TLG 0146 001 :: BOETHUS :: Epigramma BOETHUS Epigr. Epigramma Citation: Book — epigram — (line) | ||
9.248(p1) | ΒΟΗΘΟΥ ΤΟΥ ΕΛΕΓΕΙΟΓΡΑΦΟΥ | |
1 | Εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις, οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων, | |
---|---|---|
5 | παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη· | |
„Ἐψεύσω, Σεμέλη, Βάκχον· ἐγὼ δ’ ἔτεκον.“ |