TLG 0096 003 :: AESOPUS et AESOPICA :: Fabulae tabulis ceratis Assendelftianis servatae AESOPUS et AESOPICA Scr. Fab. Fabulae tabulis ceratis Assendelftianis servatae Citation: Fable — (line) | ||
t | ΛΕΩΝ ΓΗΡΑΣΑΣ ΚΑΙ ΑΛΩΠΗΞ | |
---|---|---|
1 | λέων γήρᾳ συσχεθεὶς νοσεῖν προσεποιεῖτο, ὡς διὰ ταύτης τῆς πλάνης τὰ λοιπὰ θηρία [ὡς] εἰς τὴν σύσκεψιν αὐτοῦ ἐρ‐ χόμενα κατεδαπάνα. τοιγ(α)ροῦν ἀλώπηξ κατὰ τὴν ἑαυτῆς ἀγχίνοιαν (ἐνό)ησε τὰς ἐνέδρας καὶ οὕτ(ω)ς ἑαυτὴν ἥρμο‐ | |
5 | σεν, ἵνα καὶ τὴν χά(ριν) ἀναπληρώσῃ καὶ (τὸν) κ(ίνδυν)ον ἐκφύγῃ. ἐκτὸς τοῦ σ(πη)λαί(ου) ἑστῶσα ἠσπάσατο (τὸν) λέ‐ οντα (〈ἀλλ’〉 οὐ π)ροσήρ(χετο). ἐπ〈ερω〉τ(η)θεῖσα (δὲ ὑ)πὸ | |
τοῦ 〈λέο〉ντος διὰ (.. τί) μὴ εἰσήρχετ(ο, εἶπε)ν· „(τ)ὰ | 117 | |
10 | ἴχ(ν)η μὲν πάντων τῶν θηρίων εἰσερχομένων ὁρῶ, ἐξερ‐ χομένων (δ’) οὐχ ὁρῶ.“ διδάσκει ἡμᾶς ὁ μῦθος τὰ μέλλοντα προβλέπειν (ὁ)μοίως. | |
2(t) | ΛΕΩΝ ΚΑΙ ΜΥΣ | |
1 | μῦς ἐπάνω λέοντο(ς κοιμω)μένου ἐφήλ[λ]ατο (καὶ τὸν ὕ)πνον αὐτοῦ ἐξήγειρεν. ὁ (μὲν λ)έων δραξ(άμε)ν(ος αὐτὸν ἀν)αιρεῖν ἐβούλ(ετο. ἀλλ’ ἐ)κεῖνο〈σ〉 συνγνώμη(ν τῆς ἁμα)ρ‐ τίας ᾐτήσατο καὶ ὑπ(ισχνεῖτο) αὐτ〈ῷ οὐ〉κ ἐλάττονα(ς χά‐ | |
5 | ριτα)ς ἀνοίσειν [αὐτῷ ὑπισχνεῖτο]. γ(ε)λάσ̣ας δὲ (ὁ λέων, ὅτι) οὕτως ἐλ(άχισ)τον ζ(ῷον τῷ λέοντι) χ(άρι)τας ἀπο‐ δώσειν (ἐπηγ)γέλ(λ)ετο, ἀπέλυσεν αὐτόν. οὐ πολ(λῷ δὲ) ὕστερον ὑπὸ κυνηγῶν (συλλη)φθεὶς (ὁ λέων εἰς) δεσμὰ 〈ἐβλήθη〉. τότε (ὁ) μῦς ἀναμνησ(θεὶς τοῦ ἀποδοῦναι) | |
10 | ἑαυτῷ τὴν (χάριν προὐπήδ)ησε διὰ τῆς νυ(κτὸς καὶ διαλ)υ‐ | |
σάμενος τὰ δεσ(μὰ ὀδοῦσι ἔσωσεν) αὐτόν. οὕτω πολλά(κις) ἄν(θρωπ)ός τ(ι)ς βοη〈θη〉θῇ ὑπὸ ἡσσό(ν)ω(ν καὶ χάρ)ις ὑπάρχου[σ]α ἔρχ(ηται ἐξ ἀελ‐ πίστου) (?). | 118 | |
3(t) | ΑΝΔΡΟΦΟΝΟΣ | |
1 | υἱὸς τὸν ἴδιον πατέρα φονεύσας καὶ τοὺς νόμους φοβηθεὶς ἔφυγεν εἰς ἐρημίαν. καὶ διὰ τῶν ὀρέων παρερχόμενος ἐδιώκετο ὑπὸ λέοντος. καὶ διωκόμενος ὑπὸ τοῦ λέο(ντος) ἀνῆλθεν εἰς δέν(δρον | |
5 | καὶ) εὑρὼν δράκοντ(α ἀνερχό)μενος ἐπὶ τὸ δένδρον καὶ 〈οὐ〉 δυνάμενος ἀνελθεῖν (διὰ τὸν) δράκοντα (πάλιν κ)ατ(ῆλ)θε ... κ(ακοῦργ)ο(ς οὐδεὶς λ)ανθάνει θεόν. | |
ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην. | 119 |