρόησε δὲ λ[αὸς ⏑–] | |
10 | [–] ἆ τρισευδαίμ[ων ἀνὴρ] ὃς παρὰ Ζηνὸς λαχὼν πλείστ‐ αρχον Ἑλλάνων γέρας οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ‐ | |
φαρέϊ κρύπτειν σκότῳ. | 104 | |
15 | Βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς, βρύουσι φιλοξενίας ἀγυιαί· λάμπει δ’ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσός, ὑψιδαιδάλτων τριπόδων σταθέντων πάροιθε ναοῦ, τόθι μέγι[στ]ον ἄλσος | |
20 | Φοίβου παρὰ Κασταλίας [ῥ]εέθροις Δελφοὶ διέπουσι. Θεόν, θ[εό]ν τις ἀγλαϊζέθὠ γὰρ ἄριστος [ὄ]λβων· ἐπεί ποτε καὶ δαμασίπ‐ [π]ου Λυδίας ἀρχαγέταν, | |
25 | εὖτε τὰν πεπ[ρωμέναν] Ζη‐ νὸς τελέ[σσαντος κρί]σιν Σάρδιες Περσᾶ[ν ἁλίσκοντο στρ]ατῷ, Κροῖσον ὁ χρυσά[ορος] φύλαξ’ Ἀπόλλων. [Ὁ δ’ ἐς] ἄελπτον ἆμαρ | |
30 | μ[ο]λὼν πολυδ[άκρυο]ν οὐκ ἔμελλε μίμνειν ἔτι δ[ουλοσύ]ναν, πυρὰν δὲ χαλκ[ο]τειχέος π[ροπάροι]θεν αὐ[λᾶς] ναήσατ’, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδ[νᾷ] | |
σὺν εὐπλοκάμοι[ς τ’] ἐπέβαιν’ ἄλα[στον] | 105 | |
35 | [θ]υ[γ]ατράσι δυρομέναις· χέρας δ’ [ἐς] [αἰ]πὺν αἰθέρα σ[φ]ετέρας ἀείρας [γέ]γ[ω]νεν· «Ὑπέρ[βι]ε δαῖ‐ μον, [πο]ῦ θεῶν ἐστι[ν] χάρις; [πο]ῦ δὲ Λατοίδ[ας] ἄναξ; [ἔρ‐] | |
40 | [ρουσ]ιν Ἀλυά[τ]τα δόμοι [–⏑–⏓–⏑–⏓] μυρίων [–⏑–⏓–⏑–]ν. [⏓–⏓⏓⏓⏓⏓]ν ἄστυ, [ἐρεύθεται αἵματι χρυσο]δίνας | |
45 | Πακτωλός, ἀ[ε]ικελίως γυνα[ῖ]κες ἐξ ἐϋκτίτων μεγάρων ἄγονται· τὰ πρόσθεν [ἐχ]θρὰ φίλα· θανεῖν γλύκιστον.» Τός’ εἶπε, καὶ ἁβ[ρο]βάταν κ[έλε]υσεν ἅπτειν ξύλινον δόμον. Ἔκ[λα]γον δὲ | |
3(50) | παρθένοι, φίλας τ’ ἀνὰ ματρὶ χεῖρας ἔβαλλον· ὁ γὰρ προφανὴς θνατοῖσιν ἔχθιστος φόνων· ἀλλ’ ἐπεὶ δεινο[ῦ π]υρὸς λαμ‐ πρὸν διάϊ[σσεν μέ]νος, | |
55 | Ζεὺς ἐπιστάσας [μελαγκευ]θὲς νέφος | |
σβέννυεν ξανθὰ[ν φλόγα.] Ἄπιστον οὐδὲν ὅ τι θ[εῶν μέ]ριμνα τεύχει· τότε Δαλογενὴ[ς Ἀπό]λλων φέρων ἐς Ὑπερβορέο[υς γ]έροντα | 106 | |
60 | σὺν τανισφύροις κατ[έν]ασσε κούραις δι’ εὐσέβειαν, ὅτι μέ[γιστα] θνατῶν ἐς ἀγαθέαν 〈ἀν〉έπεμψε Π[υθ]ώ. Ὅσο[ι] 〈γε〉 μὲν Ἑλλάδ’ ἔχουσιν, [ο]ὔτι[ς,] ὦ μεγαίνητε Ἱέρων, θελήσει | |
65 | [φάμ]εν σέο πλείονα χρυ‐ σὸν [Λοξί]ᾳ πέμψαι βροτῶν. ⸤Εὖ λέ⸥γειν πάρεστιν ὅσ[τις] [μ]ὴ φθόνῳ πιαίνεται, [⏕⏑]λη φίλιππον ἄνδρ’ ἀ[ρ]ήϊ‐ | |
70 | ον [–]ίου σκᾶπτρ[ο]ν Διὸ[ς] [ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν· [⏒–]μαλέαι ποτ[ὲ–⏑].´ ιων [⏓–]νος ἐφάμερον α[⏑–⏑]· | |
[–⏑]α σκοπεῖς· βραχ[ύς ἐστιν αἰών·] | 107 | |
75 | ⸤πτε⸥ρόεσσα δ’ ἐλπὶς ὑπ[⏑⏑– ⸤ν]όημα⸥ [ἐφαμ]ερίων· ὁ δ’ ἄναξ [Ἀπόλλων] [⏓–].´ λος εἶπε Φέρη[τος υἷι·] «Θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν γνώμας, ὅτι τ’ αὔριον ὄ‐ | |
80 | ψεαι μοῦνον ἁλίου φάος, χὤτι πεντήκοντ’ ἔτεα ζω‐ ὰν βαθύπλουτον τελεῖς. Ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ κερδέων ὑπέρτατον.» | |
85 | Φρονέοντι συνετὰ γαρύω· βαθὺς μὲν αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου οὐ σάπεται· εὐφροσύνα δ’ ὁ χρυσός· ἀνδρὶ δ’ οὐ θέμις, πολιὸν π[αρ]έντα γῆρας, θάλ[εια]ν αὖτις ἀγκομί〈σ〉σαι | |
90 | ἥβαν. Ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει βροτῶν ἅμα σ[ώμ]ατι φέγγος, ἀλλὰ Μοῦσά νιν τρ[έφει.] Ἱέρων, σὺ δ’ ὄλβου κάλλιστ’ ἐπεδ[είξ]αο θνα‐ τοῖς ἄνθεα· πράξα[ντι] δ’ εὖ | |
95 | οὐ φέρει κόσμ[ον σι]ωπά· σὺν δ’ ἀλαθ[είᾳ] καλῶν καὶ μελιγλώσσου τις ὑμνήσει χάριν | |
Κηΐας ἀηδόνος. | 108 | |
t4 | Δ ΤΩΙ ΑΥΤΩΙ 〈ΙΠΠΟΙΣ〉 ΠΥΘΙΑ | |
4 | Ἔτι Συρακοσίαν φιλεῖ πόλιν ὁ χρυσοκόμας Ἀπόλλων, ἀστύθεμίν θ’ Ἱέ[ρω]να γεραίρει· τρίτον γὰρ π[αρ’ ὀμφα]λὸν ὑψιδείρου χθονὸς | |
5 | Πυ[θ]ιόνικος ἀ[είδε]ται ὠ[κυ]πόδων ἀρ[ετᾷ] σὺν ἵππων. ´Ε[⏑⏑] ἁδυεπὴς ἀ[να‐ ξιφόρ]μιγγος Οὐρ[αν]ίας ἀλέκτωρ [⏑⏑]εν· ἀλλ’ ἑκ[όν]τι νόῳ | |
10 | [–⏑ο]υς ἐπέσεισ⸤εν⸥ ὕμνους. [Ἔτι δὲ τέ]τρατον εἴ τις ορ‐ [⏑⏑⏑] εἷλκε Δίκας τάλαν[τον,] | |
Δεινομένεός κ’ ἐγερα[ίρ]ομεν υἱὸν †παρ’ ἑστίαν† ἀγχιάλοις τ[ε Κί]ρρας μυχοῖς | 112 | |
15 | μοῦνον ἐπιχθονίων τάδε μησάμενον στεφάνοις ἐρέπτειν δύο τ’ ὀλυμπιονικ〈ί〉ας ἀείδειν. Τί φέρτερον ἢ θεοῖσιν φίλον ἐόντα παντο[δ]απῶν | |
20 | λαγχάνειν ἄπο μοῖρα[ν] ἐσθλῶν; | 113 |
t5 | Ε 〈ΤΩΙ ΑΥΤΩΙ ΚΕΛΗΤΙ ΟΛΥΜΠΙΑ〉 | |
5 | Εὔμοιρε [Σ]υρακ[οσίω]ν ἱπποδινήτων στρατα[γ]έ, γνώσῃ μὲν [ἰ]οστεφάνων Μοισᾶν γλυκ[ύ]δωρον ἄγαλμα, τῶν γε νῦν | |
5 | αἴ τις ἐπιχθονίων, ὀρ‐ θῶς· φρένα δ’ εὐθύδικ[ο]ν ἀτρέμ’ ἀμπαύσας μεριμνᾶν δεῦρ’ 〈ἄγ’〉 ἄθρησον νόῳ· ἦ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφά‐ | |
10 | νας ὕμνον ἀπὸ ζαθέας νάσου ξένος ὑμετέραν πέμπει κλεένναν ἐς πόλιν, χρυσάμπυκος Οὐρανίας καινὸς θεράπων· ἐθέλει | |
15 | δὲ γᾶρυν ἐκ στηθέων χέων αἰνεῖν Ἱέρωνα. Βαθὺν | |
δ’ αἰθέρα ξουθαῖσι τάμνων ὑψοῦ πτερύγεσσι ταχεί‐ αις αἰετὸς εὐρυάνακτος ἄγγελος | 126 | |
20 | Ζηνὸς ἐρισφαράγου θαρ‐ σεῖ κρατερᾷ πίσυνος ἰσχύϊ, πτάσσοντι δ’ ὄρνι‐ χες λιγύφθογγοι φόβῳ· οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαί‐ | |
25 | ας, οὐδ’ ἁλὸς ἀκαμάτας δυσπαίπαλα κύματα· νω‐ μᾶται δ’ ἐν ἀτρύτῳ χάει λεπτότριχα σὺν Ζεφύρου πνοιαῖσιν ἔθειραν ἀρί‐ | |
30 | γνωτος μετ’ ἀνθρώποις ἰδεῖν· τὼς νῦν καὶ 〈ἐ〉μοὶ μυρία πάντᾳ κέλευθος ὑμετέραν ἀρετὰν ὑμνεῖν, κυανοπλοκάμου θ’ ἕκατι Νίκας χαλκεοστέρνου τ’ Ἄρηος, | |
35 | Δεινομένευς ἀγέρωχοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός. Ξανθότριχα μὲν Φερένικον | |
Ἀλφεὸν παρ’ εὐρυδίναν πῶλον ἀελλοδρόμαν | 127 | |
40 | εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς, Πυθῶνί τ’ ἐν ἀγαθέᾳ· γᾷ δ’ ἐπισκήπτων πιφαύσκω· οὔπω νιν ὑπὸ προτέ[ρω]ν ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις | |
45 | πρὸς τέλος ὀρνύμενον· ῥι‐ πᾷ γὰρ ἴσος Βορέα ὃν κυβερνήταν φυλάσσων ἵεται νεόκροτον νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσ‐ | |
5(50) | κων. Ὄλβιος ᾧτινι θεὸς μοῖράν τε καλῶν ἔπορεν σύν τ’ ἐπιζήλῳ τύχᾳ ἀφνεὸν βιοτὰν διάγειν· οὐ γά⸤ρ τισ⸥ ἐπιχθονίων | |
55 | π⸤άντ⸥α γ’ εὐδαίμων ἔφυ. [Δῦναί π]οτ’ ἐρειψιπύλαν [ἄνδρ’ ἀνίκ]ατον λέγουσιν [ἔρνος Διὸς] ἀργικεραύ‐ | |
νου δώματα Φερσεφόνας τανισφύρου, | 128 | |
60 | καρχαρόδοντα κύν’ ἄξον‐ τ’ ἐς φάος ἐξ Ἀΐδα, υἱὸν ἀπλάτοι’ Ἐχίδνας· ἔνθα δυστάνων βροτῶν ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέ‐ | |
65 | θροις, οἷά τε φύλλ’ ἄνεμος Ἴδας ἀνὰ μηλοβότους πρῶνας ἀργηστὰς δονεῖ. Ταῖσιν δὲ μετέπρεπεν εἴ‐ δωλον θρασυμέμνονος ἐγ‐ | |
70 | χεσπάλου Πορθανίδα· τὸν δ’ ὡς ἴδεν Ἀλκμή〈ν〉ιος θαυμαστὸς ἥρως τ[ε]ύχεσι λαμπόμενον, νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας, χαλκεόκρανον δ’ ἔπειτ’ ἒξ | |
75 | εἵλετο ἰὸν ἀναπτύ‐ ξας φαρέτρας πῶμα· τῷ δ’ ἐναντία ψυχὰ προφάνη Μελεάγρου, καί νιν εὖ εἰδὼς προσεῖπεν· «Υἱὲ Διὸς μεγάλου, | |
80 | στᾶθί τ’ ἐν χώρᾳ, γελανώσας τε θυμὸν μὴ ταΰσιον προΐει τραχὺν ἐκ χειρῶν ὀϊστὸν ψυχαῖσιν ἔπι φθιμένων· οὔ τοι δέος.» Ὣς φάτο· θάμβησεν δ’ ἄναξ | |
85 | Ἀμφιτρυωνιάδας, εἶ‐ πέν τε· «Τίς ἀθανάτων | |
ἢ βροτῶν τοιοῦτον ἔρνος θρέψεν ἐν ποίᾳ χθονί; Τίς δ’ ἔκτανεν; Ἦ τάχα καλλίζωνος Ἥ‐ | 129 | |
90 | ρα κεῖνον ἐφ’ ἁμετέρᾳ πέμψει κεφαλᾷ· τὰ δέ που Παλλάδι ξανθᾷ μέλει.» Τὸν δὲ προσέφα Μελέα‐ γρος δακρυόεις· «Χαλεπὸν | |
95 | θεῶν παρατρέψαι νόον ἄνδρεσσιν ἐπιχθονίοις. Καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς παῦσεν καλυκοστεφάνου σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου | |
5(100) | λισσόμενος πολέων τ’ αἰ‐ γῶν θυσίαισι πατὴρ καὶ βοῶν φοινικονώτων· ἀλλ’ ἀνίκατον θεὰ ἔσχεν χόλον· εὐρυβίαν δ’ ἔσσευε κού‐ | |
105 | ρα κάπρον ἀναιδομάχαν ἐς καλλίχορον Καλυδῶν’, ἔνθα πλημύρων σθένει ὄρχους ἐπέκειρεν ὀδόν‐ τι, σφάζε τε μῆλα, βροτῶν | |
110 | θ’ ὅστις εἰσάνταν μόλοι. Τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι στασάμεθ’ ἐνδυκέως ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων κάρτος Αἰτωλοῖς ὄρεξεν, | |
115 | θάπτομεν οὓς κατέπεφνε〈ν〉 σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ, Ἀ[γκ]αῖον ἐμῶν τ’ Ἀγέλαον φ[έρτ]ατον κεδνῶν ἀδελφεῶν [οὓς τέ]κεν ἐν μεγάροις | 130 |
120 | [–⏑]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος· [– ὤ]λεσε μοῖρ’ ὀλοὰ [–⏑]ς· οὐ γάρ πω δαΐφρων [παῦσεν] χόλον ἀγροτέρα Λατοῦς θυγάτηρ· περὶ δ’ αἴθωνος δορᾶς | |
125 | μαρνάμεθ’ ἐνδυκέως Κου‐ ρῆσι μενεπτολέμοις· ἔνθ’ ἐγὼ πολλοῖς σὺν ἄλλοις Ἴφικλον κατέκτανον ἐσθλόν τ’ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ | |
130 | γὰρ καρτερόθυμος Ἄρης κρίνει φίλον ἐν πολέμῳ, τυφλὰ δ’ ἐκ χειρῶν βέλη ψυχαῖς ἔπι δυσμενέων φοιτᾷ θάνατόν τε φέρει | |
135 | τοῖσιν ἂν δαίμων θέλῃ. Ταῦτ’ οὐκ ἐπιλεξαμένα Θεστίου κούρα δαΐφρων μάτηρ κακόποτμος ἐμοὶ βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά, | |
140 | καῖέ τε δαιδαλέας ἐκ | |
λάρνακος ὠκύμορον φιτρὸν ἐξαύσασα· τὸν δὴ Μοῖρ’ ἐπέκλωσεν τότε ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. Τύχον | 131 | |
145 | μὲν Δαϊπύλου Κλύμενον παῖδ’ ἄλκιμον ἐξεναρί‐ ζων ἀμώμητον δέμας, πύργων προπάροιθε κιχή‐ σας· τοὶ δὲ πρὸς εὐκτιμέναν | |
5(150) | φεῦγον ἀρχαίαν πόλιν Πλευρῶνα· μίνυθεν δέ μοι ψυχὰ γλυκεῖα· γνῶν δ’ ὀλιγοσθενέων, αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλά[μων,] ἀγλαὰν ἥβαν προλείπων.» | |
155 | Φασὶν ἀδεισιβόαν Ἀμ‐ φιτρύωνος παῖδα μοῦνον δὴ τότε τέγξαι βλέφαρον, ταλαπενθέος πότμον οἰκτίροντα φωτός· καί νιν ἀμειβόμενος | |
160 | τᾶδ’ ἔφα· «Θνατοῖσι μὴ φῦναι φέριστον μηδ’ ἀελίου προσιδεῖν φέγγος· ἀλλ’ οὐ γάρ τίς ἐστιν πρᾶξις τάδε μυρομένοις, | |
χρὴ κεῖνο λέγειν ὅ τι καὶ μέλλει τελεῖν. | 132 | |
165 | Ἦρά τις ἐν μεγάροις Οἰ‐ νῆος ἀρηϊφίλου ἔστιν ἀδμήτα θυγάτρων, σοὶ φυὰν ἀλιγκία; Τάν κεν λιπαρὰν 〈ἐ〉θέλων θείμαν ἄκοι‐ | |
170 | τιν.» Τὸν δὲ μενεπτολέμου ψυχὰ προσέφα Μελεά‐ γρου· «Λίπον χλωραύχενα ἐν δώμασι Δαϊάνει‐ ραν, νῆϊν ἔτι χρυσέας | |
175 | Κύπριδος θελξιμβρότου.» Λευκώλενε Καλλιόπα, στᾶσον εὐποίητον ἅρμα αὐτοῦ· Δία τε Κρονίδαν ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν, | |
180 | τόν τ’ ἀκαμαντορόαν Ἀλ‐ φεόν, Πέλοπός τε βίαν, καὶ Πίσαν ἔνθ ὁ κλεεννὸς [πο]σσὶ νικάσας δρόμῳ [ἦλθ]εν Φερένικος 〈ἐσ〉 εὐπύργους Συρα‐ | |
185 | κόσσας Ἱέρωνι φέρων [εὐδ]αιμονίας πέταλον. [Χρὴ] δ’ ἀληθείας χάριν αἰνεῖν, φθόνον ἀμφ[οτέραι‐] [σιν] χερσὶν ἀπωσάμενον, | |
190 | εἴ τις εὖ πράσσοι βροτῶ[ν.] Βοιωτὸς ἀνὴρ τᾶδε φών[ησεν, γλυκειᾶν] Ἡσίοδος πρόπολος Μουσᾶν, ὃν 〈ἂν〉 ἀθάνατοι τι[μῶσι, τούτῳ] καὶ βροτῶν φήμαν ἕπ[εσθαι.] | 133 |
195 | Πείθομαι εὐμαρέως εὐ‐ κλέα κελεύθου γλῶσσαν οὐ[––⏑–] πέμπειν Ἱέρωνι· τόθεν γὰ[ρ] πυθμένες θάλλουσιν ἐσθλ[ῶν,] τοὺς ὁ μεγιστοπάτωρ | |
5(200) | Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.] | 134 |
t6 | Σ ΛΑΧΩΝΙ ΚΕΙΩΙ 〈ΠΑΙΔΙ〉 ΣΤΑΔΙΕΙ ΟΛΥΜΠΙΑ | |
6 | Λάχων Διὸς μεγίστου λάχε φέρτατον πόδεσσι κῦδος ἐπ’ Ἀλφεοῦ προχοαῖσ[ι κα‐] [λῶν] δι’ ὅσσα πάροι‐ | |
5 | θεν ἀμπελοτρόφον Κέον ἄεισάν ποτ’ Ὀλυμπίᾳ πύξ τε καὶ στάδιον κρατεῦ‐ [σαν] στεφάνοις ἐθείρας νεανίαι | |
10 | βρύοντες. Σὲ δὲ νῦν ἀναξιμόλπου Οὐρανίας ὕμνος ἕκατι Νί‐ κ[ας,] Ἀριστομένει‐ ον ὦ ποδάνεμον τέκος, γεραίρει προδόμοις ἀοι‐ | |
15 | δαῖς ὅτι στάδιον κρατή‐ | |
σας Κέον εὐκλέϊξας. | 138 | |
t7 | Ζ ΤΩΙ ΑΥΤΩΙ | |
7 | Ὦ λιπαρὰ θύγατερ Χρόνου τε κ[αὶ] Νυκ‐ τός, σὲ πεντήκοντα μ⸤ηνῶν ἁμέραν⸥ ἑκ‐ καιδεκάταν ἐν Ὀλυμπ[ίᾳ ⏑–] [...]βαρυβρ[ ]ἕκατι | |
5 | [...]ιστοσαιμα[ ] κρίνειν τα[χυτᾶτά τε] λαιψηρῶν ποδῶν Ἕλλασι καὶ γυ[ίων ἀ]ρισταλκὲς σθένος· ᾧ δὲ σὺ πρεσβύ[τατο]ν νείμῃς γέρας νί‐ κας, ἐπ’ ἀνθρ[ώπ]οισιν εὔδοξος κέκληται | |
10 | καὶ πολυζή[λωτ]ος. Ἀρι[στομ]έν[ει]ον [...]ʼ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να [ ]χε Χαιρόλαν[ ] [ ]ενον εὐσεβ[ ] [ ]τῳ θαν[ ] δ[ ]ομῳ | |
15 | [ ]ι πατρίδος·[ ] [ ]νεοκρίτου[ ] [ ]ν ἄτεκνον[ ] | |
(desunt ultima cola epodi) | 140 | |
t8 | Η 〈ΛΙΠΑΡΙΩΝΙ ΚΕΙΩΙ〉 | |
8(1-6) | (desunt cola six) | |
7 | [...]ιοι’ ἀγων[ ] [....]ταν λιπα[ρ] [...]ναισεπα[ ] | |
10 | [.π]αῖδας Ἑλλά[νων] [ὁ πο]λυαμπελ[ ] [...]τον ὑμν[ ] [..]ηνος ἐν Κ[έῳ] [..]ιπερ ἄνιπ[πος ⏑–] | |
15 | [...]π[ ] Πυθῶνά τε μηλοθύταν ὑμνέων Νεμέαν τε καὶ Ἰσθ[μ]όν· γᾷ δ’ ἐπισκήπτων χέρα κομπάσομαι· σὺν ἀλα‐ | |
20 | θείᾳ δὲ πᾶν λάμπει χρέος· οὔτις ἀνθρώπων κ[αθ’ Ἕλλα‐] νας σὺν ἅλικι χρόνῳ [ ] παῖς ἐὼν ἀνήρ τε π[λεῦ‐] | |
νας ἐδέξατο νίκας. | 146 | |
25 | Ὦ Ζεῦ κ[ε]ραυνεγχές, κα[ὶ ἐπ’ ἀργυ]ροδίνα ὄχθαισιν Ἀλφειοῦ τελέσ[αις μεγ]αλοκλέας θεοδότους εὐχάς, περὶ κ[ρατί τ’ ὀ]πά[σσαι]ς γλαυκὸν Αἰτωλίδος ἄνδημ’ ἐλαίας | |
30 | ἐν Πέλοπος Φρυγίου | |
κλεινοῖς ἀέθλοις. | 147 | |
t9 | Θ ΑΥΤΟΜΗΔΕΙ ΦΛΕΙΑΣΙΩΙ ΠΕΝΤΑΘΛΩΙ ΝΕΜΕΑ | |
9 | Δόξαν, ὦ χρυσαλάκατοι Χάρι[τ]ες, πει‐ σίμβροτον δοίητ’, ἐπεὶ Μουσᾶν γε ἰοβλεφάρων θεῖος προφ[άτ]ας εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου | |
5 | Ζηνὸς εὐθαλὲς πέδον ὑμνεῖν, ὅθι μηλοδαΐκταν θρέψεν ἁ λευκώλε[νο]ς Ἥρα περι[κλει]τῶν ἀέθλων πρῶτον [Ἡ]ρ[α]κλεῖ βαρύφθογγον λέοντα. | |
10 | Κε[ῖθι φοι]νικάσπιδες ἡμίθεοι πρ[ώ‐] [τιστ]ον Ἀργείων κριτοὶ ἄθλησαν ἐπ’ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς πέφν’ ἀωτεύοντα δράκων ὑπέροπλος, σᾶμα μέλλοντος φόνου. | |
15 | Ὦ μοῖρα πολυκρατές· οὔ νιν | |
πεῖθ’ Ὀϊκλείδας πάλιν στείχειν ἐς εὐάνδρους ἀγ[υιάς.] Ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α· ἃ καὶ τότ’ Ἄδραστον Ταλ[αϊονίδαν] | 152 | |
20 | πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα.ι[––⏑–] κείνων ἀπ’ εὐδόξων ἀγώ‐ νων ἐν Νεμέᾳ κλεινο[ὶ β]ροτῶν οἳ τριέτει στεφάνῳ ξανθὰν ἐρέψωνται κόμαν. | |
25 | Αὐτομήδει νῦν γε νικά‐ σαντί νιν δαίμων ἔ[δ]ωκεν. Πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς ἄσ‐ τρων διακρίνει φάη νυκτὸς διχομηνίδο[ς] εὐφεγγὴς σελάνα· | |
30 | τοῖος Ἑλλάνων δι’ ἀπ[εί]ρονα κύκλον φαῖνε θαυμαστὸν δέμας δίσκον τροχοειδέα ῥίπτων, καὶ μελαμφύλλου κλάδον ἀκτέας ἐς αἰπεινὰν προπέμπων | |
35 | αἰθέρ’ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν ἢ τε[λε]υτάσας ἀμάρυγμα πάλας· τοί‐ ῳ[ θ’ ὑπερθ]ύμῳ σ[θένε]ι γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσα[ς] | |
ἵκετ’ [Ἀσωπὸ]ν πάρα πορφυροδίναν, | 153 | |
40 | τοῦ κ[λέος π]ᾶσαν χθόνα ἦλθε[ν καὶ] ἐπ’ ἔσχατα Νείλου· ταί τ’ ἐπ’ εὐναεῖ πόρῳ οἰκεῦσι Θερμώδον[τος, ἐ]γχέων ἵστορες κοῦραι διωξίπποι’ Ἄρηος, | |
45 | σῶν, ὦ πολυζήλωτε ἄναξ ποταμῶν, ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος. Στείχει δι’ εὐρείας κελε[ύ‐] θου μυρία πάντᾳ φάτις σᾶς γενεᾶς λιπαρο‐ | |
9(50) | ζώνων θυγατρῶν, ἃς θε[ο]ὶ σὺν τύχαις ᾤκισσαν ἀρχα‐ γοὺς ἀπορθήτων ἀγυιᾶν. Τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου Θή‐ βας ἐΰδμα[τον πόλι]ν, | |
55 | [ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγ[ίστ]ου [Ζην]ὸς [ἃ πλαθεῖσα λ]έχει τέκεν ἥρω [–]δε σω[––⏑]ου, [ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν [ ]υ[ ]α[ ] | |
60 | τ[––⏑–––⏑––] α[ ]ω[.......ε]ὔπεπλον [..].´[ ] ἢ [⏑––]αν ἑλικοστέφα[νον] κ[–] | |
[– ὅ]σαι τ’ ἄλλαι θεῶν ε[ὐναῖς ἐδ]άμησαν ἀριγνώτ[ο]ις π[α]λαι[οῦ] | 154 | |
65 | [παῖδες αἰ]δο[ῖ]αι ποταμοῦ κε[λ]άδοντος· [–⏑––]αν πόλιν [––⏑⏑–]σί τε νικα[ ] [–⏑– αὐ]λῶν βοαὶ [––⏑–ο]υσαι· μερ[––] | |
70 | [–⏑–––⏑–––⏑–]αν· [––⏑–––⏑⏑–⏑]νεος [χρ]υσέα[ν...]θέντα ἰόπλοκον εὖ εἰπεῖν [⏑–] [– μ]ατ[έρ’ ἀκ]νάμ[π]των ἐρώ‐ των [–⏑– κλε]ινὰν βροτο[ῖς] | |
75 | [–⏑⏑–⏑]λέων ––⏑–– προξεν[–] [–⏑–––].ιώταν [–⏑–––⏑]ν ὕμνον, [–⏑–––] καὶ ἀποφθιμένῳ [–] | |
80 | [–⏑ ἄτ]ρυτον χρόνον, [καὶ τοῖς ἐ]πιγεινομένοις αἰεὶ πιφαύσκοι [σὰν Νε]μέᾳ νίκαν· τό γ̣έ τοι καλὸν ἔργον γνησίων ὕμνων τυχὸν ὑψοῦ παρὰ δαίμοσι κεῖται· | |
85 | σὺν δ’ ἀλαθείᾳ βροτῶν κάλλιστον, εἴπ[ερ καὶ θάνῃ τις,] | |
λε[ί]πεται Μουσ[ᾶν ⏑––– ἄθ]υρμα. Εἰ[σ]ὶ δ’ ἀνθρώ[πων ⏑⏑–⏑⏑–] πολ‐ λαί· δι[α]κρίν[ε]ι δὲ θεῶν | 155 | |
90 | [β]ουλὰ [⏑⏑–ό]μενον νυκτὸς [⏑––] [.]...[⏑–––⏑]γε καὶ τὸν ἀρείω [–⏑–––⏑]που· [––⏑⏑–⏑⏑]ευσων [–⏑–––⏑–] | |
95 | [––⏑–––⏑ π]αύροις [ἀν]δρ[άσιν ––⏑–––]ι τὸ μέλλον· [..]ιμι δ[––⏑⏑]δῶκε χάριν [κ]αὶ Διων[υσ–⏑⏑–] θεοτίματο[ν] πόλιν [ν]αίειν ἀπο[––⏑]ευν‐ | |
9(100) | τας [χ]ρυσεοσκάπτρ[–⏑–] [–]τι καλὸν φε[⏑–] [–]αἰνέοι· Τιμοξ[ένου] παιδὶ σὺν κώ[μοις ⏑––] | |
[..]οιτε πεντ[αθλ–⏑––] | 156 | |
t10 | Ι 〈........ ΑΘΗΝΑΙΩΙ ΔΡΟΜΕΙ ΙΣΘΜΙΑ〉 | |
10 | [Φή]μα, σὺ γ[ὰ]ρ ἀ[⏑⏑––– ἐ]ποιχνεῖς [φῦ]λα, καὶ πα[–⏑–⏓] [.....]μελαμει[⏑⏑–] [.....]πο κευ[⏑⏑–⏓] | |
5 | [....]νωνται [–⏑––] [–⏑].´. ῳ ξ[..]ον, ὅτι χρυ[σ⏑–⏑⏑–] ο[...]ν ὀφθαλμοῖσιν [––] π[αῦλ]αν ἀπράκταν.. [.]..[ ] α[..]α.ι καὶ νῦν κασιγνήτας ἀκοίτας | |
10 | νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν, ἐ[γ]χειρὲς ἵν’ ἀθάνατον Μουσᾶν ἄγαλμα ξυνὸν ἀνθρώποισιν εἴη χάρμα, τεὰν ἀρετὰν μα‐ νῦον ἐπιχθονίοισιν, | |
15 | ὁσσά〈κισ〉 Νίκας ἕκατι | |
ἄνθεσιν ξανθὰν ἀναδησάμενος κεφαλὰν κῦδος εὐρείαις Ἀθάναις θῆκας Οἰνείδαις τε δόξαν. Ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις | 162 | |
20 | [–⏑––]ας Ἕλλασιν ποδῶν ταχεῖαν ὁρμάν· .[.].[..... οὔ]ροισιν ἔπι σταδίου θερμ[ὰν ἔτι] πνέων ἄελλαν ἔστα[⏑–]ν δ’ ἄϊξε θατήρων ἐλαίῳ φάρε[⏑–⏑⏑]ν ἐμπίτνων ὅμιλον. | |
25 | Τετρ[αέλικτο]ν ἐπεὶ κάμψ[εν δρό]μον, Ἰσθμιονίκαν δίς ν[ιν ἀγκ]άρυξαν εὐβού‐ λων [⏑––]ων προφᾶται· δὶς δ’ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρ’ ἁγνὸν | |
30 | βωμό[ν· ἁ κλει]νά τε Θήβα δέκτ[ο νιν ε]ὐρύχορόν τ’ Ἄρ‐ γο[ς Σικυώ]ν τε κατ’ αἶσαν· οἵ τε Π[ελλάν]αν νέμονται, ἀμφί τ’ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θ’ ἱερὰν | |
35 | νᾶσον [Αἴγιν]αν. Ματεύει δ’ ἄλλ[ος ἀλλοί]αν κέλευθον, ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας | |
τεύξεται. Μυρίαι δ’ ἀνδρῶν ἐπιστᾶμαι πέλονται· ἦ γὰρ σ[ο]φὸς ἢ Χαρίτων τιμὰν λελογχὼς | 163 | |
40 | ἐλπίδι χρυσέᾳ τέθαλεν ἤ τινα θευπροπίαν ἰ‐ δώς· ἕτερος δ’ ἐπὶ παισὶ ποικίλον τόξον τιταίνει· οἱ δ’ ἐπ’ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀ[γ]έλαις | |
45 | θυμὸν αὔξουσιν. Τὸ μέλλον δ’ ἀκρίτους τίκτει τελευτάς, πᾶ τύχα βρίσει. Τὸ μὲν κάλλιστον, ἐσθλὸν ἄνδρα πολλῶν ὑπ’ ἀνθρώπων πολυζήλωτον εἶμεν· οἶδα καὶ πλούτου μεγάλαν δύνασιν, | |
10(50) | ἃ καὶ τ[ὸ]ν ἀχρεῖον τί[θησ]ι χρηστόν. Τί μακρὰν γ̣[λ]ῶ[σ]σαν ἰθύσας ἐλαύνω ἐκτὸς ὁδοῦ; Πέφαται θνατοῖσι νίκας [ὕστε]ρον εὐφροσύνα, αὐλῶν [⏑⏑–⏑⏑––] | |
55 | μειγν[υ–––⏑––] | |
χρή τιν[–––⏑––] | 164 | |
t11 | ΙΑ ΑΛΕΞΙΔΑΜΩΙ ΜΕΤΑΠΟΝΤΙΝΩΙ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗΙ ΠΥΘΙΑ | |
11 | Νίκα γ⸤λυκύδωρε, ⸥[⏑––] σοὶ πατ[ὴρ ––⏑––] ὑψίζυ[γος –⏑⏑–] ἐν πολ⸤υχρύσῳ 〈τ’〉 Ὀλύμ⸥πῳ | |
5 | Ζηνὶ ⸤παρισταμένα⸥ κρίνε⸤ις τέ⸥λ⸤ο⸥ς ἀθανάτοι‐ σίν τε ⸤καὶ θ⸥νατοῖς ἀρετᾶς· ἔλλαθι, [βαθυ]πλοκάμου κούρα Σ[τυγὸς ὀρ]θοδίκου· σέθεν δ’ ἕκατι | |
10 | καὶ νῦ[ν Μετ]απόντιον εὐγυί‐ ων κ[ατέ]χουσι νέων κῶμοί τε καὶ εὐφροσύναι θεότιμον ἄστυ· ὑμνεῦσι δὲ Πυθιόνι‐ | |
κον παῖδα θαητ[ὸ]ν Φαΐσκου. | 172 | |
15 | Ἵλεῴ [ν]ιν ὁ Δα[λ]ογενὴς υἱ‐ ὸς βαθυζώνο[ιο] Λατοῦς δέκτ[ο] βλεφ[άρῳ]· πολέες δ’ ἀμφ’ Ἀλεξ[ίδα]μον ἀνθέων ἐν πεδίῳ στέφανοι | |
20 | Κίρρας ἔπεσον κρατερᾶς ἦρα παννίκοι〈ο〉 πάλας· οὐκ ε[ἶ]δέ νιν ἀέλιος κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα. Φάσω δὲ καὶ ἐν ζαθέοις ἁγ‐ | |
25 | νοῦ Πέλοπος δαπέδοις Ἀλφεὸν παρὰ καλλιρόαν, δίκας κέλευθον εἰ μή τις ἀπέτραπεν ὀρ‐ θᾶς, παγξένῳ χαίταν ἐλαίᾳ γλαυκᾷ στεφανωσάμενον | |
30 | πορτιτρόφον [....].´ [.....]ραν θ’ ἱκέσθαι [–⏑⏑–⏑⏑–] παῖδ’ ἐν χθονὶ καλλιχόρῳ ποικίλαις τέχναις πέλασσεν· [ἀ]λλ’ ἢ θεὸς αἴτιος, ἢ [γ]νῶ‐ | |
35 | μαι πολύπλαγκτοι βροτῶν [ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας. Νῦν δ’ Ἄρτεμις ἀγροτέρα χρυσαλάκατος λιπαρὰν [Ἡμ]έρα τοξόκλυτος νίκαν ἔδωκε. | |
40 | [Τ]ᾷ ποτ’ Ἀβαντιάδας [β]ω‐ μὸν κατένασσε πολύλ‐ | |
λ[ι]στον εὔπεπλοί τε κοῦραι· τὰς ἐξ ἐρατῶν ἐφόβησε〈ν〉 παγκρατὴς Ἥρα μελάθρων | 173 | |
45 | Προίτου, παραπλῆγι φρένας καρτερᾷ ζεύξας’ ἀνάγκᾳ· παρθενίᾳ γὰρ ἔτι ψυχᾷ κίον ἐς τέμενος πορφυροζώνοιο θεᾶς· | |
11(50) | φάσκον δὲ πολὺ σφέτερον πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου σεμνοῦ Διὸς εὐρυβία. Ταῖ‐ σιν δὲ χολωσαμένα στήθεσσι παλίντροπον ἔμβαλεν νόημα· | |
55 | φεῦγον δ’ ὄρος ἐς τανίφυλ‐ λον σμερδαλέαν φωνὰν ἱεῖσαι, Τιρύνθιον ἄστυ λιποῦσαι καὶ θεοδμάτους ἀγυιάς. Ἤδη γὰρ ἔτος δέκατον | |
60 | θεοφιλὲς λιπόντες Ἄργος ναῖον ἀδεισιβόαι χαλκάσπιδες ἡμίθεοι σὺν πολυζήλῳ βασιλεῖ. Νεῖκος γὰρ ἀμαιμάκετον | |
65 | βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπ’ ἀρχᾶς Προίτῳ τε καὶ Ἀκρισίῳ· λα‐ ούς τε διχοστασίαις ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς. Λίσσοντο δὲ παῖδας Ἄβαν‐ | |
70 | τος γᾶν πολύκριθον λαχόντας Τίρυνθα τὸν ὁπλότερον κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν· Ζεύς τ’ ἔθελεν Κρονίδας τιμῶν Δαναοῦ γενεὰν | 174 |
75 | καὶ διωξίπποιο Λυγκέος παῦσαι στυγερῶν ἀχέων. Τεῖ‐ χος δὲ Κύκλωπες κάμον ἐλθόντες ὑπερφίαλοι κλεινᾷ π[όλ]ει κάλλιστον, ἵν’ ἀντίθεοι | |
80 | ναῖον κλυτὸν ἱππόβοτον Ἄργος ἥρωες περικλειτοὶ λιπόντ[ες.] Ἔνθεν ἀπεσσύμεναι Προί‐ του κυανοπλόκαμοι φεῦγον ἄδματοι θύγατρες. | |
85 | Τὸν δ’ εἷλεν ἄχος κραδίαν, ξεί‐ να τέ νιν πλᾶξεν μέριμνα· δοίαξε δὲ φάσγανον ἄμ‐ φακες ἐν στέρνοισι πᾶξαι. Ἀλλά νιν αἰχμοφόροι | |
90 | μύθοισί τε μειλιχίοις καὶ βίᾳ χειρῶν κάτεχον. Τρισκαίδεκα μὲν τελέους μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν φεῦγόν τε κατ’ Ἀρκαδίαν μη‐ | |
95 | λοτρόφον· ἀλλ’ ὅτε δὴ Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν, ἔνθεν χρόα νιψάμενος | |
φοινικοκ[ραδέμνο]ιο Λατοῦς κίκλῃ[σκε θύγατρ]α βοῶπιν | 175 | |
11(100) | χεῖρας ἀντείνων πρὸς αὐγὰς ἱππώκεος ἀελίου, τέκνα δυστάνοιο Λύσσας πάρφρονος ἐξαγαγεῖν· «Θύσω δέ τοι εἴκοσι βοῦς | |
105 | ἄζυγας φοινικότριχας.» Τοῦ δ’ ἔκλυ’ ἀριστοπάτρα θηροσκόπος εὐχομένου· πιθοῦσα δ’ Ἥραν παῦσεν καλυκοστεφάνους κού‐ ρας μανιᾶν ἀθέων· | |
110 | ταὶ δ’ αὐτίκα οἱ τέμενος βωμόν τε τεῦχον, χραῖνόν τέ μιν αἵματι μή‐ λων καὶ χοροὺς ἵσταν γυναικῶν. Ἔνθεν καὶ ἀρηϊφίλοις ἄνδρεσσιν 〈ἐσ〉 ἱπποτρόφον πόλιν Ἀχαιοῖς | |
115 | ἕσπεο· σὺν δὲ τύχᾳ ναίεις Μεταπόντιον, ὦ χρυσέα δέσποινα λαῶν· ἄλσος τέ τοι ἱμερόεν Κά‐ σαν παρ’ εὔυδρον †πρόγο‐ | |
120 | νοι ἑσσάμενοι† Πριάμοι’ ἐπεὶ χρόνῳ βουλαῖσι θεῶν μακάρων πέρσαν πόλιν εὐκτιμέναν χαλκοθωράκων μετ’ Ἀτρειδᾶν. Δικαίας ὅστις ἔχει φρένας, εὑρή‐ | |
125 | σει σὺν ἅπαντι χρόνῳ | |
μυρίας ἀλκὰς Ἀχαιῶν. | 176 | |
t12 | ΙΒ ΤΕΙΣΙΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΛΑΙΣΤΗΙ ΝΕΜΕΑ | |
12 | Ὡσεὶ κυβερνήτας σοφός, ὑμνοάνασ‐ ς’ εὔθυνε Κλειοῖ νῦν φρένας ἁμετέρας, εἰ δή ποτε καὶ πάρος· ἐς γὰρ ὀλβίαν | |
5 | ξείνοισί με πότνια Νίκα νᾶσον Αἰγίνας ἀπάρχει ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν τάν τ’ ἐν Νεμέᾳ γυ〈ι〉αλκέα μουνοπάλαν | |
9-31 | (desunt cola 9‐31) | |
32 | [ ].[ ]πιδ[ ] ξεινου [....]νιοι αστ[⏓–⏑–] ἀμφικ[τιόν]ων ἐν ἀέθλοι[ς] | |
35 | σὺν τρι[άκο]ντ’ ἀγλααῖσιν | |
νίκαις [ἐκ]ωμάσθησαν οἱ μὲν [Πυθόϊ,] οἱ δ’ ἐν Πέλοπος ζαθέας νάσου π[ι]τυώδεϊ δείρᾳ, οἱ δὲ φοινικοστερόπα τεμένει Ζη‐ | 182 | |
40 | νὸς Νεμεαίου· [......] ταύτας καὶ ἐπ’ ἀργυροδίνα [] [] Κλειω [].´..ρ[ ] | |
45 | [] []δαν· | |
47-66 | (desunt cola 47‐66) | 183 |
t13 | ΙΓ 〈ΠΥΘΕΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΓΚΡΑΤΙΑΣΤΗΙ ΝΕΜΕΑ〉 | |
13(1-10) | (desunt cola decem primae strophae) | |
11 | «ὕβριος ὑψινόου παύ‐ σει δίκας θνατοῖσι κραίνων· οἵαν τινὰ δύσλοφον ὠμησ‐ τᾷ λέοντι | |
15 | Περσείδας ἐφίησι χεῖρα παντοίαισι τέχναις· [οὐ γὰρ] δαμασίμβροτος αἴθων [χαλ]κὸς ἀπλάτου θέλει [χω‐] [ρε]ῖν διὰ σώματος, ἐ[γνάμ‐] | |
20 | φθη δ’ ὀπίσσω [φάσγα]νον· ἦ ποτέ φαμι [τᾷδε] περὶ στεφάνοισι [παγκ]ρατίου πόνον Ἑλ[λά‐] | |
[νεσσι]ν ἱδρώεντ’ ἔσεσθαι.» | 190 | |
25 | [–– παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς [Νίκας] φ[ε]ρ[ε]κυδέος ἀν[θρώ‐] [πο]ισιν ἄ[ν]θεα [χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ[ῶ‐] [νι] τρέφει παύροις βροτῶν | |
30 | [α]ἰεί, καὶ ὅταν θανάτοιο κυάνεον νέφος καλύψῃ, λείπεται ἀθάνατον κλέος εὖ ἐρ‐ χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ. Τῶν κα[ὶ σ]ὺ τυχὼν Νεμέᾳ, Λάμ‐ | |
35 | πωνος υἱέ, πανθαλέων στεφάνοισιν [ἀνθ]έ[ων] χαίταν [ἐρ]εφθεὶς [στείχεις] πόλιν ὑψιάγυιαν [Αἰακοῦ, τε]ρψιμ[β]ρότων [–] | |
40 | [–⏑⏑ ]ἁβ[ροθρ]όων κώ‐ μ[ων] πατρ[ῴα]ν νᾶσο[ν], ὑπέρβι[ον] ἰσχὺν παμμαχίαν ἄνα φαίνων. Ὦ ποταμοῦ θύγατερ δι‐ | |
45 | νᾶντος Αἴγιν’ ἠπιόφρον, ἦ τοι μεγάλαν [Κρονίδας] ἔ‐ δωκε τιμὰν ἐν πάντεσσιν [⏑––] πυρσὸν ὣς Ἕλλ[ασι ––] | 191 |
13(50) | φαίνων· τό γε σὸν [κλέος αἰ]νεῖ καί τις ὑψαυχὴς κό[ρα –] [–⏑⏑–⏑⏑]ραν πό‐ δεσσι ταρφέως ἠΰτε νεβρὸς ἀπεν[θὴς] | |
55 | ἀνθεμόεντας ἐπ[’ ὄχθους] κοῦφα σὺν ἀγχιδόμ[οις] θρῴσ‐ κους’ ἀγακλειτα[ῖς ἑταίρα]ις· ταὶ δὲ στεφανωσάμε[ναι φοιν]ικέων ἀνθέων δόνακός τ’ ἐ[πιχω]ρί‐ | |
60 | αν ἄθυρσιν παρθένοι μέλπουσι τ[⏑–⏑⏑]ς, ὦ δέσ‐ ποινα παγξε[ίνου χθονός,] [Ἐν]δαΐδα τε ῥοδό[παχυν,] ἃ τὸ[ν ἰσ]ό[θε]ον ἔτι[κτεν Πηλέα] | |
65 | καὶ Τελαμ[ῶ]να [κο]ρυ[στὰν] Αἰακῷ μιχθεῖς’ ἐν εὐ[νᾷ·] τῶν υἷας ἀερσιμάχ[ους,] τα‐ | |
χύν τ’ Ἀχιλλέα εὐειδέος τ’ Ἐριβοίας | 192 | |
70 | παῖδ’ ὑπέρθυμον βοά[σω] Αἴαντα σακεσφόρον ἥ[ρω,] ὅστ’ ἐπὶ πρύμνᾳ σταθ[εὶς] ἔσ‐ χεν θρασυκάρδιον [ὁρ]μαί‐ νοντα ν[ᾶας] | |
75 | θεσπεσίῳ πυ[ρὶ ––] Ἕκτορα χαλ[κεομίτρα]ν, ὁππότε Πη[λεΐδας] τρα‐ [χ]εῖαν [ἐν στήθεσσι μ]ᾶνιν ὠρίνατ[ο, Δαρδανίδας] τ’ ἔ‐ | |
80 | λυσεν ἄ[τας·] οἳ πρὶν μὲν [πολύπυργο]ν [Ἰ]λίου θαητὸν ἄστυ οὐ λεῖπον, ἀτυζόμενοι [δὲ] πτᾶσσον ὀξεῖαν μάχα[ν,] εὖτ’ | |
85 | ἐν πεδίῳ κλονέω[ν] μαί‐ νοιτ’ Ἀχιλλεύς, λαοφόνον δόρυ σείων· ἀλλ’ ὅτε δὴ πολέμοι[ο] λῆξεν ἰοστεφάνο[υ] Νη‐ | |
90 | ρῇδος ἀτρόμητο[ς υἱός,] ὥστ’ ἐν κυανανθέϊ θ[υμὸν ἀνέρων] πόντῳ Βορέας ὑπὸ κύμα‐ σιν δαΐζει, νυκτὸς ἀντάσας ἀνατε[⏑⏑–] λῆ‐ | 193 |
95 | ξεν δὲ σὺν φαεσιμ[βρότῳ] Ἀοῖ, στόρεσεν δέ τε πό[ντον] οὐρία· Νότου δὲ κόλπ[ωσαν πνοᾷ] ἱστίον ἁρπαλέως 〈τ’〉 ἄ‐ ελπτον ἐξί[κ]οντο χέ[ρσον.] | |
13(100) | Ὣς Τρῶες, ἐπ[εὶ] κλύον [αἰ]χμα‐ τὰν Ἀχιλλέα μίμνο[ντ’] ἐν κλισίῃσιν εἵνεκ[ε]ν ξανθᾶς γυναικός, [Β]ρ[ι]σηΐδος ἱμερογυίου, | |
105 | θεοῖσιν ἄντειναν χέρας, φοι‐ βὰν ἐσιδόντες ὑπαὶ χει‐ μῶνος αἴγλαν· πασσυδίᾳ δὲ λιπόντες τείχεα Λαομέδοντος | |
110 | [ἐ]ς πεδίον κρατερὰν ἄ‐ ϊξαν ὑ[σ]μίναν φέροντες· ὦρσάν τ[ε] φόβον Δαναοῖς· ὤ‐ τρυνε δ’ Ἄρης [ε]ὐεγχής, Λυκίων τε | |
115 | Λοξίας ἄναξ Ἀπόλλων· ἷξόν τ’ ἐπὶ θῖνα θαλάσσας· [ν]αυσὶ δ’ εὐπρύμνοις παρα〈ὶ〉 μάρ‐ ναντ’, ἐναριζ[ομέν]ων [δ’ ἔ‐] [ρ]ευθε φώτων | 194 |
120 | [αἵμα]τι γαῖα μέλα[ινα] [Ἑκτορ]έας ὑπὸ χει[ρός,] [–⏑]εγ’ ἡμιθέοις [–] [–⏑] ἰσοθέων δι’ ὁρμάν. [––]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν | |
125 | [–]οντες ὑπερφ[ία]λον [⏓] [–⏑] αὐ[δὰ]ν [Τρῶε]ς ἱππευταὶ κυανώπιδας ἐκ[–] [–⏑–––] νέας [––⏑⏑ εἰλα]πίνας τ’ ἐν | |
130 | [–⏑]ρεις ἕξειν θ[εόδ]ματον πόλιν. [Μ]έλλον ἄρα πρότε[ρο]ν δι‐ [ν]ᾶντα φοινίξει[ν Σκ]άμανδρ[ον,] [θ]νᾴσκοντες ὑπ’ [Αἰα]κίδαις ἐ‐ ρειψ[ι]πύ[ργοις·] | |
135 | τῶν εἰ καὶ τ[⏑⏑––] ἢ βαθυξύλῳ [⏑––] (desunt cola quinque) | |
οὐ γὰρ ἀλαμπέϊ νυκ[τὸς] πασιφανὴς Ἀρετ[ὰ] κρυφ‐ | 195 | |
140 | θεῖς’ ἀμαυρο[ῦται καλύπτρᾳ,] ἀλλ’ ἔμπεδον ἀκ[αμάτᾳ] βρύ‐ ουσα δόξᾳ στρωφᾶται κατὰ γᾶν [τε] καὶ πολύπλαγκτον θ[άλασσαν.] | |
145 | Καὶ μὰν φερεκυδέα ν[ᾶσον] Αἰακοῦ τιμᾷ, σὺν Εὐκλεί‐ ᾳ δὲ φιλοστεφ[άνῳ] πό‐ λιν κυβερνᾷ, Εὐνομία τε σαόφρων, | |
13(150) | ἃ θαλίας τε λέλογχεν ἄστεά τ’ εὐσεβέων ἀν‐ δρῶν ἐν εἰ[ρ]ήνᾳ φυλάσσει. Νίκαν {τ’} ἐρικυ[δέα] μέλπετ’, ὦ νέοι, [Π]υθέα, μελέτα[ν τε] βροτωφ[ε‐] | |
155 | λέα Μενάνδρου, τὰν ἐπ’ Ἀλφειοῦ τε ῥο[αῖς] θαμὰ δὴ τί‐ μασεν ἁ χρυσάρματος σεμνὰ μεγάθυμος Ἀθάνα, μυρίων τ’ ἤδη μίτραισιν ἀνέρων | |
160 | ἐστεφάνωσεν ἐθείρας ἐν Πανελλάνων ἀέθλοις. [Ε]ἰ μή τινα θερσι[ε]πὴς φθό‐ νος βιᾶται, | |
αἰνείτω σοφὸν ἄνδρα | 196 | |
165 | σὺν δίκᾳ. Βροτῶν δὲ μῶμος πάντεσσι μέν ἐστιν ἐπ’ ἔργοι[ς·] ἁ δ’ ἀλαθεία φιλεῖ νι‐ κᾶν, ὅ τε πανδ[α]μάτω[ρ] χρό‐ νος τὸ καλῶς | |
170 | [ἐ]ργμένον αἰὲν ἀ[έξει·] ⸤δ⸥υ⸤σ⸥μενέ⸤ω⸥ν δὲ μα[ταία] [γλῶσς’] ⸤ἀϊδ⸥ὴς μιν[ύθει] | |
177-186 | (desunt cola decem) | |
187 | ἐλπίδι θυμὸν ἰαίν[–] τᾷ καὶ ἐγὼ πίσυνο[ς] φοι‐ νικοκραδέμνοις [τε Μούσαις] | |
190 | ὕμνων τινὰ τάνδε ν[⏑–⏓–⏑–] φαίνω, ξενίαν τε [φιλά]γλα‐ ον γεραίρω, τὰν ἐμοὶ Λάμπων [⏑⏑–⏑⏑–] βλη‐ χρὰν ἐπαθρήσαις τ[⏑–] | |
195 | τὰν εἰκ ἐτύμως ἄρα Κλειὼ πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,] τερψιεπεῖς νιν ἀ[ο]ιδαὶ | |
παντὶ καρύξοντι λα[ῷ.] | 197 | |
t14 | ΙΔ ΚΛΕΟΠΤΟΛΕΜΩΙ ΘΕΣΣΑΛΩΙ ΙΠΠΟΙΣ ΠΕΤΡΑΙΑ | |
14 | Εὖ μὲν εἱμάρθαι παρὰ δαίμ[ονος ἀν]θρώ‐ ποις ἄριστον· [σ]υμφορὰ δ’ ἐσθλόν 〈τ’〉 ἀμαλδύ‐ [νει β]αρύτλ[α]τος μολοῦσα | |
5 | [καὶ τ]ὸν κακ[ὸν] ὑψιφανῆ τεύ[χει κ]ατορθωθεῖσα· τι‐ μὰν [δ’ ἄλ]λος ἀλλοίαν ἔχει· [μυρί]αι δ’ ἀνδρῶν ἀρε[ταί,] μία δ’ ἐ[κ πα‐] [σᾶ]ν πρόκειται, | |
10 | [ὃς τὰ] πὰρ χειρὸς κυβέρνα‐ [σεν δι]καίαισι φρένεσσιν. [Οὔτ’ ἐ]ν βαρυπενθέσιν ἁρ‐ μό[ζει μ]άχαις φόρμιγγος ὀμ‐ | |
φὰ [καὶ λι]γυκλαγγεῖς χοροί, | 202 | |
15 | [οὔτ’ ἐ]ν θαλίαις καναχὰ [χαλκ]όκτυπος· ἀλλ’ ἐφ’ ἑκάστῳ [καιρὸς] ἀνδρῶν ἔργματι κάλ‐ λιστος· [ε]ὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[–] Κλεοπτολέμῳ δὲ χάριν νῦν | |
20 | χρὴ Ποσειδᾶνός τε Πετρ[αί‐] ου τέμενος κελαδῆσαι Πυρρίχου τ’ εὔδοξον ἱππόνικ[ον υἱόν,] ὃς φιλοξείνου τε καὶ ὀρθοδίκου [–] | |
(desunt reliqua) | 203 | |
t15 | ΙΕ | |
15 | (deest initium) | |
1 | [].. [ ] [] [ ] [ ].[.]. [ ] [ ]μ̣νατοῖσιν ἄστρο̣[ ] | |
5 | .αι.[ ]ϊ̣κας Διωνύσου τε[ ] | |
μου.[ ].τι. | 206 | |
t16 | ΙΣ [ΑΡΙΣΤΟΤΕΛΕΙ Λ]Α[ΡΙΣΑΙΩΙ] [ ]ΠΑ | |
16 | ⸤Ἑστία χρυ⸥σόθρο⸤ν’, εὐδό‐⸥ ⸤ ξων Ἀ⸥γαθοκ⸤λεαδᾶν ἅτ’ ἀφνε[ῶν]⸥ ⸤ἀνδρῶν⸥ μέγα⸤ν ὄλβον ἀέξεισ⸥ ⸤ἡμένα⸥ μέσαι⸤ς ἀγυιαῖσ⸥ | |
5 | ⸤Πηνειὸ⸥ν ἀμφ’ ⸤ε⸥ὐώδεα Θεσσα⸤λία[σ]⸥ ⸤μηλοτρόφου⸥ ἐν γυάλοις· ⸤κεῖθεν καὶ Ἀρισ⸥τοτέλης Κ⸤ίρραν πρὸς εὐθαλ⸥έα ⸤μο⸥λὼν δὶς στεφανώσατο Λαρί‐ | |
10 | σα[ς ἀ]ναξίππου χάριν [ ] κλυ[ ].ος | |
(desunt reliqua) | 209 |