TLG 0096 016 :: AESOPUS et AESOPICA :: Sententiae AESOPUS et AESOPICA Scr. Fab. Sententiae Source: Perry, B.E. (ed.), Aesopica, vol. 1. Urbana: University of Illinois Press, 1952: 248–258.
Citation: Sententia — (line) | ||
1 | Max. Conf. 640: Ὁ αὐτὸς ὀνειδιζόμενος ὅτι χαλεπὴν ἔχει τὴν ὄψιν ἔφη “μή | |
μου τὸ εἶδος, ἀλλ’ εἰς τὸν νοῦν πρόσεχε.” | 248 | |
2 | Πῦρ γυνὴ καὶ θάλασσα, δυνατὰ τρία· Αἴσωπος. | |
3 | Ὁ αὐτὸς ἐρωτώμενος ὑπό τινος διὰ τί τὰ αὐτομάτως ἐκ γῆς φυόμενα ταχεῖαν ἔχει τὴν αὔξησιν, τὰ δὲ σπειρόμενα καὶ φυτευόμενα βραδέως αὔξεται, εἶπεν “ὅτι 〈ἡ γῆ〉 τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά.” | |
4 | Αἴσωπος ἐρωτηθεὶς ὑπὸ Κελαίτου πότ’ ἂν ἔμελλε γενέσθαι τοῖς ἀνθρώποις ταραχὴ μεγίστη, ἔφη “εἰ οἱ τελευτήσαντες ἀναστάντες ἀπαιτοῖεν ἕκαστος τὰ ἴδια.” | |
5 | Max. Conf. 647 ad. fin.: Οὗτος ἐρωτηθεὶς τί ἐστιν ἐν ἀνθρώποις ἀγαθόν τε καὶ φαῦλον, ἔφη “γλῶσσα.” | |
6 | Plut. in Vita Pelopidae. 34: Οὐ γάρ, ὡς Αἴσωπος ἔφασκε, χαλεπώτατός | |
ἐστιν ὁ τῶν εὐτυχούντων θάνατος, ἀλλὰ μακαριώτατος. | 249 | |
9 | Diog. Laert. I 3, 69: Φασὶ δ’ αὐτὸν [sc. Χείλωνα] καὶ Αἰσώπου πυθέσθαι ὁ Ζεὺς τί εἴη ποιῶν, τὸν δὲ φάναι “τὰ μὲν ὑψηλὰ ταπεινῶν, τὰ δὲ ταπεινὰ ὑψῶν.” Stob. IV 41, 61: Αἴσωπος ἐρωτηθεὶς ὑπό τινος τῶν ἐν ἐξουσίᾳ, εἰ οἶδε τί πράττουσιν οἱ θεοί, “τὰ μὲν οἰκοδομοῦσιν” ἔφη, “τὰ δὲ καταβάλλουσιν.” | |
10 | Stob. IV 1, 141: Αἴσωπος τότε ἔλεγεν κακῶς ἔσεσθαι πᾶσιν, ὅταν πάντες πάντα ἐπιτηδεύωσιν. | |
11 | Nicolaus Soph. in Progym. ed. J. Felten, Lips. 1913, p. 22 (= Spengel Rh. Gr. III 461): Αἴσωπος ὁ μυθοποιὸς ἐρωτηθεὶς τί ἰσχυρότατον τῶν ἐν ἀνθρώποις, “ὁ λόγος” ἀπεκρίνατο. | |
12 | Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί τῶν ζῴων ἐστὶ σοφώτατον, εἶπεν “τῶν μὲν χρη‐ σίμων μέλισσα, τῶν δὲ ἀχρήστων ἀράχνης.” | |
13 | Ὁ αὐτὸς ἀγόμενος ὑπὸ τοῦ δεσπότου εἰς μυλῶνα ἠρώτα “τί με ἄγεις;” ὁ δὲ εἶπεν | |
“ἵνα χρήσιμος γένῃ.” “τί οὖν” φησίν “οὐχὶ καὶ τοὺς υἱούς σου ὧδε ἄγεις;” | 250 | |
14 | Stob. III 6, 47: Αἴσωπος πρὸς τὸν τῷ κάλλει κακῶς κεχρημένον εἶπεν “ὁποίῳ ἱματίῳ ἠμφιεσμένος κακῶς αὐτὸ ἀποδύῃ.” | |
15 | Max. Conf. 640: Θεασάμενος νεανίσκον καλλωπιζόμενον, “εἰ μὲν πρὸς ἄνδρας” ἔφη “ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας ἀδικεῖς.” | |
16 | Max. Conf. l.c.: Ὁ αὐτὸς θεασάμενος μειράκιον εὔμορφον, καὶ διὰ τοῦτο φιλού‐ μενον, ἔφη “ὦ μειράκιον, σπούδασον τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὴν ψυχὴν μεταγαγεῖν.” | |
17 | Αἴσωπος ἀκούσας παρά τινος ὅτι “ὁ δεῖνα τάδε κακὰ λέγει κατὰ σοῦ,” καὶ τὴν λοιδορίαν ἐξειπόντος, ἔφη ὅτι “οἱ τὰς μαχαίρας ποιοῦντες οὐκ αὐτοὶ ἀποκτείνουσιν, ἀλλ’ οἱ χρώμενοι ταῖς ὑπ’ ἐκείνων κατεσκευασμέναις· καὶ ἐμὲ νῦν οὐκ ἐκεῖνος λέγει | |
κακῶς, ἀλλὰ σὺ ὁ χρώμενος τῇ ἐκείνου βλασφημίᾳ.” | 251 | |
18 | Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος πῶς ἂν προσέλθοι πολιτείᾳ, εἶπεν μήτε λίαν ἐγγύς, ἵνα μὴ κατακαῇ, μήτε πόρρω, ἵνα μὴ ῥιγοῖ. | |
19 | Ὁ αὐτὸς πυνθανομένου τυράννου τί δήποτε οὐχ οἱ πλούσιοι πρὸς τοὺς σοφοὺς ἀπίασιν, ἀλλ’ ἀνάπαλιν, εἶπεν ὅτι οἱ σοφοὶ μὲν ἴσασι ὧν ἐστιν αὐτοῖς χρεία πρὸς τὸν βίον, οἱ δὲ οὐκ ἴσασιν, ἐπεὶ σοφίας μᾶλλον ἢ χρημάτων ἐπεμελοῦντο. | |
20 | Αἴσωπος κατά τινα ὁδὸν πορευόμενος εὗρε παρά τι δένδρον γύναιον ἀπηγξάμενον, καὶ σταθεὶς ἐθεάσα〈το καὶ〉 ἔφη· “εἴθε τὰ δένδρα πάντα τοιούτους καρποὺς ἐποίουν· ὅσα γὰρ γῆ τε καὶ πόντος φέρβει, τοιαῦτα καὶ γυναικὸς ἆθλ〈α〉.” | |
21 | Πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ | |
λυγρά· καὶ οὔτε φυγεῖν εὐμαρές, οὔτε φέρειν. ἡδέα μὲν γάρ σου τὰ φύσει καλά, γαῖα, θάλασσα, ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου· | 252 | |
5 | τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν. | |
---|---|---|
22a | Ὁ αὐτὸς [sc. Aesopus] τοὺς ῥήτορας ἔφη ὁμοίους εἶναι τοῖς βατράχοις· τοὺς μὲν γὰρ ἐν ὕδατι κελαδεῖν, τοὺς δὲ πρὸς κλεψύδραν. | |
23 | Stob. III 23, 6: Αἴσωπος ἔφη δύο πήρας ἕκαστον ἡμῶν φέρειν, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν· καὶ εἰς μὲν τὴν ἔμπροσθεν ἀποτιθέναι τὰ τῶν ἄλλων ἁμαρτήματα, εἰς δὲ τὴν ὄπισθεν τὰ ἑαυτῶν· διὸ οὐδὲ καθορῶμεν αὐτά. | |
24 | Max. Conf. 625: Αἴσωπος, ἐρωτηθεὶς τί ὄφελος τοῖς ψευδομένοις ἐκ τοῦ ψεύδους ἔφη “τὸ κἂν ἀληθῆ λέγωσι μὴ πιστεύεσθαι.” | |
25 | Cod. Par. gr. 1310 (saec. xv), fol. 64ν Αἰσώπου· οὐδέν ἐστιν ἡ κτῆσις ἐὰν | |
μὴ ἡ χρῆσις παρῇ. Vide f. 225. | 253 | |
26 | Georgides p. 36: Ζῶντες μὲν πρὸς ὀλίγον οἱ ἄνθρωποι ἐπιπλάστῳ σεμνυνόμεθα κόσμῳ· τεθνηκότες δὲ ἀφῃρήμεθα ἃ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος ἐπιμελοῦ, τῆς ψυχῆς· ἡ μὲν γὰρ ἀίδιος καὶ ἀθάνατος, τὰ δὲ θνητὰ καὶ πρὸς ὀλίγον ἐστὶν ἡμέτερα. | |
27 | Cod. Par. sup. gr. 134 fol. 270ν: Αἴσωπος ἔλεγε τὸν πηλὸν ὁ Προμηθεύς, ἀφ’ οὗ τὸν ἄνθρωπον διεπλάσατο, οὐκ ἐφύρασεν ὕδατι ἀλλὰ δάκρυσιν. | |
28 | Αἰσώπου· Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία. | |
29 | Αἰσώπου· βουλεύου μὲν βραδέως, ἐπιτέλει δὲ ταχέως τὰ δόξαντα. | |
30 | Βροτησίαν κακίαν οὐ θῆρες κακοί, Ἀλλ’ ἄνδρες νικήσουσιν οἱ μᾶλλον κακοί. | |
31 | Γαστέρα ὄγκον ἔχουσαν | |
Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται. | 254 | |
31a | Γαστρὸς τὸν κόρον οὐκ οἴσει πρᾶος ἀνήρ, Ἡ δὲ κτηνώδης φύσις εἰς ἄγαν φέρει. | |
32 | Γλαυκοῖσιν ὀφθαλμοῖσιν αἰδὼς οὐκ ἔνι. | |
33* | Δηλοῖ πολλάκις κακοσύνθετος ὄψις Ψυχῆς διεστραμμένης τὸν σκαιὸν τρόπον. | |
34 | Δέδοται καὶ κακοῖς ἄγρα. | |
35 | Δούλῳ γενομένῳ 〈σὺ〉 δουλεύειν φοβοῦ· | |
Ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ. | 255 | |
36* | Ἐράσμιον ἄνθρωπος καὶ ζῷον θεῖον, Αἰφνίδιον δ’ ὄλλυται θανάτῳ δοθείς. | |
37* | Ἔνδον ἔχε τὰς μέμψεις τῶν σῶν ἐχθίστων, Ὅταν καλῇ καιρός σε τἀληθῆ φράζε. | |
38 | Εὐημερῶν μέμνησο καὶ τοῦ θανάτου. | |
39* | Ἐν καιρῷ ἀνάγκης καιρῷ δυσκαίρῳ ληφθείς, Καὶ τοὺς τυχόντας ἄνδρας τοκέας λέγε. | |
40 | Ἐλεύθερον ἀδύνατον εἶναι τὸν πάθεσι δουλεύοντα. | |
41* | Ἕκαστον ὑπεύθυνον 〈ὧν πράττει κακῶσ〉 Ὁ τρόπος ἀπελέγχει καὶ δῆλον ποιεῖ. | |
42 | Ζημίαν εἶναι τὴν σχολὴν καὶ τὴν ἄνεσιν νόμιζε, καὶ σπεῦδέ τι πράττειν ὧν ἀπαι‐ | |
τεῖσθαι μέλλομεν. | 256 | |
43* | Ζημίας δήλης ἐν ἅπασιν κειμένης, Τοὐλάχιστον εἰ λάβοις ἕρμαιον κάλει. | |
44* | Ἦθος τὸ πρᾶον καὶ τὸ προσηνὲς ῥῆμα Μαλάττειν οἶδε καὶ τοὺς ἄγαν λιθώδεις. | |
45* | Θαμινὰ φοιτᾶν τοῖς φίλοις οὐκ ἐθέλων Βέβαιον ἔσῃ καὶ οὐ στυγητὸν κτῆμα. | |
46 | Θεῷ προσφιλὲς τετιμηκότα τιμᾶν. | |
47* | Κόπος οὐκ ἔχων ἰσόρροπον τὸ κέρδος Ἀθυμίαν δίδωσι τοῖς μόχθοις ἀεί. | |
48* | Κακοῦργος ἀνήρ, τοὺς τρόπους οὐκ ἀμείβων, Τὸ σχῆμα μεταλλάττει ἀπάτης χάριν. | |
49 | Καλοῖς κακὰ συνάπτων ὁ σκαιὸς ἀνὴρ | |
Δῆλος δήπουθέν ἐστιν σφαλερῶς βιῶν. | 257 | |
50* | Καὶ τοὺς τυχόντας, εἰ δέοι, φίλους ἔχε· Κακοῖς δὲ μὴ χαρίζου τὸ πρὸς σὲ στύγος. | |
51* | Καλὸν ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν, διὰ βελτιώσεως ἐλπίδα. | |
52 | Πένης ὢν ἡσύχαζε, μὴ μέγα φρόνει· | |
Ἐπεὶ σὺ σαυτὸν ἀδικεῖς ἐν οἷς φρονεῖς. | 258 |