TLG 0131 002 :: ARCHIMELUS :: Fragmentum de Hieronis II navigio

ARCHIMELUS Epigr.
(3 B.C.)

Fragmentum de Hieronis II navigio

Source: Lloyd–Jones, H., Parsons, P. (eds.), Supplementum Hellenisticum. Berlin: De Gruyter, 1983: 79.

fr. 202

Citation: Fragment — (line)

202

(t)

de Hieronis II navigio
1 τίς τόδε σέλμα πέλωρον ἐπὶ χθονὸς εἵσατο; ποῖος κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο; πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς, ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦτ’ ἔκαμον τὸ κύτος,
5ἢ κορυφαῖς Αἴτνας παρισούμενον ἤ τινι νάσων ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται, τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές; ἦ ῥα Γίγαντες τοῦτο πρὸς οὐρανίας ἔξεσαν ἀτραπιτούς. ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους
10 θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων. πείσμασι δ’ ἀγκύρας ἀπερείδεται οἷσιν Ἀβύδου Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον. μανύει στιβαρᾶς κατ’ ἐπωμίδος ἀρτιχάρακτον γράμμα, τίς ἐκ χέρσου τάνδ’ ἐκύλισε τρόπιν·
15φατὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσᾳ καὶ νάσοις καρπὸν πίονα δωροφορῶν, Σικελίας σκαπτοῦχος ὁ Δωρικός. ἀλλά, Πόσειδον,
σῷζε διὰ γλαυκῶν σέλμα τόδε ῥοθίων. *79