TLG 0141 003 :: ATHENAEUS :: Fragmenta

ATHENAEUS Epigr., fiq Athenaeus Soph.
(A.D. 2–3?)

Cf. et ATHENAEUS Soph. (0008)

Fragmenta

Source: Lloyd–Jones, H., Parsons, P. (eds.), Supplementum Hellenisticum. Berlin: De Gruyter, 1983: 85.

  • frr. 225–226
  • fr. 226: Dup. 0141 002

Citation: Fragment — (line)

225

(t)

epigramma de Epicuro
1 ἄνθρωποι, μοχθεῖτε τὰ χείρονα, καὶ διὰ κέρδος ἄπληστοι νεικέων ἄρχετε καὶ πολέμων· τᾶς φύσιος δ’ ὁ πλοῦτος ὅρον τινὰ βαιὸν ἐπίσχει, αἱ δὲ κεναὶ κρίσιες τὰν ἀπέραντον ὁδόν.
5τοῦτο Νεοκλῆος πινυτὸν τέκος ἢ παρὰ Μουσέων ἔκλυεν ἢ Πυθοῦς ἐξ ἱερῶν τριπόδων. *

226

(t)

epigramma de Stoicis
1 ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
5σαρκὸς δ’ ἁδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
ἁ μία τῶν Μνήμης ἤνυσε θυγατέρων. *85