TLG 0096 015 :: AESOPUS et AESOPICA :: Fabulae (dodecasyllabi) AESOPUS et AESOPICA Scr. Fab. Fabulae (dodecasyllabi)
Citation: Fable — (line) | ||
6(t) | Ἀετὸς 〈τὰ πτερὰ τιλθεὶσ〉 καὶ ἀλώπηξ. | |
1 | Ἀετός ποτε ἑάλω ὑπ’ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας εἴασεν αὐτὸν ἐκ οἴκῳ σὺν ὀρνίθοις. Ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. | |
---|---|---|
5 | Ἕτερος δέ τις τοῦτον ἐξαγοράσας ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐεργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· | |
10 | «Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.» Ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις | |
παρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν. | ||
9aliter | Χελιδὼν δέ τις ὡμίλει ἀηδόνι ἵν’ ὁμόροφος ταύτῃ γε συνυπάρχῃ. Ἡ δὲ πρὸς αὐτὴν δακρύουσα ἐβόα· «Οὐ δυνήσομαι ἐγὼ τοῦτο ποιῆσαι· | |
5 | τῶν γὰρ προγόνων τὴν λύμην ἀναφέρω. Διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω.» Ὅτι, ἐὰν λυπηθῇ τις ἔκ τινος τύχης, καὶ τὸν τόπον | |
ἐκφεύγει οὗ ἐλυπήθη. | ||
14aliter(t) | Ὄρνις καὶ αἴλουρος. | |
1 | Ὄρνις δέ ποτε κατακλιθεὶς ἠρρώστει· εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα· | |
«Πῶς ἔχεις, φίλε, τί δέ σοι; ἄν τι χρῄζῃς, Ἀνάγγειλόν μοι καὶ πάντα σοι παρέξω. | ||
5 | Ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας.» Ἡ δ’ ἀπεκρίθη πρὸς τὸν αἴλουρον ταῦτα· «Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν.» Τοὺς δολίους ὑποκριτάς, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος | |
10 | ἐλέγχει. | |
15aliter(t) | Ποιμὴν καὶ αἴξ. | |
1 | Ποιμὴν δέ ποτε αἶγας προσεκαλεῖτο τοῦ προσβαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν. Μία δ’ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης. | |
5 | Εὐθὺς δ’ ὁ ποιμὴν ἐπ’ αὐτὴν ῥάβδον ῥίψας τὸ ἓν κέρας ἔκοψε τῆς αἰγὸς ὅλον. Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον, καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι, μηδ’ ὑποδεῖξαι κεκλασμένον τὸ κέρας. | |
10 | Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα· «Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι.» Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται | |
15 | ταύτην κατακαλύψαι. | |
16aliter | Ἀνήρ τις ἔτρεφεν αἶγ’ ἅμα καὶ ὄνον· ἀλλ’ ἡ αἲξ ἐφθόνησε πολλὰ τῇ ὄνῳ διὰ τὴν τρυφὴν κριθάς τε καὶ τὸν χόρτον. Αὐτῇ ἔλεγεν ὡς «ἄπειρα κολάζῃ | |
5 | ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα· λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι. Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις;» Ὁ δὲ πρὸς αὐτὴν 〈ἔφη〉· «Καὶ τί ποιήσω; | |
10 | οὐ γὰρ δύναμαι τὴν ζωὴν ἄλλως ἔχειν.» Ἣ συμβουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς. Καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτου | |
15 | πεσοῦσα πρὸς γῆν εὐθέως συνετρίβη, ὥσπερ νόσημα δεινὸν προσκεκτημένη καὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη. Τοῦ γοῦν δεσπότου τῇ λύπῃ συσχεθέντος, δραμὼν αὐτίκα τὸν ἰατρὸν ἐκάλει | |
20 | ἐκλιπαρῶν τοῦτον ὑγιᾶναι ὄνον. Ὁ οὖν ἀκέστωρ αἰγὸς πνεύμονα φάσκει ἐγχυματίζειν καὶ ῥώσεως τυγχάνειν. Οἳ παραυτίκα τεθυκότες τὴν αἶγα τρίψαντες τὸν πνεύμον’ αἵματι ἰδίῳ | |
25 | ἐγχυματοῦντες ἰάτρευσαν τὴν νόσον. | |
Αὐτὸς καθ’ αὑτοῦ λανθάνει τοῦτο ποιῶν. | ||
17aliter | Ποιμὴν ἐν σπηλαίῳ 〈τὰσ〉 αἶγας προσάγει ὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους. Εὑρὼν δ’ ἀγρίας πλείονας ὧν κατέσχε πάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, | |
5 | ἃς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις. Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας, εὗρεν ἃς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας· αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι τοῦτον εἴασαν ὡς ἄφρονα καὶ ἄνουν. | |
10 | Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας ἃς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος, μέγα στενάξας κὠλολύξας ἐκ βάθους θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος, | |
εἰ μὴ τὴν ῥάβδον μετὰ τοῦ μαρσιπίου. | ||
15 | Ὁ λόγος δηλοῖ ὅτι οὐ χρὴ ἡμᾶς ἀμελεῖν τῶν ἰδίων. | |
20aliter | Μαχομένων δέ ποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ, ὁ εἷς ἡττηθεὶς ἐκρύπτετ’ ἐν γωνίᾳ, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας. | |
5 | Ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων, ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, φωνῶν· «Ἥττησα τὸν ἴδιον ἐχθρόν μου τροπωσάμενος ἀντίπαλον εἰς κράτος.» | |
10 | Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ, ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω καὶ καταλαβὼν τὸν νικήτην ἐκεῖνον ἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. | |
15 | Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων λαβὼν εὔκλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον | |
καὶ καυχωμένου ὡς ὄντος νικηφόρου. | ||
20 | Ὁ λόγος πρὸς ἄνδρας θεομάχους. | |
32aliter | Ποτὲ ἀλώπηξ βότρυν θεασαμένη πέπειρον ἐπειρᾶτο λαβεῖν εἰς βρῶσιν, καὶ μὴ δυνηθεῖσα μειδιάσας’ ἔφη· «Τί κάμνω; ὄμφακες γάρ εἰσιν 〈ἐκεῖνοι〉· | |
5 | λήψομαι αὐτούς, ὅταν πέπειροι ὦσι.» Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀποτυχόντες τῶν πραγμάτων | |
σπουδάζουσι διὰ ψεύδους καλύψαι τὴν ἀλήθειαν. | ||
32aliter,bis | Ποτὲ κατεῖδε τοὺς βότρυας ἀλώπηξ πεπείρους πάνυ τὰς ῥωγὰς δεικνυμένους καὶ ἐπειρᾶτο τούτους λαβεῖν εἰς βρῶσιν· ἥτις εἰς τοῦτο πολλὰ μηχανωμένη | |
5 | οὐκ ἠδυνήθη τὴν ὄρεξιν πληρῶσαι. Μετὰ δὲ ταῦτα μειδιάσασα αὕτη εὐθὺς τὸ πένθος εἰς χαρὰν μεταβάλλει, ἀναβοῶσα· «Ὄμφακές εἰσι ταῦτα.» Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἀποτυχόντες τῶν πραγ‐ | |
10 | μάτων σπουδάζουσι διὰ τοῦ ψεύδους συγκαλύψαι τὴν ἧτταν. | |
40aliter | Τράγος δὲ πάλαι διψήσας ἐν τῷ θέρει κάτω κατῆλθε πιεῖν εἰς φρέαρ ὕδωρ. Ὁ δὲ κορεσθεὶς ἀνελθεῖν οὐκ εὐπόρει, ὃς μετενόει καὶ βοηθὸν ἐζήτει, | |
5 | ὅπως ἀνέλθῃ ἐκ τοῦ βάθους ὁ τράγος. Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκβλεψαμένη ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει· «Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ, εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας, | |
10 | οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾔδεις.» Οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλη | |
τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν. | ||
52aliter | Ἦν τις ἀμέριμνος καὶ τρυφαῖς σχολάζων. Οὐκ ἦν πρεσβύτης, ἀλλ’ οὐδὲ νέος πάλιν, λευκὰς δὲ εἶχε καὶ μελαίνας τὰς τρίχας ὁμοῦ μιγείσας. Ὡς δὲ ἀνὴρ μεσῆλιξ | |
5 | ἐτύγχανεν, ἤρατο θηλειῶν δύο, | |
μιᾶς μὲν πρέσβεως, ἑτέρας δὲ νέας. Ὡς οὖν εἰσήρχετο πρὸς τὴν γραῦν, ἀπέσπα καὶ ἔτιλλε τὰς μελαίνας αὐτοῦ τρίχας συγγέροντα θέλουσα τοῦτον ὁρᾶσθαι. | ||
10 | Ὡς δὲ εἰσήρχετο πάλιν πρὸς τὴν νέαν, ἐξέλεγε καὶ αὐτὴ τὰς λευκὰς τρίχας, ἕως φαλακρὸν ἀπέδωκαν ἀλλήλαις. Οὕτως ἀνόητός ἐστιν ὁ ἀνὴρ ὁ γυναιξὶν ἑαυτὸν ἐκδοῦναι θέλων. | |
52aliter,bis | ρατιο ὄνομα ἐν ταῖς τρυφαῖς σχολάζων οὐκ ἦν πρέσβυς, ἀλλ’ οὐδὲ παλινέος· λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας, ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων. | |
5 | Δύο γυναῖκας ἔσχεν ἐπὶ τοῦ οἴκου, τὴν μὲν μίαν γραῦ, τὴν δὲ ἑτέραν νέαν. Ταύτην οὖν ἡ γραῦ πηθοῦσα καὶ θέλουσα ἔτειλεν αὐτοῦ τὰς μελαίνας τρίχας, αὐτὸν θέλοντα γερώει ὅλως εἶναι, | |
10 | μή πως ὡς γραῦ αὐτὴν κατονιδήσει. Τὰς δὲ πολιὰς ἐξέτειλεν ἡ κόρη, ὡς μὴ θέλωντα τοῦτον γέροντα εἶναι, ἕως φαρακλῶν ἐποίησαν οἱ δύο, γέλιον ὅμου καὶ ὄνειδος ἁπάντων. | |
15 | Ὅτι κρείττων ἐστὶν τοὺς γεγηρακότας ἀπέχεσθαι τῶν νετέρων, ὅμως φεύγειν πάντας τὰς γυναῖκας· τὸ γὰρ γυναικῖον γένος θαλασσιωνιοῦται, ποτὲ γαλὺν ἢ ἀμειδιῶσα, | |
ποτὲ δὲ ἀπατοῦσα ἀπεπνήγει. | ||
59(t) | Ἄνθρωπος καὶ λέων 〈συνοδεύοντεσ〉. | |
1 | Ποτὲ ὥδευσε λέων ἅμα ἀνθρώπῳ. Ἐκαυχῶντο δὲ πρὸς ἀλλήλους τοῖς λόγοις. Ἐν δὲ τῇ ὁδῷ εὗρον πετρίνην στήλην ἀνδρὶ λέοντα συμπνίγοντι ὁμοίαν. | |
5 | Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη· «Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.» Ὑπολαβὼν δὲ ὁ λέων οὕτως ἔφη· «Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· | |
10 | εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.» Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν | |
λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. | ||
59aliter | Λέων ὁδεύων ποτὲ μετὰ ἀνθρώπου, ὁμοθυμαδὸν ἐκαυχῶντο τοῖς λόγοις. Ἐν δὲ τῇ ὁδῷ ἰδοῦ πετρίνη στήλη ἀνθρώπου ὃς λέοντα πατῶν εἱστήκει. | |
5 | Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· «Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση 〈πέλει〉.» Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· «Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, †πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.†» | |
10 | Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους | |
ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες. | ||
61(t) | Ἄνθρωπος καταθραύσας ἄγαλμα. | |
1 | Ἄνθρωπος δέ τις ξύλινον θεὸν ἔχων καθικέτευεν τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτα ἔπραττε καὶ πλείω τούτων, μᾶλλον ὁ αὐτὸς διῆγεν ἐν πενίᾳ. | |
5 | Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους, ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας. Τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης, ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐβόα· | |
10 | «Στρεβλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με, τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.» Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὡφεληθήσῃ τιμῶν πονηρὸν | |
ἄνδρα, αὐτὸν δὲ τύπτων πλεῖον ὠφεληθήσῃ. | ||
63(t) | Ἄρκτος καὶ ἀλώπηξ. | |
1 | Ἄρκτος δέ ποτε μεγάλως ἐκαυχᾶτο ὡς φιλανθρωπότατόν ἐστι τῶν ζῴων· φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι. Ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα | |
5 | ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει· «Εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας.» Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑπο‐ | |
κρίσει βιοῦντας. | ||
66aliter(t) | Πόλεμος βατράχων. | |
1 | Οἱ βάτραχοι δέ ποτε πολεμούμενοι ἐξῃτήσαντο τὸν Δία ἐκδιδόναι αὐτοῖς ἄνακτα καὶ ἄρχοντα κατέχειν. Ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον | |
5 | ὃ κατιδόντες σιγὴν βάτραχοι ἔσχον, ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι. Χρόνου δὲ πολλοῦ προβεβηκότος ἤδη, | |
κατεφρόνησαν οἱ βάτραχοι τοῦ ξύλου διὰ τὸ ἀκίνητον αὐτὸ ὑπάρχειν. | ||
10 | Μετὰ δὲ ταῦτα ἐξῃτοῦντο τὸν Δία ἵνα αὐτοῖς ἕτερον ἄνακτα δώσῃ. Ὁ δὲ ἐμμανὴς γενόμενος αὐτίκα | |
ἐπιδέδωκε τὴν ὕδραν τοῖς βατράχοις. | ||
69aliter | Ὄντος δέ ποτε βατράχου ἐν τῇ λίμνῃ, ἀνεβόησε πᾶσι τοῖς ζῴοις λέγων· «Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων.» «Καὶ πῶς δέ, φησὶν ἀλώπηξ, ἄλλους σῴζεις, | |
5 | σαυτὸν δὲ χωλὸν ὄντα οὐ θεραπεύεις;» Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων πῶς | |
ἄλλους ἀνθρώπους παιδεύσει; | ||
70aliter | Ταῦροι δύο ἅμαξαν εἷλκον ἐν πόλει. | |
Ἡ δ’ ἐπεβόα, κράζουσα δὴ μεγάλως. Ὁ δὲ βοηλάτης αὐτῇ ταῦτα λέγει· «Ὦ θρασύτατον κτῆμα κακῶν πραγμάτων, | ||
5 | ἵνα τί οὕτω σὺ κατακράζεις, βίᾳ τῶν καθελκόντων σε βοῶν σιωπώντων;» Ὅτι τινὲς ἐπ’ ἀλλοτρίοις πόνοις καυχώμενοι δοκοῦσι μέγα φρονεῖν ἐπ’ αὐτοῖς. | |
71aliter | Τρεῖς ὁμοιότροποι ἐνέμοντο βόες. Λέων δὲ τούτοις τοῦ φαγεῖν προσορμήσας δι’ ὁμόνοιαν οὐκ ἴσχυσεν οὐδ’ ὅλως. Τοῦ δὲ ὑπούλοις διαβάλλοντος λόγοις, | |
5 | ἀπεχώρισεν αὐτοὺς ἐξ ἀμφοτέρων, καὶ τότ’ ἕκαστον εὑρὼν μεμονωμένον κατεσπάραξεν οἷς τρόποις ἠβουλήθη. [Ὅτι] ὁ θέλων ζῆν ἀκινδύνως τοῖς μὲν ἐχθροῖς ἀπιστείτω, πιστευέτω δὲ τοῖς φίλοις. | |
72(t) | Βοηλάτης καὶ Ἡρακλῆς. | |
1 | Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην. Τῆς δ’ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, Δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει, Τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ | |
5 | Ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ. Αὐτὸς δ’ ἐπιστὰς εἶπε· «Τῶν τρόχων ἅπτου Καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ’ εὔχου, | |
Ὅταν τι ποιῇς καὐτός· μὴ μάτην εὔξῃ.» | ||
73aliter | Βορρᾶς κἤλιος ἤριζον πρὸς ἀλλήλους ὅστις ἐξ αὐτῶν τινα τῶν ὁδευόντων πρῶτος ἐκδύσει αὐτοῦ τὸν χιτωνίσκον. Τοῦ δὲ Βορρᾶ πνέοντος ἰσχυροτάτως, | |
5 | ἄνθρωποι μᾶλλον ψυχρωθέντες εὐθέως μᾶλλον ἠμφιέννυντο περιβολαίοις. Ὁ δὲ χλιάνας Ἥλιος μετὰ ταῦτα καὶ τοῖς ἀνθρώποις ἱδρώτας προξενώσας πέπεικεν εὐθὺς ἐκδῦσαι τοὺς χιτῶνας. | |
10 | Τότε ὁ Βορρᾶς αἰσχυνθεὶς ἀπεστράφη. Ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν | |
ἐστι. | ||
76aliter | Γαλῆ δέ τις εὐπρεποῦς ἀνδρὸς ἠράσθη καὶ τὴν Ἀθηνᾶν τὴν θεὰν ἐδυσώπει τοῦ μεταβαλεῖν εἰς γυναικείαν θέσιν, ὅπως κάλλους τύχοι τοῦ τε ἐρωμένου. | |
5 | Καὶ δὴ τῆς θεᾶς αὐτῆς εἰσακουσάσης, μετεβλήθη γε εἰς γυναικεῖον σχῆμα. Ταύτης ἀνὴρ δὲ προθύμως κατεσχέθη. | |
Καὶ δὴ τοῦ γάμου ἄρτι ἀπαρτισθέντος, μῦς ἐπέδραμεν ὑποκάτω τραπέζης. | ||
10 | Τῆς δὲ εὐθέως τὴν νυμφικὴν ῥιψάσης, τὸν μῦν διώκει ὑποκάτω κραββάτου. Ὅτι, κἂν βραχύ τις ἐν ὑποκρίσει μορφῶται, ἡ φύσις | |
αὐτοῦ δι’ ἔρωτος ἐλέγχεται. | ||
81aliter | Ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων | |
ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον. Πένθος δὲ μέγα ἐγένετο γονεῦσιν. | ||
5 | Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν καὶ αὐτὸς ἐπειρᾶτο τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν. Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι, εὐθὺς ὁ ἀνὴρ καταδραμὼν ὀπίσω | |
10 | στερρῶς κατ’ αὐτοῦ τὸ ξίφος καταφέρει. Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον. Ὃς φόβῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ, λαβὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι, | |
15 | αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην. Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας (καὶ γὰρ ἐκρύβη ἐπὶ πέτρας ὁ ὄφις) τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων· «Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, | |
20 | ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει· ὁρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, καὶ σὺ δὲ πάλιν τὸν τύμβον τοῦ υἱοῦ σου βλέπων καθ’ ὥραν, οὐκέτι εἰρηνεύσεις.» Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμοιβῆς κακῶν ἐπι‐ | |
25 | λανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ | |
ἐλυπήθη. | ||
85aliter | Φυτὸν δέ ποτε γεωργοῦ ἦν 〈εἰσ〉 χώραν καρπὸν μὴ φέρον τὸ τοιοῦτον μηδ’ ὅλως. Τοῦτο δ’ ὑπῆρχε στρουθῶν κατοικεσία ἅμα τεττίγων φωνούντων, κελαδούντων. | |
5 | Ὁ οὖν γεωργὸς ὡς ἄχρηστον ὑπάρχον ἤθελε τεμεῖν τὸ ἄκαρπον ἐκεῖνο. Καὶ δὴ, συλλαβόντος πέλεκυν τοῦ πλῆξαι, στρουθοὶ ἅπαντες καὶ τέττιγες ἐθρήνουν ταῦτα βοῶντες καὶ τῷ ἀνδρὶ λαλοῦντες· | |
10 | «Ἀκοῦσον ἡμῖν, ὦ κύριε τοῦ δένδρου, γνώμην ἱκετεύουσιν τὴν σὴν καλλίστην· μὴ ἐκκόψῃς τὴν σεμνὴν κατοικεσίαν. Εἰ δέ γε τοῦτο θελήσειας ποιῆσαι, τί σοι τὸ κέρδος ἐκγενήσεται τούτου;» | |
15 | Ὃς μὴ οἰκτείρας, μὴ τούτους ἐλεήσας τρισσῶς ἔπληξε μετ’ ἀξίνης τὸ δένδρον. Ὡς δὲ ῥαγάδα εὐθέως πεποιήκει, σμῆνος μελισσῶν καὶ μέλι εὐθὺς εὗρεν· οὗ γευσάμενος τὸν πέλεκυν προσρίπτει | |
20 | καὶ τοῦ δένδρου εὐθέως ἐπεμελεῖτο | |
πλεῖον τῶν δένδρων ὧν εἶχε τῶν ἐγκάρπων. | ||
92aliter | Δάμαλίς τις βοῦν ταλανίζουσα ἔφη· «Ὢ πόσα κάμνεις καὶ ταλαιπωρεῖς λίαν.» Ὁ δὲ βοῦς τοῦτο ἀκούων ἐσιώπα. Ἐπεὶ δ’ ἑορτὴ κατείληφεν, αὐτίκα | |
5 | ἐλθόντες αὖθις ἀπέλυσαν τοὺς βόας· ἡ δὲ δάμαλις κρατηθεῖς’ ἐδεσμεύθη καὶ τῷ σχοινίῳ τοῖς κέρασι πλακέντι εὐθὺς εἵλκετο αὐτίκα τοῦ τυθῆναι. Οἱ βοῦς δ’ ὡς εἶδον ταύτην ἀφελκομένην | |
10 | ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐβόων· «Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα· ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν.» Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι | |
15 | κίνδυνος καὶ μάστιξ. | |
100aliter(t) | Πρίσται καὶ πεύκη. | |
1 | Πρίσται δέ ποτε κατέσχιζον τὴν πεύκην, σφῆνας ἐξ αὐτῆς ποιούντων τῶν τεκτόνων, οἷς καὶ ῥᾳδίως κατέσχιζον σανίδας. Ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως· | |
5 | «Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας.» | |
Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμβῇ μικρὸν | ||
10 | αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται. | |
107aliter | Λύκος δέ ποτε ἔξω τείχους ὑπῆρχεν· ἀρνὸς δ’ αὐτὸν ὕβριζεν ἄνω τυγχάνων. Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐβόα· | |
5 | «Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω· μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον.» Ὅτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι | |
καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων. | ||
116aliter(t) | Δράκων 〈ἐπὶ παλιούροις φερόμενοσ〉. | |
1 | Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον εἶχεν ἐπ’ αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων. Τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως, ἦρε τὸν φραγμὸν καὶ κατελθὼν ἀπῄει. | |
5 | Τῷ δὲ παλούρῳ δράκων τις συνεπλάκη, ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον. Καί τις δὲ ἰδὼν μέγα γελάσας ἔφη· «Ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου.» Ὁ μῦθος δηλοῖ ὅτι δικαίως οἱ κακοὶ ἐν κακοῖς ἀπο‐ | |
10 | λοῦνται. | |
128aliter | Ἡλίῳ ποτὲ γάμος θέρους ὑπῆρχε. Οἱ δὲ βάτραχοι ἠγάλλοντο μεγάλως ἐπὶ τῇ λαμπρᾷ τραπέζῃ τοῦ Ἡλίου. Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας | |
5 | ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐβόα· «Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων | |
10 | ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι.» Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων | |
χαίρουσιν ἐπ’ ἀδήλοις. | ||
135aliter | Ἰατρὸς ὁρῶν ἄρρωστον ὑπὸ νόσου ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου. Μετὰ μικρὸν δὲ τοῦτον θανεῖν συνέβη. Ἀλλ’ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· | |
5 | «Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης.» Ὑπολαβὼν δέ τις τῶν ἐκεῖ παρόντων· «Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι, Οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· | |
10 | Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι; ἀλλ’ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι.» Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ | |
εἰρωνεύονται μετὰ τὴν τύχην. | ||
136aliter | Ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει. Ὁ δ’ 〈ὄφισ〉 ἐπιστραφεὶς καὶ δακὼν τοῦτον, εὐθὺς τέθνηκεν. Ὁ δ’ ὄφις ἀνεβόα· «Ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης | |
5 | ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐβούλου καὶ θάνατον προσάγειν; Ὅμως πέπονθας ὃ ἐβούλου μοι πρᾶξαι.» Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ | |
10 | πρότερον πεποίηκε κακά. | |
137aliter | Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. Ἀκούσας δὲ 〈εὖ〉 χρεμετίζοντος ἵππου, εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται, ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων | |
5 | οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως· χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη τὴν φωνὴν 〈τὴν〉 τοῦ ἵππου καταλαβέσθαι, καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη. Ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστε‐ | |
10 | ροῦνται καὶ τῶν κατὰ φύσιν. | |
138aliter | Ἰξὸν λαβὼν ἰξευτὴς καὶ τοὺς καλάμους κίχλαν τε εἶδεν ἐν φύτῳ καθημένην, καὶ τήνδ’ ἀγρεῦσαι βουληθεὶς ὁ τεχνίτης τοὺς καλάμους συνῆψεν εἰς μῆκος ἄρας | |
5 | καὶ τὸν ἰξὸν ἔπεμπεν ἄνω πρὸς κίχλαν, καὶ πρὸς ὕψος ἔβλεπεν ἀγρεύων κίχλαν. Ἀλλ’ ἐπὶ ποδῶν ἀσπὶς ἦν κοιμωμένη· τὴν δ’ οὐ προιδὼν πεπάτηκεν εἰς κάραν. Ἡ δὲ στραφεῖσα δάκνει τὸν πόδα τούτου, | |
10 | καὶ λιποψυχῶν ἐν στεναγμῷ ἐβόα· «Θηρεῦσαι θέλων ἄλλον αὐτὸς ἠγρεύθην.» [Ὁ λόγος οὗτος δηλοῖ ὅτι] | |
βόθρον ἄλλῳ ὀρύσσων αὐτὸς ἐμπέσῃ. | ||
139aliter | Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη· «Ὢ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέβη· ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης | |
5 | καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, | |
νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν.» Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ | ||
ἀνηλώθησαν κόπῳ. | ||
142aliter | Ἄνθρωπος πάλαι ἵππον εἶχε καὶ ὄνον. Οἱ δὲ ὥδευον μετὰ πολλοῦ τοῦ βάρους. Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐβόα· «λάβε τοῦ βάρους καὶ κούφισον ὀλίγον· | |
5 | οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δ’ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν.» Ὁ δ’ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. | |
10 | τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ, θρηνῶν ἐβόα· «Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη ἄρτι τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν λαβεῖν τοῦ βάρους, ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα.» | |
15 | [Ὁ μῦθος δηλοῖ ὅτι] τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες | |
ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ. | ||
147aliter | Ὁ Ζεὺς δέ ποτε αἰτούσῃ τῇ καμήλῳ κέρατα ἔχειν καὶ τοιαῦτα λεγούσῃ· «Λύπη μοι πολλὴ ὑπάρχει διὰ τοῦτο», οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὤτων | |
5 | ἀπεστέρησε πολλὰ αὐτὸς χολήσας. Ὁ μῦθος δηλοῖ ὅτι ὁ ἔχων τι ἀρκείσθω ἐπ’ ἐκείνῳ καὶ πλείω μὴ ζητείτω, ἵνα μὴ καὶ ὃ ἔχει ἀπολέσῃ. | |
148aliter | Κάμηλος ὀρχήσασθαι βιαζομένη πρὸς 〈τὸν〉 ἀναγκάζοντα δεσπότην ἔφη· «Οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη, ἀλλὰ καὶ περιπατοῦς’ ἢ καθημένη.» | |
5 | Ὁ λόγος δηλοῖ 〈ὅτι ὁ〉 ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ | |
ἀδόκιμός ἐστι. | ||
153aliter | Καρύα τις ἐν 〈τῇ〉 ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολὺν ἑκάστῳ ἔτει. Καὶ παροδῖται ταῖς ῥάβδοις τε καὶ λίθοις ἔτυπτον σφόδρα εἵνεκα τῶν καρύων. | |
5 | Ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας ἀνεβόησεν· «Οἴμοι τῇ παναθλίᾳ· τί μοι συνέβη; οὓς τοῖς καρποῖς εὐφραίνω, | |
μάστιγας δεινὰς ὑπ’ αὐτῶν νῦν λαμβάνω.» Ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ | ||
10 | ἀποδιδόντας. | |
154aliter | Κάστωρ, οἴδατε, λιμναῖον πέλει ζῷον, ὃν θηρεύουσιν εἰς χρείαν τῶν αἰδοίων. Οὗτος δὲ ὁλόκληρος τὸ πρῶτον θέει· ἐπὰν δὲ αὐτῷ ὁ διώκων πελάσῃ, | |
5 | τοὺς ὄρχεις ῥίψας, ὅλον τὸ σῶμα σῴζει. Σωτηρίας χάριν οὐδένα δεῖ λόγον | |
παρὰ τὰ χρήματα τοὺς φρονίμους ἔχειν. | ||
166aliter | Κόραξ ἐπὶ κλωνὸς καθήμενος δένδρου κρέας ἔφερεν τῷ στόματι κατέχων. Τοῦτον δ’ ἀλώπηξ ἄνω θεασαμένη κάτωθεν ἔστη προσφέρουσα ἐπαίνους· | |
5 | «Ὄρνεον καλὸν καὶ εὐμέγεθες λίαν χερσὶ κρατούμενον βασιλικαῖς πρέπεις.» Ταῦτα λέγουσα προσάγει καὶ «τὸ εἶναι σὲ βασιλέα ἁπάντων τῶν ὀρνέων, εἰ οὐκ ἦς σιωπηρὸν καὶ φωνῆς δίχα· | |
10 | 〈τοῦτό γ’〉 εἰκάζω, ἄλαλος οὕτως πέλεις.» Ἀλλὰ χαυνωθεὶς ὁ κόραξ τοῖς ἐπαίνοις ῥίψας τὸ κρέας ἐκέκραγε μεγάλως. Δραμοῦσα δ’ ἀλώπηξ καὶ λαβοῦσα κρέας· «Ἔχεις,» ἔφησε, στραφεῖσα πρὸς ἐκεῖνον, | |
15 | «ἅπαντα, κόραξ, νοῦς δὲ μόνον σοι λείπει.» Κόραξ τοὺς ὀφθαλμοὺς σώματος ὀρύττει· | |
ψυχῆς δὲ κόρας ὀρύττει κολακία. | ||
169aliter | Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· «Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει.» Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· «Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει; | |
5 | Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη;» Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες | |
οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. | ||
170aliter(t) | Κουκουλάτης. | |
1 | Κουκουλάτου ἔτυχε τοῦ βίου τέλος καὶ στενάζων ἔλεγε μετὰ δακρύων· «Οἴμοι τῷ πτωχῷ καὶ ξένῳ καὶ δυστήνῳ· οὐ χρυσὸν, οὐκ ἄργυρον ἐνοσφισάμην· | |
5 | κόκκος δὲ μικρὸς τὸν θάνατον προσῆξε καὶ παγὶς ἐν γῇ μικρὰ ἐγκεκρυμμένη †περιεῖλέ μου τὴν κουκουλίθραν.† Ὁ μῦθος δηλοῖ τοὺς πένητας οἵτινες ἐξερχόμενοι συνάξαι διατροφὰς συλλαμβάνονται παρὰ δυναστῶν καὶ | |
10 | κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’ αὐτῶν τετυφλωμένων | |
ὄντων καὶ ἀσυνέτων. | ||
179aliter | Ἄνθρωπος δέ τις δεῖπνον παρετοιμάζει εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον. Αὐτοῦ δ’ ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων· «Ὦ φίλε, δεῦρο δείπνησον ὧδε.» | |
5 | Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· «Βαβαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη· ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε· τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, | |
10 | ἵνα αὔριον μὴ πεινάσω καθόλου.» Ταῦτα οὖν λέγων καθ’ ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον. Ὁ οὖν μάγειρος τοῦτον εὐθὺς ὡς εἶδεν, | |
15 | οὐρὰν περιστρέφοντα ὧδε κἀκεῖσε, κατασχὼν αὐτοῦ τοῦ σκέλους παραχρῆμα ἔρριψεν αὐτὸν ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει ἀνακράζων. Τῷ δὲ τῶν κυνῶν ὁδῷ προσυπαντώντων | |
20 | κἀπερωτώντων· «Πῶς ἐδείπνησας, φίλε;» οὗτος πρὸς αὐτοὺς ὑπογελῶν ἐβόα· «Ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν ὅθεν ἐξῆλθον εἶδον.» | |
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν. | ||
184aliter | Κύων εὑρὼν μάγειρον ἐν μαγειρείῳ ἀσχολούμενον εἰς τὸ ποιῆσαι ὄψα, ἁρπάσας ἔφυγεν καρδίαν προβάτου. Ἔφησε δ’ ὁ μάγειρος πρὸς κύνα οὕτως· | |
5 | «Ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις· ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμβάνειν, ταύτην ἐγὼ ἔλαβον διπλῆν ἐκ σοῦ γε.» | |
Ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη. | ||
185aliter | Καθεύδων κύων ἐν αὐλῇ τοῦ δεσπότου, λύκος ἐθεάσατο νυκτί γε τοῦτον καὶ δραμὼν ἐκράτησεν ἐκ τοῦ σφονδύλου. Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· | |
5 | «Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, | |
10 | καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν.» Ὁ δ’ αἱμοβόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα. Αὖθις δὲ ἦλθεν ὁ λύκος μεθ’ ἡμέρας, | |
15 | ἀλλ’ οἴκοι κοιμώμενον εὗρε τὸν κύνα, καὶ κάτω σταθεὶς πρὸς αὐτὸν ἐπεβόα· «Τὰς συνθήκας, ἔλεγε, ποιεῖ μοι, φίλε.» «Ἂν ἀπὸ τοῦ νῦν, ὁ κύων ἀντεφώνει, πρὸς ἔπαυλιν εὕδοντα ἐφεύρῃς, φίλε, | |
20 | μηδαμῶς ἀναμείνῃς δεσπότου γάμους.» | |
Ὁ αὔριον ὄρνις τοῦ σήμερον κρεῖττον. | ||
188aliter | Κύων λέοντα διώκει κατὰ κράτος. Λέων δὲ στραφεὶς καὶ βρυχησάμενός γε ᾤχετο φυγὰς τρομάξας εἰς τοὐπίσω. Τοῦτον δ’ ἀλώπηξ προσιδοῦς’ ἐπεφώνει· | |
5 | «Πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις;» Ἄφρων δ’ ὃς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν· | |
νίκης τε στέρεται 〈καὶ〉 πρὸς τούτοις γελοῖα πάσχει. | ||
192aliter | Οἱ λαγωοὶ δὲ ἅπαντες συνελθόντες ἐβόων ταῦτα πρὸς ἀλλήλους θρηνοῦντες· «Ἵνα τί δεινός ἐστιν ἡμῶν ὁ βίος; καὶ γὰρ ἀετοὶ ἄνθρωποί τε καὶ κύνες | |
5 | ἅπαντες ἡμᾶς πειρῶνται καταθῦσαι. Βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν 〈τῷ〉 φόβῳ.» Ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων, ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι. | |
10 | Οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες ἀπερρίφησαν εἰς τὸ ὕδωρ αὐτίκα. Εἷς δὲ λαγωὸς στρατηγέτης ὑπάρχων ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐβόα· «Στῆτε, ἀδελφοί, μηδὲν κακὸν παθόντες· | |
15 | ὡς γὰρ ὁρᾶτε, δειλότερα τυγχάνει ταῦτα τὰ ζῷα πλέον ἡμῶν ἁπάντων.» Οὗτος ὁ μῦθος δηλοῖ ὅτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παρηγορίαν φέρει τὸ καὶ ἑτέρους ὁρᾶν κακοπα‐ θοῦντας. | |
192aliter,bis | Ὅλοι λαγωοὶ συναχθέντες εἰς ἕνα βουλὴν βουλεύονται πάντες συμπνιγῆναι. | |
«Πάντη γάρ ἐστι δεινὸς ἡμῶν ὁ βίος. Γένος γὰρ κυνῶν, ἀνθρώπων καὶ ὀρνέων | ||
5 | καὶ πᾶν τὸ κατὰ γαῖαν ἡμᾶς ἐκθλίβει.» Ταῦτα δὲ αὐτοὶ εἰπόντες πρὸς ἀλλήλους ἀπεκίνησαν εἰς λίμνην πεπτωκέναι. Οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες ἀπεπήδησαν, ὡς ἔθος τοῖς βατράχοις. | |
10 | Εἷς δὲ λαγωὸς στρατηγέτης τυγχάνων ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐβόα· «Στῆτε, ἀδελφοί, μηδὲν κακὸν ποιοῦντες· ἰδοῦ καὶ γένος ἄλλον ἡμᾶς δειμαίνει.» Τοῦτο οὕτως λέγει· οἱ πτωχοὶ καὶ ἀδύνατοι ἀνθρώποι | |
15 | αἱροῦνται μᾶλλον θανεῖν ἢ καταφρονεῖσθαι· ἐπὰν δέ τινας | |
ἴδωσιν αὐτῶν ἐπιδεομένους, οὐκέτι μέμνηνται τοῦ θανάτου. | ||
195aliter(t) | Λέοντος σκύμνος καὶ ἀλώπηξ. | |
1 | Λεαίνης τόκον ὀνειδίζους’ ἀλώπηξ ἔφασκεν αὐτῷ πῶς μόνος ἐγεννήθη καὶ μονοτόκος ἡ μήτηρ τούτου πέλει. Ὁ δὲ 〈σκύμνοσ〉 πρὸς αὐτὴν οὕτως ἀντέφη· | |
5 | «Ἕνα μὲν σκύμνον ἡ 〈ἐμὴ〉 μήτηρ τίκτει, ἀλλὰ λέοντά 〈γε〉, ὡς νῦν ἐμὲ βλέπεις.» Πρὸς τοὺς ὀλίγα πράττοντας, συνετῶς δέ. | |
195aliter,bis(t) | Λέαινα καὶ ζῷα. | |
1 | Στάσις δὲ ἦλθε πᾶσι τοῖς τετραπόδοις καύχημα κατέχουσα εἰς παίδων πλήθη. Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες· «Εἰπὲ δὲ καὶ σὺ τὸ πόσους παῖδας τίκτεις.» | |
5 | Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· «Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ.» Ὁ μῦθος δηλοῖ ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ | |
ἀνδρείᾳ καὶ φρονήσει ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. | ||
197aliter | Λέων μὴ δυνάμενος αὑτῷ ἐκ γήρως ἀρκέσαι τροφὴν 〈πορίζεσθαι〉 ἰδίαν, εὗρε δι’ ἐπινοίας πρᾶξιν ἀρίστην, καί τι σπήλαιον εὑρὼν εἰσῄει τοῦτο· | |
5 | νοσεῖν δὲ προσεποιεῖτο πεσὼν [τῇ] κλίνῃ. Τούτου δ’ ἐπισκέψεως τὰ ζῷα χάριν ἅπαντα προσέρρεον ὡς βασιλεῖ γε. Αὐτὸς δὲ κατήσθιεν ὡς αἱμοβόρος. Εἰσῆλθεν οὖν ὑστάτη ἀλώπηξ τούτων, | |
10 | θυρᾶς γοῦν ἔξω σταθεῖσα [τῆς] τοῦ σπηλαίου. «Εὖ σοι, βασιλεῦ, ἔφη· πῶς ἔχεις, γίγα;» «Κακῶς» εἰπόντος, ἠρώτα τὴν αἰτίαν δι’ ἣν ἔξω ἱστᾶσα οὐκ ἔρχῃ ἔσω. Τὸν δ’ ἀπαμειβομένη ἀλώπηξ ἔφη· | |
15 | «Μέδων, οἱ ἐρχόμενοι, εἶπέ μοι ποῦ γε· οἱ μὲν εἰσερχόμενοι πολλοί, ἐξέρχονται δ’ ὀλίγοι ἐντεῦθεν· οὐκ ἔρχομαι· καλῶς γὰρ οἶμαι· τοῦτο δὲ λέγε.» Οἴδασιν οἱ φρόνιμοι ἐκ τεκμηρίων φεύγειν ὕφαλα πα‐ | |
νοῦργα τῶν δυναστῶν. | ||
199aliter | Λέων ἐρασθεὶς γηπόνου θυγατέρα, ταύτην μνηστευθεὶς ἐβούλετο πρὸς γάμον. Ἐπέκειτο γοῦν βιάζων καθ’ ἑκάστην γονεῖς τῆς κόρης δοῦναι τὴν θυγατέρα. | |
5 | Ὁ δὲ γέρων ἔλεγε μῆ δοῦναι ταύτην θήραν ἥμερον λέοντι βλοσυρώδει φύσιν τὴν ἀνθρώπινον ἡμερωτάτην. Πρὸς τόνδ’ ἠπείλει δεινῶς ὁ λέων λέγων· «Σπαράξαι ς’ ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι.» | |
10 | Τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην, καὶ τόνδ’ ἀμειβόμενος ἔφησε λόγον· «Ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει· λοιπὸν ἔκβαλ’ ὀδόντας καὶ λήψει τήνδε· | |
15 | τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κὀδόντας.» Χάριν ἔρωτος, βαβαί, τοῦ πικροτάτου, προσῆλθε λέων γέροντι τῷ φρονίμῳ οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσβυν κόρην γε ζητῶν δίχ’ ὀδόντων κὀνύχων. | |
20 | Ῥοπάλοις γε διώκει τοῦτον ὁ γέρων· «Ἔξελθ’ οἴκων ἐμῶν· ἄοπλος ὑπάρχεις.» | |
Ὁ ἐχθροῖς πιστεύων ὅλος φθείρεται ὑπὸ τούτων. | ||
201aliter | Λέων ὁ μέγας καὶ ἄρκος τὸ θηρίον εὑρόντες βοῦν ἤριζον δεινῶς εἰς τοῦτον. Ὡς γοῦν ἐπετείνετο δεινῶς ἡ μάχη, | |
ἀμφότεροι ἔκειντο κατατρωθέντες | ||
5 | ἡμιθανεῖς, ἡμιτόμοι, νεκροὶ ὅλως. Παριοῦσα δ’ ἀλώπηξ, ὡς εἶδε τούτους πτῶμα δεινὸν κειμένους ἔνθεν κἀκεῖσε, τὸν βοῦν δὲ μέσον κείμενον τεθνεῶτα, δάκνους’ ἔσυρε τὸν βοῦν ἐκ μέσου τούτων | |
10 | τοῖς τέκνοις βρῶμα προσάγους’ ἄλλων κόπον. Ἀναστῆναι οὖν μὴ δυνάμενοι εἶπον· [ἔτυπτον, ἐσπάραττον, ἔθλιβον πέρνα] «Ἄθλιοί ἐσμεν, δι’ ἄλλους ἐμοχθοῦμεν.» Ὁ λόγος δηλοῖ ὅτι δικαίως ἐκεῖνοι ἄχθονται οἳ τῶν | |
15 | ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσιν τὰς ἐπικαρπίας ἐπιφερομένους. —Ὅμοιον δ’ ἔστι τοῦτο τῷ λόγῳ ἐκείνῳ· ἄλλοι σκάπτουν καὶ κλαδεύουν καὶ ἄλλοι τραγούδουν καὶ | |
πίνουν. | ||
202aliter | Λέων βάτραχον ἀκούσας κεκραγότα, τὸν δοῦπον ὡς ἤκουσεν μέγαν, ἐστράφη, μέγα γὰρ οἰόμενος εἶναι τὸ ζῷον. Ὡς γοῦν ἐθεάσατο μικρόν γε τοῦτο | |
5 | ἔξω που ἱστάμενον μακρὰν τῆς λίμνης, τὸν βάτραχον ἔφθειρεν εἰπὼν καὶ λόγον· «Τὸν ἐχέφρονα μηδεὶς ταράττῃ λόγος, ἀλλ’ ἀνδρεία, φρόνησις, βουλὴ καλλίστη στερρώτερον αὐτοῦ νοῦν ἀπεργαζέσθων.» | |
10 | Ὁ λόγος πρὸς ἄνδρας γλωσσώδεις, μηδὲν δὲ πλέον τοῦ λαλεῖν δυναμένους· οὗτοι γλῶσσαν μὲν οὖν ἔχουσι, ἰσχὺν δ’ | |
οὐδ’ ὅλως. | ||
208aliter | Λέων δέ ποτε σὺν ὀνάγρῳ θηρεύει ὁμοθυμαδὸν ἐπάνω τῶν ὀρέων. Ἐπεὶ δὲ ζῷα ἐκράτησαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας λέγων· | |
5 | «Ἐγὼ τὴν πρώτην αἱρῶ ὡς βασιλεύων· τὴν δευτέραν δὲ ὡς κοινωνὸς ὀνάγρου· εἰ δὲ τὴν τρίτην λάβῃς, σὺν πόνῳ λήψῃ· ἦ δ’ οὖν φυγὲ σύ, μὴ μόρον εὕρῃς τάχα.» Ὅτι καλόν ἐστι μετρεῖν 〈ἑαυτὸν〉 ἐν ἅπασι κατὰ τὴν | |
10 | ἰδίαν ἰσχύν, τοῖς δὲ δυνατοῖς μὴ συνάπτειν. | |
210aliter | Λέων, ἀλώπηξ καὶ ὄνος, οἱ τρεῖς ἅμα, ἐξῆλθον ὅμου πρὸς θήραν τοῦ θηρεῦσαι. Καὶ δὴ οὐ μικρὰν συλλαβόμενοι θήραν, τὸν ὄνον προσέταξαν εἰς τρεῖς μερίσαι. | |
5 | Ὁ δὲ μερίζων τρεῖς μερίδας ἐξ ἴσου, ἀγανακτῶν ὁ λέων τὸν ὄνον τρώγει. Ἀλώπεκα δεύτερον λέγει μοιράσαι. Ἡ δὲ λαβοῦσα μίαν ποιεῖ μερίδα τὸ πᾶν τῆς θήρας· βραχὺ δ’ ἐτίθει μόνον | |
10 | εἰς ἄλλο μέρος, ἄχρηστον δὲ καὶ τοῦτο. Ὁ δὲ λέων ἔφησε πρὸς ταύτην οὕτως· «Τίς ς’ ἐδίδαξε μερίζειν οὕτως, φίλη;» «Ἡ συμφορὰ τοῦ ὄνου τοῦ μακαρίτου.» Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις τυγχά‐ | |
15 | νουσι τὰ τῶν πέλας δυστυχήματα. | |
212aliter | Λέων μήκιστον ἐκμηχανᾶται ταῦρον. Καὶ δὴ καλέσας οἴκοι ἔφησεν οὕτως· «Δεῦρ’, εἰ βούλει, σήμερον συνευφρανθῶμεν.» Ταῦρον γὰρ ἐβούλετο φαγεῖν ὁ λέων. | |
5 | Ὡς γοῦν ἐθεάσατο ἐλθὼν ὁ ταῦρος ὀβελίσκους, λέβητας καὶ πῦρ σὺν τούτοις, παλίνοστος γίνεται οἴκαδε φεύγων. Αὖθις δ’ ὁ λέων ἐφώνησε μεγάλως· «Πόθεν καὶ ποῦ πορεύῃ, ἄριστε φίλων;» | |
10 | Ὁ δὲ ταῦρος ἔφησεν· «Ὁρῶ σοι, ἄναξ, οὐκ εἰς πρόβατον παρασκευὴν τυγχάνειν, ἀλλ’ εἰς ταῦρον μήκιστον ἡτοιμασμένην.» Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν. | |
213aliter | Λέων ἐλύσσα. Τὸν δὲ νεβρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν· «Οἴμοι τῷ ταλαιπώρῳ· τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει, ὃς ὑπῆρχε οὐδὲ σωφρονῶν φορητὸς.» | |
5 | Ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοβόρον. | |
217aliter | Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον· «Ἵνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ· | |
5 | ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ· ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως· ἀλλ’ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, | |
10 | ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας. Τὸ δὲ θαυμαστότερον ἁπάντων τούτων, κατεσθιόντων αὐτῶν ἐπὶ τραπέζαις, μόνα τὰ ὀστᾶ προσρίπτουσιν ἐκ μόρου. Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι, | |
15 | ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι.» Ὡς δ’ ὑπήκουσαν παραυτίκα οἱ κύνες, εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι καὶ παραυτίκα διέφθειραν τοὺς κύνας, ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων. | |
20 | Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους | |
μισθοὺς λαμβάνουσι. | ||
220(t1) | Λύκος 〈διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶσ〉 | |
t2 | καὶ λέων. | |
1 | Λύκος πλανώμενος 〈ποτ’〉 ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη· «Λέοντ’ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν· | |
5 | πλέθρου τ’ ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι;» Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθι’· ὁ δ’ ἐβόησε μετανοῶν· | |
«Οἴησις ἡμῖν πημάτων παραιτία.» | ||
222aliter(t) | Λύκος καὶ ἀρνός. | |
1 | Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· | |
5 | «Πέρυσιν αὐτὸς πολλὰ καθύβρισάς με.» Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐβόα· «Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ.» Ὁ δὲ πρὸς αὐτόν· «Τὴν ἄρουραν μου νέμεις.» | |
Ὁ δ’ ἀρνὸς ἔφη· «Ἀκμὴν τροφὴν οὐκ εἶδον.» | ||
10 | Πάλιν ὁ λύκος· «Ἐκ τῆς πηγῆς μου πίνεις.» Ὁ δ’· «Οὐ πέπωκα ὕδωρ,» αὐτῷ προσεῖπε· «τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει.» Ὁ δὲ συλλαβὼν καὶ φαγὼν αὐτὸν εἶπεν· | |
15 | «Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν.» Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, | |
κἂν ἀληθὴς τυγχάνῃ. | ||
224aliter | Λύκος λιμώττων τροφὴν φαγεῖν ἐζήτει. Τόπον δὲ κατά τιν’ αὐτοῦ γενομένου, παιδὸς κλαυθμυρίζοντος φωνὴν ἀκούει καὶ γραῦν λεγούσαν τοῦ κλαίειν αὐτῷ παῦσαι, | |
5 | μήπως ἄρτι δώσω σε φαγεῖν τῷ λύκῳ. Τὸν λόγον δ’ ὡς ἤκουσεν ὁ λύκος τοῦτον, διατροφὴν ὡς ἔχων ἑτοίμην ἔστη, | |
καθεῦδον δ’ ἐνόμιζε φαγεῖν τὸ βρέφος. Πάλιν ἀκούει, τῆς νυκτὸς μεσαζούσης, | ||
10 | τὴν γραῦν γελῶσαν τὸν παῖδα κολακεύειν· «Τέκνον,» λέγουσα, «τέκνον ἠγαπημένον, τὸν λύκον φονεύσομεν, εἰ μόνον ἔλθῃ.» Ὁ λύκος δ’ ὡς ἤκουσε τοὺς λόγους τούτους, ᾤχετο λέγων· «Ἐν τῇ ἐπαύλει ταύτῃ | |
15 | ἄλλα λέγουσι, μακρᾶς αἲ αἴ μοι ποίνης, ἄλλα πράττουσι· φεῦ, πῶς οἴσω τὴν πεῖναν;» Λόγος ἁρμόζει πρὸς τοὺς ἀνθρώπους οἳ λόγους οὐκ | |
ἔχουσιν ἴσους τοῖς ἔργοις. | ||
225aliter(t) | Λύκος καὶ γέρανος. | |
1 | Λύκου δὲ λαιμῷ ὀστέον ἐνεπήγει. Ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὐτῷ προσεπιβάλλοι, ἐξανασπάσων ἐκ λαιμοῦ τὸ ὀστέον. | |
5 | Ὁ δὲ ἐκβαλὼν τὸν μισθὸν ἐπεζήτει. Οὗτος γελάσας καὶ τοὺς ὀδόντας θήξας· | |
«Ἀρκεῖ σοι, εἶπε, μισθὸς τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν.» | ||
10 | Ὁ μῦθος πρὸς ἄνδρας δολίους οἵτινες ἐκ κινδύνων διασωθέντες τοῦτο παρέχουσι τοῖς εὐεργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς. | |
225aliter,bis | Λύκου δὴ λαιμῷ ὀστέον ἐπεπήγει. Ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὑτῆς ἐπιβαλοῦσα τὸ ὀστοῦν ἐκ τοῦ λαιμοῦ αὐτοῦ ἐκβάλοι. | |
5 | Ἡ δ’ ἐκβαλοῦσα, δολιχόδειρος οὖσα, τὸν μισθὸν ἐπεζήτει τῆς ἀκεσίας. Ὅστις γελάσας καὶ τοὺς ὀδόντας θήξας· «Ἀρκεῖ σοι μισθός, ἔφη, τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων | |
10 | ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν.» Ὁ μῦθος πρὸς ἄνδρας οἵτινες ἀπὸ κινδύνου διασωθέντες | |
τοῖς εὐεργέταις τοιαύτας ἀπονέμουσι χάριτας. | ||
228aliter | Λύκος δέ ποτ’ ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην. Λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας ἦρεν ἐξ αὐτοῦ αὐτίκα τὸ ἀρνίον. | |
5 | Στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει· «Ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις;» | |
10 | Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· | |
229(t) | Λύκος καὶ ὄνος. | |
1 | Λύκος τῶν λοιπῶν λύκων ἐκστρατηγήσας πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνα τις αὐτῶν τιποτοῦν κυνηγήσας μέσον ἀγάγῃ καὶ μοιράσῃ τοῖς πᾶσι. | |
5 | Ταῦτα οὖν αὐτοῦ ἀκηκοὼς ὁ ὄνος χαίτην ἔσεισε καὶ γελῶν ταῦτα ἔφη· «Καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων· ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν κοίτῃ παρέθου εἰς τροφὴν σὴν λαθραίως; | |
10 | Κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν.» Ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους. Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν | |
οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι. | ||
231aliter | Ἀλώπηξ ἐμπεσοῦσά ποτε εἰς λύκον ἐδυσώπει ὥστε γραῦν αὐτὴν μὴ κτεῖναι. Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐβόα· «Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, | |
5 | εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω.» Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ· «Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων· εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων· καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, | |
10 | καὶ μή ποτ’ αὖθις συναντήσαις μοι, λύκε.» Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας | |
τῆς ψυχῆς βουλὰς ἐξάγει. | ||
234aliter | Μάντις ὢν ἐν ἀγορᾷ λέγει μαντείας, ἑκάστῳ ταύταις ἀγορεύων τὸ μέλλον. Ἐξαίφνης δέ τις πρὸς αὐτὸν ἧκεν 〈λέγων〉 ὡς οἰκία ἤνοικται καὶ τἄνδον φροῦδα. | |
5 | Ὁ δὲ ἀνεπήδησε τεταραγμένος καὶ μεγάλα στενάξας ταχέως τρέχει. Τὴν δὲ κατιδὼν ἐκπλήττεται μεγάλως· ἀφήρπαστο γὰρ πάντα 〈τὰ〉 τῆς οἰκίας. Ἀλλὰ ἕτερος ἐκεὶ παριὼν ἔφη· | |
10 | «Εἰ τὰ ἀλλότρια, φεῦ, προεμαντεύου, πῶς τὰ ἴδια παντελῶς οὐ προεῖδες;» Ἑρ. Ὁ φαλακρὸς πῶς ἄλλῳ μαλλοὺς ποιήσει; Οὐκ ἔξεστιν. Ὁ δὲ κενοὺς λόγους λέγων | |
15 | οὐδὲ ἑαυτὸν δύναται ὠφελῆσαι. | |
235aliter(t) | Μέλισσα καὶ Ζεύς. | |
1 | Μέλισσα πάλαι κηρίων μήτηρ οὖσα ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον. Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ μελίσσης | |
5 | συνετάξατο δοῦναι ὃ ἂν αἰτήσῃ. Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· «Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ | |
10 | τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω.» Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, | |
ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· «Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, | ||
15 | ἀλλ’ ἄν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκβληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον.» Ὁ μῦθος δηλοῖ ὅτι | |
20 | ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς | |
ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. | ||
238(t) | Μόσχος καὶ ἔλαφος. | |
1 | Μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε· «Σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις καὶ ταχινή τε καὶ πρὸς δρόμον ὀξεῖα· κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις. | |
5 | Τί δέ, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας;» Ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα· «Ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω, | |
10 | εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι.» Ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία | |
παραίνεσις ἀνθρώπου ἐπιρρώννυσιν. | ||
239aliter | Ποτὲ δὲ γαλαῖ ἐμάχοντο πρὸς μύας κατατροποῦσαι αὐτοὺς καὶ ἀναιροῦσαι. Εἶπον δ’ οἱ μύες καθ’ ἑαυτοὺς τοιαῦτα· «Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν· | |
5 | οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου.» Καὶ παραυτίκα συμβούλιον λαβόντες | |
10 | κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων. Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες καὶ παρατάξεις αὖθις πεποιηκότες εὐθὺς ἤρξαντο κροτεῖν τὰ τοῦ πολέμου. | |
15 | Σαλπίγγων δ’ ἄφνω φωνουσῶν, κελαδοῦντες ἐναπήρξαντο πολεμεῖν πρὸς [τὰς] γαλέας· οἳ κατὰ κράτος ἡττήθησαν εὐθέως. Καὶ ἦν κατιδεῖν, τῶν μυῶν πεφευγότων ὧδε κἀκεῖσε, τοὺς τάλανας ἐν τρόμῳ. | |
20 | Οἱ γὰρ ἄοπλοι πεφευγότες ἐν τοίχοις εἰσελήλυθον εἰς ῥαγάδας αὐτίκα· οἱ δὲ ἔνοπλοι καὶ ἀρχηγέται τούτων οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς εἰσδῦναι | |
25 | διεφθάρησαν ὑπὸ τῶν γαλῶν πάντες. Ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρεῖττόν ἐστιν ἡ εὐτέλεια | |
ὑπὲρ τὴν λαμπρότητα καὶ τὴν δόξαν τοῦ βίου. | ||
240aliter | Μῦς εἰς χύτραν ζέουσαν κρεῶν τε 〈πλήρη〉 ἐνέπεσε καὶ ἔμελλε συμπνιγῆναι. Ἀποθνῄσκων δ’ ἔφησε τοιοῦτον λόγον· «Ἐσθιόντι, πίνοντι καὶ λελουμένῳ | |
5 | οὐ μέλει μοι θάνατος, νὴ τοὺς θεούς μου.» Φέρουσί τινες τὸν θάνατον ῥᾳδίως, | |
ὅταν ἐπέλθῃ ἀβασανίστως τούτοις. | ||
245(t) | Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός. | |
1 | Μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει. Ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλου ἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας. Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη· | |
5 | «Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον· ἐπείπερ δ’ ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος, ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων.» Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο. Καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον, | |
10 | φοίνικας ἅμα, τυρόν, μέλι, ὁπώρας. Ὁ δ’ αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρα καὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην. Βουλομένων δὲ ἀπάρξασθαι ἐσθίειν, ἤνοιξεν εὐθὺς ἄνθρωπός τις τὴν θύραν. | |
15 | Φοβηθέντες δὲ οἱ δειλαῖοι τὸν κτύπον | |
εἰσεπήδησαν οἱ μῦς εἰς τὰς ῥαγάδας. Ὡς δὲ ἤθελον πάλιν ἰσχάδας ἆραι, ἧκεν ἕτερος τοῦ λαβεῖν τι τῶν ἔνδον. Οἱ δὲ καὶ πάλιν θεασάμενοι τοῦτον | ||
20 | εἰσεπήδησαν κρυβέντες ἐπὶ τρώγλης. Ὁ δ’ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη· «Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον ἐπαπολαύων αὐτὰ μετ’ εὐφροσύνης | |
25 | καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόβου· ἐγὼ δ’ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων ζήσω ἀφόβως μηδένα ὑποπτεύων.» Ὁ μῦθος δηλοῖ ὅτι τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως | |
30 | ὑπὲρ τὸ τρυφᾶν ἐν φόβῳ μετ’ ὀδύνης. | |
246(t) | Μῦς καὶ βάτραχος. | |
1 | Μῦς χερσαῖος βατράχῳ ἐφιλιώθη. [Ὁ οὖν βάτραχος μῦν καλεῖ συνδειπνῆσαι. «Τρέφου,» λέγων, «ὦ φίλε, ὅ τι ἂν βούλῃ καὶ μὴ αἰδεσθῇς ἐμὲ τὸν προσφιλῆ σου.»] | |
5 | Ὁ οὖν βάτραχος τὸν μῦν προσεκεκλήκει. Καὶ δὴ προσδήσας αὐτοῦ τὸν ποῦν σχοινίῳ τοῦτον εἰσάγει ἀνὰ μέσον τῆς λίμνης. Αὖθις δὲ ὁ μῦς εἰσελθὼν ἀπεπνίγη, ὃς ψυχορραγῶν ἐβόα τῷ βατράχῳ· | |
10 | «Ἐγὼ μέν, φίλε, ὑπὸ σοῦ ἀποθνῄσκω. Ἔστι δὲ θεὸς ὃς κἀμὲ ἐκδικήσει, | |
ὁ μὴ παρορῶν τοὺς θανόντας ἀδίκως.» Καὶ δὴ ἀετὸς πετόμενος ἐπάνω ἐθεάσατο τὸν μῦν ἐπὶ τῆς λίμνης, | ||
15 | ὅστις καταπτὰς ἀφήρπασεν εὐθέως. Ἅμα βάτραχος αὐτῷ προσδεδεμένος δεῖπνον καὶ αὐτὸς προσήχθη τοῖς ὀρνέοις παθὼν ὅμοια οἷς αὐτὸς ἐδεδράκει. Ὅτι, εἰ καὶ νεκρός τις ὑπό τινος γένηται, ἀλλ’ ἡ θεία | |
20 | πρόνοια, ἡ πάντα ἐφορῶσα, ἀποδίδωσιν ἴσως ζυγοστατοῦσα. | |
247aliter(t) | Γεωργὸς καὶ θάλασσα. | |
1 | Γεωργός τις ἰδὼν ναῦν ἐν 〈τῇ〉 θαλάσσῃ κυμαινομένην καὶ βυθῷ πεμπομένην κατηράσατο τὴν θάλασσαν δακρύων. Ἡ δὲ πρὸς αὐτὸν ἀνεβόα τοιαῦτα· | |
5 | «Ἵνα τί, 〈ὦ〉 ἄνθρωπε, μέμφῃ με μάτην; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία, ἀλλ’ οἱ ἄνεμοι, οἱ ἐκταράττοντές με. Ἐὰν δὲ βουληθῇς χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς γῆς εὑρήσεις.» | |
10 | Ὅτι γαληνοὺς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες | |
ἐπεγείρουσι πρὸς ὀργάς τε καὶ ζάλας. | ||
249aliter | Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου μόνου καταλειφθέντος αὐτῷ, εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν καὶ θέρος εἶναι νομίσας, μηκέτι δεόμενος τοῦ ἱματίου, τοῦτο φέρων ἐπώλησε. Μετὰ μικρὸν δὲ χειμῶνος καὶ | |
5 | ψύχους σφοδροῦ γενομένου, ἐπειδὴ εἶδε τὴν χελιδόνα φερο‐ μένην ὑπὸ τῶν ὑδάτων νεκράν, ἔφη· «Ὦ αὕτη, σὺ κἀμὲ καὶ σεαυτὴν ἀπώλεσας.» Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον ἐπικίνδυνόν ἐστι. | |
249aliter,bis | Νέος ἄσωτος καταφαγὼν οὐσίαν τὴν πατρῴαν, ἱματίου αὐτῷ μόνου καταλειφθέντος, ὡς εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν, καὶ θέρος εἶναι | |
5 | νομίσας, πωλεῖ τοῦτο. Μετὰ δ’ ὀλίγον χειμὼν ἐπιφοιτήσας καὶ σφοδρὰ πῆξις, | |
ὡς χελιδόνα εἶδε νεκρὰν ῥιγοῦσαν, πτῶμα κειμένην χαλεπὸν ὑπὸ κρύους· «Σὺ κἀμὲ καὶ σαυτὴν ἀπώλεσας,» ἔφη. | ||
10 | Ὁ λόγος παραινεῖ πᾶσι μὴ δρᾶν τι πρᾶγμα παρὰ τὴν ὥραν· | |
εἰ γὰρ δράσειας, οὐ φεύξῃ τοῦ κινδύνου. | ||
250aliter | Νοσῶντι ὁ ἰατρός· «Πῶς ἔχεις;» ἔφη. «Φρίκη σφοδρά με τὸν τάλανα κατέχει καὶ τετάραγμαι ὑπ’ αὐτῆς οὐ μετρίως.» Ὁ δὲ πρὸς τοῦτον ἀγαθὸν εἶναι λέγει. | |
5 | Ἐπερωτήσας δὲ πάλιν ἐκ δευτέρου ὁ ἰατρός «Πῶς ἔχεις;» τὸν ἀσθενοῦντα, «Θερμῇ, ἔφησε, περιπεσὼν κακίστῃ, κεῖμαι 〈ὑπ’ αὐτῆσ〉 δεινῶς τεταραγμένος.» | |
Κἀκεῖνος πάλιν ἀγαθὸν ἔφη τοῦτο. | ||
10 | Καὶ τῶν οἰκείων εἶτά τις ἐρωτήσας «Πῶς ἔχεις, 〈ὦ〉 ἄδελφε φίλε; ῥωννύου,» ὁδέ· «Ἀπόλλυμαι ἐν ἀγαθοῖς» ἔφη. Τοῦτο δηλοῖ ὅτι οὓς παραμυθέοντας ἔθος τυγχάνει | |
ψευδεῖς τοὺς πάσχοντας παρηγορεῖν λόγοις. | ||
251aliter | Νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἅμα κοινωνοὶ ἐγένοντο πρὸς ἐμπορίαν. Ἐκ δανειστοῦ γοῦν ἡ νυκτερὶς λαμβάνει ἀργύριον διδοῦσα εἰς πραγματείαν· | |
5 | ἡ βάτος δὲ εἰς μέσον ἐσθῆτα βάλλει· ἡ αἴθυια δὲ χαλκοῦν ἐπεπληροῦτο. Ἔπλευσαν δέ γε μετὰ νηὸς αὐτίκα. Χειμῶνος δὲ ἐλθόντος, ἡ ναῦς ἐτράπη· ἀλλ’ αἱ τρεῖς ἐσώθησαν χωρὶς πραγμάτων. | |
10 | Δειμαίνουσα γοῦν ἡ νυκτερὶς τὸ χρέος | |
μὴ ἀπαιτῆται, περιπολεῖται νύκτωρ· Ὁπόταν δὲ ἡ βάτος ἐσθῆτα ἴδῃ, δοκοῦσα ἰδίαν εἶναι, σύρει βίᾳ· ἡ αἴθυια δὲ τὴν θάλασσαν ἐντρέχει | ||
15 | δοκοῦς’ ὧδε κἀκεῖσε χαλκοῦν εὑρήσειν. | |
Πᾶς ὅπερ ἀποβάλλει, καὶ ζητεῖ τοῦτο. | ||
254aliter | Ξύλα τις ἄνθρωπος ἐν ποταμῷ κόπτων, πίπτει πέλεκυς εἰς ῥεῦμα παραυτίκα. Καθήμενος γοῦν πεπλησμένος ἐνθλίψει, τὰς ὄχθας βλέπων ὠδύρετο μεγάλως. | |
5 | Ἑρμῆς δὲ παρὼν ἐλεήσας τὸν νέον μαθεῖν ἐζήτει τὴν αἰτίαν τῆς λύπης. | |
Τοῦ δὲ εἰπόντος τὸ πᾶν ἀρχῆθεν, τούτῳ καταβὰς ἀνήγαγε χρυσοῦν πελέκη, κεἰ οὗτός ἐστιν ἐπυνθάνετο τούτου. | ||
10 | Ὁ δὲ πένης ἔφησε μὴ εἶναι τοῦτον. Αὖθις οὖν ἐλθὼν ἀργυροῦν ἐπιφέρει· καὶ πάλιν ἠρνήσατο μὴ εἶναι τοῦτον. Ἐκ τρίτου δ’ αὖθις ἀνάγει τὸν οἰκεῖον. Ὁ δ’ εὖγε τοῦτον ἀπολέσαι ἐφώνει. | |
15 | Ἀλήθειαν δὲ ὁ Ἑρμῆς ὡς ἀκούει, χαρίζεται εὐφρανθεὶς καὶ τοὺς τρεῖς τούτῳ. Ἐντεῦθεν οὗτος ἀπελθὼν εἰς ἑταίρους λέγει τὰ πάντα καὶ διηγεῖται ὅλως. Ἀλλ’ εἷς ἐκ τούτων ἔρχεται παραυτίκα | |
20 | πέλεκυν κρατῶν, τὸν ποταμὸν ἐμβαίνει, καὶ τὴν ἀξίνην ῥίψας ἐπιτηδείως, κλαίων ἐκαθέζετο παρὰ ταῖς ὄχθαις. Ἀλλὰ ὁ Ἑρμῆς ἐκεῖσε φανεὶς πάλιν ἐπυνθάνετο δι’ ἣν θρηνεῖ αἰτίαν. | |
25 | Αὖθις δὲ μαθὼν τῷ ποταμῷ ἐμβαίνει καὶ πέλεκυν ἀνάγει χρυσοῦν ἐκ τούτου. Ἔφη δ’ Ἑρμῆς πρὸς τὸν πένητα ἐκεῖνον· «Τοῦτόν γε, οὗτος, ἀπώλεσας ἢ ἄλλον;» «Ναὶ τοῦτον, ὦ δέσποτα,» ὁ πένης ἔφη. | |
30 | Ἀναίδειαν οὖν ἐκπλαγεὶς τοῦ ἀνέρος ῥίψας καὶ τοῦτον οὐδὲ διδοῖ τὸν ἄλλον. Ὁ μῦθος δηλοῖ ὅτι, ὅσον ὁ θεὸς εὐφραίνεται ἐπὶ τῷ | |
δικαίῳ, τοσοῦτον πάλιν ἄχθεται ἐπὶ τῷ ἀδίκῳ. | ||
261aliter(t) | Ὁδοιπόρος καὶ Ζεύς. | |
1 | Ὁδὸν ἀπιὼν ὁδοιπόρος γε πάλαι εὑρεῖν αἰτεῖ τῷ Διὶ καθ’ ὁδὸν δῶρον, καί, εἰ εὕροι ἕν, ἀναθήσειν τὸ πλέον βωμῷ τῷ τούτου πρὸς καθαρὰν θυσίαν. | |
5 | Ὁ δὲ πήραν εὕρηκε μεστὴν φοινίκων καὶ ἀμυγδάλων ὅλην πεπληρωμένην. Λαβὼν δὲ ταύτην χρυσοῦν ἐδόκει ἔχειν· ὡς δὲ ἐθεάσατο καρποὺς φοινίκων, τὰ μὲν ἐντὸς ἤγαγε Διὶ θυσίαν, | |
10 | καὶ τἀκτὸς προσήγαγε τῶν ἀμυγδάλων, τὰ δ’ ἄλλα κατέφαγε πεινῶν ὁ τάλας. Λοιπὸν τὴν ὑπόσχεσιν Διὶ ἐπλήρου, τὰ ἐντὸς καὶ ἔξωθεν τῷ βωμῷ θύων. Τοῦτο δ’ ὁ λόγος λέγει ὅτι φιλάργυροι σοφίζονται τὸ | |
15 | θεῖον χάριν φιλαργυρίας, δευτέρας λύσσης, διὰ πλεονεξίαν. | |
262aliter | Παῖς 〈τίσ〉 ποτε ἐγγὺς φρέατος ἐφύπνει. Ἐπιστᾶσα δ’ ἡ Τύχη αὐτῷ ἐβόα· «Ἀνάστα, ὦ παῖ, καὶ ἄπελθε ἐντεῦθεν, μήπως, σοῦ τῷ φρέατι προσπεπτωκότος, | |
5 | ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες.» Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι πράττοντες | |
κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τύχην. | ||
266aliter(t) | Μικρέμπορος καὶ ὀνάριον. | |
1 | Μικρέμπορός τις ὀνάριον κατέχων αὐτὸς ὠνεῖτο ἁλάτιον εἰς πλῆθος. Καὶ δὴ φορτώσας σφοδρῶς αὑτοῦ τὸν ὄνον, ὑποζύγιον ἤλαυνε λεωφόρῳ· | |
5 | ὃς ὀλισθήσας εἰς ὕδωρ ἐπεπτώκει. Καὶ δὴ λυθέντων τῶν ἁλῶν παραυτίκα, εὐθὺς ἠγέρθη ἀκόπως βηματίζων. Ὁ δ’ ὑποστρέψας καὶ πάλιν λαβὼν ἅλας, κατεπεπτώκει εἰς ποτάμια ῥεῖθρα, | |
10 | καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων, ἐξανέστησεν ἑαυτὸν παραυτίκα. Ὁ δὲ λυπηθείς, ὁ κύριος τοῦ ὄνου, ἐπενόησεν αὐτοῦ τὰς ἐπινοίας· ὃς ἐπελθὼν εἰς ἕνα τῶν μυρεψούντων | |
15 | ἐξωνήσατο σπόγγους πολλοὺς εἰς κόρον, οὕσπερ ἐπιθεὶς πεφόρτωκε τὸν ὄνον. Ὁ δὲ ἀπιὼν κατέπεσεν εἰς ὕδωρ· καὶ παραυτίκα κεκλυσμένων τῶν σπόγγων, ἤγετο ὄνος διπλοῦν βάρος βαστάζων. | |
20 | Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἐν ᾧ τις εὐτύχησεν, ἐν | |
αὐτῷ καὶ πίπτει. | ||
269(t) | Ὄνος ἵππον μακαρίζων. | |
1 | Ὄνος δέ ποτε ἐμακάριζεν ἵππον διὰ τὴν τροφὴν αὐτοῦ καὶ θεραπείαν, αὑτοῦ δὲ τύχην ὄνος κατεμυκτήρει, ὡς ἀχθοφόρου καὶ πολλὰ κοπιῶντος, | |
5 | οὐδὲ ἄχυρον λαμβάνοντος εἰς κόρον. Ὅτε δ’ ἐπέστη ὁ καιρὸς τοῦ πολέμου, ὁ στρατιώτης σὺν τοῖς ὅπλοις ἐπέβη ὧδε κἀκεῖσε τὸν ἵππον ἐγκεντρίζων. | |
Ὁ δὲ εἰς μέσον ἐμβὰς τῶν πολεμίων | ||
10 | ξιφήρης εὐθὺς ἔκειτο ἐπ’ ἐδάφους. Ὡς οὖν ἑώρα τοῦτον εὐθὺς ὁ ὄνος, μετεβάλλετο καὶ τὸν ἵππον ἠλέει. Ὅτι τοὺς πλουσίους καὶ ἄρχοντας οὐ δεῖ ζηλοῦν, ἀλλὰ τὸν κατ’ ἐκείνων φθόνον καὶ κίνδυνον ἀναλογιζομένους | |
15 | ἀγαπᾶν χρὴ τὴν πενίαν, ἡσυχίας μητέρα. | |
274aliter | Ὄνος, ὡς ἔθος κηπωρῷ γε δουλεύειν, εὐχὴν ἐποιεῖτο Διὶ καθ’ ἑκάστην, ὅπως ἀπαλλάξει τοῦ κηπωροῦ τοῦτον καὶ δεσπότην εὑρήσει ἕτερον τούτου. | |
5 | Ζεὺς δὲ ἐκέλευε κεραμεῖ πωλῆσαι. Ὁ ὄνος πάλιν δυσφορῶν μετ’ ὀλίγον, καὶ γὰρ ἦν ἀχθηφορῶν πηλὸν καὶ ξύλα, εἰς ἄλλον πάλιν πραθῆναι παρεκάλει. Ὠνεῖται τοῦτον ὁ τὰς βύρσας ἐργάζων, | |
10 | ἐκδέρων τοὺς βόας, ὁρῶντος τοῦ ὄνου, καὶ πάντα ἄλλα, ὡς ἔθος δή, τὰ ζῷα, καὶ σὺν ἀσβέστῳ καὶ στίψει ξέων τούτους. «Οὐαί μοι, ἔφη ἐν στεναγμῷ μεγάλῳ· κρεῖττον ἦν ἐκείνοις τοῖς ἄλλοις δουλεύειν· | |
15 | ὁρῶ γὰρ τοῦτον δεψήσειν μου τὸ δέρμα.» Ποθοῦσι δεσπότας [οἱ] οἰκέται τοὺς πρώτους, | |
ὅταν πεῖραν [καὶ δοκιμὴν] λάβωσι τῶν μετὰ ταῦτα. | ||
276aliter(t) | Ὄνος καὶ κύων. | |
1 | Ὄνον τις ἔτρεφε καὶ κύνα ὡραῖον. Ὁ μὲν ἐν αὐλῇ παρὰ φάτναις δεσμώτης ἔτρωγε κριθάς, χόρτον, ὥσπερ εἰώθει· κύων δὲ χαρίεις ὤν, εὐρύθμως παίζων | |
5 | τὸν δεσπότην περιέσκαιρε ποικίλως· ἐκεῖνος δ’ αὐτὸν κατεῖχε ἐν τοῖς κόλποις. Ὁ δέ γε ὄνος τὴν μὲν νύκτα ἀλήθων πυρὸν φίλης Δήμητρος, ἡμέρας δ’ ὕλην ἦγεν ἀφ’ ὕψους, ἐξ ἀγροῦ δ’ ὅσον χρεία. | |
10 | Δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας σκύμνον θεωρῶν ἐν ἁβρότητι πάσῃ, φάτνης ὀνείης δεσμὰ καὶ καλοὺς ῥήξας ἐς μέσον αὐλῆς ἦλθ’ ἄμετρα λακτίζων· σαίνων δὲ οὐρᾷ καὶ θέλων περισκαίρειν, | |
15 | τὴν μὲν τράπεζαν ἐς μέσον βαλὼν θλάσεν, ἅπαντα δ’ εὐθὺς ἠλόησε τὰ σκεύη, δειπνοῦντα δ’ εὐθὺς ἦλθε δεσπότην κύσων | |
νώτοις ἐπεμβάς. Ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν, | ||
20 | κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων ἔθεινον, ὥστε καὐτὸς ὕστατ’ ἐκπνέων ἔφη· «Οἷα χρή με δυσδαίμονα 〈τλῆναι〉· τί γὰρ παρ’ οὐρηέσι οὐκ ἐπολεύμην, βαιῷ δ’ ὁ μέλεος κυνὶ παρισούμην;» | |
25 | Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ | |
ἀλαζονεύωνται. | ||
281aliter | Ὄνος παλιούρων ἤσθιεν ὀξείην χαίτην. Τὸν δ’ εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’ εἰρήκει· «Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις;» | |
5 | Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέ‐ | |
ροντας διὰ γλώσσης λόγους. | ||
282aliter | Ὄνος δέ ποτε τὸν σκόλοπα πατήσας ἔστη χωλὸς μὴ δυνάμενος ὁδεῦσαι. Λύκον δὲ ἰδὼν καὶ τοῦτον δειλιάσας, μήπως, ὡς τρίπους, αὐτῷ γένηται βρῶμα, | |
5 | ἀνεβόησε καὶ πρὸς αὐτὸν ἐλάλει· «Λύκε μέγιστε, νυνὶ θνῄσκω ἐκ πόνου· καλόν μοι ἔσται τὸ γενέσθαι σοι δεῖπνον ἤπερ τῶν γυπῶν, ὀρνέων καὶ κοράκων. Χάριν δὲ μίαν ἄρτι νῦν ἐξαιτῶ σε, | |
10 | ὅπως ἐκβάλλῃς ἄκανθαν ἐκ ποδός μου, μὴ μετὰ πόνου ἐγὼ ὁ τάλας θνήξω.» Εὐθὺς δ’ ὁ λύκος τῶν ὀδόντων τοῖς ἄκροις σκόλοπα δάκνων ἐξεῖλε παραυτίκα. | |
Λυθεὶς δὲ πόνου, καὶ χάσκοντος τοῦ λύκου, | ||
15 | τοῦτον λακτίσας καὶ τοὺς ὀδόντας θλάσας, χείλη, μέτωπον, κάραν καὶ τὰς ὀσφρήσεις, ἀπεπήδησε καὶ οἴκαδε ἀπῄει. Εὐθὺς δ’ ὁ λύκος ἔφη· «Δίκαια πάσχω· μεμαθηκὼς γὰρ πρῶτον μάγειρος εἶναι | |
20 | ἵππων ἰατρὸς ἵνα τί ἐγενόμην;» Ὅτι πολλοὶ τοὺς ἐχθροὺς αὑτῶν ὠφελεῖν πειρώμενοι | |
ἀντὶ ἀμοιβῆς κακὰ αὐτοῖς παρέχουσιν. | ||
284aliter | Ὄρνιθας θηρῶν ἵστησί τις παγίδας. Κορύδαλος δ’ ἠρώτα τοῦτον μακρόθεν ἱστάμενός γε καὶ παραβλέπων τοῦτον. Τοῦ δέ· «Καλλίστην πόλιν,» φήσαντος, «κτίζω,» | |
5 | ὑπεχώρησεν καὶ μικρὸν ὑπεκρύβη. Ὁ δὲ προσῆλθε πιστεύσας τῷ ἀνθρώπῳ, καὶ δάκνων τὸ δέλεαρ, παγίς που πίπτει. Δραμὼν δ’ ὀρνιθοθήρας λαμβάνει τοῦτον. Ἔφη δ’ ὁ κορύδαλος τῷ καταράτῳ· | |
10 | «Εἰ πόλεις γε κτίζεις τοιαύτας, ὦ φίλε, | |
〈οὐ〉 πολλοὺς εὑρήσεις τοὺς οἰκοῦντας ἔσω.» Ὁ μῦθος τοῦτο λέγει· οἶκοι καὶ πόλεις μᾶλλον τότ’ ἐρημοῦνται, | ||
ὅταν χαλεπαίνωσιν οἱ προεστῶτες. | ||
285aliter(t) | Γεωργὸς καὶ πελαργός. | |
1 | Ἐν τῇ ἀρούρῃ γεωργὸς πάγας ἵστη εἰς τὸ θηρεῦσαι γεράνους τε καὶ χῆνας τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρης. Ὁ δὲ σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει, | |
5 | ὅστις ἐκθλασθεὶς αὐτοῦ τὸν ποῦν τὸν ἕνα καθικέτευεν αὐτὸν ἀπολυθῆναι, καὶ δὴ πρὸς αὐτὸν τοιαῦτα ἀνεβόα· «Σῶσον, ὦ ἄνερ, ἀπόλυσον ἐντεῦθεν, ἐλέησόν με τὸν κατακεκλασμένον. | |
10 | Νῦν οὖν καθῖσα γενόμενος ἐνταῦθα· οὐ γὰρ γέρανός εἰμι· δεῦρο καὶ ἰδέ· πελαργός εἰμι, εὐσεβέστατον ζῷον, | |
ὅστις πατέρι καὶ μητέρι δουλεύω. Ὅρα καὶ χροιὰν ὡς οὐχ ὁμοία τούτων.» | ||
15 | Ὁ δὲ γεωργὸς μέγα γελάσας ἔφη· «Οἶδά σε κἀγὼ οὐδ’ ὅλως ἀγνοῶ σε· ἐπιγινώσκω καὶ τίς ὑπάρχεις οἶδα, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξῃ.» Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοι‐ | |
20 | νωνεῖν τοῖς κακοῖς ἀνδράσι, μήπως σὺν αὐτοῖς κινδύνοις | |
περιπέσωμεν. | ||
288(t) | Ὄρνις χρυσοτόκος. | |
1 | Ὄρνιθα δέ τις πάνυ καλλίστην εἶχεν, ἥτις ἔτικτεν ἀεὶ ὠὰ χρυσέα. Ὁ δὲ νομίσας χρυσὸν ἔνδον ὑπάρχειν σφάξας πάραυτα εὗρε ταύτην ὁμοίαν | |
5 | ὥσπερ τὰ λοιπὰ ὑπάρχειν τῶν ὀρνίθων. Ὁ δὲ τὸν πλοῦτον εὑρηκέναι νομίσας ἀπεστέρηται καὶ τοῦ μικροῦ τοῦ κέρδους. Ὁ μῦθος δηλοῖ ὅτι ἔχων τι ἀρκέσθητι ἐπὶ τούτῳ, τὴν δὲ ἀπληστίαν φεῦγε, μή πως καὶ ὃ ἔχεις ἀπολέσῃς. | |
288aliter | Χρυσοῦν ὠὸν ἔτεκεν ὄρνις ἐν χρόνῳ· καί τις πλανηθεὶς χρυσεραστὴς τὰς φρένας | |
αὐτὴν τοῦ εὑρεῖν χρυσὸν πολὺν ἀνεῖλεν. Ὡς δ’ εὗρεν αὐτὴν μεμεστωμένην κόπρῳ, | ||
5 | κατηφὴς ἐγένετο καὶ τεθλιμμένος. Πολλ’ ἐλπίσας καὶ τοῦ μικροῦ ἐστερήθη. Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι καὶ τὴν | |
ἀπληστίαν φεύγειν. | ||
294aliter | Παῖς τις συνάγων εἰς ἀρούρας ἀκρίδας ἔμελλεν ἆραι σκορπίον ἀντ’ ἀκρίδος. Ὁ δὲ τοῦ παιδὸς τὸ ἄκακον νοήσας ταῦτα πρὸς αὐτὸν οὕτως ἐβόα, λέγων· | |
5 | «Ἄπελθε, ὦ παῖ, καὶ σῴζου μετ’ εἰρήνης, μὴ θηρεύσας με ἀπολέσῃς ἁπάσας.» Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ | |
τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν. | ||
296aliter | Υἱόν τις ἔχων μονογενῆ ἀνδρεῖον εἶδε καθ’ ὕπνον ὑπὸ λέοντος θνῄσκειν. Ὁ δὲ φοβηθεὶς μὴ τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, | |
5 | ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζῴοις παντοίοις αὐτοὺς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων αὐτὸς ἀπεμορφώθη. Ὡς οὖν ἑώρα τὸν λέοντα ὁ νέος, | |
μᾶλλον κατεῖχεν αὐτὸν ἡ λύπη πλέον. | ||
10 | Ὃς ἱστάμενος τοῦ λέοντος πλησίον τούτῳ προσεῖπεν· «Ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ. | |
15 | Ἂ ἄ, τί δέ σοι ἐγὼ ἄρτι ποιήσω;» Ταῦτα δὲ αὐτοῦ τῷ λέοντι εἰπόντος, ὑπεξέτεινε τὴν χεῖρα ὑπὸ βάτου, τοῦ λαβεῖν κλάδους καὶ τὸν λέοντα καῦσαι. Εὐθὺς δὲ σκόλοψ προσκρούσας τῷ δακτύλῳ, | |
20 | ἄλγημα μέγα ἐφλέγμανε τὸν νέον καὶ παραυτίκα ἄλαλος κατεκλίθη. Ὑπανάψας δὲ πυρετὸς ἐξαπίνης, θᾶττον ὁ νέος ἐξέλιπε τὸν βίον. Ὁ μῦθος δηλοῖ ὅτι ἃ μέλλει συμβῆναί τινι, τούτοις γενναίως | |
25 | ἐγκαρτερείτω καὶ μὴ κατασοφιζέσθω· οὐ γὰρ ἐκφεύξεται. | |
297aliter | Παῖς φέρει δέλτον κλέψας τοῦ διδασκάλου καὶ [τῇ] μητρὶ φέρει ταύτην μετ’ εὐφροσύνης. Ἡ δὲ λαμβάνει ταύτην σὺν χαρμοσύνῃ. Ἐν δευτέρῳ δὲ χρόνῳ ἐσθῆτα κλέπτει, | |
5 | καὶ τοῦτο πράττων ὁ παῖς συχνάκις ἄγει. Ὡς γοῦν ηὔξανεν ὁ νεανίας ἔτει, γηράσας ποτὲ τῷ χρόνῳ μείζω κλέπτει. Ἀλλ’ ὀψέ ποτε ληφθεὶς ἐπ’ αὐτοφώρῳ ἄγεται κριθεὶς πρὸς φόνον, φεῦ τῆς τέχνης. | |
10 | Ἀλλ’ ὀπίσωθεν [αὐτοῦ] ἡ μήτηρ ἱσταμένη [καὶ] κλαίουσα ἐβόα· «Τί πέπονθας τοῦτο, | |
[ἐμὸν] ὦ τέκνον;» Ὁ δ’ ἔφησε πρὸς τὴν μητέρα· «Ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ, τὸν τελευταῖον.» Ἡ δ’ ἐλθοῦσα πλησίον | ||
15 | τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης, καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον εἰπὼν τοιόνδε ταύτῃ· «Εἰ γὰρ σύ, μῆτερ, τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην.» | |
20 | Οὗτος ὁ μῦθος λέγει· Δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων· ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτη‐ μάτων· καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης | |
οἱ κλάδοι ξηρανθῶσιν. | ||
301(t) | Πέρδιξ καὶ κυνηγέτης. | |
1 | Πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὸς τοῦ καταθῦσαι ταύτην. Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα· «Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, | |
5 | ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω.» Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη· «Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω, ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις.» Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας | |
10 | μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων | |
ἐμπεσεῖται. | ||
301aliter | Πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὴν ἐν γάμῳ καταθῦσαι. Ἡ δ’ ἱκέτευεν αὐτὸν λέγουσα οὕτως· «Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, | |
5 | κἀγὼ δέ σοι πέρδικας 〈πολλὰσ〉 προσάξω.» Ὁ δ’ ἀνηλεῶς ἔφη πρὸς ταύτην τάδε· «Σὺ 〈δὴ〉 ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ πλησιάσαι.» | |
Ὁ μῦθος πρὸς τὸ μηδ’ ὅλως πιστεύειν τοῖς ἐχθροῖς. | ||
310aliter(t) | Μυρεψὸς καὶ πλούσιος. | |
1 | Μυρεψὸς ἔν τινι τόπῳ ἦν οἰκήσας. Ὁ γοῦν κύριος ἐδίωκε τοῦ οἴκου διὰ τὴν ὀδμὴν αὐτοῦ καὶ δυσωδίαν. Τοῦ δὲ λέγοντος· «Ὀλίγον ἀνιάσει, | |
5 | μετὰ δὲ ταῦτα οὐκέτι ὀσφρανθήσει,» αὐτὸς πρὸς αὐτὸν οὕτως ἐβόα λέγων· «Τί διὰ τὴν σὴν ἥνπερ κτᾶσαι νῦν τέχνην ἡμεῖς ἅπαντες διώξομεν ὀσφρήσεις;» Ὅτι οὐ χρὴ ἡμᾶς συγκοινωνεῖν ταῖς ματαίαις συμ‐ | |
10 | βουλίαις. | |
318(t) | Ποιμὴν 〈λύκον εἰς μάνδραν εἰσάγων〉 καὶ κύων. | |
1 | Μάνδρας ἔσω πρόβατα ποιμὴν εἰσάγων μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ 〈ὁ〉 κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν· «Πῶς τὰ πρόβατα τῆς ποίμνης θέλων σῶσαι | |
5 | τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ;» Ὅτι μεγίστην βλάβην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν | |
τῶν κακῶν ἡ συνοίκησις. | ||
318aliter | Ποιμὴν εἰς μάνδραν τὰ πρόβατα εἰσάγων ἔμελλε μετ’ αὐτῶν εἰσαγαγεῖν λύκον. Κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει· «Πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν | |
5 | ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι;» Ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν | |
ἡ συνουσία. | ||
319aliter | Καί που παιδίον ποίμνια νέμον ὄρει ἀνακέκραγε· «Βοηθεῖτέ μοι, λύκος.» Οἱ δὲ ἀγρῶται τρέχοντες εἰς τὴν ποίμνην τοῦτον ηὕρισκον μὴ ἀληθεύειν ὅλως. | |
5 | Ὃ καὶ πολλάκις τοῦ παιδὸς πραξαμένου, ηὕρισκον τοῦτο ψευδὲς ὑπάρχειν πάλιν. Μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ νέου βοῶντος· «Ἔλθετε, λύκος,» οὐκέτι οὐδεὶς πεπίστευκε τῷ νέῳ, | |
10 | εἰς τὸ ἀπελθεῖν καὶ χεῖρα ἐπορέξαι. Εὐθὺς δ’ ὁ λύκος τυχὼν πάσης ἀδείας τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως. Ὁ μῦθος δηλοῖ ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ ὅτι | |
πολλάκις, κἂν ἀλήθειαν εἴπῃ, οὐδὲ ἐκεῖνο πιστεύεται. | ||
322aliter | Χήρα δέ τις ἦν πρόβατον κεκτημένη. Ποτὲ οὖν κεῖραι βουληθεῖσα τὸν πόκον ἅμα τῷ μαλλῷ ἐψάλιζε τὴν σάρκα. Τὸ δὲ πρόβατον ἀλγοῦν ἐβόα μέγα· | |
5 | «Βλάπτεις, γύναι, με, ψαλίζουσα τὴν σάρκα. Χρυσὸν δὲ πόσον ἐξ αἵματος προσθήσεις, κόπτουσα, ψαλίζουσα τὴν ἐμὴν σάρκα; Εἰ μὲν κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, κάλει μάγειρον καὶ θύσει με συντόμως· | |
10 | εἰ δὲ τὸν πόκον ἐθέλεις ἀποκεῖραι, ἐλθέτω κουρεὺς πάλιν, ἵνα με κείρῃ.» Ὅτι οἱ ἀπειρίαν τινὸς ἔχοντες καὶ διὰ πλεονεξίαν | |
μεταχειριζόμενοι τοῦτο βλάβην 〈μᾶλλον〉 ἢ κέρδος ἔχουσιν. | ||
326(t) | Σαλπιστής. | |
1 | Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐβόα τοῖς παροῦσι· «Μὴ κτείνετέ με εἰκῆ καὶ μάτην, ἄνδρες, ἐπείπερ ἐγὼ οὐκ ἔκτεινα οὐδένα· | |
5 | πλὴν γὰρ τούτου τοῦ χαλκοῦ οὐ κτῶμαι ἄλλο.» Οἱ δὲ πρὸς αὐτὸν ταῦτα οὕτως ἐβόων· «Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ ἄρτι, ὅτι μηδὲν δυνάμενος ἐν πολέμῳ | |
τοῖς πᾶσι κράζεις πρὸς μάχην ἐπεγείρων.» | ||
10 | Ὁ μῦθος δηλοῖ ὅτι πλεῖστον πταίουσιν οἱ τοὺς κακοὺς | |
καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιῆσαι. | ||
327aliter | Σπάλαξ (ἐστὶ δὲ τυφλὸν τοῦτο τὸ ζῷον). | |
λέγει τῇ μητρί· «Συκαμινέαν ὁρῶ.» Ἐκ δευτέρου δὲ ἔφη· «Χονδρολιβάνου ὀσμῆς πεπλήρωμαι.» Ἐκ τρίτου 〈δὲ〉 πάλιν | ||
5 | λέγει· «Ψηφῖδος χαλκῆς κτύπον ἀκούω.» Ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ· «Τέκνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν στερίσκῃ, ἀλλὰ καὶ τὰς ἀκοὰς καὶ τὰς ὀσφρήσεις.» Ὁ μῦθος δηλοῖ ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων | |
10 | τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις | |
ἐλέγχονται. | ||
333aliter | Ταὼν 〈δέ〉 ποτε γεράνου κατεγέλα, ἐκκωμῳδοῦσα τὴν χροιὰν τοῦ ὀρνέου, λέγουσα πολλοὺς μυκτηρισμοὺς ἀθέσμους, ὡς αὐτὴ χρυσὸν καὶ πορφύραν φοροῦσα, | |
5 | ὥσπερ τις ἄναξ 〈οὖσα〉, φησί, τυγχάνω. Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει· «Ἀλλ’ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη· σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις | |
10 | μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων.» Ὅτι κρεῖσσόν ἐστι περίβλεπτόν τινα εἶναι ἐν πενιχρᾷ | |
ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον. | ||
336(t) | Τέττιξ καὶ μύρμηκες. | |
1 | Ὥρας δέ ποτε χειμῶνος τυγχανούσης, μύρμηκες σῖτον ἡλίαζον βραχέντα. Τέττιξ δὲ τούτους οὕτως ἰδὼν ποιοῦντας, αὐτὸς λιμώττων καὶ μέλλων τεθνηκέναι, | |
5 | δραμὼν παρ’ αὐτοὺς ἐδωδὴν ἐπεζήτει. | |
Τῶν δὲ φησάντων· «Τῷ θέρει πῶς οὐκ ἔσχες, ἀλλ’ ἐρρᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως;» τέττιξ ἀντεῖπεν· «Ἀλλ’ ἐτερπόμην τότε, αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους.» | ||
10 | Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐβόων· «Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει· ἀλλ’ ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους.» | |
15 | Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ. | |
336aliter | Ὥρας δέ ποτε χειμῶνος τυγχανούσης, μύρμηκες σῖτον ἡλίαζον βραχέντα. Ἰδὼν δὲ τέττιξ τούτους οὕτως ποιοῦντας, αὐτὸς λιμώττων καὶ μέλλων ἀποθνῄσκειν, | |
5 | δραμὼν εὐθέως τροφὴν αὐτοὺς ἐζήτει. Τῶν δὲ φησάντων· «Τὸ θέρος πῶς οὐκ ἔσχες, ἀλλ’ ὅλως ἤργεις καὶ προσαιτεῖς ἀρτίως;» τέττιξ ἀντεῖπεν· «Οὐκ ἤργουν, ἀλλὰ ηὔλουν τέρπων ὁδίτας πάντας παρερχομένους.» | |
10 | Οἱ δὲ αὐτίκα ταῦτα ἀκουτισθέντες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐβόων· «Εἰ θέρους ηὔλεις, ὀρχοῦ ἄρτι χειμῶνος· σῖτον γὰρ θέρους ταῖς ἀποθήκαις βάλλε, | |
καὶ μὴ λυρίζων ὁδίτας κατατέρπῃς.» | ||
15 | Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὀκνεῖν ἢ ἀμελεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνῶν | |
κινδύνῳ περιπέσῃ. | ||
338aliter | Τοξότης δέ τις ἀπῆλθε κυνηγήσων· ἐξ οὗ ἀπέδρα εὐθὺς πάντα τὰ ζῷα. Ἄναξ δ’ ὁ λέων τοῦτον προσεκαλεῖτο. Ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, | |
5 | λαβὼν ὁ λέων αὖθις ἔφυγε λέγων· «Ὢ τῆς συμφορᾶς, τί συνέβη τῷ τάλᾳ;» Τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἡ ἀλώπηξ λέγει· «Ἵνα τι οὕτως ἀκράτως δραπετεύεις; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω.» | |
10 | Ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει· «Εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, [τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου], εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ ἄρα, εἶπέ μοι, καινὸν οὐ ποιήσει | |
15 | μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει;» Ὅτι ἐκ τῆς ἀρχῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ. | |
339aliter | Τράγος δέ ποτε βλάστην ἀμπέλου τρώγων, τούτῳ προσεῖπε· «Τί με βλάπτεις ἀδίκως; μὴ γάρ, ὦ τράγε, οὐκ ἔστιν ἄρτι χλόη; Ὅμως, πάναφρον, ποτὲ σοῦ θυομένου, | |
5 | ἐγὼ τὸν οἶνον παρέξω τῷ σῷ φόνῳ.» | |
340aliter | Ὕαιναν λέγουσι διττὴν εἶναι φύσει· χρόνῳ γὰρ αὐτή, φασίν, ἄρρην τυγχάνει καὶ μετὰ χρόνον θήλεια. Φασὶ μίαν, κακῶς αὐτῇ ἄρρενος διατεθέντος, | |
5 | εἰπεῖν· «Ὦ φίλε, μέμνησο πρόσθεν τόδε, αὖθις τὸν αὐτόν ποτε ἀρρενωθῆναι.» Ὁ λόγος τοὺς ἄρξαντας ἐπὶ χρόνον τινὰ ἐδίδαξεν ὅτι κριθέντες ἄνθρωποί ποτε ὕστερον ἔκριναν τοὺς πάλαι | |
διδασκάλους. | ||
346(t) | Χαλκεὺς καὶ κυνάριον. | |
1 | Ἦν δέ τις χαλκεὺς κυνάριον κατέχων. Ὁ δὲ χαλκεύων, ὁ κύων ἐκοιμᾶτο· πάλιν ἐσθίων, ὁ κύων παρειστήκει. | |
Οὗτος ἐπέρριψεν ὀστοῦν λαλῶν ταῦτα· | ||
5 | «Ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ; τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος, ἐπανακλίνεις σαυτὸ ἐπὶ κραββάτου, μὴ θέλοντός σου ἀναστῆναι καθόλου· | |
10 | ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις.» Τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων | |
ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει. | ||
353aliter | Ποδῶν χελώνης λαγωὸς κατεγέλα. Ἡ δὲ πρὸς αὐτὸν ταῦτα γελῶσα ἔφη· «Ἐγὼ τὸν ταχυδρόμον σε ἐκνικήσω.» Ὁ δὲ ἔφησε· «Τοῦτο οὐκ ἀληθεύεις· | |
5 | ὅμως ἔριζε καὶ γνώσῃ μου τοὺς πόδας. —Τίς δὲ τὸν ὅρον ἀποτάξει, ἀντέφη, | |
καὶ τὰ τῆς νίκης τίς ἡμῖν ἐπιδώσει;» Τὸ δὲ φρόνιμον τῶν ζῴων, ἡ ἀλώπηξ συνετάξατο τὴν ἀρχὴν καὶ τὸ τέλος, | ||
10 | ἅμα δείξασα τὸν δρόμον καὶ τὸν τόπον. Ἡ οὖν χελώνη μηδ’ ὅλως κατοκνοῦσα εὐθὺς ὁδεύους’ εἰς τὸν ὅρον ἀνῆλθεν. Ὁ δὲ λαγωὸς ποσὶ θαρρῶν ἐφύπνου· μετὰ δὲ ταῦτα ἐξαναστὰς τῆς κοίτης | |
15 | δρομαῖος ἧκεν εἰς τὸν τόπον τοῦ ὅρου, ὅστις καὶ εὗρε τὴν χελώνην ὑπνοῦσαν. Ὁ μῦθος δηλοῖ ὅτι πολλαὶ φύσεις ἀνθρώπων εἰσὶν εὐφυεῖς, ἀλλ’ ἐκ ῥᾳθυμίας καὶ ὄκνου ἀπόλλυνται· ἐκ δὲ | |
σπουδῆς καὶ μακροθυμίας πολλοὶ περιεγένοντο τῆς φύσεως. | ||
356aliter(t) | Πέρδιξ καὶ γαλῆ. | |
1 | Πέρδικά τις πριάμενος τρέχειν οἴκῳ ἀφῆκεν· ἡδέως γὰρ εἶχε τὸ ζῷον. Κἀκεῖνος εὐθὺς κλαγγὴν ἐξ ἔθους ᾄδων πᾶσαν κατ’ αὐλὴν †ἀκριβεία τῶν† ᾔει. | |
5 | Γαλῆ πρὸς αὐτὸν ἐπίβουλος ὡρμήθη, καὶ πρῶτον εἶπε· «Τίς μὲν εἶ, πόθεν ἥκεις;» Ἡ δέ· «Ἠγόρασμαι, ἔφησεν, προσφάτως.» «Ἐγὼ [χρόνον] τοσοῦτον ἐνθάδε διατρίβω καί με ἔνδον ἔτεκεν ἡ μυοκτόνος [μήτηρ], | |
10 | ἀλλ’ ἡσυχάζω καὶ προσέτι ἀνδύνω. Σὺ δ’ ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις;» Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκρι‐ | |
θέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους. | ||
358(t) | Ψύλλα καὶ ἄνθρωπος. | |
1 | Ψύλλα δέ ποτέ τινι πολλὰ ἠνώχλει. Καὶ δὴ συλλαβών· «Τίς εἶ σύ, ἀνεβόα, ὅτι πάντα μου μέλη κατεβοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων;» | |
5 | Ἡ δὲ ἐβόα· «Οὕτως ζῶμεν, μὴ κτείνῃς· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι.» Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· «Ἄρτι τεθνήξῃ χερσί μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα | |
10 | οὐδ’ ὅλως πρέπει καθόλου που φυῆναι. Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός. | |
359(t) | Ψύλλα καὶ βοῦς. | |
1 | Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα· «Τί δὴ [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων], | |
μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης | ||
5 | καὶ τὸ αἷμα 〈αὐτῶν〉 χανδόθεν πινούσης;» Ὁ δ’· «Οὐκ ἄχαρίς εἰμι μερόπων γένει· στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως], τρίβομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους.» Ἡ δέ· «Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ | |
10 | ἡ σοὶ φίλη τρίψις οἴκτιστος 〈δὴ〉 μόρος, ὅτε καὶ τύχῃ συμβαίνει 〈μοι ἁλῶναι〉.» Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς | |
ἡττῶνται. |