|
TLG 0131 001 :: ARCHIMELUS :: Epigramma Epigramma Citation: Book — epigram — (line) | ||
7.50(p1) | ΑΡΧΙΜΗΛΟΥ | |
| 1 | Τὴν Εὐριπίδεω μήτ’ ἔρχεο μήτ’ ἐπιβάλλου δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα· λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίκροτος· ἢν δέ τις αὐτὴν εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος· | |
|---|---|---|
| 5 | ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς, | |
| ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους. | ||