TLG 0096 010 :: AESOPUS et AESOPICA :: Fabulae rhetoris anonymi Brancatiani AESOPUS et AESOPICA Scr. Fab. Fabulae rhetoris anonymi Brancatiani Citation: Fable — (line) | ||
1(t) | ΜΥΡΜΗΞ ΚΑΙ ΤΕΤΤΙΞ | |
1 | μύρμηξ καὶ τέττιξ ἐν ὥρᾳ θερειτάτῃ ὁ μὲν ἐπόνει, ὁ δὲ ᾖδε. καὶ τοῦ μὲν πονοῦντος μύρμηκος οἱ θῖνες καὶ οἱ σω‐ ροὶ καὶ θημῶνες ἑωρῶντο πολλοί, τῷ ψάλλοντι δὲ τέττιγι κενεὸς ἦν ὁ πόνος. ἐπεὶ δὲ χειμὼν ἦν καὶ οὐκ ἦσαν λείρια | |
---|---|---|
5 | ἄνθη, προσῆλθεν ὁ τέττιξ τῷ μύρμηκι ζητῶν, ᾧ τραφήσε‐ ται. ἤρετο δὲ ὁ μύρμηξ τὸν τέττιγα· „ὦ ἑταῖρε, διατί μὴ ἔχεις, ᾧ τραφήσῃ; οὐκ ἐν θέρει συνηγηχόεις τὸ αὔταρκες;“ ὁ δὲ ἀπελογήσατο· „οὐκοῦν, ὦ ἑταῖρε· ἀπησχόλημαι γὰρ τῷ ᾄδειν.“ | |
10 | ἔφη δ’ ὁ μύρμηξ· „νῦν χόρευε καὶ κρότει.“ | |
2(t) | ΚΥΩΝ ΚΡΕΑΣ ΦΕΡΩΝ | |
1 | Αἴσωπος ὁ μυθοποιὸς τὴν τῶν πολλῶν ἀπληστίαν ἀνα‐ κόπτειν αἱρούμενος τοιοῦτό τι ἀναπλάττει μυθάριον, ὡς κρεωβόρος κύων κρέας ἡρπακὼς καὶ μήπω τοῦτο κατεδη‐ δοκώς, ἀλλὰ τοῖς ὀδοῦσιν ἔχων ἐμπεπηγὸς παρὰ ποταμὸν | |
5 | ᾔει. στὰς δὲ ἐπὶ τῆς ὄχθης καὶ ἐπικύψας τῷ ὕδατι ἕτερον ἔδοξεν ἑωρακέναι κύνα κρέας ὅμοιον καὶ αὐτὸν ἐπὶ τοῦ στόματος φέροντα. παραυτίκα γοῦν τῇ λαιμαργίᾳ νικώ‐ μενος κατὰ τῆς φαινομένης σκιᾶς πλατὺ καὶ λάβρον ἐπ‐ | |
έχανε. καὶ ὃ μὲν κατεῖχε κρέας εὐθὺς ἀπώλεσεν ἐμπεσὸν | 184 | |
10 | εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, τοῦ δὲ φανέντος κρέως οὐχ ἥπτετο, ὅτι οὐδὲ ἦν ἀληθές. ἔχασκεν οὐκοῦν εἰς μάτην οὐδὲν φέρων, βροτοὶ καθάπερ ἅρπαγές τε καὶ φαγοὶ πάντα προσανάλωσαν ἐξ ἀπληστίας. | |
3(t) | ΕΡΙΦΟΣ ΚΑΙ ΛΥΚΟΣ ΑΥΛΩΝ | |
1 | ἔριφός ποτε τῶν καιρῶν τῆς οἰκείας ποίμνης χωρισθεῖσα ὑπὸ λύκου ὠμηστοῦ ἐδιώκετο. ἐπιστραφεῖσα γοῦν ἡ ἔρι‐ φος τῷ λύκῳ φησίν· „ὦ λύκε, ἐπεὶ μέλλω 〈σὸν〉 γενέσθαι βρωτόν, ἵνα μὴ ἀδόξως ἐκλίπω τὸν βίον, αὔλησον, ἵνα | |
5 | ὀρχήσωμαι.“ τοῦ λύκου δὲ αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρ‐ χουμένης οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. ὁ δὲ φεύγων καὶ οἰμώζων ἔλεγεν· „οὐκ ἔδει με τὸν ταλαίπω‐ ρον αὐλητὴν μιμεῖσθαι, ἀλλὰ πέπονθα δίκαι’ ὄντως, ἃ ἐπε‐ πόνθειν. τοῦ γὰρ αὐλεῖν ἔρωτα ἐσχηκὼς νῦν ὑπὸ κυνῶν | |
10 | ἐκδιώκομαι.“ | 185 |