TLG 0165 001 :: DIODORUS :: Epigrammata

DIODORUS Rhet., fiq Diodorus Sardianus Junior
(Sardianus: 1 B.C.)

Epigrammata

Citation: Book — epigram — (line)

6

.

243

(p1)

ΔΙΟΔΩΡΟΥ
1„Ἥ τε Σάμου μεδέουσα καὶ ἣ λάχες Ἴμβρασον Ἥρη, δέξο γενεθλιδίους, πότνα, θυηπολίας μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων ἴσμεν, ὅσοι μακάρων θεσμὸν ἐπιστάμεθα.“
5εὔχετ’ ἐπισπένδων τάδε Μάξιμος· ἡ δ’ ἐπένευσεν
ἔμπεδα· Μοιράων δ’ οὐκ ἐμέγηρε λίνα.

6

.

245

(p1)

ΔΙΟΔΩΡΟΥ
1Καρπαθίην ὅτε νυκτὸς ἅλα στέψαντος ἀήτου λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας, εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης,
5ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις Διογένης· ἀλέκοις δ’ ἀνέρι καὶ πενίην.

9

.

60

(p1)

ΔΙΟΔΩΡΟΥ
1Πύργος ὅδ’ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.

9

.

219

(p1)

ΔΙΟΔΩΡΟΥ ΣΑΡΔΙΑΝΟΥ
1Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω οἷος Ἀχιλλείδης πρόσθε μενεπτόλεμος, τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο νεῖται ἐπ’ ὠκυρόην Θύβριν ἀμειψάμενος,
5κοῦρος ἔτ’ ἀρτιγένειον ἔχων χνόον. ἀλλ’ ὁ μὲν ἔγχει θῦεν, ὁ δ’ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.

9

.

405

(p1)

ΔΙΟΔΩΡΟΥ
1Ἀδρήστειά σε δῖα καὶ ἰχναίη σε φυλάσσοι παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις· δείδια σόν τε φυῆς ἐρατὸν τύπον ἠδὲ σά, κοῦρε, δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης
5καὶ σοφίην καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα, Δροῦσε, πέλειν μακάρων πευθόμεθ’ ἀθανάτων.

9

.

776

(p1)

ΔΙΟΔΩΡΟΥ
1Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ γράψας τοῦτ’ ἔπορεν Σατυρήιος· εἰμὶ δ’ ἀνάσσης
εἰκὼν καὶ μεγάλης λείπομαι οὐδ’ ὀλίγον.