|
TLG 0096 007 :: AESOPUS et AESOPICA :: Fabulae Themistii rhetoris AESOPUS et AESOPICA Scr. Fab. Fabulae Themistii rhetoris Citation: Fable — (line) | ||
1(t) | ΠΕΙΘΩ ΚΑΙ ΒΙΑ | |
| 1 | πεποίηται καὶ Αἰσώπῳ τῷ μυθοποιῷ ἅμιλλά τις Πειθοῦς καὶ Βίας καὶ ἀνύει τι μᾶλλον ἡ Πειθὼ τῆς Βίας ἐν τῷ μύθῳ καὶ γυμνοῖ πρόσθεν ὁ ἥλιος τῶν λάβρων πνευμάτων. οὕτως τέ φασι καὶ τοὺς γίγαντας ποιηταὶ ἐν τῇ μάχῃ | |
|---|---|---|
| 5 | τῇ πρὸς τοὺς θεοὺς τῷ μὲν Ἄρει μέχρι παντὸς ἀντισχεῖν, ὑπὸ δὲ τοῦ Ἑρμοῦ καὶ τῆς ῥάβδου κατακοιμηθῆναι. | |
2(t) | ΠΗΡΑΙ ΔΥΟ | |
| 1 | σοφὸς γὰρ ἦν Αἴσωπος ὁ μυθοποιός, ὃς ἔφη τοὺς ἀν‐ θρώπους δύο πήρας ἕκαστον φέρειν, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν. γέμειν δὲ κακῶν ἑκατέραν, ἀλλὰ τὴν μὲν ἔμπροσθεν τῶν ἀλλοτρίων, τὴν δὲ ὄπισθεν τῶν αὐτοῦ τοῦ | |
| 5 | φέροντος. καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τὰ μὲν ἐξ αὐτῶν | |
| κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται. | 152 | |