TLG 0097 001 :: DIOGENIANUS :: Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco) DIOGENIANUS Gramm. Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco) Dup. partim 0097 002 Citation: Centuria — section — (line) | ||
t1 | ΠΑΡΟΙΜΙΑΙ ΔΗΜΩΔΕΙΣ ΕΚ ΤΗΣ ΔΙΟΓΕΝΙΑΝΟΥ ΣΥΝΑΓΩΓΗΣ. | |
pt | Διογενιανοῦ περὶ παροιμιῶν. | |
p1 | Τὴν παροιμίαν ὀνομάζεσθαί φασί τινες ἀπὸ τῶν οἴμων· οὕτω δὲ αἱ ὁδοὶ ἐκαλοῦντο. Οἱ δ’ ἄνθρωποι, ὅσα κοινωφελῆ εὕρισκον, ταῦτα κατὰ λεωφόρους ὁδοὺς ἀνέγραφον ὑπὲρ τοῦ πλείονας ἐντυγχάνοντας τῆς ὠφελείας | |
5 | μεταλαμβάνειν· οὕτω καὶ τὰ τῶν σοφῶν ἀποφθέγματα | |
---|---|---|
γνωθῆναί φασι, καὶ τὰ Πυθαγορικὰ παραγγέλματα. Ἔνιοι δέ φασι προσηγορεῦσθαι τὰς παροιμίας ἀπὸ τοῦ ὅμοιόν τι ἐφ’ οἷς λέγονται δηλοῦν παροιμίας τυγχανούσας. Ἔστι δὲ ἡ παροιμία τρόπος καὶ τῆς καλουμένης ἀλληγο‐ | 177 | |
10 | ρίας· παράκειται δὲ αὐτῇ λόγος αἶνος Αἰσώπειος, Καρι‐ κὸς αἶνος, Συβαριτικὸς λόγος, Κύπριος, Λιβυκὸς αἶνος, Μαισωνικὴ παροιμία· μάρσιπος. Αἶνος μὲν οὖν ἐστὶ κατ’ ἀνάπλασιν μυθικὴν ἀναφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν ἐπὶ ἀνθρώπων παραίνεσιν. Καὶ ἀπὸ ζώων μὲν, | |
15 | ὡς παρ’ Ἀρχιλόχῳ, Αἶνός τις ἀνθρώπων ὅδε Ὡς ἆρ’ ἀλώπηξ κἀετὸς ξυνωνίην Ἔμιξαν. ἀπὸ δὲ φυτῶν, | |
20 | Ἄκουε δὴ τὸν αἶνον· ἔγ κοτε Τμώλῳ Δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοὶ λέγουσι θέσθαι. Εἰκὸς δὲ καταχρηστικώτερον παρ’ Ὁμήρῳ αἶνος, ὁ μηδε‐ τέρου τούτων μετέχων, ὅτε ἐνδεικνυμένου Ὀδυσσέως χλαί‐ | 178 |
25 | νης ὡς χρῄζει ὁ Εὔμαιός φησιν, Ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέ‐ λεξας. Οἱ δ’ ἄλλοι τῶν κατειλεγμένων ὀνόματι μὲν διαφέρειν, δυνάμει δ’ εἰσὶν ἐμφερεῖς. Αἰσώπειος μὲν γὰρ λέγεται ὁ | |
30 | ἀπὸ ἀνδρὸς Αἰσώπου πλεονάσαντος ἐν τῷ τοιούτῳ εἴδει τοῦ μύθου, οὐχ εὑρόντος, ὡς ἐν ποιητικῇ μέτρον Ἀρχε‐ βούλειον ἢ καὶ Ἀριστοφάνειον, ἃ λέγεται οὐχ εὑρημένα ὑπὸ τῶν ἀνδρῶν, ἀλλὰ παρὰ τούτοις κατακορέστερον ἐν τῇ ποιήσει τεταγμένα. Καρικὸς δὲ αἶνος λέγεται, ὃν | |
35 | ἀναφέρουσιν εἰς γένει Κᾶρα ἄνδρα· τοῦτον γὰρ ἁλιέα τυγ‐ χάνοντα χειμῶνος θεασάμενον πολύποδα εἰπεῖν· «Εἰ μὲν ἀποδὺς κολυμβήσαιμι ἐπ’ αὐτὸν ῥιγώσω, ἐὰν δὲ μὴ λάβω τὸν πολύποδα, τῷ λιμῷ τὰ παιδί’ ἀπολῶ.» Κέ‐ χρηται δὲ τῷ λόγῳ τούτῳ καὶ Τιμοκρέων ἐν μέλεσι, καὶ | |
40 | Σιμωνίδης δ’ αὐτοῦ μνημονεύει ἐν τῷ εἰς Ὄριλλαν Ἐπινι‐ κίῳ. Ὁ Συβαριτικὸς δὲ λέγεται εἶναι τοιοῦτος ὁποῖον Ἀριστοφάνης ἐν Σφηξὶν, ὡς ἀνδρὶ Συβαρίτῃ ἀπείρῳ ἱπ‐ πικῆς ἐφ’ ἅρμα ἀναβάντι συνέβη κατενεχθέντι συντριβῆ‐ | |
ναι, φίλον δ’ αὐτῷ παρόντα φάναι τὸ | 179 | |
45 | ἕρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην. Ὁ δὲ Κύπριος προσηγόρευται διὰ τὸ παρὰ Κυπρίοις λέγεσθαι ὡς ἐπιχώριος. Κέχρηται δὲ καὶ τούτῳ Τιμο‐ κρέων ἐμφαίνων ὡς οἱ ἄδικα πράσσοντες καὶ ἐς ὕστερον τῶν προσηκόντων τυγχάνουσι. Καὶ γὰρ τῷ Ἀδώνιδι ἐν | |
p1(50) | Κύπρῳ τιμηθέντι ὑπὸ τῆς Ἀφροδίτης μετὰ τὴν τελευτὴν οἱ Κύπριοι ζώσας ἐνίεσαν περιστερὰς, αἱ δ’ ἀποπτᾶσαι καὶ διαφυγοῦσαι αὖθις ἀδοκήτως εἰς ἄλλην ἐμπεσοῦσαι πυρὰν διεφθάρησαν. Λιβυκὸς δὲ αἶνος ἀπὸ τοῦ ἔθνους εἰρῆσθαι λέγεται, ἀπὸ Λίβυός τινος· οἱ δὲ Κύ‐ | |
55 | βισαν εὑρέτην γενέσθαι τοῦ εἴδους τούτου, ὡς Αἰσχύλος διασαφεῖ, ὧδ’ ἐστὶ μύθων τῶν Λιβυκῶν τὸ κλέος. | |
1.1 | Ἀβύδηνον ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν εἴωθε τάττεσθαι. Ἔθος γὰρ τοῖς Ἀβυδηνοῖς μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προσάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχημένοις. Κεκραγότων δὲ τῶν παίδων καὶ θο‐ | |
5 | ρύβου γενομένου, ἀηδίαν πολλὴν εἶναι τοῖς δαιτυμόσιν. | |
1.2 | Ἅβρωνος βίος: Ἅβρων τις ἐγένετο πλούσιος | |
καὶ ἁβροδίαιτος. Ὅθεν ἡ παραβολὴ ἐπὶ τῶν πολυτελῶν τάττεται. Ταῦτα καὶ, Σικελικὴ τράπεζα· καὶ, Συ‐ βαριτικὸς βίος. | 180 | |
1.3 | Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κα‐ κοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ, οἵτινες καὶ τὸν Δία ἐξαπατῆσαι πεπείρανται. Ὁμοία τῇ, Λύκων δεκάς· καὶ, Κρωβύλου ζεῦγος. | |
1.4 | Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων· ὁμοία τῇ, Δέχεται καὶ βῶλον ἀλήτης. | |
1.5 | Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον: | |
1.6 | Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν· Ἀγαμέμνων γὰρ τὴν αὑτοῦ ἐβούλετο θυσιάσαι θυγατέρα· ἢ ὅτι βοῦν αὐτοῦ θύοντος ἔφυγε καὶ μόλις κρατηθεὶς εἰσήχθη. | |
1.7 | Ἀγαθώνειος αὔλησις: ἡ μαλθακὴ καὶ μήτε χλιαρὰ μήτε πικρὰ, ἀλλ’ ἡδίστη. | |
1.8 | Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων ἡ παροιμία· ἐπ’ αὐτῆς γὰρ ἐκάθισεν ὅτε τὴν κόρην ἐζήτει ἡ Δημήτηρ. Ὁμοία, Στεγανώτερος Ἀρεοπαγίτου. Καὶ, Ἐς Τροφωνίου μεμάντευσαι. | |
1.9 | Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν ἀπὸ τῶν οὐ προσ‐ | |
ηκόντων πλουτούντων. Προδότης γάρ τις τῶν Κιλίκων Μίλητον προδοὺς, ηὐπόρησεν. Ὅμοιον, Ἀπὸ νεκρῶν φορολογεῖν. | 181 | |
1.10 | Ἀγαθῶν θάλασσα: ἐπὶ πλήθους ἀγαθῶν. Ὡς καὶ τὸ, Ἀγαθῶν σωρὸς, καὶ, Ἀγαθῶν μυρμη‐ κία. Ἐπὶ πλήθους γὰρ εὐδαιμονίας καὶ τοῦτο. Τὰ ἐναντία· Κακῶν Ἰλιὰς, καὶ, Λέρνη κακῶν. | |
1.11 | Ἁγνότερος πηδαλίου: ἐπὶ τῶν ἁγνῶς βεβιωκό‐ των. Παρόσον ἐν θαλάσσῃ ἐστὶν ἀεὶ τὸ πηδάλιον. | |
1.12 | Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὑποθε‐ τική. Ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. Ὅμοιόν | |
ἐστι, Κἀν μύρμηκι χολή. | 182 | |
1.13 | Ἀγναμπτότερος βάτου αὔου: ἐπὶ τοῦ ξηροῦ καὶ αὐθάδους τὸν τρόπον. | |
1.14 | Ἀδώνιδος κῆποι: ἐπὶ τῶν ἀώρων καὶ μὴ ἐῤῥι‐ ζωμένων. Ἐπειδὴ γὰρ Ἄδωνις ἐρώμενος ὢν, ὡς ὁ μῦ‐ θος, τῆς Ἀφροδίτης, προήβης τελευτᾷ, οἱ ταύτῃ ὀρ‐ γιάζοντες, κήπους εἰς ἀγγεῖά τινα φυτεύοντες ἢ φυτεύου‐ | |
5 | σαι, ταχέως ἐκείνων διὰ τὸ μὴ ἐῤῥιζῶσθαι μαραινομένων, Ἀδώνιδος αὐτοὺς ἐκάλουν. | |
1.15 | Αὐλὸν σάλπιγγι συγκρίνεις: ἐπὶ τῶν τὰ ἐλάττω τοῖς μείζοσι συγκρινόντων. Τέττιγι μέλιτταν συγκρίνεις, κατὰ φωνήν. | |
1.16 | Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδιότων. | |
1.17 | Ἀληλεσμένος βίος καὶ μεμαγμένος: ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου. | |
1.18 | Ἄσπαρτα καὶ ἀνήροτα: ἐπὶ τοῦ ὁμοίου. | |
1.19 | Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἐνδελεχῶς αἰ‐ τούντων τι, ἢ ἐπὶ τῶν συνεχῶς δανειζομένων. Οἱ γὰρ παλαιοὶ βαλάνοις ἔζων· πρὸς οὖν τοὺς περισκοποῦντας τὰς δρῦς εἴτε πλήρεις εἶεν εἴτε κεναὶ, Ἄλλην δρῦν βαλά‐ | 183 |
5 | νιζε, ἔλεγον. | |
1.20 | Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν ἐπ’ ἀμεί‐ νονα βίον μεταβαλλομένων. | |
1.21 | Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν κινδύνοις ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος ἅλας ἄγοντος ἀπο‐ καθευδήσαντος, συνέβη τὴν ἀντλίαν ἐπαναβῆναι καὶ τῆξαι τὸν ἅλα. | |
1.22 | Ἄιδεις ὡς εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ὁμοίου. | |
1.23 | Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπε‐ σθαι: ὅτι προσήκει ἐξομοιοῦν ἑαυτὸν ἐν οἷς ἂν γένοιτο τόποις. Εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων· οὗτοι γὰρ ᾗ ἂν πλησιάσωσι πέτρᾳ, φόβου κατεπείγοντος, εἰς τὸ αὐ‐ | |
5 | τῆς εἶδος τὸ ἑαυτῶν μεταβάλλουσιν. Ὅμοιον, Πολύπο‐ δος πολυχρόου νόον ἴσχε. | |
1.24 | Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς διηνεκῶς προσπα‐ λαιόντων. Ἀζάναι γὰρ τόπος σκληρὸς, περὶ ὃν πονοῦν‐ τες οἱ γεωργοὶ οὐδὲν πορίζονται. | |
1.25 | Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ τῶν ἑαυτῶν κακῷ. Ἀνάγυρος γάρ τις ἥρως ἐπιχώριος τοὺς γειτονοῦντας ἐκ βάθρων ἀνέτρεψεν, ἐπειδὴ τὸ ἡρῷον | |
αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. | 184 | |
1.26 | Ἀντρώνιος ὄνος: ἐπὶ τῶν μεγάλων καὶ ἀγρίων καὶ ἀνενεργήτων. Ἐν Ἄντρωνι γὰρ, ὥς φησι Φερεκρά‐ της, μεγάλοι ὄνοι ἐγένοντο. Ἀχαρνικοὶ ὄνοι: ἐπὶ τῶν αὐτῶν. | |
1.27 | Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναν‐ τίως γενομένων ἢ λεγομένων. Οἷον, εἰ ὁ πόρνος τὸν σώφρονα λέγει πόρνον. | |
1.28 | Ἀράβιος αὐλητής: ἐπὶ τῶν ἀεὶ λαλούντων. Μετῆκται δὲ ἀπό τινος Ἀραβίου αὐλητοῦ, ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. | |
1.29 | Ἀρκάδας μιμούμενος: ἐπὶ τῶν ἄλλως πονούν‐ των. Πολλὰ γὰρ οἱ Ἀρκάδες πολεμήσαντες οὐδεμίαν νί‐ κην ἰδίαν πώποτε ἔσχον. | |
1.30 | Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυ‐ σιτελὲς ἐχόντων· πετρώδης γὰρ ἡ Σκῦρος. | |
1.31 | Αἰθὴς πέπλος: ἐπὶ τῶν ὑπεκκαιόντων καὶ στά‐ σεις ἐγειρόντων καὶ διαβολάς. Δηϊάνειρα γὰρ πέπλον | |
πέμψασα Ἡρακλεῖ, τούτῳ διέφθειρεν αὐτόν. | 185 | |
1.32 | Αἵμασι κλαίειν: καθ’ ὑπερβολὴν, οὐ δακρύοις, ἀλλ’ αἵματι κλαίειν. | |
1.33 | Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων τι‐ νὰς νικᾶν, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων. | |
1.34 | Αἱ Χάριτες γυμναί: ὅτι δεῖ ἀφειδῶς χαρίζεσθαι. | |
1.35 | Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροσδοκήτως ἐπὶ τοῖς ἁμαρτήμασι κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ἰδὼν ἐμαρτύρατο. Χρόνῳ δὲ οἱ λῃσταὶ θεώμενοι ἐν θεάτρῳ γεράνους ὑπεριπταμένους, | |
5 | Αἱ Ἰβύκου γέρανοι, ἔλεγον. Εἶτα ἁλόντες καὶ ἀνα‐ κριθέντες ἐκολάσθησαν. | |
1.36 | Αὐτοὶ χελώνας ἔσθεθ’, οἵπερ εἵλετε: ἐπὶ τῶν ἐξ ἀβουλίας τι πραττόντων, εἶτα βοηθείας δεομένων. Ἁλιεῖς γὰρ χελώνην ἀνασπάσαντες ἐμέριζον· τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τοῦτο ἐφθέγξατο. | |
1.37 | Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκόων. | |
1.38 | Αἰθέρα νήνεμον αἱρήσεις: ἐπὶ τῶν μάτην πονούντων. | |
1.39 | Ἄϊδος κυνῆ: ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διά τινος μηχανῆς. Τοιαύτη γὰρ ἡ τοῦ Ἄϊδος κυνῆ, ᾗ Περ‐ σεὺς χρησάμενος τὴν Γοργὼ ἐδειροτόμησεν. | |
1.40 | Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δώματι παίζει: ἐπὶ τῶν οὔπω τεχθέντων ἢ γεγονότων, ἀλλ’ | |
ἀτελῶν ὄντων, καὶ τὰ τῶν τελείων θελόντων ποιεῖν. | 186 | |
1.41 | Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. | |
1.42 | Ἀφύων τιμὴ: ἐπὶ τῶν ἐν μικροῖς παρ’ ἄλλων τιμωμένων. | |
1.43 | Ἀνίπτοις χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τοῖς ἱεροῖς ἐγχειρούντων. | |
1.44 | Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν· Τέλ‐ λην γὰρ αὐλητὴς ἐγένετο, ὃς παίγνια κατέλιπε χάριν ἔχοντα. | |
1.45 | Αἰθίοπα σμήχεις: δῆλον τὸ τοιοῦτον. Ὁμοῖα, Χύτραν ποικίλλεις, ὠὸν τίλλεις. | |
1.46 | Αἰσώπειον αἷμα: ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδε‐ σιν ἐνεχομένων· ἐπειδὴ τοῖς Δελφοῖς ἀδίκως ἀνελοῦσι τὸν | |
Αἴσωπον ὠργίσθη ὁ θεός. | 187 | |
1.47 | Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι: ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ μικρῶν. Ἐρωτώντων γὰρ τινῶν, τίνες κρείττους τῶν Ἑλλήνων; τοῦτο ἀντεφθέγξαντο· Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι. | |
1.48 | Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: τοῦτό φασιν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν, φάσκουσαν αὐτὸν φιλεῖν παρὰ πάντας ἀνθρώπους. | |
1.49 | Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμού‐ σων· οὐκ ᾄδουσι γὰρ οἱ ἐκεῖσε τέττιγες. Ὅμοιον· Βά‐ τραχος Σερίφιος, ἐπὶ τῶν αὐτῶν. Οὐκ ᾄδουσι γὰρ οἱ ἐν Σερίφῳ βάτραχοι. | |
1.50 | Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μὲν προσ‐ ποιουμένων, οὐκ εἰδότων δέ. Ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον. Ὅθεν καὶ τοὺς ἀποῤῥήτων κοινωνοῦντας τοὺς περὶ ἅλα καὶ κύαμον ἔλεγον. | |
1.51 | Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐπὶ τῶν τὰ ἀπόῤῥητα μυουμένων· οἱ γὰρ Ἀττικοὶ ἐν Ἐλευσῖνι ἐπετέλουν τὰ τῆς Δήμητρος μυστήρια. | |
1.52 | Αἲξ τὴν μάχαιραν: ἐπὶ τῶν ἑαυτοῖς λανθανόν‐ τως κακόν τι ἐπισπωμένων. Εἴληπται δὲ ἐξ αἰτίας τοι‐ αύτης· Κορίνθιοι αἶγα τῇ Ἥρᾳ ἔθυον· κρυψαμένων δέ τινων τὴν μάχαιραν, ἡ αἲξ τοῖς ποσὶ σκαλεύουσα ἀνέφη‐ | |
5 | νεν. Ὅμοιον, Κορώνη τὸν σκορπίον, Κόνιν φυ‐ σᾷς, Εὖ κείμενον κακὸν κινεῖς, Λέοντα νύσ‐ σεις, Ἀνάγυρον κινεῖς. | 188 |
1.53 | Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων. Χρησμὸς γὰρ ἐδόθη Λακεδαιμονίοις, ἄδακρυν μάχην νικῆσαι· ὅθεν οὐδὲ εἷς τηνικαῦτα τούτων ἀπέθανεν. | |
1.54 | Ἀδράστεια Νέμεσις: ἐπὶ τῶν πρότερον δοκη‐ σάντων μὲν προβήσεσθαι τὸ πρᾶγμα καλῶς, ἀποσφαλέν‐ των δέ. ἀπὸ Ἀδράστου τοῦ † Θήβαις στρατεύσαντος καὶ μεγάλως σφαλέντος. Τὸ αὐτὸ καὶ, Καδμεία νίκη. | |
1.55 | Ἀδδηφάγον ἅρμα: ἐπὶ τῶν γαστριμάργων. | |
1.56 | Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ κορύδου νεάζοντος. Ὅμοιον· Ῥόδον ἀνεμώνῃ συγκρίνεις, Καρκίνον δασύπο‐ δι, Θρίπας ἀετῷ, καὶ, Χελώνην πηγάσῳ. | |
1.57 | Ἀκεσσαίου σελήνη: ἐπὶ τῶν εἰς χρόνον ἀνα‐ βαλλομένων πρᾶξαί τι. Ἦν δὲ κυβερνήτης, ὃς ῥᾴθυμος ὢν, ἔλεγε διὰ παντὸς ἀναμένειν σελήνην, ἵνα ἐν φωτὶ ὁ πλοῦς αὐτῷ γένηται. | 189 |
1.58 | Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων· ἢ ἐπὶ τῶν ἀξίως τιμω‐ μένων. | |
1.59 | Αἰτναῖος κάνθαρος: ἐπὶ τῶν τῷ σώματι με‐ γάλων. | |
1.60 | Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: δήλη ἡ παροιμία. Καὶ ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἵενται. | |
1.61 | Ἀεὶ κολοιὸς πρὸς κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προσομιλούντων. Συνδυαστικὰ γὰρ καὶ συν‐ αγελαστικὰ τὰ ζῶα. | |
1.62 | Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα βελτίονα δίαιταν μεταβαλλομένων. Τῶν γὰρ βαλάνων οἱ παλαιοὶ παυσά‐ μενοι μετεῖχον σίτου καὶ οἴνου. | |
1.63 | Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν καὶ | |
κραταιῶν ἡ παροιμία. | 190 | |
1.64 | Ἀμαλθείας κέρας: ἐπὶ τῶν πάντα τὰ καλὰ ἐν ἑαυτοῖς κεκτημένων. Ῥέα γὰρ τεκοῦσα τὸν Δία, ἔδωκεν Ἀμαλθείᾳ τρέφειν, διὰ τὸ μὴ ὑπὸ Κρόνου καταβρωθῆ‐ ναι τοῦ ἰδίου πατρός. Ἡ δὲ αἰγὶ αὐτὸν ὑπέβαλεν. Ὁ | |
5 | τοίνυν Ζεὺς μετὰ τὸ κατάξαι τῶν οὐρανῶν τὸν πατέρα, ἐγκρατὴς γενόμενος τῆς βασιλείας, τὴν μὲν αἶγα κατη‐ στέρισε· τὸ δὲ ἕτερον τῶν κεράτων αὐτῆς ἀφελὼν παρ‐ έσχε τῇ Ἀμαλθείᾳ, παρασκευάσας γίνεσθαι αὐτῇ διὰ τοῦ κέρατος ὃ ἂν αἰτήσοι. | |
1.65 | Ἀετὸν ἵπτασθαι διδάσκεις: φανερὰ ἡ παρ‐ οιμία. Ὅμοιον, Δελφῖνα νήχεσθαι διδάσκεις. Καὶ, Ἵππον εἰς πεδίον. Ταχύτερος γάρ ἐστιν ἐν | |
προσομάλῳ τόπῳ. | 191 | |
1.66 | Ἀττικὸς εἰς λιμένα: ἐπὶ τῶν μετὰ σπουδῆς ὃ ἐπίστανται ποιούντων. Οἱ γὰρ Ἀττικοὶ μέλλοντες ἀπαίρειν πρὸς μάχην καὶ τοῦ λιμένος ἐξιόντες, μετὰ σφοδρότητος ἤλαυνον πρὸς ἐπίδειξιν τῶν οἰκείων ὁρώντων. | |
1.67 | Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυσαλώτων· οὐ γὰρ ἁλίσκεται ἀετὸς ἐν νεφέλαις. | |
1.68 | Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν προσεξευ‐ ρισκόντων ἀεὶ νεώτερόν τι κακὸν καὶ κακούργων. | |
1.69 | Ἀμνία θερίζειν: ἐπὶ τῶν χρόνῳ ὕστερον τιμω‐ ρουμένων. Ὅταν γὰρ ἀμνία ᾖ, οὐκ ἀποκείρεται. | |
1.70 | Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν: ἐπὶ τῶν καταφρονούντων τινῶν. Ὅμοια, Πολλῶν ἐγὼ θρίων ψόφους ἀκήκοα· Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται· | |
5 | Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσεις. | |
1.71 | Ἀετὸς θρίπας ὁρῶν: ἐπὶ τῶν ἀφροντιστούν‐ | |
των τῶν μικρῶν. | 192 | |
1.72 | Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων. | |
1.73 | Ἀνδραποδώδης θρίξ: ἐπὶ τῶν ἠλιθίων· Πλά‐ των· Ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας ὑπ’ ἀμουσίας. | |
1.74 | Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. | |
1.75 | Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. Κροῖσος γὰρ ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον. | |
1.76 | Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱ‐ ρουμένων ἀντὶ τῶν βελτιόνων. | |
1.77 | Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ. | |
1.78 | Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία: ἐπὶ | |
τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων. | 193 | |
1.79 | Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: δήλη ἡ λύσις. | |
1.80 | Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσδοκήτως ὑφ’ ἑτέρων σωζομένων. | |
1.81 | Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, κακὰ δὲ ἀντιλαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος. | |
1.82 | Ἀνέμου πεδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κού‐ φων εἴρηται. | |
1.83 | Ἂν ἡ λεοντῆ μὴ ἐξικῆται, τὴν ἀλωπεκῆν πρόσαψον: ὅτι ἐὰν μὴ φανερῶς δύνῃ ἀμύνασθαι, παν‐ ουργίᾳ χρῆσαι. | |
1.84 | Ἀντιπελαργεῖν: ἐπὶ τῶν τὰς χάριτας ἀνταπο‐ διδόντων. Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν. | |
1.85 | Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων. Πᾶν γὰρ τὸ σῶμα τῶν γερόντων ἀσθενές. | |
1.86 | Ἀνδρὸς γέροντος μήποτ’ ἐς πυγὴν ὁρᾶν: ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων. | |
1.87 | Ἀντλεῖν ἀμφοτέραις: λείπει, χερσίν. Ἡ παροιμία δήλη. | |
1.88 | Ἀνέμους γεωργεῖν: πρὸς τοὺς πονοῦντας καὶ | |
μηδενὸς μεταλαγχάνοντας. | 194 | |
1.89 | Ἀντὶ κακοῦ κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν καλὰ ἀντὶ κακῶν ἀνταποδιδόντων. | |
1.90 | Ἄνθρακες ὁ θησαυρός: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπι‐ σαν διαψευσθέντων. Ὡς ὁ Λουκιανός· Ἄνθρακάς μοι τὸν θησαυρὸν ἀπέφηνας. | |
1.91 | Ἄξιος τοῦ παντὸς: ἐπὶ τῶν σφόδρα τιμίων. | |
1.92 | Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν καὶ αἰδημόνων. Οἱ γὰρ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατὰ νόμιμον παλαιὸν τὰς ἀσπίδας φέροντες πομπεύουσιν. | |
1.93 | Ἄξιος τριχός: ἐπὶ τῶν εὐτελῶν. | |
1.94 | Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν: ἐπὶ τῶν ἀπὸ εὐτελῶν μὲν, ἐνδόξων δὲ γενομένων ἐκείνων. | |
1.95 | Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμαργούντων· ἀπὸ τῶν περὶ τὰς Δαναΐδας πίθων. | |
1.96 | Ἀφ’ ἵππων ἐπ’ ὄνους: ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς τὰ ἄσεμνα ἡκόντων, οἷον ἀπὸ γραμματικῆς ἐπὶ ἡνιο‐ χευτικὴν, ἢ ἄλλο τι τῶν οὐ σεμνῶν. | |
1.97 | Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυσκόλων περιγινομένων. | |
1.98 | Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀπὸ χειρόνων εἰς κρείττονα. | |
1.99 | Ἀντ’ εὐεργεσίας Ἀγαμέμνονα δῆσαν | |
Ἀχαιοί: ἐπὶ τῶν ἀχαρίστων. | 195 | |
1.100 | Ἁλώνητον ἀνδράποδον: τὸ εὐτελὲς, τὸ πρὸς ἅλας ὠνηθέν. Ὅθεν καὶ Μένανδρος· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ὠνημένος. | |
2.1 | Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηνῶν, πολλὰ προχείρως ἐπαγγελλόμενος. | |
2.2 | Ἄριστα χωλὸς οἰφεῖ: φασὶν ὅτι αἱ Ἀμαζόνες τοὺς γεννωμένους ἄῤῥενας ἐπήρουν. Ὅθεν πολεμοῦντες αὐταῖς οἱ Σκύθαι, καὶ βουλόμενοι αὐτὰς ἐξαπατῆσαι, ἔλεγον ὅτι συνέσονται αὐταῖς εἰς γάμον ἀπήρωτοι καὶ οὐ | |
5 | λελωβημένοι, ὡς τῶν ἐκείνων ἀνδρῶν λελωβημένων ὄν‐ των. Ἐξ ὧν ἀποκριθεῖσα ἡ ἡγεμὼν τῶν Ἀμαζόνων, Ἄριστα, φησὶ, χωλὸς οἰφεῖ, ἀντὶ τοῦ συνουσιάζει. | |
2.3 | Ἀκεσίας ἰάσατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμέ‐ νων. Καὶ Ἀριστοφάνης· Ἀκεσίας τὸν πρωκτὸν | |
ἰάσατο. | 196 | |
2.4 | Ἀκκίζεσθαι: Ἀκκὼ γυνή τις ἐπὶ μωρίᾳ διαβαλ‐ λομένη, ἥτις ἐσοπτριζομένη τῇ οἰκείᾳ σκιᾷ ὡς ἑτέρᾳ διε‐ λέγετο. | |
2.5 | Ἄκουε τοῦ τέτταρα ἔχοντος ὦτα: ἐπὶ τῶν πολλὰ εἰδότων καὶ πολλὰ ἀκουόντων· τὸν γὰρ Ἀπόλλωνα Λακεδαιμόνιοι τετράωτον ἵδρυσαν. | |
2.6 | Ἀκίνητα κινεῖς: ὅτι οὐ δεῖ κινεῖν, οὐ βωμοὺς, οὐ τάφους. | |
2.7 | Ἀκεσαίου καὶ Ἑλικῶνος ἔργα: ἐπὶ τῶν θαύ‐ ματος ἀξίων· οὗτοι γὰρ τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέ‐ πλον ἐδημιούργησαν. | |
2.8 | Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τροφῇ πολλῇ χρωμέ‐ νων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων. Ὅμοιον, διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι. | |
2.9 | Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· Ἀκέφαλον ἑκὼν καταλίποιμι μῦθον. | |
2.10 | Ἄκρῳ ἅψασθαι δακτύλῳ: ἐπὶ τῶν οὐκ ἀκρι‐ βῶς ἠσκημένων. | |
2.11 | Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: δήλη ἡ παροιμία. Φίλοι γὰρ ἐκ τούτων γινόμεθα. | |
2.12 | Ἅλμη οὐκ ἔνεστιν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς καὶ ἀναρτύτου. | |
2.13 | Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ | |
ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. | 197 | |
2.14 | Ἀλλ’ οὐδὲν δεῖ περὶ τὸν βωμὸν τὰς ἐπι‐ νοίας: ὅτι οὐ δεῖ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι. Οἱ γὰρ τὰ ἱερεῖα προσάγοντες οὔκουν μετὰ τὸ καλλιερῆ‐ σαι βουλεύονται. | |
2.15 | Ἀλλ’ οὐκ αὖθις ἀλώπηξ: λείπει τὸ, ἁλώσεται. Ἐπὶ τῶν πονηρῶν δέ. | |
2.16 | Ἄλλο γλαῦξ, ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων, ἀλλ’ ἐριζόντων τοῖς κρείττοσιν. | |
2.17 | Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. | |
2.18 | Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. | |
2.19 | Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων. | |
2.20 | Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι: οἱ μὲν γὰρ λάλοι, οἱ δὲ φάγοι. | |
2.21 | Ἄλλα μὲν Λεύκωνος ὄνος φέρει, ἄλλα δὲ Λεύκων: ἐπὶ τῶν ἀσυμφώνους τοὺς λόγους τοῖς ἔργοις παρεχομένων. Λεύκων γάρ τις γεωργὸς, μέλιτος ἀσκοὺς εἰς φορμὸν ἐμβαλὼν, ἐκόμιζεν εἰς Ἀθήνας, κριθὰς τοῖς | |
5 | φορμοῖς ἐμβαλὼν, ὡς ὀλίγον εἰσπραχθησόμενος τέλος. Τοῦ δὲ ὄνου πεσόντος οἱ τελῶναι βοηθῆσαι βουλόμενοι ἔγνωσαν ὅτι μέλι ἐστὶν, καὶ τοῦτο ἔφησαν. | |
2.22 | Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπεισρέει: ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων. | |
2.23 | Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν | |
εἰς ἀγαθὰ μεταβαινόντων. | 198 | |
2.24 | Ἅμ’ ἔπος, ἅμ’ ἔργον: ἐπὶ τῶν ὀξέως καὶ τα‐ χέως ἀνυομένων. | |
2.25 | Ἀμελοῦς γωνία: ἐπὶ τῶν ῥᾳθύμως καὶ ἀργῶς καθημένων. Ἔστι γὰρ χωρίον Λιβύης ἐν ἀποκρύφῳ Ἀμε‐ λοῦς γωνία καλούμενον. | |
2.26 | Ἀμουσότερος Λειβηθρίων: ἐπὶ τῶν ἀπαιδεύ‐ των. Λειβήθριον γὰρ ὄρος † Πιερικὸν, οὔτε μέλους ἁπλῶς, οὔτε ποιήματος ἔννοιαν λαμβάνον. | |
2.27 | Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀδυνάτων. | |
2.28 | Ἀνέμους θηρᾶν ἐν δικτύοις: ἐπὶ τῶν ὁμοίων. | |
2.29 | Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ταχέως ἐπιλανθανομένων τῆς χάριτος. | |
2.30 | Ἄμμες ποτ’ ἦμεν: Λακωνικὴ παραβολὴ, ἀντὶ τοῦ, Ἡμεῖς ποτ’ ἦμεν. Τριῶν γὰρ χορῶν ὄντων, ὁ μὲν τῶν παλαιῶν τοῦτ’ ἔλεγεν· ὁ δὲ τῶν νεωτέρων καὶ ἀκμα‐ | |
ζόντων, | 199 | |
5 | Ἄμμες δέ γ’ εἰμές· αἱ δὲ λῇς, αὐγάσδεο· ὁ δὲ τῶν νηπίων καὶ οὔπω ἀκμαζόντων, Ἄμμες γέ γ’ ἐσσόμεσθα πολλῷ κάῤῥονες. | |
2.31 | Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: ἐπὶ τῶν μετὰ τὸ ἁμαρτῆσαί τινος πράγματος συνιέντων. Ἁλιεὺς γὰρ ἁλι‐ σκομένους ἰχθῦς μετεχειρίζετο, καί ποτε πληγεὶς, Νοῦν οἴσω, φησίν· ὅμοιον δέ ἐστι τῷ παρ’ Ἡσιόδῳ, Πα‐ | |
5 | θὼν δέ τε νήπιος ἔγνω. | |
2.32 | Ἀπώλεσας τὸν οἶνον, ἐπιχέας ὕδωρ: ἐπὶ τῶν τοῖς καλοῖς τὰ χείρονα προσμιγνύντων· ἐν Κύκλωπος γὰρ δράματι λεγομένῳ οὕτω φησὶ πρὸς Ὀδυσσέα Πολύ‐ φημος. | |
2.33 | Αἲξ Σκυρία: ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόν‐ των. Ἀνατρέπει γὰρ τὸ ἀγγεῖον ἀμελχθεῖσα. | |
2.34 | Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη: ἔμπορός τις ἅλας ἄγων καὶ καθευδήσας, ἀπώλεσεν αὐτὸ τῆς ἀντλίας ἐπαναβάσης. Λέγεται οὖν ἐπὶ τῶν τὰ ἅπερ προσεπόρισαν καὶ ἐχαρίσαντο ἀπολλύντων. | |
2.35 | Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων ἐπί τινι. Οἱ γὰρ Πάριοι ὁμολογήσαντες παραδώσειν Ἀθηναίοις τὴν πόλιν, ὕστερον μετέγνωσαν. | 200 |
2.36 | Ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν πειρωμένων. Ἔφησε γὰρ ὁ θεὸς Σπαρτιάταις, τότε ἀπολεσθῆναι, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν. | |
2.37 | Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν συγκρινόντων τὰ ἥττονα τοῖς κρείττοσιν. Ὡς εἴ τις διὰ γλαυκότητα τῇ Ἀθηνᾷ τὸν αἴλουρον συμβάλλοι. | |
2.38 | Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐπὶ τῶν καθ’ ἑαυτοὺς συλλεγομένων καὶ πραττόντων τι ἀπόῤῥητον. Κρύφα γὰρ κἀκεῖνα ἐτέλουν. | |
2.39 | Αὐτῷ κανῷ: ἐπὶ τῶν ἄρδην τι λυμαινομένων. Τὰ γὰρ δεῖπνα ἐπὶ κανῶν κομιζόμενα ἥρπαζόν τινες αὐτῷ κανῷ. Ὅμοιον, | |
2.40 | Ἑστίᾳ θύειν: ἐπὶ τῶν κρύφα πραττόντων. Οἱ γὰρ Ἑστίᾳ θύοντες οὐδὲν ἐξέφερον τῆς θυσίας. | |
2.41 | Ἀφύα ἐς πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων. Τάχιστα γὰρ ἡ ἀφύα ἕψεται. | |
2.42 | Ἀτρέως ὄμματα: ἐπὶ τῶν τὰ πάντα ὁρώντων, καὶ [οὓς] οὐκ ἔστι λαθεῖν· οἱονεὶ ἄτρεπτα καὶ σκληρά. | |
Εἴρηται δὲ ἐπεὶ οὐκ ἔλαθε Θυέστης μοιχεύων τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ δειπνοῦντι τὰ τέκνα αὐτῷ εἰς βρῶσιν παρ‐ | 201 | |
5 | έθηκεν. | |
2.43 | Ἅιδου πρωκτῷ περιπέσοις: δῆλον. | |
2.44 | Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν κακῶς ὑπό τινων πασχόντων. Τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζει κυλίων ὁ κάνθαρος. | |
2.45 | Ἀγόμενος διὰ φρατόρων κύων: ἐπὶ τῶν ὅπου μὴ δεῖ εὑρισκομένων καὶ τιμωρουμένων. Ἐν γὰρ τοῖς φράτορσι κύων εὑρεθεὶς τιμωρεῖται. | |
2.46 | Ἁγνὴ γάμων: ἐπὶ τῶν σωφρόνων γυναικῶν. Εἰρωνικῶς δὲ καὶ ἐπὶ τῶν μὴ σωφρόνων. Ὅμοιον, Τὸ κανοῦν τῆς θεοῦ φέρει. Αἱ γὰρ ἁγναὶ ἔφερον. | |
2.47 | Ἀγρὸς ἡ πόλις: ἐπὶ τῶν παρανομούντων. Ἐπί‐ χαρμος· Ἀγρὸν τὴν πόλιν ποιεῖς. | |
2.48 | Ἀηδόνες λέσχαις ἐγκαθήμεναι: ἐπὶ τῶν ἀδολεσχούντων. | |
2.49 | Ἀγορὰ λύκειος: ἐπὶ τῶν ταχέως πιπρασκομέ‐ | |
νων. Ἐκ μεταφορᾶς τοῦ ζώου· ἁρπακτικὸν γάρ. | 202 | |
2.50 | Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας: ἐπὶ τῶν ἀεὶ τοῖς αὐτοῖς ἐγκειμένων. Οἱ γὰρ ἐν Σικελίᾳ Λεον‐ τῖνοι περὶ τοὺς πότους ἐσχόλαζον. Φάλαρις δ’ αὐτοὺς καταπολεμήσας εἰς τοὺς κρατῆρας ἔῤῥιψεν· ἀφ’ οὗ ἡ | |
5 | παροιμία. | |
2.51 | Αἱ Οἰδίποδος ἀραί: ἐπὶ τῶν μεγάλως δυστυ‐ χούντων. | |
2.52 | Αἱ λαχάνων προσθῆκαι: ἐπὶ τῶν μηδὲν ὠφε‐ λούντων. ὅμοιον τό· Δαιδάλου πτερά. | |
2.53 | Αἰσχύνομαι μὰ τὴν φιλότητα γηράσκων ἵππος ὑπὸ ζυγὸν, θήλειάν τε τροφὴν ἔχων ὁρᾶ‐ σθαι: ἐπὶ τῶν παρ’ ἀξίαν τὶ ὑπομενόντων ἕνεκα τροφῆς. | |
2.54 | Ἀεὶ τὰ πέρυσι βελτίω: ἐπὶ τῶν κατόπιν ἐν ταῖς χερσὶ γινομένων. Ταπεινούμενοι γὰρ Ἀθηναῖοι κατὰ | |
τὰ Μακεδονικὰ ἐπεφώνουν τι τοιοῦτον. | 203 | |
2.55 | Αἰγύπτου γάμος: ἐπὶ τῶν ἀλυσιτελῶς γαμούντων. | |
2.56 | Ἄλευ’ ἀπὸ μείζονος ἀνδρός: παραινετικὴ ἡ παροιμία. | |
2.57 | Ἄλλο γένος κώπης: ἐπὶ τῶν περὶ τὸ ἦθος ἐνηλλαγμένων. Ἡρακλῆς γὰρ διαπεραιούμενος ἐπὶ τὰς ἐν Ἐρυθείᾳ βοῦς, ἱστίῳ τῇ λεοντῇ ἐχρήσατο, ἱστῷ δὲ τῷ ῥοπάλῳ· ἐφ’ ᾧ καὶ ἐλέχθη. | |
2.58 | Ἄλλ’ εἶ τορέλλη: σκῶμμα γερόντων. Ἐκ τοῦ | |
τορὸς [,σορὸς,] γίνεται. | 204 | |
2.59 | Ἄκουε τἀπὸ καρδίας: ἐπὶ τῶν ἀπαρακαλύπτως ἃ φρονοῦσι διεξιόντων. | |
2.60 | Ἀλλότρια βάλλειν: ἐπὶ τῶν ἀποτυγχανόντων ἢ ἐν τῷ κυβεύειν, ἢ ἐν ἄλλῳ τινί. | |
2.61 | Ἄλλως ἀναλίσκεις ὕδωρ: ἐπὶ τῶν ματαιολο‐ γούντων. Ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις πρὸς ὕδωρ λε‐ γόντων. | |
2.62 | Ἄλλοι μὲν σπείρουσιν, ἄλλοι δὲ ἀμήσον‐ | |
ται: φανερόν. | 205 | |
2.63 | Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν ἀνωφελῶν. Φυτὸν γάρ ἐστιν ἡ ἄγριππος ἄκαρπον. | |
2.64 | Ἄρτι μῦς πίσσης γεύεται: ἐπὶ τῶν νεωστὶ πεῖραν τῶν κακῶν λαμβανόντων. Τὸ γὰρ ζῶον εἰς πίσσαν πίπτον δεινὰ πάσχει. | |
2.65 | Ἀσκῷ μορμολύττεσθαι: ἐπὶ τῶν μάτην φο‐ βούντων. | |
2.66 | Ἄστροις σημαίνεσθαι: ἐπὶ τῶν ἐκ μακροῦ τι | |
ὑπονοούντων. Ἀπὸ τῶν πλοϊζομένων ἡ παραβολή. | 206 | |
2.67 | Ἄτλας τὸν οὐρανόν: ἐπὶ τῶν μεγάλοις τισὶ πράγμασιν ἐπιβαλλομένων καὶ κακῷ τινι περιπιπτόντων. | |
2.68 | Ἁρμοδίου μέλος: ἐπὶ τῶν σκολιῶν. Σκολιὰ γὰρ μέλη ᾖδε. ** Ταυτὸ δὲ καὶ τὸ, Ἀδμήτου μέλος. | |
2.69 | Ἀρκαδίην μ’ αἰτεῖς: ἐπὶ τῶν μεγάλα ἢ ἀσύμ‐ φορα αἰτούντων. | |
2.70 | Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: ἐπὶ τῶν δειλῶν κυνηγῶν. | |
2.71 | Ἀρχαιότερος Ἰβύκου: ἐπὶ τῶν εὐηθῶν. Οὗ‐ | |
τος γὰρ τυραννεῖν δυνάμενος ἀπεδήμησεν. | 207 | |
2.72 | Ἀεὶ γέροντι νέαν ἐπιβάλλειν κούρην: τοῖς πρεσβυτέροις νέαν συνευνάζειν. | |
2.73 | Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων [ἄφρονας.] | |
2.74 | Ἆκις ποταμός: ἐπὶ τῶν ἄγαν ψυχρῶν. Ψυχρὸς γάρ ἐστιν οὗτος. | |
2.75 | Ἀλλότριον ἀμᾷς θέρος: ἐπὶ τῶν κατολιγω‐ ρούντων ἐν τοῖς ἀλλοτρίοις, ἢ τὰ ἀλλότρια καρπουμένων. Ἄλλοι κάμον, ἄλλοι ὤναντο, ὅμοιον. | |
2.76 | Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μή‐ τηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ποτὲ δὲ δυσημε‐ ρούντων. | |
277a | Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον | |
συναλλάσσωμεν. | 208 | |
277b | Ἀμφοῖν χεροῖν: ἐπὶ τῶν ἀφειδεὶ προσκειμένων. | |
2.78 | Ἀξία ἡ κύων τοῦ θρόνου: ἐπὶ τῶν παρ’ ἀξίαν τινὸς τυγχανόντων. | |
2.79 | Ἀργεία φορά: ἐπὶ τῶν συκοφαντῶν. Οἱ γὰρ Ἀργεῖοι φιλόδικοι. | |
2.80 | Ἀττικὴ πίστις: ἐπὶ τῶν πιθανῶν καὶ πιστῶν καὶ εὐόρκων. Ἱδρύσαντο γὰρ οἱ Ἀττικοὶ ἱερὸν Πίστεως. | |
2.81 | Ἀργυραῖς λόγχαις μάχου, καὶ πάντων κρα‐ τήσεις: ἀντὶ τοῦ, διὰ χρυσοῦ πάντας νικήσεις. Φι‐ λίππῳ δὲ ἐδόθη οὗτος ὁ χρησμὸς, αἰνιττομένου τοῦ | |
θεοῦ, ὡς διὰ προδοσίας πάντων κρατήσει. | 209 | |
2.82 | Ἄκων μὲν, ὡς Ζεὺς οἶδεν: ἐπὶ τῶν ἀκόντων ὑπισχνουμένων τι. | |
283a | Ἀπὸ γραμμῆς αὐτῆς: ἐκ μεταφορᾶς τῶν τρε‐ χόντων. | |
283b | Ἀπὸ χοέως σπάσον: παρόσον οἱ μεθύοντες ἀλη‐ θεύουσιν. | |
2.84 | Ἀπὸ μηχανῆς θεὸς ἐπιφανείς: ἐπὶ τῶν ἀπροσ‐ δοκήτως ἐπ’ ὠφελείᾳ τινὶ ἀναφαινομένων. Ἐν γὰρ ταῖς τραγῳδίαις θεοὶ ἐξ ἀφανοῦς ἐπὶ τῆς σκηνῆς ἐφαίνοντο. | |
2.85 | Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ: ἐπὶ τῶν τῇ ἀληθείᾳ χρωμένων. | |
2.86 | Ἀπόλογος Ἀλκινόου: ἐπὶ τῶν φλυάρων καὶ | |
μακροὺς ἀποτεινόντων λόγους. | 210 | |
2.87 | Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυσκόλων, καὶ δυστρόπων· ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐ‐ νούχων. | |
2.88 | Ἅπερ οἱ γῦπες: ἐπὶ τῶν διὰ κληρονομίαν ἢ ὅλως διὰ κέρδος οἱονοῦν παρεδρευόντων τισίν. Οἱ γὰρ γῦπες τοῖς θνησιμαίοις παρεδρεύουσιν. | |
2.89 | Ἀποῤῥαγήσεται τεινόμενον τὸ καλώδιον: ἐπὶ τῶν βίᾳ τι καὶ ἀνάγκῃ ποιούντων. Λουκιανός· καὶ ὅρα μὴ, κατὰ τὴν παροιμίαν, ἀποῤῥήξωμεν πάνυ τείνουσαι τὸ καλώδιον. | |
2.90 | Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ | |
ἀγορεύειν: φανερόν. | 211 | |
2.91 | Ἀρεοπαγίτης: ἐπὶ τῶν σκυθρωπῶν καὶ σιωπη‐ λῶν καὶ ὑπερσέμνων. | |
2.92 | Ἀρᾶς ἱερόν: ἐπὶ τῶν πολλὰ ἀρωμένων ἢ ἐπὶ χρηστοῖς ἢ φαύλοις. | |
2.93 | Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν ἀπαι‐ δεύτων μὲν, δι’ ὑπερβολὴν δὲ πλούτου παῤῥησιαζομένων. | |
2.94 | Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν ἐν τῇ ἀρχῇ οἷοί εἰσι φαινομένων. | |
2.95 | Ἀρχίλοχον πατεῖς: ἐπὶ τῶν λοιδορούντων. Τοι‐ | |
οῦτος γὰρ ὁ Ἀρχίλοχος. | 212 | |
2.96 | Ἄρνα προβάλλει: ἐπὶ τῶν πολεμεῖν αἱρουμένων. Οἱ γὰρ πόλεμον αἴρειν βουλόμενοι κήρυκα ἔπεμπον ἄρνα ἐπιφερόμενον, ὃν ἠφίει ἔνδον ἐνδεικνύμενος, μηλόβοτον αὐτῶν τὴν οὐσίαν ἔσεσθαι καὶ τὴν πόλιν. | |
2.97 | Ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκο‐ πτόντων. Παρῆκται δὲ ἐκ τῆς Ἡσιόδου. | |
2.98 | Ἀρχύτου πλαταγή: ἐπὶ τῶν ἡσυχάζειν οὐ δυ‐ ναμένων· ὁ γὰρ Ἀρχύτας τέκτων ὢν ἐπενόησε πλαταγὴν, ἣν ἐδίδοσαν τοῖς παιδίοις, ἵνα μηδὲν τῶν κατὰ οἰκίαν σκευῶν διασαλεύσωσιν. | |
2.99 | Ἀρχῶν ἄκουε καὶ δικαίως κἀδίκως: ἐκ τῶν τοῦ Σόλωνος ἐλεγείων παραινετική. | |
2.100 | Ἀσκῷ φλαυρίζεις: οἷον· κενῷ σώματι διαμάχῃ· ὡς, Τῷ ἀσκῷ μορμύττεις. Μορμολυκείοις ἐκ‐ φοβεῖς τὸν λέοντα. | 213 |
3.1 | Ἀσεβέστερος Ἱππομένους: διὰ τὸ ἐπὶ θυγα‐ τρὶ μύσος. Καὶ γὰρ αὐτὴν μοιχευθεῖσαν ἵππῳ συγκατέ‐ κλεισεν εἰς θοίνην. Διὰ τοῦτο καὶ τὴν Κοδριδῶν ἀρχήν φασι καταλυθῆναι, ἐξ ὧν ἦν ἐκεῖνος. | |
3.2 | Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν σαθρά τινα καὶ μωρὰ διηγουμένων. Ἡ γὰρ διφθέρα, ἐν ᾗ δοκεῖ ὁ Ζεὺς ἀπογράφεσθαι τὰ γινόμενα, παμπά‐ λαιος. | |
3.3 | Ἀσκὸν δαίρεις: ἐπὶ τῶν ἀνοήτως τι ποιούντων. | |
3.4 | Ἀρχὴν μὲν φῦναι ἐπιχθονίοισιν ἄρι‐ στον· Φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι: ἐπὶ τῶν δυστυχῶς βιούντων. | 214 |
3.5 | Ἀρχὴ πολέμων: ἐπὶ τῶν ἀδικεῖν ἐπιχειρούντων. | |
3.6 | Ἀργούντων χορός: ἐπὶ τῶν ἄτοπά τινα δια‐ πραττομένων. | |
3.7 | Ἀστραπὴ ἐκ πυελίου: ἐπὶ τῶν ἀδυνάτων καὶ εὐτελῶν. Ἡ γὰρ ἐξ ὑδάτων ἢ ἀγγείων ἀστραπὴ ἐν τοῖς τοίχοις γινομένη οὐδὲν δύναται. | |
3.8 | Ἀτενὲς ὁρᾷς: ἐπὶ τῶν φιληδούντων τισίν. Ὥσ‐ περ, Αἲξ εἰς θάλασσαν. | |
3.9 | Ἀτρέμας βοῦς: ἐπὶ τῶν βραδέως συντελούντων. | |
3.10 | Ἄργους λόφος: ἐπὶ τῶν σφόδρα συμφοραῖς ἐνισχομένων. Φόνος γὰρ πολὺς ἐκεῖ συνέβη. | |
3.11 | Ἀττικὸς μάρτυς: ἐπὶ τοῦ πιστοτάτου καὶ ἀλη‐ | |
θεστάτου. | 215 | |
3.12 | Ἀττικὸς ὑπέχει τὴν χεῖρα ἀποθνήσκων: ἐπὶ τῶν φιλαργύρων. Φιλοκερδεῖς γὰρ οἱ Ἀθηναῖοι. | |
3.13 | Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων τετρύγηκας σῖ‐ τον: ἐπὶ τῶν μηδενὸς ἀγαθοῦ μεταλαγχανόντων. | |
3.14 | Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βι‐ ούντων. | |
3.15 | Αὐτόματα ὁ θεὸς ἀνίησι τὰ ἀγαθάς: ἐπὶ τῶν ἀπραγμόνως εὐδαιμονούντων. | |
3.16 | Αὐτὸς αὑτὸν αὐλεῖ: ἐπὶ τῶν ἑαυτοὺς δεικνυόν‐ των τοῖς πράγμασιν, ὁποῖοι εἰσίν. | |
3.17 | Αὑτὸν οὐ τρέφων, κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρους δὲ τρέφειν κατεπαγγελλομένων. | |
3.18 | Αὐτὸς γὰρ εὗρε τοῦ κακοῦ τὴν πιτύαν: οἱονεὶ τὴν πηγήν. Ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων. | |
3.19 | Αὐτὸς ἔφα: ἐπὶ τῶν ἀναφερόντων ἃ λέγουσιν | |
ἐπί τινας. | 216 | |
3.20 | Αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν: ἐπὶ τῶν ἀμοιβῆς τυγχανόντων ὧν πράττουσιν. | |
3.21 | Αὐτὰ δι’ αὐτῶν: ἐπὶ τῶν ἀεὶ τὰ αὐτὰ λεγόντων. | |
3.22 | Αὐτῷ κρητῆρι † γίνῃ κακά: ἐπὶ τῶν οἷς καθ’ ἑτέρων βουλεύονται, τούτοις περιπιπτόντων. | |
3.23 | Ἄφθονοι Μουσῶν θύραι: ἐπὶ τῶν ἥκιστα φθονερῶς διακειμένων ἐν λόγοις. | |
3.24 | Ἀφ’ ὑψηλοῦ μου καταγελᾷς: οἷον, πάνυ μου καταγελᾷς. Ἐπὶ τῶν ἀφ’ ὕψους διαλεγομένων. | |
3.25 | Ἀχνυμένη σκυτάλη: ἐπὶ τῶν λυπηρὰς ἀγγελίας | |
ἀγγελλόντων. Ἐπὶ ξύλου γὰρ ἔθος ἦν εἱλοῦντας τὸ γραφὲν, εἶτ’ ἀφειλοῦντας, οἷς ἐβούλοντο, πέμπειν· οἱ δὲ δεχόμενοι, ἴσῃ σκυτάλῃ ἐφειλοῦντες ἀνεγίνωσκον τὸ | 217 | |
5 | γραμματεῖον. | |
3.26 | Ἄμυρις μαίνεται: ἐπὶ τῶν σωφρονούντων μὲν, δόξαν δέ τισι μανίας παρεχομένων. Ἄμυρις γάρ τις ἀκούσας χρησμοῦ λέγοντος, ὅτι ἕως τότε εὐδαίμονες ἔσον‐ ται Συβαρῖται, ἕως ἀνθρώπους θεῶν προτιμήσουσιν· εἶτα | |
5 | ἰδὼν μαστιγούμενον οἰκέτην ἐν ἱερῷ καὶ οὐδὲν τοῦ ἱεροῦ φροντίζοντα τὸν δεσπότην καὶ διὰ τοῦτο ἀποφυγόντα τὸν δοῦλον εἰς τὸ μνῆμα τὸ πατρῷον τοῦ μαστιγοῦντος καὶ τυχόντα φειδοῦς, συμβαλὼν τὸν χρησμὸν τέλος λαβεῖν, ἐξαργυρίσας τὴν οὐσίαν, ἀπεδήμησεν· ὃν ὁρῶντες ἔλεγον, | |
10 | Μαίνεται Ἄμυρις. | 218 |
3.27 | Ἄπαγε μόθων’ ἀπὸ κώπης: ἐπὶ τῶν διοχλούν‐ των παρὰ καιρὸν τοῖς σπουδάζουσιν. Ὁ γὰρ μόθων φορ‐ τικῆς ὀρχήσεως εἶδος. | |
3.28 | Ἅπαντα τοῖς καλοῖσιν ἀνδράσι πρέπει: δῆ‐ λον τοῦτο. | |
3.29 | Ἀδελφὸς ἀνδρὶ παρείη: ὅτι προτιμητέον τοὺς οἰκείους. | |
3.30 | Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. | |
3.31 | Ἀναγυράσιος δαίμων: ὠμότατος γὰρ ὁ Ἀνα‐ | |
γυράσιος οὗτος. | 219 | |
3.32 | Ἀποτίσεις χοῖρε γίγαρτα: οἷον ὧν κατέφα‐ γες, ἀποδώσεις πλείονα. | |
3.33 | Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀπερισκέπτως τι ποιούντων, καὶ τὸ κατόπιν μὴ προορωμένων, ἀλλὰ καθ’ ἑαυτῶν ἐπιτελούντων. | |
3.34 | Αὖθις αὖ Πυθῶδε ὁδός: ἐπὶ τῶν τὰ αὐτὰ πολλάκις πραττόντων. Εἴρηται δὲ ἐπὶ τῶν ἐπιπυνθανο‐ μένων. | 220 |
3.35 | Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπακεν: ἐπὶ τῶν μηδὲν ἑλκυσάντων. Εἴρηται δὲ ἐπὶ τῶν ἁλιέων. | |
3.36 | Ἀφ’ ἱερᾶς: ἀπὸ τῶν πεττευόντων μετῆκται· ἐν γὰρ τῇ πεττείᾳ ἔστι τις κύκλος καλούμενος ἱερὸς, ὃν κι‐ νοῦσιν ὕστατον. | |
3.37 | Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος: ἐπὶ τῶν ἐρωτικῶν. | |
3.38 | Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας: | |
οἷον, ἐπ’ αὐτὰ ἀφῖξαι τὰ πράγματα. | 221 | |
3.39 | Ἄνθρωπος Εὔριπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλ‐ λομένων. | |
3.40 | Ἀρχαϊκὰ φρονεῖν: ἀντὶ τοῦ εὐηθικά. | |
3.41 | Ἁμαξιαῖα ῥήματα: μεγάλα κομπάσματα. | |
3.42 | Ἀρκάδιον βλάστημα: ἐπὶ τῶν δειλῶν. | |
3.43 | Βάκχης τρόπον: ἐπὶ τῶν σιωπηλῶν. Παρόσον αἱ Βάκχαι σιγῶσι. | |
3.44 | Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. Οἱ | |
γὰρ ἐν Σερίφῳ βάτραχοι οὐ φθέγγονται. | 222 | |
3.45 | Βάκηλος εἶ: ἐπὶ τῶν ἐκλύτων μεμαρτύρηται. | |
3.46 | Βοιώτιον οὖς: ἐπὶ τῶν ἀναισθήτων. | |
3.47 | Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων. Ἐκ μεταφορᾶς τῆς Σφιγγός. | |
3.48 | Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι. Διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα βοῦν | |
ἔχειν· οἱ γὰρ δωροδοκούμενοι ἀφωνίᾳ κεκράτηνται. | 223 | |
3.49 | Βοῦς Κύπριος εἶ: ἤτοι κοπροφάγος. Τοιοῦτοι γὰρ οἱ ἐκεῖσε βόες. | |
3.50 | Βοῦς ἕβδομος: ἐπὶ τῶν ἀναισθήτων. Ἕβδομος δὲ, ὅτι ἓξ θύοντες, πρόβατον, ὗν, αἶγα, ὄρνιν, πε‐ | |
τεινὸν, χῆνα, ἕβδομον τὸν βοῦν ἔθυον. | 224 | |
3.51 | Βάλλ’ ἐς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων. | |
3.52 | Βῶλος ἄρουραν: ἐπὶ τῶν τοῖς σμικροῖς χαριζο‐ μένων τοὺς μεγάλους. | |
3.53 | Βοῦς ἐπὶ σωρῷ: ἐπὶ τῶν ἡδυπαθούντων. | |
3.54 | Βοῦς ὑπὸ ζυγόν: ἐπὶ τῶν μοχθούντων ἀεί. | |
3.55 | Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς χείροσιν. | |
3.56 | Βάλλ’ εἰς ἔχοντα τὴν ἐπιστήμην: ἐπὶ τῶν λοιδορούντων τοὺς ὁμοτέχνους. | |
3.57 | Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρ‐ έχοντας, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. Ὅμοιον· Γλαῦκας εἰς Ἀθήνας ἄγεις. | |
3.58 | Βατράχῳ ὕδωρ, καὶ, γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων, οἷς οἱ λαμβάνοντες χαίρουσιν. | |
3.59 | Βοῦς ἄμητον ἐπιτηρῶν: ἐπὶ τῶν ἐπ’ ὠφελείᾳ καμνόντων. | |
3.60 | Βοῦς ὁ Μολοττῶν: ἐπὶ τῶν εἰς πολλὰ διαιρου‐ μένων πράγματα. Οἱ γὰρ Μολοττοὶ τοὺς βόας ἐν ταῖς ἑορταῖς εἰς πολλὰ διέτεμνον. | 225 |
3.61 | Βοῦς ἐπέβη: ἐπὶ τῶν ἐξαίφνης σιωπώντων. Τὸ γὰρ ἀργύριον βοῦν εἶχε τῶν Ἀθηναίων. Οἷον, οἱ δωροδο‐ κούμενοι ἐσιώπων. | |
3.62 | Βὴξ ἀντὶ πορδῆς: ἐπὶ τῶν ἐν ἀπορίᾳ προσποι‐ ουμένων ἕτερόν τι πράττειν. Οἱ γὰρ περδόμενοι διὰ τὸ λανθάνειν βήττειν προσποιοῦνται. | |
3.63 | Βάλλειν μήλοις: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βου‐ λομένων. Παρήχθη δὲ ἀπὸ τῶν πεμφθέντων ἐπ’ Ἀτα‐ λάντην μήλων. Προὔκειτο γὰρ τῷ νικῶντι δρόμῳ τὴν Ἀταλάντην ἔπαθλον ὁ ταύτης γάμος. Ὁ γοῦν Ἱππομένης | |
5 | εἰς ἅμιλλαν καταστὰς, βουλόμενος αὐτὴν νικῆσαι, χρυσᾶ μῆλα ἔῤῥιψεν· καὶ περὶ τὴν τούτων συλλογὴν ἐκείνης | |
ἀσχολουμένης, οὗτος ταύτην ὑπερέβαλε. | 226 | |
3.64 | Βαλανεύς: ἐπὶ τῶν πολυπραγμόνων. Οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπραγμονοῦσιν. | |
3.65 | Βαβαὶ Μύξος: ἐπὶ τῶν μεγαλαυχούντων. Οὗτος γὰρ ἱερεὺς τῆς Ἀρτέμιδος ὢν, μεγάλαυχος ἦν. | |
3.66 | Βουδόρῳ νόμῳ: ἐπὶ τῶν ἀξίων δέρεσθαι ὡς οἱ βόες. | |
3.67 | Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων. | |
3.68 | Βατταρίζειν: ἀντὶ τοῦ τραυλίζειν. | |
3.69 | Βίος μεμαγμένος: ἐπὶ τῶν ἐξ ἑτοίμου βιούντων· | |
3.70 | Βοῦς ἐν αὐλίῳ γέρων: ἐπὶ τῶν δι’ ἀσθένειαν | |
ἡσυχαζόντων. | 227 | |
3.71 | Γαλῆ Ταρτησία: ὡς μεγάλων ἐκεῖ γινομένων. | |
3.72 | Γλαὺξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἦν. | |
3.73 | Γυμνότερος λεβηρίδος: ἐπὶ τῶν πάνυ πτω‐ χῶν. Ἀντὶ τοῦ, Γυμνότερος ὄφεως δέρματος. | |
3.74 | Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τὶ ποιούν‐ των. Καὶ Ἀριστοφάνης, Γραῦς καπρῶσα καὶ βακ‐ | |
χεύουσα. | 228 | |
3.75 | Γυμνῷ φυλακὴν ἐπιτάττεις: δῆλον. | |
3.76 | Γέλως συγκρούσιος: ἄκοσμος καὶ ἄτακτος. Παρόσον τινὲς γελῶντες τὰς χεῖρας συγκρούουσιν. | |
3.77 | Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τῶν τοὺς παρ‐ ηβηκότας εἰς μαθήματα ἀγόντων. | |
3.78 | Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. Ἐν πολέμῳ γάρ φασί τινα ἰδόντα ἀνεψιὸν καὶ ἀδελφὸν διαπονουμένους, ὑπερασπίσαι τε τοῦ ἀδελφοῦ καὶ εἰπεῖν τοῦτο. | |
3.79 | Γραῶν ὕθλοι: ἐπὶ τῶν μάτην ληρούντων. | |
3.80 | Γηράσκω αἰεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων. | |
3.81 | Γλαὺξ εἰς Ἀθήνας: ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων. Ἐπειδὴ μάλιστα τοῦτο τὸ ζῶον ἐκεῖ ἐπιχωριάζον τυγχάνει. | |
3.82 | Γαλῇ χιτώνιον: ἐπὶ τῶν τὰ μὴ ἑαυτῶν περι‐ | |
βλήματα ἐνδυόντων. | 229 | |
3.83 | Γαλῆ στέαρ: ἐπὶ τῶν οἷς χαίρουσι ταῦτα λαμ‐ βανόντων. | |
3.84 | Γαλῆν ἔχεις: ἐπὶ τῶν ἀποτευκτικῶν· παρόσον οἱ γαλῆν ἔχοντες οὐκ εὐτυχοῦσι. | |
3.85 | Γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρη, κενεὴ δὲ βαρεῖα: ἐπὶ τῶν γαστριμάργων. | |
3.86 | Γηρᾷ βοῦς, τὰ δ’ ἔργα πολλὰ τῷ βοΐ: ἐπὶ τῶν γεγηρακότων καὶ μηκέτι χρησιμευόντων. | |
3.87 | Γέλως Ἰωνικός: ἐπὶ τῶν κιναίδων. Παρόσον οἱ Ἴωνες ἐπὶ τούτῳ διαβάλλονται. Ἐπὶ τῶν αὐτῶν καὶ Γέλως Χῖος. | |
3.88 | Γέλως Μεγαρικός: ἐπὶ τῶν ἀώρως θρυπτομέ‐ | |
νων. Ἤκμασε γὰρ ἡ Μεγαρικὴ κωμῳδία ἐπὶ χρόνον. | 230 | |
3.89 | Γέροντι μηδέποτε μηδὲν χρηστὸν ποιεῖν: παραινεῖ μηδένα ἀκαίρως εὐεργετεῖν. | |
3.90 | Γῆς βάρος: ἐπὶ τῶν ἀχρήστων. | |
3.91 | Γῆς ἔντερα: ἐπὶ τῶν μηδενὸς ἀξίων. | |
3.92 | Γάλα ὀρνίθων: ἐπὶ τῶν σπανίων. | |
3.93 | Γλαὺξ διέπτατο: ἐπὶ τῶν αἰσίῳ χρωμένων οἰωνῷ. | |
3.94 | Γλυκὺς ἀπείρῳ πόλεμος: ἐπὶ τῶν ὑπ’ ἀπειρίας | |
ἑαυτοὺς καθιέντων εἰς κίνδυνον. | 231 | |
3.95 | Γλυκεῖ’ ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου καὶ ἀφόβως τὰ ἀλλότρια καρπουμένων. | |
3.96 | Γραῦς ὥς τις ἵππος τὸν χαραδραῖον τάφον ἕξεις: ἐπὶ τῶν ἀξίων τὰ ἔσχατα πάσχειν. Οἱ γὰρ γε‐ γηρακότες ἵπποι εἰς χαράδρας ἐμβάλλονται. | |
3.97 | Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγεί‐ ρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων. | |
3.98 | Γυμνότερος παττάλου: ἐπὶ τῶν σφόδρα ἀπό‐ ρων. | |
3.99 | Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. Γύγης γὰρ βουκόλος ὢν τῆς γῆς ῥαγείσης εὗρε νεκρὸν φοροῦντα δακτύλιον, καὶ τοῦτον περιελόμενος φύσιν ἔχοντα ὥστε κατὰ στροφὰς τῆς σφενδόνης ὁρᾶ‐ | |
5 | σθαι ὅταν βούληται καὶ μὴ, δι’ αὐτοῦ ἀπέκτεινε τὸν | |
βασιλέα καὶ ἦρξε. | 232 | |
3.100 | Γυπὸς σκιά: ἐπὶ τῶν μηδενὸς λόγου ἀξίων. | |
4.1 | Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατεύεται: ἐπὶ τῶν δειλῶν. | |
4.2 | Γυμνὸς ὡς ἐκ μήτρας: ἐπὶ τῶν ἀπόρων. | |
4.3 | Γυναικὸς φρένες: ἐπὶ τῶν ἀνοήτων. | |
4.4 | Γυναικὶ μὴ πίστευε, μηδ’ ἂν ἀποθάνῃ: ὅτι δεῖ γυναιξὶ μὴ πιστεύειν. | |
4.5 | Γυναικῶν ὄλεθροι: ἐπὶ τῶν οἰκτρῶς ἀναι‐ ρουμένων. | |
4.6 | Γενναῖος εἶ ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλοῦ‐ τον εὐγενῶν εἶναι δοκούντων. | |
4.7 | Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται: ἐπὶ τῶν διὰ | |
πλῆθος χρόνου οὐχ ἁμαρτανόντων. | 233 | |
4.8 | Γλαύκου τέχνη: ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζο‐ μένων. Ἀπὸ Γλαύκου Σαμίου, ὃς πρῶτον κόλλησιν ἐφεῦρε σιδήρου. Ἢ ἐπὶ τῶν τεχνικῶς κατεσκευασμένων. | |
4.9 | Γλῶσσα ποῖ πορεύῃ πόλιν ἀνορθώσασα; καὶ, πόλιν ἀναστρέψασα; ἐπὶ τῶν διὰ λόγου ὠφε‐ λούντων ἢ βλαπτόντων. | |
4.10 | Γραῦς ἀναθυᾷ: ἀντὶ τοῦ, καπρᾷ. Ἐπὶ τῶν παρ’ ἡλικίαν γυναικιζομένων. Ὡς καὶ τὸ, Γραῦς ἀνα‐ βακχεύει. | |
4.11 | Γέρων βοῦς ἀπένθητος δόμοισιν: ἐπὶ τῶν καθ’ ὥραν τελευτώντων. | |
4.12 | Δασύπους κρεῶν ἐπιθυμεῖ: ἐπὶ τῶν παρ’ ἄλ‐ λων ἐπιζητούντων ἃ παρ’ ἑαυτῶν ἔχουσι. | |
4.13 | Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δά‐ κτυλος γάρ τις ἐγένετο ἀνὴρ Ἀθήνησι μεγίστων τιμῶν λαχών. | |
4.14 | Δαφνίνην φορῶ βακτηρίαν: ἐπὶ τῶν ὑπό τι‐ νων ἐπιβουλευομένων. Παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. | |
4.15 | Δευτέρων ἀμεινόνων: ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καυθῇ καὶ | |
ἐπὶ δεύτερα τραπῶσιν. | 234 | |
4.16 | Δι’ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην. | |
4.17 | Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. | |
4.18 | Δὶς παῖδες οἱ γέροντες: ἐπὶ τῶν πρὸς τὸ γῆ‐ ρας εὐηθεστέρων. | |
4.19 | Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον: φανερόν. | |
4.20 | Δὶς καὶ τρὶς τὸ καλόν: δῆλον τοῦτο. | |
4.21 | Δῶρα θεοὺς πείθει, καὶ αἰδοίους βασι‐ | |
λῆας: ἐπὶ τῶν διὰ δῶρα τὰς δίκας ἀντιστρεφόντων. | 235 | |
4.22 | Δίκης δικαιότερος: ἐπὶ τῶν σφόδρα δικαίων· καθ’ ὑπερβολήν. | |
4.23 | Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος. | |
4.24 | Διὸς ἐγκέφαλος: ἐπὶ τῶν δυσπαθούντων. Οἱ δὲ ὅτι τὰ πολυτελῆ βρώματα παρὰ Πέρσαις Διὸς ἐγκέ‐ φαλος λέγονται. | |
4.25 | Δαιδάλου πτερά: ἐπὶ τῶν δι’ ἀπορίαν χρωμέ‐ νων προσθήκῃ παρελκούσῃ. | |
4.26 | Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ’ ἀπολωλώς: οὗτοι γὰρ διὰ τὸ ἱερῶσθαι ἐστεφανωμένοι μέν εἰσι, δίψει δ’ ἀπόλλυνται. Ἀντὶ τοῦ, τῶν δὲ ἀναγ‐ καίων ἀποροῦσι. | |
4.27 | Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα δεχομένων. Ἀλήτην γάρ φασί τινα βουκόλῳ συναντή‐ σαντα αἰτῆσαι τροφὴν, ἄραντα δ’ ἐκεῖνον βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα· τὸν δὲ τοῦτο εἰπεῖν. | |
4.28 | Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην κα‐ | |
λοῦσι παρὰ τὴν στάσιν. | 236 | |
4.29 | Δικτύῳ ἄνεμον θηρᾷς: ἐπὶ τῶν ἀνοήτως τι ποιούντων. | |
4.30 | Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ λύπην ἢ νόσον ἰσχνῶν γινομένων. | |
4.31 | Διὰ τοῦ τοίχου λαλεῖν: ἐπὶ τῶν ἀναισθήτων. | |
4.32 | Δίχολοι γνῶμαι: οἱονεὶ δίτροποι. Ἐπὶ τῶν δι‐ γνώμων. | |
4.33 | Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἄκρως εἴς τι πεπαιδευμένων καὶ προσποιουμένων παρά τινων μανθάνειν. | |
4.34 | Δέδοται καὶ κακοῖς ἄγρα: ἐπὶ τῶν παρ’ ἀξίαν εὖ πραττόντων. | |
4.35 | Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ τῶν σφόδρα κακούργων. Τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. | |
4.36 | Διὸς ψῆφος: ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων· ἢ ἐπὶ τῶν πιθανῶν. | |
4.37 | Δελφῖνα πρὸς τοὐραῖον δεῖς: ἐπὶ τῶν ἀδυ‐ νάτων. Εὐκίνητος γάρ. | |
4.38 | Διὰ παλαιᾶς ἡμέρας: ὥσπερ διὰ χρόνου. | |
4.39 | Δίζεσθαι βιοτὴν, ἀρετὴν δ’ ὅταν ᾖ βίος: | 237 |
4.40 | Ἐνδυμίωνος ὕπνον καθεύδεις: ἐπὶ τῶν ὑπνω‐ δῶν· ἔν τινι γὰρ πόλει ἠράσθη ὁ Ὕπνος παιδὸς Ἐνδυ‐ μίωνος. | |
4.41 | Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν σφόδρα κινδυ‐ νευόντων. Ταὐτὸ δέ ἐστι τῷ, Ἐπὶ ξυροῦ βαίνειν. | |
4.42 | Ἐκ λύκου στόματος ἀφείλω: ἐπὶ τῶν ἀνελπί‐ στως [τι] λαμβανόντων. | |
4.43 | Ἐλέφαντος διαφέρεις οὐδέν: ἐπὶ τῶν ἀναι‐ | |
σθήτων. | 238 | |
4.44 | Ἐν πίθῳ τὴν κεραμείαν μανθάνεις: ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, μανθανόντων δὲ τὰ μείζονα. | |
4.45 | Ἐλέφας μῦν οὐχ ἁλίσκει. ἐπὶ τῶν τὰ μικρὰ ἢ φαῦλα παρορώντων. | |
4.46 | Ἐλέφαντας ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μι‐ κρὰ ἐπαιρόντων τῷ λόγῳ. | |
4.47 | Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. | |
4.48 | Ἔνεστι κἀν μύρμηκι χολή: μηδὲ τῶν μικρῶν καταφρονεῖν. Ὁμοία τῇ, Ἀγροίκου μὴ καταφρόνει ῥήτορος. | |
4.49 | Ἐκ τοῦ γὰρ ἐσορᾶν γίνετ’ ἀνθρώποις ἐρᾶν: δῆλον. | |
4.50 | Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μο‐ χθούντων. | |
4.51 | Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. | |
4.52 | Ἐν πυρὶ βέβηκας: ἢ ἐπὶ αἰσχίστου, ἢ ἐπὶ τάχους. | 239 |
4.53 | Ἐν μέλιτι σαυτὸν καταπάττεις: ἐπὶ τῶν ἡδυ‐ παθεῖν διωκόντων. | |
4.54 | Ἐνδύετέ με τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοις ἐπιχειρούντων. | |
4.55 | Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλῆς πολεμαρ‐ χεῖ: ἐπὶ τῶν εὐτελῶν μὲν, διὰ δέ τινα ταραχὴν εὐδοκι‐ μούντων. Ὅμοιον, Ἐν γὰρ ἀμηχάνοις καὶ Καρκί‐ νος ἔμμορε τιμῆς. Αἰπόλει σοί φησιν ἡ παρ‐ | |
5 | οιμία. | |
4.56 | Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται: | |
4.57 | Ἐρετριέων ῥῶ: ἐπὶ τῶν κατακόρως τισὶ χρωμέ‐ νων. Κατακόρως γὰρ οὗτοι χρῶνται τῷ ῥῶ. | |
4.58 | Ἐν Σάμῳ κομήτης: ἐπὶ τῶν οὐδὲν χάριεν λε‐ γόντων. Οἱ γὰρ οἰκοῦντες ἐκεῖσε πρὸς χοροὺς ἐπιτήδειοι, | |
οὐ πρὸς ἄλλο τι χρήσιμον. | 240 | |
4.59 | Ἐν τριόδῳ εἰμί: ἐπὶ τῶν ἀδήλων. Οὐκ εἰδὼς ὁποίᾳ ὁδῷ χρήσομαι. | |
4.60 | Ἐπακτὸς ὅρκος: ὃν ἕτερος ἐπάγει. Οἷον βίαιος, οὐκ αὐθαίρετος. | |
4.61 | Ἐπειοῦ δειλότερος: ἐπὶ τῶν δειλῶν. Τοιοῦτος γὰρ Ἐπειός τις ἐγένετο. | |
4.62 | Ἐπὶ τὰ Μανδραβόλου: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων. Ὁ γὰρ Μανδράβολος εὑρών ποτε θησαυ‐ ρὸν πρόβατον χρυσοῦν ἀνέθηκε τοῖς θεοῖς, εἶτα ἐν τῷ δευτέρῳ ἀργυροῦν, εἶτα ἐν τῷ τρίτῳ χαλκοῦν. | |
4.63 | Ἑρμῆς ἀμύητος: ἐπὶ τῶν μᾶλλον ἔν τισιν ἐμ‐ πείρων· χλευαστικὴ δὲ ἡ παροιμία. Ὁμοία τῇ· Βάλλ’ ἐς ἔχοντα τὴν ἐπιστήμην. | |
4.64 | Εἰ καὶ λύκου ἐμνήσθης: ἐπὶ τῶν ὧν ἂν μνη‐ σθῶσιν ἐγγὺς παραγινομένων. | |
4.65 | Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν ἐργασαμένων εὐτυχῶς λέγεται. Συμβαίνει γὰρ κοιμωμένων τῶν ἁλιέων | |
τὸν κύρτον αἱρεῖν ἰχθύας. | 241 | |
4.66 | Ἕλκων ἐφ’ αὑτὸν, ὥστε Καικίας νέφος: ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς κακά. | |
4.67 | Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος καταδικασθῇ. | |
4.68 | Ἑστίᾳ θύει: ἐπὶ τῶν πολλὰ ἑστιώντων. Παρ‐ όσον οἱ ταύτῃ θύοντες οὐδὲν τῆς θυσίας ἐξέφερον. Ὁμοία τῇ, Αὐτῷ κανῷ κατέφαγε πάντα. | |
4.69 | Ἑτερομόλιος δίκη: εἰς ἣν οἱ ἀντίδικοι οὐκ εἰσ‐ ῆλθον. | |
4.70 | Ἔφεσις: ἡ ἀπὸ τοῦ δικαστηρίου εἰς ἕτερον δικα‐ στήριον μετάβασις. | |
4.71 | Ἔξω βελῶν καθῆσθαι: παραινετικὴ ἡ παρ‐ οιμία. | |
4.72 | Εὐμεταβολώτερος κοθόρνου: ἐπὶ τῶν πᾶσιν ἐφαρμοζόντων. Ἔστι δὲ εἶδος ὑποδήματος ἐφαρμόζον τοῖς δυσὶ ποσίν. Ὁμοία τῇ, Ποικιλώτερος Ὕδρας. Καὶ, Εὔριπος ἄνθρωπος. Καὶ, Γύγου δακτύ‐ | |
5 | λιος. | 242 |
4.73 | Ἔλθοι ξένος, ὅστις ὀνήσει: Θετταλῶν κατα‐ στρέψας πόλεις ὁ Φίλιππος καὶ τοὺς ξένους πωλήσας, εἴρηκε τοῦτο. | |
4.74 | Ἔφυγον κακὸν, εὗρον ἄμεινον: ἐπὶ τῶν με‐ ταβολὴν κρείττονα οἰωνιζομένων· ἢ καὶ ἐπὶ τῶν παρελθόν‐ των. Οἱ γὰρ παλαιοὶ εἰς ἀνάμνησιν τῆς πρώην ζωῆς ἐρχόμενοι ἔλεγον τοῦτο. | |
4.75 | Εἰ μὴ πατὴρ ἦσθα: λείπει τὸ εἶπον ἄν ς’ οὐκ εὖ φρονεῖν. Παρὰ Σοφοκλεῖ. | |
4.76 | Εὐρυβατεύεσθαι: ἐπὶ τῶν πονηρευομένων· εἷς | |
γὰρ τῶν Κερκώπων Εὐρύβατος. | 243 | |
4.77 | Ἐμπεδοκλέους ἔχθρα: ** Ὤμην δὲ, φησὶν [Λυσίας], ἐγὼ τοιαύτῃ φιλίᾳ συνηρμόσθαι σοι, ὥστε μηδ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἰσχῦ‐ σαι διαστῆσαι. | |
4.78 | Ἐφέσια γράμματα: ἐπῳδαί τινες ἦσαν, ἅσπερ οἱ φωνοῦντες ἐνίκων ἐν παντί. Ταὐτὸ τῇ, Δαφνίνην | |
φορῶ βακτηρίαν. | 244 | |
4.79 | Εἰς τὸν λιμένα: ἀπὸ τῶν ἐν λιμένι ἐρεσσόντων, ἔξω δὲ ῥᾳθυμούντων. | |
4.80 | Ἐπιχώριοι οὖρον ἴσασι: τὸν ἐπιτήδειον ἄνε‐ μον. Ὁμοία τῇ, Ἀπὸ χοέως σπάσον. | |
4.81 | Ἐν οἴνῳ ἀλήθεια: παρόσον οἱ οἴνῳ χρώμενοι τὰ ἀπὸ καρδίας λαλοῦσιν. | |
482a | Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: δῆλον ἐπὶ τίνι. καὶ παρὰ Σοφοκλεῖ. | |
482b | Εἰς κόλπον οὐ πτύει: ἐπὶ τῶν μεγαλαύχων. | 245 |
4.83 | Ἐν γῇ πένεσθαι μᾶλλον, ἢ πλουτοῦντα πλεῖν: | |
4.84 | Εὐγενέστερος Κόδρου: ἀπὸ γὰρ Δευκαλίωνος ἦν καὶ ὑπὲρ τῆς πατρίδος ἀπέθανεν. Ὁμοία τῇ, Ἄξιος τῆς ἐν Ἄργει ἀσπίδος. | |
4.85 | Ἐπ’ ὄνου πόκος: ἐπὶ τῶν εἰς ἀδύνατα ἀναβαλ‐ λομένων. Ἀπ’ ὄνου γὰρ οὐκ ἔστι πόκος. | |
4.86 | Ἐς Κυνόσαργες, Ἐς ἀνηλίου πύλας: ἐπὶ τῶν ὁμοίων καὶ αὗται. | |
4.87 | Ἐλευθεριώτερος Σπάρτης: διὰ τὸ ἀνυπότα‐ κτον καὶ γενναῖον φρόνημα. Διὸ οὐδὲ τειχισθῆναι λέγει τὴν Σπάρτην. | |
4.88 | Ἔνθ’ οὔτε μίμνειν ἄνεμος, οὔτ’ ἐκπλεῖν | |
ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων. | 246 | |
4.89 | Ἔῤῥει τὰ καλά: ἐπὶ τῶν κακόν τι βουλομένων δηλῶσαι συντόμως. Ἱπποκράτης γὰρ ἡττηθεὶς Μινδάρῳ ταύτην ἔπεμψεν τὴν ἐπιστολήν. | |
4.90 | Εὕρηκα ὃ οὐκ ἐζήτουν: ἐπὶ τῶν οἷς οὐκ ἤθε‐ λον περιπεσόντων. | |
4.91 | Ἐχῖνος τὸν τόκον ἀναβάλλει: ἐφ’ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χεῖρόν ἐστι. Καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον· εἶθ’ ὕστε‐ ρον τραχυτέρων τῶν τέκνων γινομένων ὀδυνηρότερον ἀπαλ‐ | |
5 | λάσσονται. | |
4.92 | Ἐκ γεύματος γινώσκω: ἐπὶ τῶν ἐκ μικροῦ [πολλά] τινα καταλαμβανόντων, ὡς ἐπ’ οἴνου. | |
4.93 | Εἰς Σκῶλον μήτ’ αὐτὸς ἴμεν, μήτ’ ἄλλῳ ἕπεσθαι: παραινετική. Τραχεῖα γὰρ ἡ Σκῶλος καὶ | |
δύσβατος. | 247 | |
4.94 | Ζαλεύκου νόμος: ἐπὶ τῶν ἀποτόμων. Ζάλευκος γὰρ Λοκροῖς ἐνομοθέτησεν ὠμότερα. Ὁμοία καὶ, Τενέ‐ διος πέλεκυς. | |
495a | Ζεὺς κατεῖδε χρόνιος ἐπὶ διφθέρας: ἐπὶ τῶν βραδέως τιμωρουμένων. Λέγεται γὰρ τὸν Δία πάντα τὰ πραττόμενα εἰς διφθέρας ἀπογράφεσθαι. | |
495b | Ζεὺς ἄγονος: ἐπὶ τῶν παράδοξα λεγόντων. Ὁ γὰρ Ζεὺς πολυγονώτατος. | |
4.96 | Ζεῖ χύτρα, ζῇ φιλία: ἐπὶ τῶν διὰ τὸ δεῖπνον συνιόντων εἰς φιλίαν. | |
4.97 | Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστέρων. | |
4.98 | Ζωὴ πίθου: ἐπὶ τῶν ἐπιεικῶς καὶ μετρίως καὶ ἀπραγμόνως βιούντων. Ἀπὸ Διογένους, ᾧ πίθος ἡδίστη διαγωγή. | |
4.99 | Ζωὸς γενήσῃ κρομμύου μόνον λαβών: ἐπὶ τῶν ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων. | |
4.100 | Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνά‐ | |
μεθα: ἐπὶ τῶν ἀπροαιρέτως ζώντων. | 248 | |
5.1 | Ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν: τῆς χελώνης μὲν ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ· πολλὰ δὲ, καθαίρει. | |
5.2 | Ἡρακλεία λίθος: ταύτην ἔνιοι μαγνῆτιν λέγου‐ σιν. Ἔστι δὲ ἑτέρα παραπλησία ἀργύρῳ. | |
5.3 | Ἦσάν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: ἐπὶ τῶν ποτὲ εὖ, εἶθ’ ἑτέρως γεγονότων. Ὁμοία, Ἄμμες ποτ’ ἦμες. | |
5.4 | Ἢ τρὶς ἓξ, ἢ τρεῖς κύβοι: ἐπὶ τῶν κινδυνευόν‐ των. Τὸ μὲν, τρὶς ἓξ, τὴν παντελῆ νίκην δηλοῖ· τὸ δὲ, τρεῖς κύβοι, τὴν ἧτταν. Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις. | |
5.5 | Ἡ Φανίου θύρα: ἐπὶ τῶν ἀνοήτως φυλαττόν‐ των. Οὗτος γὰρ ὁ Φάνιος τυφλὸς ἦν· ὑπανοίγοντος | |
οὖν τοῦ παιδὸς τὴν θύραν, αὐτὸς οὐδὲν ἑώρα. | 249 | |
5.6 | Ἡ Περγαία Ἄρτεμις: ἐπὶ τῶν πλανητῶν καὶ ἀγυρ‐ τῶν. Παρόσον ἡ θεὸς ἀγείρειν καὶ πλανᾶσθαι λέγεται. | |
5.7 | Ἡράκλειος ψώρα: ἡ δυσίατος, ἡ καὶ τῶν Ἡρα‐ κλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. Τῷ γὰρ Ἡρα‐ κλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρὰ ἡ Ἀθηνᾶ. | |
5.8 | Ἡρακλεία νόσος: ἡ ἱερά. Εἰς ταύτην γὰρ περιέπεσεν Ἡρακλῆς. | |
5.9 | Ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα: τῶν εἰς Σικελίαν στρατευσάντων οἱ μὲν ἐλήφθησαν αἰχμάλω‐ τοι, οἱ δ’ ἀπώλοντο. Οἱ οὖν διαφυγόντες ἔλεγον τοῦτο. | |
5.10 | Ἢ κρίνον, ἢ κολοκύντην: τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον. Ἔταττον οὖν τὸ μὲν κρίνον ἐπὶ τοῦ τεθνηκότος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς. | |
5.11 | Ἡ ἀπὸ Σκυθῶν ῥῆσις: ἐπὶ τῶν οἰμώζειν τινὰ | |
λεγόντων. Τοῦτο γὰρ πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρί‐ ναντο οἱ Σκύθαι. Ὁμοία τῇ, εἰ μὴ πατὴρ ἦσθα. Ἄιδεις ἔχων. | 250 | |
5.12 | Ἠλιθιώτερος τῆς Πραξίλλης: αὕτη γὰρ ἐρω‐ τωμένη τί κάλλιστον, Ἥλιος, ἔφη, καὶ σῦκα. Ὁμοία τῇ, Ἀνοητότερος Ἰβύκου, καὶ Κοροίβου, καὶ Μελιτίδου. | |
5.13 | Ἢ χρὴ τραγῳδεῖν πάντας, ἢ μελαγχολᾶν: ἐπὶ τῶν μήτε λυπεῖσθαι μήτε χαίρειν δυναμένων. | |
5.14 | Ἡ Συλοσῶντος χλαμύς: ἐπὶ τῶν ἀλαζονευομέ‐ νων ἐπὶ ἐσθῆτι. Οὗτος γὰρ εἶχε χλαμύδα, ἣν Δαρείῳ | |
ἰδιωτεύοντι δωρησάμενος ἔτυχε τῆς εἰς Σάμον καθόδου. | 251 | |
5.15 | Ἡ κέρκος τῇ ἀλώπεκι μαρτυρεῖ: ἐπὶ τῶν δεικνυόντων ἀπὸ μικρᾶς πράξεως τὸ ἦθος· ὁμοία, Ἐκ τοῦ κρασπέδου τὸ πᾶν ὕφασμα· Ἐκ γεύματος γινώσκεις· Τὸν Αἰθίοπα ἐκ τῆς ὄψεως· Ἐκ τῶν | |
5 | ὀνύχων τὸν λέοντα· Ἐκ τοῦ καρποῦ τὸ δένδρον. | 252 |
5.16 | Ἥλιξ ἥλικα τέρπει: ὁμοία τῇ, Ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· Ἥλῳ τὸν ἧλον, καὶ, Πάτταλον ἐξέκρουσας παττάλῳ: ἀντὶ | |
τοῦ, ἁμαρτήματι τὸ ἁμάρτημα θεραπεύεις. | 253 | |
5.17 | Ἢν μὴ καθάρῃς κἀλέσῃς, οὐ μὴ φάγῃς: ἐπὶ τῶν σὺν μόχθῳ τὴν ἀναγκαίαν ποριζομένων τροφήν. Εἶπε δὲ Δήμητρα πρὸς Τριπτόλεμον. | |
5.18 | Ἡμεῖς δέκα Ῥόδιοι, δέκα νῆες: ἐπὶ τῶν ἀλαζονευομένων. | |
5.19 | Θάμυρις μαίνεται: ἐπὶ τῶν κατὰ σύνεσιν πρατ‐ τόντων τι, δοκούντων δὲ μαίνεσθαι. Προεγράφη ἡ ἱστο‐ ρία εἰς τὸν Ἄμυριν. | |
5.20 | Θετταλικὰ πτερά: ἐπὶ τῶν παραχρῆμα ἐσθῆ‐ τας ἐνειμένων. Αἱ γὰρ Θετταλικαὶ ἐσθῆτες πτερωταὶ ἦσαν. | 254 |
5.21 | Θεῶν ἀγορά: ἐπὶ τῶν χρησίμων καὶ δικαίων. | |
5.22 | Θυννίζειν: ἀντὶ τοῦ κεντᾶν. Τριαίναις γὰρ τοὺς θύννους κεντῶσιν. Ἐξ οὗ καὶ Λουκιανὸς, θυννῶδες τὸ ἐνθύμημα, ἀντὶ τοῦ, ἀπότομον καὶ σκληρόν. | |
5.23 | Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια: διὰ πλῆ‐ θος οἰκετῶν, ** ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων καὶ αὐτῶν. | |
5.24 | Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν τῇ ἀναισχυντίᾳ ὠφε‐ λουμένων. | |
5.25 | Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ἐπὶ τῶν ἀνό‐ | |
μων. | 255 | |
5.26 | Ἰλιὰς κακῶν: ἐπὶ τῶν μεγάλων κακῶν. | |
5.27 | Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε: ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης. | |
5.28 | Ἱππέας εἰς πεδίον: φανερόν. | |
5.29 | Ἱερὰ ἄγκυρα: δήλη ἡ παροιμία. | 256 |
5.30 | Ἵνα δέος, ἔνθα καὶ αἰδώς: | |
5.31 | Ἵππος με φέρει, βασιλεύς με τρέφει: Κοῤ‐ ῥαῖόν φασιν ὑπὸ Φιλίππου στρατευόμενον ἱππέα, τῆς μη‐ τρὸς δεομένης αἰτήσασθαι ἄφεσιν τῆς στρατείας, εἰπεῖν τοῦτο. | |
5.32 | Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρονεῖν βου‐ λομένων. | |
5.33 | Ἰχθὺν νήχεσθαι διδάσκεις: ὁμοία τῇ, Δελ‐ φῖνι κολυμβᾶν συμβουλεύῃ. | |
5.34 | Καδμεία νίκη: ἐπὶ τῶν ἀλυσιτελῶς νικώντων, ὧν ἡ ἱστορία δήλη. | |
5.35 | Κυρνία γῆ: ἐπὶ τῶν χωρῶν τῶν λῃστὰς ἐχουσῶν. Τοιαύτη γὰρ ἡ Κύρνος πρώην. | |
536a | Κόρχορος ἐν λαχάνοις: ἐπὶ τῶν εὐτελῶν μὲν ὄντων, μεγάλοις δὲ παραβαλλόντων ἑαυτούς· εἶδος γάρ ἐστι βοτάνης ὁ κόρχορος εὐτελοῦς. | 257 |
536b | Καλαμαράδικος γάδαρος: ἐπὶ τῶν μεγάλων· τοιοῦτοι γὰρ οἱ ἐκεῖ ὄνοι. | |
5.37 | Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτου ὄντων, καὶ τὰ τελευταῖα φθεγγομένων. Οἱ κύκνοι γὰρ ἀπο‐ | |
θνήσκοντες ᾄδουσι. | 258 | |
5.38 | Κοινὸς Ἑρμῆς: οἷον, κοινὸν τὸ εὕρημα. Κλε‐ πτίστατος ὢν ὁ Ἑρμῆς, κατέδειξε κοινὰ εἶναι τὰ φώρια. | |
5.39 | Κακοῦ κόρακος κακὸν ὠὸν ἔφυ: ἐπὶ τῶν ἐκ κακῶν γονέων ὄντων. | |
5.40 | Κανθάρου σοφώτερος: ἐπὶ τῶν πονηρῶν. Κάν‐ θαρος γάρ τις πονηρὸς ἐγένετο. | |
5.41 | Κινήσω τὸν ἀφ’ ἱερᾶς: ἐπὶ τῶν τὰ ἔσχατα κιν‐ | |
δυνευόντων. | 259 | |
5.42 | Κέρδος αἰσχύνης ἄμεινον: ἐπὶ τῶν διά τι κέρ‐ δος αἰσχύνην προσποριζόντων ἑαυτοῖς καὶ μὴ ἐπιστρεφο‐ μένων ταύτης. | |
5.43 | Κωφότερος τοῦ Τορωναίων λιμένος: λιμήν τις ἦν στενὰς ἔχων τὰς εἰσβάσεις. | |
5.44 | Κασιωτικὸν ἅμμα: ἐπὶ τῶν σκολιῶν τοὺς τρό‐ | |
πους. Οὗτοι γὰρ ἅμματά τινα δύσλυτα ἐπιτεχνάζονται. | 260 | |
5.45 | Καθ’ ἑαυτοῦ Βελλεροφόντης: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων. Ἡ δὲ ἱστορία δήλη. | |
5.46 | Κομπὰς Μάξιμος: ἐπὶ τῶν ὑπὲρ τὸ δέον φρο‐ νεῖν νοούντων. Οὗτος γὰρ ὁ Μάξιμος ἀλαζὼν ἐγένετο. | |
5.47 | Οὐχ ἅμμα λύεις: ἐπὶ τῶν δυσλύτων. Ἀπὸ τῆς ἁμάξης ἡ ἱστορία. | |
5.48 | Καρικὸς τράγος: ἐπὶ τῶν εὐτελῶν. | |
5.49 | Κατ’ αἶγας ἀγρίας: ὁμοία τῇ, Ἐς κόρακας. | |
5.50 | Κερκυραία μάστιξ: ἐπὶ τῶν μεγαλῶν μαστίγων. | |
Τοιαύτας γὰρ εἶχον. | 261 | |
5.51 | Κερκωπίζειν: δολιεύεσθαι. Ἐπὶ τῶν πανούργων. Ἀπό τινων ἀνδρῶν Κερκώπων λεγομένων, ὡς προείρηται. | |
5.52 | Κέσκων πόλις: ἐπὶ τῶν ἀνοήτων. Οἱ γὰρ ἐν ταύτῃ κατοικοῦντες τῇ πόλει τοιοῦτοι. | |
5.53 | Κεστρεὺς νηστεύει: ἐπὶ τῶν λαιμάργων, ὑπο‐ κρινομένων δὲ νηστεύειν· ἄπληστον γὰρ τὸ ζῶον. | |
5.54 | Κιλίκιοι τράγοι: οἱ δασεῖς. Ὅθεν καὶ τὰ ἐκ τριχῶν Κιλίκια λέγονται. | |
5.55 | Κινδυνώδης ἡ ἐν πρώρᾳ σελίς: οἱ γὰρ πολέ‐ μιοι πρῶτον τὴν πρώραν κατέχουσι. | |
5.56 | Κοροίβου ἠλιθιώτερος: οὗτος γὰρ τὰ κύματα τῆς θαλάσσης ἠρίθμει. | |
5.57 | Κορυδέως εἰδεχθέστερος: ἐπὶ τῶν δυσμόρφων. Οὗτος γὰρ ἐπὶ ἀμορφίᾳ διεβάλλετο. | |
5.58 | Κρητίζειν; ἐπὶ τοῦ ψεύδεσθαι. Ἀπατηλοὶ γὰρ | |
οἱ Κρῆτες. | 262 | |
5.59 | Κορώνη τὸν σκορπίον: ἐπὶ τῶν βλαβεροῖς ἐπι‐ χειρούντων. | |
5.60 | Κουρήτων στόμα: ἐπὶ τῶν μαντεύεσθαι ὑπι‐ σχνουμένων. Τοιοῦτοι γὰρ οὗτοι. | |
5.61 | Κριὸς ἀσελγόκερως: ἐπὶ τῶν μεγάλων καὶ ἀσελ‐ γῶν. | |
5.62 | Κριὸς τὰ τροφεῖα: ἐπὶ τῶν ἀχαρίστων· ἡ δὲ ἱστορία δήλη. | |
5.63 | Κρονικαὶ λῆμαι: ὁμοία τῇ, Χύτραις λημᾷς | |
καὶ κολοκύνταις. | 263 | |
5.64 | Κρόνου πυγή: τὸ ἀρχαῖον καὶ ἀναίσθητον κρέας. | |
5.65 | Κρωβύλου ζεῦγος: ἐπὶ τῶν ὑπερβαλλούσῃ πονη‐ ρίᾳ κεχρημένων. Ἀπὸ Κρωβύλου τινὸς πορνοβόσκου, δύο ἔχοντος ἑταίρας. | |
5.66 | Κυζικηνοὶ στατῆρες: ἐπὶ τῶν εὖ κεχαραγμένων στατήρων. Διαβόητοι γὰρ οὗτοι· ὁμοία τῇ· Λύκος περὶ φρέαρ χορεύει. | |
567a | Κύων παρ’ ἐντέροις: ἐπὶ τῶν μὴ δυναμένων ἀπο‐ λαύειν τῶν προκειμένων. | |
567b | Κύδος: λοιδορία· κυδάζειν τὸ λοιδορεῖν. | |
5.68 | Κύων ἐπὶ δεσμά: ἐπὶ τῶν ἑαυτοὺς εἰς δεσμὰ ἐμ‐ βαλλόντων. | |
5.69 | Κωδάλου χοῖνιξ: ἐπὶ τῶν μεγάλοις μέτροις κε‐ | |
χρημένων. | 264 | |
5.70 | Κῷος πρὸς Χῖον: ὅταν ἐλάττονα πρὸς μείζονά τις παραβάλλῃ. | |
5.71 | Καύνιος ἔρως: ἐπὶ τῶν μὴ κατορθουμένων ἐπι‐ θυμιῶν. Καύνου γὰρ ἐρασθεῖσα ἡ ἀδελφὴ καὶ μὴ τυ‐ χοῦσα τοῦ ἔρωτος, ἀνεῖλεν ἑαυτήν. | |
5.72 | Κύρβεις κακῶν: ἐπὶ πλήθους κακῶν. Κύρβεις γὰρ ξύλα τινὰ πινακοειδῆ, ὅπου τοὺς νόμους ἔγραφον. | |
5.73 | Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν ἀπὸ καλοῦ πρά‐ γματος ἀπολειπομένων. | |
5.74 | Κακὴ πρόδοσις: ἐπὶ τῶν μετὰ τὴν μίξιν τὸν συγ‐ κείμενον μισθὸν κομιζομένων. | |
5.75 | Κλαίει ὁ νικήσας, ὁ δὲ νικηθεὶς ἀπόλωλεν: Ἀθηναῖοι νικηθέντες ἀπώλοντο· Φίλιππος νικήσας ὑπὸ | |
Παυσανίου ἀνῃρέθη. | 265 | |
5.76 | Κοινὰ τῶν φίλων: δήλη. | |
5.77 | Κλειτοριάζειν. ἐπὶ τῶν παιδεραστῶν τινές φασιν· ἢ ἐπὶ τῶν γυναιξὶν ἀκολάστων. | |
5.78 | Κακὰ μὲν θρίπες, κακὰ δ’ ἶπες: ἐπὶ τῶν ἑκα‐ τέρως βλαπτικῶν. | |
5.79 | Κολοφωνία ὕβρις: ἐπὶ τῶν πλουσίων καὶ ὑβρι‐ στῶν. Τοιοῦτοι γὰρ οἱ Κολοφώνιοι. | |
5.80 | Κύπριος βοῦς: ἐπὶ τῶν κοπροφάγων καὶ εἰκαίων. | |
5.81 | Κάμηλος καὶ ψωριῶσα πολλῶν ὄνων ἀνατί‐ θεται φορτία: ἐπὶ τῶν ἐν γήρᾳ μὲν ὄντων ἢ δυστυ‐ χίαις, πολλῶν δὲ ἀμεινόνων ὄντων. | 266 |
5.82 | Κατὰ ῥοῦν φέρεται: ἐπὶ τῶν εὐπλοούντων. | |
5.83 | Καθ’ ὕδατος γράφειν: ἐπὶ τῶν ἀδυνάτοις ἐπι‐ χειρούντων. | |
5.84 | Κἂν ἀπὸ νεκροῦ φέρῃ: ἐπὶ τῶν ἀπὸ πενήτων κερδαινόντων. | |
5.85 | Κύνα δέρειν δεδαρμένην: ἐπὶ τῶν μάτην τι | |
ποιούντων. | 267 | |
5.86 | Καρικὴ Μοῦσα: ἐπὶ τῶν ἀλλογενῶν, ἤτοι Σκυ‐ θῶν καὶ γραμμάτων. | |
5.87 | Κἂν αἲξ δάκῃ ἄνδρα πονηρόν: | |
5.88 | Κανθάρου σκιαί: ἐπὶ τῶν φοβουμένων τὰ μὴ ἄξια φόβου. | |
5.89 | Κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι φρένες: | |
5.90 | Κατὰ βοὸς εὔχου: οἷον, μέγα εὔχου. | |
5.91 | Κνὶψ ἐκ χώρας: ἐπὶ τῶν ταχυπόδων. Ὁ γὰρ κνὶψ τὸ θηρίον τοιοῦτον. | |
5.92 | Κρὴς πρὸς Αἰγινήτην: ἐπὶ τῶν πανουργίᾳ χρω‐ | |
μένων πρὸς ἀλλήλους λέγεται. | 268 | |
5.93 | Αἱ κύνες τὴν δέσποιναν μιμούμεναι: λέγε‐ ται ὁπόταν καὶ οἱ ὑποχείριοι τοῖς ἄρχουσιν ἐπὶ κακῷ συμ‐ φωνῶσι. | |
5.94 | Κυνόσαργες: τόπος, ἐν ᾧ οἱ νόθοι ἐξεκρίνοντο. Κύων γάρ τις ἡρπακὼς κρέα, ἐκεῖ ἐκόμισεν· ὅθεν καὶ Κυνόσαργες. | |
5.95 | Κατὰ ποδὸς βάσιν: ἐπὶ τῶν κατὰ μικρόν τι πραττόντων καὶ μετὰ τέχνης. Ὁμοία τῇ, Ἐν νυκτὶ βουλή. | |
5.96 | Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τοῦ ἀδυνάτου· ὁμοία τῇ, Λύκος καὶ ὄϊν ποιμαίνει. | |
5.97 | Κεραμέως πλοῦτος: ἐπὶ τῶν σαθρῶν καὶ ἀβε‐ | |
βαίων καὶ εὐθραύστων. | 269 | |
5.98 | Κεραμεὺς ἄνθρωπος: ἐπὶ τοῦ σαθροῦ. | |
5.99 | Κακοὶ πίνουσι τῆς τιμωρίας τὴν ὀμίχλην: ἐπὶ τῶν κατ’ ἀξίαν τιμωρουμένων. Ὁμοία τῇ, Αὐτὸς ἐφεῦρε τοῦ κακοῦ τὴν πιτύαν. | |
5.100 | Κενὰ κενοὶ βουλεύονται: | |
6.1 | Λαγὼς καθεύδων: ἐπὶ τῶν προσποιουμένων κα‐ θεύδειν, ἢ ἐπὶ τῶν προσποιουμένων τι δρᾶν καὶ οὐκ ἐξ ἀληθείας πραττόντων. | |
6.2 | Λήμνιον κακόν: ἀπὸ τῶν ἐν Λήμνῳ κακῶν γυ‐ ναικῶν ἡ παραβολή. | |
6.3 | Λυδὸς καπηλεύει: λέγεται Κῦρον περιγενόμενον τῶν Λυδῶν προστάξαι αὐτοῖς καπηλεύειν. | |
6.4 | Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων. Πῶς γὰρ ἂν πτηνός τις γένοιτο λύκος; | |
6.5 | Λαγὼς περὶ κρεῶν: ἐπὶ τῶν διακινδυνευόντων καὶ περὶ ψυχῆς ἀγωνιζομένων. Καὶ γὰρ κἀκεῖνος περὶ | |
τῶν ἑαυτοῦ κρεῶν τρέχει. | 270 | |
6.6 | Λούσαιο τὸν Πελίαν: ἀπὸ τῶν τῷ Πελίᾳ συμ‐ βάντων παρήχθη. | |
6.7 | Λέρνη κακῶν: Ὡς, Ἰλιὰς κακῶν. Διὰ τὸ τοὺς Ἀργείους ἐκεῖσε ἐν τῇ Λέρνῃ τὰ καθάρματα βάλλειν. | |
6.8 | Λευκὴ στάθμη: ἐπὶ τῶν μηδὲν συνιέντων· καὶ ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων. | |
6.9 | Λευκὴ ψῆφος: ἐπὶ τῶν εὐδαιμόνως βιούντων. | |
6.10 | Λημνίᾳ χειρί: ὠμῇ καὶ παρανόμῳ. Ἀπὸ τῶν συμβάντων. | |
6.11 | Λιβυκὸν θηρίον: ἐπὶ τῶν ποικίλων καὶ πο‐ λυειδῶν τοῖς τρόποις. Πολυθήρου γὰρ οὔσης τῆς Λι‐ βύης καὶ πολλῶν ζώων συνιόντων καὶ ἀλλήλοις ἐπιβαινόν‐ των, ἐξηλλαγμένα ἀποτελεῖ καὶ σύμμικτα ζῶα. | |
6.12 | Λευκὴν μᾶζαν φυρῶ σοι: ἐπὶ τῶν μεγάλως | |
ὑπισχνουμένων. | 271 | |
6.13 | Λιμοῦ πεδίον: ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων. Λιμοῦ γάρ ποτε ὄντος, ἔχρησεν ὁ θεὸς Ἀθη‐ ναίοις ἀνεῖναι τῷ λιμῷ πεδίον, εἰ μέλλοιεν ἀπαλλαγῆναι τοῦ λιμοῦ· διὸ καὶ ἐποίησαν. | |
6.14 | Λιμῷ Μηλίῳ: ἐπὶ τῶν σφόδρα λιμωττόντων. Τοὺς γὰρ Μηλίους Ἀθηναῖοι ἰσχυρῶς ἐκάκωσαν. | |
6.15 | Λίνδιοι τὴν θυσίαν: ἐπὶ τῶν σκωπτόντων καὶ δυσφήμως ἱερουργούντων. Ἡρακλῆς γὰρ ἥρπασε τὸν βοῦν τινὸς τῶν Λινδίων καὶ ἐθοινήσατο· ὁ δ’ ἐλοιδορεῖτο αὐτῷ. | |
6.16 | Λίνῳ λίνον συνάπτεις: ἐπὶ τῶν τὰ ἀσθενῆ ἀσθενέσι συναπτόντων. | |
6.17 | Λοκρῶν σύνθημα: ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας παρέβησαν. | |
6.18 | Λυδὸς ἐν μεσημβρίᾳ: ἐπὶ τῶν ἀκολάστων. Τοι‐ | |
αύτῃ γὰρ ὥρᾳ οἱ αἰπόλοι ἀκολασταίνουσιν ἐκεῖσε. | 272 | |
6.19 | Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων. | |
6.20 | Λύκος ἔχανεν: ἐπὶ τῶν τῆς ἐλπίδος ἀποτυγχα‐ νόντων. Οἱ γὰρ λύκοι ἀθηρίᾳ περιπεσόντες, χαίνουσι διερχόμενοι. | |
6.21 | Λύκος περὶ φρέαρ χορεύει: ἐπὶ τῶν πονούν‐ των περί τι μάτην. Ὁ γὰρ λύκος ἄπρακτος περίεισιν, ὅταν διψήσῃ. Ὁμοία τῇ, Κύων παρ’ ἐντέροις. | |
6.22 | Λευκώλενον λίνον κερδογαμεῖς: ἐπὶ τῶν αἰσχρὰς ἐπὶ κέρδει γαμούντων. | |
6.23 | Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν. Λοκροὶ γὰρ ἀποροῦντες βοῶν πρὸς θυσίας, ξύλα σχηματίσαντες εἰς | |
βοῦν, οὕτω τὸ θεῖον ἱλάσκονται. | 273 | |
6.24 | Λυδοὶ πονηροὶ, δεύτεροι δ’ Αἰγύπτιοι, τρί‐ τοι δὲ πάντων Κᾶρες ἐξωλέστατοι: | |
6.25 | Λέοντα ξυρᾷς: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποι‐ ούντων. | |
6.26 | Λύκος πρὸ βοῆς σπεύδει: ἐπὶ τῶν ὑπερσπευ‐ δόντων. Καὶ γὰρ τὸ θηρίον ἁρπάξαν φεύγει. | |
6.27 | Λύχνον ἐν μεσημβρίᾳ ἅπτειν: ἐπὶ τῶν παρὰ καιρόν τι ποιούντων. Ὅμοιον τῇ, Ἐν θέρει τὴν χλαῖ‐ ναν κατατρίβεις. | |
6.28 | Παρὰ Λύδιον ἅρμα: ἐπὶ τῶν πολὺ ἀπολειπο‐ μένων ἐν ἀγῶνι τινί. | |
6.29 | Λυδίῳ νόμῳ: μαντικῷ· μάντεις γὰρ οἱ Λυδοί. | |
6.30 | Λακωνικὰς Σελήνας: ἐπὶ τῶν ἀμφιβόλως συν‐ θήκας ποιουμένων. Οὗτοι γὰρ βοήθειαν αἰτούμενοι ἀνε‐ βάλλοντο, τὴν σελήνην προφασιζόμενοι. Ἀκεσσαίου σελήνη, τὸ ἐναντίον. | |
6.31 | Λιπαρώτερος λύχνου, καὶ Λιπαρώτερος λη‐ κυθίου: ἐπὶ τῶν ὑπερβολικῶν. Ὁμοία τῇ, Ἀκόνην σιτίζεις. | |
6.32 | Λύω λέσχας: Πλάτων φησὶ λέγων ὁπόταν ἐπὶ | |
τὰ ἔργα ἐξήρχοντο. | 274 | |
6.33 | Μασχάλην αἴρειν: ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ πίνειν. | |
6.34 | Μεγαρέων δάκρυα: ἐπὶ τῶν πρὸς βίαν δακρυόν‐ των. Τοῦ βασιλέως αὐτῶν ἀποθανόντος ἠναγκάσθησαν πάντες ὑπὸ τῆς αὐτοῦ γυναικὸς δακρῦσαι. Ὁμοία τῇ, Πρὸς σῆμα μητρυιᾶς θρηνεῖν. | |
6.35 | Μεγαρικαὶ σφίγγες: πόρνας τινὰς οὕτως ἐκάλουν. | |
6.36 | Μετὰ Λέσβιον ᾠδόν: ἐπὶ τῶν τὰ δεύτερα φε‐ ρομένων. | |
6.37 | Μηδικὴ τράπεζα: ἐπὶ τῶν πολυτελῶν καὶ ἁβρῶν. | |
6.38 | Μὴ μελαμπύγου τύχῃς: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. | |
6.39 | Μία λόχμη οὐ τρέφει δύο: ἐπὶ τῶν ἐκ μι‐ κροῦ πολλὰ κερδαίνειν βουλομένων. | |
6.40 | Μύλλος πάντα ἀκούει: ἐπὶ τῶν κωφότητα προσ‐ ποιουμένων, καὶ πάντα ἀκουόντων. Μύλλος γὰρ κωμῳ‐ διῶν ποιητὴς, ὃς μὴ ἀκούειν ὑπεκρίνετο. | |
6.41 | Μῦς ἄρτι πίττης γεύεται: ἐπὶ τῶν νεωστὶ πα‐ σχόντων κακῶς. | |
6.42 | Μυσῶν λείαν: ἐπὶ τῶν κακῶς διαρπαζομένων. | |
Οἱ γὰρ ** κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο. | 275 | |
6.43 | Μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες. | |
6.44 | Μέγα φρονεῖ ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ: σωφροσύνης γὰρ δῶρον αὐτῷ ἐδόθη. | |
6.45 | Μῦς λευκός: ἐπὶ τῶν ἀσελγῶν καὶ ἀκρατῶν· τοιοῦτοι γὰρ οἱ κατοικίδιοι μύες. | |
6.46 | Μὴ παιδὶ μάχαιραν: μὴ τοῖς ἀπείροις ἐγχει‐ ρεῖν μεγάλα πράγματα, μή πως καθ’ ἑαυτῶν χρήσωνται. | |
6.47 | Μανίαι οὐ πᾶσιν ὅμοιαι: τῶν μανιῶν αἱ μέν εἰσιν ἄτοποι, αἱ δ’ ἀρετῆς καὶ εὐχῆς ἄξιαι, ὡς αἱ τῶν χρησμολόγων. | |
6.48 | Μέγα στόμα τὸ ἐνιαυτοῦ: τουτέστι πολλὴ | |
παῤῥησία εὐθηνίας γενομένης. | 276 | |
6.49 | Μυσὶ κανθαρίς: ἐπὶ τῶν μηδενὸς ἀξίων. | |
6.50 | Μετὰ Μουσῶν κόρυδος: ἐπὶ τῶν ἀπαιδεύτων πεπαιδευμένοις συνόντων. Ὁμοία, Καρικὴ Μοῦσα. Καὶ, Κόρχορος ἐν λαχάνοις. | |
6.51 | Μέλιτος μυελός: ἐπὶ τοῦ ἄγαν ἡδέος. | |
6.52 | Μείζονα βοᾷ δάφνης χλωρᾶς καιομένης: ἐπὶ τῶν μεγάλα βοώντων. | |
6.53 | Μὴ εἰκῆ τὴν Ἄβυδον: λείπει, παραπλεῖν. Ἐπὶ τῶν παρακινδυνευόντων. | |
6.54 | Μὴ κινεῖν κακὸν εὖ κείμενον: ἐπὶ τῶν ἑαυ‐ | |
τοῖς κακὰ ἐγειρόντων. | 277 | |
6.55 | Μηδὲν κατὰ βοὸς εὔξῃ: μὴ πάντα ἐπιτρέπειν ταῖς εὐχαῖς. | |
6.56 | Μήτε νεῖν, μήτε γράμματα: ἐπὶ τῶν ἀμα‐ θῶν. Ταῦτα γὰρ ἐκπαιδόθεν ἐν ταῖς Ἀθήναις ἐμάνθανον. | |
6.57 | Μηδέποτε μηδεὶς Μεγαρέων γένοιτο σοφώτε‐ | |
ρος: ἐπὶ τοῦ ἀναισθήτου. Χαριεντιζόμενοι δὲ τοῦτο ἔλεγον. | 278 | |
6.58 | Μηδὲ μέλι, μηδὲ μελίσσας: ἐπὶ τῶν μὴ βου‐ λομένων παθεῖν τι ἀγαθὸν μετὰ ἀπευκτοῦ. | |
6.59 | Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης: ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων. | |
6.60 | Μὴ λόγους ἀντ’ ἀλφίτων: ἐπὶ τῶν τινὸς ἀξι‐ ούντων τυχεῖν. | |
6.61 | Μηδέποτε [εὖ] ἕρδειν γέροντα, μηδὲ γυ‐ ναῖκα, μηδὲ παῖδα βάσκανον, μηδὲ κύνα τινὸς, μηδὲ λάλον κωπηλάτην: παραινεῖ μὴ εἰς ἄχρηστα ἀναλίσκειν. | |
6.62 | Μικρὸν κακὸν, μέγα ἀγαθόν: πολλάκις μι‐ κρὸς πόνος καὶ κακόν τι δοκοῦν μεγάλων γίνεται πρόξε‐ νον καλῶν. | |
6.63 | Μήλῳ βάλλειν: ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων | |
τινάς. | 279 | |
6.64 | Μικρὸς ἀεὶ ὁ σὸς πῶλος: ἐπὶ τῶν διὰ βραχύ‐ τητα ἡλικίας νεάζειν λεγόντων. | |
6.65 | Μία μάστιξ ἐλαύνει: ἐπὶ τοῦ ῥᾳδίου. | |
6.66 | Μυὸς ὄλεθρος: διὰ τὸ ἀποῤῥεόντων τῶν μυῶν τῶν μελῶν θνήσκειν αὐτούς. Εἴρηται δὲ ἐπὶ τῶν ἀπρά‐ κτως ἀποθανόντων. | |
6.67 | Μηδὲ κάρφος κινεῖν: ἐπὶ τῶν ἡσύχων. | |
6.68 | Μὴ τὴν τέφραν φεύγων εἰς τὴν ἀνθρακιὰν ἐμπέσῃς: | |
6.69 | Μήτ’ ἄκανθα ἀμύξῃ: λείπει, τοὺς ἀγαθούς. | |
670a | Μὴ πρὸς ἐμὲ τὰ ποικίλα: τουτέστι, μὴ τὰς τέχνας κατὰ τῶν φίλων. | |
670b | Μὴ μέγα λέγε: μὴ μεγαλοῤῥημόνει. | 280 |
6.71 | Μὴ πῦρ ἐπὶ πῦρ: ἀνθρακεὺς ἐμπιπράμενος ἐν τῇ καμίνῳ τοῦτο λέγει. Ἐπὶ δὲ τῶν κακοῖς συνεχέστερον πε‐ ριπιπτόντων. | |
6.72 | Μὴ μάχαιραν αἶρε θῆλυ: ἐπὶ τῶν ἀδυνάτων βοηθεῖν. | |
6.73 | Μίδας ὄνου ὦτα: ὅτι ὠτακουστὰς εἶχεν. Οἱ δὲ χωρίον αὐτοῦ φασιν οὕτω καλεῖσθαι, ὑπ’ αὐτοῦ ληφθὲν, ἀνάλωτον. | |
6.74 | Μωμήσεταί τις μᾶλλον, ἢ μιμήσεται: ὅτι ῥᾳότερον τὸ ψέγειν. | |
6.75 | Νῷ πείθου: Ὁμοία τῇ, Πείθου θεῷ. | |
6.76 | Νηφάλια ξύλα: τὰ μὴ ἀμπέλινα, μηδὲ σύκινα, | |
μηδὲ μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγονται. | 281 | |
6.77 | Νόμος καὶ χώρα: δῆλον. | |
6.78 | Ναῦς παλαιὰ πόντῳ οὐχὶ πλωσίμη: ἐπὶ τῶν μηδὲν συντελούντων. | |
6.79 | Ναῦς ἱκετεύει πέτρας: ἐπὶ τῶν ἀδυσωπήτων. Ὡς τὸ, Ἀνδριάντι πρεσβεύσομεν. | |
6.80 | Νέμεσις δὲ παρὰ πόδας βαίνει: μέτεισι γὰρ ταχέως. | |
6.81 | Νεβρῷ ἱππεύεις: ἐπὶ τῶν βραδέως γινομένων. | |
6.82 | Νεκρῷ λέγων μύθους εἰς οὖς: ἐπὶ τοῦ μὴ ἐπαΐοντος. | |
6.83 | Νεφέλας ξαίνειν: ἐπὶ ματαίου ἢ ἀδυνάτου. | |
6.84 | Νοῦς οὐ παρὰ Κενταύροις: ἐπὶ τῶν ἐπιλη‐ σμόνων καὶ πλεονεκτῶν. Παρόσον ὑπὸ πλεονεξίας ἀπώ‐ λοντο. | 282 |
6.85 | Νοῦν τὸν ξένον: ἐπὶ τῶν ὑφορωμένων τινά. | |
6.86 | Νῦν εἰς χώραν ἦλθες: ἐπὶ τῶν ὅπου ἀπηρ‐ νοῦντο μὴ ἐλθεῖν ἐλθόντων. | |
6.87 | Νῦν ὀσπρίων ἄμητος: ἐπὶ τῶν καθ’ ὥραν πραττόντων πάντα. | |
6.88 | Νῦν θεοὶ μάκαρες: ἐπὶ τῶν ἀξίως τιμωρουμέ‐ νων ἐφ’ οἷς ἔπραξαν. | |
6.89 | Νὺξ ὑγρά: ἐπὶ τῶν συμβαινόντων χαλεπῶν. Νύ‐ | |
κτα δασεῖαν, τὴν χειμερινήν φασι. | 283 | |
6.90 | Νῦν γένοιτο σωθῆναι: ἀετὸς χελώνην ἁρπά‐ σας ἠβούλετο ἀφ’ ὕψους καταβαλεῖν, ἡ δὲ, Νῦν γέ‐ νοιτο, φησὶ, σωθῆναι· τοῦ δὲ λοιποῦ αὐτῇ με‐ λήσει. | |
6.91 | Ξυρὸς εἰς ἀκόνην: πρὸς τοὺς ὧν βούλονται τυγχάνοντας. Ὁμοία τῇ, Ὄνος εἰς ἄχυρα. | |
6.92 | Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν: ὅτι δυσχε‐ | |
ρὲς ἐκ φαύλων ἀγαθοὺς ἀπεργάσασθαι. | 284 | |
6.93 | Ξυγγνώμη πρωτοπείρῳ: ἐπὶ τῶν ἐν πρώτοις διαμαρτανόντων. | |
6.94 | Οὐδὲν ἦν τἄλλα πάντα πλὴν χρυσός: | |
6.95 | Ὀστράκων περιστροφή: ἐπὶ τῶν ἐκ κρειττό‐ νων εἰς τὸ ἐναντίον μεταπιπτόντων, ἐκ μεταφορᾶς τῶν κυβευόντων. Ὀστρακίνοις γὰρ τὸ πάλαι χρώμενοι βώ‐ | |
λοις, τῇ μεταβολῇ τούτων πολλάκις ἡττῶντο ἢ ἐνίκων. | 285 | |
6.96 | Ὀλέθρου πείρατ’ ἐφῆπται: ἐπιδέδεται καὶ ηὐτρέπισται τὸ τοῦ ὀλέθρου ἡμῶν πέρας. | |
6.97 | Ὄμπνιος χείρ: ἡ πλουσία. Ὄμπνιον νέφος, μέγα, πολὺ, ηὐξημένον. | |
6.98 | Ὄνος ἄγει μυστήρια: ἐν τοῖς μυστηρίοις ἐξ ἄστεος ἐκόμιζον μετὰ τῶν ὄνων τὰς χρείας. Διὸ καὶ ἐκακοπάθουν οἱ ὄνοι. Ἐπὶ τῶν οὖν ἀναξίως τι βαστα‐ ζόντων λαμβάνεται. Ὁμοία, Γαλῇ κροκωτόν· καὶ, | |
5 | Πίθηκος ἐν πορφύρᾳ. | |
6.99 | Ὄνου πόκοι: ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν. Οὐδὲ γὰρ κείρεται ὄνος. | |
6.100 | Ὄνου γνάθος: εἰς πολυφάγον. | 286 |
7.1 | Ὄνου σκιά: ἐπὶ τῶν μηδενὶ χρησίμῳ φιλοτιμου‐ μένων καὶ φιλονεικούντων. Ἐμισθώσατο γάρ τις τὸν ὄνον· καύματος δὲ γενομένου ὑπὸ τὴν ὄνου σκιὰν ὑπέδυ· ὁ δὲ ἐμάχετο, Ὄνον σοι, λέγων, ἐμισθωσάμην, οὐχὶ | |
5 | σκιάν. | |
7.2 | Οὐδ’ Ἡρακλῆς πρὸς δύο: φανερόν. Ἡ ἱστο‐ ρία αὕτη· Προσπεσεῖν τῷ Ἡρακλεῖ ἐκ λόχου οἱ Μολιο‐ νίδαι, αὐτὸς φοβηθεὶς ἔφυγε. | |
7.3 | Οὐκ ἐπιγλωττήσομαι: Ἀριστοφάνης, οὐ βλασ‐ φημήσω. | |
7.4 | Οὐ μάλα κυκᾷς: ἐπὶ τῶν μηδὲν ὄντων. | |
7.5 | Οἱ Κρῆτες τὴν θυσίαν: ἐπὶ τῶν ταρασσόντων τοὺς θύοντας καὶ περικοπτόντων. Τοιοῦτον γάρ τι συν‐ έβη τῷ Ἀγαμέμνονι παρὰ τῶν Κρητῶν θύοντι. | |
7.6 | Ὁ Σικελὸς τὴν θάλασσαν: Σικελός τις σῦκα ἄγων ἐναυάγει· εἶθ’ ὁρῶν τὴν θάλατταν ἀγριουμένην ἐπὶ πέτρας καθήμενος, Οἶδα, φησὶν, ὃ θέλεις· σῦκα | |
θέλεις. | 287 | |
7.7 | Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τό‐ ποι τινὲς δύσβατοι. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατρι‐ βὰς ποιουμένων λέγεται. | |
7.8 | Οὔθ’ ὕεται, οὔτε ἡλιοῦται: ἐπὶ τῶν ἔξω πάσης καθεστώτων φροντίδος. | |
7.9 | Οὐκ ἔστ’ ἐμὸν τὸ πρᾶγμα, πολλὰ χαιρέτω: ἐπὶ τῶν ἀπραγμόνων. | |
7.10 | Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερόν: ἐπὶ τῶν παρ’ ὧν οὐκ ἤλπισαν σωζομένων. | |
7.11 | Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μήτε κατέ‐ χειν δυναμένων, μήτε μεθεῖναι βουλομένων. | |
7.12 | Ὁ Σκύθης ἵππον: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμέ‐ νων, φανερῶς δὲ ἀποπτυόντων αὐτό. Διὸ καὶ Πίνδαρος· Ἀτιζόμενοι Σκύθαι νεκρὸν ἵππον λόγῳ, κρύφα δὲ σκολιοῖς γάνυσιν ἀναδέρουσι πόδας. | |
7.13 | Οὐδὲν ἱερὸν εἶ: ἰδὼν τὸν Ἄδωνιν τοῦτό φησιν Ἡρακλῆς. Εἴρηται οὖν ἐπὶ τῶν ἀχρήστων. | |
7.14 | Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκεις: ἐπὶ τῶν ἀπαιδεύτων. Ὁμοία τῇ, Ἀμουσότερος Λειβη‐ | |
θρίων. | 288 | |
7.15 | Οὐδὲ πυρφόρος ἐλείφθη: πάσης πολεμικῆς παρατάξεως ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδους καὶ στέμματα ** καὶ νόμος τούτου μόνου φεί‐ δεσθαι τοὺς πολεμίους. Ἐπὶ τῶν πανωλεθρίᾳ διαφθει‐ | |
5 | ρομένων ἡ παροιμία τάττεται. | |
7.16 | Οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθον ἔσθ’ ὁ πλοῖς: ἡ Κόρινθος πολλὰς εἶχεν ἑταίρας, αἳ τοὺς ἀφικνουμένους ἐδασμολόγουν. | |
7.17 | Οὐδὲν ἐγγὺς ἱππικοῦ δρόμου: ἐπὶ τῶν τρυ‐ φᾶν βουλομένων. | |
7.18 | Οὐδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ μὴ προσήκοντα φλυαρούντων. Πρῶτον γὰρ τὰ Διονύσου ᾄδοντες οἱ ποιηταὶ, ὕστερον κατεφρόνουν. Οἱ οὖν τοῦ Διονύσου ἔλεγον, Οὐδὲν πρὸς τὸν Διόνυσον. | |
7.19 | Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν: ἐπὶ τῶν δυσανασχετούντων. Ἐπὶ τοῦ Κύκλωπος καὶ τοῦ Ὀδυσσέως. | |
7.20 | Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς ποιούντων, ὡς πελαγοδρομούντων διὰ τὰς τῶν ἀστέρων σημειώσεις. | |
7.21 | Οὐ φροντὶς Ἱπποκλείδῃ: Ἱπποκλείδης μετὰ ἄλλων ἐμνηστεύετό τινα· τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξορχῇ τὸν γάμον· Οὐ φροντὶς, ἀπεκρίνατο. Εἶπε δὲ τὸ Ἐξορχῇ, ἐπειδὴ ἐκεῖνος ἐν τῷ γάμῳ ἐκυβίστα. | |
7.22 | Ὁ φαλλὸς τῷ θεῷ: ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις | |
τὰ εἰκότα καὶ πρόσφορα. | 289 | |
7.23 | Οἰταῖος δαίμων: ὃς ὕβριν καὶ ὑπερηφανείαν ἐμίσησεν. | |
7.24 | Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ: ἐπὶ τῶν μηδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. | |
7.25 | Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπιπτόν‐ των. Κνὶψ γάρ ἐστι θηρίον ξυλοφάγον. | |
7.26 | Οἶδα Σίμωνα, καὶ Σίμων ἐμέ: δύο ἐγένοντο ἡγεμόνες, Νίκων καὶ Σίμων. Ὑπερίσχυσε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν, ὥστε καὶ τὴν ἐπὶ Νίκωνα φήμην ἀπαλεῖψαι. Λεχθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλή‐ | |
5 | λους ἐπὶ κακίᾳ γινωσκόντων. | |
7.27 | Ὁ ἄπληστος πίθος: οὗτος λέγεται ἐν Ἅιδου εἶναι. | |
7.28 | Οἶνος καὶ ἀλήθεια: Εὔανδρος παρὰ τοῖς Πέρ‐ | |
σαις φησὶν οὐ βασάνοις ἐξετάζεσθαι, ἀλλὰ μεθυσκομένους. | 290 | |
7.29 | Οἴκοθεν ὁ μάρτυς: ἐπὶ τῶν καθ’ ἑαυτῶν μάρ‐ τυρας φερόντων. | |
7.30 | Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν. | |
7.31 | Ὁ Κρὴς τὸν Κρῆτα: ἐπὶ τῶν ὁμοιοτρόπων. | |
7.32 | Ὄνος ἐν μελίσσαις: ἐπὶ τῶν ἐν κακοῖς περι‐ πεσόντων. | |
7.33 | Ὄνος λύρας ἀκούων: ἐπὶ τῶν ἀπαιδεύτων. | 291 |
7.34 | Ὃς αὑτὸν οὐκ ἔχει, Σάμον θέλει: ** Ἀθη‐ ναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ αὐτῶν, Σάμον ἐν αὐτοῖς ἐᾶσαι, εἶπον τοῦτο. | |
7.35 | Οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμονα: | 292 |
7.36 | Οἱ φῶρες τὴν βοήν: ἤτοι δεδοίκασιν. | |
7.37 | Ὁμοιότερος σύκου: τοῦτο παραπαίζει διὰ τὴν ἐμφέρειαν τῶν συκῶν. | |
7.38 | Οὐδὲν πέπονθας δεινὸν, ἂν μὴ προσποιῇ: | |
7.39 | Οὐκ ἔστι διθύραμβος, ἂν ὕδωρ πίῃ: ὁ γὰρ θεὸς εὑρετὴς οἴνου, ᾧ τινι ἑορτάζουσιν. | |
7.40 | Οὐ πατρικὰ αὐλεῖ μέλη: ἐπὶ τῶν οὐχ ὁμοίως τοῖς πατράσι βιούντων. | |
7.41 | Οὐ φελλίνας ὁ ἀγών: οἷον, οὐ στεφανίτης, ἀλλὰ χρηματίτης. Ἔλεγον δὲ ἐπὶ τῶν ἀργύριον τελούντων. | |
7.42 | Πάντα κινήσω πέτρον: ὁμοία τῇ, Πάντα λίθον κινήσω. Ἐπὶ οὖν τῶν πάντα τρόπον ἐπινοούν‐ | |
των ὥστε ποιῆσαι ὃ βούλονται ἡ παροιμία λέγεται. | 293 | |
7.43 | Παρὰ κωφῷ ἀποπέρδειν: | |
7.44 | Παρεξηυλημένος τὸν νοῦν: οἷον, ἀμυδρὸν, ἢ ὑπὸ γήρως διεφθορότα ἔχων τὸν νοῦν. | |
7.45 | Πρεσβύτερος Κόδρου: ἐπὶ τῶν παλαιῶν καὶ πολυχρονίων. | |
7.46 | Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: Ἀγκαῖος ἄμπελον φυτεύων βαρέως ἐπέκειτο τοῖς οἰκέταις. Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ γεύσασθαι αὐτὸν τῆς ἀμπέλου. Ἐπεὶ οὖν ὁ καρπὸς ἐπεφθάκει, τὸν οἰκέ‐ | |
5 | την ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ προσφέρειν τὴν κύλικα τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ στίχου. Καὶ τούτων λεγομένων, ἄλλος οἰκέτης ἦλθεν ἀπαγγέλλων ὡς ὗς τὴν χώραν λυμαίνεται· ὁ δὲ ὁρμήσας ἀνῃρέθη. | |
7.47 | Πατρόκλειος πρόφασις: ἐπὶ τῶν μὴ δυναμέ‐ νων διὰ φόβον θρηνεῖν τὰς οἰκείας συμφορὰς, ἐξ ἑτέρων | |
δὲ θλίψεων αὐτὰς ἀποκλαιόντων. | 294 | |
7.48 | Πᾶσα γῆ πατρίς: | |
7.49 | Πεύκης τρόπον: κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυ‐ μένων. Παρόσον ἡ πεύκη κοπεῖσα οὐ φύει. | |
7.50 | Πλίνθον πλύνεις, Χαμαὶ ἀντλεῖς: ἐπὶ τῶν ἀδυνάτων. | |
7.51 | Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀπλή‐ στων. | |
7.52 | Προμέρου κύνες: τοῦτόν φασιν οἰκέτην ὄντα βασιλικὸν μισῆσαι καθ’ ὑπερβολὴν τῶν τραγῳδιῶν τὸν ποιητὴν Εὐριπίδην, ἐπαφεῖναί τε αὐτῷ κύνας ἀγρίους, οἳ τοῦτον κατεθοινήσαντο. | |
7.53 | Πτολεμαῒς ἡ δίκη: πρεσβύτις ἦν αὕτη, ἕως ἀπέθανε δίκας λέγουσα καὶ μήποτε ἀπαλλαγῆναι βουλο‐ μένη τῶν δικῶν. | |
7.54 | Πρὸς κώρυκον γυμνάζεσθαι: ἐπὶ τῶν διακε‐ | |
νῆς μοχθούντων. | 295 | |
7.55 | Πρόκριδος ἄκοντα: ἐπὶ τῶν πάντα νικώντων. Τοιοῦτον γὰρ ἔχουσα ἡ Πρόκρις πάντα ἐνίκα. | |
7.56 | Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις: ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. Ὁμοία τῇ, Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δῶμα γελᾷ. Καὶ, Ἅλμην τί κυκᾷς, πρὶν τοὺς ἰχθύας ἕλῃς; | |
7.57 | Πρότερον χελώνη παραδραμεῖται δασύπο‐ δα: ἐπὶ τῶν ἀδυνάτων. | |
7.58 | Προβάτων οὐδὲν ὄφελος, ἐὰν ποιμὴν ἀπῇ: ἐπὶ τοῦ ἀναγκαίου. | |
7.59 | Πράγματ’ ἐξ ἀπραξίας: ἐπὶ τῶν παρὰ δόξαν | |
καὶ ἐλπίδα συμβαινόντων. | 296 | |
7.60 | Πρὸς κενὴν ψάλλεις: ἐπὶ τῶν μάτην πονούντων. | |
7.61 | Πρίν κε δύο ἐχῖνοι εἰς φιλίαν ἔλθητον, ὁ μὲν ἐκ πελάγους, ὁ δ’ ἐκ χέρσου: ἐπὶ τοῦ ἀδυνά‐ του καὶ ἀνομοίου. | |
7.62 | Προβάλλοντες κυσὶν ἄρνας: ἐπὶ τῶν τοὺς ἀπράγμονας παραδιδόντων συκοφάνταις. | |
7.63 | Πρίν κε λύκος ὄϊν ποιμάνῃ: ἐπὶ τοῦ ἀδυ‐ νάτου. | |
7.64 | Πραότερος περιστερᾶς: ἐπὶ τῶν ἐπιεικῶν. | |
7.65 | Πρὸς Κᾶρα καρίζεις: ὡς καὶ τὸ, Πρὸς Κρῆτα κρητίζεις. Καὶ, Μεγαρικὰ δάκρυα. | |
7.66 | Πρὸς σῆμα μητρυιᾶς κλαίειν: ἐπὶ τῶν προσ‐ | |
ποιουμένων κλαίειν ἀφροντίστως τε κλαιόντων. | 297 | |
7.67 | Πόντον σπείρειν: ἐπὶ τῶν μάτην πονούντων. | |
7.68 | Ποταμῷ μεγάλῳ ὀχετὸν ἐπάγει: ἐπὶ τῶν μα‐ ταιοπονούντων ἢ ματαιολογούντων. | |
7.69 | Ποικιλώτερος ὕδρας: ἐπὶ τῶν δολερῶν. | |
7.70 | Ποταμὸς τὰ πόῤῥω ποτίζων, τὰ δ’ ἔγγιον καταλείπει: ἐπὶ τῶν τοὺς ξένους εὐεργετούντων, τῶν οἰκείων δὲ ἀμελούντων. | |
7.71 | Πονηρὰ κατὰ τρυγόνα ψάλλεις: ἐπὶ τῶν μοχθηρῶς καὶ ἐπιπόνως ζώντων. | |
7.72 | Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν: ἐπὶ τῶν μὴ ὁμογνωμονούντων. | |
7.73 | Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντας | |
ἑαυτοὺς οἷς βούλονται. | 298 | |
7.74 | Ποταμὸς θαλάττῃ ἐρίζει: ἐπὶ τοῦ ἀδυνάτου. | |
7.75 | Πόλεμος δὲ Κόνωνι μελήσει: ἐπὶ τῶν περὶ τῶν ἀλλοτρίων φροντιζόντων. | |
7.76 | Πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν, ἐν δὲ καὶ ἐσθλόν: ἐπὶ τῶν συμμίκτων ὄντων καὶ μετεχόν‐ των κακότητος ἢ ἀγαθότητος. Τοῦ γὰρ πολύποδος ἡ κεφαλὴ ζῶσα μὲν δάκνει τοὺς προσιόντας, θανοῦσα δέ | |
5 | ἐστιν ἐδώδιμος. | 299 |
777a | Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται: ἐπὶ τῶν δυσαλώτων καὶ δυσκατεργάστων. | |
777b | Πόῤῥω Διός τε καὶ κεραυνοῦ: παραινετικὴ ὅτι δεῖ φεύγειν τοὺς τυράννους ὡς ἀπὸ κεραυνοῦ. | |
7.78 | Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατή‐ σεις: πρὸς τοὺς οἰομένους τὸ θεῖον κατασοφίζεσθαι. | |
7.79 | Πολλαὶ κυνὸς ἄρσενος εὐναί: ἐπὶ τῶν κατω‐ φερῶν πρὸς συνουσίαν. | |
7.80 | Πολλὰ κενὰ τοῦ πολέμου: ἤτοι διὰ τὸ πολλὰ καθ’ ὑπόνοιαν φέρειν· ἢ ὅτι Λακεδαιμόνιοι κεναῖς σφεν‐ δόναις καὶ νευραῖς ἐψόφουν πρὸς ἔκπληξιν τῶν πολεμίων. | |
7.81 | Πολλάκι τοι καὶ μωρὸς ἀνὴρ κατακαίριον | |
εἶπε: δήλη ἡ παροιμία. | 300 | |
7.82 | Πῦρ ἐπὶ δαλὸν ἐλθόν: ἐπὶ τῶν ταχέως γινο‐ μένων. Ἀπὸ τοῦ Κύκλωπος ἡ μεταφορά. | |
783a | Πῦρ ὑπ’ ἀκάνθαις: | |
783b | ** Ἑλίξας δὲ † μὲν κεῖται: ἐπὶ τῶν πα‐ νουργοτέρων. | |
7.84 | Πρὸς κέντρα λακτίζεις: δήλη ἡ παροιμία. | |
7.85 | Πέμπε εἰς ἔσχατον τὴν ἐπιστήμην: | |
7.86 | Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοι: ἐπὶ τῶν προσποιητῶς τι πραττόντων. Ὁμοία τῇ, Πολλοὶ βουκένται, παῦροι δέ τε γῆς ἀρο‐ τῆρες. | 301 |
7.87 | Προφάσεως δεῖται μόνον ἡ πονηρία: | |
7.88 | Παρθένος τὰ πατρῶα: ἐπὶ τῶν καταχαριζομέ‐ νων τὰ πατρῶα εἴωθε λέγεσθαι. | |
7.89 | Πρὸ τούτου σε ᾤμην κέρατα ἔχειν: ἐπὶ τῶν ἀνδρείας ὑπόληψιν ἐχόντων. | |
7.90 | Πάρες τὸν μάντιν: ἔθος ἦν πρὸ τῆς φάλαγγος ὁδεύειν τὸν μάντιν ἐστεμμένον. Παρεγγυᾷ οὖν τούτου φείδεσθαι. | |
7.91 | Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται: ἐπὶ τῶν πενήτων τῶν δι’ ἀπορίαν τροφῆς ὑπνούντων. Ἀλώ‐ πεκα δὲ εἶπε, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτη‐ δεύουσιν. | |
7.92 | Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους: ἐπὶ | |
τῶν ἐκφοβούντων οὐ δεόντως. | 302 | |
7.93 | Πρὶν τοὺς ἰχθῦς ἑλεῖν, τὴν ἅλμην κυκᾷς: ἐπὶ τῶν πρὸ πολλοῦ παρασκευαζομένων. | |
7.94 | Πίθηκος ἐν πορφύρᾳ: οἱ φαῦλοι κἂν καλοῖς περιβληθῶσιν, ὅμως διαφαίνονται πονηροί. | |
7.95 | Πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστε‐ ρος, ἢ ὁ τὸ κόσκινον ὑποτιθείς; εἴποις, ὁ τὸν τράγον: | |
7.96 | Ῥόδιοι τὴν θυσίαν: ἐπὶ τῶν ἐν τοῖς ἱεροῖς | |
βλασφημούντων. | 303 | |
797a | Ῥιγοῖ κακῶς ἀριστήσας: ἐπὶ τῶν [προφασιζο‐ μένων καὶ] μετὰ τὴν ἀνά[παυσιν] οὐχ ἡδέως ἐρχομένων ἐπὶ τὰ ἔργα. | |
797b | Ῥηγίνων δειλότερος: τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον. | |
7.98 | Ῥαδαμάνθυος κρίσις: ἐπὶ τῶν ἐπὶ δικαίοις μαρτυρουμένων. | |
7.99 | Ῥαχίας λαλίστερος: ἐπὶ τῶν ἀδολέσχων· παρ‐ όσον ταῖς ῥαχίαις ἐπιβάλλοντα τὰ κύματα ψόφον ποιεῖ. | |
7.100 | Ῥήματα ἀντὶ ἀλφίτων: ἐπὶ τοῦ προϊεμένου φωνὰς μόνας. | |
8.1 | Ῥόδον ἀνεμώνῃ συγκρίνεις: ἐπὶ τῶν τὰ ἀνό‐ μοια συμβαλλόντων. | |
8.2 | Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν: ἐπὶ τῶν μεταμελουμένων περί τι καὶ μὴ δυναμένων τι ἀνύσαι. | 304 |
8.3 | Ῥωπικὸν ὤνιον: ἐπὶ τῶν εὐτελῶν καὶ πολλοῦ πιπρασκομένων. | |
8.4 | Ῥοδίων χρησμός: ἐπὶ τῶν περιεργότερον πυν‐ θανομένων. Ῥόδιοι γὰρ τῇ Ἀθηνᾷ ἔθυον. Οὐκ ἦν δὲ αὐτοῖς ἀμίδας εἰσφέρειν ἔθος. Ἠρώτησαν οὖν, εἰ τοῦτο δέοι ποιῆσαι. Συγκατένευσεν. Ἀνεπυνθάνοντο πάλιν, | |
5 | χαλκῆν ἢ ὀστρακίνην; ἀπεφήνατο, οὐδετέραν. | |
8.5 | Σαρδώνιος γέλως: ἐπὶ τῶν μὴ ἐκ χαιρούσης | |
ψυχῆς γελώντων. | 305 | |
8.6 | Σικελὸς στρατιώτης: ξένοις ἐχρῶντο ἀεί. | |
8.7 | Σικελικὴ τράπεζα: ἐπὶ τῶν ἄγαν τρυφηλῶν. | |
8.8 | Σκορπιὸν ὀκτάπουν ἀνεγείρεις: οἷον, ἱκα‐ νὸν ἀμύνασθαι εἰς πληγὴν παροξύνεις. | |
8.9 | Σῦκον αἰτεῖς: ἐπὶ τῶν κολακευόντων. Ἀθηναῖοι γὰρ ἐκολάκευον τοὺς γεωργούς· οἱ δὲ πρὸς τούτους ἔλε‐ γον ταῦτα. | |
8.10 | Συβαρῖται διὰ πλατείας: ἐπὶ τῶν σοβαρῶς πορευομένων. | |
8.11 | Σὺν Ἀθηνᾷ καὶ χεῖρας κίνει: χρησμόν τις ἔλαβε, Τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖν. | |
8.12 | Συστομώτερος σκάφης: ἐπὶ τῶν ἀπαῤῥησιά‐ στων· ἀπὸ τῶν τὰς σκάφας μεταφερόντων ἐν ταῖς πομπαῖς. | |
8.13 | Σχῖνον διατρώγειν: ἐπὶ τῶν καλλωπιζόντων ἑαυτούς· οἱ γὰρ τοιοῦτοι εἰώθασι σχῖνον διατρώγειν, ἕνεκα τοῦ λευκοὺς ὀδόντας ἔχειν. Παρὸ καὶ τοὺς τοιού‐ τους Σχινοτρώκτας ἐκάλουν. | |
8.14 | Στύππινον γερόντιον: ἀσθενές. | 306 |
8.15 | Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ εὐτελῆ κλε‐ πτόντων. | |
8.16 | Σπάρταν ἔλαχες, κείναν κόσμει: δῆλον. | |
8.17 | Σπιθαμὴ τοῦ βίου: τὸ ἐλάχιστον. | |
8.18 | Συνῆλθον ἀτταγᾶς καὶ νουμήνιος: ἐπὶ δύο κλεπτῶν τοῦτο. | |
8.19 | Σύροι πρὸς Φοίνικας: ἑκάτερα τὰ ἔθνη δια‐ | |
βάλλονται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε δι’ ἔχθρας εἰσί. | 307 | |
8.20 | Σκάνδιξ: λάχανον ἄγριον. Διὸ καὶ σκανδοπώλης ὁ Εὐριπίδης. | |
8.21 | Τὰ ἐκ τρίποδος: ἐπὶ τῶν ἀληθῶς λεγομένων. | |
8.22 | Τίκτει τοι κόρος ὕβριν ὅταν κακῷ ἀνδρὶ | |
παρείη: ἐπὶ τῶν ταῖς εὐτυχίαις ἐπαιρομένων. | 308 | |
8.23 | Ταντάλου τάλαντον: διαβόητος ἐπὶ πλούτῳ. | |
8.24 | Τερμέρια κακά: τὰ μεγάλα. | |
8.25 | Τυφλότερος ἀσπάλακος: φασὶν αὐτὸν τυφλω‐ θῆναι διὰ τὸ φθείρειν τὴν γῆν. | |
8.26 | Τυφλῶν ὀνείρων: ἤτοι τῶν ἀπατηλῶν. | |
8.27 | Τὸ Πάρνου σκαφίδιον: ἐπὶ τῶν μικρὰ ζη‐ τούντων. Πάρνος γάρ τις τὴν σκάφην ἀπολέσας συνε‐ χῶς ἠνώχλει τῷ δήμῳ. | |
8.28 | Τὸ Ἐπιμενίδειον δέρμα: ἐπὶ τῶν ἀποθέτων. | |
Κατέκειτο γὰρ παρὰ τῇ Λακεδαίμονι τοῦτο. | 309 | |
8.29 | Τὸ Φρυνίχου πάλαισμα: κατὰ τῶν πανούργως σοφιζομένων. Προδότης γὰρ γέγονε τῶν Λακεδαιμονίων. | |
8.30 | Τὸ ἄρνιόν σοι λελάληκεν: | |
8.31 | Τὸ Μηλιακὸν πλοῖον: ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων. Κατηράσαντο γὰρ Λακεδαιμόνιοι μηδέποτε στε‐ | |
γνὰ τὰ πλοῖα Μηλίων γενέσθαι· παραβάται γάρ. | 310 | |
8.32 | Τὸ Δωδωναῖον χαλκεῖον: ἐπὶ τῶν πολλὰ λα‐ λούντων. | |
8.33 | Τὸν Ὕλαν κραυγάζεις: ἐπὶ τῶν μάτην πο‐ νούντων καὶ βοώντων. Καὶ γὰρ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ ζητήσας τὸν Ὕλαν, οὐχ εὗρε. | |
8.34 | Τρυγόνος λαλίστερος: ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέλεσιν ἠχοῦσιν. | |
8.35 | Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἐπὶ τῶν τὰ τελευταῖα πονούντων. | |
8.36 | Τὸν Κολοφῶνα ἐπέθηκεν: ἐπὶ τῆς βεβαίας | |
ψήφου. | 311 | |
8.37 | Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων. | |
8.38 | Τὰ πρῶτ’ ἀρίστους παῖδας Αἴγινα τρέφει: ἐπὶ τῶν τὰ πρῶτα καὶ ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων. | |
8.39 | Τὰς ἐν ᾅδου τριακάδας: [τιμᾶται ἡ τριακὸς] ἐν ᾅδου διὰ τὴν Ἑκάτην. Καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις | |
καὶ Ἑκάτη ἓν εἶναι δοκοῦσιν. | 312 | |
8.40 | Τὸ Πάσητος ἡμιωβόλιον: οὗτος μαλακὸς ἦν ὁ Πάσης, ἐπὶ μαγείᾳ διενηνοχώς. Τὸ γὰρ ἡμιώβολον διδοὺς, παρ’ ἑαυτῷ πάλιν εὕρισκε. | |
8.41 | Τὸ βασιλικὸν βοίδιον: ἐπὶ Πτολεμαίου τοῦ νέου βοῦς ἔτεκεν ἓξ βοίδια. Λέγεται οὖν ἐπὶ τῶν πο‐ λυτόκων. | |
8.42 | Τίς ἐν Κύδωνος: ἐπὶ τῶν φιλοφρόνως δεχομέ‐ νων τοὺς ξένους. | |
8.43 | Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος, ἐπὶ τῆς γλώσσης τοῦ μεθύοντος: ἐπὶ τῶν ἐν μέθῃ τὴν ἀλή‐ θειαν λεγόντων. | |
8.44 | Τὸ πέλαγος πρότερον οἴσει ἄμπελον: ἐπὶ | |
τῶν ἀδυνάτων. | 313 | |
8.45 | Τὸν καπνὸν φεύγων, εἰς τὸ πῦρ ἐνέπεσον: ἐπὶ τῶν τὰ μικρὰ τῶν δεινῶν φευγόντων, καὶ εἰς μείζονα δεινὰ ἐμπιπτόντων. | |
8.46 | Τίς πατέρ’ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα: ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα ἀπορίᾳ ἰδίᾳ προφερόντων. Ὁμοία τῇ, Κατὰ σαυτὸν ἔλαυνε. Καὶ, Ἣν ἔλαχες Σπάρταν κόσμει. Παραινεῖ γὰρ | |
5 | μὴ τοῖς ** ὑπὲρ ἀξίαν ἐπιπηδᾶν. | |
8.47 | Τιτᾶνας καλεῖν: ἐπὶ τῶν κεκραγάτων τινὰς εἰς | |
βοήθειαν. | 314 | |
8.48 | Τὸν ξύοντα δ’ ἀντιξύειν: ἐπὶ τῶν διὰ χάριν χάριτας ποιούντων. | |
8.49 | Τοῦτο τὸ ὑπόδημα ἔῤῥαψε μὲν Ἱστιαῖος, ὑπεδήσατο δὲ Ἀρισταγόρας: Ἀρταφέρνου τοῦτο τοῦ Περσῶν βασιλέως. Καὶ γὰρ Ἱστιαῖον οὗτος ᾐτιᾶτο τῆς Ἰώνων ἀποστασίας, ὁ δὲ ἠρνεῖτο, καὶ εἰς Ἀριστα‐ | |
5 | γόραν μετέφερε τὴν αἰτίαν· οὗ τὸ δόλιον ἀνακαλύπτων ὁ σατράπης, εἰς αὐτὸν τοῦτο εἶπε. Λέγεται δὲ ἐπὶ τῶν τὰ ἑαυτῶν ἐγκλήματα ἄλλοις πανούργως προσαπτόντων. | |
8.50 | Τἄλλα φιλώμεθα, τἄλλα μὲν ἀγαπώμεθα. κατὰ τοῦτο, Οὐ συμφημὶ οὐδὲ συναινῶ. | |
8.51 | Τέλος ὅρα βίου: τοῦτο τὸ ἀπόφθεγμα Σόλων εἶπε Κροίσῳ. | |
8.52 | Τί πρὸς τὸν Ἑρμῆν: ἀντὶ τοῦ, πρὸς τὸν λόγον. | 315 |
8.53 | Τὸν Μίδα πλοῦτον, καὶ Κροίσου, καὶ Κυ‐ νήρου: ἐν ὑπερβολῇ ταῦτα. | |
8.54 | Τὸ οὐ Φιλοξένου: ἐπὶ τῶν πολλάκις ἀρνουμέ‐ νων· Φιλόξενος † γὰρ Διονύσιον καλῶν, οὐδὲν ἄλλο ἀπεκρίνατο οὗτος, εἰ μὴ οὐ οὐ. | |
8.55 | Τῷ θρίῳ τὴν ἐγχέλυν: θρίον, τὸ φύλλον τῆς συκῆς· τραχὺ γάρ ἐστιν, αἱ δὲ ἐγχέλυς ὀλισθηραί· πρὸς τὸ λαμβάνειν οὖν αὐτὰς κατάλληλον δοκεῖ. | |
8.56 | Τὴν θύραν ἔχει τετριμμένην ὥσπερ αἱ ποῖ‐ μναι: ἐπὶ τοῦ ἀπανθρώπου καὶ ἀπροσπελάστου. | |
8.57 | Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἐπισφαλῶς νο‐ σούντων. Καὶ γὰρ εἰώθαμεν στεφανοῦν σελίνοις τὰ | |
μνήματα. | 316 | |
8.58 | Τενέδιος πέλεκυς: ἐπὶ τῶν πικρῶς ἢ μᾶλλον συντόμως ἀποκοπτόντων τὰς ζητήσεις, ἢ καὶ τἄλλα πρά‐ γματα. Ἢ ἐπὶ τῶν ὠμῶν νόμων. Νόμον γάρ τις ἔταξε παρ’ αὐτοῖς, τὸν καταλαβόντα μοιχὸν πελέκει κόπτειν. | |
8.59 | Ὑπὸ παντὶ λίθῳ σκόρπιος εὕδει: ἐπὶ τῶν κακοήθων λέγεται. | |
8.60 | Ὗς ἐκώμασεν: ἐπὶ τῶν ἀσέμνως τι ποιούντων, | |
καὶ παρ’ ἀξίαν ἐπαιρομένων ἐπί τισιν εὐπραγίαις. | 317 | |
8.61 | Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀδυνάτων. | |
8.62 | Ὑπὲρ τὰ Καλλικράτους: πλούσιος οὗτος ἦν ἐν Κορίνθῳ. Εἴποτε οὖν ἐθαύμαζόν τινα ἐπὶ πλούτῳ, τοῦτο ἔλεγον. | |
8.63 | Ὑπερβερεταῖος: ἐπὶ τῶν ὑπερχρονίων· ὁ γὰρ τελευταῖος μήν ἐστιν οὗτος. | |
8.64 | Ὗς ὀρίνει: ἐπὶ τῶν βιαίων λέγεται καὶ ἐριστικῶν. | |
8.65 | Φαλάριδος ἀρχαί: ἐπὶ τῶν ὠμῶς τῇ ἐξουσίᾳ χρωμένων. | |
8.66 | Φώκου ἔρανος: ἐπὶ τῶν εὐωχίας συνταττόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπίγαμον, ἀνεβάλλετο τὸν γάμον· ἐφ’ ᾧ ὀργισθέντες οἱ μνηστῆρες, ἀπέκτειναν αὐτόν. | |
8.67 | Φοινίκων συνθῆκαι: ἐπὶ τῶν πανούργων. | 318 |
8.68 | Χάρωνος θύρα: δι’ ἧς οἱ κατάδικοι ἐπὶ τὸ θανεῖν ἐξήρχοντο. | |
8.69 | Χθόνια λουτρά: τὰ τῶν νεκρῶν. | |
8.70 | Χαῖρε φίλον φῶς: γραῦς ἐθέλουσα ἀκολασταί‐ νειν γυμνὴ, ἵνα μὴ τὴν ῥακίωσιν τοῦ σώματος ἐλέγχῃ, τοῦτο εἶπε. | |
8.71 | Ψεκάς: ἡ δρόσος. Οὕτως ἐκαλεῖτο Ἀντίμαχος πτυελώδης ὤν. Οὗτος δὲ μελῶν ἦν ποιητής· οὕτω δὲ ἐκαλεῖτο, διότι προσέῤῥαινε τοῖς ὁμιλοῦσι διαλεγόμενος. Ἐδόκει δὲ ὁ Ἀντίμαχος ψήφισμα πεποιηκέναι, ὅτι μὴ | |
5 | δεῖ κωμῳδεῖν ἐξ ὀνόματος. | |
8.72 | Ὧι τὸ ἱερὸν πῦρ οὐκ ἔστι φυσῆσαι ὡς μὴ | |
καθαρεύοντι: | 319 | |
8.73 | Ὥσπερ ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι: λέγεται ἐπὶ τούτων, οἳ τοῖς ἑαυτῶν ἔργοις ἢ τέχνῃ χρώ‐ μενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ πα‐ λαιὸν ἐν ὅπλοις ὄντες ἐξενίζοντο. | |
8.74 | Ὠσὶν ἑστῶσιν: ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων. | |
8.75 | Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν: ὅταν ἐλ‐ πίσας τὶς μεγάλα μικροῖς ἐντύχῃ. | |
8.76 | Ὥσπερ παῖδα φιλοῦσιν ἐρασταί: ἐπὶ τῶν | |
ἐρωτικῶς διακειμένων. | 320 |