TLG 0096 008 :: AESOPUS et AESOPICA :: Fabulae Theophylacti Simocattae scholastici AESOPUS et AESOPICA Scr. Fab. Fabulae Theophylacti Simocattae scholastici Citation: Fable — (line) | ||
1(t) | ΚΟΛΟΙΟΣ ΚΑΙ ΟΡΝΕΑ | |
1 | ἀφίκοντό ποτε πρὸς τὸν Δία τὰ ὄρνεα καὶ τὸν Ὀλύμ‐ πιον ἐπρεσβεύοντο ἡγεμόνα παρασχεῖν αὐτοῖς—ἦν γὰρ ἀναρχία τοὺς ὄρνιθας τὸ λυποῦν καὶ μεγίστου τινὸς ἀγα‐ θοῦ, τῆς ἡγεμονίας, ἐχήρευον καὶ πολλὴν διὰ τοῦτο τὴν | |
---|---|---|
5 | ἀκοσμίαν ἐκέκτηντο. ἐπένευσε τοίνυν ὁ Ζεὺς καὶ γέγονεν ἔργον τὸ βούλημα καὶ δωρεῖται δῶρον τοῖς ἱκετεύουσι θαυμαστόν· βασιλέως γὰρ ἦν ἀξίωμα τὸ διδόμενον. προσ‐ έταττε δῆτα τοῖς ὄρνεσιν ἐπὶ λίμνας καὶ πηγὰς ἀφικέσθαι καὶ τὸν ἑαυτῶν ἀποσμήξασθαι ῥύπον καὶ τοῖς ὕδασι τὴν | |
10 | βάσανον τῆς ἡγεμονίας ἐπίστευσεν· ἦν γὰρ εὐπρέπεια παρὰ τῷ Διὶ τὸ τιμώμενον. ἐλούσαντο δῆτα οἱ ὄρνιθες· εἶτα πρὸς τὸν Δία παλινδρομοῦσιν εὐθὺς καὶ τὴν ἑαυτοῦ ἕκαστος εὐπρέπειαν ἐπεδείκνυτο. ὁ δὲ κολοιὸς τὴν οἰκείαν δεδιὼς ἀμορφίαν τὴν τῆς φύσεως δημιουργίαν ἐνόθευσεν ἀλλοτρίῳ | |
15 | κόσμῳ τὴν ἑαυτοῦ καλλωπίζων ἀπρέπειαν. ἀλλ’ ἤλεγξε τὴν ἀμορφίαν ἡ γλαῦξ καὶ τὸν ἐπίπλαστον κόσμον ἐδείκνυε· τὸ γὰρ οἰκεῖον ἐπιγνοῦσα πτερὸν ὡς ἴδιον ἀφείλετο καὶ τοῖς ἄλλοις ὀρνέοις ἐδίδου παράδειγμα ἕκαστον ἀφαιρεῖσθαι τὸ ἴδιον. καὶ γέγονεν αὖθις ὁ κολοιὸς κολοιός. | |
20 | ὁ μῦθος οὗτος, ὦ Χρύσιππε, καθάπερ ὕπαρ τὴν ἀλήθειαν φθέγγεται πολλὴν σωφροσύνην ἡμῖν διηγούμενος. οὕτω γὰρ καὶ οἱ ἄνθρωποι οὐδὲν τῶν τῇδε κεκτήμεθα ἴδιον· ἀλλὰ | |
ζῶντες μὲν πρὸς ὀλίγον ἐπιπλάστῳ σεμνυνόμεθα κόσμῳ, τε‐ θνηκότες δὲ ἀφῃρήμεθα ἅπερ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα | 153 | |
25 | τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος ἐπιμελοῦ, τῆς ψυχῆς. τὸ μὲν γὰρ ἀίδιον καὶ ἀθάνατον, τὰ δὲ θνητὰ καὶ πρὸς ὀλίγον ἐστὶν ἡμέτερα. | |
2(t) | ΜΥΡΜΗΞ ΚΑΙ ΤΕΤΤΙΞ | |
1 | ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὁ τέττιξ ὀρχούμενος ὥρᾳ καύματος ἐκελάδει διάτορον καὶ τῆς ἑαυτοῦ ἁρμονίας αἰσθανόμενος ἐπετέρπετο. ὁ δὲ μύρμηξ παρῆν τοῖς θερί‐ ζουσι καὶ περὶ τὴν ἅλω τὰς διατριβὰς ἐπεποίητο καὶ τοῖς | |
5 | κόλποις τῆς γῆς τὴν ἑαυτοῦ τροφὴν ἐθησαύριζεν, οἷα προ‐ μηθέστερος ὢν ὁ μύρμηξ τοῦ τέττιγος. παρῳχήκει τοίνυν ἐκ τῶν βορείων ὁ ἥλιος, ἀπῆν τὸ μετόπωρον καὶ ὁ χει‐ μὼν ἐπεφοίτα τῇ γῇ, ἡ δὲ θάλαττα τὰς γαληναίας σπονδὰς διελύσατο, οἱ πλωτῆρες τοὺς λιμένας ὡς σωτῆρας ἠσπάζοντο, | |
10 | ὁ γεωργὸς ἐπὶ τὴν ἑαυτοῦ ἀλέαν κατέφευγε καὶ ὁ μύρμηξ ἐν τοῖς λαγόσι τῆς γῆς τοὺς πόνους εἶχεν ἑστίασιν ἐπιτή‐ δειον. ἱκέτευε δὲ ὁ τέττιξ τὸν φιλόπονον μύρμηκα τῶν θησαυρῶν μετασχεῖν, ὁ δὲ τὸν μελῳδὸν τῶν ἑαυτοῦ θυρῶν ἀπεπέμπετο πολὺν αὐτῷ τῆς ἀργίας καταχέων τὸν γέλωτα | |
15 | καὶ τῶν θερινῶν ᾀσμάτων αὐτὸν ἀνεμίμνησκε. διόπερ ὁ μὲν εἶχε λιμὸν τὴν ᾠδήν, ὁ δὲ τοὺς πόνους τροφήν. ἁρμόττει σοι ὁ μῦθος, Λυσίστρατε· ἀργὸς γὰρ ὢν ἀθλι‐ | |
ώτερος εἶ τοῦ πυρέσσοντος ἐσθίων μάτην διπλάσια. κτλ. | 154 |