TLG 0174 001 :: DIOTIMUS :: Epigrammata DIOTIMUS Epic., fiq Diotimus Epigr. Epigrammata Citation: Book — epigram — (line) | ||
6.267(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Φωσφόρος, ὦ σώτειρ’, ἐπὶ Πόλλιδος ἕσταθι κλήρων, Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου, αὐτῷ καὶ γενεῇ, τό περ εὐμαρές· οὐ γὰρ ἀφαυρῶς ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης. | |
---|---|---|
5 | ἄλσος δ’, Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαις εἴη ἐπ’ ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν. | |
6.358(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Χαῖρέ μοι, ἁβρὲ κύπασσι, τὸν Ὀμφάλη ἥ ποτε Λυδὴ λυσαμένη φιλότητ’ ἦλθεν ἐς Ἡρακλέους· ὄλβιος ἦσθα, κύπασσι, καὶ ὡς τότε καὶ πάλιν ὡς νῦν | |
χρύσεον Ἀρτέμιδος τοῦτ’ ἐπέβης μέλαθρον. | ||
7.173(p1) | ΔΙΟΤΙΜΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ | |
1 | Αὐτόμαται δείλῃ ποτὶ ταὐλίον αἱ βόες ἦλθον ἐξ ὄρεος πολλῇ νιφόμεναι χιόνι, αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει | |
ὕπνον, ἐκοιμήθη δ’ ἐκ πυρὸς οὐρανίου. | ||
7.227(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Οὐδὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν ὡς ὁ Μίκωνος υἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ. εἰ δὲ κάλυμμ’ ὀλίγον, μὴ μέμφεο· μικρὸς ὁ χῶρος, | |
ἀλλ’ ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν. | ||
7.475(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Νυμφίον Εὐαγόρην πολὺ πενθεροῦ ἡ Πολυαίνου Σκυλλὶς ἀν’ εὐρείας ἦλθε βοῶσα πύλας, παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον. οὐδ’ ἄρ’ ἐκείνη χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους, | |
5 | δαιμονίη, τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι. τοῦτο δ’ ἐπ’ ἀμφοτέροισι πολύκλαυτον φιλότητος ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ. | |
7.733(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Αἱ νόμιμοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος, Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δ’ Ἀναξὼ ἐν ζωῇ προπολεῦς’· ἐννέα δ’ ἠελίων | |
5 | ὀγδωκονταέτεις ἐπιλείπομεν ἐς τόδ’ ἱκέσθαι τῆς μοίρης· ἐτέων δ’ οὐ φθόνος, οἷς ὁσίη. καὶ πόσιας καὶ τέκνα φιλήσαμεν· αἱ δὲ παλαιαὶ πρῶθ’ ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα. | |
12.36(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ, 〈οἱ δὲ ΔΙΟΤΙΜΟΥ〉 ΑΔΡΑΜΥΤΤΗΝΟΥ | |
1 | Νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος· εἶτα λέγεις· „Ἥδιον ἐμοὶ τόδε.“ καὶ τίς ἂν εἴποι | |
κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας; | ||
16.158(p1) | ΔΙΟΤΙΜΟΥ | |
1 | Ὡς πρέπει, Ἄρτεμίς εἰμ’· εὖ δ’ Ἄρτεμιν αὐτὸς ὁ χαλκὸς μανύει Ζηνὸς κοὐχ ἑτέρου θύγατρα. τεκμαίρου τὸ θράσος τᾶς παρθένου. ἦ ῥά κεν εἴποις· | |
πᾶσα χθὼν ὀλίγον τᾷδε κυναγέσιον. |