TLG 0096 006 :: AESOPUS et AESOPICA :: Fabulae Aphthonii rhetoris

AESOPUS et AESOPICA Scr. Fab.
(6 B.C.)

Cf. et VITAE AESOPI (1765)

Fabulae Aphthonii rhetoris

Source: Hausrath, A., Hunger, H. (eds.), Corpus fabularum Aesopicarum, vol. 1.2, 2nd edn. Leipzig: Teubner, 1959: 133–151.

Citation: Fable — (line)

1

(1t)

ΜΥΘΟΣ Ο ΤΩΝ ΤΕΤΤΙΓΩΝ ΚΑΙ ΤΩΝ ΜΥΡΜΗΚΩΝ
2tΠΡΟΤΡΕΠΟΜΕΝΟΣ ΤΟΥΣ ΝΕΟΥΣ
3tΕΙΣ ΠΟΝΟΝ
4θέρους ἦν ἀκμὴ καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνεβάλ‐
5λοντο σύντονον, τοῖς μύρμηξι δὲ πονεῖν ἐπῄει καὶ συλλέ‐ γειν καρπούς, ἐξ ὧν ἔμελλον τοῦ χειμῶνος τραφήσεσθαι. χειμῶνος δὲ ἐπιγεγονότος οἱ μύρμηκες μέν, οἷς ἐπόνουν, ἐτρέφοντο· τοῖς δὲ ἡ τέρψις ἐτελεύτα πρὸς ἔνδειαν. οὕτως νεότης πονεῖν οὐκ ἐθέλουσα παρὰ τὸ γῆρας κα‐
10κοπραγεῖ.

2

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΧΗΝΟΣ ΚΑΙ ΤΟΥ ΚΥΚΝΟΥ ΤΟΥΣ ΝΕΟΥΣ
2tΕΙΣ ΛΟΓΟΥΣ ΠΑΡΑΚΑΛΩΝ
3 ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἄμφω τρέφειν ἐβούλετο. ἔτρεφε δὲ οὐκ ἐφ’ ὁμοίοις βουλεύμασι· τὸν μὲν
5γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἐκέκτητο χάριν. ὡς δὲ ἔδει τὸν χῆνα παθεῖν, ἐφ’ οἷς ἐτρέφετο, νὺξ μὲν ἦν καὶ δια‐ γινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον, ὁ κύκνος δὲ ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς ᾠδῇ σημαίνει τὴν φύσιν καὶ τὴν τε‐ λευτὴν διαφεύγει τῷ μέλει.
10οὕτως ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἐργάζεται.133

3

(1t)

ΜΥΘΟΣ 〈Ο〉 ΤΩΝ ΙΚΤΙΝΩΝ ΚΑΙ ΚΥΚΝΩΝ ΠΑΡΑΙΝΩΝ
2tΜΗ ΜΙΜΕΙΣΘΑΙ ΤΑ ΜΗ ΠΡΟΣΗΚΟΝΤΑ
3 ὅσην τοῖς κύκνοις ἡ φύσις ᾠδήν, τοσαύτην ἰκτίνοις παρ‐ έσχε τὸ πρότερον. ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες
5εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς καὶ μιμεῖσθαι πειρώ‐ μενοι συναποβάλλουσιν ἃ εἶχον, οἷς μαθεῖν ἐπετήδευον. χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντο. φέρει τῶν προσόντων τὴν στέρησιν ἡ τοῦ μὴ προσήκον‐ τος μίμησις.

3bis

λέγεται ... τὸν ἰκτῖνα φωνὴν ἔχοντα παραπλησίαν τοῖς ἄλλοις ὄρνισιν ἐπιθέσθαι τῷ χρεμετίζειν ὥσπερ οἱ γενναῖοι τῶν ἵππων. εἶτα τοῦ μὲν ἐπιλαθόμενον, τὸ δὲ μὴ δυνηθέντα ἑλεῖν ἱκανῶς ἀμφοῖν στέρεσθαι καὶ φαυλότερον τῶν ἄλλων ὀρνίθων εἶναι τὴν φωνήν.

4

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΙΞΕΥΤΟΥ ΠΑΡΑΙΝΩΝ ΜΗ ΛΟΓΟΙΣ
2tΠΡΟΣΕΧΕΙΝ ΑΛΛ’ ΕΡΓΟΙΣ
3 ἰξευτὴς τέττιγος ἀκούσας μέγα τι θηράσειν ἐδόκει. μετρεῖ δὲ τὴν θήραν ἐκ τῆς ᾠδῆς παρερχόμενος. ὡς δὲ τὴν τέχ‐
5νην κινήσας εἷλε τὸ θήραμα, ᾠδῆς μὲν πλέον οὐδὲν ἐκο‐ μίσατο, κατῃτιᾶτο δὲ τὴν δόξαν ὡς ψευδῆ τοῖς πολλοῖς· κρίσιν ἐπάγουσαν.
οὕτως φαῦλοι δοκοῦσι μᾶλλον ἤπερ γεγόνασι.134

5

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΑΙΓΟΣ ΠΑΡΑΙΝΩΝ ΜΗ ΚΡΥΠΤΕΙΝ ΤΑ
2tΠΡΟΔΗΛΑ
3 αἶγα ἀποστᾶσαν ἀγέλης ἐπανάγειν αἰπόλος ἐπειρᾶτο πρὸς τὰς λοιπάς. ὡς δὲ φωναῖς καὶ συριγμοῖς χρώμενος οὐδὲν
5μᾶλλον ἤνυεν, λίθον ἀφεὶς καὶ τοῦ κέρως τυχὼν ἐδεῖτο τῷ δεσπότῃ μὴ κατειπεῖν. ἡ δὲ „ἀνούστατε“, εἶπεν, „αἰπό‐ λων, τὸ κέρας κεκράξεται, κἂν ἐγὼ σιωπήσωμαι.“ οὕτω λίαν εὐήθεις οἱ τὰ πρόδηλα κρύπτειν ἐθέλοντες.

6

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΑΙΘΙΟΠΟΣ ΔΗΛΩΝ ΤΑΣ ΦΥΣΕΙΣ ΜΗ
2tΜΕΤΑΒΑΛΛΕΣΘΑΙ
3 Αἰθίοπά τις ὠνήσατο τοιοῦτον εἶναι τὸ χρῶμα δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. καὶ παραλαβὼν οἴκαδε πάντα
5μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λουτροῖς ἐπειρᾶτο φαιδρύνειν. καὶ τὸ μὲν χρῶμα μεταβαλεῖν οὐκ ἔσχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν. μένουσι αἱ φύσεις ὡς προῆλθον τὸ πρότερον.

6bis

λέγει δὲ (Αἴσωπος ὁ μυθοποιός), ὅτι ὁ πριάμενος τὸν Ἰνδὸν ἐδυσχέραινε πρὸς τὴν χροιάν. ἀπονίζειν οὖν αὐτὸν ἐπειρᾶτο καὶ ἀποσμήχειν περιάγων κρήνας καὶ ποταμοὺς
καὶ ῥύμμασι χρώμενος καὶ χαλαστραίοις. ὡς δὲ αὐτῷ τὸ μὲν χρῶμα135
5ἔμενεν ἀκραιφνές, τὸ δέρμα δὲ ἐξετρίβετο, φιλονεικῶν [δὲ] κατέμαθε μόλις, ὅτι ἡ χροιὰ φύσις ἦν τῷ Ἰνδῷ καὶ ὅτι ῥᾷον αὐτοῦ τὴν ψυχὴν ἢ τὴν μελανίαν ἀφαιρήσεσθαι.

7

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΠΑΡΘΕΝΟΥ ΚΑΙ ΤΟΥ ΛΕΟΝΤΟΣ
2tΗΔΟΝΩΝ ΑΠΟΤΡΕΠΩΝ
3 λέων ἤρα παρθένου καὶ προσελθὼν τῷ πατρὶ τῆς παιδὸς ἐγγυῆσαι τὴν κόρην πρὸς γάμον ἐδεῖτο. δεδιὼς δὲ ὁ πατὴρ
5ἀπαρνήνασθαι μετὰ τῶν ὀδόντων ἐκβαλεῖν ἐπειρᾶτο τοὺς ὄνυχας, μὴ ταῦτα, λέγων, φόβον τῇ παιδὶ κατεργάσηται. καὶ πεισθεὶς ὁ λέων ὑπ’ ἔρωτος ἀμυντηρίων πρόσεισι γυ‐ μνός· προσιὼν δὲ ῥοπάλοις τὴν τελευτὴν ἀντηλλάσσετο. ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὸν κίνδυνον.

8

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΛΕΟΝΤΟΣ ΠΑΡΑΙΝΩΝ ΚΑΚΙΑΣ
2tΑΡΕΤΗΝ ΠΡΟΤΙΜΑΝ
3 γῆρας ἐλύπει τὸν λέοντα καὶ θηρᾶν οὐκ ἠδύνατο. βου‐ λόμενος δὲ πορίσασθαι τροφὴν νοσεῖν ὑπεκρίνατο καὶ σχή‐
5ματι νόσου πόρον τῆς τροφῆς ἀπειργάζετο. τὰ γὰρ πλεῖστα τῶν ζῴων προσιόντα φιλοφρονούμενος τροφὴν πρόχειρον ἔχων κατήσθιεν. ἑαλωκότων δὲ πολλῶν ἀλώπηξ συνεῖσα τῆς τέχνης ἐν προθύροις μὲν φιλοφρονεῖται τὸν λέοντα· τὰ δὲ τῶν ἑαλωκότων ἴχνη τῆς λύμης ἔλεγχον ἔφερον.
10οὕτω σοφία πανουργίας ἐπικρατεῖ.136

9

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΟΝΟΥ ΠΑΡΑΙΝΩΝ ΜΗ ΚΑΚΟΥΣ ΕΥ ΠΟΙΕΙΝ
2 ὄνος ἐζήτει τὸν ἰασόμενον ἐμπαρέντος αὐτοῦ τῷ ποδὶ σκόλοπος. κατοκνούντων δὲ τῶν πολλῶν μόνος ὁ λύκος ὑπισχνεῖτο τὴν ἴασιν καὶ τοῖς ὀδοῦσιν ἐξαιρεῖται † τοῦ πά‐
5θους. ὁ δὲ τῷ σωθέντι ποδὶ τὸν ἰασάμενον ἔπληττεν. οὕτως οἱ πονηροὶ χάριτος ἀμοιβὰς ἀντεισφέρονται βλάβας.

10

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΟΝΟΥ ΠΑΡΑΙΝΩΝ ΜΗ ΠΛΕΙΟΝΩΝ ΕΡΑΝ
2 ὄνος ἐπεθύμει λέων εἶναι δοκεῖν. καὶ μεταθεῖναι τὴν φύ‐ σιν οὐκ ἔχων ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον καὶ λεοντῆν περικείμενος οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαί‐
5νετο πόνους· καὶ πνεύσας βιαιότερον ἄνεμος γυμνοῖ μὲν αὐτὸν τοῦ προκαλύμματος, φανέντα δὲ ὄνον ῥοπάλοις ἀνῄ‐ ρουν, ὧν τοὺς πόνους κατήσθιεν. κόσμος ἐπείσακτος τοῖς χρωμένοις γίνεται κίνδυνος.

10bis

ὄνος καὶ λεοντῆ ... νεμεσῶ γὰρ καὶ τῷ ὄνῳ Αἰσώπου, ἀκούων ὅτι ὄνος ὢν ἠμπ‐ έσχετο λεοντῆν. ταύτῃ τοι ξυνελθόντα παιδάρια ξαίνει τε αὐτὸν
τοῖς ῥοπάλοις καὶ ἀφαιρεῖται τῆς δορᾶς τε καὶ τοῦ φρονήματος.137

11

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΚΑΡΚΙΝΟΥ ΠΑΡΑΙΝΩΝ ΜΗ ΣΥΜ‐
2tΒΟΥΛΕΥΕΙΝ ΑΔΥΝΑΤΑ
3 ἡ μήτηρ πρὸς τὸν καρκίνον· „τί δὴ λοξή, ἥν, ὦ παῖ, βα‐ δίζεις ὁδόν, ὀρθὴν ἰέναι προσῆκον;“ ὁ δὲ πρὸς αὐτήν· „ἡ‐
5γοῦ τῆς ὁδοῦ, ὦ μῆτερ, καὶ πρὸς αὐτὴν βαθίζειν πειράσο‐ μαι.“ τῆς δὲ βαδίζειν ἀπορούσης ὀρθῶς κατήγορος ὁ παῖς τῆς παρανοίας ἐγένετο. ῥᾷον παραινεῖν, ἃ πονεῖν ὑπῆρξεν ἀδύνατον.

12

(1t)

ΜΥΘΟΣ Ο ΤΩΝ ΑΛΕΚΤΡΥΟΝΩΝ ΜΕΤΡΙΑΖΕΙΝ
2tΠΑΡΑΙΝΩΝ ΕΝ ΤΟΙΣ ΕΥΤΥΧΗΜΑΣΙ
3 ἀλεκτρυόνες συμπεσόντες ἀλλήλοις ὡς νόμος εἶχεν ἐμά‐ χοντο. καὶ ὁ μὲν νικηθεὶς κλίνῃ ὑποδὺς ἀπεκρύπτετο, ὁ δὲ
5νενικηκὼς ἐπὶ στέγους ἀρθεὶς ἀνέκραγε μέγιστον τὴν νίκην κατάδηλον ἐξ ᾠδῆς ἐργαζόμενος. καὶ καταπτὰς ἀετὸς τοῦ‐ τον ἁρπάζει λαβών.
νίκης ἀσφάλεια μετριότης φρονήματος.138

13

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΙΠΠΟΥ ΠΑΡΑΙΝΩΝ ΣΚΟΠΕΙΝ ΤΑ
2tΑΝΘΡΩΠΙΝΑ
3 ἵππον ἐλύπει τὸ γῆρας καὶ μυλῶνα ἀντὶ μάχης ἐλάμβα‐ νεν. ὡς δὲ ἀλήθειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκάζετο, τὴν
5παροῦσαν ἐδάκρυε τύχην, τῆς δὲ πρώτης ἐμέμνητο· „ἐμοί,“ λέγων, „ὦ μυλωρέ, στρατεύεσθαι μὲν ὑπῆρχε πρότερον, κόσμος δὲ παντὶ περιέκειτο σώματι καὶ θεραπεύων παρη‐ κολούθει τις ἄνθρωπος. νῦν δὲ οὐκ οἶδα, ὅ τι παθὼν ἀν‐ τιλαμβάνω τὸν μυλῶνα τῆς μάχης.“ καὶ ὁ μυλωρὸς πρὸς
10αὐτόν· „ἐπίσχες,“ ἔφη, „τὰ πάλαι θρυλῶν. ἡ τύχη γὰρ θνητοῖς τὴν ἐφ’ ἑκάτερα φέρειν οἶδε μεταβολήν.“

14

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΠΕΛΑΡΓΟΥ ΠΑΡΑΙΝΩΝ ΜΗ ΣΥΝΕΙ‐
2tΝΑΙ ΚΑΚΟΙΣ
3 γεωργὸν ἠδίκουν οἱ γέρανοι τὰ καταβαλλόμενα τῇ γῇ προαρπάζοντες σπέρματα. πελαργὸς δέ τις τοῖς γεράνοις
5συνῆν, τῆς μὲν διατριβῆς κοινωνῶν, τῆς δὲ βλάβης οὐ με‐ τασχών. ἀπειπὼν δὲ πυρῶν τὴν βλάβην ὁ γεωργὸς βρό‐ χους στησάμενος μετὰ τῶν γεράνων εἷλε τὸν πελαργὸν καὶ δίκην ὑπεῖχεν, ὧν οὐδὲν προηδίκησεν.
ὁ συνὼν πονηροῖς τὴν αὐτὴν αὐτοῖς ὑποστήσεται δίκην.139

15

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΚΑΜΗΛΟΥ ΤΗΝ ΕΠΙΘΥΜΙΑΝ ΚΑΚΙ‐
2tΖΩΝ ΤΟΥ ΠΛΕΙΟΝΟΣ
3 εἶδεν εἰς ταῦρον ἡ κάμηλος καὶ κεράτων ἐπεθύμει μετα‐ λαβεῖν. προσελθοῦσα οὖν τῷ Διὶ κερῶν ᾔτει τυχεῖν. ὁ δὲ
5τῆς ἀπληστίας μισήσας Ἑρμῇ κελεύει προσαφελέσθαι τῶν ὤτων· ὅθεν καμήλῳ ταῦτα τοῦ λοιποῦ καταδεέστερα σώματος. ὁ πλειόνων ἐρῶν καὶ τῶν προσόντων ἀποστερεῖται.

16

(1t)

ΜΥΘΟΣ Ο ΤΩΝ ΤΑΥΡΩΝ ΠΑΡΑΙΝΩΝ ΕΙΣ ΟΜΟΝΟΙΑΝ
2 ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο. λέων δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος. καὶ συνόντας μὲν ἑλεῖν οὐκ ἐδύνατο, διαστάντας δὲ προῃρεῖτο χειρώσασθαι.
5καὶ συγκρούσας ἀλλήλοις ἐν μέρει διαστήσας ἀπέκρινε, καὶ καθ’ ἕκαστον προχειρότερον ἔφθειρεν, οὓς κοινῇ συνόντας ἠπόρει χειρώσασθαι. οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.

16bis

λέων καὶ ταῦροι δύο ταῦροι δύο μιᾶς ἡγεῖσθον ἀγέλης, ξυννόμω τε ὄντε καὶ ὅτι μά‐ λιστα φίλω. ὁ λέων δὲ αὐτοῖν τὴν ξύστασιν ἐδεδίει, καὶ οὔτε αὐτοὺς ἐθάρσει οὔτε δι’ αὐτοὺς τὴν ἀγέλην. κακῶς οὖν ὑπὸ λιμοῦ διακείμενος
5ἔρχεται ἐπὶ τὴν κερδώ, καὶ ξυμμαχίαν ὁμολογοῦσι. τῇ δὲ ἄρα τοσοῦτον κακουργίας καὶ δεινότητος περιῆν, ὥστε προσενεγκοῦσά τινα μηχα‐ νὴν διέστησέ τε αὐτὼ καὶ ἐξέμηνε κατ’ ἀλλήλοιν καὶ παραδέδωκε
τῷ λέοντι δίχα ἑκάτερον εὐτρεπῆ καὶ εὔκολον θήραν.140

17

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΕΛΑΦΟΥ ΝΟΥΘΕΤΕΙΝ ΠΑΡΑΙΝΩΝ
2tΤΟΝ ΚΑΙ ΠΡΑΞΑΙ ΔΥΝΑΜΕΝΟΝ
3 ἔλαφον ἡ μήτηρ ἐνουθέτει ταῦτα λέγουσα· „κέρας, ὦ παῖ, παρὰ τῆς φύσεως εἴληφας, μεγέθει δὲ διενήνοχας σώματος·
5καὶ οὐκ οἶδα ὅ τι παθὼν ἀποδιδράσκεις ἐπιόντας τοὺς κύ‐ νας.“ ταῦτα ἦν, καὶ κυνῶν δρόμος ἠκούετο πόρρωθεν. ἡ δὲ μένειν τῷ παιδὶ παραινέσασα αὐτὴ τῆς φυγῆς προ‐ κατήρξατο. παραινεῖν ἕτοιμον, ἃ ποιεῖν ἀπορώτερον.

18

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΕΛΑΦΟΥ ΠΑΡΑΙΝΩΝ ΤΗΝ ΠΕΙΡΑΝ
2tΑΝΑΜΕΝΕΙΝ ΕΙΣ ΚΡΙΣΙΝ
3 ἔλαφον τὸ θέρος ἐπὶ ναμάτων ἐκόμιζε χρείαν. ἀφικό‐ μενος δὲ 〈καὶ〉 παραστὰς ἑαυτὸν ἐθεᾶτο τοῖς νάμασι καὶ
5τὸ μὲν κέρας τῆς πλοκῆς ἀπεθαύμαζε, κατῃτιᾶτο δὲ τῶν ποδῶν τὴν ἀσθένειαν. καὶ τὴν φύσιν κατ’ ἄμφω τιμῶντός τε καὶ κακίζοντος οἱ θηρῶντες προσῄεσαν. ὁ δὲ τοῖς μὲν κατηγορουμένοις διαφεύγει ποσί, τοῖς δὲ ἐπαινουμένοις ἁλίσκεται κέρασιν.

19

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΚΟΛΟΙΟΥ ΠΑΡΑΙΝΩΝ ΜΗ ΜΕΙΖΟΝΩΝ
2tΕΡΑΝ
3ἀετὸς ἀρνίον ἁρπάσας ἐντεῦθεν ἐτρέφετο. κολοιὸς δέ τις
ἑωρακὼς ἐνεχείρει τοῖς ἴσοις καὶ καταπτὰς ἐπὶ ποίμνην141
5τῶν κριῶν λαβεῖν ἐπειρᾶτο τὸν μέγιστον. καὶ περιπαρεὶς τοῖς ἐρίοις τοὺς ὄνυχας ἑάλω μᾶλλον ἢ θηρᾶσαι δε‐ δύνηται. τὸ μεῖζον ἀεὶ τοῖς καταδεεστέροις καθέστηκε σφαλερόν.

20

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΑΛΩΠΕΚΟΣ ΠΑΡΑΙΝΩΝ ΜΗ ΒΛΕ‐
2tΠΕΙΝ ΤΑ ΜΕΙΖΟΝΑ
3 ἀλώπηξ λέοντι συνῆν ἐν ὑπηρέτου προσχήματι. καὶ ἡ μὲν ἄγρας ἐμήνυεν, ὁ δὲ ἐμπίπτων ἐλάμβανεν. ἑκατέρῳ
5τοίνυν πρὸς τὴν ἀξίαν διῃρεῖτο μερίς. ζηλοτυπήσασα δὲ ἡ ἀλώπηξ τῶν πλειόνων τὸν λέοντα θηρᾶν ἀντὶ τοῦ μη‐ νύειν ᾑρεῖτο. καὶ πειρωμένη ποίμνης τι λαβεῖν κατέστη πρώτη τοῖς θηρῶσιν εἰς θήραμα. ἄρχεσθαι μᾶλλον ἀσφαλῶς ἄμεινον ἢ κρατεῖν σφαλερῶς.

21

(1t)

ΜΥΘΟΣ Ο ΤΩΝ ΠΡΟΒΑΤΩΝ ΠΑΡΑΙΝΩΝ ΑΠΑΤΩΣΙ
2tΜΗ ΠΕΙΘΕΣΘΑΙ
3 οἱ λύκοι πρὸς τὰ πρόβατα· „τί δὲ ἡμῖν ἄσπονδος ἀεὶ καὶ ἀκήρυκτος πόλεμος; αἴτιοι δὲ οἱ κάκιστα ἀπολούμενοι
5κύνες, οἳ προσιόντας μὲν ἡμᾶς ὑλακτοῦσιν, οὐδὲν δὲ ἠδικη‐ κότας συγκρούουσιν. ἀλλ’ εἰ τούτους ἐκποδὼν στήσετε, σπον‐
δαὶ ἐνθένδε καὶ καταλλαγαὶ καταστήσονται.“ εἶπον εἰς ἀπά‐ την· τὰ δὲ ῥᾳδίως ὑπήγετο. καὶ οἱ μὲν κύνες ἐλήλαντο, αὐτὰ δὲ ἔρημα φυλακῆς διεφθείρετο.142
10ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὸν κίνδυνον.

22

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΕΛΑΙΑΣ ΚΑΙ ΤΗΣ ΣΥΚΗΣ ΣΩΦΡΟ‐
2tΝΕΙΝ ΠΑΡΑΙΝΩΝ ΤΗ ΝΕΟΤΗΤΙ
3 ἐλαία κατεγέλα συκῆς ὡς αὐτὴ μὲν ἀνθοῦσα πρὸς ἅπα‐ σαν ὥραν, συκῆς δὲ τὸ ἄνθος συμμεταβαλούσης ταῖς ὥραις.
5ταῦτ’ ἦν, καὶ καταρρυεῖσα χιὼν τὴν μὲν ἐλαίαν κομῶσαν εὑροῦσα τοῖς θαλλοῖς ἐνιζάνουσα σὺν τῷ κάλλει καθάπαξ ταύτην διέφθειρεν, τὴν δὲ φύλλων εὑροῦσα γυμνὴν οὐδὲν ἠδίκει πρὸς γῆν ὑπορρέουσα. κάλλος μὴ σωφρονοῦν τοῖς κεκτημένοις καθέστηκεν
10ὄνειδος.

23

(1t)

ΜΥΘΟΣ Ο ΤΩΝ ΛΑΓΩΩΝ ΤΟΥΣ ΑΤΥΧΟΥΝΤΑΣ
2tΨΥΧΑΓΩΓΩΝ
3 θάνατον ἑαυτῶν κατεψηφίζοντο λαγωοί. καὶ τελευτᾶν μὲν ἐδόκει, τὸ δὲ ὅποι ζητεῖν ὑπελείπετο. λίμνην δὲ τῷ
5θανάτῳ προσήκοντα χῶρον ὁρίσαντες ἔθεον ἅπαντες ὡς
παρὰ ταύτην ἀποθανούμενοι. προσιόντων δὲ τὸν κτύπον οὐκ ἤνεγκαν οἱ παρὰ τὰς ὄχθας διατρίβοντες βάτραχοι, τοὺς δὲ τῆς λίμνης μυχοὺς κατελάμβανον. ἃ δὴ πρεσβύτης ἑωρακὼς λαγωός· „λελύσθω,“ ἔφη, „τοῦ θανάτου ἡ ψῆφος·143
10πεφήνασι γὰρ ἡμῶν ἀνανδρειότεροι.“ ψυχαγωγοῦσι τοὺς ἀτυχήσαντας οἱ μᾶλλον κακοπραγή‐ σαντες.

24

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΒΑΤΡΑΧΟΥ ΚΡΙΝΕΙΝ ΠΡΟ ΤΟΥ
2tΤΕΛΟΥΣ ΤΟΝ ΥΠΙΣΧΝΟΥΜΕΝΟΝ
3 ὁ βάτραχος τῆς τῶν ἰατρῶν κατηλαζονεύετο τέχνης πάντα μὲν εἰδέναι φάρμακα γῆς ὑπισχνούμενος, πᾶσι δὲ μόνος εἰς
5ὑγείαν ἀρκέσειν. καὶ παρεστῶσα τοῖς λόγοις ἀλώπηξ τὸ ψεῦδος ἀπὸ τοῦ χρώματος ἤλεγχε· „τί δῆτα“ λέγουσα „νόσου μὲν τοὺς ἄλλους ἐλευθεροῖς, νόσου δὲ φέρεις ἐπὶ τῆς ὄψεως σύμβολον;“ ἀλαζονεία τὸν ἔλεγχον εὕρατο.

25

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΛΥΚΟΥ ΠΑΡΑΙΝΩΝ ΜΗ ΦΑΥΛΟΥΣ
2tΕΥΕΡΓΕΤΕΙΝ
3 λύκῳ περιπείρεται ὀστέον καὶ ἐζήτει τὸν ἰασόμενον. ἑκά‐ στου δὲ τὴν πρὸς αὐτὸν ἴασιν φεύγοντος μόνη τῶν ἄλλων
5ἐπὶ ῥητοῖς ὑπέσχετο ποιήσειν ἡ γέρανος καὶ καθεῖσα τὴν
κεφαλὴν ἐξαιρεῖται τοῦ πάθους τὸν λύκον. καὶ προσαιτου‐ μένη μισθὸν τῆς ἰάσεως ἀρκοῦντα μισθὸν ὁ λύκος ἔλεγεν τὴν κεφαλὴν ἔχειν ἀκέραιον. πονηροὶ σωθέντες ἀδικοῦσι τοὺς σώσαντας.144

26

(1t)

ΜΥΘΟΣ Ο ΤΩΝ ΜΥΩΝ ΠΑΡΑΙΝΩΝ ΣΤΕΡΓΕΙΝ ΤΑ ΜΕΤΡΙΑ
2 μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυὶ καὶ τὴν φιλίαν πιστούμενος πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν παρελάμβανε καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ φέρειν οἶδε
5τοῖς ἐνοικοῦσιν ἀγρός. ἀμειβόμενος δὲ τὴν ξενίαν ὁ ἀστι‐ κὸς εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε καὶ εἰς ἀνδρὸς εὐ‐ πόρου παρελάμβανεν οἶκον. ὡς δὲ τῶν ὄντων ἤδη προσ‐ άπτεσθαι ἤθελον, προσιών τις ἀνέκοπτε. καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο πείρας, ὁσάκις ἐπειρῶντο με‐
10ταλαμβάνειν. καὶ τελευταῖον ὁ ἀρουραῖος· „ἄπειμι,“ ἔφη, „τὴν ἐν ἀγροῖς προτιμῶν μετριότητα τῆς ἐν ἄστει τρυφῆς.“ οὕτως οἱ μέτρια κτώμενοι τῶν πλουτούντων εἰσὶν αἱρε‐ τώτεροι.

27

(1t)

ΜΥΘΟΣ Ο ΤΩΝ ΜΕΛΙΣΣΩΝ ΚΑΙ ΤΟΥ ΠΟΙΜΕΝΟΣ
2tΠΑΡΑΙΝΩΝ ΠΟΝΗΡΟΙΣ ΜΗ ΤΙΘΕΣΘΑΙ ΚΕΡΔΕΣΙΝ
3 ἐν κοίλῃ δρυὶ μέλι κατειργάζοντο μέλισσαι. ποιμὴν δέ τις αὐταῖς ἐργαζομέναις περιτυχὼν ἀφελέσθαι προῃρεῖτο τοῦ
5μέλιτος. αἱ δὲ ἄλλοθεν ἄλλαι περιιπτάμεναι αὐτὸν ὤθουν τοῖς κέντροις. καὶ τελευταῖον ὁ ποιμήν „ἄπειμι,“ ἔφη, „μη‐ δὲν δεόμενος μέλιτος, εἰ δεῖ μελίσσαις περιτυχεῖν.“ τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.145

28

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΑΕΤΟΥ ΚΑΙ ΤΟΥ ΔΡΑΚΟΝΤΟΣ
2tΠΑΡΑΙΝΩΝ ΑΡΧΕΣΘΑΙ ΧΑΡΙΤΟΣ
3 δράκων καὶ ἀετὸς συμπλακέντες ἀλλήλοις ἐμάχοντο. καὶ ὁ μὲν δράκων εἶχε τὸν ἀετὸν συλλαβών. γεωργὸς δὲ ἰδὼν
5λύσας τὴν πλοκὴν τοῦ δράκοντος αὐτόνομον ἀφῆκε τὸν ἀετόν. χαλεπήνας δὲ ἐπὶ τούτοις ὁ δράκων ἰὸν ἐπαφῆκε τῷ τοῦ σώσαντος πόματι. πιεῖν δὲ τοῦ γεωργοῦ πρὸς ἄγνοιαν μέλλοντος ὁ ἀετὸς καταπτὰς τῶν τοῦ γεωργοῦ χειρῶν ἐξαιρεῖται τὴν κύλικα.
10τοὺς εὖ ποιοῦντας μένουσι χάριτες.

29

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΚΟΡΑΚΟΣ ΚΑΙ ΤΗΣ ΑΛΩΠΕΚΟΣ
2tΠΑΡΑΙΝΩΝ ΑΠΑΤΩΣΙ ΜΗ ΠΕΙΘΕΣΘΑΙ
3 τῷ κόρακι τὸ θήραμα τυρὸς ἦν καὶ ἐν μετεώρῳ φέρων ἐκάθητο. ἰδοῦσα δὲ ἀλώπηξ ἀπάτῃ περιενόστει τὸν κόρακα·
5„τί ταῦτα;“ λέγουσα, „μετριότητι μέν, ὦ κόραξ, διενήνοχας σώματος, χροιὰν δὲ φέρεις τῇ τῶν ὀρνίθων ἡγεμονίᾳ προσ‐ ήκουσαν· εἰ δὲ καὶ φωνὴ παρῆν, ἅπασαν 〈ἂν〉 εἶχες τὴν τῶν
ὀρνίθων ἀρχήν.“ εἶπε πρὸς ἀπάτην. ὁ δὲ ὑπαχθεὶς τὸν τυρὸν ἐκβαλὼν ἀνέκραγε μέγιστον φωνῆς ἐπίδειξιν τὴν146
10ἀφαίρεσιν ποιῶν τοῦ θηράματος. ἡ δὲ λαβοῦσα· „φωνὴ μέν,“ εἶπε, „κόραξ, προσῆν, ὁ δὲ νοῦς ἐπιλέλοιπεν.“ ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὴν βλάβην.

30

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΣΥΟΣ ΕΚΑΣΤΩ ΔΙΔΟΥΣ ΤΑ ΟΙΚΕΙΑ ΜΑΘΕΙΝ
2 ἐξ ἀγροῦ τις ἤγρευσε σῦν, αἶγα καὶ πρόβατον· ὄνος δὲ πάντα ἦγεν εἰς ἄστυ. καὶ τὰ μὲν ἄλλα καθῆστο σιγῇ, μόνη δὲ ἡ ὗς μεγέθει βοῆς παρηνώχλει τὸν ἄγοντα. καὶ οὗτος
5πρὸς αὐτήν „τί δῆτα,“ ἔφη, „κομιδὴν ἥσυχον ἅμα τοῖς ἄλλοις οὐ ποιῇ;“ „ὅτι γάλακτος μὲν ἕνεκεν αἴξ, ἐρίων δὲ χάριν ἄγεται πρόβατον, ἐγὼ δὲ σφαγῆσ“ προσεῖπεν ἡ σῦς. οἶδε τὴν πρόφασιν ἕκαστος τὴν ἰδίαν.

31

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΚΟΛΟΙΟΥ ΠΑΡΑΙΝΩΝ ΤΗΝ ΠΛΕΟΝΕ‐
2tΞΙΑΝ ΜΙΣΕΙΝ
3 κάλλους ἦν ἀγὼν καὶ παρὰ τῷ Διὶ κριθησόμενοι πάντες οἱ ὄρνεις ἐφοίτων Ἑρμοῦ τὴν κυρίαν ὁρίζοντος. ποταμούς
5τε καὶ λίμνας ἅπαντες κατελάμβανον τὰ μὲν φαῦλα τῶν πτερῶν ἀποβάλλοντες, τὰ δὲ κρείττω φαιδρύνοντες. κολοιὸς δὲ οὐδὲν εὐπρεπὲς ἔχων ἀπὸ τῆς φύσεως, ἃ τῶν ἄλλων ἐξέπιπτε, ταῦτα οἰκεῖον συνέθηκε κόσμον. γλαῦξ δὲ μόνη
ἐπιγνοῦσα τὸ ἑαυτῆς ἀφῃρεῖτο τὸν κολοιὸν καὶ τὰ ἄλλα147
10πράττειν 〈οὕτωσ〉 ἀνέπειθεν. ἀφαιρεθεὶς δὲ τὰ 〈πτερὰ〉 παρὰ πάντων ὁ κολοιὸς γυμνὸς εἰς τὴν Διὸς ἀφίκετο κρίσιν. κόσμος ἐπείσακτος αἰσχύνη τοῖς ἔχουσιν.

32

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΤΟΞΟΤΟΥ ΛΕΓΩΝ ΠΛΕΙΟΝΑ ΤΗΝ
2tΕΠΙΒΟΥΛΗΝ ΤΩΝ ΟΙΚΕΙΩΝ ΑΝΔΡΩΝ
3 τοξότης ἀετοῦ κατεστοχάζετο καὶ βέλος ἀφεὶς εἷλε τὸν ἀετόν. ἐπιστραφεὶς δὲ ὁ ἀετὸς καὶ τὸ βέλος ἰδὼν ἐπτερω‐
5μένον τοῖς οἰκείοις πτεροῖς ἔφη· „τὰ παρ’ αὑτῶν τοῖς πολ‐ λοῖς πραγμάτων οἰκείων ἐπιβουλή.“

33

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΑΛΙΕΩΣ ΑΥΛΗΤΟΥ ΠΑΡΑΙΝΩΝ
2tΤΑΙΣ ΤΕΧΝΑΙΣ ΠΡΟΣΦΟΡΩΣ ΧΡΗΣΘΑΙ
3 ἀνὴρ ἁλιεὺς ὁμοῦ καὶ αὐλεῖν ἐπιστάμενος τοὺς αὐλοὺς λαβὼν καὶ τὰ δίκτυα παρὰ τὴν θάλασσαν οὐδὲν εἶχε λα‐
5βεῖν. ὡς δὲ τοῖς αὐλοῖς ἠπόρει θηρᾶν, τούτους ἀφεὶς ἐπὶ τὸ δίκτυον ᾔει καὶ χρώμενος εἷλεν, οὓς αὐλῶν οὐκ ἐθήρασεν. γέρας αἱ τέχναι τοῖς προσήκουσι πράγμασι νέμουσιν.

34

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΛΕΟΝΤΟΣ ΚΑΙ ΤΟΥ ΑΝΘΡΩΠΟΥ
2tΠΑΡΑΙΝΩΝ ΔΙΚΑΙΟΣΥΝΗΝ ΑΓΑΠΑΝ ΚΑΙ ΜΗ
3tΜΕΓΑΛΑΥΧΕΙΝ
4εἰς ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προῆλθον· καὶ ὁ μὲν
5ἀνὴρ τὸ τῶν ἀνθρώπων κρεῖττον ἀπέφαινε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος. καὶ πρὸς ἐκεῖνον ὁ λέων· „εἰ δὲ καὶ παρ’ ἡμῖν ἦσαν γλύφοντες, πλείους ἂν148
10εἶδες ἑαλωκότας ἐκ λεόντων ἀνθρώπους ἢ παρὰ ἀνθρώ‐ πων λέοντας.“ ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης.

35

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΚΥΝΟΣ ΠΑΡΑΙΝΩΝ ΑΠΛΗΣΤΙΑΝ ΦΕΥΓΕΙΝ
2 κρέας ἁρπάσας τις κύων παρ’ αὐτὴν διῄει τὴν ὄχθην τινὸς ποταμοῦ. καὶ θεωρῶν τὴν σκιὰν διπλασίαν τοῖς νά‐ μασιν, ὃ μὲν εἶχεν ἀφῆκε· πειρώμενος δὲ λαβεῖν τὸ μεῖζον
5συνδιαμαρτάνει μετὰ τοῦ μετρίου τοῦ πλείονος. [τὸ ἐν χερσὶ μικρὸν τοῦ ἐλπιζομένου μείζονος κρεῖσσον.]

36

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΔΡΥΟΣ ΚΑΙ ΤΟΥ ΚΑΛΑΜΟΥ ΠΑΡΑΙ‐
2tΝΩΝ ΜΗ ΙΣΧΥΙ ΘΑΡΡΕΙΝ
3 εἰς ἔριν δρυὶ καθίστατο κάλαμος. ἡ μὲν γὰρ αὑτὴν τῆς ἰσχύος ἐθαύμαζε καὶ πρὸς τὴν τῶν ἀνέμων ἀντέχειν ἠλα‐
5ζονεύετο μάχην, τῆς δὲ ἀσθενείας κατῃτιᾶτο τὸν κάλαμον εἴκειν ἅπασι πεφυκότα τοῖς πνεύμασι. ταύτῃ τοι· καὶ πνεύ‐ σαντος ἀνέμου σφοδρότερον ἡ μὲν πρόρριζος ἀνθεστῶσα κατέπεσεν· ὁ δὲ ἀκέραιος κατακλινόμενος ἔμεινε.
ὁ καιροῖς ὑπείκων οὐκ ἐκπεσεῖται τοῦ σώζεσθαι.149

37

(1t)

ΜΥΘΟΣ 〈Ο〉 ΤΗΣ ΑΜΠΕΛΟΥ
2 ἄμπελος ἐκόμα βότρυσι, παραπλήσιον δὲ ἦν τοῖς καρποῖς καὶ τὸ βλάστημα. τράγος δέ τις ὕβρει χρώμενος πλείονι τῆς ἀμπέλου παρέτρωγε καὶ διελυμαίνετο προσιὼν τοῖς
5βλαστήμασιν. ἡ δὲ πρὸς αὐτὸν εἶπεν· „μένει σε τῆς ὕβρεως δίκη· σὺ μὲν γὰρ ἔσῃ οὐ μακρὰν ὕστερον ἱερεῖον τοῖς θύμα‐ σιν, ἐγὼ δὲ παρ’ ἐμαυτῆς ἐπισπείσω τὸν οἶνον.“ ἃ δρᾷ τις καὶ πείσεται.

38

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΓΕΩΡΓΟΥ ΚΑΙ ΤΗΣ ΑΛΩΠΕΚΟΣ
2 γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος αὐξανό‐ μενον λήιον καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους ἐζήτει. καὶ θηράσας ἀλώπεκα προσάψας δαλὸν πρὸς τὸ τοῦ γεί‐
5τονος ἀφίησι λήιον. ἡ δὲ καθ’ ἣν ἀφεῖτο μὴ παριοῦσα βου‐ λομένου τοῦ δαίμονος τὸ τοῦ πέμψαντος ἐνέπρησε λήιον.
πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι βλάβης.150

39

(1t)

ΜΥΘΟΣ Ο ΤΗΣ ΤΡΟΦΟΥ ΚΑΙ ΤΟΥ ΛΥΚΟΥ ΠΑΡΑΙ‐
2tΝΩΝ ΜΗ ΕΛΠΙΔΙ ΜΕΝΕΙΝ ΠΡΟ ΕΚΒΑΣΕΩΣ
3 τηθὴν ἐλύπει δακρύον παιδίον. ὡς δὲ ἐνοχλούμενον οὐκ ἐπαύετο, ἠπείλει λύκῳ παραβαλεῖν, εἰ μὴ παύσαιτο. λύκος
5δέ τις παρατυχὼν ἔμενε τὸν λόγον ἐκβῆναι πρὸς ἔργον. καὶ τὸ μὲν παιδίον ἐδεδώκει πρὸς ὕπνον. κενὸς δὲ ὁ λύκος ἀπεχώρει θήρας τῆς τε παρούσης καὶ τῆς ἀλλαχόθεν ἐλπι‐ ζομένης γενήσεσθαι. ἄπορον ἐλπὶς μὴ προσλαβοῦσα τὴν ἔκβασιν.

40

(1t)

ΜΥΘΟΣ Ο ΤΟΥ ΚΟΡΑΚΟΣ ΠΑΡΑΙΝΩΝ ΤΗ ΦΥΣΕΙ
2t[ΜΗ] ΠΕΙΘΑΡΧΕΙΝ
3 ἑωρακὼς τὸν κύκνον ὁ κόραξ ἐζήλου τοῦ χρώματος. οἰηθεὶς δὲ εἶναι τοιοῦτον, οἷς ἀπελούετο, τοὺς βωμοὺς
5ἐκλιπών, ὅθεν ἐτρέφετο, λίμναις καὶ ποταμοῖς ἐνδιέτριβε. καὶ τὸ μὲν 〈χρῶμα τὸ〉 σῶμα φαιδρύνων οὐκ ἤμειβεν, τροφῆς δὲ ἀπορῶν διεφθείρετο.
φύσιν οὐκ οἶδε μεταβάλλειν ἡ δίαιτα.151