TLG 0096 009 :: AESOPUS et AESOPICA :: Fabulae Syntipae philosophi

AESOPUS et AESOPICA Scr. Fab.
(6 B.C.)

Cf. et VITAE AESOPI (1765)

Fabulae Syntipae philosophi

Source: Hausrath, A., Hunger, H. (eds.), Corpus fabularum Aesopicarum, vol. 1.2, 2nd edn. Leipzig: Teubner, 1959: 155–183.

Citation: Fable — (line)

1

(t)

ΟΝΟΣ ΚΑΙ ΤΕΤΤΙΞ
1 ὄνος ἀκούσας φωνῆς τέττιγος ἡδέως αὐτῇ ἐπετέρπετο καὶ τὸν τέττιγα ἐπηρώτα λέγων, τί ἄρα τρεφόμενος οὕτω γλυκεῖαν ἔχει τὴν φωνήν. ὁ δὲ τέττιξ τῷ ὄνῳ ἀντέφησεν· „ἡ ἐμὴ τροφὴ ἀήρ ἐστι καὶ δρόσοσ“· ὁ δὲ ὄνος τούτου
5ἀκούσας τοῦ ῥήματος ἐνόμισε μέθοδον εὑρηκέναι, δι’ ἧς ὁμοίαν τῷ τέττιγι σχοίη φωνήν, καὶ τὸ στόμα εὐθὺς ἀνοίξας πρὸς τὸν ἀέρα κεχήνωτο ὡς δεξόμενος δῆθεν δρό‐ σον εἰς διατροφήν, ἕως οὗ τῷ λιμῷ τέλειον διεφθάρη. οὗτος ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα τὰ φυσικὰ τοῖς
10παρὰ φύσιν ἐξομοιοῦν καὶ τοῖς ἀδυνάτοις ἀφρόνως ἐπι‐ χειρεῖν.

2

(t)

ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΘΑΝΑΤΟΣ
1 ἄνθρωπός τις ἦν πένης, ὃς καὶ ξύλων γόμον ἐπὶ τῶν νώτων ἐβάσταζε. κατὰ δὲ τὴν ὁδοιπορίαν ἰλιγγιάσας ἐκαθ‐ έσθη καὶ τὸν γόμον κατέθετο καὶ τὸν Θάνατον οἰκτρῶς ἀνεκαλεῖτο λέγων· „ὦ Θάνατε“. αὐτίκα γοῦν ὁ Θάνατος
5ἔφθασε καὶ πρὸς αὐτὸν ἔφησε· „τίνος χάριν ἐκάλεσάς με;“ λέγει πρὸς αὐτὸν ὁ ἀνήρ· „ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρῃς μοι.“ ὁ μῦθος δηλοῖ, ὅτι πάντες ἄνθρωποι φιλόζωοι τυγχά‐
νουσιν, εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.155

3

(t)

ΧΕΛΙΔΩΝ ΚΑΙ ΚΟΡΑΞ
1 χελιδὼν καὶ κόραξ περὶ κάλλους ἀλλήλοις ἐμάχοντο. φησὶν οὖν ὁ κόραξ τῇ χελιδόνι· „τὸ σὸν κάλλος ἐν μόνῳ τῷ ἔαρι καταφαίνεται, ἐν δὲ τῷ τοῦ χειμῶνος καιρῷ οὐ δύναται πρὸς τὸ ψῦχος ἀντισχεῖν, τὸ δὲ ἐμὸν σῶμα καὶ
5τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους γεν‐ ναίως ἀνθίσταται.“ ὁ μῦθος δηλοῖ, ὡς ὑγίεια καὶ ῥώμη σώματος κρείττων κάλλους καὶ ὡραιότητος πέφυκεν.

4

(t)

ΠΟΤΑΜΟΙ ΚΑΙ ΘΑΛΑΣΣΑ
1 ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ καὶ τὴν θάλασσαν κατῃ‐ τιῶντο λέγοντες αὐτῇ· „διὰ τί ἡμᾶς εἰσερχομένους ἐν τοῖς 〈σοῖσ〉 ὕδασι καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς ἁλμυροὺς ἀπεργάζῃ καὶ ἀπότους;“ ἡ δὲ θάλασσα ἰδοῦσα,
5ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς· „μὴ ἔρχεσθε καὶ μὴ γίνεσθε ἁλμυροί.“ οὗτος ὁ μῦθος παριστᾷ τοὺς ἀκαίρως αἰτιωμένους τινὰς καὶ παρ’ αὐτῶν μᾶλλον ὠφελουμένους.

5

(t)

ΓΑΛΗ
1 γαλῆ τις ἐν χαλκευτικῷ εἰσελήλυθεν ἐργαστηρίῳ κἀκεῖσε ῥῖνον εὑροῦσα σιδηροῦν τοῦτον ἱκανῶς ἀνέλειχεν, ὥστε
τὴν ἑαυτῆς ἀποτρίβεσθαι γλῶτταν καὶ δεινῶς ἐκδαμάσασθαι καὶ ῥοὴν αἵματος ἀφιέναι. ἡ δὲ γαλῆ μᾶλλον ἐτέρπετο δο‐156
5κοῦσα δῆθεν τὸν σίδηρον καταβιβρώσκειν, ἕως ἡ αὐτῆς γλῶττα παντελῶς ἐκδεδαπάνητο. οὗτος ὁ μῦθος δηλοῖ, ὅτι πράττων τις ἔργον ἀλυσιτελὲς ὡς ἐπωφελὲς μᾶλλον καὶ τούτῳ δυσαποσπάστως προσκεί‐ μενος ἐς ὕστερον ὑπ’ αὐτοῦ μεγάλως καταλυμαίνεται.

6

(t)

ΘΗΡΕΥΤΗΣ ΚΑΙ ΛΥΚΟΣ
1 ἀνήρ τις θηρευτὴς λύκον θεασάμενος προσβάλλοντα τῇ ποίμνῃ καὶ πλεῖστα τῶν προβάτων, ὡς δυνατόν, διασπα‐ ράττοντα τοῦτον εὐμηχάνως θηρεύει καὶ τοὺς κύνας αὐτῷ ἐπαφίησι φθεγξάμενος [δὲ] πρὸς αὐτόν· „ὦ δειλότατον
5θηρίον, ποῦ σου ἡ προλαβοῦσα ἰσχύς, ὅτι τοῖς κυσὶν ὅλως ἀντιστῆναι οὐκ ἠδυνήθης;“ ὁ μῦθος δηλοῖ, ὡς τῶν ἀνθρώπων ἕκαστος ἐν τῇ ἰδίᾳ τέχνῃ καθέστηκε δόκιμος.

7

(t)

ΑΛΕΚΤΟΡΕΣ
1 δύο ἀλέκτορες ἀλλήλοις ἐμάχοντο. καὶ ὁ μὲν εἷς ἡττη‐ θεὶς τόπῳ ἐν παραβύστῳ ἐκρύβη, ὁ δὲ ἕτερος τὴν νίκην ἀράμενος ἐφ’ ὑψηλοῦ τινος ἕστηκε δωματίου τὰ μεγάλα φρυαττόμενος καὶ τῇ νίκῃ ἐγκαυχώμενος, ἕως ἀετὸς κα‐
5ταπτὰς τοῦτον ἐκεῖθεν ἀνήρπασεν. ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα ἐπ’ εὐτυχίᾳ καὶ δυνάμει
μέγα φρονεῖν καὶ ἀφρόνως σοβαρεύεσθαι.157

8

(t)

ΠΕΡΙΣΤΕΡΑ
1 περιστερά τις σφόδρα ἐδίψα καὶ ἐφ’ ὕδατος ζήτησιν τῇ‐ δε κἀκεῖσε περιήρχετο. ἰδοῦσα δὲ ἔν τινι τοίχῳ ἐζωγραφη‐ μένην ὑδρίαν ἐδόκει ἀληθῶς ὁρᾶν ὕδατος σκεῦος μεστὸν καὶ ἐλθοῦσα τοῦ πιεῖν τῷ τοίχῳ προσέκρουσε καὶ αὐτίκα
5τοῦ ζῆν ἀπορρήγνυται. ὅτε δὲ πρὸς τελευταίαν ἐγγίσασα ἀναπνοὴν ἦν, ἐν ἑαυτῇ ἔλεγεν ὅτι „δυστυχὴς ὄντως ἐγὼ καὶ ἀθλία, ἐφ’ ᾧ ὕδατος γλιχομένη μὴ θανάτου ἐμνη‐ μόνευον.“ ὁ λόγος δηλοῖ, ὡς πολὺ κρείττων ἡ μακροθυμία τῆς ἀλο‐
10γίστου σπουδῆς καὶ ταχυτῆτος.

9

(t)

ΚΟΡΑΞ ΚΑΙ ΠΟΙΜΗΝ
1 κόραξ ἀετὸν ἐθεάσατο ἄρνα τῆς ποίμνης ἀφαρπάζοντα καὶ ἠθέλησε δῆθεν τοῦτον ἐκμιμήσασθαι. ἰδὼν δὲ ἐν τῇ ποίμνῃ κριὸν ἐπειράθη τοῦτον ἁρπάσαι. τῶν δὲ ὀνύχων αὐτοῦ τῷ τοῦ κριοῦ συσχεθέντων ἐρίῳ φθάσας ὁ ποιμὴν
5καὶ τοῦτον πλήξας ἀπέκτεινεν. ὁ λόγος δηλοῖ, ὡς ἀνίσχυρος ἀνὴρ τῷ δυνατωτέρῳ ἑαυτοῦ ἀφομοιοῦσθαι πειρώμενος οὐ μόνον ἀσθενὴς εἶναι καὶ ἀφε‐ λὴς ἀπελέγχεται, ἀλλὰ καὶ κακῶς ἐξ ἀφροσύνης ἀπο‐
θνῄσκει.158

10

(t)

ΛΑΓΩΟΣ ΚΑΙ ΑΛΩΠΗΞ
1 λαγωός τις ἐδίψα καὶ ἐν φρέατι κατῆλθε τοῦ ὕδωρ πιεῖν· ἀφ’ οὗ καὶ ἡδέως πολὺ ἐπεπώκει. ὅτε δὲ ἐκεῖθεν ἀνελθεῖν ἔμελλεν, ἀμηχανίᾳ συνεσχέθη περὶ τὴν ἄνοδον καὶ τὰ μέγιστα ἠθύμει. ἀλώπηξ δὲ ἐλθοῦσα κἀκεῖσε τοῦτον
5εὑροῦσα ἔφη πρὸς αὐτόν· „μεγάλως ὄντως ἐσφάλης· πρό‐ τερον γὰρ ὤφειλες βουλεύσασθαι, πῶς ἔσται σοι τοῦ φρέατος ἀνελθεῖν καὶ εἶθ’ οὕτως ἐν αὐτῷ κατελθεῖν.“ ὁ μῦθος ἐλέγχει τοὺς αὐτοβούλως πράττοντας καὶ μὴ πρότερον συμβουλευομένους.

11

(t)

ΤΑΥΡΟΣ, ΛΕΑΙΝΑ ΚΑΙ ΣΥΑΓΡΟΣ
1 ταῦρος εὑρηκὼς κοιμώμενον λέοντα τοῦτον κερατίσας ἀπέκτεινεν. ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ πικρῶς αὐτὸν ἀπεκλαίετο. ἰδὼν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην μακρό‐ θεν ἑστὼς ἔφη πρὸς αὐτήν· „ὦ πόσοι ἄρα τυγχάνουσιν ἄν‐
5θρωποι θρηνοῦντες, ὧν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.“ ὁ μῦθος δηλοῖ, ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις, μετρηθήσεται αὐτῷ.

12

(t)

ΒΟΥΚΟΛΟΣ
1 ποιμήν τις ἀπολέσας ἓν τῶν προβάτων ἐδεήθη τοῦ θεοῦ συνθήκας ποιούμενος ὡς, εἴγε τοῦτο ἐφεύροι, ἕτερον ὑπὲρ αὐτοῦ εἰς θυσίαν προσάξει. περιερχόμενος δὲ ὁρᾷ τὸ αὐτοῦ
πρόβατον ὑπὸ λέοντος βιβρωσκόμενον. καὶ τοῦτο ἰδὼν ἐν159
5ἑαυτῷ ἔλεγεν ὡς „εἰ μόνον τὸν τοῦ θηρίου διαδράσαιμι κίνδυνον, καὶ ἕτερον πρόβατον εἰς λύτρου δῶρον προσ‐ ενέγκοιμι.“ ὁ μῦθος δηλοῖ, ὡς τὴν ἰδίαν ζωὴν ἄνθρωποι παντὸς κέρδους καὶ πλούτου προτιμοτέραν ἔχουσιν.

13

(t)

ΤΑΥΡΟΙ ΔΥΟ ΚΑΙ ΛΕΩΝ
1 λέων προσβαλὼν ταύροις δυσὶν ἐπειρᾶτο τούτους κατα‐ θοινήσασθαι. οἱ δὲ τὰ ἑαυτῶν κέρατα ἐπ’ ἴσης αὐτῷ παρα‐ τάξαντες οὐκ εἴων τὸν λέοντα μέσον αὐτῶν παρελθεῖν. ὁρῶν τοίνυν ἐκεῖνος, ὡς ἀδυνάτως ἔχει πρὸς αὐτούς, κατ‐
5εσοφίσατο τοῦ ἑνὸς καὶ πρὸς αὐτὸν ἔφησεν ὡς „εἴγε τὸν σὸν ἑταῖρον προδώσεις μοι, ἀβλαβῆ σε διατηρήσω.“ καὶ τούτῳ τῷ τρόπῳ ἀμφοτέρους τοὺς ταύρους ἀνῄρηκεν. ὁ μῦθος δηλοῖ, ὡς καὶ πόλεις καὶ ἄνθρωποι ἀλλήλοις ὁμονοοῦντες οὐ συγχωροῦσιν αὐτῶν τοὺς ἐχθροὺς περι‐
10γενέσθαι, τῆς δ’ ὁμονοίας καταφρονοῦντες εὐχερῶς ἄρδην τοῖς ἐναντίοις ἁλίσκονται.

14

(t)

ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΞ
1 ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. παρερχόμενοι δὲ διά τινων μνημείων ἔφη ὁ πίθηξ τῇ ἀλώπεκι ὡς „πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν γεννητόρων ὑπάρ‐ χουσιν.“ ἡ δὲ ἀλώπηξ λέγει τῷ πίθηκι· „εὐκαίρως ἐψεύσω·
5οὐδεὶς γὰρ τῶν ἐνταῦθα ταφέντων ἀπελέγξαι σε δύναται.“ οὗτος ὁ μῦθος παριστᾷ τὸν τοὺς ψευδολόγους ὀρθῶς διελέγχοντα καὶ τοὺς προδήλως τὸ ψεῦδος ἀντὶ ἀληθείας προσφέροντας.160

15

(t)

ΕΛΑΦΟΣ ΚΑΙ ΘΗΡΕΥΤΑΙ
1 ἔλαφός τις διψῶσα κατῆλθεν ἐπί τινα πηγὴν τοῦ ὕδωρ πιεῖν. ἰδοῦσα δὲ ἐν τῷ ὕδατι τὸ τοῦ ἰδίου σώματος ὁμοίωμα τῇ μὲν τῶν ποδῶν λεπτότητι ἀπηρέσκετο, τῇ δὲ τῶν κε‐ ράτων μορφῇ ἐπετέρπετο. ἄφνω δέ τινες ἐφίστανται θη‐
5ρευταὶ καὶ ταύτην ἐδίωκον. καὶ καθ’ ὅσον μὲν ἐπὶ τῆς πε‐ διάδος ἔτρεχεν, τῶν διωκόντων ὑπερεγίνετο, φθάσασα δὲ εἰς ἕλος ἀπροσδοκήτως εἰσελθεῖν τῶν αὐτῆς κεράτων τοῖς κλάδοις συμπλακέντων ὑπὸ τῶν διωκόντων καταλαμβάνε‐ ται καὶ στενάξασα ἔφη· „οἴμοι τῇ ταλαιπώρῳ, ὅτι ἐφ’ οἷς
10ἀπηρεσκόμην, ὑπ’ αὐτῶν μᾶλλον διεσῳζόμην, οἷς δὲ ἐνεκαυ‐ χώμην, ὑπ’ αὐτῶν δὴ καὶ ἀπόλλυμαι.“ ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα τῶν ἐν ἑαυτῷ τι ἐπαι‐ νεῖν, εἰ μὴ τὰ εὔχρηστα καὶ ἐπωφελῆ.

16

(t)

ΚΥΩΝ ΚΑΙ ΧΑΛΚΕΙΣ
1 ἦν τις κύων χαλκέων τινῶν ἐν οἰκίᾳ διάγων. κἀκείνων μὲν ἐργαζομένων οὗτος εἰς ὕπνον ἐτρέπετο, εἰς ἑστίασιν
δὲ καθεζομένων ἐγίνετο ἔξυπνος καὶ τοῖς ἑαυτοῦ κυρίοις χαριέντως προσεπέλαζεν. οἱ δὲ πρὸς αὐτὸν ἔλεγον· „πῶς161
5τῷ μὲν ψόφῳ τῶν βαρυτάτων σφυρῶν οὐδ’ ὅλως ἐξυπνίζῃ, τῷ δὲ βραχυτάτῳ κρότῳ τῶν μυλοδόντων ταχέως διεγείρῃ;“ ὁ μῦθος δηλοῖ, ὡς καὶ ἄνθρωποι ἀνήκοοι, ἐφ’ οἷς δῆθεν ὠφελεῖσθαι καραδοκοῦσι, ταχέως τούτοις καὶ ὑπακούουσιν· ἐν οἷς δ’ ἀπαρέσκονται, ἀπειθεῖς πάντες καθίστανται [καὶ
10ὀκνηροί τε καὶ ῥᾴθυμοι].

17

(t)

ΑΛΩΠΗΞ ΚΑΙ ΛΕΩΝ
1 ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα καὶ τούτου στᾶσα ἐγγὺς δεινῶς αὐτὸν ὕβριζεν. ὁ δὲ λέων ἔφη πρὸς αὐτήν· „οὐ σύ με καθυβρίζεις, ἀλλ’ ἡ προσπεσοῦσά μοι ἀτυχία.“ ὁ μῦθος δηλοῖ, ὡς πολλοὶ τῶν ἐνδόξων δυσπραγίαις
5περιπίπτοντες ὑπ’ εὐτελῶν ἐξουθενοῦνται.

18

(t)

ΟΦΙΣ ΠΑΤΟΥΜΕΝΟΣ
1 ὄφις τις ἕρπων παρὰ πολλῶν συνεπατεῖτο. πορευόμενος δὲ εἰς τὸ τοῦ Ἀπόλλωνος εἰδωλεῖον εἰσελήλυθεν. ὁ δὲ Ἀπόλλων εὐθὺς ἔφη πρὸς αὐτόν· „εἰ ὤλεσάς γε τὸν πρῶ‐ τόν σε συμπατήσαντα, οὐδεὶς ἂν τῶν ἑτέρων κατατετολμήκει
5σου.“ ὁ μῦθος δηλοῖ, ὡς οἱ προλαβόντως σφαλέντες, εἴπερ εὐθὺς σωφρονίζοιντο, οἱ ἕτεροι δι’ ἐκείνων κατάφοβοι γί‐
νονται.162

19

(t)

ΚΥΝΕΣ ΚΑΙ ΑΛΩΠΗΞ
1 λέοντος δορὰν κύνες εὑρόντες διεσπάραττον ταύτην. τού‐ τοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη· „εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων.“
5 ὁ μῦθος δηλοῖ τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς δόξης ἐκπίπτωσιν.

20

(t)

ΕΛΑΦΟΣ ΝΟΣΟΥΣΑ
1 ἔλαφος νόσῳ περιπεσοῦσα ἐπί τινος τόπου πεδινοῦ κα‐ τακέκλιτο. τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς ἐλθόντα τὴν παρακειμένην τῇ ἐλάφῳ νομὴν κατεβοσκήθησαν. εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα τῇ ἐνδείᾳ δεινῶς κατετρύχετο καὶ
5τῇ νομῇ τὸ ζῆν προσαπώλεσεν. ὁ μῦθος δηλοῖ, ὡς περιττοὺς καὶ ἀνονήτους κτώμενοι φίλους ἀντὶ κέρδους ὑπ’ αὐτῶν ζημίαν μᾶλλον ὑφίστανται.

21

(t)

ΑΝΗΡ ΚΑΙ ΚΥΩΝ
1 ἀνὴρ κλέπτης παρερχόμενον κύνα ἰδὼν διηνεκῶς αὐτῷ ψωμοὺς προσέρριπτε. λέγει οὖν πρὸς τὸν ἄνδρα ὁ κύων· „ἄνθρωπε, ἄπιθι ἐξ ἐμοῦ. ἡ γὰρ πολλή σου αὕτη εὔνοια μᾶλλόν με τὰ μέγιστα θροεῖ.“
5ὁ μῦθος δηλοῖ, ὡς οἱ πολλὰ δῶρά τισι παρεχόμενοι δῆ‐
λοί εἰσι τὴν ἀλήθειαν ἀνατρέποντες.163

22

(t)

ΛΑΓΩΟΙ ΚΑΙ ΑΛΩΠΕΚΕΣ
1 λαγωοί τινες πρὸς ἀετὸν πόλεμον συγκροτοῦντες τὰς ἀλώπεκας εἰς συμμαχίαν προσεκαλοῦντο. αἱ δὲ πρὸς αὐτοὺς εἶπον· „ἑτοίμως ἂν εἴχομεν συμμαχεῖν ὑμῖν, εἰ μὴ ᾔδειμεν, τίνες τέ ἐστε καὶ τίνι διαμάχεσθε.“
5 ὁ μῦθος ἐλέγχει τοὺς τοῖς ἰσχυροτέροις προσκρούοντας καὶ ἑαυτοῖς ἐξ αὐτῶν κίνδυνον ἐπάγοντας.

23

(t)

ΠΑΙΣ ΛΟΥΟΜΕΝΟΣ
1 παῖς τις εἰσελθὼν ἐπί τινα ποταμὸν ἀπολούσασθαι καὶ μὴ εἰδὼς νήχεσθαι ἐκινδύνευεν ἀποπνιγῆναι· καί τινα παρ‐ ερχόμενον ἄνδρα ἰδὼν εἰς βοήθειαν τοῦτον ἐκάλει. ὁ δὲ ἄνθρωπος τοῦτον διασῴζων ἐκεῖθεν ἔλεγεν αὐτῷ· „ἵνα τί
5μὴ νήχεσθαι εἰδὼς τῆς τοσαύτης κατατετόλμηκας πλημ‐ μύρας;“ ὁ δὲ παῖς αὐτῷ ἔφη· „τέως νῦν βοήθει μοι καὶ μετὰ ταῦτα ὀνείδισον.“ ὁ μῦθος δηλοῖ, ὡς ὁ ἐν περιστάσει τινὰ προσονειδίζων ἀκαίρως αὐτοῦ καὶ ἀπρεπῶς καταμέμφεται.

24

(t)

ΑΕΤΟΣ ΚΑΙ ΑΛΩΠΗΞ
1 ἀετός τις τῇ ἀλώπεκι φιλιωθεὶς τοὺς αὐτῆς μετὰ ταῦτα καταβέβρωκε σκύμνους. ἡ δὲ πρὸς αὐτὸν μὴ δυναμένη τῆς θείας δίκης ἐδέετο κατ’ αὐτοῦ. μιᾷ γοῦν συμβέβηκε θυσίαν τινὰ ἐπὶ βωμοῦ κατακαίεσθαι. ὁ δὲ ἀετὸς καταπτὰς βρῶμα
5ἐκεῖθεν ζέον ἐξήρπασε καὶ τοῖς ἑαυτοῦ νεοσσοῖς διαδέδωκεν·
οἱ δὲ νεοσσοὶ ἐσθίοντες ὑπὸ τῆς ζέσεως εὐθὺς διεφθάρησαν. ὁ μῦθος δηλοῖ, ὡς οἱ τῶν ἀνθρώπων δυνάσται καὶ ἄδικοι, εἰ καὶ παρὰ τῶν ἀδικουμένων μηδὲν πάσχουσιν, ἀλλά γε ταῖς ἐκείνων ἀραῖς θείαν ἀγανάκτησιν ἐπισπῶνται.164

25

(t)

ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΦΙΣ
1 ὥρᾳ χειμῶνος ἔχις τις πλησίον ὁδοῦ κατέκειτο καὶ τῇ τοῦ ψύχους σφοδρότητι ἐκινδύνευε διαφθαρῆναι. ἀνὴρ δέ τις παρερχόμενος καὶ ταύτην ἰδὼν κατῴκτειρε καὶ ἄρας τῆς γῆς τῷ ἰδίῳ κόλπῳ ἐναπέθετο. ἡ δὲ ἔχις διαθερμαν‐
5θεῖσα εὐθὺς καιρίῳ δήγματι τὸν ἄνδρα ἀπέκτεινεν. ὁ μῦθος δηλοῖ, ὡς ὁ φύσει κακός, κἂν ἀγαθόν τι παρ’ οὑτινοσοῦν ἐπισπάσαιτο, τῷ εὐεργέτῃ μᾶλλον κακὰ ἀπο‐ δίδωσιν.

26

(t)

ΙΞΕΥΤΗΣ ΚΑΙ ΠΕΡΔΙΞ
1 ἀνήρ τις ἰξευτὴς κατέσχε τινὰ πέρδικα καὶ εὐθὺς αὐτὸν καταθῦσαι ἠθέλησεν. ὁ δὲ πέρδιξ τῆς ἰδίας ζωῆς ἀντεχό‐ μενος πρὸς τὸν ἰξευτὴν συνέθετο, ὡς „εἴ με τῶν δεσμῶν ἐλευθερώσεις, πολλοὺς πέρδικας ἐκμειλιξάμενος προσαγάγω
5σοι.“ ὁ δὲ ἰξευτὴς τῷ τούτου λόγῳ μᾶλλον μανεὶς τοῦτον αὐτίκα ἀνῄρηκεν. ὁ μῦθος δηλοῖ, ὡς ὁ ἑτέρῳ παγίδας ἱστῶν αὐτὸς ἐν αὐτῇ ὡς σκαιὸς ἐμπεσεῖται.

27

(t)

ΟΡΝΙΣ ΧΡΥΣΟΤΟΚΟΣ
1ἀνήρ τις ὄρνιν ἐκέκτητο χρυσοῦν ὠὸν καθ’ ἑκάστην αὐτῷ
τίκτουσαν. ὁ δὲ μὴ τῷ καθημερινῷ ἐκείνῳ ἐπαρκούμενος κέρδει, ἀλλ’ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος τὴν ὄρνιν κατέθυσεν· ἐδόκει γὰρ ἐν τοῖς ἐγκάτοις αὐτῆς θησαυρῷ165
5τινι ἐντυχεῖν. καὶ μηδὲν ὅλως ἐφευρὼν καθ’ ἑαυτὸν ἔλεξεν ὡς „ἐλπίδι θησαυροῦ ἐπερειδόμενος καὶ τοῦ ἐν χερσὶ κέρ‐ δους ἐξέπεσον.“ ὁ μῦθος δηλοῖ, ὡς [οἱ] πολλοὶ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ὀλίγων ἐκπίπτουσιν.

28

(t)

ΚΥΩΝ ΚΡΕΑΣ ΦΕΡΩΝ
1 κύων ἁρπάσας βρῶμα ἐκ μακελλίου ᾤχετο φυγὰς ἐκεῖθεν καὶ ἔφθασεν ἐπί τινα ποταμόν. περαιούμενος δὲ αὐτὸν ὁρᾷ ἐν τοῖς ὕδασι τὴν τοῦ βρώματος σκιὰν πολλῷ οὖσαν, οὗ ἔφερεν, εὐμεγεθεστέραν. καὶ τοῦ στόματος ἀπορρίψας
5τὸ βρῶμα ἐπὶ τὴν ὁραθεῖσαν αὐτοῦ σκιὰν κατηπείγετο. τῆς δὲ ἀφανοῦς γενομένης στραφεὶς ὁ κύων τὸ ἀπορριφὲν ἆραι οὐδὲν ἐφεῦρε τὸ σύνολον. καὶ γὰρ ἐκεῖνο παρά τινος καταπτάντος κόρακος εὐθὺς ἡρπάγη καὶ κατεβρώθη. εἶτα ὁ κύων ἑαυτὸν ἐταλάνιζε· „τί ἄρα πέπονθα“ λέγων, „ὅτι,
10ὃ εἶχον, ἀφρόνως καταλιπὼν ἐφ’ ἕτερον ἀφανὲς ἠπειγό‐ μην· κἀκείνου ἀποτυχὼν καὶ τοῦ προτέρου ἐξέπεσον.“ ὁ μῦθος ἐλέγχει τοὺς ἀκορέστως ἔχοντας καὶ τῶν περιτ‐ τῶν ὀρεγομένους.

29

(t)

ΟΝΟΣ ΚΑΙ ΙΠΠΟΣ
1ὄνος καὶ ἵππος ὑπῆρχον ἀνθρώπῳ τινὶ καὶ ἕκαστος αὐτῶν
ἰδίαν ὑπηρεσίαν ἐπλήρου. ἀλλ’ ὁ μὲν ἵππος ἀνέσεως πολ‐ λῆς παραπολαύων δαψιλῶς ἐτρέφετο, χαίτην τε καὶ πλο‐ κάμους ὑπὸ τῶν ἱπποκόμων ἐκαλλωπίζετο καὶ ὁσημέραι166
5τοῖς ὕδασιν ἀπελούετο. ὁ δὲ ὄνος διόλου ἀχθοφορῶν τῷ τῶν γόμων βάρει κατετρύχετο. μιᾷ γοῦν ὁ τοῦ ἵππου κύ‐ ριος ἐπιβὰς αὐτοῦ ἐπί τινα πόλεμον ἀπῄει καὶ μάχης συγ‐ κροτηθείσης ὁ ἵππος εὐθὺς ἐπλήγη καὶ ἀνῃρέθη. ἰδὼν δὲ τὴν αὐτοῦ ἀπώλειαν ὁ ὄνος ἑαυτὸν μᾶλλον τῆς πολυ‐
10μόχθου ἐμακάριζεν ὑπηρεσίας. ὁ μῦθος δηλοῖ, ὡς ὁ πενιχρὸς βίος ἀνεπίφθονος τυγχά‐ νων πολλῷ τοῦ πλούτου ὡς κινδυνώδους προτιμότερος.

30

(t)

ΟΝΑΓΡΟΣ ΚΑΙ ΟΝΟΣ
1 ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον καὶ τὴν δουλείαν αὐτῷ ἐπονειδίζων ἔλεγεν· „εὐτυχὴς ὄντως ἐγώ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως αὐτοσχέδιον καὶ τὴν νομὴν ἐν τοῖς ὄρεσι κέκτημαι. σὺ δὲ δι’ ἄλλου τρέφῃ καὶ δου‐
5λείαις καὶ πληγαῖς καθυποβάλλῃ διηνεκῶς.“ συνέβη γοῦν αὐθωρὸν λέοντά τινα φανῆναι καὶ τῷ μὲν ὄνῳ μὴ προσ‐ πελάσαι ὡς συνόντος αὐτῷ τοῦ ὀνηλάτου, τῷ δὲ ὀνάγρῳ μεμονωμένῳ τυγχάνοντι σφοδρῶς ἐπελθεῖν καὶ αὑτῷ θέσθαι κατάβρωμα.
10 ὁ μῦθος δηλοῖ, ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι τῇ αὐτοβουλίᾳ φερόμενοι καὶ βοηθείας τινὸς μὴ δεόμενοι
αὐθωρὸν πτῶμα γίνονται.167

31

(t)

ΣΥΚΗ ΚΑΙ ΕΛΑΙΑ
1 συκῆ τις ὥρᾳ χειμῶνος τὰ ἑαυτῆς ἀποβαλοῦσα φύλλα ὑπό τινος ἐλαίας πλησιαζούσης τὴν γύμνωσιν ὠνειδίζετο λεγούσης, ὡς „ἐγὼ καὶ χειμῶνος καὶ θέρους τοῖς φύλλοις μου κεκαλλώπισμαι καὶ ἀείφυλλος πέφυκα· σὺ δὲ μόνῳ τῷ
5θέρει πρόσκαιρον ἔχεις τὸ κάλλος.“ οὕτω δὲ αὐτῆς καυχω‐ μένης κεραυνὸς ἄφνω θεόθεν κατηνέχθη καὶ ταύτην κατ‐ έφλεξε, τῆς δὲ συκῆς τὸ παράπαν οὐ καθήψατο. οὕτως οἱ τῷ πλούτῳ καὶ τῇ τύχῃ ἐγκαυχώμενοι ἐξαίσιον [τὸ] πτῶμα ὑφίστανται.

32

(t)

ΑΝΗΡ ΚΑΙ ΚΗΠΟΥΡΟΣ
1 ἀνήρ τις κηπουρόν τινα θεασάμενος τῶν λαχάνων ἀρ‐ δείαν ποιούμενον ἔφη πρὸς αὐτόν· „πῶς τὰ μὲν ἄγρια φυτὰ μήτε φυτευόμενα μήτε ἐργαζόμενα ὡραῖα πεφύκασι, τὰ δὲ τῆς ὑμῶν φυτηκομίας πολλάκις ξηραίνεται;“ ὁ δὲ
5κηπουρὸς ἀντέφησεν, ὡς „τὰ ἄγρια τῶν φυτῶν μόνῃ τῇ θείᾳ προνοίᾳ ἐφορᾶται, τὰ δὲ ἥμερα ὑπὸ χειρὸς ἀνθρω‐ πίνης ἐπιμελεῖται.“ ὁ λόγος δηλοῖ, ὡς κρείττων ἡ τῶν μητέρων ἀνατροφὴ πέφυκε τῆς τῶν μητρυιῶν ἐπιμελείας.

33

(t)

ΚΥΩΝ ΚΑΙ ΜΑΚΕΛΛΕΥΣ
1κύων ἐν μακελλίῳ εἰσελθὼν καρδίας βρῶμα ἐκεῖθεν ἀφήρ‐
πασεν. ὁ δέ γε μακελλεὺς ἐπιστραφεὶς ἔλεγεν αὐτῷ· „οὐ καρδίαν ἀνήρπασας, ἀλλὰ καρδίαν ἐνέθου μοι. εἰ γὰρ αὖθις ἐνταῦθα εἰσέλθῃς, ἐγώ σοι τὰ τῆς ἁρπαγῆς ἐπιδείξω ἐπί‐168
5χειρα.“ ὁ μῦθος δηλοῖ, ὡς ἐν τῷ παθεῖν τις ἐπισπᾶται τὸ μαθεῖν καὶ προσεκτικῶς ἔχειν.

34

(t)

ΚΗΠΟΥΡΟΣ ΚΑΙ ΚΥΩΝ
1 κύων κηπουροῦ τινος εἰς φρέαρ ἐμπέπτωκεν. ὁ δὲ κη‐ πουρὸς κατελθὼν αὐτὸν ἐκεῖθεν ἀνελκύσαι δεινῶς ὑπ’ αὐτοῦ ἐδήχθη δόξαντος μᾶλλον τὸν ἄνδρα βούλεσθαι αὐτὸν ἐπὶ πλέον καταβυθίσαι τῷ ὕδατι. ὁ δὲ κηπουρὸς ὑπὸ τοῦ κυ‐
5νὸς δηχθείς· „δικαίωσ“ ἔφη „πέπονθα, ὅτι σε τοῦ φρέατος ἐκβαλεῖν ἐσπουδακὼς χαλεπῶς μᾶλλον ὑπό σου τετραυ‐ μάτισμαι.“ ὁ μῦθος οὗτος τοὺς ἀχαρίστους καὶ ἀγνώμονας ἐλέγχει.

35

(t)

ΓΑΣΤΗΡ ΚΑΙ ΠΟΔΕΣ
1 ἀνδρός τινος ἡ γαστὴρ τοῖς ἑαυτοῦ ποσὶ περὶ ἰσχύος διεφέρετο. οἱ μέντοι πόδες ἔλεγον τῇ γαστρί ὡς „ἡμεῖς σοῦ ἐσμεν ἰσχυρότεροι ἅτε δὴ καὶ διαβαστῶντές σε.“ ἡ δὲ γαστὴρ τοῖς ποσὶν ἀντέφησεν ὡς „εἰ μὴ ἐγὼ τὰς βρώσεις
5ἐδεχόμην, ὑμεῖς ἀδυνάτως ὅλως στῆναι εἴχετε ἄν.“ ὁ μῦθος δηλοῖ, ὡς καὶ ἅπαν στράτευμα πρὸς τὴν μάχην ἀδόκιμον γίνεται, εἰ μὴ πρότερον ὑπὸ τοῦ στρατηλάτου
γυμνάζοιτο καὶ παραθαρρύνοιτο.169

36

(t)

ΝΥΚΤΕΡΙΣ, ΚΕΠΦΟΣ ΚΑΙ ΒΑΤΟΣ
1 νυκτερίς, κέπφος καὶ βάτος πρὸς ἀλλήλους κοινωνίαν ἔθεντο τοῦ ἐπί τινα δῆθεν ἐμπορίαν ἀπελθεῖν. καὶ ἡ μὲν χρυσόν, ὁ δὲ χαλκόν, ἡ δὲ ὑφάσματα δανειακῶς ἐξελάβοντο καὶ ἐν πλοίῳ ἀποθέμενοι τοῦ πλοὸς εὐθὺς εἴχοντο. ἄφνω
5δὲ ζάλη καὶ καταιγὶς διαπνέουσα εἰς κλύδωνα μέγιστον τὸ πέλαγος ἦρε καὶ τὸ σκάφος διασπαράξασα τὰ ἐν αὐτῷ πάντα τῷ βυθῷ παραδίδωσιν. ἐξ ἐκείνου δὲ ἡ μὲν νυκτερὶς τοὺς δανειστὰς πτοουμένη καὶ δεδιῶσα καὶ ἑαυτὴν ὑπο‐ στέλλουσα μόνῃ τῇ νυκτὶ ἐξέρχεται. ὁ δὲ κέπφος ἐπὶ τῆς
10θαλάσσης τὰς διατριβὰς ἔχει τὸν χαλκὸν ἀναζητῶν. ἡ δὲ βάτος τοῖς ἱματισμοῖς τῶν παραπορευομένων συμπλέκεται τὰ ὑφάσματα εὑρεῖν διόλου σπουδάζουσα. ὁ μῦθος δηλοῖ, ὡς τῶν ἀνθρώπων ἕκαστον χρὴ μετὰ τὴν ἔκβασιν τῶν ἐπικινδύνων πράξεων προσεκτικῶς ἐξ
15αὐτῶν ἔχειν, ὥστε μὴ αὖθις τοῖς ἐκ τούτων ὁμοίοις κακοῖς περιπετῆ γίνεσθαι.

37

(t)

ΛΕΩΝ ΚΑΙ ΑΛΩΠΗΞ
1 λέων γηράσας καὶ ἀτονήσας καὶ ἑαυτὸν μὴ δυνάμενος διατρέφειν ἐπειρᾶτο μηχανικῶς διαζῆν. νοσεῖν οὖν προσ‐ ποιούμενος κατέκλινεν ἑαυτὸν ἔν τινι σπηλαίῳ, εἶτα τῶν ἄλλων θηρίων εἰς ἐπίσκεψιν αὐτοῦ παραγινομένων εὐθὺς
5ἕκαστον αὐτῶν ἁρπάζων κατήσθιε. γνοῦσα δὲ ἡ ἀλώπηξ τὴν αὐτοῦ πανουργίαν οὐκ ἤθελε πρὸς αὐτὸν ἀνελθεῖν,
ἀλλὰ μακρόθεν ἑστῶσα ἐπηρώτα τὸν λέοντα, ὅπως δῆθεν τὰ κατ’ αὐτὸν ἔχει. ὁ δὲ πρὸς αὐτὴν ἔλεγε· „τίνος χάριν οὐκ εἰσέρχῃ πρός με;“ ἡ δὲ ἀλώπηξ ἀντέφησεν ὡς „πολ‐170
10λῶν ἴχνη ἐνταῦθα ἑώρακα εἰσελθόντων μέν, μὴ ἐξελθόν‐ των δέ.“ ὁ μῦθος δηλοῖ, ὡς καὶ τοὺς ἀνθρώπους ὑφορᾶσθαι δεῖ τὰ τῶν πρακτέων ἐπικίνδυνα καὶ ἐξ αὐτῶν ἀποδιδράσκειν, ἀσφαλίζεσθαι δὲ καὶ ἀπὸ τῶν δόλῳ καὶ ὑποκρίσει φιλίας
15πειρωμένων ἑτέρους λυμαίνεσθαι.

38

(t)

ΚΥΩΝ ΚΑΙ ΛΥΚΑΙΝΑ
1 κύων καταδιώκων λύκαιναν ἐφρυάττετο τῇ τε τῶν πο‐ δῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύι καὶ ἐδόκει φεύγειν τὴν λύκαιναν δι’ οἰκείαν δῆθεν ἀσθένειαν. στραφεῖσα οὖν ἡ λύ‐ καινα ἔφησε πρὸς τὸν κύνα· „οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ
5σοῦ δεσπότου καταδρομήν.“ ὁ μῦθος δηλοῖ, ὡς οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέ‐ ρων γενναιότητι.

39

(t)

ΝΕΑΝΙΣΚΟΣ ΚΑΙ ΣΚΟΡΠΙΟΣ
1 νεανίσκος τις ἐν τοῖς ἐξωτάτοις καὶ ἐρημικωτάτοις τόποις ἀκρίδας ἠπείγετο κατασχεῖν. καὶ ἰδὼν μέσον αὐτῶν σκορ‐ πίον ἐδόκει κἀκεῖνον ἀκρίδα ὄντως τυγχάνειν καὶ τὴν χεῖρα ἐκτείνας ἐξᾶραι αὐτὸν τῆς γῆς ἔμελλεν. ὁ δὲ σκορπίος τὸ
5αὑτοῦ κέντρον πρὸς τὸ νύξαι τὸν νέον ἰθύνας ἔφη πρὸς αὐτόν ὡς „εἰ ὅλως τετόλμηκάς μου καθάψασθαι, παρ‐
εσκεύασα ἄν σε ἀπολῦσαι καὶ ἃς κατέσχες ἀκρίδας.“ ὁ μῦθος δηλοῖ, ὡς οὐ χρὴ τοῖς σκαιοῖς ἀνδράσι καὶ τοῖς ἀγαθοῖς ἐπ’ ἴσης ἐντυγχάνειν, ἀλλ’ ἑκάστῳ πρὸς τὴν ἰδίαν171
10γνώμην δεόντως προσομιλεῖν.

40

(t)

ΤΑΥΡΟΣ ΚΑΙ ΑΙΓΕΣ ΑΓΡΙΑΙ
1 ταῦρος λέοντά τινα ἀποδιδράσκων ἔν τινι σπηλαίῳ κατα‐ φυγὴν ἔθετο. ἐν αὐτῷ δὲ ἔτυχεν ἀγρίας αἶγας τυγχάνειν, αἳ δὴ καὶ τὸν ταῦρον εὐθὺς ἐκεράτιζον. ὁ δὲ ταῦρος πρὸς αὐτὰς ἔλεγεν ὡς „οὐχ ὑμᾶς δέδοικα, ἀλλὰ τὸν τοῦ σπη‐
5λαίου ἔξωθεν ἑστηκότα.“ ὁ μῦθος δηλοῖ, ὡς τοῖς [ἐν] δυσπραγίαις ὑπὸ δυναστῶν περιπίπτουσι πάντες οἱ ἐντυγχάνοντες μισητῶς ἐπεμβαί‐ νουσιν.

41

(t)

ΑΙΘΙΟΨ ΙΝΔΟΣ ΛΟΥΟΜΕΝΟΣ
1 ἀνήρ τις ἑωρακὼς Αἰθίοπά τινα Ἰνδὸν λουόμενον ἐν τῷ ποταμῷ ἔφη πρὸς αὐτόν· „μὴ συνταράσσῃς καὶ θολοποιῇς τὸ ὕδωρ. οὐδέποτε γὰρ λευκὸς γενήσῃ τῷ σώματι.“ ὁ μῦθος δηλοῖ, ὡς οὐδὲν τῶν φυσικῶν πραγμάτων τῆς
5φυσικῆς ἰδιότητος μεταβάλλεται.172

42

(t)

ΓΥΝΗ ΚΑΙ ΟΡΝΙΣ
1 γυνή τις χήρα ὄρνιν ἐκέκτητο ἓν αὐτῇ ὠὸν καθ’ ἑκάστην ἀποτίκτουσαν· ἣν καὶ δαψιλῶς διέτρεφεν ἡ γυνὴ δοκοῦσα ὡς τοῖς πλείοσι σιτίοις δύο ἔσται γεννῶσα ὠά. ἡ δὲ ὄρνις ὑπὸ τῆς πλησμονῆς ἐμβριθὴς γενομένη οὐδὲ τὸ ἓν ὠὸν
5γεννᾶν ὡς τὸ πρότερον ἠδύνατο. ὁ λόγος δηλοῖ, ὡς οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ἐν χερσὶν ὀλίγων στερίσκονται.

43

(t)

ΜΥΡΜΗΞ ΚΑΙ ΤΕΤΤΙΞ
1 μύρμηξ τις ὥρᾳ χειμῶνος, ὃν θέρους συνήγαγε σῖτον, καθ’ ἑαυτὸν ἤσθιεν. ὁ δὲ τέττιξ προσελθὼν αὐτῷ ᾐτεῖτο μετα‐ δοθῆναι αὐτῷ ἐκ τῶν αὐτοῦ σιτίων. ὁ δὲ μύρμηξ ἔφη πρὸς αὐτόν· „καὶ τί ἄρα πράττων διετέλεις ἐφ’ ὅλῳ τοῦ θέρους
5καιρῷ, ὅτι μὴ συνέλεξας σῖτον ἑαυτῷ εἰς διατροφήν;“ ὁ δὲ τέττιξ πρὸς αὐτὸν ἀντέφησεν ὡς „τῷ μελῳδεῖν ἀπασχο‐ λούμενος τῆς συλλογῆς ἐκωλυόμην.“ τῇ γοῦν τοιαύτῃ τοῦ τέττιγος ἀποκρίσει ὁ μύρμηξ ἐπιγελάσας τὸν ἑαυτοῦ σῖτον τοῖς ἐνδοτέροις τῆς γῆς μυχοῖς ἐναπέκρυψε καὶ πρὸς αὐτὸν
10ἀπεφθέγξατο ὡς „ἐπεὶ τότε ματαίως ἐμελῴδεις, νυνὶ λοι‐ πὸν ὀρχήσασθαι θέλησον.“ ὁ μῦθος παριστᾷ τοὺς ὀκνηρούς τε καὶ ἀμελεῖς καὶ ἐν
ματαιοπραγίαις διάγοντας κἀντεῦθεν ὑστερουμένους.173

44

(t)

ΛΥΚΟΣ ΚΑΙ ΑΙΞ
1 αἰγός τινος ἐπὶ πέτρας ὑψηλῆς νεμομένης λύκος ἐπιστὰς κάτωθεν ἐπειρᾶτο αὐτὴν κατασχεῖν καὶ βεβρωκέναι. μὴ δυ‐ νάμενος δὲ ὅλως ἐπαναβῆναι τῇ πέτρᾳ ἑστὼς κάτωθεν πρὸς τὴν αἶγα ἔφησεν· „ὦ ταλαίπωρε, ἱνατί καταλιποῦσα τοὺς
5πεδινοὺς τόπους καὶ τοὺς λειμῶνας ἐπὶ τῆς πέτρας ταύτης τὴν νομὴν πεποίησαι; ἢ πάντως, ἵν’ ἐντεῦθεν κινδυνεύσῃς διαφθαρῆναι.“ ἡ δὲ πρὸς τὸν λύκον ἀπεκρίνατο· „οἶδα, ὡς πολλάκις ἐμοῦ ἕνεκεν ἀργὸς διετέλεσας· καὶ δοκεῖς κατ‐ ενεγκεῖν με τῆς πέτρας καὶ σεαυτῷ θέσθαι κατάβρωμα.“
10 ὁ μῦθος δηλοῖ, ὡς πολλοὶ τῶν ἀνθρώπων βουλὴν ἑτέροις παρέχουσι τὴν ἐκείνοις μὲν ὀλεθρίαν, ἑαυτοῖς δὲ ἐπικερδῆ καὶ ὠφέλιμον.

45

(t)

ΑΝΗΡ, ΙΠΠΟΣ ΚΑΙ ΠΩΛΟΣ
1 ἀνήρ τις ἐπωχεῖτο θηλείᾳ τινὶ ἵππῳ ἐγκύῳ ὑπαρχούσῃ, καὶ ὁδοιποροῦντος αὐτοῦ πῶλον ἡ ἵππος ἀπέτεκεν. ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος καὶ ταχέως ἰλιγ‐ γιάσας πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν· „ἰδού,
5ὁρᾷς με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε τοίνυν, ὡς, εἰ ἐνταῦθα ἐγκαταλίπῃς με, αὐθωρὸν διαφθεί‐ ρομαι. εἰ δ’ ἐντεῦθεν ἄρῃς με καὶ ἀπαγάγῃς ἐν τόπῳ καὶ ἀνατραφῆναι παρασκευάσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί μοι ποιήσω σε.“
10ὁ μῦθος δηλοῖ, ὡς ἐκείνους εὐεργετεῖν χρή, ὑφ’ ὧν καὶ
ἡ ἀντάμειψις τῆς εὐποιίας ἐλπίζεται.174

46

(t)

ΑΛΙΕΥΣ ΚΑΙ ΠΙΘΗΞ
1 ἀνήρ τις ἁλιεὺς παρὰ τὴν θάλασσαν ἄγραν ἰχθύων ἐποίει. πίθηξ δέ τις αὐτὸν κατιδὼν ἐκμιμήσασθαι ἠβουλήθη. τοῦ δὲ ἀνδρὸς ἐν σπηλαίῳ τινὶ ἑαυτὸν εἰσελθόντος διαναπαῦσαι καὶ τὸ δίκτυον παρὰ τὸν αἰγιαλὸν καταλιπόντος ἐλθὼν
5ὁ πίθηξ καὶ τοῦ δικτύου λαβόμενος ἀγρεῦσαι δῆθεν δι’ αὐτοῦ ἐπεχείρει. ἀγνώστως δὲ τῇ τέχνῃ καὶ ἀσυντάκτως χρώμενος καὶ τῷ δικτύῳ περισχεθεὶς ἐπὶ τῆς θαλάσσης εὐθὺς πέπτωκε καὶ ἀπεπνίγη. ὁ δὲ ἁλιεὺς καταλαβὼν αὐτὸν ἤδη ἀποπνι‐ γέντα ἔφη· „ὦ ἄθλιε, ὤλεσέ σε ἡ ἀφροσύνη καὶ ἡ ματαία
10ἐπίνοια.“ ὁ μῦθος δηλοῖ, ὡς οἱ τὰ ὑπὲρ αὐτοὺς μιμεῖσθαι πειρώ‐ μενοι ἑαυτοῖς ἐντεῦθεν ἐπάγουσι κινδύνους.

47

(t)

ΚΩΝΩΨ ΚΑΙ ΤΑΥΡΟΣ
1 κώνωψ τις ἐλθὼν ἐπὶ κέρατος ἔστη ταύρου τινὸς πειρώ‐ μενος δῆθεν αὐτῷ ἄχθος ἐμποιήσασθαι. τοῦ δὲ ταύρου παρ’ οὐδὲν αὐτὸν λογιζομένου βουλόμενος ὁ κώνωψ ἐξ αὐτοῦ ἀποπτῆναι καὶ βιάζων αὐτὸν ἔφη ὡς „εἴπερ ἐπαχθής σοι
5πέφυκα, πετασθήσομαι ἀπό σου.“ ὁ δὲ ταῦρός φησι πρὸς τὸν κώνωπα· „οὔτε ἐλθόντος σου ᾐσθόμην οὔτε ὑποχω‐ ροῦντά σε γνώσομαι.“ ὁ μῦθος δηλοῖ, ὡς καὶ ἄνθρωποί τινες εὐτελεῖς ἅμα καὶ ἄφρονες προδήλως τυγχάνοντες δοκοῦσι καθ’ ἑαυτοὺς τῶν
10ἐν τιμῇ τε καὶ συνέσει διαπρεπόντων ὑπάρχειν.175

48

(t)

ΑΝΗΡ ΚΑΙ ΚΥΚΛΩΨ
1 ἀνήρ τις τῶν εὐλαβῶν τυγχάνων καὶ τοῖς πρακτέοις σε‐ μνὸς ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶν συμβιο‐ τεύων μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει ἐσχάτῃ καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν ἐβλασφήμει τὸ θεῖον καὶ ἑαυτὸν ἀνελεῖν
5ἀπηναγκάζετο. λαβὼν οὖν σπάθην ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει θανεῖν μᾶλλον αἱρετισάμενος ἤπερ κακῶς ζῆν. πορευόμενος δὲ λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκώς, ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγαντιαίων ἀνδρῶν ἀποτέθειτο, ᾧ Κύκλωψ τὸ ὄνομα. ἰδὼν δὲ ὁ ἀνὴρ
10τὸ χρυσίον φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτοῦ ἐπανέρ‐ χεται. εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθὼν καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκώς, ἀντ’ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξί‐
15φος ἑωρακὼς αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο. ὁ μῦθος δηλοῖ, ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως τὰ κακὰ ἐπισυμβαίνει, τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύ‐ εται.

49

(t)

ΘΗΡΕΥΤΗΣ ΚΑΙ ΙΠΠΕΥΣ
1ἀνήρ τις θηρευτὴς λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφε‐
ρόμενος τῆς ὁδοιπορίας εἴχετο. καί τινι προσυπαντηθεὶς ἐφ’ ἵππῳ ἀνδρὶ ἐζητεῖτο παρ’ αὐτοῦ τὸν λαγωὸν προσχήματι ἀπεμπολήσεως. λαβὼν τοίνυν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ176
5τοῦ θηρευτοῦ εὐθὺς δρομαῖος ᾤχετο. ὁ δὲ θηρευτὴς κατ‐ όπιν αὐτοῦ τρέχων φθάσαι αὐτὸν δῆθεν ἐδόκει. τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχον‐ τος ὁ θηρευτὴς καὶ ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν· „ἄπελθε λοιπόν· ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησά‐
10μην σοι.“ ὁ μῦθος δηλοῖ, ὡς πολλοὶ ἀκουσίως τὰ ἴδια ἀφαιρού‐ μενοι προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δεδωκέναι.

50

(t)

ΚΥΩΝ ΚΑΙ ΛΑΓΩΟΣ
1 κύων λαγωοῦ κατατρέχων καὶ τοῦτον καταλαβὼν ποτὲ μὲν αὐτὸν ἔδακνε, ποτὲ δὲ τὸ ἐντεῦθεν ἀπορρέον αὐτοῦ αἷμα ἀνέλειχεν. ὁ δὲ λαγωὸς ἐδόκει τὸν κύνα καταφιλεῖν μᾶλλον αὐτόν· καὶ ὑπολαβὼν ἔφη πρὸς αὐτόν· „ἢ ὡς προσ‐
5φιλὴς περιπτύσσου με ἢ ὡς ἐχθρὸς καὶ πολέμιος κατάδακνε.“ ὁ μῦθος δηλοῖ, ὡς καὶ ἄνθρωποί τινες ἔξωθεν μὲν φι‐ λίαν ὑποκρίνονται, ἔσωθεν δὲ κακίας καὶ ἀπηνείας πεπλή‐ ρωνται.

51

(t)

ΜΥΕΣ ΚΑΙ ΓΑΛΑΙ
1 γαλαῖς καὶ μυσί ποτε μάχη συνεκροτεῖτο. ἡττώμενοι δὲ κατὰ κράτος οἱ μύες καὶ γνόντες ἐξ ἀτονίας πάντως καὶ δειλίας ἡττᾶσθαι, σατράπας ἑαυτοῖς καὶ τῆς μάχης ἀρχη‐
γοὺς κεχειροτονήκασιν. οἱ δὲ σατράπαι ἐμφανέστεροι θελή‐177
5σαντες καὶ θαρραλεώτεροι τῶν ἄλλων μυῶν καθίστασθαι κέ‐ ρατα ταῖς ἑαυτῶν κορυφαῖς περιέθεντο. εἶτα πάλιν αἱ γα‐ λαῖ τοῖς μυσὶ προσβαλοῦσαι εἰς φυγὴν πάντας τρέπουσι. καὶ οἱ μὲν ἄλλοι μύες φυγάδες γενόμενοι πρὸς τὰς ἑαυτῶν καταδύσεις εὐθὺς ῥᾳδίως εἰσῄεσαν. οἱ δὲ τούτων προεξάρ‐
10χοντες μέχρι τῶν ὀπῶν καὶ οὗτοι ἐν τῷ φεύγειν φθάσαν‐ τες τῆς ἐν αὐταῖς εἰσελεύσεως ὑπὸ τῶν κεράτων ἐκωλύοντο καὶ τούτους αἱ γαλαῖ καταλαβοῦσαι ὀλέθρῳ παραδεδώκασιν. ὁ μῦθος δηλοῖ, ὡς οἱ τοῖς ὅπλοις ἑαυτῶν τεθαρρηκότες καὶ μὴ τὴν θείαν συμμαχίαν ἐκκαλεσάμενοι ὑπ’ αὐτῶν δὴ
15καὶ τὸν κίνδυνον ἐπισπῶνται.

52

(t)

ΛΥΚΟΣ ΚΑΙ ΛΕΩΝ
1 λύκος ἁρπάσας χοῖρον καὶ ἀπάγων αὐτὸν λέοντι συνήν‐ τησεν. ὁ δὲ λέων εὐθὺς ἀπὸ τοῦ λύκου τὸν χοῖρον ἀφήρ‐ πασεν. ἀφαιρεθεὶς δὲ αὐτὸν ὁ λύκος ἐν ἑαυτῷ ἔλεγεν· „πάντως καὶ αὐτὸς ἐθαύμαζον, πῶς ἂν καὶ διέμεινε παρ’
5ἐμοὶ τὸ ἐξ ἁρπαγῆς μοι προσγενόμενον.“ ὁ μῦθος δηλοῖ, ὡς καὶ τὰ ἀλλότρια πράγματα πλεο‐ νεκτικῶς τισι καὶ βιαίως ἐπικτώμενα τοῖς ταῦτα ἁρπάζου‐ σιν οὐκ εἰς τέλος παραμένουσιν.

53

(t)

ΤΑΩΝ ΚΑΙ ΚΟΡΑΞ
1ποτὲ τῶν πτηνῶν εἰς κοινὴν βουλὴν ἐπὶ τὸ αὐτὸ συν‐
ελθόντων ἕκαστον αὐτῶν, τίνι τῶν ἄλλων ἐφαρμόζει τὸ βασιλεύειν, πρὸς ἀλλήλους ἐβουλεύοντο. ὁ δὲ ταὼν ἔφη τοῖς λοιποῖς ὡς „ἔμοιγε προσήκει ἡ βασιλεία ἅτε κάλλει178
5καὶ ὡραιότητι σεμνυνομένῳ.“ τῶν δὲ ἑτέρων πτηνῶν ἐπ‐ αρεσθέντων τῷ ταῶνι παρελθὼν εἰς μέσον ὁ κόραξ ἀντέ‐ φησεν· „ἐὰν σὺ τὴν βασιλείαν παραλάβῃς, ἆρά γε τοῦ ἀετοῦ ἡμῖν ἐπερχομένου δύνασαι ἡμᾶς τῆς ἐκείνου ἐξαιρεῖσθαι προσβολῆς;“
10 ὁ μῦθος δηλοῖ, ὡς τὸ βασιλεύειν οὐ τοῖς τῷ κάλλει φαι‐ δρυνομένοις ἁρμόττει, ἀλλὰ τοῖς ῥωμαλέοις καὶ γενναιότητι διαπρέπουσιν.

54

(t)

ΝΕΑΝΙΣΚΟΣ ΚΑΙ ΓΡΑΥΣ
1 νεανίσκος τις ὁδοιπορῶν ἐν ἡμέρᾳ καύσωνος ἐντυγχά‐ νει γυναικί τινι γραΐδι, ἥτις καὶ αὐτὴ τὴν αὐτὴν ὁδὸν τῷ νεανίσκῳ συνεπορεύετο. ὁρῶν δὲ αὐτὴν ἐκεῖνος τῷ τε καύσωνι καὶ τῷ τῆς ὁδοιπορίας καμάτῳ δεινῶς ἰλιγγιῶσαν
5κατῴκτειρε τῆς ἀσθενείας καὶ μηκέτι ἐξισχύουσαν ὅλως πο‐ ρεύεσθαι ἄρας ταύτην τῆς γῆς ἐπὶ τῶν νώτων αὐτοῦ διε‐ βάσταζεν. ταύτην δὲ ἐπιφερόμενος λογισμοῖς τισιν αἰσχρᾶς ἐπιθυμίας δεινῶς ἐταράττετο, ὑφ’ ὧν καὶ πρὸς οἶστρον ἀκολασίας καὶ σφοδρὸν ἔρωτα ὁ αὐτοῦ ἤρθη φαλλός. εὐθὺς
10δὲ τῇ γῇ καταθεὶς τὴν γραΐδα ταύτῃ ἀκολάστως συνεγίνετο. ἡ δὲ πρὸς αὐτὸν ἁπλοϊκῶς ἔλεγε· „τί ἐστιν, ὃ ἐπ’ ἐμοῦ ἐργάζῃ;“ ὁ δὲ αὐτῇ ἔφη ὡς „βαρεῖα πέφυκας καὶ τούτου χάριν ἀπογλύψαι σου τῆς σαρκὸς διανενόημαι.“ καὶ ταῦτα
εἰπὼν καὶ εἰς τέλος αὐτὴν συμφθαρεῖσαν πάλιν τῆς γῆς179
15ἐξάρας αὐτὴν ἐπὶ τῶν ἑαυτοῦ νώτων ἐπέθετο. καὶ μῆκος ὁδοῦ τινος διελάσαντος αὐτοῦ ἔφη πρὸς αὐτὸν ἡ γραῦς· „εἰ ἔτι σοι βαρεῖα καὶ ἐπαχθὴς πέφυκα, πάλιν με καταγα‐ γὼν πλέον ἐξ ἐμοῦ ἀπόγλυψον.“ ὁ μῦθος δηλοῖ, ὡς τῶν ἀνθρώπων τινὲς τὴν ἰδίαν πλη‐
20ροῦντες ἐπιθυμίαν προφασίζονται, ὡς ἐξ ἀγνοίας τὸ γε‐ γονὸς διεπράξαντο, δόξαντες δῆθεν μὴ ἐκεῖνο, ἀλλ’ ἕτερόν τι τῶν δεόντων μᾶλλον πεποιηκέναι.

55

(t)

ΗΛΙΟΣ ΚΑΙ ΒΟΡΡΑΣ
1 ὁ Ἥλιος καὶ ὁ Βορρᾶς ἄνεμός ποτε πρὸς ἀλλήλους ἤρι‐ ζον, ποῖος ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον ἀπογυμνοῦν δύ‐ ναται. ἤρξατο οὖν πρῶτος ὁ Βορρᾶς σφοδρῶς πνέειν κατὰ τοῦ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος καθόσον ἐψύχετο, τοῖς
5ἱματισμοῖς ἑαυτὸν περιέσκεπε καὶ κραταίως αὐτῶν περι‐ είχετο, μή πως τῇ σφοδροτάτῃ τοῦ ἀνέμου προσβολῇ ἐκ τοῦ σώματος αὐτοῦ ἀναρπασθῶσιν. ὅθεν καὶ κατ’ οὐδὲν ὁ Βορρᾶς τὸν ἄνδρα παρέβλαψεν οὔτε τῶν περικειμένων αὐτῷ ἀμφίων ἀπογυμνῶσαι ἠδυνήθη. εἶτα καὶ ὁ Ἥλιος ἐπι‐
10λάμψας αὐτῷ καὶ τὸν ἀέρα τῆς ἡμέρας σφόδρα διαθερ‐ μάνας εὐθὺς τὸν ἄνδρα τὰ ἱμάτια παρεσκεύασεν ἀποδύ‐
σασθαι καὶ ἐπ’ ὤμων ταῦτα ἐπιφέρεσθαι. ὁ μῦθος δηλοῖ, ὡς τὸ ταπεινοφρονεῖν ὑπὲρ τὸ ματαίως κομπάζειν ἐνεργέστερον ἐπὶ πᾶσι καὶ πρακτικώτερον πέ‐180
15φυκεν.

56

(t)

ΚΥΝΟΔΗΚΤΟΣ
1 ἀνήρ τις ὑπὸ κυνὸς καιρίως δηχθεὶς ἐζήτει τὸν τὴν αὐτοῦ πληγὴν θεραπεύσοντα. ἕτερος δέ τις αὐτῷ συναντήσας ἔφη πρὸς αὐτόν· „τοῦτο προσήκει ποιῆσαί σε· ἀπὸ τοῦ τῆς πληγῆς αἵματος ἐπισταλάξαι τῷ ψωμῷ καὶ τῷ δακόντι
5κυνὶ τὸν ψωμὸν ἐπιρρῖψαι φαγεῖν, καὶ οὕτως ἡ πληγή σου θεραπευθήσεται.“ ὁ δὲ δηχθεὶς ἀντέφη αὐτῷ· „εἰ τοῦτο ποιήσω, ὑπὸ πάντων τῶν ἐν τῇδε τῇ πόλει κυνῶν ἔσομαι δακνόμενος.“ ὁ λόγος δηλοῖ, ὡς, εἰ καὶ τὸν σκαιὸν ἄνθρωπον τιμή‐
10σειέ τις καὶ δεξιώσαιτο, ἀλλ’ οὐκ ἐκεῖνος αὐτὸν τὸν τιμή‐ σαντα, ἀλλὰ τοὺς ὁμοίως αὐτοῦ κακοὺς ἀγαπᾷ.

57

(t)

ΟΡΝΙΣ ΚΑΙ ΧΕΛΙΔΩΝ
1 ὄρνις τις εὑροῦσα ὠὰ ὄφεως ἐσχόλαζε τῇ αὐτῶν διατριβῇ καὶ ταῦτα ἐπωάζουσα ἐκάθητο. χελιδὼν δέ τις αὐτὴν θεασα‐ μένη „ὦ μωρὰ καὶ ἀναίσθητε“ ἔφη, „τίνος χάριν ὄφεως περιέπεις γεννήματα; εἰ γὰρ αὐξανθῶσι, σοὶ πρῶτον ἐμποι‐
5ήσουσι τὸν ὄλεθρον καὶ μετέπειτα ἑτέροις.“ ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα ἐπὶ διαθέσει ἀνοσίου ἀνδρὸς πεποιθέναι πώποτε, κἂν πολλὴν αὐτῷ τὴν εὔνοιαν ἐπιδείξηται.181

58

(t)

ΣΤΡΟΥΘΟΣ ΚΑΙ ΙΞΕΥΤΗΣ
1 στρουθός τις ἐπὶ μυρσίνης διέτριβε καὶ διὰ τὸ ἡδὺ τῆς τοῦ δένδρου διαίτης οὐδ’ ὅλως αὐτοῦ ἀφίστατο. ἰξευτὴς δέ τις τοῦτον παρατηρησάμενος κατέσχε τε καὶ κατέθυσεν. ὁ δὲ στρουθὸς μέλλων ἀποσφαγῆναι πρὸς ἑαυτὸν ἔλεγεν·
5„οἴμοι τῷ ταλαιπώρῳ, ὅτι διὰ τροφῆς ἡδονὴν τοῦ ζῆν ἀπορρήγνυμαι.“ ὁ μῦθος δηλοῖ, ὡς καὶ ἄνθρωποί τινες δι’ ἔφεσιν τροφῆς καὶ ἁβρότητος περὶ τὸ ζῆν πολλάκις ὡς μοχθηροὶ κινδυ‐ νεύουσιν.

59

(t)

ΚΑΜΗΛΟΣ ΚΑΙ ΖΕΥΣ
1 κάμηλος κεράτων ἐφιεμένη ἐδέετο τοῦ Διὸς ἑαυτῇ ταῦτα προσγενέσθαι. ὁ δὲ Ζεὺς ὀργισθεὶς μᾶλλον ἐπὶ τῇ αὐτῆς ἀπληστίᾳ καὶ τὰ αὐτῆς ὦτα ἠλάττωσεν. ὁ μῦθος δηλοῖ, ὡς οἱ τοῦ πλείονος ὀρεγόμενοι καὶ ὧν
5ἔχουσιν ἀποστεροῦνται.

60

(t)

ΧΗΝΕΣ ΚΑΙ ΚΥΚΝΟΙ
1 κύκνοι καὶ χῆνες ἀλλήλοις φιλιωθέντες ἐπὶ τῆς πεδιάδος ἐξῆλθον· καὶ νεμομένων αὐτῶν ὁμοθυμαδὸν θηρευταὶ αὐτοῖς
ἐπῄεσαν. καὶ οἱ μὲν κύκνοι διὰ τὴν τοῦ σώματος ταχυτῆτα εὐθὺς πετασθέντες ἔφυγον, αἱ δὲ χῆνες τῇ ἑαυτῶν φυσικῇ182
5βραδυτῆτι ἐπεχόμεναι ὑπὸ τῶν θηρευτῶν κατεσχέθησαν. ὁ λόγος παριστᾷ τοὺς μὴ ὁλοτρόπως τοῖς ἑαυτῶν φί‐ λοις προσανέχοντας, ἀλλ’ ἐν καιρῷ περιστάσεως τούτων ἀφισταμένους.

61

(t)

ΛΥΚΟΙ ΚΑΙ ΑΝΗΡ
1 λύκοι τινές ἔν τινι ποταμῷ δέρματα βοῶν ἑωρακότες καὶ ταῦτα σπουδάζοντες ἐκεῖθεν ἀνελκύσαι τῆς τοῦ ποταμοῦ πλημμύρας βαθείας οὔσης κατατολμῆσαι οὐκ ἠδύναντο. ὅθεν ἐβουλεύσαντο καθ’ ἑαυτοὺς πρότερον τὰ ὕδατα καταπιεῖν
5καὶ εἶθ’ οὕτω τὰ δέρματα φθάσαι καὶ ἀναλαβεῖν. ἀνὴρ δέ τις ὑπολαβὼν ἔφη πρὸς αὐτούς· „εἰ ὅλως πειραθῆτε τὰ τοσαῦτα καταπιεῖν ὕδατα, εὐθὺς διασπασθέντες καὶ τῆς ζωῆς στερηθήσεσθε.“ ὁ μῦθος ἐλέγχει τοὺς τοῖς ἀνηνύτοις ἐξ ἀφροσύνης ἐπι‐
10χειροῦντας.

62

(t)

ΤΕΤΤΙΞ ΚΑΙ ΑΝΗΡ
1 τέττιξ ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν μηχανώ‐ μενον ἔφη πρὸς αὐτόν· „ἐκείνοις τοῖς ὀρνέοις ἐπέρχου, παρ’ ὧν σοι καὶ ὄφελός τι προσγενήσεται· ἐμὲ γὰρ εἰ κατά‐ σχῃς, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν κερδανεῖς.“
5ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ
ἀνονήτων ἐφίεσθαι.183