TLG 0186 002 :: Marcus Cornelius FRONTO :: Ad Marcum Caesarem et invicem (lib. 2)

Marcus Cornelius FRONTO Rhet.
(Numidianus: A.D. 2)

Ad Marcum Caesarem et invicem (lib. 2)

Source: van den Hout, M.P.J. (ed.), M. Cornelii Frontonis epistulae. Leiden: Brill, 1954 (repr. New York: Arno, 1975): 32–33.

Matri Caesaris (epist. 12)

Citation: Epistle — section — (line)

12

t

/ ΜΗΤΡΙ ΚΑΙΣΑΡΟΣ

12

.

1

Ἑκὼν ἑκὼν νὴ τοὺς θεοὺς καὶ πάνυ γε προθυμούμενος τὴν ἐμὴν Κρατίαν ἐξέπεμψα συνεορτάσουσάν σοι τὰ γενέθλια καὶ αὐτὸς ἂν ἀφικό‐ μενος εἰ ἐξῆν. ἀλλὰ ἐμοὶ μὲν ἐνποδών ἐστιν ἡ ἀρχὴ πρὸς τῷ ποδὶ ἤδη οὖσα. ὀλίγαι γὰρ ἡμέραι λοιπαὶ τῆς ἀρχῆς περιλείπονται καὶ μᾶλλόν
5τε ἄσχολοι διὰ τὰς λειτουργίας· ὧν ἀπαλλαγεὶς ἔοικα δραμεῖσθαι πρὸς ὑμᾶς τῶν τὸν στάδιον τρεχόντων πολὺ προθυμότερον· ὡς ἐκεῖνοί γε βραχύτατον χρόνον ἐπὶ τῆς ὕσπληγος ἐπιστάντες, ἔπειτα ἀφεῖνται τρέ‐ χειν, ἐγὼ δὲ τοῦτον ἤδη μῆνα δεύτερον εἴργομαι τοῦ πρὸ ὑμᾶς δρόμου.

12

.

2

Ἐχρῆν δὲ ἄρα πάσας τὰς πανταχόθεν γυναῖκας ἐπὶ ταύτην τὴν ἡμέραν ἁθροίζεσθαι καὶ ἑορτάζειν τὰ σὰ γενέθλια, πρώτας μὲν τῶν
γυναικῶν τὰς φιλάνδρους καὶ φιλοτέκνους καὶ σώφρονας, δευτέρας δὲ ὅσαι ἄπλαστοι καὶ ἀψευδεῖς εἰσίν, τρίτας δὲ ἑορτάζειν τὰς εὐγνώμονας καὶ32
5εὐπροσίτους καὶ / εὐπροσηγόρους καὶ ἀτύφους. πολλαὶ δ’ ἂν καὶ ἄλλαι γυναικῶν τάξεις γένοιντο τῶν σοὶ μέρους τινὸς ἐπαίνου καὶ ἀρετῆς μετεχ〈ουσ〉ῶν, σοῦ μὲν ἁπάσας τὰς γυναικὶ πρεπούσας ἀρετὰς καὶ ἐπιστήμας κεκτημένης καὶ ἐπισταμένης, ὥσπερ ἡ Ἀθηνᾶ τέχνας ἁπάσας κέκτηταί τε καὶ ἐπίσταται, τῶν ἄλλων δὲ γυναικῶν ἐπὶ τῆς ἀρετῆς μέρος
10ἑκάστης ἐπισταμένης καὶ κατὰ τοῦτο ἐπαινουμένης, οἷος ὁ τῶν Μουσῶν ἔπαινος ἐκ μιᾶς τέχνης καὶ καθ’ ἑκάστην διῃρημένος.

12

.

3

Εἰ δ’ ἦν ἐγὼ πρὸ θύρας εἰσαγωγεύς τις εἶναι λαχὼν τῶν τῆς ἑορτῆς ἀξίων, πρώτας ἂν Ὁμήρῳ πειθόμενος ἀπέκλεισα τὰς τὴν εὔνοιαν ψευδο‐ μένας καὶ πλαττομένας καὶ “ἕτερον μέν τι κευθούσας ἐνὶ φρεσίν, ἄλλο δὲ λεγούσας”, ἅπαντα δὲ τὰ ἀπὸ γέλωτος μέχρι δακρύων προσποιουμένας.
5ὅ τοι γέλως οὕτως τὸ πρὶν ἄδολος εἶναι πεφυκὼς ὡς καὶ τοὺς ὀδόντας τῶν γελώντων ἐπιδεικνύειν εἰς τοσοῦτον ἤδη περιέστηκε κακομηχανίας καὶ ἐνέδρας, ὡς καὶ τὰ χείλη κρύπτειν τῶν ἐξ ἐπιβουλῆς προσγελώντων. γυναικεία δή τις αὕτη θεὸς παρὰ ταῖς πλείσταις τῶν γυναικῶν θρησκεύεται ἡ Ἀπάτη· τίς γοῦν Ἀφροδίτης τόκ〈οσ〉 ἐκ πολλῶν τινων καὶ ποικίλων
10θηλειῶν κατασκευασαμένης / ++++++++++++++++++++++++ ++++++++++++++++/+++++++++++++++++++++++ ++++++++++++++++++++++++++++++++++++++++
++++++++++++++++++++++++++++++++++++++++33