TLG 0096 014 :: AESOPUS et AESOPICA :: Epigramma AESOPUS et AESOPICA Scr. Fab. Epigramma Citation: Book — epigram — (line) | ||
10.123(p1) | [ΑΙΣΩΠΟΥ] | |
1 | Πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ λυγρά, καὶ οὔτε φυγεῖν εὐμαρὲς οὔτε φέρειν. ἡδέα μὲν γάρ σευ τὰ φύσει καλά, γαῖα, θάλασσα, ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου· | |
---|---|---|
5 | τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις | |
ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν. |