TLG 0096 017 :: AESOPUS et AESOPICA :: Proverbia

AESOPUS et AESOPICA Scr. Fab.
(6 B.C.)

Cf. et VITAE AESOPI (1765)

Proverbia

Source: Perry, B.E. (ed.), Aesopica, vol. 1. Urbana: University of Illinois Press, 1952: 265–291.

  • Proverbia 1–143 (proverbiorum sylloge quae inscribitur Αἰσώπου λόγοι): pp. 265–286
  • Proverbia 144–179 (proverbiorum sylloge quae inscribitur Αἰσώπου κοσμικαὶ κωμῳδίαι): pp. 287–289
  • Proverbia 180–191 (proverbiorum sylloge quae inscribitur παροιμίαι Αἰσώπου): p. 290
  • Proverbia 192–200 (e Joanne Georgide): p. 291
  • Proverbia 180–191: Dup. partim 0096 001

Citation: Proverb — (line)

1

Ἀεὶ τὰ πέρυσι καλά. Ἑρμηνεία. Ἄρτι τῆς ὥρας τὴν βλάβην ὁ πειραθεὶς Τῆς πρόσθεν οὗτος εὐκλείας μεμνήσεται.

2

Χωλῷ παροικήσας ὑποσκάζειν μάθοις. Ἑρμηνεία. Συνὼν πονηροῖς ὅμοιος αὐτοῖς γενήσῃ.

3

Χρυσὸς Δανάην ἔπεισεν ἐθέλουσαν. Ἑρμηνεία. Καὶ τὸν σώφρονα χειροῦται τιμάρια, Χρήμασιν ὁπλίζοντα πρὸς ἀσέλγειαν.

4

Εὐτυχεῖτε καὶ λοιδορεῖτέ με. Ἑρμηνεία. Γελῶσιν οἱ πλουτοῦντες ἤθη πενήτων· Τὰ ῥάκη γὰρ ὁρῶσιν, οὐχὶ τὴν τόλμαν.

5

Κροκόδειλος ἔλεγεν ὅτι “εἰς τὴν πόλιν μου ἐλαιοπώλης ἤμην.” Ἑρμηνεία. Φιλοῦσιν οἱ πονηροὶ καὶ κακότροποι Γένους μεγάλου λέγεσθαι καὶ δόξης καλῆς.

6

Ὄφις τὸ δέρμα ἀποδύεται, τὴν γνώμην δὲ οὐδαμῶς. Ἑρμηνεία. Κακοῦργος ἀνήρ, τοὺς τρόπους οὐκ ἀμείβων,
Τὸ σχῆμα μεταλλάσσει ἀπάτης χάριν.265

7

Ὄψιν εἶδες, περὶ τῆς γνώμης μὴ ἐξέταζε. Ἑρμηνεία. Δηλοῖ πολλάκις κακοσύνθετος ὄψις Ψυχῆς διεστραμμένης τὸν σκαιὸν τρόπον.

8

Οὔτε οὗτος Ἑρμῆς οὔτε οὗτος Ἡρακλῆς. Ἑρμηνεία. Ὁ φιλοκόμπον ἦθος ἐλέγχων ἀεὶ Γλώττῃ τιτρώσκει τοὺς κακοὺς ἐλευθέρᾳ.

9

Ὁ ζῶν τοὺς ζῶντας βλέπει. Ἑρμηνεία. Τοὺς ἐμπνέοντας εἰκὸς ἀλλήλους βλέπειν· Οἱ γὰρ θανόντες τοῖς ζῶσιν ἀθέατοι.

10

Λόγος καλὸς ὀστοῦν κατεάξει. Ἑρμηνεία. Ἦθος τὸ πρᾶον καὶ τὸ προσηνὲς ῥῆμα Μαλάττειν οἶδεν καὶ τοὺς ἄγαν λιθώδεις.

11

Οὐκ ἄξιον τὸ κλέμμα τῆς ἀγρυπνίας. Ἑρμηνεία. Κόπος οὐκ ἔχων ἰσόρροπον τὸ κέρδος Ἀθυμίαν δίδωσι τοῖς μόχθοις ἀεί.

12

Ὅλος ὁ βίος ἐλλύχνιον. Ἑρμηνεία. Ἅπαν τοῦ βίου τὸ περίβλεπτον τύφος Βραχυτάτῳ ῥήματι τὸ πέρας ἔχει.

13

Ὁ πέπερι ἔχων καὶ εἰς φακὸν βάλλει. Ἑρμηνεία. Ἀφθονίαν χρημάτων ἄνθρωπος λαχὼν
Ἀλλοκότοις κέχρηται παραρτύσεσιν.266

14

Ὁ ἀνάγων τὸν κατάγοντα. Ἑρμηνεία. Ἤλεγξεν ἡ πενία τὸν πλοῦτόν ποτε Κάτωπον κεκυφότα ψήφῳ / τῆς δίκης.

15

Ὄνος καὶ κοπίδερμος μίαν τύχην ἔχουσιν. Ἑρμηνεία. Ἀνὴρ ἐκδουλωθεὶς 〈καὶ〉 μᾶλλον οἰκέτου Οἴσει τὴν μοχθηρίαν ἡδονῆς χάριν.

16

Ἔστω τὰ κρανία, μὴ καὶ τοὺς ἐγκεφάλους ἀπωλέσαμεν. Ἑρμηνεία. Ὅστις ἀφῃρέθη τὴν 〈ἑαυτοῦ〉 κτῆσιν, Συναφῃρέθη καὶ 〈αὐτὸ〉 τὸ φρονεῖν καλῶς.

17

Ὁ μηρὸς ἔσωθεν ὄζει. Ἑρμηνεία. Τὰς συμφορὰς ἔσωθεν τὰ πλεῖστά φημι Διαρρήδην τίκτεσθαι κακούργων γνώμαις.

18

Ὃ σὺ κρύβεις εἰς τὴν ἀγορὰν κηρύσσεται. Ἑρμηνεία. Σφάλμα τὸ περίφημον καὶ πᾶσι ῥητὸν Ἀνὴρ κακὸς 〈συγ〉κρύπτειν ἐκβιάζεται.

19

Πατὴρ μὲν ὁ θρέψας, οὐ μὴν δὲ ὁ γεννήσας. Ἑρμηνεία. Πατὴρ καλοῖτο ἂν ὁ 〈τὰσ〉 τροφὰς διδούς· Ὁ γὰρ φυτεύσας ἡδονῇ δεδούλευκεν.

20

Πολλοῖς ἀρέσκει τὰ τοῦ βίου χείρονα. Ἑρμηνεία. Ὀλίγοις ἐσπούδασται τὰ τῆς ἀρετῆς·
Οἱ πλεῖστοι γὰρ νεύουσιν εἰς τἀναντία.267

21

Πηγῆς ἐξ ἦς οὐ πίνω ξηρανθείη. Ἑρμηνεία. Μενέτω κοινά, ἅπερ ἡ Τύχη νέμει· Εἰ δ’ οὐ κοινὸς ὁ πλοῦτος, μηδεὶς τρυφάτω.

22

Πόδας ἔχων 〈σὺ〉 καὶ ποδάγρας ἔλπιζε. Ἑρμηνεία. Ἕπεται πάντως τοῖς τερπνοῖς τὰ λυπηρά, Εἰ μή που Τύχη σύμμαχος παραστατεῖ.

23

Δευτέρα φύσις συνήθεια. 〈Ἑρμηνεία.〉 Εἰργάσατό τι τῷ χρόνῳ συνήθεια Μιμησαμένη παραδόξως τὴν φύσιν.

24

Ἰατρὸν κτῶ φίλον, χρείαν δὲ αὐτοῦ μηδ’ ὅλως ἔχῃς. 〈Ἑρμηνεία.〉 Παντὸς φίλου προτάττων ἰατροὺς σοφοὺς Εὔχου τῆς τέχνης 〈—〉 χρῄζειν μηδέποτε.

25

Κοχλίας, ἐὰν ὀπτηθῇ, [οὐ] τρύζει. Ἑρμηνεία. Τοὺς ἐπιεικεῖς ἄνδρας καὶ λίαν πράους Ἐγείρουσιν εἰς ὀργὴν κακούργων τρόποι.

26

Κωμῳδὸς χαίνων καὶ μὴ δάκνων. Ἑρμηνεία. Λοιδοροῦσι πένητες πλουτοῦντας μόνον,
Δύναμιν οὐκ ἔχοντες ἀλλ’ ἢ τοὺς λόγους.268

27

Κἂν εὐτυχήσας τῆς φακῆς μνημόνευε. Ἑρμηνεία. Κἂν πλούσιος γέγονας καὶ περίβλεπτος, Πενίας μνημόνευε τῆς σῆς συντρόφου.

28

Κλείσωμεν τὴν θύραν, τὴν δὲ ἀλήθειαν εἴπωμεν. Ἑρμηνεία. Ἔνδον ἔχε τὰς μέμψεις τῶν σῶν ἐχθίστων, Ὅταν καλῇ καιρός σε τἀληθῆ λέγειν.

29

Καὶ τὰ κειμήλια εἰς πρόβατον. Ἑρμηνεία. Δάκνει πάντως τοῦ σοφοῦ τὴν φρένα, φασί, Τὸ τοὺς ἐναντίους ἀφθόνως 〈ἐν〉τρυφᾶν.

30

Κακὸν κακοῦ οὐχ ἅπτεται. Ἑρμηνεία. Ἀγαπῶν τὴν πλάνην φιλοπόνηρος ἀνὴρ Τὸν ὅμοιον τοῖς τρόποις οὐκ ἀμύνεται.

31

Λύκος γηράσας νόμους ὁρίζει. Ἑρμηνεία. Νουθετήσει κακοῦργος εἰς γῆρας μολὼν Φεύγειν τοὺς νέους ἅπερ αὐτὸς ἔπραξεν.

32

Λύκος ἀπὸ ἀριθμοῦ οὐ φοβεῖται λαβεῖν. Ἑρμηνεία. Τὸ κλεπτικὸν φρόνημα παύσει οὐδέπω Οὐ ψῆφος, οὐ σφραγῖδες, οὐ κλείθρων θέσις.

33

Πίθηκος ἰδὼν τὰ ἑαυτοῦ τέκνα ἔφη “ταῦτα οὐ καλά.” Ἑρμηνεία. Εἰς αἴσθησιν καὶ ἄφρων ἐλάσας ποτὲ
Ἔγνωσεν ἀδικήσας ἐν οἷς ἔπραξεν.269

34

〉 〈Ἑρμηνεία.〉 Θρήνων μὲν πόνοι εἰς δακρύων 〈τὴν〉 φοράν, Λιμοῦ δὲ κλαυθμὸς οὐκ αἴρει τὴν μάστιγα.

35

Σιγηρὸς ποταμὸς κατὰ γῆν βαθύς. Ἑρμηνεία. Ἀνὴρ κακοῦργος πρᾶος τοῖς πέλας φανεὶς Κεκρυμμένῃ κακίᾳ τοὺς δόλους ἔχει.

36

Σὺν θεῷ καὶ τὰς χεῖρας κίνει. Ἑρμηνεία. Τὴν τύχην βλέπων μὴ καθεύδειν ἔθελε· Εὐτυχία γὰρ ἀνδρὶ τὸ ἐν ἔργοις εἶναι.

37

Στόματος σιγῶντος θεὸς ἔκδικος. Ἑρμηνεία. Ἐπιείκειαν ὁ τῇ φρονήσει τιμῶν Θεόθεν ἔξει τὴν κατ’ ἐχθρῶν βοήθειαν.

38

Τιμῶ σε καὶ οὐκ αἰσθάνῃ· ἀτιμάζω σε, ἵνα αἴσθησιν λάβῃς. Ἑρμηνεία. Καλοῖς εἰ μὴ χαίρουσιν ἄνδρες ἄφρονες,
5Κακοῖς ἀμείβου τὴν ἀχάριστον γνώμην.

39

Ἄκερμος ἐν πανηγύρει δαίμων πελαζόμενος. Ἑρμηνεία. Ὅστις ἐν ἀγορᾷ χρημάτων δίχα φοιτᾷ,
Νοσεῖ τὴν φρένα μάτην τοὺς πάντας ὁρῶν.270

40

Ἀπὸ κακοῦ δανειστοῦ κἂν ὀρόβια Ἑρμηνεία. Ζημίας δήλης ἐν ἅπασι κειμένης, Τοὐλάχιστον εἰ λάβοις ἕρμαιον κάλει.

41

Εἰκῇ φιλοῦ, μάτην μὴ μισοῦ. Ἑρμηνεία. Καὶ τοὺς τυχόντας, εἰ δέοι, φίλους ἔχε· Ἐχθροῖς δὲ μὴ χαρίζου τὸ πρὸς σὲ μῖσος.

42

Ζητούμενος καὶ μὴ μισούμενος. Ἑρμηνεία. Θαμινὰ φοιτᾶν τοῖς φίλοις οὐκ ἐθέλων Ἀγαπητός, ἀλλ’ οὐ μισητὸς γενήσῃ.

43

Ὁ κρύβων τὴν ψώραν αὐτοῦ διπλῆν αὐτὴν ποιεῖ. Ἑρμηνεία. Πολλοῖς ἐμεγάλυνε τὰ συμπτώματα Νοῦς ἄφρων 〈μάτην〉 τὸ λαθεῖν ἐθελήσας.

44

Ὀφθαλμῶν γενέσια ψυχῆς ὀδύνη. 〈Ἑρμηνεία.〉 Τέρψις ὀφθαλμῶν ἀλλοτρίας ἑορτῆς Λύπας φέρει τῇ ψυχῇ καὶ θρήνους πολλούς.

45

Στρεβλέ, ποῦ ἐστι τὸ ὠτίον σου; Ἑρμηνεία. Οὐδὲν εὐθὲς ἐννοῶν δυσμενὴς ἀνὴρ
Καὶ τοῖς φανεροῖς μάχεται παντὶ τρόπῳ.271

46

Σὺ ὑπνοῖς καὶ τὸ πλοῖόν σου περιπατεῖ. Ἑρμηνεία. Καθεύδουσιν ἡ Τύχη ἀνθρώποις πλοῦτον Διαπεραίνει ἀγρύπνῳ τῇ προνοίᾳ.

47

Τήρει τὸν υἱόν σου, ἵνα μὴ πέσῃ εἰς τὸ φρέαρ καὶ εἴπῃς ὅτι ὁ θεὸς ἤθελεν. Ἑρμηνεία. Τὸν νοῦν σου φύλακα δέδωκεν ὁ θεός,
5Ἵνα σαυτῷ φυλάσσῃς ἃ φρουρεῖν πρέπει.

48

Τὸ ταχὺ χάριν ἔχει. Ἑρμηνεία. Εὐχάριστοι γίνονται οἱ φιλόδωροι Ταχυτῆτι στέφοντες ἅπασαν δόσιν.

49

Σταφυλὴ σταφυλὴν βλέπουσα πεπαίνεται. Ἑρμηνεία. Εἰς ἀλλήλους βλέποντες οἱ μοχθοῦντές τι Προθύμῳ γνώμῃ τὰ πρακτέα τελοῦσιν.

50

Ἔσω λέων καὶ ἔξω ἀλώπηξ. Ἑρμηνεία. Κακουργίαν θρασύτητι μίξας φαίνῃ Δεικνὺς ὃ μὴ εἷς, καὶ κρύπτων ὃ τυγχάνεις.

51

Τοῦτο τὸ ὠὸν ἀπ’ ἐκείνου τοῦ κόρακος. Ἑρμηνεία. Δῆλος ἔλεγχος ὁ καρπὸς γενήσεται
Παντὸς δένδρου 〈φυέντοσ〉 ἣν ἔχει φύσιν.272

52

Ἡ ὗς εἰς τοὺς ὀνείρους κριθὰς βλέπει. Ἑρμηνεία. Ὀνειροπολεῖται ἅπας ἐκεῖνα βλέπων, Εἰς ἅπερ ἔχει τὴν γνῶσιν κεκλιμένην.

53

Χωρικὸς φαγὼν ἰχθὺν ἐμάν〈η〉. Ἑρμηνεία. Τρυφῶν ἄπειρος, ἣν λάχῃ τρυφήν ποτε, 〈Τὸν νοῦν ἀπολλὺσ〉 εἰς ἄγαν φρυάττεται.

54

Ἵππος εἰς γένος τρέχει. Ἑρμηνεία. Πρὸς τοὺς ἐξ ὧν ἐγεννήθησαν οἱ μετέπειτα Τὸν τρόπον φυλάττουσιν τῆς συγγενείας.

55

Ἰδιώτης εἰς πλοῖον φάρμακον. Ἑρμηνεία. Χαλεπὸν ἀπειρία κἀκεῖσε μᾶλλον, Ἔνθα κῦμα θαλάσσης τυραννεῖ σκάφος.

56

Ἵππος εὐγενὴς οὐ λακτίζει. Ἑρμηνεία. Εὐγένειαν ὁ λαχὼν τὴν τῆς φύσεως Ταύτην φυλάττει πραότητι τῶν τρόπων.

57

Ἰατρῷ καὶ νομικῷ τὴν ἀλήθειαν λέγε. Ἑρμηνεία. Κρύπτειν οὐ πρέπει οὔτε πάθος σώματος Οὔτε κτῆσιν 〈τὴν οὖσ〉αν ἐν καιρῷ νόσου.

58

Μετρίου φί〈
Ἑρμηνεία. Πλοῦτον τιμῶντες οἱ χρημάτων ἔμπλεοι
Τῇ πενίᾳ λέγουσιν χαίρειν 〈εἰσ〉 ἀεί.273

59

Ὁ μὴ βλέπων διὰ κοσκίνου τυφλός ἐστιν. Ἑρμηνεία. Ἀφορμὰς εἰς σύνεσιν εἰληφὼς ἀνήρ, Εἰ μὴ φρονοίη, τυφλώττειν ἐλέγχεται.

60

Χορδὴ ἅπαξ γελᾶται. Ἑρμηνεία. Χαριεντισμοῦ λόγος ἀπαιδευσίαν Πρὸς ὀλίγον τέρπει· εἰ δ’ ἐπιμένει λυπεῖ.

61

Ἔ〈ρω〉ς εἰς κλιμάκιον οὐκ ἀναβαίνει. Ἑρμηνεία. Ἡδὺς ὁ πόθος ἐστίν, εἰ δίχα μόχθου 〈Τ〉ῶν ποθουμένων ἡ κτῆσις προσγενήσεται.

62

〈Ε〉ἰ μὴ ἄλλῳ κακός, ἄλλῳ καλὸς οὐ γίνῃ. Ἑρμηνεία. 〈Ἄ〉λλ〈οισ〉 ἀπ’ ἄλλων ἐπιφοιτῶν ὁ χρόνος Τῷ μὲν ἦρε τὸν πλοῦτον, τῷ δ’ ἐνέθηκεν.

63

Ἔπεσε βοῦς καὶ πάντες τὰ ξίφη αὐτῶν ἦραν. Ἑρμηνεία. Πλουσίῳ παντὶ δυστυχίαν λαχόντι Ἐπιτίθενται πένητες χαιρέκακοι.

64

Ἔντερα μάχονται, ἀλλ’ οὐ διασπῶνται. Ἑρμηνεία. Δίκας κινοῦντες παῖδες πρὸς 〈τοὺσ〉 τοκέας,
Εὔνοιαν οὐκ ἀλλοιοῦσιν τὴν τῆς φύσεως.274

65

Εὐείμαντος ἔντιμος, ἀνείμαντος ἄτιμος. 〈Ἑρμηνεία.〉 Εὐσχήμονες ἕξουσιν ἐντεῦθεν γέρας, Οἱ δ’ ἀσχήμονες εἰσκομίζονται ψόγον.

66

Εἰς τράπεζαν χεῖρες κολοβαὶ οὐκ εἰσίν. 〈Ἑρμηνεία.〉 Ἀνὴρ φροντίζων ὅπως ἕξει τὸ τρυφᾶν, Στ〈υγεῖ ἁμαρτ〉εῖν τοῖς ἔργοις τείνων χεῖρας.

67

Κύων σπεύδουσα τυφλὰ γεννᾷ. 〈Ἑρμηνεία.〉 Φύσις ἤπερ πέφυκεν καὶ καιρῷ νέμει, Ταχυτῆτι δὲ πραττομένη συμφορὰς νέμει.

68

Καὶ ὧδε οὐδὲν ποιῶ καὶ εἰς τὴν οἰκίαν ζητοῦμαι. 〈Ἑρμηνεία.〉 Ἀνὴρ ἀφανὴς αὐτὸς ἑαυτῷ γίνεται Ἐπιχειρῶν πράγμασι τοῖς ἀμηχάνοις.

69

Καλὸν ἀργεῖν ἢ κακῶς ἐργάζεσθαι. Ἑρμηνεία. Πληροφορίας ἔργον αἱρεῖσθαι μᾶλλον Τοῦ κακῶς / τι δρᾶν τὸ μη〈δὲν〉 ὅλως ποιεῖν.

70

Κ〈άλλο〉ς οἶκον οὐ τρέφει. Ἑρμηνεία. Λυπεῖ τὸ κάλλος ὅταν χάριν τοῦ καιροῦ Ἡ τῶν πραγμάτων ἐκφορὰ λιμὸν ποιῇ.

71

Εἰς ἀπορίαν φθόνος. 〈Ἑρμηνεία.〉 Ἀπλήστῳ βασκανίᾳ λυσσῶντές τινες
Καὶ τοῖς πένησι τὸν φθόνον ὁπ〈λί〉ζουσι.275

72

Καλὸν μὴ ποιήσῃς καὶ κακὸν οὐ μὴ ἀπολάβῃς. 〈Ἑρμηνεία.〉 Κακοὺς εὖ ποιῶν οὔ μοι δόξεις σωφρονεῖν· Οἱ γὰρ κάκιστοι δρῶ〈σιν ἀεί σε κακῶς.

73

Καιρὸς ἀνάγει καὶ καιρὸ〈ς αὖ κατάγει.〉 〈Ἑρμηνεία.〉 〈Χρό〉νος ἀμφότερα τοῖς βρο〈τοῖς κομίζει〉, Καὶ πλούτου κτῆσιν καὶ πε〈νί〉ας τὴν ν〈όσ〉ον.

74

Κύων ἀναπεσὼν εἰς φάτνην αὐτός τε οὐκ ἐσθίει τῷ τε ὄνῳ ἐμπ〈οδ〉ίζει. Ἑρμηνεία. Πονηρίας ἔνδειξις ἀνδρὸς ἀναιδοῦς
5Τροφῆς κωλύειν ἄλλον, ἧς οὐχ ἅπτεται.

75

Λόγοι μὲν ῥήτορος, ἔργα δ’ ἀλέκτορος. Ἑρμηνεία. Τοῖς 〈κενοῖσ〉 λόγοις ἐλέγχονται οἱ ψευδεῖς, Γιγάντων ῥήματα 〈μάτην προφέροντες〉.

76

〈 〉 τῆς καρδίας σου. 〈Ἑρμηνεία.〉 Ἑκὼν λάνθανε καὶ μὴ παντὶ ἀνθρώπων Τὸ προσεχὲ〈σ〉 τῆς φρενὸς ἐπάγειν ἔθελε.

77

Ἀτυχεῖν ἔξεσ〈τιν〉, ἀμελεῖν οὐκ ἔξεστιν. Ἑρμηνεία. Ἄνδρα φέροντα τῆς τύχης τὸ σύμπτωμα
Τῆς γνώμης τὸ ῥάθυμον ἐκφυγεῖν πρέπει.276

78

〉 Ἑρμηνείς. Ὁ ῥαθυμεῖν ἐθέλων ἐν τοῖς πρακτέοις Σκοτεινὸν ἕξει καὶ λυπηρὸν τὸν βίον.

79

Ἀγαθῷ 〈θε〉ῷ λίβανος οὐκ ἀναβαίνει. Ἑρμηνεία. Σύνηθές ἐστι τοῖς κακοῖς οὐκ ἐθέλειν Τοὺς ἀγαθοὺς ἀμείβεσθαι ταῖς θείαις τιμαῖς.

80

Ἀρχομένους ἀνάστελλε καὶ οὐ μὴ στασιάσουσιν. Ἑρμηνεία. Ἀρχὴν κακὴν μέλλουσαν εἰδὼς κωλύειν Ταράχου μακρὰν ἔσῃ καὶ κακῆς πλάνης.

81

Ἀκρότητες ἰσότητες. Ἑρμηνεία. Πλοῦτος ὁ πολὺς καὶ πεν̣ί̣α̣ με〈γάλη〉 Ἀνάπαυσιν ἴσην φροντί〈δων ἔχουσι.

82

Ἀπαντήσει σοι γρα〈ῦς ..........〉α Ἑρμηνεία. Εἰς πτῶμα πεσεῖται κ〈αὶ ὁ σοφὸς ἀνὴ〉ρ Οὐ κωλύων τὰ ὦτα φληνάφων λόγων.

83

Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

84

Ἡ ψυχὴ τοῦ στρουθοῦ παρὰ τὴν κέγχρον. Ἑρμηνεία. Ἐκεῖ τὴν διάνοιαν ἄνθρωπος στρέφει,
Ἔνθα καὶ 〈ἡ〉 τῆς ἡδονῆς τρυφὴ κεῖται.277

85

Ἢ λάλει ὡς φρονεῖς ἢ φρόνει ὡς λαλεῖς. 〈Ἑρμηνεία.〉 Πένης τὴν γλῶτταν καὶ πλούσιος τὴν στολὴν Κόραξ ταῶνός ἐστι τοῖς πτεροῖς κομῶν.

86

Ἡ κάμηλος ἔλεγε τῇ μητρί “ὀρχήσομαι,” κἀκείνη “τέκ‐ νον,” φησί, “καὶ ὁ περίπατός σου καλός ἐστιν.” Ἑρμηνεία. Οἷς μοχθηρίᾳ τρόπων κωλύζεται τὸ ζῆν,
5Τούτοις ἀπηγορεύσθω τὸ τέρψει συζῆν.

87

Σὺ κατὰ τοῦ ὀφθαλμοῦ μου κἀγὼ κατὰ τοῦ νώτου σου. 〈Ἑρμηνεία.〉 Ἐν οἷς πλήττειν ἐθέλεις οὐ πράττων καλῶς

88

Κἀξ καμήλου ἐπιστολὴ Χά〈ρ〉ωνος. Ἑρμηνεία. Ἀνὴρ νοῦν οὐκ ἔχων θυμώδει 〈τῇ〉 πληγῇ Τάφοις παραδίδωσι τοὺς ἐμπίπτοντας.

89

Ὀρέστα, τίς σε ἀπώλεσεν; “ἡ ἰδία μου συνείδησις.” Ἑρμηνεία. Ἕκαστον ὑπεύθυνον ὧν πράττει κακῶς Ὁ τρόπος ἀπελέγχει καὶ δῆλον ποιεῖ.

90

Οὔρει· κατὰ τοῦ δέρματος οὐρεῖς. Ἑρμηνεία. Ὁ βάλλειν τολμῶν εἰς ὕψος θρασεῖς ψόγους Ἐπὶ κεφαλῆς ἕξει τὴν τιμωρίαν.

91

Οἶνος οἶνον διαλύει, ἀμφότεροι δὲ τὸν ἄνθρωπον. Ἑρμηνεία. Κακοῖς κακὰ θέλοντες ἰᾶσθαι βροτοὶ
Εἰς κινδύνους πίπτουσι τοὺς θανατώδεις.278

92

Πρὸ ποταμῶν μὴ ἀναστέλλου. Ἑρμηνεία. Οἷς ἀνήρτηται πράως πρὸς ἀντίδικον, Τούτοις περιττόν 〈σε〉 πρὸ τῆς δίκης κινεῖν.

93

Περισσὸν φάγε· περιττὸν εἰς τὸν οἶκόν σου μὴ εἰσενέγκῃς. Ἑρμηνεία. Τῇ γαστρὶ τὸ περισσὸν χαίρων 〈σὺ〉 διδούς, Τὸν περίεργον ἄνδρα ἐκ δόμων σόβει.

94

Ἵστασαι ἀπὸ ἄμμου σχοινίον πλέξαι. Ἑρμηνεία. Κακόμαχος ἄνθρωπος ἐξεπαπορῶν Ἐκεῖνα πράττειν ἐθέλει ἃ μὴ δύναται.

95

Στρεβλὸς ὁ διορθωτής. 〈Ἑρμηνεία.〉 Μεγίστη ἡ μωρία ὅταν βοηθεῖν Ὑδρωπικὸς σπληνικῷ ἐπαγγέλληται.

96

Στρογγύλα λάλει, ἵνα κἂν κυλίηται. Ἑρμηνεία. Εἴπερ τὸ ψεῦδος εἰς ἀεὶ τιμᾶν ἔθου, Κἂν τρεχούσῃ κέχρησο τῇ φλυαρίᾳ.

97

Σύρος οὐδὲ ἄνεμος ἀγαθός. 〈Ἑρμηνεία.〉 Ἐλευθέρᾳ | τῇ γλώττῃ 〈το〉ὺς κ〈α〉κοὺς λέγε
Κακίστους εἶναι μηδὲν τὸ γένος ὁρῶν.279

98

Ἄρτον τις φαγεῖν οὐκ ἔχων προσφάγι〈ον ἐζ〉ήτει. Ἑρμηνεία. Τροφὴν ὅστις οὐκ ἔχων 〈τὸ〉 τρυφᾶν ζητεῖ, 〈Πᾶσιν ἀνθρώποισ〉 καταγέλαστός ἐστιν.

99

Τὸν κναφέα μὴ ἴδῃς πῶς φορεῖ, ἀλλὰ πόθεν ὢν πῶς ἐκφέρεται. Ἑρμηνεία. Ἀλλοτρίᾳ τῇ στολῇ ὁ καλλυνόμενος
5Ἐπ’ ἐκφορᾷ θανάτου γελασθήσεται.

100

Τὸ οὐκ οἶδα εἰς φυλακὴν οὐ βάλλει. Ἑρμηνεία. Παντὸς ἄρνησις κακίστου 〈του〉 πράγματος Τὸν βίον ἀκίνδυνον τοῖς ἀνθρώποις τηρεῖ.

101

Τέχνη νοσεῖ μέν, οὐκ ἀποθνῄσκει δέ. Ἑρμηνεία. Τύχῃ τὴν τέχνην τοῖς βροτοῖς εἶναί φημι· Πρὸς βραχὺ δὲ πίπτουσα αὖθις ἀνίσταται.

102

Σὸν φίλον εἰ θέλεις δοκιμάσαι, ἢ μέθυσον ἢ ὕβρισον. Ἑρμηνεία. Καὶ τὸν οἶνον καὶ τὴν ὕβριν ἴσθι σαφῶς Ἀποκαλύπτειν φίλοις τοὺς φίλων τρόπους.

103

Πᾶν ἕτοιμον εἰς ἐξουσίαν ἀργὸν εἰς ἐπιθυμίαν. Ἑρμηνεία. Ἔρως πρὸς τὰ μὴ ὄντα φιλεῖ γίνεσθαι· Τοῖς γὰρ παροῦσιν ὁ πόθος κεκοίμηται.

104

Τὰ νυκτερινὰ ἔργα ἐν ἡμέρᾳ εὐκαταγέλαστα. Ἑρμηνεία. Ἅπερ ἐν νυκτὶ τοῖς αἰσχροῖς καλύπτεται,
Ταῦτα εἰς φῶς λαληθέντα τὴν ὕβριν φέρει.280

105

Τὸν ἀτυχῆ καὶ τὸ πρόβατον ἔδακεν. Ἑρμηνεία. Ὃν ἡ Τύχη τέρπεται ἔκδοτον εἶναι, Καὶ παρὰ τῶν ἀγαθῶν μάστιγας κομίζεται.

106

Τὸ νοοῦν σῶμα, | τὸ μὴ νοοῦν πτῶμ〈α〉. 〈Ἑρμηνεία.〉 〈
〉 παραβολὰς ὕβρεων, Ὁ δὲ α〈
〉σῶν νεκρὸς κείσεται.

107

Τὰ λα〈λοῦντα στρου〉θία πολλοῦ πωλεῖται. Ἑρμηνεία. Φλυ〈αροῦντας καὶ〉 τοὺς θορυβοῦντας μάτην Ἐν τιμῇ 〈πολλῇ〉 τάττουσιν ἄνδρες μωροί.

108

Ἐν καιρ〈ῷ ἀ〉νάγκης τὴν λάμιαν μητέρα κάλει. Ἑρμηνεία. Ἐν ἀν〈άγ〉κης καιρῷ 〈δυσκαίρῳ ληφθείς,〉 Καὶ τοὺς θηριώδεις ἄνδρας π〈ατέρασ〉 κάλει.

109

Τοὺς φίλους ἔχε μετὰ τῶν ἐλαττω〈μά〉των. Ἑρμηνεία. Ἔχειν φιλητῶς τοὺς φίλους ψηφι〈στέον·〉 Φέρειν δὲ τούτων ὀνείδη μαρτύρωμα.

110

Τύχη τέχνην ἐπανορθοῖ. Ἑρμηνεία. Συμμαχεῖν ε〈ἴ〉περ ἐθέλει Τύχη βροτοῖς,
Τρέπει τὴν 〈δυ〉στυχίαν τῇ εὐτυχίᾳ.281

111

Τὸν κλέπτ〈ην〉 δεῖ καὶ μνήμονα εἶναι. Ἑρμηνεία. Τὴν τοῦ δειν〈όν τι〉 πράττειν μνήμην ἔχουσιν Ἄνδρες κακ〈οῦρ〉γοι συλῶντες τἀλλότρια.

112

Τὸν θ〈έ〉λοντα βοῦν ἔλαυνε, τὸν μὴ θέλοντα ἔα. 〈Ἑρμηνεία.〉 Τοὺς φιλομόχθους ἐργάτας σαυτῷ ποι〈ῶν〉 Τοῖς μισοπόνοις λέγε τὸ μακρὰν χαίρειν.

113

Χρῶμα ἔχεις, χωρίον ἔχεις. Ἑρμηνεία. Ὁδὸν εἰς 〈εὐ〉πορίαν ἔδειξαν 〈—〉 Τὴν ἀναίδειαν ἄνδρες 〈οἱ〉 ἀνευλαβεῖς.

114

Φαγέτω μ’ ἡ ἰδία φθεὶρ καὶ μὴ 〈ἡ〉 ἀλλοτρία. Ἑρμηνεία. Οὐ τοῖς ξένοις τὰς κτήσεις ἀλλὰ τοῖς ἐμοῖς Τηρεῖν, κἂν ἐχθροὶ νομίζωνται, 〈βούλομαι.

115

Ὡς αὐλεῖς, ὀρχοῦμαί σοι. Ἑρμηνεία. Πηδ〈ήμ〉ατα σ〈 〉 | 〈 〉χησ〈 〉ς.

116

Χωρικοῦ ἐνθύ〈μησις, ἐ〉νιαυτοῦ ζήτημα. Ἑρμηνεία. Νοῦς ἀπαί〈δευτος οὐδὲν ῥ〉ᾳδίως νοῶν
Τὰ τοῦ βίου πράγ〈ματα νοε〉ῖ οὐδαμῶς.282

117

Εἷς οὐδείς, δύο πολλοί, τρεῖς ὄχλος, τέσσαρες πανήγυ‐ ρις. Ἑρμηνεία. 〈Μ〉όνος ἔρημος, δεύτερος εἰ γένοιτο,
5Τρίτῳ συμμίξας ἀσφαλῶς βιώσεται.

118

Ἐμοὶ δὲ οὐδὲ κεράμιον ἀπὸ δώματος. Ἑρμηνεία. Εὐδαιμονίαν πολλοῖς ἡ Τύχη νέμει· Ἐμοὶ δὲ τῷ ποθοῦντι οὐδὲ τὸν τάφον.

119

〈Ε〉ἰ μὴ ἀλέκτωρ κοκκύσῃ, τὰς ὥρας ἀγνοοῦμεν. Ἑρμηνεία. Πείθουσιν ἡμᾶς οἱ ῥήτορες 〈πάντοτε〉 Δίχα τῆς αὐτῶν γλώττης μὴ δύνασθαι ζῆν.

120

Κατὰ τὸ παλλίον σου τεῖνε καὶ τοὺς πόδας σου. Ἑρμηνεία. Πρὸς τὴν ὕπαρξιν τ〈ὴν〉 χρῆσιν μετρῶν ἀεὶ Ἐν γαλήνῃ βιώσεις φεύγων τοὺς ψόγους.

121

Κενὰ τῷ ἡνιόχῳ 〈ὅ〉ταν μὴ οἶδεν ἀπὸ θυρῶν ποῦ ἀπέρχεται. 〈Ἑρμηνεία.〉 〈Μ〉έμψις παντὶ λαχόντι ἀρχικὸν θρόνον, Εἰ μὴ βαδίζοι τῶν νόμων ἐνώπιον.

122

〉 〈Ἑρμηνεία.〉 Ἔχειν λογίζου τέρψιν ἐν κακοῖς, ὅταν Κακοὺς κακοὶ κακῶσιν ἐν τοῖς πρακτέοις.

123

Καὶ καλὸν ποιῶν πρόσεχε. Ἑρμηνεία. Χρηστοὺς εὖ ποιῶν κακοῖς μὴ δίδου ἔλεον·
Κρυπτοῦσι γὰρ τὸν λύκον προβάτου δορᾷ.283

124

Κύψον, πίε, ἔνι· 〈κύ〉ψον, φά〈γ〉ε, οὐκ ἔνι. Ἑρμηνεία. Οὐκ εὐπόριστος ἡ 〈τρο〉φ〈ὴ μό〉χθου δίχα, Κἂν τὸ ποτὸν ἀφθό〈νωσ〉 | ἡ φύσις ἔχῃ.

125

Κακῇ κεφαλῇ πολιᾶς 〈δίκη.〉 Ἑρμηνεία. Νόμοις ὑπάρχων ὑπεύθυνος ὁ νέος 〈Εἰς τὸ〉 γῆρας ἐλάσει τὴν δίκην διδούς.

126

Κ〈ρη〉τίζει.

127

Οἶδας μέ, καὶ οἶδα σέ. Ἑρμηνεία. Εἰδὼς εἰδ〈ότα με〉 τὴν πρόσθεν σου τύχην, Κάτω τὰς ὄ〈ψεισ〉 ἔχε, μὴ μέγα φρόνει.

128

Καὶ τίς λέγ〈ει τῷ〉 λέοντι ὅτι “ὄζει τὸ στόμα σου”; Ἑρμηνεία. Τυραννικ〈ὸν〉 φρόνημα οὐκ ἂν δύναιτο Πένης ἐλέγξαι, ἐν οἷς πλημμελεῖν φιλεῖ.

129

Λύκου καὶ προβάτου ποία συνοδία; Ἑρμηνεία. Τὸ πρᾶον ἦθος θηριωδίας τρόπῳ Ἀπ’ ἐναντίας ἔχειν ἡ φύσις βοᾷ.

130

Μὴ τὸ “ταχὺ ἦλθες,” ἀλλὰ “καλῶς ἦλθες.” Ἑρμηνεία. Ἐν ἔργοις ταχυτῆτα θαυμάζων σκόπει,
Εἴ σοι τὰ κατὰ γνώμην τὸ τάχος φέρει.284

131

Ὁ θεὸς εἰδὼς τὸν μύρμηκα εἰς δύο αὐτὸν ἐποίησεν. Ἑρμηνεία. Τοὺς κακοὺς τῇ προγνώσει τὸ θεῖον σαφῶς Καὶ πρὸ δίκης χειροῦται κολάζον ἀεί.

132

Ὁ δηχθεὶς ὑπὸ ὄφεως καὶ τὸ σχοινίον φοβεῖται. Ἑρμηνεία. Τυράννων εἴ τις τῆς πείρας βλάβην ἔχει, Φεύγει φυλαττόμενος καὶ νεκρῶν τάφους.

133

Ὁ παθὼν ἰατρός. Ἑρμηνεία. Τὰ πάθη τοῖς ἀνθρώποις οὐκ ἐμπειρία Ἐλάττω διδόασιν ἢ τοῖς τεχνίταις.

134

Ὁ εὐγνώμων τῶν ἀλλοτρίων κύριος. Ἑρμηνεία. Εὐγνωμοσύνην ὅστις ἐν βίῳ τιμᾷ, Ὧν ἂν χρημάτων θέλῃ, τὸ κῦρος ἔχει.

135

Ὁ φιλῶν πλήξει σε, ὁ δὲ μισῶν κολακεύσει σε. Ἑρμηνεία. 〈Κόλ〉ακες ἄνδρες ἀπατῶσι τοὺς νέους, 〈Τοὺσ〉 δ’ εὔνοιαν ἔχοντας μισοῦσιν ἀεί.

136

Ὅ〈που ἡ〉 βία πάρεστιν οἱ νόμοι ἀσθενοῦσιν. Ἑρμηνεία. Λήθη〈ν τῶν〉 νόμων πᾶς ἄνθρωπος τίθεται Περιστάσει 〈βιασ〉θεὶς 〈τῇ〉 τῶν κακούργων.

137

Οὐκ ἀεὶ τὸ 〈κερ〉άμιον ὑπάγει εἰς τὴν κρήνην καὶ ἔρχεται στερρόν. Ἑρμηνεία. Τρεπτὸς ὁ βίος καὶ μὴ θέλων εἰς τέλος
5Φυλάττειν τοῖς τρυφῶσι τὴν εὐτυχίαν.285

138

Ὅταν ἴδῃς γέροντα τρέχοντα, νόησον ὅτι ὑπὸ παιδίου παίζεται. Ἑρμηνεία. Δάκνει τὸ γῆρας ἡ πλάνη τῶν νηπίων
5Ἔχειν τε πείθει τὸν γελώμενον δρόμον.

139

Ὅπου λείπει, ἐκεῖ περισσεύει. Ἑρμηνεία. Ἔνδεια φέρει πένησιν εὐπορίαν, Καὶ λιμὸς τοῖς πεινῶσιν τὴν ἀφθονίαν.

140

Ὁ καεὶς ἔζησεν καὶ ὁ γελῶν ἀπέθανεν. Ἑρμηνεία. Ὁ πλούσιος τρυφῇ κωμάζων ἔθανεν, Ὁ δὲ πένης πεινῶν εἰς φῶς τὸν βίον ἔχει.

141

Ὁ Χάρων ἕνα λαμβάνει. Ἑρμηνεία. 〈Πλέον ἣ〉 ἅπαξ οὐδεὶς ἄνθρωπος θνῄσκει, Ὅπως καὶ αὐτὸς τὴν ἀμετρίαν φεύγοις.

142

Πάντα ὁ ἄνθρωπος καὶ 〈οὐ〉δὲν ὁ ἄνθρωπος. Ἑρμηνεία. Ἐράσμιον ἄνθρωπος καὶ ζῷον θεῖον, Αἰφνίδιον δ’ ὄλλυται θανάτῳ δοθείς.

143

Ποτὲ βοῦς, ποτὲ βοτάνη. Ἑρμηνεία. Ἐπὶ γῆς ὁ βαδίζων καὶ λαμπρῶς τρυφῶν
Εἰς γ〈ῆν〉 κεῖται γεωργοῖς 〈τὰσ〉 τροφὰς διδούς.286

144

Ἀρχὴ ἀηδίας· “χαῖρε, φαλακρέ.”

145

Ἄσπορος ἀγρός, ἀμέριμνος οἰκονόμος.

146

Ἀργῷ μαγείρῳ πάντα ἐκζεστά.

147

Ἀργὸς ἐκλάσθη καὶ εἶπεν “αἱ εὐχαί μου ἐπληρώθησαν.”

148

Ἀργὸς ἐργάτης δρέπανον ἀλλάσσει.

149

Βαλανεῖον ἔχω καὶ οὐ λούει· εἰ εἶχεν, ἔλουε.

150

Γὺψ κόρακα ἐγγυᾶται.

151

Γέροντά μοι εἶπας· κακόν μοι εἶπας.

152

Γραῖα ἰδοῦσα θόρυβον εἶπεν “ἄνδρα μοι δότε.”

153

Δειλοῦ μήτηρ οὐ κλαίει· ἀλλ’ οὐδὲ χαίρει.

154

Δῶρα καὶ θεοὺς ἔπεισαν.

155

Εἰπὲ ἃ θέλεις, καὶ ἄκουε ἃ μὴ θέλεις.

156

Εὐτυχοῦντι μὴ ἐμπόδιζε· τὰς γὰρ ὥρας ἀπώλεσας.

157

Ζῆσον πρῶτον, εἶθ’ οὕτως ζήτησον.287

107*

Τὰ λαλοῦντα στρουθία πολλοῦ πωλεῖται.

158

Τῷ τράγῳ ὁ ἔριφος ἔλεγεν· “ὦ πάτερ μου, οἱ μάγειροι ἀπέθανον” κἀκεῖνος εἶπεν “οὐαί σοι, τέκνον, ὅτι εἰς ἰδιώτου χεῖρας μέλλεις ἐμπεσεῖν.”

159

Τὰ μὴ ὄντα σὰ μὴ χάριζε.

160

Τίς ποτε ἰδὼν παλάτιον τὸν ἑαυτοῦ οἶκον ἐνέπρησεν.

161

Τίς ποτε ἐξ ἀνάγκης τὰ ἴδια τέκνα ἐπώλησεν, καὶ ἄλλος ταῦτα ἐν πίστει ἠγόρασεν.

48*

Τὸ ταχὺ καὶ χάριν ἔχει.

162

Τίς ἑαυτῷ κακὰ ἐπίσταται;

163

Φαλακρὸς καθήμενος ἀπέναντι κριοῦ ἐνύσταζε.

164

Τοῦ τρέχοντος τὸ σκέλισμα βλέπε.

165

Τὰ μεγάλα κέρδη μεγάλας ζημίας προξενοῦ‐ σιν.

166

Ὕβρις ἔρωτα λύει.

167

Ὕδωρ ἱστάμενον ὄζει.

168

Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.

169

Φαλακρέ, πῶς κατὰ τρίχα ἐμαδίσθης;

170

Φίλος βλάπτων οὐ διαφέρει ἐχθροῦ.

171

Φίλος καὶ ἵππος ἐν ἀνάγκῃ δοκιμάζονται.

114*

Φάγει με ἡ διαφορά, καὶ μὴ ἀλλότριος.288

172

Φίλους κτίζε, καὶ μὴ χρήματα.

2*

Χωλῷ παροικήσας ὑποσκάζειν μαθήσῃ.

173

Χρεώστης νεῦρα οὐκ ἔχει.

116*

Χωρικοῦ ἐνθύμησις ἐνιαυτοῦ ζήτημα.

174

Χωρικὸν εὑρηκὼς ὄξος πότισον.

175

Χορεία κυνός, ὄνομα λέοντος.

176

Ὦ καιρέ, διὰ τί οὐκ αὐλεῖς;

177

Ὠμόν, ἀλλ’ ἐμόν.

178

Ὥρας μιᾶς ἔργον ἐνιαυτοῦ μέριμνα.

179

Ὦ εἷς πυρετός, καὶ τὰ πάντα κάτω.289

180

Ἄνευ χαλκοῦ Φοῖβος οὐ μαντεύεται: τὴν ἰσχὺν τοῦτο σημαίνει τῶν δωρεῶν.

181

Ἔνθεν ἐκεῖθεν οὐαί, οἷς περιστοιχίζεται κακά.

182

Ἔσται καὶ χωλῶν δρόμος: τὸ ἄδηλον δηλοῖ.

183

Ζητῶν Ἑρμῆν γλύψαι Κέρκωπα ἔγλυψα.

184

Ἣ Ζεὺς ἢ Χάρων: ἢ εὐδαίμονος βίος ἢ τέλος.

185

Μακρὰς ἐλπίδας μισῶ.

186

Ὁ ἐγγὺς Διὸς ἐγγὺς κεραυνοῦ.

187

Οὐδεὶς κενὸν βαστάσας ἐξέβη κυρτός.

188

Ποῦ γὰρ ἡ Ἄρτεμις οὐκ ἐχόρευσεν;

94*

Ἐξ ἄμμου σχοινίον πλέκειν.

96*

Στρογγύλα λέγε, ἵνα καὶ κυλίεται (sic).

105*

Τὸν ἀτυχῆ καὶ πρόβατον δάκνει.

189

Ὃν ἡ Τύχη προπηλακίζει καὶ πάντων πραγμάτων μάστιγας εὑρίσκει.

190

Τὰ προλήμματα νικήματα.

168*

Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.

191

Δυστυχείτω καὶ λοιδορείτω με.290

192

Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.

193

〈Πρὸς Κρῆτα〉 κρητίζει. 〈Ἑρμηνεία.〉 Βροτησίαν κακίαν οὐ θῆρες κακοί, Ἀλλ’ ἄνδρες νικήσουσιν οἱ μᾶλλον κακοί.

194

Γαστέρα ὄγκον ἔχουσαν Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται. 〈Ἑρμηνεία.〉 Γαστρὸς τὸν κόρον οὐκ οἴσει πρᾶος ἀνήρ,
5Ἡ δὲ κτηνώδης φύσις εἰς ἄγαν φέρει.

195

Γλαυκοῖσιν ὀφθαλμοῖσιν αἰδὼς οὐκ ἔνι.

196

Δέδοται καὶ κακοῖς ἄγρα.

197

〉 〈Ἑρμηνεία.〉 Δούλῳ γενομένῳ 〈σὺ〉 δουλεύειν φοβοῦ· Ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.

198

Εὐημερῶν μέμνησο καὶ τοῦ θανάτου.

199

〉 〈Ἑρμηνεία.〉 Καλοῖς κακὰ συνάπτων ὁ σκαιὸς ἀνὴρ Δῆλος δήπουθέν ἐστιν σφαλερῶς βιῶν.

200

〉 〈Ἑρμηνεία.〉 Πένης ὢν ἡσύχαζε, μὴ μέγα φρόνει·
Ἐπεὶ σὺ σαυτὸν ἀδικεῖς ἐν οἷς φρονεῖς.291