TLG 0198 001 :: HEDYLUS :: Epigrammata HEDYLUS Epigr. Epigrammata Citation: Book — epigram — (line) | ||
5.161(p1) | ΗΔΥΛΟΥ [οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ] | |
1 | Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους, Γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι, Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕν’ ἑκάστη, γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον. | |
---|---|---|
5 | ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι. | |
5.199(p1) | ΗΔΥΛΟΥ | |
1 | Οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην αἱ δόλιαι καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω, ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα κεῖνται παρθενίων ὑγρὰ λάφυρα πόθων, | |
5 | σάνδαλα καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι, ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια. | |
6.292(p1) | ΗΔΥΛΟΥ | |
1 | Αἱ μίτραι τό θ’ ἁλουργὲς ὑπένδυμα τοί τε Λάκωνες πέπλοι καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι, πάνθ’ ἅμα Νικονόῃ συνεπήιεν· ἦν γὰρ Ἐρώτων καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος. | |
5 | τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριάπῳ νεβρίδα καὶ χρυσέην τήνδ’ ἔθετο προχόην. | |
11.123(p1) | ΗΔΥΛΟΥ | |
1 | Ἆγις Ἀρισταγόρην οὔτ’ ἔκλυσεν οὔτ’ ἔθιγ’ αὐτοῦ· ἀλλ’ ὅσον εἰσῆλθεν, κᾤχετ’ Ἀρισταγόρης. ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί, | |
Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις. | ||
11.414(p1) | ΗΔΥΛΟΥ | |
1 | Λυσιμελοῦς Βάκχου καὶ λυσιμελοῦς Ἀφροδίτης | |
γεννᾶται θυγάτηρ λυσιμελὴς ποδάγρα. |