TLG 0096 005 :: AESOPUS et AESOPICA :: Fabulae Libanii

AESOPUS et AESOPICA Scr. Fab.
(6 B.C.)

Cf. et VITAE AESOPI (1765)

Fabulae Libanii

Source: Hausrath, A., Hunger, H. (eds.), Corpus fabularum Aesopicarum, vol. 1.2, 2nd edn. Leipzig: Teubner, 1959: 130–132.

Citation: Fable — (line)

1

(t)

ΛΥΚΟΙ ΚΑΙ ΠΡΟΒΑΤΑ
1 οἱ λύκοι παρὰ τῶν προβάτων εἰρήνην καὶ ἡσυχίαν ᾔτουν καὶ „ἥδε ἡ ἡμέρα μεγάλων ἄρξει ἀγαθῶν ὑμῖν τε καὶ ἡμῖν,“ ἔλεγον. „ἀπαλλαγεῖσι γὰρ πολέμου καὶ κακῶν ἐξέσται παρ’ ἀλλήλους φοιτᾶν ἀδεῶς. σπενδώμεθα τοίνυν.
5ἀλλ’ εἰ μέλλει τι βέβαιον ἔσεσθαι ταῖς σπονδαῖς καὶ οὐ γρά‐ ψαντες αὐτίκα λύσομεν, τοὺς πονηροὺς καὶ πολεμίους κύ‐ νας ἀποδιωκτέον ὑμῖν, ἐπεὶ καὶ νῦν παρὰ τούτων ἡ ταραχὴ καὶ τὸ ὑποπτεύεσθαι τοὺς λύκους. πολλάκις γὰρ ἁπλῶς παριόντας ἡμᾶς τὰ ποίμνια προεκπηδῶντες ὑλακτοῦσιν, οἱ
10δὲ οὐ σφόδρα θέλοντες παροξύνονται καὶ λυποῦσι. τί οὖν ὑμῖν δεῖ κυνῶν εἰρήνης οὔσης πρὸς λύκους;“ ὑπήχθη τὰ πρόβατα· τοιοῦτον γὰρ τὸ γένος εὐηθείας γέμον. καὶ οἱ κύνες ἀπεσκορακίζοντο καὶ ἐφεστήκεσαν οἱ λύκοι, τὰ δὲ ἔρημα κατησθίετο.
15 τοῖς ἐχθρῶν λόγοις οὐ πιστευτέον τὴν προσήκουσαν φυλακήν.

2

(t)

ΧΕΛΩΝΗ ΚΑΙ ΙΠΠΟΣ
1σεμνὸς ἦν ὁ ἵππος ἐπὶ τῷ τάχει καὶ ἀπέκναιε τὰ ἄλλα
ζῷα σφόδρα ἑαυτὸν ἐπαινῶν, μάλιστα δὲ τῇ χελώνῃ λυπη‐ ρὸς ἦν προφέρων τὴν βραδύτητα. ἡ δὲ ἤλγησε τοῖς ὀνεί‐ δεσι καὶ ποιεῖται πρόκλησιν εἰς δρόμον. τῷ δὲ ἵππῳ γέ‐130
5λως τε ἦν ἡ πρόκλησις καὶ οὐκ ἠξίου διαμιλλᾶσθαι. γέλω‐ τος δέ τι καὶ τοῖς ἄλλοις ζῴοις ἐνέπεσεν εἰς τὸ παράλο‐ γον ὁρῶσι τῆς φύσεως. ἐγκειμένης δὲ τῆς χελώνης καὶ δυσχυριζομένης ὡς περιέσται ἀναγκάζει τὰ ἄλλα ζῷα τὸν ἵππον μὴ ἀπαρνηθῆναι τὴν ἀγωνίαν. ἀποδείκνυται δὴ τὸ
10στάδιον καὶ ἡμέρα τῷ δρόμῳ. καὶ τὸ ἐντεῦθεν ὁ μὲν ἵππος ἐτρύφα παρὰ τῇ φάτνῃ, τῇ δὲ χελώνῃ μελέτη ἦν συνεχὴς καὶ οὐδὲ νυκτὸς προϊούσης ἔληγεν. ἧκε δὲ ἡ κυρία καὶ μεστὸν ἦν τὸ θέατρον καμήλων, ὄνων, ὀρνέων οἷς τε ἄν‐ θρωποι χρῶνται. καὶ μὴν καὶ ἐλάφους συνήγαγεν ἡ φήμη,
15καὶ ἐμειδία τὸ θέατρον ὡς παραπαιούσης τῆς χελώνης. ἐπεὶ δὲ ἤρθη τὸ σημεῖον καὶ θεῖν ἐχρῆν, ὁ μὲν ἵππος ὥσπερ καὶ πρῴην πεπεδημένος ἔμεινεν ἐν ἀργίᾳ τε καὶ κόρῳ, τῇ δὲ ἡ μελέτη τάχος ἐδεδώκει καὶ νίκην. καὶ σύ, ὦ παῖ, μὴ τῇ φύσει πιστεύσας κάθευδε, ἀλλ’
20οἴου καὶ πόνου δεῖν. εἰ δὲ μή, παραδραμεῖταί σε ῥᾳδίως ἐκεῖνος οὐκ εὖ πεφυκώς.

3

(t)

ΚΟΛΟΙΟΣ ΚΑΙ ΟΡΝΕΑ
1 ἔδοξε τῷ Διὶ βασιλεύεσθαι καὶ τὸ ὀρνίθων γένος καὶ διὰ τοῦ Ἑρμοῦ πρὸς ἀγῶνα κάλλους ἐκάλει ὡς δώσων τῷ καλλίστῳ φανέντι τὴν ὀρνίθων ἀρχήν. ἐκαλλωπίζετο
γοῦν τὰ ὄρνεα, τὰ μὲν ἐν κρήναις, τὰ δ’ ἐν πηγαῖς τε καὶ131
5λίμναις καὶ τῶν πτερῶν ἐξετίλλετο ὁπόσα αὐτοῖς ὥραν οὐκ ἔφερεν. ὁ δὲ κολοιός, ἦν γὰρ ἄμορφος, ἐπιτεχνᾶται τοιάδε· τῶν πτερῶν ὁπόσα ἐπέπλει τοῖς ὕδασιν ἀναιρούμενος ἕκαστον ἑαυτῷ περιετίθει συναρμόττων σοφῶς ἄλλο ἐπ’ ἄλλῳ, καὶ χρῆμα ποικιλώτατον γίνεται. καὶ ὡς ἧκεν ἐπὶ τὴν κρίσιν,
10ἐπέστρεψεν μὲν τῶν ὀρνέων τὰ ὄμματα, θάμβος δὲ ἐνέβαλε καὶ αὐτῷ τῷ δικαστῇ, ὥστε ὑπεχώρει μὲν αὐτῷ καὶ ὁ λευ‐ κότατος κύκνος, μικρὸν δὲ ὁ ταὼς ἐδόκει καὶ αἱ τούτου βαφαί, καταπεφρόνητο δὲ καὶ ἡ ἀετῶν σεμνότης. μέλλον‐ τος δὲ ἤδη τοῦ Διὸς ἐγχειρίζειν αὐτῷ τὸ σκῆπτρον ἡ
15γλαῦξ ἰδοῦσα τὸ ἑαυτῆς ἐν τῷ κολοιῷ πτερὸν προσιοῦσα ἀπέσπα καὶ ἄλλος τὸ ἑαυτοῦ καὶ πᾶς τὸ οἰκεῖον. ἀπελ‐ θόντων δὲ τῶν ἀλλοτρίων ἐγυμνοῦτο τοῦ κολοιοῦ τὸ εἶδος καὶ ἐγελᾶτο. τὸ μὴ τοῖς οἰκείοις κοσμεῖσθαι βραχεῖαν μὲν τὴν
20ἀπόλαυσιν, πολλὴν δὲ ἐλεγχθέντι ποιεῖ τὴν αἰσχύνην.132