TLG 0199 010 :: BACCHYLIDES :: Dithyrambi BACCHYLIDES Lyr. Dithyrambi Dithyrambi 1–6 Citation: Dithyramb — (line) | ||
t | ΒΑΚΧΥΛΙΔΟΥ ΔΙΘΥΡΑΜΒΟΙ | |
1(1t) | Α | |
2t | ΑΝΤΗΝΟΡΙΔΑΙ | |
---|---|---|
3t | Η ΕΛΕΝΗΣ ΑΠΑΙΤΗΣΙΣ | |
1 | [Ἀντή]νορος ἀντιθέου [––⏑]ρακοιτις Ἀθάνας πρόσπολος [⏓–⏑––] Παλλάδος ὀρσιμάχου [––⏑––χ]ρυσέας | |
5 | [–⏑–––⏑]ν Ἀργείων Ὀδυσσεῖ [Λαρτιάδᾳ Μενελ]άῳ τ’ Ἀτρεΐδᾳ βασιλεῖ [–⏑–––βαθύ]ζωνος Θεανὼ [––⏑⏑–⏑⏑]ον [––⏑⏑–⏑⏑–]ν προσήνεπεν· | |
10 | [––⏑–––⏑ἐ]ϋκτιμέναν [––⏑–––⏑–] | |
[–⏑–––⏑––]δων τυχόντες [–⏑⏑–⏑⏑–––⏑⏑–]ς̣ †σὺν θεοῖς† [–⏑–––⏑–––⏑–]δ̣ους | 10 | |
15 | (deest epodus prima) | |
22 | [––⏑⏑–⏑⏑–] [––⏑⏑–μεσονύ]κτιος κέαρ (desunt cola quinque strophae) | |
25 | (deest antistropha) | |
36 | [––⏑–––⏑⏑–⏑⏑–] ἆγον, πατὴρ δ’ εὔβουλος ἥρως πάντα σάμαινεν Πριάμῳ βασιλεῖ παίδεσσί τε μῦθον Ἀχαι‐ | |
40 | ῶν. Ἔνθα κάρυκες δι’ εὐ‐ ρεῖαν πόλιν ὀρνύμενοι Τρώων ἀόλλιζον φάλαγγας δεξίστρατον εἰς ἀγοράν. Πάντᾳ δὲ διέδραμεν αὐδάεις λόγος· | |
45 | θεοῖσ〈ιν〉 δ’ ἀνίσχοντες χέρας ἀθανάτοις εὔχοντο παύσασθαι δυᾶν. Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων; Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ φθέγξατ’, εὐπέπλοισι κοινώσας Χάρισσιν· | |
1(50) | «Ὦ Τρῶες ἀρηΐφιλοι, | |
Ζεὺς ὑψ⸤ιμέδων ὃ⸥ς ἅπαντα δέρκεται οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων, ἀλλ’ ἐν ⸤μέσ⸥ῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς | 11 | |
55 | Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος· ὀλβίων π⸤αῖδέσ⸥ νιν αἱρεῦνται σύνοικον. Ἁ δ’ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις ἐξαισίοις θάλλους’ ἀθαμβὴς | |
60 | Ὕβρις, ἃ πλοῦτ[ο]ν δύναμίν τε θοῶς ἀλλότριον ὤπασεν, αὖ‐ τις δ’ ἐς βαθὺν πέμπει φθόρον, [κε]ίνα καὶ ὑπερφιάλους | |
[Γᾶς] παῖδας ὤλεσσεν Γίγαντας.» | 12 | |
2(1t) | Β | |
2t | 〈ΗΡΑΚΛΗΣ Η ΔΗΙΑΝΕΙΡΑ | |
3t | ΕΙΣ ΔΕΛΦΟΥΣ〉 | |
1 | [...]ιου . ιο[...]ἐπεὶ [ὁλκ]άδ’ ἔπεμψε̣ν ἐμοὶ χρυσέαν [Πιερ]ίαθεν ἐ[ΰθ]ρονος [Ο]ὐρανία, [πολυ‐ φ]άτων γέμουσαν ὕμνων | |
5 | [–⏑⏑]νειτις ἐπ’ ἀνθεμόεντι Ἕβρῳ [–⏑ ἀ]γάλλεται ἢ δολιχαύχενι κύ[κνῳ] [⏑⏑–⏑]δεϊαν φρένα τερπόμενος [⏑⏑–] [–⏑ ]δ’ ἵκῃ παιηόνων ἄνθεα πεδοιχνεῖν, | |
10 | Πύθι’ Ἄπολλον, τόσα χοροὶ Δελφῶν σὸν κελάδησαν παρ’ ἀγακλέα ναόν, πρίν γε κλέομεν λιπεῖν Οἰχαλίαν πυρὶ δαπτομέναν | |
15 | Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶθ’, ἵκε‐ το δ’ ἀμφικύμον’ ἀκτάν· ἔνθ’ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ | |
Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους δύο τ’ ὀρσιάλῳ δαμασίχθονι μέ[λ]λε κόρᾳ τ’ | 18 | |
20 | ὀβριμοδερκεῖ ἄζυγα παρθένῳ Ἀθάνᾳ ὑψικέραν βοῦν. Τότ’ ἄμαχος δαίμων Δαϊανείρᾳ πολύδακρυν ὕφα[νεν] | |
25 | μῆτιν ἐπίφρον’ ἐπεὶ πύθετ’ ἀγγελίαν ταλαπενθέα, Ἰόλαν ὅτι λευκώλενον Διὸς υἱὸς ἀταρβομάχας ἄλοχον λιπαρὸ[ν] ποτὶ δόμον πέμ[π]οι. | |
30 | Ἆ δύσμορος, ἆ τάλ[αι]ν’, οἷον ἐμήσατ[ο·] φθόνος εὐρυβίας νιν ἀπώλεσεν, δνόφεόν τε κάλυμμα τῶν ὕστερον ἐχομένων, ὅτ’ ἐ‐ πὶ {ποταμῷ} ῥοδόεντι Λυκόρμᾳ | |
35 | δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας.] | 19 |
3(1t) | Γ | |
2t | ΗΙΘΕΟΙ Η ΘΗΣΕΥΣ | |
3t | 〈ΚΗΙΟΙΣ ΕΙΣ ΔΗΛΟΝ〉 | |
1 | Κυανόπρῳρα μὲν ναῦς μενέ‐ κτυ[πον] Θησέα δὶς ἑπτ[ά] τ’ ἀγλαοὺς ἄγουσα κούρους Ἰαόνω[ν] Κρητικὸν τάμνε πέλαγος· | |
5 | τηλαυγέϊ γὰρ [ἐν] φάρεϊ βο‐ ρήϊαι πίτνο[ν] αὖραι κλυτᾶς ἕκατι π[ε]λεμαίγιδος Ἀθάν[ας·] κνίσεν τε Μίνῳ κέαρ ἱμεράμπυκος θεᾶς | |
10 | Κύπριδος [ἁ]γνὰ δῶ‐ ρα· χεῖρα δ’ οὐ[κέτι] παρθενικᾶς ἄτερθ’ ἐράτυεν, θίγεν δὲ λευκᾶν παρη‐ ΐδων· βόασέ τ’ Ἐρίβοια χαλκοθώ‐ | |
15 | ρα[κα Π]ανδίονος ἔκγ[ο]νον· ἴδεν δὲ Θησεύς, μέλαν δ’ ὑπ’ ὀφρύων δίνα[σ]εν ὄμμα, καρδίαν τέ οἱ σχέτλιον ἄμυξεν ἄλγος, | 30 |
20 | εἶρέν τε· «Διὸς υἱὲ φερτάτου, ὅσιον οὐκέτι τεᾶν ἔσω κυβερνᾷς φρενῶν θυμ[όν]· ἴσχε μεγάλαυχον ἥρως βίαν. Ὅ τι μ[ὲ]ν ἐκ θεῶν Μοῖρα παγ‐ | |
25 | κρατὴς ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τάλαντον, πεπρωμέν[α]ν αἶσαν [ἐ]κπλήσομεν, ὅτ[α]ν ἔλθῃ· [σ]ὺ δὲ βαρεῖαν κάτεχε μῆτιν. Εἰ καί σε κεδνὰ τέκεν | |
30 | λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας μιγεῖσα Φοίνικος ἐρα‐ τώνυμος κόρα βροτῶν Φέρτατον, ἀλλὰ κἀ‐ μὲ Πιτθ[έ]ος θυγάτηρ ἀφνεοῦ | |
35 | πλαθεῖσα ποντίῳ τέκεν Ποσειδᾶνι, χρύ‐ σεόν τέ οἱ δόσαν ἰόπλοκοι κάλυμμα Νηρηΐδες. Τῶ σε, πολέμαρχε Κνωσίων, | |
40 | κέλομαι πολύστονον ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θέλοιμ’ ἀμβρότοι’ ἐραννὸν Ἀο[ῦς] ἰδεῖν φάος, ἐπεί τιν’ ἠϊθέ[ων] σὺ δαμάσειας ἀέκον‐ | 31 |
45 | τα· πρόσθε χειρῶν βίαν δε[ί]ξομεν· τὰ δ’ ἐπιόντα δα[ίμω]ν κρινεῖ.» Τός’ εἶπεν ἀρέταιχμος ἥ‐ ρως· [τ]άφον δὲ ναυβάται [φ]ωτὸς ὑπεράφανον | |
3(50) | [θ]άρσος· Ἁλίου τε γαμβρῷ χόλωσεν ἦτορ, ὕφαινέ τε ποταινίαν μῆτιν, εἶπέν τε· «Μεγαλοσθενὲς Ζεῦ πάτερ, ἄκουσον· εἴ πέρ με νύμ[φα] Φοίνισσα λευκώλενος σοὶ τέκεν, | |
55 | νῦν πρόπεμπ’ ἀπ’ οὐρανοῦ θοὰν πυριέθειραν ἀστραπὰν σᾶμ’ ἀρίγνωτον· εἰ δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι φύτευσεν Αἴθρα Ποσει‐ | |
60 | δᾶνι τόνδε χρύσεον χειρὸς ἀγλαὸν ἔνεγ‐ κε κόσμον ἐκ βαθείας ἁλός, δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους. Εἴσεαι δ’ αἴ κ’ ἐμᾶς | |
65 | κλύῃ Κρόνιος εὐχᾶς | |
ἀναξιβρέντας ὁ πάντω[ν με]δ[έω]ν.» Κλύε δ’ ἄμεμπτον εὐχὰν μεγα‐ σθενὴ[ς] Ζεύς, ὑπέροχόν τε Μίνῳ φύτευσε τιμὰν φίλῳ θέλων | 32 | |
70 | παιδὶ πανδερκέα θέμεν, ἄστραψέ θ’· ὁ δὲ θυμάρμενον ἰ‐ δὼν τέρας χέρας πέτασσε κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως εἶρέν τε· «Θησεῦ, τάδε | |
75 | μὲν βλέπεις σαφῆ Διὸς δῶρα· σὺ δ’ ὄρνυ’ ἐς βαρύβρομον πέλαγος· Κρονί[δας] δέ τοι πατὴρ ἄναξ τελεῖ Ποσειδὰν ὑπέρ‐ | |
80 | τατον κλέος χθόνα κατ’ εὔδενδρον.» Ὣς εἶπε· τῷ δ’ οὐ πάλιν θυμὸς ἀνεκάμπτετ’, ἀλλ’ εὐ‐ πάκτων ἐπ’ ἰκρίων σταθεὶς ὄρουσε, πόντιόν | |
85 | τέ νιν δέξατο θελημὸν ἄλσος. Τάφεν δὲ Διὸς υἱὸς ἔνδοθεν κέαρ, κέλευσέ τε κατ’ οὖ‐ ρον ἴσχεν εὐδαίδαλον νᾶα· Μοῖρα δ’ ἑτέραν ἐπόρσυν’ ὁδόν. | |
90 | Ἵετο δ’ ὠκύπομπον δόρυ· σόει νιν βορεὰς ἐξόπιν πνέους’ | |
ἀήτα· τρέσσαν δ’ Ἀθαναίων ἠϊθέων γένος, ἐπεὶ ἥρως θόρεν πόντονδε, κατὰ | 33 | |
95 | λειρίων τ’ ὀμμάτων δάκρυ χέον, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν. Φέρον δὲ δελφῖνες {ἐν} ἁλι‐ ναιέται μέγαν θοῶς Θησέα πατρὸς ἱπ‐ | |
3(100) | πίου δόμον· ἔμολέν τε θεῶν μέγαρον. Τόθι κλυτὰς ἰδὼν ἔδεισε Νηρέος ὀλ‐ βίου κόρας· ἀπὸ γὰρ ἀγλαῶν λάμπε γυίων σέλας | |
105 | ὧτε πυρός, ἀμφὶ χαίταις δὲ χρυσεόπλοκοι δίνηντο ταινίαι· χορῷ δ’ ἔτερπον κέαρ ὑγροῖσιν ἐν ποσίν. Εἶδέν τε πατρὸς ἄλοχον φίλαν | |
110 | σεμνὰν βοῶπιν ἐρατοῖ‐ σιν Ἀμφιτρίταν δόμοις· ἅ νιν ἀμφέβαλεν ἀϊόνα πορφυρέαν, κόμαισί τ’ ἐπέθηκεν οὔ‐ λαις ἀμεμφέα πλόκον, | |
115 | τόν ποτέ οἱ ἐν γάμῳ δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν. Ἄπιστον ὅ τι δαίμονες θέλωσιν οὐδὲν φρενοάραις βροτοῖς· | |
νᾶα πάρα λεπτόπρυμνον φάνη· φεῦ, | 34 | |
120 | οἵαισιν ἐν φροντίσι Κνώσιον ἔσχασεν στραταγέταν, ἐπεὶ μόλ’ ἀδίαντος ἐξ ἁλὸς θαῦμα πάντεσσι, λάμ‐ πε δ’ ἀμφὶ γυίοις θεῶν | |
125 | δῶρ’, ἀγλαόθρονοί τε κοῦραι σὺν εὐ‐ θυμίᾳ νεοκτίτῳ ὠλόλυξαν, ἔκλαγεν δὲ πόντος· ἠίθεοι δ’ ἐγγύθεν νέοι παιάνιξαν ἐρατᾷ ὀπί. | |
130 | Δάλιε, χοροῖσι Κη‐ ΐων φρένα ἰανθεὶς | |
ὄπαζε θεόπομπον ἐσθλῶν τύχαν. | 35 | |
4(1t) | Δ | |
2t | ΘΗΣΕΥΣ | |
3t | 〈ΑΘΗΝΑΙΟΙΣ〉 | |
1 | Βασιλεῦ τᾶν ἱερᾶν Ἀθα‐ νᾶν, τῶν ἁβροβιών ἄναξ Ἰώνων, τί νέον ἔκλαγε χαλκοκώ‐ δων σάλπιγξ πολεμηΐαν ἀοιδάν; | |
5 | Ἦ τις ἁμετέρας χθονὸς δυσμενὴς ὅρι’ ἀμφιβάλ‐ λει στραταγέτας ἀνήρ; ἢ λῃσταὶ κακομάχανοι ποιμένων ἀέκατι μή‐ | |
10 | λων σεύοντ’ ἀγέλας βίᾳ; ἢ τί τοι κραδίαν ἀμύσ‐ σει; Φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν ἀλκίμων ἐπικουρίαν καὶ τὶν ἔμμεναι νέων, | |
15 | ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας. Νέον ἦλθε〈ν〉 δολιχὰν ἀμεί‐ ψας κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον· ἄφατα δ’ ἔργα λέγει κραται‐ οῦ φωτός· τὸν ὑπέρβιόν τ’ ἔπεφνεν | 44 |
20 | Σίνιν, ὃς ἰσχύϊ φέρτατος θνατῶν ἦν, Κρονίδα Λυταί‐ ου σεισίχθονος τέκος· σῦν τ’ ἀνδροκτόνον ἐν νάπαις Κρεμμυῶνος ἀτάσθαλόν | |
25 | τε Σκίρωνα κατέκτανεν· τάν τε Κερκυόνος παλαίσ‐ τραν ἔσχεν, Πολυπήμονός τε καρτερὰν σφῦραν ἐξέβαλεν Προκόπ‐ τας, ἀρείονος τυχὼν | |
30 | φωτός. Ταῦτα δέδοιχ’ ὅπᾳ τελεῖται. Τίνα δ’ ἔμμεν πόθεν ἄνδρα τοῦ‐ τον λέγει, τίνα τε στολὰν ἔχοντα; πότερα σὺν πολεμηΐοις ὅπλοισι στρατιὰν ἄγοντα πολλάν; | |
35 | ἢ μοῦνον σὺν ὀπάοσιν στείχειν ἔμπορον οἷ’ ἀλά‐ ταν ἐπ’ ἀλλοδαμίαν, ἰσχυρόν τε καὶ ἄλκιμον ὧδε καὶ θρασύν, ὃς τ〈οσ〉ού‐ | |
40 | των ἀνδρῶν κρατερὸν σθένος | |
ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρ‐ μᾷ δίκας ἀδίκοισιν ὄφρα μήσεται· οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ‐ δοντα μὴ ’ντυχεῖν κακῷ. | 45 | |
45 | Πάντ’ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται. Δύο οἱ φῶτε μόνους ἁμαρ‐ τεῖν λέγει, περὶ φαιδίμοισι δ’ ὤμοις ξίφος ἔχειν 〈ἐλεφανόκω‐ πον〉, ξεστοὺς δὲ δύ’ ἐν χέρεσς’ ἄκοντας | |
4(50) | κηὔτυκτον κυνέαν Λάκαι‐ ναν κρατὸς πέρι πυρσοχαί‐ του· χιτῶνα πορφύρεον στέρνοις τ’ ἀμφί, καὶ οὔλιον Θεσσαλὰν χλαμύδ’· ὀμμάτων | |
55 | δὲ στίλβειν ἄπο Λαμνίαν φοίνισσαν φλόγα· παῖδα δ’ ἔμ‐ μεν πρώθηβον, ἀρηΐων δ’ ἀθυρμάτων μεμνᾶσθαι πολέμου τε καὶ χαλκεοκτύπου μάχας· | |
60 | δίζησθαι δὲ φιλαγλάους Ἀθάνας. | 46 |
5(1t) | Ε | |
2t | ΙΩ | |
3t | ΑΘΗΝΑΙΟΙΣ | |
3u | Πάρεστι μυρία κέλευ‐ | |
3v | θος ἀμβροσίων μελέων, | |
3w | ὃς ἂν παρὰ Πιερίδων | |
3x | λάχησι δῶρα Μουσᾶν, | |
5 | ἰοβλέφαροί τε κ〈όρ〉αι φερεστέφανοι Χάριτες βάλωσιν ἀμφὶ τιμὰν ὕμνοισιν· ὕφαινέ νυν ἐν ταῖς πολυηράτοις τι και‐ | |
10 | νὸν ὀλβίαις Ἀθάναις, εὐαίνετε Κηΐα μέριμνα. Πρέπει σε φερτάταν ἴμεν ὁδὸν παρὰ Καλλιόπας λαχοῖσαν ἔξοχον γέρας. | |
15 | †Τιην† Ἄργος ὅθ’ ἵππιον λιποῦ‐ σα φεῦγε χρυσέα βοῦς, εὐρυσθενέος φραδαῖσι φερτάτου Διός, | |
Ἰνάχου ῥοδοδάκτυλος κόρα. Ὅτ’ Ἄργον ὄμμασι βλέπον‐ | 54 | |
20 | τα πάντοθεν ἀκαμάτοις μεγιστοάνασσα κέλευ‐ σε χρυσόπεπλος Ἥρα ἄκοιτον ἄϋπνον ἐόν‐ τα καλλικέραν δάμαλιν | |
25 | φυλάσσεν, οὐδὲ Μαίας υἱὸς δύνατ’ οὔτε κατ’ εὐ‐ φεγγέας ἁμέρας λαθεῖν νιν οὔτε νύκτας ἁγν[άς.] Εἴτ’ οὖν γένετ’ ε[⏑–⏑––] | |
30 | ποδαρκέ’ ἄγγελο[ν Διὸς] κτανεῖν τότε [Γᾶς ⏑⏑–] [⏑] ὀβριμοσπόρου λ[⏑–] Ἄργον· ἦ ῥα καὶ [–⏑–⏑–] [⏑]ἄσπετοι μέριμν[αι·] | |
35 | ἢ Πιερίδες φύτευ[σαν –⏑–⏑–] καδέων ἀνάπαυσ[ιν –⏑⏓] Ἐμοὶ μὲν οὖν ἀσφαλέστατον ἁ προ[ ] ἐπεὶ παρ’ ἀνθεμώ[δεα] | |
40 | Νεῖλον ἀφίκετ’ ο[ἰστρο...] Ἰὼ φέρουσα παῖδ[α...] Ἔπαφον· ἔνθα νι[ν...] λινοστόλων πρύτ[ανιν...] ὑπερόχῳ βρύοντ[α...] | |
45 | μεγίσταν τε θνα[τ...] ὅθεν καὶ Ἀγανορί[δας] ἐν ἑπταπύλοισ[ι Θήβαις] Κάδμος Σεμέλ[αν φύτευσεν,] ἃ τὸν ὀρσιβάκχα[ν] | 55 |
5(50) | τίκτεν Διόνυσον [....] | |
καὶ χορῶν στεφαν[αφόρων ἄνακτα.] | 56 | |
6(1t) | ϛ | |
2t | ΙΔΑΣ | |
3t | ΛΑΚΕΔΑΙΜΟΝΙΟΙΣ | |
1 | Σπάρτᾳ ποτ’ ἐν ε[ὐρυχόρῳ] ξανθαὶ Λακεδα[ιμονι...] τοιόνδε μέλος κ[...] ὅτ’ ἄγετο καλλιπά[ρᾳον] | |
5 | κόραν θρασυκάρ[διος Ἴδας] Μάρπησσαν ἰοτ[...] φυγὼν θανάτου τ[...] ἀναξίαλος Ποσει[δὰν...] ἵππους τέ οἱ ἰσαν[έμους] | |
10 | Πλευρῶν’ ἐς ἐϋκτ[ιμέναν] χρυσάσπιδος υἱὸ[ν Ἄρηος] | |
(desunt reliqua) | 60 |