TLG 0096 004 :: AESOPUS et AESOPICA :: Fabulae Dosithei AESOPUS et AESOPICA Scr. Fab. Fabulae Dosithei Citation: Fable — (line) | ||
1(t) | ΕΛΑΦΟΣ | |
1 | ἔλαφος εὐμεγέθης ὥρᾳ θέρους δίψῃ λειπόμενος παρα‐ γίνεται ἐπί τινα πηγὴν διαυγῆ καὶ βαθεῖαν καὶ πιὼν ὅσον ἤθελεν προσεῖχεν τῇ τοῦ σώματος ἰδέᾳ. καὶ μάλιστα μὲν ἐπῄνει τὴν φύσιν τῶν κεράτων ἀνατεταμένων τε εἰς πολὺν | |
---|---|---|
5 | ἀέρα καὶ ὡς κόσμος εἴη παντὶ τῷ σώματι. ἔψεγεν δὲ τὴν τῶν σκελῶν λεπτότητα ὡς οὐχ οἵων τε ὄντων φέρειν πᾶν τὸ βάρος. ἐν οἷς δὲ πρὸς τούτοις ἦν, ὑλαχή τε κυνῶν αἰφνι‐ δίως ἀκούεται καὶ κυνηγέται πλησίον. ὁ δὲ πρὸς φυγὴν | |
ὥρμα καὶ μέχρις ὅπου διὰ πεδίου ἐποιεῖτο τὸν δρόμον, | 120 | |
10 | ἐσῴζετο ὑπὸ τῆς ὠκύτητος τῶν σκελῶν. ἐπεὶ δὲ εἰς πυ‐ κνὴν καὶ δασεῖαν ὕλην ἐνέπεσεν, ἐμπλακέντων αὐτῷ τῶν κε‐ ράτων ἑάλω, πείρᾳ μαθών, ὅτι ἄρα ἄδικος ἦν τῶν ἰδίων κριτὴς ψέγων μὲν τὰ σῴζοντα αὐτόν, ἐπαινῶν δὲ ὑφ’ ὧν προδέδοται. | |
2(t) | ΜΥΣ ΚΑΙ ΛΕΩΝ | |
1 | μῦς ἐπάνω λέοντος κοιμωμένου ἐφήλατο καὶ τὸν ὕπνον αὐτοῦ ἐξύπνικεν· ὃν ὁ λέων δραξάμενος ἀναιρεῖν ἠβούλετο. ἐκεῖνος δὲ συγγνώμην ᾐτήσατο ὑπὲρ τοῦ ζῆν καὶ οὐκ ἐλάσ‐ σονα χάριτα ἐπηγγέλλετο. ὁ δὲ λέων γελῶν καὶ στοχαζό‐ | |
5 | μενος, ἐπεὶ οὕτως ἐλάχιστον ζῷον λέοντι χάριτας ἀντ‐ αποδώσειν ἐπηγγείλατο, ἀπέλυσεν αὐτόν. μετ’ οὐ πολὺ δὲ αὐτὸς ὁ λέων ὑπὸ κυνηγῶν ληφθεὶς καὶ εἰς δεσμὰ βληθεὶς ἔκειτο. τότε ὁ μῦς ἀναμνησθεὶς ἀνταποδοῦναι τῷ λέοντι τὴν χάριν ἠθέλησεν καὶ διὰ νυκτὸς τρώγων τὰ σχοινία ἠλευ‐ | |
10 | θέρωσεν τὸν λέοντα. οὕτω πολλάκις ἐξ ἀνελπίστου βοήθεια ἀπὸ ἡττόνων γί‐ | |
νεται μείζοσιν. | 121 | |
3(t) | ΜΥΕΣ ΚΑΙ ΓΑΛΑΙ | |
1 | μύες ὀργιζόμενοι, ὅτι ὑπὸ γαλῶν ἑαυτοὺς ἀναλίσκεσθαι ἔβλεπον, ὥρισαν μετ’ αὐτῶν πυκτεῦσαι. τοιγαροῦν ἐποίησαν ἑαυτοῖς ἡγεμόνας, οὓς πρὸς ἐπίσημον χρυσέοις κέρασιν ἐκόσμησαν, καὶ ἐξαπίνης μάχης συμβληθείσης οἱ μύες ἔφυ‐ | |
5 | γον. οἱ ἡγεμόνες οὖν κωλυόμενοι διὰ τὰ κέρατα ἐσφάγη‐ σαν. οὕτως, οἷς εἰς τιμὴν δοθεῖσιν ἔχαιρον, ὅτι ἐναντίον ὑπ’ αὐτῶν ἔπαθον. | |
4(t) | ΔΕΣΠΟΤΗΣ ΚΑΙ ΝΑΥΤΑΙ | |
1 | οἰκοδεσπότης τίς ποτε πλέων εἰς θάλασσαν ἐκοπία ὑπὸ χειμῶνος καὶ οἱ ναῦται ἀσθενέστερον ὑπηρέτουν διὰ τὸν χειμῶνα. οἷς ὁ ἄνθρωπος εἶπεν· „ὑμεῖς,“ φησίν, „εἰ μὴ τοῦτο τὸ πλοῖον ταχύτερον ἄγετε, λίθοις ὑμᾶς καταβαλῶ.“ τότε | |
5 | εἷς ἐξ αὐτῶν εἶπεν· „ὤφελον γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ ἦμεν, ὅπου λίθοι συλλεγῆναι δύνανται.“ τούτῳ οὖν ὁμοία ἡ ζωὴ ἡμῶν· βαστάζειν ὀφείλομεν τὰς | |
κουφοτέρας ζημίας, ἵνα τὰς βαρυτέρας ἐκφύγωμεν. | 122 | |
5(t) | ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΟΡΝΕΑ | |
1 | αἴλουρος προσποιούμενος γενέθλια ἄγειν ἐπὶ δεῖπνον ὄρνεα ἐκάλεσεν· ἔπειτα παρατετηρηκὼς εἰσελθόντας ἔκλει‐ σεν τὰς θύρας καὶ καθ’ ἕνα ἤρξατο ἐσθίειν. οὗτος ὁ μῦθος ἥρμοσται εἰς ἐκείνους, οἳ πρὸς ἐλπίδα | |
5 | ἱλαρὰν πορευόμενοι τὰ ἐναντία πάσχουσιν. | |
6(t) | ΛΕΩΝ ΓΗΡΑΣΑΣ ΚΑΙ ΑΛΩΠΗΞ | |
1 | λέων λιμῷ ἐκλιπὼν νοσεῖν προσεποιεῖτο καὶ διὰ ταύτης τῆς πλάνης τὰ λοιπὰ θηρία ἐπισκεψόμενα εἰσήρχοντο, ἃ ὁ λέων εὐθέως ἐδαπάνα. ἀλώπηξ δὲ ἔξωθεν τοῦ σπηλαίου ἐστάθη καὶ ἠσπάσατο αὐτόν. ἐπερωτηθεῖσα δὲ ὑπ’ αὐτοῦ, | |
5 | διὰ τί οὐκ εἰσήρχετο, ἀπεκρίθη· „ἐπειδὴ ὁρῶ εἰσερχο‐ μένων ἴχνη, ἐξερχομένων δὲ οὔ.“ οὕτως τινῶν οἱ κίνδυνοι διδαχὴ ἡμῖν εἶναι ὀφείλουσιν | |
τῆς ἡμετέρας σωτηρίας. | 123 | |
7(t) | ΙΑΤΡΟΣ ΑΤΕΧΝΟΣ | |
1 | ἀσθενής τις ὑπὸ ἀτέχνου ἰατροῦ ἀπελπισθεὶς ἐσώθη. καὶ συναντήσας αὐτῷ ὁ ἰατρὸς διὰ χρόνου ἐξήταζεν, εἰ αὐτὸς εἴη, ὃν ἀπηλπίκει. ὁ δὲ ἀπεκρίθη τοῦ Χάρωνος χάριν ἀνα‐ πεπέμφθαι αὐτὸν ἐξ Ἅιδου. παρεκτὸς δὲ τὸν Χάρωνα | |
5 | ὡρικέναι ἐντὸς ἡμερῶν ὀλίγων πάντας τοὺς ἰατροὺς παρ’ ἑαυτὸν ἄγειν, ἵνα αὐτοὺς βασανίσῃ, ἐπειδὴ τῇ τούτων ἀμε‐ λείᾳ πολλοὶ ἀπέθνῃσκον. „ἀλλὰ σὺ μὴ φοβηθῇς· ἐγὼ γὰρ εἶπον αὐτῷ σὲ ἰατρὸν μηδέποτε γεγονέναι. πρὸ πάντων γὰρ σὲ ἀποσπάσαι σεσημειώκει.“ | |
10 | οὗτος ὁ μῦθος δύναται πρὸς τούτους ἀνήκειν, οἵτινες ἃ οὐκ οἴδασιν ἐπαγγέλλονται. | |
8(t) | ΚΟΡΩΝΗ ΔΙΨΩΣΑ | |
1 | κορώνη διψῶσα προσῆλθεν ἐπὶ ὑδρίαν καὶ ταύτην ἐβιάζετο ἀνατρέψαι. ἀλλ’ ὅτι ἰσχυρῶς εἱστήκει, οὐκ ἠδύνατο αὐτὴν | |
καταβάλλειν, ἀλλὰ μεθόδῳ ἐπέτυχεν, ὃ ἠθέλησεν. ἔπεμπε γὰρ ψήφους εἰς τὴν ὑδρίαν καὶ τούτων τὸ πλῆθος ἀπὸ | 124 | |
5 | κάτωθεν τὸ ὕδωρ ἄνω ὑπερέχεεν· καὶ οὕτως ἡ κορώνη τὴν ἰδίαν δίψαν κατέπαυσεν. οὕτως οὖν φρόνησις ἀνδρότητα πλανᾷ. | |
9a(t) | ΚΟΡΑΞ ΚΑΙ ΑΛΩΠΗΞ | |
1 | κόραξ τυρὸν ἁρπάσας ἐπάνω δένδρου πετασθεὶς ἐκάθι‐ σεν. ἰδοῦσα δὲ αὐτὸν ἀλώπηξ προσῆλθεν καὶ ἐπαινεῖν ἤρ‐ ξατο αὐτοῦ τὴν ἀνδρίαν, ἔψεγεν δὲ ὅτι τοιοῦτο ζῷον φω‐ νὴν οὐκ ἔχει. πλανηθεὶς οὖν ὁ κόραξ ἤνοιξεν τὸ στόμα | |
5 | 〈καὶ〉 τὸν τυρὸν πεσόντα ἀλώπηξ ἁρπάσασα κατέφαγεν. οὕτως οἱ πολλοί, ὅ τι δυνάμει οὐ δύνανται, φρονήσει ἐκπλέκουσιν. | |
9b | κόραξ τυρὸν ἁρπάσας ἐπὶ δένδρον ἐκαθέσθη. τοῦτον ἰδοῦσα ἀλώπηξ ἐπαινεῖν ἤρξατο, ὅτι αὐτὸς μὲν εὔμορφος εἴη καὶ μέγας, 〈ἓν δὲ ἐπιλείποι〉· ὅτι φωνὴν μὴ ἔχει. πλα‐ νηθεὶς ὁ κόραξ ἔκραξεν καὶ τυρὸν κατέβαλεν, ὃν ἥρπαξεν | |
5 | ἡ ἀλώπηξ 〈καὶ〉 κατέφαγεν. οὕτως πολλοὶ κτλ. | |
10(t) | ΠΑΙΣ ΑΚΡΙΔΑΣ ΘΗΡΕΥΩΝ | |
1 | παιδίον εἰς ὕλην ἀκρίδας θηρεῦον ἐπεστάθη λίθῳ τινί, | |
εἰς ὃν σκορπίος ἐκρύβετο, ὃν ὁ παῖς ἐβιάζετο ἀντὶ ἀκρίδος ἐξελθεῖν. ᾧ ὁ σκορπίος λέγει· „ὅρα, τάλας, μὴ ὡς ἐμὲ θηρεύεις, ἑαυτὸν ἀπολέσῃς.“ | 125 | |
5 | οὗτος ὁ μῦθος παραγγέλλει μηδὲν τοιοῦτον τολμᾶν, ὅ ἐστιν ἐπικίνδυνον. | |
11(t) | ΚΥΩΝ ΚΡΕΑΣ ΦΕΡΟΥΣΑ | |
1 | κύων κρέας ἁρπάσας ποταμὸν διέβαινεν καὶ θεασάμενος τοῦ κρέως τὴν σκιὰν ὑπώπτασεν μείζονα εἶναι 〈οὗ〉 ἔφε‐ ρεν· καὶ ὡς αἱρεῖ, ἀπέβαλεν 〈ὃ〉 ἐκράτει. οὕτω πολλοὶ ἄνθρωποι τὰ ἄδηλα ὡς θηρεύουσιν ἀπο‐ | |
5 | βάλλονται τὰ ἴδια. | |
12(t) | ΜΥΣ ΚΑΙ ΒΑΤΡΑΧΟΣ | |
1 | βάτραχος μῦν ἔπεισεν κολυμβᾶν, οὗ τὸν πόδα πρὸς τὸν ἴδιον πόδα ἔδησεν. εἶτα ὅτε εἰς τὸ ὕδωρ αὐτὸν ἀγηόχει, καθὼς ἔνυδρον ζῷον μετὰ χαρᾶς κατέδυνεν, ὁ μῦς δέ, ὡς ἐν | |
ἀσυνήθει τόπῳ φύσεως ἰδίας κολυμβῶν ἀπώλετο. μετὰ δὲ | 126 | |
5 | τρεῖς ἡμέρας ἀσκὸς ὁ μῦς φυσηθεὶς ἐκολύμβα, ὃν κολυμ‐ βῶντα νεκρὸν ἰκτῖνος πετόμενος ἥρπασεν· καὶ τῷ λίνῳ ὁ βάτραχος ἠκολούθησεν, ὃν εὐθέως ὁ ἰκτῖνος κατέπιεν. οὕτως οὖν, ὃς ἄλλῳ τις κίνδυνον κινεῖ, ἑαυτὸν ἀπολεῖ. | |
13(t) | ΟΝΟΣ ΑΡΡΩΣΤΟΣ ΚΑΙ ΛΥΚΟΣ | |
1 | ὄνον ἄρρωστον λύκος ἐπεσκέπτετο καὶ ἤρξατο τὸ σῶμα αὐτοῦ ψηλαφᾶν καὶ ἐξετάζειν, ποῖα μᾶλλον μέρη αὐτοῦ ἐπόνουν. ἀπεκρίθη ὁ ὄνος· „ἃ σὺ θιγγάνεις.“ οὕτως ἄνθρωποι κακοί, εἰ καὶ ὠφελεῖν δοκοῦσιν, μᾶλ‐ | |
5 | λον βλάπτουσιν. | |
14(t) | ΤΑΥΡΟΣ ΚΑΙ ΑΙΓΕΣ ΑΓΡΙΑΙ | |
1 | ταῦρος φεύγων λέοντα ἑαυτὸν εἰς σπήλαιον ἔβαλεν, ὅπου ἦσαν τράγοι τρεῖς, οἵτινες 〈ὡσ〉 ἑώρακαν τοῦτον φο‐ βούμενον, κατεγέλων αὐτοῦ. κἀκεῖνος ἀπεκρίθη· „ὦ ἀπο‐ νενοημένοι, εἰ γὰρ ᾔδειτε, τί ὧδε κατέφυγον, οὐκ ἄν μου | |
5 | κατεγελᾶτε.“ οὕτως οὖν ἐνίοτε τὰ δυνατὰ πρόσωπα ὑπὸ ἀδυνάτων | |
ὑβρίζονται. | 127 | |
15(t) | ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΛΕΩΝ ΣΥΝΟΔΕΥΟΝΤΕΣ | |
1 | [Αἴσωπος ἐπερωτηθείς, διὰ τί γυναῖκες ἀνδράσιν προῖκα διδόασιν καὶ οὐκ ἄνδρες γυναιξίν, ἤρξατο τοιούτου μύθου.] ἄνθρωπος καὶ λέων ποτὲ εἰς ἑαυτοὺς ἤριζον, τίς εἴη προὔχων, καὶ ἐζήτουν ταύτης τῆς ἀμφισβητήσεως μαρτυρίαν. | |
5 | καὶ ὡς ἦλθον, ὅπου ἦν μνημεῖον, ἐν ᾧ ἦν ἐζωγραφημένον, πῶς λέων ὑπὸ ἀνθρώπου ἐπνίγετο, ἐδείκνυεν οὖν αὐτῷ ὁ ἄν‐ θρωπος τὴν μαρτυρίαν ἐν τῇ ζωγραφίᾳ. ἀλλὰ ὁ λέων ἀπεκρίθη· „αὕτη ἡ ζωγραφία ὑπὸ ἀνθρώπου ἐξωγραφήθη· εἰ δὲ καὶ λέων ἐζωγράφει, ἑωράκεις ἄν, πῶς λέων ἔπνιγεν ἄνθρω‐ | |
10 | πον. ἀλλὰ κἀγώ, ἔφη, δώσω σοι ἀληθινὴν μαρτυρίαν“. ἤγαγεν αὐτὸν εἰς ἀμφιθέατρον καὶ ἔδειξεν αὐτῷ, πῶς ἄν‐ θρωπος ὑπὸ λέοντος ἐπνίγετο καὶ εἶπεν· „ὧδε χρωμάτων μαρτυρία χρεία οὔκ ἐστιν ἀλλὰ ἀληθείας.“ καὶ ὁ ἄνθρωπος ἀπεκρίθη· „νενικήκεις ἄν, εἰ μὴ δεδεμένον μοι τὸν ἄνθρω‐ | |
15 | πον ἐδείκνυες. πίστευσον οὖν νενικημένον σε ἐν τούτῳ φα‐ νερῷ καὶ ἑτοίμασόν σε ἐν τοῖς ἄλλοις ἀπέχεσθαι καὶ εἰ‐ δέναι λέοντα ὑπὸ ἀνθρώπου χαλινοῦσθαι, ἵνα μὴ κακὸς καὶ ἀδάμαστος ᾖς.“ [πολλάκις οὖν τέχνης λόγος τρέχει εἰς αὐτούς· ἄλλοι | |
20 | δὲ διορθοῦσιν μακρότερον βιβλίοις ἐνορῶντες φύσεως εὐ‐ | |
φυΐαν.] | 128 | |
16(t) | ΜΥΣ ΑΡΟΥΡΑΙΟΣ ΚΑΙ ΜΥΣ ΑΣΤΙΚΟΣ | |
1 | μῦς ἀρουραῖος ἐκάλεσεν ἐφ’ ἑστίασιν μῦν ἀστικὸν καὶ παρεῖχεν αὐτῷ σιτεῖσθαι τὰ ἐν ἀγρῷ, συκῶν τε καὶ στα‐ φυλῶν καὶ τῶν ἄλλων ἀκροδρύων. ὁ δὲ πολλὴν αὐτοῦ πενίαν κατεγίνωσκεν, ἐκέλευέν τε τῇ αὔριον ἀφικνεῖσθαι | |
5 | πρὸς αὐτόν. καὶ ὃς εἰς πλουσίου ταμεῖον αὐτὸν εἰσαγαγὼν παρεῖχεν εὐωχεῖσθαι τοῦτο μὲν κρεῶν παντοδαπῶν, τοῦτο δὲ ἰχθύων, ἔτι δὲ καὶ πλακούντων. ἐν ᾧ δὲ πρὸς τούτοις ἦσαν, ἡ ταμιοῦχος ἐπεισῆλθεν καὶ τούτους δέος τε καὶ φυγὴ καταλαμβάνει. καὶ ὁ ἀρουραῖος πρὸς τὸν ἀστικόν· „σὺ μέν“, | |
10 | ἔφη, „ταύτης ἀπόλαυε τῆς τροφῆς μετὰ τοσούτων ἐδεσμά‐ | |
των, ἐγὼ δὲ χαίρω τῇ μετὰ ἀδείας καὶ ἐλευθερίας τροφῇ.“ | 129 |