TLG 0096 011 :: AESOPUS et AESOPICA :: Fabula Nicephori AESOPUS et AESOPICA Scr. Fab. Fabula Nicephori Citation: Fable — (line) | ||
1(t) | ΠΟΙΜΗΝ ΚΑΙ ΛΥΚΟΣ | |
1 | ὁ ἐπείσακτος κόσμος ἐπικίνδυνος τοῖς χρωμένοις ἐστίν. ἔδοξέ ποτε τῷ λύκῳ τὴν φύσιν τῷ σχήματι μεταλλάξασθαι ὡς ἂν οὕτως ἀφθονίαν ἕξῃ τροφῆς· καὶ δορὰν οἰὸς περι‐ βεβλημένος μετὰ τῆς ποίμνης ἐνέμετο τὸν ποιμένα φενα‐ | |
---|---|---|
5 | κίσας τῷ μηχανήματι. νυκτὸς δὲ γενομένης συναπεκλείσθη καὶ ὁ θὴρ παρὰ τοῦ ποιμένος τῇ μάνδρᾳ καὶ φραγμὸς τῇ εἰσόδῳ περιετέθη καὶ ἀτεχνῶς ὁ περίβολος κατησφάλιστο. ὡς δὲ ὁ ποιμὴν ἠράσθη τροφῆς, μαχαίρᾳ τὸν λύκον ἀπέκτεινεν. | |
10 | οὕτως ἄρα τὸν ἐπείσακτον κόσμον ὑποκριθεὶς τῆς ζωῆς πολλάκις ἐστέρηται καὶ τὴν σκηνὴν εὗρε παραιτίαν μεγάλου | |
συμπτώματος. | 186 |