TLG 0186 001 :: Marcus Cornelius FRONTO :: Ad Marcum Caesarem et invicem (lib. 1) Marcus Cornelius FRONTO Rhet. Ad Marcum Caesarem et invicem (lib. 1)
Citation: Epistle — section — (line) | ||
8t | 〈ΗΡΩΔΗΙ ΠΑΡΑ ΦΡΟΝΤΩΝΟΣ〉 | |
8.1 | /+++++++++++++++++++++++++++++++++++++++ / τερον γε ὡς η — — ἡμᾶς· τὸ δὲ μετριάζειν ἐν τοῖς ἥττοσιν κακοῖς οὐ δύσκολον. ἐν παντὶ μὲν γὰρ τὸ κατὰ παν — — καπο — — προσεποντος ἀπρεπὲς ἀνδρὶ παιδείας πεπειραμένῳ. χαίρων δὲ ἔγωγε μᾶλλον — — μενως | |
5 | μέτρα — — — / μι. τὸ γὰρ πρὸς ἡδονὴν παράλογον τοῦ πρὸς ἀνίαν αἱρετώ‐ τερον. | |
---|---|---|
8.2 | Ἀλλ’ οὐδὲ τὰ τῆς ἡλικίας σοι παρῴχηκεν πρὸς παίδων ἑτέρων ἀνα‐ τροφήν. ζημία δὲ πᾶσα σὺν ἐλπίδι μὲν ἀποκοπτομένῃ χαλεπή· ῥᾴων δὲ ὑπολειπομένης εἰς τὸ ἀναλαβεῖν ἐλπίδος· καὶ ὁ μὴ περιμείνας ταύτην ἀγεννὴς καὶ πολὺ τῆς τύχης αὑτῷ χαλεπώτερος. ἡ μέν γε τύχη τὸ παρὸν | |
5 | ἀφείλετο, ὁ δὲ ἐστέρησεν αὑτὸν καὶ τῆς ἐλπίδος. | |
8.3 | Ὅθεν δ’ ἂν ῥᾷστα παραψυχῆς τύχοις, πείρᾳ μαθὼν ἔγωγε, ἀλλὰ οὐ σοφίᾳ, διδάξω· ἀεί μοι συνέβη τι τῶν δεινῶν παθεῖν ἐρῶντι. ἤρων δὲ τότε μὲν Ἀθηνοδότου τοῦ σοφοῦ, τότε δὲ Διονυσίου τοῦ ῥήτορος. καὶ δὴ τοῦτο | |
ἐννοῶν ὅτι μοι σώζοιτο κεῖνος οὗ γ’ ἐρῶν τύχοιμι, ἧττον ἦν τῇ λύπῃ καὶ | 16 | |
5 | τοῖς προσπίπτουσιν ἁλώσιμος. εἰ δέ τινος ἐρᾷς καὶ σὺ νέου γενναίου ἀρετῇ καὶ παιδείᾳ καὶ τύχῃ καὶ σωφροσύνῃ διαφέροντος, οὐκ ἂν ἁμαρ‐ τάνοις ὁρμῶν ἐπ’ ἐκείνῳ καὶ πᾶσαν ἀγαθῶν ἀσφάλειαν ἐπ’ αὐτῷ / τιθέ‐ μενος, ὡς, ἐφ’ ὅσον γε ἡμῖν οὗτος περίεστιν (ἀ〈ν〉τεραστὴς γὰρ εἶναι σοί φημι, καὶ οὐκ ἀποκρύπτομαι), τὰ ἄλλα γε πάντα ἡμῖν εὐίατα καὶ τούτου | |
10 | μακρῷ δεύτερα. | 17 |
10t | / ΜΗΤΡΙ ΚΑΙΣΑΡΟΣ | |
10.1 | Πῶς ἂν ἀπολογησάμενος συγγνώμης παρὰ σοῦ τύχοιμι, ὅτι σοι τούτων τῶν ἡμερῶν οὐκ ἐπέστειλα; ἢ δῆλον ὅτι τὴν ἀληθῆ τῆς ἀσχολίας εἰπὼν αἰτίαν; λόγον γάρ τινα συνήγαγον περὶ τοῦ μεγάλου βασιλέως. ἡ δὲ τῶν Ῥωμαίων παροιμία “φίλου τρόπον μὴ μισεῖν ἀλλ’ εἰδέναι” | |
5 | φησὶ δεῖν. οἷος δ’ οὑμὸς τρόπος φράσω καὶ οὐκ ἀποκρύψομαι. ὑπὸ τῆς πολλῆς ἀφυίας καὶ οὐθενείας ὅμοιόν τι πάσχω τῇ ὑπὸ Ῥωμαίων ὑαίνῃ καλουμένῃ, ἧς τὸν τράχηλον κατ’ εὐθὺ τετάσθαι λέγουσιν, κάμπτεσθαι | |
δὲ ἐπὶ θάτερα /) τῶν πλευρῶν μὴ δύνασθαι. κἀγὼ δὴ ἐπειδάν τι συν‐ τάττω προθυμότερον, ἀκαμπής τίς εἰμι καὶ τῶν ἄλλων πάντων ἀφέμενος, | 20 | |
10 | ἐπ’ ἐκεῖνο μόνον ἵεμαι ἀνεπιστρεπτεὶ κατὰ τὴν ὕαιναν. καὶ τοὺς ὄφεις δέ φασιν τὰ ἀκόντια οὕτως πως ᾄττειν κατ’ εὐθύ, τὰς δὲ ἄλλας στροφὰς μὴ στρέφεσθαι· καὶ τὰ δόρατα δὲ καὶ τὰ τόξα τότε μάλιστα τυγχάνει τοῦ σκοποῦ, ὅταν εὐθεῖαν ᾄξῃ μήτε ὑπ’ ἀνέμου παρωσθέντα μήτε ὑπὸ χειρὸς Ἀθηνᾶς ἢ Ἀπόλλωνος σφαλέντα, ὥσπερ τὰ ὑπὸ Τεύκρου ἢ τὰ | |
15 | ὑπὸ τῶν μνηστήρων βληθέντα. | |
10.2 | Ταύτας μὲν δὴ τρεῖς εἰκόνας ἐμαυτῷ προσείκασα, τὰς μὲν δύο ἀγρίας καὶ θηριώδεις, τὴν τῆς ὑαίνης καὶ τὴν τῶν ὄφεων, τρίτην δὲ τὴν τῶν βελῶν καὶ αὐτὴν ἀπάνθρωπον / οὖσαν καὶ ἄμουσον. εἰ δὲ δὴ καὶ τῶν ἀνέμων φαίην ἐπαινεῖσθαι μάλιστα τὸν οὔριον, ὅτι δὴ ἐπ’ εὐθὺ φέροι τὴν | |
5 | ναῦν, ἀλλὰ μὴ εἰς τὰ πλάγια ἀπονεύειν ἐῷ, ἡ τετάρτη ἂν εἴη αὕτη εἰκὼν καὶ αὐτὴ βιαία. εἰ δὲ προσθείην καὶ τὸ τῆς γραμμῆς, ὅτι πρεσβυτάτη τῶν γραμμῶν ἡ εὐθεῖά ἐστιν, πέμπτην ἂν εἰκόνα λέγοιμι, μὴ μόνον ἄψυχον ὥσπερ τὴν τῶν δοράτων, ἀλλὰ καὶ ἀσώματον ταύτην οὖσαν. | |
10.3 | Τίς ἂν οὖν εἰκὼν εὑρεθείη πιθανή; μάλιστα μὲν ἀνθρωπίνη, ἄμεινον δὲ εἰ καὶ μουσική. εἰ / δ’ αὖ καὶ φιλίας ἢ ἔρωτος αὐτῇ μετείη, μᾶλλον ἂν ἔτι ἡ εἰκὼν ἐοίκοι. τὸν Ὀρφέα φασὶν οἰμῶξαι ὀπίσω ἐπιστραφέντα· εἰ δὲ κατ’ εὐθὺ ἔβλεπέν τε καὶ ἐβάδιζεν, οὐκ ἂν ᾤμωξεν. ἅλις εἰκόνων. | |
5 | καὶ γὰρ αὕτη τις ἀπίθανος ἡ τοῦ Ὀρφέως εἰκὼν ἐξ ᾅδου ἀνιμημένη. | |
10.4 | Ἀπολογήσομαι δὲ τοὐντεῦθεν ἤδη ὅθεν ἂν ῥᾷστα συγγνώμης τύ‐ | |
χοιμι. τί δὴ τοῦτό ἐστιν; ὅτι συγγράφων τὸ τοῦ βασιλέως ἐγκώμιον ἔπραττον μὲν ὃ μάλιστα σοί τε καὶ τῷ σῷ παιδὶ κεχαρισμένον ἐστίν· ἔπειτα δὲ καὶ ὑμῶν ἐμεμνήμην καὶ ὠνόμαζόν γε ὑμᾶς ἐν τῷ συγγράμματι, | 21 | |
5 | ὥσπερ οἱ ἐρασταὶ τοὺς φιλτάτους ὀνομάζουσιν ἐπὶ πάσῃ κύλικι. ἀλλὰ γὰρ τέχνωσις τῶν εἰκόνων ἐπεισρεῖ καὶ ἐπιφύεται. αὕτη γοῦν παρεφάνη, ἣν ἐπὶ πάσαις λέγω, ἥτις καὶ δικαιότατα εἰκὼν ἂν προσαγορεύοιτο οὖσα ἐκ ζωγρά/φου· τὸν Πρωτογένη τὸν ζωγράφον φασὶν ἕνδεκα ἔτεσιν ἢ τὸν Ἰάλυσον τὸν Ἰάλυσον γρᾶψαι, μηδὲν ἕτερον ἐν τοῖς ἕνδεκα ἔτεσιν ἢ τὸν Ἰάλυσον | |
10 | γράφοντα. ἐμοὶ δὲ οὐχ εἷς, δύο δὲ ἅμα Ἰαλύσω ἐγραφέσθην, οὐ δὴ τοῖν προσώποιν οὐδὲ ταῖν μορφαῖν μόνον, ἀλλὰ καὶ τοῖν τρόποιν καὶ ταῖν ἀρεταῖν οὐ μετρίω ὄντε ἄμφω οὐδὲ γράφεσθαι ῥᾳδίω, ἀλλ’ ὁ μέν ἐστιν μέγας βασιλεὺς ἄρχων πάσης τῆς γῆς καὶ θαλάττης, ὁ δὲ ἕτερος υἱὸς μεγάλου / βασιλέως, ἐκείνου μὲν οὕτω παῖς ὥσπερ Ἀθάνα τοῦ Διός, | |
15 | σὸς δὲ υἱὸς ὡς τῆς Ἥρας ὁ Ἥφαιστος· ἀπέστω δὲ τὸ τῶν ποδῶν ταύτης τῆς τοῦ Ἡφαίστου εἰκόνος. ἡ μὲν οὖν ἀπολογία αὕτη ἂν εἴη πάνυ τις εἰκαστικὴ γενομένη καὶ γραφικὴ εἰκόνων ἔκπλεως αὐτὴ μάλ〈α〉. | |
10.5 | Ἔτι κατὰ τοὺς γεωμέτρας αἰτήσομαι· τὸ ποῖον; εἴ τι τῶν ὀνομάτων ἐν ταῖς ἐπιστολαῖς ταύταις εἴη ἄκυρον ἢ βάρβαρον ἢ ἄλλως ἀδόκιμον ἢ μὴ πάνυ Ἀττικόν, ἀλλὰ ... ε .. τοῦ ὀνόματος ς’ ἀξιῶ τήν 〈γε〉 διάνοιαν σκοπεῖν αὐτὴν καθ’ αὑτήν· οἶσθα γὰρ ὅτι ἐν αὐτοῖς ὀνόμασιν καὶ αὐτῇ | |
5 | διαλέκτῳ διατρίβω. καὶ γὰρ τὸν Σκύθην ἐκεῖνον τὸν Ἀνάχαρσιν οὐ πάνυ τι ἀττικίσαι φασίν, ἐπαινεθῆναι δ’ ἐκ τῆς διανοίας καὶ τῶν ἐνθυμη‐ μάτων. παραβαλῶ δὴ ἐμαυτὸν Ἀναχάρσιδι οὐ μὰ Δία κατὰ τὴν σοφίαν ἀλλὰ κατὰ τὸ βάρβαρος ὁμοίως εἶναι. / ἦν γὰρ ὁ μὲν Σκύθης τῶν νομάδων Σκυθῶν, ἐγὼ δὲ Λίβυς τῶν Λιβύων τῶν νομάδων. κοινὸν δὲ ἦν τὸ νέμε‐ | 22 |
10 | σθαι ἐμοί τε καὶ Ἀναχάρσιδι· κοινὸν οὖν ἔσται καὶ τὸ βληχᾶσθαι νεμομέ‐ νοις, ὅπως ἄν τις βληχήσηται. οὕτως μὲν δὴ καὶ τὸ βαρβαρίζειν τῷ βληχᾶσθαι προσῄκασα. οὐκοῦν παύσομαι μηδὲν ἕτερον γράφων ἀλλὰ εἰκόνας. ++++++++++++++++++++++++++++++++++++++ | |
15 | ++++++++++++++++++++++++++++++++++++++++ | 23 |