TLG 0096 002 :: AESOPUS et AESOPICA :: Fabulae

AESOPUS et AESOPICA Scr. Fab.
(6 B.C.)

Cf. et VITAE AESOPI (1765)

Fabulae

Source: Hausrath, A., Hunger, H. (eds.), Corpus fabularum Aesopicarum, vols. 1.1 & 1.2, 2nd edn. Leipzig: Teubner, 1.1:1970; 1.2:1959: 1.1:1–210; 1.2:1–116.

Citation: Fable — version — (line)

1

t

ΑΕΤΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

1

.

1

ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους σπεισάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν βεβαίωσιν φιλίας τὴν συν‐ ήθειαν ποιούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο, ἡ δὲ εἰς τὸν ὑποκείμενον θάμνον
5ἔτεκεν. ἐξελθούσης δέ ποτε αὐτῆς ἐπὶ νομὴν ὁ ἀετὸς ἀπο‐ ρῶν τροφῆς καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας μετὰ τῶν αὑτοῦ νεοττῶν κατεθοινήσατο. ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθέν, οὐ μᾶλλον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη, ὅσον ἐπὶ τῆς ἀμύνης·
10χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. διόπερ πόρ‐ ρωθεν στᾶσα, ὃ μόνον τοῖς ἀσθενέσιν καὶ ἀδυνάτοις ὑπο‐ λείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. συνέβη δὲ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν. θυόντων γάρ τινων αἶγα ἐπ’ ἀγροῦ καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον
15ἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιὰν σφο‐ δρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμ‐
πρὰν φλόγα ἀνῆψε. καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοτ‐ τοὶ—καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοὶ—ἐπὶ τὴν γῆν κατέπεσον. καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ1 in vol. 1.1
20πάντας αὐτοὺς κατέφαγεν. ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν, ἀλλ’ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούσονται.

1

.

2

ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν καὶ ἐν ταὐτῷ ἅμα εἶναι ἡγούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπὶ μήκιστον δένδρον ἐνεοττοποίησεν, ἡ δὲ εἰσελ‐
5θοῦσα κάτωθεν εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. μιᾷ οὖν τῶν ἡμερῶν ἐξελθούσης τῆς ἀλώπεκος ἐπὶ νομὴν ὁ ἀετὸς ἀπορῶν τροφῆς καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἁρπάσας μετὰ τῶν ἑαυτοῦ νεοττῶν ἐθοινήσατο. ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦ‐
10τον ἐπὶ τῷ θανάτῳ τῶν νεοττῶν ἐλυπήθη, ὅσον ἐπὶ τῆς ἀμύνης· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν οὐκ ἠδύνατο. διόπερ πόρρωθεν στᾶσα, ὃ τοῖς ἀδυνάτοις καὶ ἀσθενέσι ὑπάρχει ἔργον, τὸν ἐχθρὸν κατηρᾶτο. συνέβη οὖν ἀντὶ τῆς πολλῆς ἀγάπης μεγίστην ἔχθραν μεταξὺ ἐσχηκέναι. θυόντων
15δέ τινων αἶγα ἐπ’ ἀγρῷ ὁ ἀετὸς καταπτὰς μέρος τι τῆς αἰγὸς μετὰ καὶ ἐμπύρων ἀνθράκων ἐπὶ τὴν καλιὰν ἀνήγα‐ γεν. σφοδρὸς οὖν ἄνεμος ἐμπνεύσας, ἐκ λεπτοῦ καὶ παλαιοῦ
χόρτου οὖσα ἡ καλιά, λαμπρὰν φλόγα ἀνήγαγεν. κατα‐ φλεχθέντες δὲ οἱ νεοττοί—καὶ γὰρ ἦσαν ἔτι πτηνοὶ ἀτε‐2 in vol. 1.1
20λεῖς—ἐπὶ τὴν γῆν κατέπεσον. ἡ δὲ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν ἐκ τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι’ ἀσθένειαν, ἀλλ’ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούσονται.

1

.

3

ἀετὸς καὶ ἀλώπηξ φιλιωθέντες πλησίον ἀλλήλων οἰκεῖν ἔγνωσαν βεβαίωσιν φιλίας ποιούμενοι τὴν συνήθειαν. ὁ μὲν οὖν ἐφ’ ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο, ἡ δ’ ἀλώπηξ ἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. ἐπὶ νομὴν οὖν
5ποτε τῆς ἀλώπεκος προελθούσης ὁ ἀετὸς τροφῆς ἀπορῶν καταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσας ἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. ἡ δ’ ἀλώπηξ ἐπανελ‐ θοῦσα καὶ τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ·
10χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν. διὸ καὶ πόρρωθεν στᾶσα, τοῦθ’ ὃ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπο‐ ρον, τῷ ἐχθρῷ κατηρᾶτο. οὐ πολλῷ δ’ ὕστερον αἶγά τινων ἐπ’ ἀγροῦ θυόντων καταπτὰς ὁ ἀετὸς μέρος τι τῶν θυμά‐ των σὺν ἐμπύροις ἄνθραξιν ἥρπασε κἀπὶ τὴν νεοττιὰν
15ἤγαγεν. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος τηνικαῦτα καὶ φλογὸς ἀναδοθείσης οἱ ἀετιδεῖς ἄπτηνες ἔτι τυγχάνοντες ὀπτηθέντες εἰς γῆν κατέπεσον. ἡ δ’ ἀλώπηξ ἐπιδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν. ὁ μῦθος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν
20ἐκ τῶν ἠδικημένων φύγωσι τιμωρίαν, ἀλλὰ τήν γε θείαν
δίκην οὐ διακρούσονται.3 in vol. 1.1

2

t

ΑΕΤΟΣ ΚΑΙ ΚΟΛΟΙΟΣ ΚΑΙ ΠΟΙΜΗΝ

2

.

1

ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε· κολοιὸς δὲ τοῦτον θεασάμενος διὰ ζῆλον [τοῦτον] μιμή‐ σασθαι ἤθελε. καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη. ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς
5μαλλοῖς ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμὴν τὸ γεγονὸς αἰσθόμενος προσδραμὼν συνέλαβεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς αὐτοῦ παισὶν ἐκόμισε. τῶν δὲ πυνθανομένων, τί εἴη τὸ ὄρνεον, ἔφη· „ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βού‐
10λεται, ἀετός.“ οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα πρὸς τῷ μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.

2

.

2

ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἥρπασεν ἄρνα. κολοιὸς δὲ τοῦτον θεασάμενος, διὰ ζῆλον μιμησάμενος, καθεὶς ἑαυτὸν μετὰ πολλοῦ τοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη. ἐμπαρέντων δ’ αὐτοῦ τῶν ὀνύχων ἐν τοῖς ἐκείνου μαλλοῖς
5ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο. ἐλθὼν δὲ ὁ ποιμὴν καὶ θεασάμενος αὐτὸν προσδραμὼν ἀνελάβετο αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισεν. τῶν δὲ πυνθανομένων, τί εἴη τὸ ὄρνεον, ἔφη· „ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ
10αὐτὸς βούλεται, ἀετός.“ ὁ μῦθος 〈δηλοῖ τὴν〉 πρὸς τοὺς ὑπερέχοντας ἅμιλλαν πρὸς τῷ μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶσθαι γέλωτα.4 in vol. 1.1

3

t

ΑΕΤΟΣ ΚΑΙ ΚΑΝΘΑΡΟΣ

3

.

1

ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχεν, κάνθαρον ἰδὼν τοῦ‐ τον ἱκέτευεν, ὁ δὲ παραθαρσύνας αὐτὸν ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν
5ἱκέτην. κἀκεῖνος ὑπεριδὼν τῆς σμικρότητος ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. ὁ δὲ ἀπ’ ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ
10ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἑαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ ὁ κάν‐
θαρος τοῦτο ἑωρακὼς κόπρου σφαῖραν ποιήσας ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα5 in vol. 1.1
15καθῆκεν. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος ὡς διανέστη, ἔλαθεν ἀπορρίψας τὰ ὠά. ἀπ’ ἐκείνου τέ φασιν, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετοὺς μὴ νεοττεύειν. ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους,
20ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ δύνασθαι ἑαυτὸν ἐκδικῆσαι.

3

.

2

ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθούντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς ὑπέσχεν, κάνθαρον ἰδὼν τοῦ‐ τον ἱκέτευεν. ὁ δὲ παραθαρρύνας αὐτὸν ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει αὐτὸν ὁ κάνθαρος μὴ ἀπ‐
5άγειν αὐτοῦ τὸν ἱκέτην. κἀκεῖνος ὑπεριδὼν τῆς σμικρότη‐ τος ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατέφαγεν. ὁ δὲ ἀπ’ ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιάς. καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνό‐
10μενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν—ἔστι δὲ τοῦ θεοῦ ἱερὸς ὁ ὄρνις—καὶ ἐδεήθη αὐτοῦ τόπον αὐτῷ ἀσ‐ φαλῆ πρὸς νεοττοποιίαν παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἑαυτοῦ κόλποις ἐπιτρέψαντος αὐτῷ νεοττοποιεῖν ὁ κάνθα‐ ρος τοῦτο ἑωρακὼς κόπρου σφαῖραν ποιήσας ἀνέπτη καὶ
15γενόμενος κατὰ τοὺς κόλπους τοῦ Διὸς καθῆκε τὴν κόπρον. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος ὡς ἐξαν‐ έστη, ἔλαθε τὰ ὠὰ ἀπορρίψας. ἀπ’ ἐκείνου τέ φασι, περὶ
ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετοὺς μὴ νεοττεύειν. ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν λογιζομένους, ὅτι6 in vol. 1.1
20οὐδείς ἐστιν, ὃς προπηλακισθεὶς ἑαυτόν ποτε οὐκ ἐκδι‐ κήσει.

3

.

3

λαγωὸς ὑπ’ ἀετοῦ διωκόμενος πρὸς κοίτην κανθάρου κατ‐ έφυγε δεόμενος ὑπ’ αὐτοῦ σωθῆναι. ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην ὁρκίζων αὐτὸν κατὰ τοῦ μεγίστου Διὸς ἦ μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος
5αὐτοῦ. ὁ δὲ μετ’ ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον τὸν λαγωὸν ἁρπάσας κατέφαγεν. ὁ δὲ κάνθαρος τῷ ἀετῷ συναπέπτη ὡς τὴν καλιὰν τούτου καταμαθεῖν. καὶ δὴ προσ‐ ελθὼν τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. τοῦ δὲ δεινὸν ποιησαμένου, εἴ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου
10τόπου τὸ δεύτερον νεοττοποιησαμένου κἀκεῖ πάλιν ὁ κάν‐ θαρος τὰ ἴσα τοῦτον διέθηκεν. ὁ δὲ ἀετὸς ἀμηχανήσας τοῖς ὅλοις ἀναβὰς ἐπὶ τὸν Δία—τούτου γὰρ ἱερὸς λέγεται— τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἔθηκεν τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν. ὁ κάν‐
15θαρος δὲ κόπρου σφαῖραν ποιήσας καὶ ἀναβὰς ἐπὶ τοῦ κόλπου τοῦ Διὸς ταύτην καθῆκεν. ὁ δὲ Ζεὺς ἀναστὰς ἐφ’ ᾧ τὴν ὄνθον ἀποτινάξασθαι καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθό‐ μενος· ἃ καὶ συνετρίβη πεσόντα. μαθὼν δὲ πρὸς τοῦ καν‐ θάρου, ὅτι ταῦτ’ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ
20τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν ἀλλὰ καὶ εἰς τὸν Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα κάν‐ θαρον εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν. μὴ βου‐ λόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι συνεβούλευε
τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι. τοῦ δὲ μὴ7 in vol. 1.1
25πειθομένου ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἡνίκα ἂν μὴ φαίνωνται κάνθαροι. ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν λογιζομένους, ὅτι οὐδείς ἐστιν, ὃς προπηλακισθεὶς οὐκ ἂν δυνηθείη ἑαυτῷ ἐπαμῦναι.

4

t

ΑΗΔΩΝ ΚΑΙ ΙΕΡΑΞ

4

.

1

ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν. ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖ‐ ναι λέγουσα, ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος γαστέρα αὐτὴ
5πληρῶσαι, δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. καὶ ὃς ὑποτυχὼν εἶπεν· „ἀλλ’ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.“ ὁ λόγος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί
10εἰσιν, οἳ δι’ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προίενται.

4

.

2

ἀηδὼν ἐπί τινος δρυὸς ὑψηλῆς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. ἱέραξ δὲ αὐτὴν θεασάμενος ἀπορῶν τροφῆς ἐπιπτὰς ἀνελάβετο αὐτήν. ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ λέγουσα μὴ βρωθῆναι αὐτήν, ἐπειδὴ οὐχ ἱκανή ἐστιν ἱέρα‐
5κος πληρῶσαι γαστέρα, δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. ὑπολαβὼν δὲ ὁ ἱέραξ ἔφη· „ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκειν.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί8 in vol. 1.1
10εἰσιν, οἳ δι’ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προίενται.

4

.

3

ἀηδὼν ἐπὶ δένδρου καθεζομένη κατὰ τὸ εἰωθὸς ᾖδεν· ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ
5αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. καὶ ὁ ἱέραξ ὑπολαβὼν εἶπεν· „ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι.“ ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οὕτως ἀλόγιστοί
10εἰσιν οἱ δι’ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέ‐ μενοι.

5

t

ΧΡΕΩΦΕΙΛΕΤΗΣ

5

.

1

Ἀθήνησιν ἀνὴρ χρεωφειλέτης ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ παρασχέσθαι ἀπορεῖν φάσκων. ὡς δ’ οὐκ ἔπειθε, προσ‐ αγαγὼν ἣν μόνην εἶχεν ὗν παρόντος αὐτοῦ ἐπώλει. ὠνη‐
5τοῦ δὲ προσελθόντος καὶ διερωτῶντος, εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθη‐ ναίοις ἄρσενα. τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον ὁ δανειστὴς εἶπεν· „ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ9 in vol. 1.1
10Διονυσίοις ἐρίφους τέξεται.“ ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.

6

t

ΑΙΓΕΣ ΑΓΡΙΑΙ ΚΑΙ ΑΙΠΟΛΟΣ

6

.

1

αἰπόλος τὰς αἶγας αὐτοῦ ἐπὶ νομὴν ἀπελάσας ὡς ἐθεά‐ σατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν
5αὐτὰς παραγαγεῖν ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιο‐ ποιήσασθαι. παυσαμένου δὲ τοῦ χειμῶνος ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον.
10τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴ γε περισσοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτόν, ἔφασαν ἐπιστραφεῖσαι· „ἀλλὰ δι’ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθὲς προσεληλυθυίας μειζό‐ νως τῶν πάλαι σὺ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί
15σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς.“ ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας, οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους, ὅτι καί, ἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.10 in vol. 1.1

7

t

ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΟΡΝΕΙΣ

7

.

1

αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσ‐ φορα ἀναλαβὼν ἐργαλεῖα παρεγένετο καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν, πῶς ἔχοιεν. αἱ δὲ ὑποτυχοῦ‐
5σαι· „καλῶσ“, ἔφασαν, „ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.“ οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

7

.

3

ὄρνις ποτὲ ἠσθένει. αἴλουρος δὲ προκύψας ἔφη· „πῶς ἔχεις; εἰ χρῄζεις τινός, ἐγώ σοι δώσω· μόνον ὑγίαινε.“ ἡ δὲ ἔφη· „ἐὰν ἀπέλθῃς [σὺ] αὐτὸς τῶν ὧδε, ἐγώ σοι λέγω· οὐδαμῶς ἀποθνῄσκω.“
5ὁ μῦθος ἐλέγχει τοὺς λέγοντας φιλεῖν δολίως καὶ μετὰ
ὑποκρίσεως.11 in vol. 1.1

8

t

ΑΙΣΩΠΟΣ ΕΝ ΝΑΥΠΗΓΙΩΙ

8

.

1

Αἴσωπός ποτε ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ
5τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ, ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν. „ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται.“
10 ὁ λόγος δηλοῖ, ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λαν‐ θάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

9

t

ΑΛΩΠΗΞ ΚΑΙ ΤΡΑΓΟΣ

9

.

1

ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμενε πρὸς τὴν
ἀνάβασιν ἀμηχανοῦσα. τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθά‐ νετο, εἰ καλὸν εἴη τὸ ὕδωρ. ἡ δὲ τὴν συντυχίαν ἀσμενι‐12 in vol. 1.1
5σαμένη πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε λέγουσα ὡς χρηστὸν εἴη καὶ δὴ καὶ αὐτὸν καταβῆναι παρῄνει. τοῦ δὲ ἀμελετήτως καθαλλομένου διὰ τὸ μόνην ὁρᾶν τότε τὴν ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι ἀναδῦναι μετὰ τῆς ἀλώπεκος σκοποῦντος χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινε‐
10νοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. „ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερείσας ἐγκλῖναι καὶ τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀνασπάσω.“ τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος ἡ ἀλώπηξ ἀναλλομένη διὰ τῶν
15σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη ἐπὶ τὸ στόμα τοῦ φρέατος ηὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. τοῦ δὲ τράγου μεμφομένου
αὐτὴν ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἡ ἀλώπηξ ἐπιστρα‐ φεῖσα εἶπεν· „ὦ οὗτος, ἀλλ’ εἰ τοσαύτας φρένας εἶχες,13 in vol. 1.1
20ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν καταβεβήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.“ οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν.

9

.

2

ἀλώπηξ καὶ τράγος ἐν φρέατι ἐνέπεσον. τοῦ δὲ τράγου σκοπουμένου τὴν ἄνοδον ἡ ἀλώπηξ „χρήσιμόν τι“, ἔφη, „θάρσει, ἐπινενόηκα εἰς τὴν ἀμφοτέρων σωτηρίαν.“ ὁ τράγος ἔφη· „πῶσ“; ἡ ἀλώπηξ εἶπε· „τοὺς ἐμπροσθίους σου πόδας
5τῷ τοίχῳ προσερείσας καὶ ὀρθῶς σταθεὶς ἔγκλινον καὶ τὰ κέρατα. ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν εὐθέως καὶ παραχρῆμα ἀναγάγω σε ἔνθεν.“ τοῦ δὲ ἑτοίμως πρὸς τὴν παραίνεσιν ὑπηρετήσαντος ἡ ἀλώ‐ πηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέβη
10καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη καὶ γενναίως ἐκτιναχθεῖσα ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. ὀρχουμένης δὲ αὐτῆς καὶ παιζούσης
ὁ τράγος μεμφόμενος αὐτὴν καὶ ὀνειδίζων ὡς τὰς ὁμο‐ λογίας παραβαίνουσαν ἐπιστραφεῖσα εἶπεν· „ὦ οὗτος, ἀλλ’14 in vol. 1.1
15εἰ τοσαύτας φρένας εἶχες, ὁπόσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον καταβέβηκας, πρὶν τὴν ἄνοδον ἂν ἐσκέψω.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν.

9

.

3

ἀλώπηξ καὶ τράγος διψῶντες εἰς φρέαρ κατέβησαν. μετὰ δὲ τὸ πιεῖν τοῦ τράγου σκεπτομένου τὴν ἄνοδον ἡ ἀλώπηξ ἔφη· „θάρσει, χρησιμόν τι καὶ εἰς τὴν ἀμφοτέρων σωτηρίαν ἐπινενόηκα. εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν
5ποδῶν τῷ τοίχῳ προσερείσεις καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώ‐ των καὶ κεράτων καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν.“ τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου ἐκείνη τοῦ φρέατος
10οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. ὁ δὲ τράγος αὐτὴν ἐμέμφετο ὡς παραβαίνουσαν τὰς συνθήκας. ἡ δὲ „ἀλλ’ εἰ τοσαύτασ“, εἶπε, „φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέβης πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι.“
15 ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνδρα δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ’ οὕτως
αὐτοῖς ἐγχειρεῖν.15 in vol. 1.1

10

t

ΑΛΩΠΗΞ ΚΑΙ ΛΕΩΝ

10

.

1

ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως ἐξετα‐ ράχθη, ὡς μικροῦ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ ἐπιτυ‐ χοῦσα ἐφοβήθη μέν, ἀλλ’ οὐχ οὕτως ὡς τὸ πρότερον. ἐκ
5τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διαλέγεσθαι. ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγ‐ μάτων καταπραΰνει.

10

.

2

ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ’ οὐχ ὡς τὸ πρότερον. ἐκ
5τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν ὡς προσ‐ ελθοῦσα αὐτῷ διαλεχθῆναι. ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.

10

.

3

ἀλώπηξ μήπω θεασαμένη λέοντα ἐπειδὴ κατά τινα τύχην αὐτῷ συνήντησε, τὸ μὲν πρῶτον οὕτως ἐφοβήθη ὡς μικροῦ
καὶ ἀποθανεῖν. ἔπειτα τὸ δεύτερον θεασαμένη ἐφοβήθη μέν, οὐ μὴν ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ τοῦτον θεασαμένη16 in vol. 1.1
5οὕτως αὐτοῦ κατεθάρσησεν ὡς καὶ προσελθοῦσα διαλεχθῆναι. ὁ μῦθος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

11

t

ΑΛΙΕΥΣ

11

.

1

ἁλιεὺς αὐλητικῆς ἔμπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ
5διατεινομένου οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τῶν δικτύων ἐπὶ τὴν ἠιόνα ὡς ἐθεάσατο σπαίροντας, ἔφη· „ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δέ,
10ὅτε πέπαυμαι, τοῦτο πράττετε.“ πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

11

.

2

ἁλιεὺς ἁλιευτικῆς ἄπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν. καὶ στὰς ἐπί τινος πέτρας
τὸ μὲν πρῶτον ηὔλει νομίζων πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου17 in vol. 1.1
5οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλατο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ὡς εἶδεν αὐτοὺς πηδῶντας, ἔφη· „ὦ κάκιστα ζῷα, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δέ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.“
10 ὁ μῦθος πρὸς τοὺς παρὰ λόγον καὶ παρὰ καιρόν τι πράττοντας.

11

.

3

ἁλιεὺς ἁλιευτικῆς ἄπειρος λαβὼν αὐλοὺς καὶ δίκτυα παρεγένετο εἰς τὴν θάλατταν καὶ στὰς ἐπί τινος πέτρας τὸ μὲν πρῶτον ηὔλει νομίζων πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐφάλλεσθαι. ὡς δ’ ἐπὶ πολὺ διατεινόμενος ἤνυεν
5οὐδέν, ἀποθέμενος τοὺς αὐλοὺς ἀναλαμβάνει τὸ ἀμφίβλη‐ στρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευ‐ σεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ὡς εἶδε πηδῶν‐ τας, ἔφη· „ὦ κάκιστα ζῷα, ὅτε ηὔλουν, οὐκ ὠρχεῖσθε, ὅτε δὲ πέπαυμαι, τοῦτο ποιεῖτε.“
10 ὁ μῦθος πρὸς τοὺς παρὰ λόγον καὶ παρὰ καιρόν τι πράττοντας.

12

t

ΑΛΩΠΗΞ ΚΑΙ ΠΑΡΔΑΛΙΣ

12

.

1

ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρ‐
δάλεως παρ’ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλο‐ μένης ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· „καὶ πόσον ἐγὼ σοῦ καλ‐ λίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποίκιλμαι;“18 in vol. 1.1
5 ὁ λόγος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

12

.

2

ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρ‐ δάλεως παρ’ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλο‐ μένης ἡ ἀλώπηξ ἀποτυχοῦσα εἶπεν· „καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποικιλμένην
5ἔχω;“ ὁ μῦθος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

13

t

ΑΛΙΕΙΣ

13

.

1

ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην, οὐ μετρίως
5ἐβαρυθύμουν, οὐχ οὕτω μᾶλλον ἐπὶ τῷ συμβεβηκότι δυσφο‐ ροῦντες, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις
ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· „ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως τι καὶ λυπηθῆναι.“19 in vol. 1.1
10 ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶν‐ τας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγάλλεσθαι λογιζο‐ μένους, ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.

13

.

2

ἁλιεῖς σαγήνην εἷλκον. βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ εἵλκυσαν αὐτήν, τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. οἱ δὲ ἁλιεῖς οὐ μετρίως
5ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις ἐξ αὐτῶν γεραιὸς εἶπε· „μὴ ἀχθώμεθα, ὦ ἑταῖροι. χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προ‐ ηδυνθέντας πάντως καί τι λυπηθῆναι.“
10 ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀτυχίαις γινώσκοντας τὸ τοῦ βίου ἄστατον.

13

.

3

ἁλιεῖς εἷλκον σαγήνην. βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον
καὶ ἐσκίρτων πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. ὡς δὲ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ20 in vol. 1.1
5ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι, ὅσον ὅτι καὶ τἀναντία προυπειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς πρεσβύτερος εἶπε· „μὴ ἀχθώμεθα, ὦ ἑταῖροι. τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη. καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι.“
10ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.

14

t

ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ

14

.

1

ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ ἑκατέρου διεξιόντος ἐπειδὴ ἐγένοντο κατά τι〈νας τύμβουσ〉, ἐνταῦθα ἀποβλέψας ἀν‐ εστέναξεν ὁ πίθηκος. τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν
5ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα εἶπεν· „ἀλλ’ οὐ μέλλω κλαίειν ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων;“ κἀκείνη πρὸς αὐτὸν ἔφη· „ἀλλὰ ψεύδου, ὅσα βούλει. οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε.“ οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα
10καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσι.

15a

t

ΑΛΩΠΗΞ ΚΑΙ ΒΟΤΡΥΣ

15a

1

ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος
βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· „ὄμ‐ φακές εἰσιν.“21 in vol. 1.1
5 οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.

15b

t

ΑΛΩΠΗΞ ΚΑΙ ΜΥΣ

15b

1

ἀλώπηξ ἐν κρεβαττίνῃ βότρυας πεπείρους ἰδοῦσα ἤμελλε φαγεῖν, ἐν ὕψει δὲ ὄντας οὐκ ηὐπόρει φαγεῖν. μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· „οὐδὲν τρώγεις.“ ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι πρὸς τοῦ μυὸς ἔφη· „ὄμφακές εἰσιν.“
5 ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθειν τὸν λόγον ὁ μῦθος ἐλέγχει.

16

t

ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΑΛΕΚΤΡΥΩΝ

16

.

1

αἴλουρος συλλαβὼν ἀλεκτρυόνα τοῦτον ἐβούλετο μετ’ εὐλόγου αἰτίας καταθοινήσασθαι. καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν αὐτοὺς ἐῶντα. τοῦ δὲ
5εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ, ἐπὶ γὰρ τὰ
συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· „ἀλλὰ καὶ ἀσεβὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων.“ τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλὰ γὰρ αὐτοῖς ὠὰ τί‐22 in vol. 1.1
10κτεσθαι παρασκευάζει, διαπορηθεὶς ἐκεῖνος ἔφη· „ἐὰν οὖν σὺ ἀφορμῶν ἀεὶ εὐπορῇς, ἐγώ σε οὐ κατέδομαι;“ ὁ λόγος δηλοῖ, ὅτι καὶ πονηρὰ φύσις πλημμελεῖν προ‐ αιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται.

16

.

2

αἴλουρος συλλαβὼν ἀλεκτρυόνα τοῦτον ἐβούλετο μετ’ εὐλόγου αἰτίας καταθοινήσασθαι. καὶ δὴ ἤρξατο κατηγορεῖν αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα μηδὲ ὕπνου τυχεῖν ἐῶντα. τοῦ δὲ εἰπόντος ἐπ’
5ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖν, „ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρω“, ἐκ δευτέρου ὁ αἴλουρος ἔλεγεν· „ἀλλὰ ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις ἀδελφαῖς καὶ μητρὶ ἐπ‐ εμβαίνων.“ τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν
πράττειν φήσαντος „πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρα‐23 in vol. 1.1
10σκευάζω“, ἀπορηθεὶς ἐκεῖνος εἶπεν· „ἐὰν γὰρ σὺ ἀφορμῶν πολλῶν εὐπορήσῃς, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ“, καὶ ἔφαγεν αὐτόν. ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν προαιρου‐ μένη, κἂν μετ’ εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε
15ἀπαρακαλύπτως πονηρεύεται.

16

.

3

αἴλουρος συλλαβὼν ἀλεκτρυόνα μετ’ εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. καὶ δὴ κατηγόρει αὐτοῦ λέ‐ γων, ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. τοῦ δ’ ἀπολογουμένου
5ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν, ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν μητρὶ καὶ ἀδελφαῖς συμμιγνύ‐ μενος. τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτο‐
10μένων, ὁ αἴλουρος εἰπών· „ἀλλ’ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ“ τοῦτον κατεθοινήσατο. ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρου‐ μένη, εἰ μὴ μετ’ εὐλόγου δυνηθείη προσχήματος, ἀπαρα‐
15καλύπτως γε μὴν πονηρεύεται.24 in vol. 1.1

17

t

ΑΛΩΠΗΞ ΚΟΛΟΥΡΟΣ

17

.

1

ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα ἐπειδὴ δι’ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας
5ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. τούτων δέ τις ὑποτυχοῦσα ἔφη· „ὦ αὕτη, ἀλλ’ εἰ μή σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας.“
10 οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους, οἳ τὰς συμβου‐ λίας ποιοῦνται τοῖς πέλας οὐ δι’ εὔνοιαν ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.

17

.

2

ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα ἐξ αἰσχύνης ἀβίωτον τὸν βίον ἡγεῖτο ἔχειν. ἔγνω δὲ καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ περιαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροί‐
5σασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν λέγουσα, ὡς
οὐκ ἀπρεπὲς τοῦτο μόνον ἀλλὰ καὶ περισσὸν αὐταῖς προσ‐ ήρτηται βάρος. τούτων δέ τις ὑπολαβοῦσα ἔφη· „ὦ αὕτη, ἀλλ’ εἴ σοι οὐ τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβού‐ λευες.“25 in vol. 1.1
10 οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι’ εὔνοιαν ἀλλὰ διὰ τὸ αὐτοῖς συμφέρον.

17

.

3

ἀλώπηξ παγίδι ληφθεῖσα καὶ ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα ἀβίωτον ὑπ’ αἰσχύνης ἡγεῖτο τὸν βίον. ἔγνω οὖν τὰς ἄλλας ἀλώπεκας τοῦτ’ αὐτὸ νουθετῆσαι, ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. καὶ δὴ πάσας
5ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὂν ἀλλὰ καὶ περιττὸν βάρος προσ‐ ηρτημένον. ὑπολαβοῦσα δέ τις αὐτῶν εἶπεν· „ὦ αὕτη, ἀλλ’ εἰ οὐ σοὶ τοῦτο προσέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι’
10εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμβουλίας, διὰ δὲ τὸ αὐτοῖς συμφέρον.

18

t

ΑΛΙΕΥΣ ΚΑΙ ΜΑΙΝΙΣ

18

.

1

ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. τῆς δὲ
ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαβεῖν εἰς μεί‐ ζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· „ἀλλ’ ἔγωγε εὐηθέστατος26 in vol. 1.1
5ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος ἄδηλον ἐλπίδα διώκοιμι.“ ὁ λόγος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος, κἂν μικρὸν ᾖ, τοῦ προσδοκωμένου, κἂν μέγα ὑπάρχῃ.

18

.

2

(t)

ἁλιεὺς καὶ σμαρίς
1 ἁλιεὺς τὸ δίκτυον καθεὶς ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν πρὸς τὸ παρὸν μὴ λαβεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι, ἐπειδήπερ σμικρὰ τυγχάνει· „ἀλλ’ ἐὰν αὐξηθῶ καὶ μεγάλη γένωμαι, συλλαβεῖν με, ἐπεὶ καὶ εἰς μείζονά σοι
5ὠφέλειάν ἐστι.“ καὶ ὁ ἁλιεὺς εἶπεν· „ἀλλ’ ἔγωγε ἔξηχος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος ἄδηλα διώκοιμι.“ ὁ μῦθος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ.

18

.

3

ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάττῃ ἀνήνεγκε
σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι διὰ τὸ σμικρὰν τυγχάνειν. „ἀλλ’ ὅταν αὐξηθῶ καὶ μεγάλη“, φησί, „γένωμαι, συλλαβεῖν με δυνήσῃ,27 in vol. 1.1
5ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι.“ καὶ ὁ ἁλιεὺς εἶπεν· „ἀλλ’ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι.“ ὁ μῦθος δηλοῖ, ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μεί‐
10ζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.

19

t

ΑΛΩΠΗΞ ΚΑΙ ΒΑΤΟΣ

19

.

1

ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς δια‐ τεθεῖσα ᾐτιᾶτο αὐτήν, εἴ γε καταφυγοῦσαν ἐπ’ αὐτὴν ὡς ἐπὶ βοηθὸν χεῖρον αὐτῇ ἐχρήσατο καὶ αὐτοῦ τοῦ προκει‐
5μένου. καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· „ἀλλ’ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις αὐτὴ πάντων ἐπιλαμβάνεσθαι εἴωθα.“ οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν, ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.

19

.

2

ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο πρὸς βοήθειαν. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ
δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· „αἲ ἐμέ. καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν χεῖρόν μοι ἐχρήσω.“ „ἀλλ’ ἐσφά‐28 in vol. 1.1
5λης, ὦ αὕτη“, φησὶν ἡ βάτος, „ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν, ὅσοι βοηθοῖς προστρέχουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

19

.

3

ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθήσασα κατα‐ πίπτειν ἔμελλεν, ἐπελάβετο πρὸς βοήθειαν βάτου. καὶ δὴ τοὺς πόδας ἐπὶ τοῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγή‐ σασα πρὸς αὐτὴν εἶπεν· „οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ
5σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας.“ „ἀλλ’ ἐσφάλης, ὦ αὕτη“, φησὶν ἡ βάτος, „ἐμοῦ βουληθεῖσα ἐπιλαβέσθαι, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι, ὅσοι βοηθοῖς προστρέχουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

20

t

ΑΛΩΠΗΞ ΚΑΙ ΚΡΟΚΟΔΕΙΛΟΣ

20

.

1

ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος, ὡς γεγυμνασιαρχη‐ κότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· „ἀλλὰ
5κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ, ὅτι ἀπὸ πολλῶν εἶ γυμνασμάτων.“ οὕτω καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ
πράγματα.29 in vol. 1.1

20

.

2

ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος ἡ ἀλώπηξ ὑπολαβοῦσα ἔφη· „ὦ οὗτος, ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος
5φαίνῃ, ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος.“ ὁ λόγος δηλοῖ, ὅτι τῶν ψευδομύθων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα.

20

.

3

ἀλώπηξ καὶ κροκόδειλος ἠμφισβήτουν περὶ εὐγενείας. πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προ‐ γόνων διεξιόντος λαμπρότητος ὡς γεγυμνασιαρχηκότων ἡ ἀλώπηξ ὑπολαβοῦσα· „ὦ τάν“, εἶπεν, „ἀλλὰ κἂν μὴ σὺ
5λέγης, ἀλλ’ ἀπὸ τοῦ δέρματός γε φαίνῃ, ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος.“ ὁ μῦθος δηλοῖ, ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.

21

t

ΑΛΙΕΙΣ

21

.

1

ἁλιεῖς ἐπ’ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακο‐ παθήσαντες οὐδὲν συνέλαβον, καθεζόμενοι δὲ ἐν τῇ νηὶ ἠθύμουν. ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. οἱ δὲ
5συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπό‐
λησαν. οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διε‐ βράβευσεν.30 in vol. 1.1

21

.

2

ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακο‐ παθήσαντες καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ μηδὲν τὸ πέρας δυνάμενοι ἀνύσαι, λυπούμενοι δὲ ἐβούλοντο ἀναχωρῆσαι ἄπρακτοι. καὶ ἰδοὺ θύννος διωκόμενος παρὰ μεγίστου
5ἰχθύος ἀναπηδήσας εἰσῆλθεν ἐν τῷ πλοίῳ αὐτῶν. λαβόν‐ τες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα. ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, τοῦτο τύχη διεβράβευσεν.

21

.

3

ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν ἐπειδὴ πολὺν χρόνον ταλαι‐ πωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχω‐ ρῆσαι παρεσκευάζοντο. εὐθὺς δὲ θύννος ὑπό του τῶν με‐ γίστων διωκόμενος ἰχθύων εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο.
5οἱ δὲ τοῦτον λαβόντες μεθ’ ἡδονῆς ἀνεχώρησαν. ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, ταῦτα
τύχη ἐδωρήσατο.31 in vol. 1.1

22

t

ΑΛΩΠΗΞ ΚΑΙ ΔΡΥΤΟΜΟΣ

22

.

1

ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ’ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου
5πυνθανομένων, εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖ‐ νος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν, ὅπου κατεκρύπτετο. τῶν δὲ οὐχ οἷς ἔνευε προσ‐ σχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο.
10μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴ γε διασωθεῖσα ὑπ’ αὐτοῦ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· „ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.“ τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς
15ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι’
ἔργων δὲ φαῦλα δρῶντας.32 in vol. 1.1

22

.

2

ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολὺν δρόμον ἀνύουσα αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύβην. ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν τῇ γωνίᾳ.
5τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας, ἐξῆλθε〈ν οὐ〉 προσφωνοῦσα. ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρω‐
10πος ἐκεῖνος λέγων· „δι’ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις.“ ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα ἔφη πρὸς αὐτόν· „ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.“ ὁ μῦθος πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν
15ἐπαγγελλομένους διὰ λόγων, δι’ ἔργων δὲ φαῦλα δρῶντας.

22

3,gamma

ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολλῇ τὸν
δρόμον ἀνύουσα αὐτίκα εὑρίσκει ἄνδρα δρυοτόμον, ὃν κατ‐ ελιπάρει τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυ‐ τοῦ καλύβην, εἰσελθοῦσα δὲ ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν33 in vol. 1.1
5δὲ κυνηγῶν ἐλθόντων τὸν ἄνδρα ἠρώτων καὶ τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἶναι, νεύσει δὲ ὑπεδείκνυ τὸν τόπον. αὐτοὶ δὲ μὴ προσ〈σ〉χόντες παραχρῆμα ἀπῆλθον. ὡς οὖν εἶδεν αὐτοὺς ἀπελθόντας, ἡ ἀλώπηξ ἦλθεν 〈οὐ〉 προσφωνοῦσα. ἐμέμφετο αὐτὴν ὁ ἄνθρωπος λέγων ὡς „δι’ ἐμοῦ πάντως
10ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις.“ ἡ δὲ ἐπιστραφεῖσα ἔφη πρὸς αὐτόν· „ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὁμοίως καὶ τοὺς τρόπους εἶχες τῆς σῆς χειρός.“ ὁ μῦθος [δηλοῖ] πρὸς ἀνθρώπους τοὺς χρηστὰ μὲν ἐπαγ‐ γελλομένους, δι’ ἔργων δὲ φαύλοις χρωμένους.

22

.

3

ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὗρε, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν δὲ κυνηγετῶν
5ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας, ἐξῆλθεν οὐ προσ‐ φωνοῦσα. μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν δι’
10αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλώπηξ ἐπι‐ στραφεῖσα ἔφη· „ὦ οὗτος, ἀλλ’ ἔγωγε ᾔδειν ἄν σοι χάρι‐ τας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.“ ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς
15λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.34 in vol. 1.1

23

t

ΑΛΕΚΤΡΥΟΝΕΣ ΚΑΙ ΠΕΡΔΙΞ

23

.

1

ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων ὡς περιέτυχε πέρ‐ δικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιω‐ κόντων ὁ πέρδιξ ἐβαρυθύμει νομίζων διὰ τοῦτο αὐτὸν
5καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπὼν ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· „ἀλλ’ ἔγωγε οὐκέτι ἄχθομαι ὑπὸ τούτων τυπτόμενος. ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.“
10 ὁ λόγος δηλοῖ, ὅτι ῥᾴδιον τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

23

.

2

ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συν‐ ανατραφῆναι τοῖς ὀρνίθοις. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα νομίζων διὰ τὸ
5εἶναι αὐτὸν ἀλλόφυλον, τούτου χάριν διώκεσθαι παρὰ τῶν
ἀλεκτρυόνων. μικρὸν δὲ ὅσον ὑποχωρήσας θεωρεῖ τοὺς ἀλεκτρυόνας σφοδρῶς μαχομένους καὶ ἀλλήλους συγκόπτον‐ τας. ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς τῆς λύπης ἔφη· „ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς35 in vol. 1.1
10καὶ ἐπ’ ἀλλήλων μαχομένους.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τότε ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕβρεις, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

23

.

3

ἀλεκτρύονας τις ἔχων ἐπὶ τῆς οἰκίας πριάμενος καὶ πέρ‐ δικα σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων ἐκεῖνος ἠθύμει σφόδρα νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. ὡς δὲ
5μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν· „ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλή‐ λοις.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ
10τῶν ἀλλοτρίων ὕβρεις, ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰ‐ κείων ἀπεχομένους.

24

t

ΑΛΩΠΗΞ ΕΞΟΓΚΩΘΕΙΣΑ ΤΗΝ ΓΑΣΤΕΡΑ

24

.

1

ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώ‐
ματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. ἑτέρα36 in vol. 1.1
5δὲ ἀλώπηξ τῇδε παριοῦσα ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. μαθοῦσα δὲ τὰ γεγενη‐ μένα ἔφη πρὸς αὐτήν· „ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ.“
10 ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

24

.

2

ἀλώπηξ λιμώττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέας καὶ ἄρτον ὑπ’ αὐτοῦ καταλειφθέντα· εἰσελ‐ θοῦσα δὲ ἔφαγεν αὐτὰ ἡδέως. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα καὶ μὴ δυναμένη ἐξελθεῖν τῆς καλύβης ἔστενε καὶ ἐπωδύ‐
5ρετο. ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο, δι’ ἣν αἰτίαν τοῦτο ποιεῖ. μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· „ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες.“
10ὁ μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος
διαλύει.37 in vol. 1.1

25

t

ΑΛΚΥΩΝ

25

.

1

ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον
5καὶ θεασαμένη πέτραν ἐπιθαλάσσιον ἐνεοττοποιεῖτο ἐνταῦθα. ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομὴν συνέβη τὴν θάλασσαν ὑπὸ λάβρου πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. καὶ ἡ ἀλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονός, εἶπεν·
10„ἀλλ’ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττο‐ μένη ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπι‐ στοτέρα.“ οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττό‐ μενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις
15ἐμπίπτοντες.

25

.

3

ἀλκυὼν ὄρνις ἐστὶ φιλέρημος ἀεὶ τῇ θαλάττῃ ἐνδιαιτω‐ μένη. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα ἐν πέτρᾳ παραλίῳ ἐνεοττοποιήσατο.
5ἐξελθούσης δέ ποτε αὐτῆς εἰς νομὴν συνέβη τὴν θάλατταν ὑπὸ λάβρου κυματωθεῖσαν πνεύματος ὑπεραρθῆναι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι.
ἡ δὲ ἐπανελθοῦσα καὶ γνοῦσα τὸ πραχθὲν εἶπε „δειλαία ἔγωγε, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύ‐38 in vol. 1.1
10την κατέφυγον, ἥ μοι πολλῷ γέγονεν ἀπιστοτέρα.“ ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

26

t

ΑΛΙΕΥΣ

26

.

1

ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. καὶ δὴ κατατείνας τὰ δίκτυα ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῳ λίθον ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν
5τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα ἐμέμφετο αὐτὸν ὡς τὸν ποταμὸν θολοῦντα καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. ὁ δὲ ἀπεκρίνατο· „ἀλλ’ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.“
10 οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργά‐ ζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.

26

.

3

ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευεν. διατείνας δὲ τὰ δίκτυα καὶ τὸ ῥεῦμα περιλαβὼν ἑκατέρωθεν, καλωδίῳ προσδήσας λίθον τὸ ὕδωρ ἔτυπτεν, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαρα‐ φυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον
5οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν. καὶ ὃς ἀπεκρίνατο· „ἀλλ’ εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττε‐
ται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.“ ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε39 in vol. 1.1
10μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περι‐ άγωσιν.

27

t

ΑΛΩΠΗΞ ΠΡΟΣ ΜΟΡΜΟΛΥΚΕΙΟΝ

27

.

1

ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν· „οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει.“ ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι,
5κατὰ ψυχὴν δὲ ἀλόγιστον.

27

.

2

ἀλώπηξ εἰσελθοῦσα εἰς οἰκίαν κιθαρῳδοῦ καὶ ἕκαστον τῶν αὐτοῦ σκευῶν ἐρευνησαμένη εὗρε κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην. ἀναλαβοῦσα δὲ αὐτὴν ταῖς οἰκείαις χερσὶν ἔφη· „ὦ οἵα κεφαλὴ καὶ ἐγκέφαλον οὐκ ἔχει.“
5 ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.

27

.

3

ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν
αὐτοῦ σκευῶν διερευνωμένη εὗρε καὶ κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· „ὦ οἵα κεφαλή, καὶ ἐγκέφαλον οὐκ ἔχει.“40 in vol. 1.1
5 ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ δὲ ψυχὴν ἀλογίστους.

28

t

ΑΝΗΡ ΦΕΝΑΞ

28

.

1

ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν. οἱ δὲ ἀπό‐ πειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν
5ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυ‐ σεν εἰπών· „ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες.“ οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσει Ἀττικὰς χιλίας. καὶ ὃς περιχαρὴς γενόμενος δρο‐
10μαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα. ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη καὶ ὑπ’ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας. ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.

28

.

2

ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι „ἐὰν ὑγιάνω ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν.“ οἱ δὲ πει‐ ρᾶσαι αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀπεκατέστησαν.
ἐξαναστὰς οὖν ὁ ἄνθρωπος ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους41 in vol. 1.1
5ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών· „ὦ δαίμονες, ἰδοὺ τὴν εὐχὴν ἀπετέλεσα.“ οἱ δὲ θεοὶ βου‐ λόμενοι αὐτὸν ἀνταμύνεσθαι ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· „ἄπελθε εἰς τὸν αἰγιαλὸν εἰς τόνδε τὸν τόπον καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν.“ ὁ δὲ ἔξυπνος γενόμενος
10μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαίως ψηλαφῶν τὸ χρυσίον. περιτυχὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπ’ αὐτῶν. ὁ δὲ παρεκάλει αὐτοὺς λέ‐ γων· „ἄφετέ με καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραί‐
15νουσι τὸ θεῖον.

28

.

3

ἀνὴρ πένης νοσῶν εὔξατο τοῖς θεοῖς, εἰ διασωθείη, βοῦς ἑκατὸν εἰς θυσίαν προσοίσειν. οἱ δὲ θεοὶ πειρᾶσαι τοῦτον βουλόμενοι τοῦ πάθους ἀπήλλαξαν. ὁ δ’ ἀναστὰς ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας ἐπὶ τοῦ βω‐
5μοῦ θεὶς ὡλοκαύτωσεν. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύ‐ νασθαι ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· „ἄπελθε εἰς τὸν αἰγια‐ λὸν εἰς τόνδε τὸν τόπον. ἐκεῖ γὰρ Ἀττικὰς χιλίας εὑρήσεις.“ ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο. ἐκεῖ δὲ δὴ πειραταῖς περιτυ‐
10χὼν ὑπ’ αὐτῶν συνελήφθη. ἁλοὺς δὲ ἀφεθῆναι τῶν πειρα‐ τῶν ἐδεῖτο χίλια χρυσίου τάλαντα δώσειν αὐτοῖς ὑπισχνού‐ μενος. ὡς δ’ οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ἀπ’ αὐτῶν ἀπημπο‐ λήθη χιλίων δραχμῶν. ὁ μῦθος δηλοῖ, ὅτι τοῖς ψευδέσιν τῶν ἀνθρώπων ἐχθραί‐42 in vol. 1.1
15νει τὸ θεῖον.

29

t

ΑΝΘΡΑΚΕΥΣ ΚΑΙ ΓΝΑΦΕΥΣ

29

.

1

ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος ὡς ἐθεάσατο γναφέα προσελθόντα, παρεκάλει αὐτόν, ὅπως αὐτῷ σύνοι‐ κος γένηται διεξιών, ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γνα‐
5φεὺς ὑποτυχὼν ἔφη· „ἀλλ’ ἔμοιγε τοῦτο παντελῶς ἐστιν ἀδύνατον. ἃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολώσεις.“ ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστιν.

29

.

2

ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν ὡς ἐθεάσατο γναφέα παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους. καὶ ὁ γναφεὺς ὑπολαβὼν ἔφη· „ἀλλ’ ἔγωγε παντελῶς πρᾶξαι
τοῦτο οὐ δύναμαι.“ τοῦ δὲ πυνθανομένου, δι’ ἣν αἰτίαν,43 in vol. 1.1
5ἔφη· „φοβοῦμαι, μήπως, ἃ ἐγὼ λευκαίνω, σὺ ἀσβολώνῃς ταῦτα.“ ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

29

.

3

ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παρα‐ γενόμενον αὐτῷ συνοικῆσαι. ὁ δὲ κναφεὺς ὑπολαβὼν ἔφη· „ἀλλ’ οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι. δέδια γάρ, μήπως, ἃ ἐγὼ λευκαίνω, αὐτὸς ἀσβόλης πληροῖς.“
5ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

30

t

ΝΑΥΑΓΟΣ

30

.

1

ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ’ ἑτέρων τινῶν ἔπλει. καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπεί‐ σης οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ’ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ
5περισωθείη. εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμε‐ νος ἔφη πρὸς αὐτόν· „σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.“ ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ
καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν.44 in vol. 1.1

31

t

ΑΝΗΡ ΜΕΣΑΙΠΟΛΙΟΣ ΚΑΙ ΕΤΑΙΡΑΙ

31

.

1

ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα, ἡ δὲ πρεσβῦτις. καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. ἡ δὲ νεωτέρα
5ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. οὕτω τε συνέβη ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλό‐ μενον φαλακρὸν γενέσθαι. οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστιν.

32

t

ΑΝΔΡΟΦΟΝΟΣ

32

.

1

ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο. γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν λύκου αὐτῷ ἀπαντήσαντος φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῷ ποταμῷ παρακείμενον κἀκεῖ ἐκρύπτετο. θεασάμενος δὲ ἐν‐
5ταῦθα ἔχιν κατ’ αὐτοῦ αἰωρούμενον ἑαυτὸν εἰς τὸν ποτα‐ μὸν καθῆκεν. ἐν δὲ τούτῳ ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο. ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.45 in vol. 1.1

32

.

2

ἄνθρωπός τις φόνον ποιήσας ἐδιώκετο ὑπὸ τῶν συγγε‐ νῶν τοῦ φονευθέντος. γενομένου δὲ αὐτοῦ κατὰ τὸν Νεῖ‐ λον ποταμὸν λέοντα ἰδὼν καὶ φοβηθεὶς ἀνέβη εἰς δένδρον. εὗρε δὲ δράκοντα ἐπάνω τοῦ δένδρου καὶ πάλιν τοῦτον
5φοβηθεὶς ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμόν. ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο. ὁ μῦθος δηλοῖ, ὅτι τοὺς φονεῖς τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον οὔτε τόπος ἄλλος φυλάττει.

33

t

ΠΕΝΤΑΘΛΟΣ ΚΟΜΠΑΣΤΗΣ

33

.

1

ἀνὴρ πένταθλος ἐπ’ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολι‐ τῶν ὀνειδιζόμενος ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθὼν ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ μὲν καὶ ἐν
ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο46 in vol. 1.1
5πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι. καὶ τού‐ του μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· „ἀλλ’, ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ Ῥόδος καὶ πήδημα.“
10 ὁ λόγος δηλοῖ, ὅτι ὧν πρόχειρος ἡ δι’ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστιν.

33

.

2

ἄνθρωπός τις ἀποδημήσας ἧκε πάλιν εἰς τὴν ἰδίαν χώ‐ ραν. φρυαττόμενος δὲ ἐκαυχᾶτο μεγάλως, ὡς ἀνδραγαθήσας εἰς διαφόρους τόπους· ἐν δὲ τῇ Ῥόδῳ ἔφασκε πήδημα μέγα πηδήσας, ὅπερ οὐδεὶς τῶν ἀνθρώπων δύναται πηδῆ‐
5σαι, καὶ μάρτυρας ἔφασκεν ἔχειν εἰς τοῦτο. τῶν δὲ παρόν‐ των τις ὑπολαβὼν ἔφη αὐτῷ· „ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, ἰδοὺ Ῥόδος καὶ πήδημα.“ ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ πεῖρα τοῦ πράγματος, πᾶς λόγος περιττός ἐστιν.

33

.

3

ἀνήρ τις ἀποδημήσας εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέ‐ ναι χώραις ἐκόμπαζε καὶ δὴ κἀν τῇ Ῥόδῳ πεπηδηκέναι
πήδημα, οἷον οὐδεὶς τῶν ἐπ’ αὐτοῦ δυνατὸς ἂν πηδῆσαι.47 in vol. 1.1
5πρὸς τοῦτο δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη· „ὦ οὗτος, εἰ ἀληθὲς τοῦτ’ ἐστίν, οὐδὲν δεῖ σοι μαρτύρων. ἰδοὺ Ῥόδος, ἰδοὺ καὶ πήδημα.“ ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος
10ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστιν.

34

t

ΑΔΥΝΑΤΑ ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ

34

.

1

ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ ὑπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιή‐ σειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξ‐ αναστῇ. τῆς δὲ γυναικὸς [ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα]
5πυνθανομένης· „καὶ πόθεν αὐτὰ ἀποδώσεισ“; ἔφη· „νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτή‐ σωσιν;“ ὁ λόγος δηλοῖ, ὅτι ταῦτα ῥᾴδιον οἱ ἄνθρωποι κατεπαγ‐ γέλλονται, ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν.

34

.

2

ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· „ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι
5παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν.“ τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· „πόθεν σοι ταῦτα, ἐὰν συμβῇ ὑγιᾶναί σε“; πρὸς αὐτὴν ἐκεῖνος ἔφη· „καὶ νομίζεις ἀνα‐ στῆναί με, ἵνα με καὶ ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν;“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ῥᾴδιον κατεπαγγέλλονται, ἃ48 in vol. 1.1
10τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.

34

.

3

ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ πρὸς τῶν ἰατρῶν ἀπεγνώσθη, τῶν θεῶν ἐδεῖτο ὡς, εἰ τὴν ὑγίειαν αὐτῷ πάλιν ἐπανελθεῖν ποιήσειαν, ἑκατὸν βόας αὐτοῖς προσοίσειν ὑπισχνούμενος εἰς θυσίαν. τῆς δὲ γυναικὸς αὐτοῦ
5πυθομένης· „καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς;“ ἐκεῖνος ἔφη· „οἴει γὰρ ἀναστῆναί με ἐντεῦθεν, ἵν’ οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν;“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.

35

t

ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΣΑΤΥΡΟΣ

35

.

1

ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου ὁ
ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι’ ἣν τοῦτο πράττει,49 in vol. 1.1
5ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου, τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα,
10ἐπεὶ λίαν θερμόν ἐστι. κἀκεῖνος ἔφη πρὸς αὐτόν· „ἀλλ’ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.“ ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

35

.

2

ἄνθρωπός τις πρὸς τὸν σάτυρον φιλίαν ποιησάμενος ἐκάθισαν ἀμφότεροι τοῦ ἐσθίειν. χειμῶνος δὲ καταλαβόντος καὶ ψύχους γενομένου ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. τοῦ δὲ σατύρου ἐπερωτήσαντος,
5„δι’ ἣν αἰτίαν τοῦτο πράττεις, φίλε;“ ἔφη „τὰς χεῖράς μου θερμαίνω ἐκ τοῦ κρύους.“ μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος ὁ ἄνθρωπος πάλιν ἐπιφέρων τῷ στόματι τὸ βρῶμα ἐφύσα τοῦτο. πυνθανομένου δὲ πάλιν τοῦ σατύ‐ ρου· „δι’ ἣν αἰτίαν τοῦτο πάλιν πράττεις;“ ἔφη· „τὸ
10ἔδεσμα καταψύχω.“ ὑπολαβὼν δὲ ἐκεῖνος ἔφη· „ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεισ“. ὁ μῦθος δηλοῖ, ὅτι οὕτω δεῖ καὶ ἡμᾶς ἀποφεύγειν τὰς φιλίας, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.50 in vol. 1.1

35

.

3

ἄνθρωπός τις πρὸς σάτυρον φιλίαν ποιησάμενος συνεσθίων ἦν αὐτῷ. χειμῶνος δὲ καὶ ψύχους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει. τοῦ δὲ σατύρου ἐπερωτήσαντος, δι’ ἣν αἰτίαν τοῦτο πράττει, ἔφη·
5„τὰς χεῖρας μου θερμαίνω ἐκ τοῦ κρύους.“ μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος ὁ ἄνθρωπος προσφέ‐ ρων τῷ στόματι ἐφύσα αὐτό. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου, δι’ ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· „τὸ ἔδεσμα καταψύχω.“ ὑπολαβὼν δὲ ὁ σάτυρος „ἀλλ’ ἔγωγε“, ἔφη, „ἀπὸ
10τοῦ νῦν ἀποτάσσομαί σου τῆς φιλίας, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις.“ ὁ μῦθος δηλοῖ, ὅτι δεῖ φεύγειν ἡμᾶς τὰς φιλίας, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

36

t

ΑΝΗΡ ΚΑΚΟΠΡΑΓΜΩΝ

36

.

1

ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπι‐
δείξειν τὸ ἐν Δελφοῖς μαντεῖον ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκε‐ πάσας ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἄντικρυς ἐπηρώτα, πό‐51 in vol. 1.1
5τερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄπνουν, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν εἶπεν· „ἀλλ’, ὦ οὗτος, πέπαυσο. ἐν σοὶ γάρ ἐστι τοῦτο, ὃ ἔχεις, ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον.“
10ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.

36

.

2

ἀνὴρ κακοπράγμων πρὸς τὴν γνῶσιν τοῦ ἐν Δελφοῖς μαντείου ἧκε βουλόμενος ἐκπειρᾶσαι τοῦτο. καὶ δὴ λαβὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ σταθεὶς ἄντικρυς αὐτοῦ ἐν τῷ ἱερῷ ἐπηρώτησεν αὐτόν·
5„τί ἔχω εἰς τὰς χεῖράς μου, ἔμπνουν ἢ ἄπνουν;“ βουλό‐ μενος ὅτι, ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδείξῃ,
εἰ δὲ ἔμπνουν ἀποπνίξας προενέγκῃ. γνοὺς δὲ ὁ θεὸς τὴν κακότεχνον αὐτοῦ γνώμην εἶπεν· „ὡς θέλεις ποίησον, ὦ οὗτος. ἐν σοὶ γάρ ἐστι τοῦτο πρᾶξαι. θέλεις νεκρόν, θέλεις52 in vol. 1.1
10ζῶν ἀπόδειξον τοῦτο.“ ὁ μῦθος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητον καὶ ἀλάθη‐ τόν ἐστι.

36

.

3

ἀνὴρ κακοπράγμων εἰς τὸν ἐν Δελφοῖς ἧκεν Ἀπόλλωνα πειρᾶσαι τοῦτον βουλόμενος. καὶ δὴ λαβὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἐσθῆτι σκεπάσας ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· „Ἄπολλον, ὃ μετὰ
5χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν;“ βουλό‐ μενος ὡς, εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον, εἰ δ’ ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν. ὁ δέ γε θεὸς τὴν κακότεχνον αὐτοῦ γνοὺς ἐπίνοιαν εἶπεν· „ὁπότερον, ὦ οὗτος, βούλει ποιῆσαι, ποίησον. παρὰ σοὶ γὰρ
10κεῖται τοῦτο πρᾶξαι, ἤτοι ζῶν, ὃ κατέχεις, ἢ νεκρὸν ὑπο‐ δεῖξαι.“ ὁ μῦθος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαραλόγιστον καὶ ἀλάθητον.

37

t

ΑΝΗΡ ΠΗΡΟΣ

37

.

1

ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιθέμενον εἰς τὰς χεῖρας αὐτοῦ ζῷον ἐφαπτόμενος λέγειν, ὁποῖόν τί ἐστι. καὶ δήποτε
λυγκιδίου αὐτῷ ἐπιδοθέντος ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· „οὐκ οἶδα, πότερον λύκου εἶ ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς53 in vol. 1.1
5ζῴου γέννημα. τοῦτο μέντοι σαφῶς ἐπίσταμαι, ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προβάτων ποίμνῃ συνιέναι.“ οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.

38

t

ΑΡΟΤΗΣ ΚΑΙ ΛΥΚΟΣ

38

.

1

ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ πότον ἀπήγαγε. λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρὸν ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ
5δυνάμενος ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. ὁ δὲ ἀρό‐ της ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· „εἴθε γάρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης.“ οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγ‐
10γέλλωνται, [διὰ τὸν τρόπον] οὐ πιστεύονται.

39a

t

ΧΕΛΙΔΩΝ ΚΑΙ ΟΡΝΙΘΕΣ

39a

1

ἄρτι τοῦ ἰξοῦ φυομένου ἡ χελιδὼν αἰσθομένη τὸν
ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον συναθροίσασα πάντα τὰ ὄρνεα συνεβούλευεν αὐτοῖς μάλιστα μὲν τὰς ἰξοφόρους δρῦς ἐκκόψαι, εἰ δ’ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώ‐54 in vol. 1.1
5πους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησά‐ μενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. τῶν δὲ γελασάντων αὐτὴν ὡς ματαιολογοῦσαν αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο. οἱ δὲ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτοῖς προσελάβοντο. οὕτω
10συνέβη τὰ μὲν λοιπὰ ὄρνεα ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώ‐ πων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. ὁ λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται.

39b

1

χελιδὼν ἐκκλησίαν τῶν ὀρνέων κινήσασα παρῄνει φάσκουσα κράτιστον εἶναι τὸ μὴ προσκόπτειν τοῖς ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. τῶν δὲ
ὀρνέων τις τὰ ἐναντία αὐτῇ ἔλεγεν· „ἀλλ’ εἰ τὸ σπέρμα55 in vol. 1.1
5τοῦ λίνου μᾶλλον κατεσθίωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι δίκτυα καθ’ ἡμῶν.“ ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἐγένετο ἐν ταῖς πόλεσι διατρίβουσα καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ’ ἀνθρώποις καὶ οὐδὲν ὑπ’ αὐτῶν πάσχει δεινόν. τὰ δὲ λοιπὰ ὄρνεα ὑπομείναντα κατεσθίειν
10τὸ σπέρμα ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει λι‐ παρὰς γενέσθαι οὕτω τε ἁλίσκεσθαι καὶ κατεσθίεσθαι. ταύ‐ την οὖν τὴν κακογνωμοσύνην ὑπομένοντα μετενόησαν μὴ μετ’ ἀνθρώπων μένειν, ἀλλ’ ἐν ἀέρι ἵπτασθαι. οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι βιωτικοῖς πράγμασι τῷ
15τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο, ἀκίνδυνοι διεφυλά‐ χθησαν.

40

t

ΑΣΤΡΟΛΟΓΟΣ

40

.

1

ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέ‐ ρας ἐπισκοπεῖσθαι. καὶ δήποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπε‐ σὼν εἰς φρέαρ. ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος παριών
5τις ὡς ἤκουσε τῶν στεναγμῶν, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα ἔφη πρὸς αὐτόν· „ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς;“ τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τῶν ἀν‐ θρώπων, οἳ παραδόξως ἀλαζονεύοντες οὐδὲ τὰ κοινὰ τοῖς56 in vol. 1.1
10ἀνθρώποις ἐπιτελεῖν δύνανται.

41

t

ΑΛΩΠΗΞ ΚΑΙ ΚΥΩΝ

41

.

1

ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαβομένη προσεποιεῖτο καταφιλεῖν. ἐρω‐ τηθεῖσα δὲ ὑπὸ κυνός· „τί τοῦτο ποιεῖς;“ „τιθηνοῦμαι αὐτό“, ἔφη, „καὶ προσπαίζω.“ καὶ ὁ κύων ἔφη· „καὶ νῦν, ἂν μὴ
5ἀφῇς τὸ ἀρνίον, τὰ κυνῶν σοι προσοίσω.“ πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μωροκλέπτην ὁ λόγος εὔκαιρος.

42

t

ΓΕΩΡΓΟΣ ΚΑΙ ΠΑΙΔΕΣ ΑΥΤΟΥ

42

.

1

ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὐτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας μετακαλεσάμε‐
νος αὐτοὺς ἔφη· „τεκνία, ἐν μιᾷ τῶν ἀμπέλων μου θησαυ‐ ρὸς ἀπόκειται.“ οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕννας τε57 in vol. 1.1
5καὶ δικέλλας λαβόντες πᾶσαν αὐτῶν τὴν γεωργίαν ὤρυξαν. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος πολυπλασίως τὴν φορὰν αὐτοῖς ἀπεδίδου. ὁ λόγος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀν‐ θρώποις.

42

.

2

ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι ἐν τῇ γεωργικῇ προσκαλεσάμενος αὐτοὺς ἔφη· „τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ ὑπάρχει μοι, ἐν τῇ
5ἀμπέλῳ εὑρήσετε πάντα.“ οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς αὐτῶν λα‐ βόντες δικέλλας καὶ ἀξίνας καὶ δρέπανα κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος καλῶς κατασκαφεῖσα καὶ ὠφεληθεῖσα πολυπλασίονα
10ἀπέδωκε τὸν καρπὸν καὶ πλοῦτον ἀνήνεγκεν. ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώ‐
ποις.58 in vol. 1.1

42

.

3

γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας προσκαλε‐ σάμενος αὐτοὺς ἔφη· „παῖδες ἐμοί, ἐγὼ μὲν ἤδη τὸν βίον ὑπέξειμι, ὑμεῖς δ’, ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται, ζη‐
5τήσαντες εὑρήσετε πάντα.“ οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν. καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλα‐ σίονα τὸν καρπὸν ἀνέδωκεν.
10ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

43

t

ΒΑΤΡΑΧΟΙ

43

.

1

βάτραχοι δύο ξηρανθείσης αὐτῶν τῆς λίμνης περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ ἕτερος συνεβούλευεν ἀμελετήτως καθάλλεσθαι. ὁ δὲ ἕτε‐ ρος ἔλεγεν· „ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς
5δυνησόμεθα ἀναβῆναι;“ ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι
τοῖς πράγμασιν.59 in vol. 1.1

43

.

2

βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. ἐν ἡμέραις δὲ τοῦ θέ‐ ρους ἐξηράνθη ἡ λίμνη καὶ καταλείψαντες ἐκείνην ἄλλην ἐπεζήτουν. παραχρῆμα δὲ συνήντησαν φρέατι βαθεῖ. εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ· „συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε.“
5ὑπολαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· „ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν;“ ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν.

43

.

3

βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. θέρους δὲ ξηρανθείσης τῆς λίμνης ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· „συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ.“ ὁ δὲ ὑπο‐
5λαβὼν εἶπεν· „ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;“ ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.

44

t

ΒΑΤΡΑΧΟΙ ΑΙΤΟΥΝΤΕΣ ΒΑΣΙΛΕΑ

44

.

1

βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν.
ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον εἰς τὴν λίμνην καθῆκε. καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον καταπλαγέντες τὸν60 in vol. 1.1
5ψόφον εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν, ὕστερον δέ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτο καταφρονή‐ σεως ἦλθον ὡς καὶ ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα ἧκον ἐκ δευτέ‐ ρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς
10τὸν ἄρχοντα. τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῶν ὕδραν αὐτοῖς ἔπεμψεν, ὑφ’ ἧς συλλαμβανόμενοι κατησθίοντο. ὁ λόγος δηλοῖ, ὅτι ἄμεινόν ἐστι νωθεῖς ἔχειν ἄρχοντας ἢ ταρακτικούς.

44

.

2

βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς βασιλέα παρά‐ σχῃ. ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον μέσον τῆς λίμνης ἔπηξεν. παραυτίκα δὲ οἱ βάτραχοι τῷ φόβῳ συστελ‐
5λόμενοι εἰς τὰ βάθη ἑαυτοὺς κατέδυον. χρόνου δὲ πολλοῦ παρῳχηκότος ὡς ἀκίνητον τὸ ξύλον ἑώρων, ἀπεβάλοντο τὸν φόβον καὶ εἰς τοσοῦτον κατεφρόνησαν αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. μὴ ἀξιοῦντες δὲ τοῦτον ἔχειν βασιλέα ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία παρακα‐61 in vol. 1.1
10λοῦντες αὖθις ἀλλάξαι αὐτόν. ὁ δὲ δέδωκεν αὐτοῖς ἔγχελυν εἰς βασιλέα. ἰδόντες δὲ καὶ τούτου τὴν εὐήθειαν οὐκ ἀπ‐ εδέξαντο αὐτόν. ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. ὁ δὲ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῶν ὕδραν ἔπεμψεν αὐτοῖς, ὑφ’ ἧς συλληφθέντες οἱ βάτραχοι
15καθ’ ἕνα ἠσθίοντο. ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι καὶ μὴ
πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.62 in vol. 1.1

45

t

ΒΟΕΣ ΚΑΙ ΑΞΟΝΕΣ

45

.

1

βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος ἐπιστρα‐ φέντες οὗτοι ἔφασαν πρὸς αὐτόν· „ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων σὺ κέκραγας;“ οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ
5προσποιοῦνται κάμνειν.

45

.

2

βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος ἐπιστρα‐ φέντες οἱ βόες εἶπον αὐτῷ· „ἡμῶν ὅλον τὸ βάρος φε‐ ρόντων σὺ τί κράζεις;“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ἄλλων μοχθούν‐
5των ἕτεροι βάρος προσποιοῦνται.

46

t

ΒΟΡΕΑΣ ΚΑΙ ΗΛΙΟΣ

46

.

1

Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοι‐ πόρον ἐκδύσῃ. καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος μᾶλλον ἐπέκειτο.
5ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον καὶ
περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμὼν 〈ὁ Βορέασ〉 τῷ Ἡλίῳ μεταπαρέδωκε. κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου σφοδρότερον τὸ καῦμα ἐπέτεινε,63 in vol. 1.1
10μέχρις οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος ἀποδυ‐ σάμενος ποταμοῦ παραῤῥέοντος ἐπὶ λουτρὸν ἀπῄει. ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυστικώτερόν ἐστι.

47

t

ΠΑΙΔΙΟΝ ΕΜΟΥΝ ΣΠΛΑΓΧΝΑ

47

.

1

βοῦν τινες ἐπ’ ἀγροῦ θύοντες τοὺς σύνεγγυς ἐκάλεσαν. ἐν δὲ τούτοις ἦν τις καὶ γυνὴ πενιχρά, μεθ’ ἧς καὶ ὁ αὐτῆς παῖς εἰσῆλθε. προιούσης δὲ τῆς εὐωχίας τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχνων καὶ τοῦ οἴνου, ἐπειδὴ
5ἐξωδήκει αὐτῷ 〈ἡ γαστὴρ〉, βασανιζόμενον ἔλεγεν· „ὦ μῆ‐ τερ, ἐμῶ τὰ σπλάγχνα.“ ἡ δὲ εἶπεν· „οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες.“ οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως64 in vol. 1.1
10ἐπάχθεται ὡς οἴκοθεν προιέμενος.

47

.

2

βουτῆρες ἐπ’ ἀγροῦ θύοντες αἶγα τοὺς σύνεγγυς ἐκάλε‐ σαν. ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρά, μεθ’ ἧς καὶ ὁ παῖς αὐτῆς. προιούσης δὲ τῆς εὐωχίας τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν ὀδυνόμενον ἔλεγεν· „ὦ μῆτερ,
5〈ἐμῶ〉 τὰ σπλάγχνα μου.“ ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· „οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες.“ ὁ μῦθος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων ὅταν ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.

47

3,gamma

βοτῆρες ἐν ἀγρῷ ἔθυον αἶγα. συνῆν δὲ αὐτοῖς καὶ γυνὴ πενιχρὰ μετὰ τοῦ ἑαυτῆς παιδός. τῆς δὲ εὐωχίας προιού‐ σης καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν ὀδυνώμενον ἔλεγεν· „ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ.“
5ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· „οὐχὶ τὰ σά, τέκνον, ἀλλ’ ἃ
κατέφαγες.“ ὁ μῦθος [δηλοῖ] πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλ‐ λότρια ἑτοίμως ἀπολαμβάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.65 in vol. 1.1

48

t

ΒΩΤΑΛΙΣ

48

.

1

βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς † ἀφείλετο ἀπ’ αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἡ νυκτερὶς ἐπυνθά‐ νετο αὐτῆς τὴν αἰτίαν, δι’ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει, ἡμέ‐
5ρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ’ ἐκείνου ἐσωφρο‐ νίσθη, [καὶ] ἡ νυκτερὶς εἶπεν· „ἀλλ’ οὐ νῦν σε δεῖ φυλάτ‐ τεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν καὶ συλληφθῆναι.“ ὁ λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφε‐ λὴς καθέστηκεν.

48

.

3

βουταλὶς ἀπό τινος θυρίδος ἐκρέματο. νυκτερὶς δὲ προσ‐ ελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν, δι’ ἣν ἡμέρας μὲν ἡσυχάζει,
νύκτωρ δὲ ᾄδει. τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης, ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη καὶ διὰ τοῦτο ἀπ’66 in vol. 1.1
5ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· „ἀλλ’ οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλλη‐ φθῆναι.“ ὁ μῦθος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ με‐ τάνοια.

49

t

ΒΟΥΚΟΛΟΣ

49

.

1

βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. περι‐ ελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐὰν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον περίφοβος γε‐
5νόμενος ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπε· „Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.“ οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν δυστυχούντων,
10οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

49

.

2

βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. περι‐ ελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, „ἐὰν τὸν
κλέπτην τὸν λαβόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν67 in vol. 1.1
5σοι εἰς θυσίαν προσάξω.“ καὶ δὴ ἐρχομένου αὐτοῦ εἴς τινα δρυμὸν εὑρίσκει λέοντα κατεσθίοντα τὸν τοιοῦτον μόσχον. ἔμφοβος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· „ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω,
10νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.“ ὁ μῦθος ἐπὶ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

49

.

3

βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. περι‐ ελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. ὡς δὲ οὐδὲν εὑρεῖν ἐδυνήθη, ηὔξατο τῷ Διί, ἂν τὸν λαβόντα τὸν μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. καὶ
5δὴ ἐρχόμενος εἴς τινα δρυμὸν εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. ἔμφοβος οὖν γενόμενος καὶ μέγα δειλιάσας ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· „ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἐὰν τὸν κλέπτην εὕρω, νῦν ταῦρόν σοι δώσειν ὑπισχνοῦμαι, ἐὰν τούτου τὰς
10χεῖρας ἐκφύγω.“ ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς, οἵτινες ἀποροῦντες μὲν
εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.68 in vol. 1.1

50

t

ΓΑΛΗ ΚΑΙ ΑΦΡΟΔΙΤΗ

50

.

1

γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ Ἀφρο‐ δίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ. καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς
5οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. καθημένων δ’ αὐτῶν ἐν τῷ θαλάμῳ ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν ἐθέλουσα. καὶ ἡ θεὸς
10ἀγανακτήσασα κατ’ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν. οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται.

50

.

2

γαλῆ ἐρασθεῖσα νεανίσκου τινὸς εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ δὴ ἐλεήσασα αὐτὴν ἡ θεὸς μετεποίησεν αὐτὴν εἰς κόρην εὐειδῆ. ἐρασθεὶς οὖν ὁ νεανίας τοῦ κάλλους αὐτῆς ἀπήγαγεν αὐτὴν
5εἰς τὸν οἶκον αὐτοῦ. καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα
καὶ τὸν τρόπον ἤλλαξεν, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἀναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν κατεδίωκεν καταφαγεῖν ἐθέλουσα. ἀγανακτήσασα οὖν69 in vol. 1.1
10ἡ θεὸς πάλιν αὐτὴν εἰς τὴν ἰδίαν φύσιν ἀπεκατέστησεν. ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐκ ἀλλάσσουσιν.

51

t

ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΦΙΣ

51

.

1

γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. παρακύψαντος δὲ τοῦ ὄφεως κατ‐
5ενεγκὼν τὸν πέλεκυν τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακει‐ μένην πέτραν διέκοψεν. εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτόν, ὅπως αὐτῷ διαλλαγῇ. ὁ δὲ εἶπεν· „ἀλλ’ οὔτε ἐγὼ δύναμαι σοὶ εὐνοῆσαι ὁρῶν τὴν κεχαραγμένην πέτραν οὔτε σὺ ἐμοὶ ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.“
10 ὁ λόγος δηλοῖ, ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίας τὰς μεταλλαγὰς ἔχουσι.

51

3,delta

ὄφις γεωργοῦ παῖδα δήξας ἐν τῷ ποδὶ παραχρῆμα νεκρὸν
ἔδειξεν. ὁ δὲ πατὴρ τῇ λύπῃ συσχεθεὶς καὶ πέλεκυν ἁρπά‐ σας ἐπειρᾶτο φονεῦσαι τὸν ὄφιν. καὶ δὴ καταλαβὼν αὐτὸν θερείοντα στερρῶς καταφέρει τὸ ξίφος κατὰ τοῦ ὄφεως.70 in vol. 1.1
5ἀστοχήσας δὲ τοῦ θανατῶσαι αὐτὸν τὴν οὐρὰν ἀπέτεμε μόνην· ὁ δὲ ὄφις ἐν τῷ φωλεῷ εἰσέδυ. φοβηθεὶς οὖν ὁ γεωργός, μή πως ἀμύνηται αὐτὸν καὶ φονεύσῃ, λαβὼν ἄλευρον καὶ μέλι ἐξεκάλει τὸν ὄφιν πρὸς εἰρήνην. ὁ δὲ ἔνδον ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ· „ἀπὸ τοῦ νῦν
10μηκέτι κάμνῃς· φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τοῦ υἱοῦ τὸν τύμβον ὁρῶν οὐκέτι εἰρηνεύσεις.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐπιλανθάνεταί τις 〈τὴν〉 τῶν κακῶν ἀμοιβήν, ἂν τὸ μνημόσυνον βλέπῃ, περὶ οὗ ἐλυπήθη.

51

.

3

ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. ὁ δὲ πατὴρ ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν ἔμελλεν τὸν ὄφιν ἐξελθόντα φονεύσειν. ὡς δὲ ἔκυψε μικρόν, σπεύσας
5ὁ γεωργὸς τοῦ πατάξαι αὐτὸν ἠστόχησε μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. ἀπελθόντος δὲ τοῦ ὄφεως ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαβὼν ἄρτον καὶ ἅλας ἔθηκεν ἐν τῇ τρώγλῃ. ὁ δὲ ὄφις λεπτὸν συρίξας εἶπεν· „οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν
10πέτραν ὁρῶ, σὺ δὲ τὸν τύμβον τοῦ τέκνου.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ἐπιλανθά‐
νεται, ἐφ’ ὅσον βλέπει μνημόσυνον, δι’ οὗ ἐλυπήθη.71 in vol. 1.1

52

t

ΓΕΩΡΓΟΣ ΚΑΙ ΚΥΝΕΣ

52

.

1

γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν. ἐπειδὴ δὲ ἔτι ὁ χειμὼν ἐπέμενε καὶ τὰς αἶγας κατεθοινήσατο. ἐκ τρίτου δέ, ὡς
5οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρη‐ σεν. οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· „ἀπιτέον ἡμῖν ἐστιν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;“
10 ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι, οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται.

52

.

2

γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ ἀπορῶν τροφῆς πρῶτον μὲν τὰ πρόβατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. ὡς δὲ ὁ χειμὼν ἐπεκράτει, ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. ἰδόντες δὲ ταῦτα οἱ
5κύνες ἔφησαν πρὸς ἀλλήλους· „πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν. ὡς ὁρῶμεν γάρ, ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργάτας βόας οὐκ ἐφείσατο, ἡμῶν δὲ πῶς φείσεται;“ ὁ μῦθος δηλοῖ, ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυ‐ λάττεσθαι χρή, οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.72 in vol. 1.1

52

.

3

(t)

δεσπότης καὶ κύνες
1 ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀπο‐ ληφθεὶς πρῶτα μὲν τὰ πρόβατα κατέφαγεν, εἶτα τὰς αἶγας. τοῦ δὲ χειμῶνος ἐπικρατοῦντος καὶ τοὺς ἐργάτας βοῦς σφάξας ἐθοινήσατο. οἱ δὲ κύνες ταῦτα ἰδόντες διελέχθησαν
5πρὸς ἀλλήλους· „φεύγωμεν ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν· εἰ γὰρ τῶν ἐργατῶν βοῶν ὁ δεσπότης ἡμῶν οὐκ ἐφείσατο, πῶς ἡμῶν φείσεται;“ ὁ μῦθος δηλοῖ, ὅτι τούτους μάλιστα φεύγειν καὶ φυλάτ‐ τεσθαι χρή, οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.

53

t

ΓΕΩΡΓΟΥ ΠΑΙΔΕΣ

53

.

1

γεωργοῦ παῖδες ἐστασίαζον. ὁ δέ, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταβαλέσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι καὶ παρῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. τῶν δὲ τὸ προσταχθὲν ποιησάντων τὸ μὲν
5πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν.
ἐπειδὴ δὲ καίπερ βιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου. τῶν δὲ ῥᾳδίως κατακλώντων ἔφη· „ἀτὰρ καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε, ἐὰν δὲ73 in vol. 1.1
10στασιάζητε, εὐάλωτοι.“ ὁ λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια, ὅσον εὐκαταγώνιστος ἡ στάσις.
14υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας τούτους ἐν μιᾷ
15καλέσας ὁ πατὴρ καὶ ῥάβδον αὐτοῖς ἐπιδώσας ἔφη· „θέλω κατεάξαι ταύτην τὴν ῥάβδον“ καὶ κατέαξαν αὐτήν. ὁ δὲ πάλιν ἐπέδωκεν αὐ‐ τοῖς ῥάβδους πολλὰς κατεάξαι καὶ οὐκ ἠδυνήθησαν κατεάξαι αὐτάς. ὁ δὲ ἔφη πρὸς αὐτούς· „βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαντες τὰς ῥάβδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς
20βλάψει.“ ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.

53

.

2

γεωργοῦ παῖδες ἐστασίαζον. ὁ δὲ πατὴρ αὐτῶν πολλὰ παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λό‐ γοις. ἔγνω οὖν διὰ πράγματος αὐτοὺς πεῖσαι. καὶ δὴ καθημένων αὐτῶν προσέταξεν δέσμην ῥάβδων αὐτῷ κομί‐
5σαι. ἐνεχθείσης δὲ λαβὼν τὰς ῥάβδους ἔδησεν αὐτὰς δέσμην μίαν καὶ ἐκέλευσε τοὺς παῖδας ἑνὶ ἑκάστῳ λαβεῖν τὴν
δέσμην καὶ συνθλάσαι. οἱ δὲ δοκιμάσαντες οὐκ ἠδυνήθησαν. ὕστερον δὲ λύσας αὐτὰς δέδωκεν ἀνὰ μίαν κλάσαι. οἱ δὲ διὰ τάχους τοῦτο ἐποίησαν. τότε λέγει αὐτοῖς ὁ πατὴρ74 in vol. 1.1
10αὐτῶν· „οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς. ἐὰν δὲ μένετε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι.“ ὁ μῦθος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια,
15ὅσον καταφρόνητος ἡ διάστασις.

54

t

ΚΟΧΛΙΑΙ

54

.

1

γεωργοῦ παῖς κοχλίας ὤπτει. ἀκούσας δὲ αὐτῶν τριζόν‐ των ἔφη· „ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων αὐτοὶ ᾄδετε;“ ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον
5ἐπονείδιστον.

54

.

3

γεωργοῦ παῖς ὤπτα κοχλίας. ἀκούσας δὲ αὐτῶν τρυζόν‐ των ἔφη· „ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων αὐτοὶ ᾄδετε;“ ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον
5ἐπονείδιστον.75 in vol. 1.1

55

t

ΓΥΝΗ ΚΑΙ ΘΕΡΑΠΑΙΝΑΙ

55

.

1

γυνὴ χήρα φιλεργὸς θεραπαινίδας ἔχουσα ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτοροφωνίαν. αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνῖξαι· ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον
5εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. συνέβη δὲ αὐταῖς τοῦτο πραξάσαις χαλεπωτέροις τοῖς δεινοῖς περιπεσεῖν. ἡ γὰρ δέσποινα ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν ἐννυ‐ χέστερον αὐτὰς ἐξήγειρεν. οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν
10αἴτια γίνεται.

55

.

3

γυνὴ χήρα φιλεργὸς θεραπαινίδας ἔχουσα ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. αἱ δὲ συνεχῶς τῷ πόνῳ ταλαιπωρούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα ὡς ἐκείνου
5νύκτωρ ἐξανίσταντος τὴν δέσποιναν. συνέβη δ’ αὐταῖς τοῦτο διαπραξαμέναις χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς. ἡ γὰρ δεσπότις ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν ἐννυχώτε‐ ρον ταύτας ἀνίστη. ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἀνθρώποις τὰ βουλεύματα
10κακῶν αἴτια γίνεται.76 in vol. 1.1

56

t

ΓΥΝΗ ΜΑΓΟΣ

56

.

1

γυνὴ μάγος ἐπῳδὰς καὶ καταθέσεις θείων μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα κἀκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. ἐπὶ τούτοις γραψάμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα εἰς δίκην ὑπήγαγον καὶ κατηγο‐
5ρήσαντες κατεδίκασαν αὐτὴν θανάτῳ. θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη πρὸς αὐτήν· „σὺ τὰς τῶν δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;“ [ὁ λόγος πρὸς ἀπατεῶνας καὶ μεγάλα ὑποσχομένους·
10εἶτα οὗτοι ἐν μικροῖς ἐλέγχονται.]

56

.

3

γυνὴ μάγος καὶ θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγ‐ γελλομένη πολλὰ διετέλει ποιοῦσα καὶ κέρδος ἐντεῦθεν
ἔχουσα. γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας εἷλον καὶ καταδικαθεῖσαν ἀπῆγον εἰς θάνατον. ἰδὼν δέ τις ἀπαγο‐77 in vol. 1.1
5μένην αὐτὴν ἔφη· „ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης;“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.

57

t

ΓΡΑΥΣ ΚΑΙ ΙΑΤΡΟΣ

57

.

1

γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχρισε, διε‐ τέλει ἐκείνης συμμυούσης καθ’ ἓν ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. ἐπεὶ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευ‐
5σεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· μὴ βουλομένης δ’ αὐτῆς ἀποδοῦναι ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑποσχέσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς κόρας, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως ἢ πρότερον· „τότε μὲν γὰρ ἔβλεπον“, ἔφη, „πάντα τὰ ἐπὶ τῆς οἰκίας
10μου σκεύη, νῦν δ’ οὐδὲν ἰδεῖν δύναμαι.“ οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθά‐
νουσι καθ’ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.78 in vol. 1.1

57

.

2

γυνὴ πρέσβυς τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρόν τινα ἐπὶ μισθῷ παρεκάλεσεν στοιχήσασα αὐτὸν ἐνώπιον μαρτύρων, ὅτι, ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμούς, πολὺν λήψεται παρ’ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῇ, ἀλλ’ ἐπι‐
5μείνῃ τῇ ἀρρωστίᾳ, μηδὲν αὐτῷ παράσχῃ. καὶ οὕτω γενο‐ μένου ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατ’ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτεν. μετ’ οὐ πολὺ δὲ θεραπεύσας αὐτὴν ἐζήτει τὸν στοιχηθέντα μισθόν. ἀναβλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ
10ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτήν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν
πρὸς τοὺς ἄρχοντας. σταθεῖσα οὖν ἐνώπιον αὐτῶν ἔφη· „ὁ ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει. ἐπηγγει‐ λάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναβλέψω,79 in vol. 1.1
15εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. νῦν οὖν αὐτὸς φάσκει, ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με. ὅταν γὰρ τοὺς ὀφθαλμοὺς τοὺς ἐμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου. νυνὶ δέ, ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν
20δύναμαι ἄρτι θεάσασθαι.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

57

.

3

γυνὴ γραῦς ἀλγοῦσα τοὺς ὀφθαλμοὺς εἰσκαλεῖταί τινα τῶν ἰατρῶν ἐπὶ μισθῷ συμφωνήσασα, ὡς, εἰ μὲν θεραπεύ‐ σειεν αὐτήν, τὸν ὁμολογηθέντα μισθὸν αὐτῷ δώσειν, εἰ δὲ μή, μηδὲν δώσειν. ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ.
5καθ’ ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσβῦτιν καὶ τοὺς ὀφθαλ‐ μοὺς αὐτῇ χρίων ἐκείνης μηδαμῶς ἀναβλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει. ἡ μὲν οὖν γραῦς τὴν ἑαυτῆς περιουσίαν ἑώρα καθ’ ἑκάστην ἐλαττου‐
10μένην ἐπὶ τοσοῦτον, ὡς καὶ τέλος παντάπασιν αὐτῇ θερα‐ πευθείσῃ μηδὲν ὑπολειφθῆναι. τοῦ δ’ ἰατροῦ τοὺς συμφω‐ νηθέντας μισθοὺς αὐτὴν ἀπαιτοῦντος ὡς καθαρῶς βλέπου‐
σαν ἤδη καὶ τοὺς μάρτυρας παραγαγόντος· „μᾶλλον μὲν οὖν“, εἶπεν ἐκείνη, „τὰ νῦν οὐδοτιοῦν βλέπω. ἡνίκα μὲν80 in vol. 1.1
15γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔβλεπον οἰκίαν· νῦν δ’ ὅτε με σὺ βλέπειν φῇς, οὐδοτιοῦν τῶν ἐκείνων ὁρῶ.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων, ἐξ ὧν πράττουσι, λανθάνουσι καθ’ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

58

t

ΓΥΝΗ ΚΑΙ ΟΡΝΙΣ

58

.

1

γυνὴ χήρα ὄρνιν ἔχουσα καθ’ ἑκάστην ἡμέραν ὠὸν τίκτου‐ σαν ὑπέλαβεν, ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. καὶ δὴ τοῦτο αὐτῆς ποιούσης συνέβη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν.
5 ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπόλλουσιν.

58

.

2

γυνὴ χήρα ὄρνιν ἔσχεν καθ’ ἑκάστην ἡμέραν ὠὸν τίκτου‐ σαν. ὑπέλαβεν δὲ ἡ γυνή, ὅτι, ἐὰν πλείονας κριθὰς δώσει τῇ ὄρνιθι, τέξεται δὶς τῆς ἡμέρας. ἡ δὲ τοῦτο ποιήσασα καὶ
λιπαρᾶς τῆς ὄρνιθος γενομένης οὐδὲ τὸ ἅπαξ ἔτεκεν.81 in vol. 1.1
5 ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περισσοτέρων ἐπιθυμοῦντες καὶ τὰ προσόντα ἀπόλλουσιν.

58

.

3

γυνὴ χήρα τις ὄρνιν εἶχεν καθ’ ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. νομίσασα δέ, ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. ἡ δ’ ὄρνις πιμελὴς γενομένη οὐδ’ ἅπαξ τῆς ἡμέρας τεκεῖν
5ἠδύνατο. ὁ μῦθος δηλοῖ, ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπι‐ θυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι.

59

t

ΓΑΛΗ

59

.

1

γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κει‐ μένην ῥίνην περιέλειχε. συνέβη δὲ ἐκτριβομένης τῆς γλώττης πολὺ αἷμα φέρεσθαι. ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδή‐ ρου ἀφαιρεῖσθαι, μέχρι παντελῶς ἀπέβαλε τὴν γλῶτταν.
5 ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς κατα‐ βλάπτοντας.

59

.

3

γαλῆ εἰς ἐργαστήριον εἰσελθοῦσα χαλκέως τὴν ἐκεῖ κει‐ μένην περιέλειχε ῥίνην. ξυομένης δὲ τῆς γλώσσης αἷμα πολὺ ἐφέρετο. ἡ δὲ ἥδετο νομίζουσά τι τοῦ σιδήρου ἀφαι‐ ρεῖν, ἄχρις οὗ πᾶσαν τὴν γλῶσσαν ἀνήλωσεν.
5ὁ μῦθος πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς βλάπτοντας.82 in vol. 1.1

60

t

ΓΕΡΩΝ ΚΑΙ ΘΑΝΑΤΟΣ

60

.

1

γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου, δι’ ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ἔφη· „ἵνα τὸ
5φορτίον ἄρῃς.“ ὁ λόγος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, κἂν δυστυχῇ λίαν.

60

.

2

γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα ἐπὶ τῶν ὤμων ἄρας ἐπὶ πολλὴν ἐβάδισεν ὁδόν. κεκοπιακὼς δὲ καὶ ἀποθέμενος τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φα‐ νέντος καὶ πυνθανομένου αὐτοῦ, δι’ ἣν αἰτίαν αὐτὸν ἐπεκα‐
5λεῖτο, ὁ γέρων ἔφη· „ἵνα τὸν φόρτον μοι ἐπιθήσεις.“ ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν
μυρίους κινδύνους ὑποστῇ, τὸ τοῦ θανάτου τέλος οὐ θέλει.83 in vol. 1.1

60

.

3

γέρων ποτὲ ξύλα τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀρά‐ μενος ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρη‐ κὼς ἀπέθετό τε τὰ ξύλα καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος καὶ τὴν αἰτίαν πυνθανο‐
5μένου, δι’ ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· „ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι.“ ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.

61

t

ΓΕΩΡΓΟΣ ΚΑΙ ΤΥΧΗ

61

.

1

γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφε τὴν Γῆν καθ’ ἡμέραν ὡς εὐεργετηθεὶς παρ’ αὐτῆς. τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· „ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προστιθεῖς, ἅπερ ἐγὼ σοὶ δέδωκα πλουτίσαι βουλομένη σε;
5ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ τὴν φύσιν καὶ † εἰς ἄλλας χρείας μοχθηρὰς ἀναλώσῃ, πάλιν τὴν Τύχην μέμψῃ.“ ὁ λόγος δηλοῖ, ὅτι χρὴ ἐπιγιγνώσκειν τὸν εὐεργέτην καὶ
τούτῳ χάριτας ἀποδιδόναι.84 in vol. 1.1

61

.

3

γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. καθ’ ἑκάστην οὖν τὴν Γῆν ὡς ὑπ’ αὐτῆς εὐεργετηθεὶς ἔστεφε. τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· „ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα πλουτίσαι σε βουλο‐
5μένη; εἰ γὰρ ὁ καιρὸς μεταβάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ.“ ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

62

t

ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΦΙΣ

62

.

1

γεωργὸς χειμῶνος ὥραν ὄφιν εὑρὼν ὑπὸ κρύους πεπη‐ γότα τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. θερμαν‐ θεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε. ὁ δὲ θνῄσκων ἔλεγε
5 „δίκαια πάσχω τὸν πονηρὸν οἰκτείρας.“ ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ
μέγιστα φιλανθρωπεύωνται.85 in vol. 1.1

63

t

ΔΗΜΑΔΗΣ Ο ΡΗΤΩΡ

63

.

1

Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις ἐκείνων δὲ μὴ πάνυ τι αὐτῷ προσεχόντων ἐδεήθη αὐτῶν, ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. τῶν δὲ συγχω‐ ρησάντων αὐτῷ ἀρξάμενος ἔλεγε· „Δήμητρα καὶ χελιδὼν
5καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν ἡ μὲν χελιδὼν ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ.“ καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. ἐρομένων δὲ αὐτῶν· „ἡ οὖν Δήμητρα τί ἔπαθεν;“ ἔφη· „κεχόλωται ὑμῖν, οἵ τινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων
10ἀκούειν ἀνέχεσθε.“ οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.

64

t

ΚΥΝΟΔΗΚΤΟΣ

64

.

1

δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. εἰπόν‐
τος δέ τινος [οὕτως] ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· „ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει86 in vol. 1.1
5κυνῶν δάκνεσθαι.“ οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται.

64

.

2

δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν τοῦτον ἰάσασθαι δυνάμενον. καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· „ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαβὼν ἄρτον τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος.“ ὁ δὲ γελάσας ἔφη·
5„ἀλλ’ ἐὰν τοῦτο πράξω, δέον ἐστίν, ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσομαι.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται.

64

.

3

δηχθείς τις ὑπὸ κυνὸς τὸν ἰασόμενον περιῄει ζητῶν. ἐν‐ τυχὼν δέ τις αὐτῷ καὶ γνούς, ὃ ζητεῖ, „ὦ οὗτοσ“, εἶπεν, „εἰ σῴζεσθαι βούλει, λαβὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος.“ κἀκεῖνος
5γελάσας ἔφη· „ἀλλ’ εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων
τῶν ἐν τῇ πόλει κυνῶν δηχθῆναι.“ ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐερ‐ γετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.87 in vol. 1.1

65

t

ΔΙΟΓΕΝΗΣ ΟΔΟΙΠΟΡΩΝ

65

.

1

Διογένης ὁ κύων ὁδοιπορῶν ὡς ἐγένετο κατά τινα ποτα‐ μὸν πλημμυροῦντα, εἱστήκει πρὸς τὰς διαβάσεις ἀμηχανῶν. εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα προσελθὼν διεπέρασεν αὐτόν. ὁ δὲ ἀγάμενος
5αὐτοῦ τὴν φιλοφροσύνην εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφό‐ μενος δι’ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον προσδραμὼν καὶ αὐτὸν διεπέρασε. καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· „ἀλλ’
10ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γάρ, ὅτι οὐ κρίσει ἀλλὰ νόσῳ τοῦτο ποιεῖς.“ ὁ λόγος δηλοῖ, ὅτι 〈οἱ〉 μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογι‐
στίαν δὲ μᾶλλον ὀφλισκάνουσι.88 in vol. 1.1

65a

t

ΔΙΟΓΕΝΗΣ ΚΑΙ ΦΑΛΑΚΡΟΣ

65a

1

Διογένης ὁ κυνικὸς φιλόσοφος λοιδορούμενος ὑπό τινος φαλακροῦ εἶπεν· „ἐγὼ μὲν οὐ λοιδορῶ, μὴ γένοιτο. ἐπαινῶ δὲ τὰς τρίχας, ὅτι κρανίου κακοῦ (κακῶς cod., corr. Mill.) ἀπηλλάγησαν.

66

t

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΑΡΚΤΟΣ

66

.

1

δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης ὁ μὲν ἕτερος φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο. ὁ δὲ ἕτερος μέλλων περικατάληπτος γίνεσθαι πεσὼν κατὰ τοῦ ἐδάφους τὸν νεκρὸν προσεποιεῖτο.
5τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περι‐ οσφραινούσης τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. ἀπαλλαγείσης δὲ 〈αὐτῆς ὁ ἕτεροσ〉 καταβὰς ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο αὐτοῦ, τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἴρηκεν. ὁ δὲ εἶπε· „τοιούτοις τοῦ λοιποῦ μὴ
10συνοδοιπορεῖν φίλοις, οἳ ἐν κινδύνοις οὐ παραμένουσιν.“ ὁ λόγος δηλοῖ, ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ
δοκιμάζουσιν.89 in vol. 1.1

66

.

2

δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. καὶ δὴ ἄρκος αὐτοῖς συναντήσασα ὁ μὲν εἷς φοβηθεὶς ἀνῆλθεν ἐπί τι δένδρον καὶ ἐκρύβη ἐν αὐτῷ, ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μόνος μὴ δυνηθεὶς ὡς εἶδε ἑαυτὸν κυριευόμενον παρὰ τῆς ἄρκου,
5πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι. ἐλθούσης δὲ αὐτῆς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὠσφραίνετο τὰς ἀκοὰς αὐτοῦ καὶ τὰς ῥῖνας. ὁ δὲ τὰς ἀναπνοὰς αὐτοῦ ἐκράτει εὐτόνως. ἡ δὲ ἄρκος ὑπολαβοῦσα νεκρὸν αὐτὸν ὑπάρχειν ἀπῄει—φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὴν ἄρκον—, ὁ δὲ ἕτερος καταβὰς
10ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο, τί ἂν πρὸς τὸ οὖς ἐλάλει αὐτῷ ἡ ἄρκτος. ὁ δὲ εἶπεν· „ἔφη πρός με ἡ ἄρκτος, ὅτι ἀπὸ τοῦ νῦν τοιούτοις φίλοις μὴ συνοδεύειν.“ ὁ μῦθος δηλοῖ, ὅτι ἀπέχεσθαι χρὴ φίλοις, οἵ τινες ἐν κινδύνοις οὐ βοηθοῦσιν οὐδὲ παραμένουσιν.

67

t

ΝΕΑΝΙΣΚΟΙ ΚΑΙ ΜΑΓΕΙΡΟΣ

67

.

1

δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. καὶ δὴ τοῦ
μαγείρου περισπασθέντος ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος αἰτιωμένου τε κἀκείνους ὁ μὲν90 in vol. 1.1
5εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν ἔφη· „ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι οὐ λήσεσθε.“ ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται.

67

.

2

δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνήσαντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος εἷς ἐξ αὐτῶν ἀφελόμενος μέρος τι τοῦ κρέως εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστρα‐ φεὶς δὲ ὁ μάγειρος καὶ ἐπιζητῶν αὐτὸ ὁ μὲν εἰληφὼς
5ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. καὶ ὁ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν ἔφη· „ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς δή τοι οὐ λήσεσθε.“ ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ἀνθρώπους διακρουσώμεθα
ἐπιορκοῦντες, θεὸν δὲ οὐδαμῶς· ἀλάθητον γὰρ τὸ θεῖον.91 in vol. 1.1

67

.

3

δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου ἅτερος τούτων μέρος τι τῶν κρεῶν ὑφελόμενος εἰς τὸν θατέρου καθῆκε κόλπον. ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπι‐
5ζητοῦντος ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δ’ ἔχων μὴ εἰληφέναι. ὁ δὲ μάγειρος αἰσθόμενος τὴν κακουργίαν αὐτῶν εἶπεν· „ἀλλά, κἂν ἐμὲ λάθητε, τόν γ’ ἐπιορκούμενον θεὸν οὔκουν λήσετε.“ ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ἀνθρώπους ἐπιορκοῦντες λάθω‐
10μεν, ἀλλὰ τόν γε θεὸν οὐ λήσομεν.

68

t

ΟΔΟΙΠΟΡΟΙ

68

.

1

δύο ἐν ταὐτῷ ὡδοιπόρουν. θατέρου δὲ πέλεκυν εὑρόντος ὁ ἕτερος ἔλεγεν· „εὑρήκαμεν“, ὁ δὲ ἕτερος αὐτῷ παρῄνει μὴ λέγειν „εὑρήκαμεν“ ἀλλ’ „εὕρηκας.“ μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν ὁ
5ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· „ἀπολώλαμεν“, ἐκεῖνος δὲ ἔφη· „ἀλλ’ ἀπόλωλα, εἰπέ. οὐδὲ γάρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω.“ ὁ λόγος δηλοῖ, ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημά‐ των οὐδὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.92 in vol. 1.1

68

.

3

δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν καὶ θατέρου πέλεκυν εὑρόντος ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτὸν μὴ λέγειν „εὕρηκα“ ἀλλὰ „εὑρήκαμεν“. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων ὁ ἔχων αὐτὸν
5διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· „ἀπολώλαμεν.“ ὁ δ’ εἶπεν· „ἀπόλωλα“, λέγε, οὐκ „ἀπολώ‐ λαμεν“· καὶ γὰρ ὅτε τὸν πέλεκυν εὗρες, „εὕρηκα“ ἔλεγες, οὐχ „εὑρήκαμεν“. ὁ μῦθος δηλοῖ, ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχη‐
10μάτων οὐδ’ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.

69

t

ΕΧΘΡΟΙ

69

.

1

δύο ἐχθροὶ ἐν μιᾷ νηὶ ἔπλεον. βουλόμενοι δὲ πολὺ ἀλλήλων διεζεῦχθαι, ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. χειμῶνος δὲ σφοδροῦ
καταλαβόντος καὶ τῆς νηὸς περιτρεπομένης ὁ ἐν τῇ πρύμνῃ93 in vol. 1.1
5ἐπυνθάνετο παρὰ τοῦ κυβερνήτου, περὶ ποῖον μέρος κατα‐ δύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. τοῦ δὲ εἰπόντος· „κατὰ τὴν πρώραν“, ἔφη· „ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστι, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνι‐ γόμενον.“
10 οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς πέλας δυσμένειαν αἱροῦνται καὶ αὐτοί τι δεινὸν πάσχειν ὑπὲρ τοῦ κἀκείνους ὁρᾶν δυστυχοῦντας.

69

.

2

δύο τινὲς πρὸς ἀλλήλους ἔχθραν ἔχοντες ἐν μιᾷ νηὶ ἔπλεον. καὶ δὴ μὴ βουλόμενος ὁ εἷς τῷ ἑτέρῳ πλησιάσαι ὥρμησεν ὁ μὲν εἷς ἐπὶ τὴν πρύμνην, ὁ δὲ ἕτερος ἐπὶ τὴν πρώραν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς
5καταποντίζεσθαι ἤδη μελλούσης ὁ ἐν τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο τοῦ κυβερνήτου λέγων· „ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους;“ τοῦ δὲ εἰπόντος, „ἡ πρώρα“, ἔφη· „ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω προθανατούμενόν μοι τὸν
10ἐχθρόν.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς
τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορᾷ διὰ τὴν δυσμένειαν, ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσιν.94 in vol. 1.1

69

.

3

δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι ὁ ἐπὶ τῆς πρύμνης
5τὸν κυβερνήτην ἤρετο, πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. τοῦ δὲ τὴν πρώραν εἰπόντος „ἀλλ’ ἔμοιγε οὐκ ἔστι λυπηρόσ“, εἶπεν, „ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς
10ἑαυτῶν βλάβης φροντίζουσιν, εἰ τοὺς ἐχθροὺς μόνον ἴδοιεν πρὸ αὐτῶν κακουμένους.

70

t

ΒΑΤΡΑΧΟΙ

70

.

1

δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. ἐνέμοντο δὲ ὁ μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος τὸν ἕτερον μεταβῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ
5ἀσφαλεστέρας διαίτης μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας·
ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν ὀλέσαι αὐτόν. οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὰ95 in vol. 1.1
10καλλίονα τραπέσθαι.

70

.

3

δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. ἐνέμοντο δὲ ὁ μὲν εἷς ἐν βαθείᾳ καὶ πόρρω τῆς ὁδοῦ λίμνῃ, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ θατέρῳ παραι‐ νοῦντος πρὸς αὐτὸν μεταβῆναι, ὡς ἂν ἀσφαλεστέρας διαί‐
5της μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν παρελθοῦσαν αὐτὸν συνθλάσαι. ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιχειροῦντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὸ βέλτιον
10τραπέσθαι.

71

t

ΔΡΥΣ ΚΑΙ ΚΑΛΑΜΟΣ

71

.

1

δρῦς καὶ κάλαμος ἤριζον περὶ ἰσχύος. ἀνέμου δὲ σφοδροῦ γενομένου ὁ μὲν κάλαμος σαλευόμενος καὶ συγκλινόμενος ταῖς τούτου πνοαῖς τὴν ἐκρίζωσιν ἐξέφυγεν, ἡ δὲ δρῦς δι’ ὅλου ἀντιστᾶσα ἐκ ῥιζῶν κατηνέχθη.
5ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν.96 in vol. 1.1

72

t

ΑΝΗΡ ΔΕΙΛΟΣ ΛΕΟΝΤΑ ΧΡΥΣΟΥΝ ΕΥΡΩΝ

72

.

1

δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἑαυτὸν προσ‐ αγορεύει· „οὐκ οἶδα τίς γενήσομαι ἐπὶ τοῖς παροῦσιν. ἐγὼ ἐκβέβλημαι ἐκ τῶν φρενῶν καὶ τί πράττω οὐκ ἔχω. μερί‐ ζομαι φιλοχρηματίᾳ καὶ τῇ τῆς φρενὸς δειλίᾳ. ποία γὰρ
5τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ. ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν τοῦ εὑρήματος ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. ὦ τύχης διδούσης καὶ μὴ λαβεῖν συγχωρού‐
10σης! ὦ θησαυρὸς ἡδονὴν οὐκ ἔχων! ὦ χάρις δαιμόνων ἄχαρις γενομένη! τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ κἀγὼ πόρρω
ἔσομαι θεατής.“97 in vol. 1.1
15 ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσ‐ ψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.

73

t

ΔΕΛΦΙΝΕΣ ΚΑΙ ΚΩΒΙΟΣ

73

.

1

δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης κωβιὸς ἀνέδυ [ἔστι δὲ οὗτος μικρὸς ἰχθύς] καὶ αὐτοὺς ἐπειρᾶτο διαλύειν. εἷς δέ τις τῶν δελφίνων ὑπολαβὼν ἔφη πρὸς αὐτόν· „ἀλλ’
5ἡμῖν ἀνεκτότερον ἔσται μαχομένοις ὑπ’ ἀλλήλων διαφθαρῆ‐ ναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν.“ οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες.

74

t

ΜΕΛΙΤΤΟΥΡΓΟΣ

74

.

1

εἰς μελισσουργοῦ τις εἰσελθὼν ἐκείνου ἀπόντος τό τε μέλι καὶ τὰ κηρία ἀφείλετο. ὁ δὲ ἐπανελθὼν ἐπειδὴ ἐθεάσατο ἐρήμους τὰς κυψέλας, εἱστήκει ταύτας διερευνῶν. αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς ὡς κατέλαβον αὐτόν,
5παίουσαι τοῖς κέντροις τὰ πάνδεινα διετίθεσαν. κἀκεῖνος
ἔφη πρὸς αὐτάς· „ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν τύπτετε;“ οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ ἄγνοιαν τοὺς ἐχθροὺς98 in vol. 1.1
10μὴ φυλαττόμενοι τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.

74

.

3

εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου ἀπόντος τὸ κηρίον ἀφείλετο. ὁ δὲ ἐπανελθὼν ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἱστήκει τὸ κατ’ αὐτὰς διερευνώμενος. αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι ὡς κατέλαβον αὐτόν,
5τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν. ὁ δὲ πρὸς αὐτάς· „κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε;“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι τοὺς φίλους ὡς ἐπιβούλους
10ἀπωθοῦνται.

75

t

ΔΕΛΦΙΣ ΚΑΙ ΠΙΘΗΚΟΣ

75

.

1

ἔθος ἐστὶ τοῖς πλέουσιν ἐπάγεσθαι κύνας Μελιταίους καὶ πιθήκους πρὸς παραμυθίαν τοῦ πλοῦ. καὶ δή τις πλεῖν μέλλων πίθηκον συνανήνεγκε. γενομένων δὲ αὐτῶν κατὰ τὸ Σούνιον (ἐστὶ δὲ τοῦτο Ἀθηναίων ἀκρωτήριον) συνέβη
5χειμῶνα σφοδρὸν γενέσθαι. περιτραπείσης δὲ τῆς νηὸς καὶ
πάντων διακολυμβώντων καὶ ὁ πίθηκος ἐνήχετο. δελφὶς δὲ θεασάμενος αὐτὸν καὶ οἰόμενος ἄνθρωπον εἶναι ὑπεξ‐ ελθὼν διεκόμιζεν. ὡς δὲ ἐγένετο κατὰ τὸν Πειραιᾶ, τὸν τῶν Ἀθηναίων λιμένα, ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ99 in vol. 1.1
10γένος Ἀθηναῖός ἐστι. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν γε ἐνταῦθα τετυχηκέναι γονέων, ἐκ δευτέρου ἠρώτα αὐτόν, εἰ ἐπίσταται τὸν Πειραιᾶ. καὶ ὃς ὑπολαβὼν αὐτὸν ἄνθρω‐ πον λέγειν ἔφασκε καὶ φίλον αὐτοῦ εἶναι καὶ συνήθη. καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτί‐
15ζων αὐτὸν ἀπέπνιξεν. πρὸς ἄνδρα ψευδολόγον.

75

.

3

ἔθους ὄντος τοῖς πλέουσι Μελιταῖα κυνίδια καὶ πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ πλέων τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. γενομένων δ’ αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέβη
5γενέσθαι. τῆς δὲ νεὼς περιτραπείσης καὶ πάντων διακολυμ‐ βώντων ἐνήχετο καὶ ὁ πίθηκος. δελφὶς δέ τις αὐτὸν θεα‐ σάμενος καὶ ἄνθρωπον εἶναι ὑπολαβὼν ὑπελθὼν ἀνεῖχε διακομίζων ἐπὶ τὴν χέρσον. ὡς δὲ κατὰ τὸν Πειραιᾶ ἐγένετο, τὸ τῶν Ἀθηναίων ἐπίνειον, ἐπυνθάνετο τοῦ πιθή‐
10κου, εἰ τὸ γένος ἐστὶν Ἀθηναῖος. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων ἐπανήρετο, εἰ καὶ τὸν Πειραιᾶ ἐπίσταται. ὑπολαβὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώ‐
που αὐτὸν λέγειν ἔφη καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη. καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας100 in vol. 1.1
15βαπτίζων αὐτὸν ἀπέκτεινεν. ὁ μῦθος πρὸς ἄνδρας, οἳ τὴν ἀλήθειαν οὐκ εἰδότες ἀπατᾶν νομίζουσιν.

76

t

ΕΛΑΦΟΣ ΚΑΙ ΛΕΩΝ

76

.

1

ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν. πιοῦσα δὲ ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο ὡς λεπτοῖς
5οὖσι καὶ ἀσθενέσιν. ἔτι δὲ αὐτῆς διανοουμένης λέων ἐπι‐ φανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν. [ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ.] μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα ἐσώζετο, ἐπεὶ δὲ ἐγένετο κατά τινα ὑλώδη
10τόπον, τηνικαῦτα συνέβη τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις μὴ δυναμένην τρέχειν συλληφθῆναι. μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· „δειλαία ἔγωγε, ἥτις ὑφ’ ὧν μὲν ᾠόμην προδοθήσεσθαι, ὑπὸ τούτων ἐσωζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπωλόμην.“
15οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων
σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.101 in vol. 1.1

76

.

2

ἔλαφος δίψει συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγὴν τοῦ πιεῖν. πιοῦσα δὲ εἶδεν τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος. καὶ ἐπὶ μὲν τοῖς κέρασιν ηὐφραίνετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶν αὐτῆς σφόδρα ἤχθετο
5καὶ ἐδυσφόρει, ὁρῶσα λεπτὰ καὶ ἀσθενῆ ὄντα. ἔτι δὲ αὐτῆς διανοουμένης λέων ἐπιφανεὶς ἤρξατο διώκειν αὐτήν. κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γάρ φασι ἐλάφῳ ἐν τοῖς ποσὶν καὶ λέοντι ἐν τῇ καρδίᾳ. καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἡ ἔλαφος,
10ἐπεὶ δὲ κατά τινα δρυμὸν παρεγένετο, συνέβη αὐτὴν τοῖς κέρασιν ἐμπλακῆναι τοῖς κλάδοις καὶ συλληφθῆναι ὑπὸ τοῦ λέοντος. μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη· „ἀθλία ἐγώ, ἥτις ἐπὶ κέρασιν χαίρουσα ἐξ αὐτῶν συνελήφθην.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις οἱ δοκοῦντες ἔχειν τι χρή‐
15σιμον λανθάνουσι † καὶ ἐξ ἐκείνου βλάβος αὐτοῖς ἐγγίνεται.102 in vol. 1.1

77

t

ΕΛΑΦΟΣ

77

.

1

ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγέ‐ νετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο τὸν μὲν ὁλό‐ κληρον ὀφθαλμὸν πρὸς τῇ γῇ ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον ἐν τῇ θαλάσσῃ·
5ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. καὶ δή τινες παρα‐ πλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστό‐ χησαν. καὶ ἐπειδὴ ἐλειποψύχει, εἶπε πρὸς ἑαυτήν· „ἀλλ’ ἔγωγε ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον ἐφυλαττόμην πολὺ χαλεπωτέραν ἔχουσα τὴν θάλασσαν, ἐφ’ ἣν κατέφυγον.“
10 οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκον‐ ται, τὰ δὲ νομιζόμενα σωτήρια ἐπισφαλῆ.

77

.

3

ἔλαφος τὸν ἕτερον πεπηρωμένη τῶν ὀφθαλμῶν ἐπ’ ἠιόνος ἐνέμετο, τὸν μὲν ὑγιᾶ τῶν ὀφθαλμῶν πρὸς τὴν ξηρὰν διὰ τοὺς κυνηγετοῦντας ἔχουσα, τὸν δὲ λοιπὸν πρὸς
τὴν θάλατταν, ὅθεν οὐδὲν ὑπώπτευε. παραπλέοντες δέ103 in vol. 1.1
5τινες καὶ τοῦτο στοχασάμενοι αὐτῆς κατετόξευσαν. ἡ δ’ ἑαυτὴν ὠλοφύρετο, ὡς, ὑφ’ ἧς μὲν ἐδεδοίκει, μηδὲν παθοῦσα, ἣν δ’ οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη. ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡμῖν τὰ μὲν βλαβερὰ δοκοῦντα ὠφέλιμα γίνεται, τὰ δ’ ὠφέλιμα βλαβερά.

78

t

ΕΛΑΦΟΣ ΚΑΙ ΛΕΩΝ

78

.

1

ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· „βαρυδαίμων ἐγώ, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα.“
5 οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλαττόνων κιν‐ δύνων ἑαυτοὺς εἰς μείζονα κακὰ εἰσιᾶσιν.

78

.

3

ἔλαφος κυνηγοὺς φεύγουσα εἰς ἄντρον εἰσέδυ. λέοντι δ’ ἐκεῖ περιτυχοῦσα ὑπ’ αὐτοῦ συνελήφθη. θνῄσκουσα δ’ ἔλεγεν· „οἴμοι, ὅτι ἀνθρώπους φεύγουσα τῷ τῶν θηρίων ἀγριωτάτῳ περιέπεσον.“
5ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων μικροὺς κιν‐
δύνους φεύγοντες μεγάλων ἐπειράθησαν.104 in vol. 1.1

79

t

ΕΛΑΦΟΣ ΚΑΙ ΑΜΠΕΛΟΣ

79

.

1

ἔλαφος διωκομένη ὑπὸ κυνηγῶν ἐκρύπτετο ὑπό τινα ἄμπελον. διελθόντων δὲ τῶν κυνηγῶν 〈λαθεῖν ἤδη δόξασα〉 κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. εἷς δέ τις τῶν κυνηγῶν στραφεὶς καὶ θεασάμενος ᾧ εἶχεν ἀκοντίῳ βαλὼν ἔτρωσεν
5αὐτήν. ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· „δίκαια πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα.“ οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν, οἵ τινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται.

79

.

3

ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ’ ἀμπέλῳ ἐκρύβη. παρελ‐ θόντων δ’ ὀλίγον ἐκείνων ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. τούτων δὲ σειομένων οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές,
5νομίσαντες τῶν ζῴων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. ἡ δὲ θνῄσκουσα τοιαῦτ’ ἔλεγε· „δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ
θεοῦ κολάζονται.105 in vol. 1.1

80

t

ΠΛΕΟΝΤΕΣ

80

.

1

ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. γενομένων δὲ αὐτῶν πελαγίων συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. τῶν δὲ πλεόντων ἕτερος περιρρηξάμε‐ νος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετ’ οἰμωγῆς καὶ
5στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περι‐ σωθῶσι. παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν γαλήνης γενομένης εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες. καὶ στερρὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· „ἀλλ’, ὦ φίλοι,
10οὕτως ἡμᾶς γεγηθέναι δεῖ, ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος ἐσομένου.“ ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους.

81

t

ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΜΥΕΣ

81

.

1

ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. οἱ
δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος δεῖν106 in vol. 1.1
5ἔγνω δι’ ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτόν, εἶπεν· „ἀλλ’, ὦ οὗτος, σοί γε, κἂν θύλαξ γένῃ, οὐ προσελεύσομαι.“
10 ὁ λόγος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑπο‐ κρίσεσιν ἐξαπατῶνται.

81

.

2

ἔν τινι οἰκίᾳ μύες πολλοὶ ὑπῆρχον. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαβὼν ἕνα καθ’ ἕνα κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι πρὸς ἑαυτοὺς εἶπον ὅτι· „μὴ κατέλθωμεν κάτω, ἵνα μὴ παντελῶς ἀπολώμεθα
5καὶ ὁ αἴλουρος μηκέτι δυνάμενος ἀφικνεῖσθαι ἡμεῖς διασω‐ θησόμεθα.“ ὁ δὲ αἴλουρος ἔγνω δι’ ἐπινοίας αὐτοὺς ἐκκα‐ λεῖσθαι. ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἀπο‐ κρεμάσας προσεποιεῖτο ἀπονεκρωθῆναι. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτόν, ἔφη· „ὦ οὗτος, κἂν θύλαξ
10γένῃ σύ, οὐ προσελευσόμεθά σοι.“
ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑπο‐ κρίσεσιν ἐξαπατῶνται.107 in vol. 1.1

81

.

3

ἐν οἰκίᾳ τινὶ πολλῶν μυῶν ὄντων αἴλουρος τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ καθ’ ἕκαστον αὐτῶν συλλαμβάνων κατ‐ ήσθιεν. οἱ δὲ καθ’ ἑκάστην ἑαυτοὺς ἀναλισκομένους ὁρῶντες ἔφασαν πρὸς ἀλλήλους· „μηκέτι κάτω κατέλθωμεν, ἵνα μὴ
5παντάπασιν ἀπολώμεθα· τοῦ γὰρ αἰλούρου μὴ δυναμένου δεῦρο ἐξικνεῖσθαι ἡμεῖς σωθησόμεθα.“ ὁ δὲ αἴλουρος μη‐ κέτι τῶν μυῶν κατιόντων ἔγνω δι’ ἐπινοίας αὐτοὺς σοφι‐ ζόμενος ἐκκαλέσασθαι. καὶ δὴ ἀπὸ παττάλου τινὸς ἑαυτὸν ἀναβὰς ἀπῃώρισε καὶ προσεποιεῖτο νεκρὸς εἶναι. τῶν δὲ
10μυῶν τις παρακύψας καὶ ἰδὼν αὐτὸν ἔφη· „ὦ οὗτος, κἂν θύλαξ γένῃ, οὐ προσελεύσομαί σοι.“ ὁ μῦθος δηλοῖ, ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶν‐ ται ταῖς ὑποκρίσεσιν.

82

t

ΜΥΙΑΙ

82

.

1

ἔν τινι ταμιείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπτᾶσαι κατήσθιον, διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν ὡς οὐκ ἠδύναντο ἀναπτῆ‐ ναι, ἀποπνιγόμεναι ἔφασαν· „ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν
5ἡδονὴν ἀπολλύμεθα.“
οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται.108 in vol. 1.1

82

.

3

ἔν τινι ταμείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπτᾶσαι κατήσθιον. ἐμπαγέντων δὲ τῶν ποδῶν αὐτῶν ἀναπτῆναι οὐκ εἶχον· ἀποπνιγόμεναι δ’ ἔλεγον· „ἄθλιαι ἡμεῖς, ὅτι διὰ βραχεῖαν βρῶσιν ἀπολλύμεθα.“
5 ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἡ λιχνεία πολλῶν κακῶν αἰτία γίνεται.

83

t

ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ

83

.

1

ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμε‐ νον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν
5αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετή‐ ρηκε καὶ παρῄνει αὐτῷ λαβεῖν. τοῦ δὲ ἀμελετήτως ἐπελ‐ θόντος καὶ ὑπὸ τῆς παγίδος συλληφθέντος αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ ἐκείνη ἔφη· „ὦ πίθηκε, σὺ δὲ τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις;“
10οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες
πρὸς τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.109 in vol. 1.1

83

.

2

ἐν συνόδῳ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτὸν φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμε‐ νον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν
5αὐτὴ οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν καὶ παρῄνει αὐτὸν τοῦτον αὐτὸς λαβεῖν. τοῦ δὲ ἀμεταμελήτως ἐλθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος ᾐτιᾶτο τὴν ἀλώπεκα ὡς δελεάσασαν αὐτόν. ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· „ὦ πίθηκε, τοιαύτην μωρὰν ψυχὴν ἔχων τῶν ἀλόγων βασιλεύεις;“
10 ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλήσουσιν.

83

.

3

ἐν συνόδῳ ποτὲ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δ’ αὐτῷ φθονήσασα ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαβοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ
5λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι. καὶ προὐτρέπετο
αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι. ὁ δ’ ἀπερι‐ σκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα. ἡ δὲ πρὸς αὐτόν·110 in vol. 1.1
10„ὦ πίθηκε, τοιαύτην σὺ μωρίαν ἔχων τῶν ἀλόγων βασι‐ λεύσεις;“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ πράξεσίν τισιν ἀπερισκέπτως ἐπι‐ χειροῦντες δυστυχήμασι περιπίπτουσι.

84

t

ΟΝΟΣ, ΑΛΕΚΤΡΥΩΝ ΚΑΙ ΛΕΩΝ

84

.

1

ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. λέων δὲ λι‐ μώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν κατα‐ θοινήσασθαι. παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξα‐ μένου καταπτήξας—φασὶ γὰρ τοὺς λέοντας πτύρεσθαι
5πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς—εἰς φυγὴν ἐτράπη. καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ’ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. ὁ δὲ ὡς μακρὰν ἐγένετο, ἐπιστραφεὶς κατέφαγεν αὐτόν. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινομένους τοὺς ἑαυ‐
10τῶν ἐχθροὺς ὁρῶντες καὶ διὰ τοῦτο καταθρασυνόμενοι λανθάνουσιν ὑπ’ αὐτῶν ἀναλισκόμενοι.

84

.

3

ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. λέοντος δὲ ἐπελθόν‐ τος τῷ ὄνῳ ὁ ἀλεκτρυὼν ἐφώνησε. καὶ ὁ μὲν λέων—φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι—ἔφυγεν.
ὁ δὲ ὄνος νομίσας δι’ αὐτὸν πεφευγέναι ἐπέδραμεν εὐθὺς111 in vol. 1.1
5τῷ λέοντι. ὡς δὲ πόρρω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνή, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. ὁ δὲ θνῄσκων ἐβόα· „ἄθλιος ἐγὼ καὶ ἀνόη‐ τος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων τίνος χάριν εἰς πόλε‐ μον ἐξωρμήθην;“
10 ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται καὶ οὕτως ὑπ’ ἐκείνων ἀπόλλυνται.

85

t

ΠΙΘΗΚΟΣ ΚΑΙ ΚΑΜΗΛΟΣ

85

.

1

ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχεῖτο. σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ἐπιση‐ μαινομένου κάμηλος φθονήσασα ἠβουλήθη τῶν αὐτῶν ἐφ‐ ικέσθαι. διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι.
5πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης τὰ ζῷα ἀγανακτήσαντα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν. πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους καὶ σφαλλομένους ὁ λόγος εὔκαιρος.

85

.

3

ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχή‐ σατο, σφόδρα δὲ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειρο‐ τονήθη. κάμηλος δὲ φθονήσασα ἀναστᾶσα καὶ αὐτὴ ἐπειρᾶτο ὀρχεῖσθαι. πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης ἀγανακτήσαντα
5τὰ ζῷα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν. ὁ μῦθος ὅτι οἱ διὰ φθόνον κρείττοσιν ἁμιλλώμενοι
σφάλλονται.112 in vol. 1.1

86

t

ΚΑΝΘΑΡΟΙ ΔΥΟ

86

.

1

ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανὴ
5ὑπάρχῃ καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. ἔλεγε δέ, ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δέ, μένων ἐνταῦθα ἐτρέφετο. τοῦ δὲ χειμῶνος διελθόντος πάλιν εἰς τὴν νῆσον διέπτη. ὁ δὲ
10ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα ᾐτιᾶτο αὐτόν, διότι προϋποσχόμενος οὐδὲν ἐκόμισεν. ὁ δὲ εἶπε· „μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.“ ὁ λόγος οὗτος ἁρμόσειεν ἂν πρὸς ἐκείνους, οἳ τὰς φιλίας
15μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.

87

t

ΔΕΛΦΑΞ ΚΑΙ ΠΡΟΒΑΤΑ

87

.

1

ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. καὶ
δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸν ἐκεκράγει τε καὶ ἀντέτεινε. τῶν δὲ προβάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· „ἆρα ἡμᾶς οὐ συνεχῶς συλλαμβάνει113 in vol. 1.1
5καὶ οὐ κράζομεν;“ ἔφη πρὸς αὐτά· „ἀλλ’ οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις. ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὸ κρέας.“ ὁ λόγος δηλοῖ, ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν, οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλὰ περὶ σωτηρίας.

88

t

ΚΙΧΛΑ

88

.

1

ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο, διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε. καὶ δὴ μέλλουσα ἀναι‐ ρεῖσθαι ἔφη· „δειλαία ἐγώ, ἥτις διὰ τροφῆς γλυκύτητα σω‐
5τηρίας στερίσκομαι.“
πρὸς ἄνδρα ἄσωτον καὶ ἡδυπαθῆ.114 in vol. 1.1

89

t

ΧΗΝ ΧΡΥΣΟΤΟΚΟΣ

89

.

1

Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν. ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δέ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χήν, οὐδὲν μελλήσας ἔθυσεν αὐτόν. συνέβη
5δὲ αὐτῷ μὴ μόνον, ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν. οὕτω πολλάκις οἱ πλεονέκται δι’ ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προίενται.

89

.

3

(t)

ΟΡΝΙΣ ΧΡΥΣΟΤΟΚΟΣ
1 ὄρνιθά τις εἶχεν ὠὰ χρυσᾶ τίκτουσαν· καὶ νομίσας ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι κτείνας εὕρηκεν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρήσειν καὶ τοῦ μικροῦ ἐστέρηται ἐκείνου.
5 ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι καὶ τὴν ἀπληστίαν φεύγειν.

90

t

ΕΡΜΗΣ ΚΑΙ ΑΓΑΛΜΑΤΟΠΟΙΟΣ

90

.

1

Ἑρμῆς βουλόμενος γνῶναι, ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις
ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργα‐ στήριον. καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο· „πόσου;“ τοῦ δὲ εἰπόντος „δραχμῆσ“ γελάσας ἠρώτα· „τὸ τῆς Ἥρας115 in vol. 1.1
5πόσου ἐστίν;“ εἰπόντος δέ· „ἔτι μείζονοσ“ θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ οἱ ἄνθρωποι ποιοῦνται. διὸ προσεπυνθάνετο ὁ Ἑρμῆς „πόσου;“ καὶ ὁ ἀγαλματο‐ γλύφος ἔφη· „ἀλλ’ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι
10προσθήκην δώσω.“ πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμιᾷ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει.

90

.

3

Ἑρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῇ παρ’ ἀνθρώποις ἐστίν, ἧκεν εἰς ἀγαλματοποιοῦ ἑαυτὸν εἰκάσας ἀνθρώπῳ. καὶ θεασάμενος ἄγαλμα Διὸς ἠρώτα, πόσου τις αὐτὸ πρία‐ σθαι δύναται. τοῦ δὲ εἰπόντος „δραχμῆσ“ γελάσας „πόσου
5τὸ τῆς Ἥρας;“ ἔφη. εἰπόντος δὲ „πλείονοσ“ ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα καὶ νομίσας, ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. ὁ δ’ ἀγαλματοποιὸς ἔφη· „ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι.“
10ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμιᾷ παρ’ ἄλλοις
ὄντα † μορφῇ.116 in vol. 1.1

91

t

ΕΡΜΗΣ ΚΑΙ ΤΕΙΡΕΣΙΑΣ

91

.

1

Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι, εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ ἧκε πρὸς αὐτὸν εἰς ἄστυ ὁμοιωθεὶς ἀνθρώπῳ καὶ ἐξενώθη παρ’ αὐτῷ. παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας
5παραλαβὼν τὸν Ἑρμῆν ἧκεν εἰς τὸ προάστειον οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος καὶ τούτῳ παρῄνει λέγειν, ὅ τι ἂν θεάσηται ὄρνεον. καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον ἀπήγγειλεν αὐτῷ. τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον
10εἶναι ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθη‐ μένην καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς τὴν γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. ὁ δὲ ὑποτυχὼν ἔφη· „ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι, ἂν σὺ θέλῃς, τοὺς ἐμαυτοῦ βόας ἀπολήψομαι.“
15τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

91

.

3

Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικήν, εἰ ἀληθής ἐστι, γνῶναι κλέψας τὰς αὐτοῦ βοῦς ἐξ ἀγροικίας ἧκεν ὡς αὐτὸν εἰς ἄστυ ὁμοιωθεὶς ἀνθρώπῳ καὶ παρ’ αὐτῷ κατήχθη. τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ ἐκεῖ‐
5νος παραλαβὼν τὸν Ἑρμῆν ἐξῆλθεν οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ, ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. ὁ δὲ Ἑρμῆς τὸ μὲν
πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ διιπτάμενον ἔφρασε. τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς117 in vol. 1.1
10εἶναι τοῦτον ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην καὶ ποτὲ μὲν ἄνω βλέπουσαν ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν καὶ τῷ μάντει φράζει. καὶ ὃς ὑποτυ‐ χὼν εἶπεν· „ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολή‐
15ψομαι βοῦς.“ τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

92

t

ΕΧΙΣ ΚΑΙ ΥΔΡΟΣ

92

.

1

ἔχις φοιτῶν ἐπί τινα κρήνην ἔπινε. ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτὸν ἀγανακτῶν, εἴγε μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης συνέθεντο, ὅπως εἰς μάχην
5ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γένηται. ταξαμένων δὲ αὐτῶν προθεσμίαν οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτὸν ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμ‐ μαχήσειν αὐτῷ. ἐνστάσης δὲ τῆς μάχης ὁ μὲν ἔχις πρὸς
10τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεσαν. καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτούς, εἴγε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μά‐
χην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. οἱ δὲ ἔφασαν πρὸς αὐτόν· „ἀλλ’ εὖ ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία118 in vol. 1.1
15οὐ διὰ χειρῶν, ἀλλὰ διὰ φωνῆς συνέστηκεν.“ ὁ λόγος δηλοῖ, ὅτι ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.

93

t

ΚΥΩΝ ΚΑΙ ΔΕΣΠΟΤΗΣ

93

.

1

ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει τῷ κυνὶ προσπαίζων· καὶ δὴ εἴποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτισε τὸν δεσπότην. καὶ οὗτος
5ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι. ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς ταὐτὰ πεφύκασιν.

93

2b

ανός τ]ις εἶχεν ὄνον κομίζοντα ἐν τῷ οἴκῳ αὐτοῦ τὰ πρὸς τὸν] β[〈ίον ἀναγκαῖ〉α, ὃς ἀδιαλήπτως εἱστήκει ἐν
τῷ οἴκῳ, καὶ κύνα. ὄντων δὲ] αὐτῶν ἐν τῷ οἴκῳ ὁ κύων ἔτρεχε παίζων [περὶ τῶν τοῦ δεσ]πότου ποδῶν καὶ τερπό‐119 in vol. 1.1
5μενος καὶ προσ[σαίνων. ὁ δὲ ὁρῶν τὰς φλυαρίας] τάσδε α̣ὐ̣τ̣ο̣ῦ̣ ἀγαλ〈λ〉όμενος τὰ τοῦ [κυνὸς ἔχαιρε καὶ ἐπῄνεσ]εν αὐτόν. ταῦτα βλέπων ὁ ὄνος [ἠγανάκτει καὶ πρὸς ἑαυτ]ὸν ἐλογίζετο λέγων ὅτι· „ἐγὼ με[τὰ πόνου μεγίστου κομίζω τ]ὸν οἶνον καὶ τὸ ὕδωρ καὶ πάντα [τὰ ἄλλα κακοπαθῶν. ὁ δὲ
10δεσπότης πό]τε παίζει μετ’ ἐμοῦ; ψηλαφᾶται δὲ νωθέστα‐ τος ὢν ὁ κύ[ων ὅλην τὴν ἡμέραν.
11... ἡμῶν τοῦτο
... μὴ εἶναί με
... τὴν
13ἐπα‐
κης πο(?)
15
... τὴ ...
ει
... οδε ... αὐτῶ πέζων
... οχεθεὶς
20... μας προ
22
ὁ δεσπότης] αὐτοῦ φοβηθείς, μή πως λακτίσῃ αὐτὸν καὶ ἀποστραφεὶς αὐτὸν λαβὼν βάκλον ἔτυψεν αὐτὸν δεινῶς.
25 ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἀστειεύεσθαι ἀπρεπῶς, ἀλλὰ ἐν καιρῷ καὶ μὴ βλάπτων τινά.

93bis

t

ΟΝΟΣ ΠΑΙΖΩΝ

93bis

1

ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ
προσπαίζων· καὶ δή, εἴ ποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτισεν αὐτόν. καὶ ὃς ἀγανακ‐120 in vol. 1.1
5τήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι. ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς πάντα πεφύκασιν.

93bis

3,delta

ἄνθρωπός τις εἶχεν ὄνον κομίζοντα ἐν τῷ οἴκῳ αὐτοῦ τὰ πρὸς χρείαν. εἶχεν δὲ καὶ κύνα, ὃς ἀδιαλείπτως εἱστήκει ἐν τῷ οἴκῳ. ἐρχομένου δὲ αὐτοῦ ἐν τῷ οἴκῳ ὁ κύων ἔτρε‐ χε παίζων ἔμπροσθεν αὐτοῦ πηδῶν καὶ τερπόμενος καὶ
5προσποιούμενος δάκνειν αὐτόν. αὐτὸς δὲ ἀγαλλόμενος τὰ τοῦ κυνὸς ἀθέρματα ἀντέπαιζεν αὐτόν. ταῦτα βλέπων ὁ ὄνος ἐφθόνει τὸν κύνα καὶ καθ’ ἑαυτὸν ἐλογίζετο, λέγων ὅτι „ἐγὼ μεγάλως κοπιῶ φέρων τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ καὶ πάντα τὰ πρὸς χρείαν, καὶ ὁ ἐμὸς δεσπότης οὐδέποτε
10παίζει μετ’ ἐμοῦ, ἀλλ’ οὐδ’ ἐκολάκευέ με, ὁ δὲ κύων ἐσθίων καὶ καθεύδων ὅλην τὴν ἡμέραν καὶ μηδὲν ἐργαζόμενος φιλεῖ‐ ται παρὰ τοῦ δεσπότου ἡμῶν. τοῦτο δέ ἐστιν ἐκ τῆς ἐμῆς ἀνοίας καὶ ἀπειρίας καὶ διὰ τὸ μὴ εἶναί με ἀστεῖον ὡς τὸν κύνα. ἀλλὰ νῦν κἀγὼ τῇ τοῦ κυνὸς γνώμῃ ἐπακολουθήσω
15καὶ ἀστεῖος γενήσομαι παίζων ἔμπροσθεν τοῦ δεσπότου μου. εὐφρανθήσεται γὰρ τῇ ἐμῇ παιδιᾷ καθάπερ καὶ τῇ τοῦ κυνός· τὸ γὰρ εὐτράπελον καὶ ἀστεῖον πᾶσιν ἀρέσκει.“ ταῦτα ἐλο‐ γίσατο καθ’ ἑαυτὸν ὁ ὄνος, καὶ πρὸς ἑσπέραν ὁ οἰκοδεσπότης ἐλθὼν ἐν τῷ οἴκῳ ἔδραμεν ὁ κύων ἔμπροσθεν αὐτοῦ παίζων.
20καὶ ὁ ὄνος θεασάμενος τὸν κύνα καὶ φθόνῳ ἀσχέτῳ συσχε‐ θεὶς ἔδραμε πηδῶν καὶ λακτίζων καὶ ψόφους ἀποτελῶν καὶ τοὺς ἐμπροσθίους πόδας ἀνατείνων ἐπάνω τοῦ κυρίου αὐτοῦ. ὁ δὲ κύριος αὐτοῦ φοβηθείς, μή πως λακτίσῃ αὐτόν, ἀποστρα‐ φεὶς αὐτόν, λαβὼν βάκλον ἔτυψεν αὐτὸν δεινῶς.
25ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἀστειεύεσθαι ἀπρεπῶς, ἀλλὰ ἐν
καιρῷ, καὶ μὴ βλάπτων τινά.121 in vol. 1.1

94

t

ΚΥΝΕΣ ΔΥΟ

94

.

1

ἔχων τις δύο κύνας τὸν μὲν θηρεύειν ἐδίδασκε, τὸν δὲ οἰκουρὸν ἐποίησε. καὶ δή, εἴποτε ὁ θηρευτικὸς ἐξιὼν ἐπ’ ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρ‐ έβαλλεν. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον
5ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν ἐξιὼν παρ’ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· „ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπό‐ την, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν.“122 in vol. 1.1
10 οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν.

94

.

3

ἔχων τις δύο κύνας τὸν μὲν ἕτερον θηρεύειν ἐδίδαξε, τὸν δὲ λοιπὸν οἰκοφυλακεῖν. καὶ δή, εἴποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ κἀκεῖνον ὀνειδίζοντος,
5εἴγε αὐτὸς μὲν καθ’ ἑκάστην μοχθεῖ, ἐκεῖνος δὲ μηδὲν πονῶν τοῖς αὐτοῦ τρέφεται πόνοις, ὑπολαβὼν αὐτὸς εἶπεν· „μὴ ἐμέ, ἀλλὰ τὸν δεσπότην μέμφου, ὃς οὐ πονεῖν με ἐδί‐ δαξεν, ἀλλὰ πόνους ἀλλοτρίους ἐσθίειν.“ ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν νέων οἱ μηδὲν ἐπιστάμενοι
10οὐ μεμπτοί εἰσιν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.

95

t

ΕΧΙΣ ΚΑΙ ΡΙΝΗ

95

.

1

ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρ’ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. ἡ δὲ ὑποτυ‐ χοῦσα εἶπεν· „ἀλλ’ εὐήθης εἶ παρ’ ἐμοῦ τι ἀποίσεσθαι
5οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα.“ ὁ λόγος δηλοῖ, ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων
τι κερδαίνειν προσδοκῶντες.123 in vol. 1.1

96

t

ΠΑΤΗΡ ΚΑΙ ΘΥΓΑΤΕΡΕΣ

96

.

1

ἔχων τις δύο θυγατέρας τὴν μὲν κηπουρῷ ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. χρόνου δὲ προελθόντος ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα, πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. τῆς δὲ εἰπούσης πάντα
5μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμβρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ’ οὐ πολὺ παρεγένετο καὶ πρὸς τὴν τοῦ κεραμέως καὶ ὡσαύτως ἐπυνθάνετο, πῶς ἔχοι. τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία
10τε ἐπιμείνῃ καὶ λαμπρὸς ὁ ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· „ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξωμαι;“ οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομοίοις πράγμασιν ἐπιχειροῦν‐ τες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν.

96

.

3

(t)

μήτηρ καὶ θυγατέρες
1γυνή τις οὖσα θυγατέρων δυοῖν μήτηρ ἀνδράσι συνῆψε
ταύτας, τὴν μὲν κηπωρῷ, θατέραν δὲ κεραμεῖ. ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην τά τε ἄλλα ὡμίλει καὶ πῶς ἂν ἔχοι διηρώτα. ἡ δὲ „τὰ μὲν ἄλλα,124 in vol. 1.1
5μῆτερ“, ἔφη, „καλῶς, εὔχου δ’ ὑετῶν ἡμῖν φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. ἐκεῖθεν δ’ ἐξελθοῦσα πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκου‐ σεν, ὡς „τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου
10δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο.“ καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· [„ἐὰν μὲν σὺ εὐδίαν ἐπιζητεῖς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποίᾳ ὑμῶν συνεύξομαι;“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς ἀνομοίοις πράγμασιν ἐπιχει‐
15ροῦντες εἰκότως περὶ ἑκάτερα πταίουσιν.]

97

t

ΑΝΗΡ ΚΑΙ ΓΥΝΗ

97

.

1

ἔχων τις γυναῖκα πρὸς πάντας ἀργαλέαν τὸ ἦθος ἠβου‐ λήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται. ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα
αὐτὴν ἔπεμψε. μετὰ δὲ ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς125 in vol. 1.1
5ἐπυνθάνετο, πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. τῆς δὲ εἰπούσης· „οἱ βουκόλοι με καὶ οἱ ποιμένες ὑπεβλέποντο“ ἔφη πρὸς αὐτήν· „ἀλλ’, ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν συν‐
10διέτριβες;“ οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.

97

.

3

ἔχων τις γυναῖκα πρὸς τοὺς κατ’ οἶκον ἅπαντας ἀπεχθῶς ἔχουσαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰ‐ κέτας οὕτως διάκειται. διὸ δὴ καὶ μετ’ εὐλόγου προφάσεως πρὸς τὸν αὐτῆς αὐτὴν ἀποστέλλει πατέρα. μετὰ δ’ ὀλίγας
5ἡμέρας ἐπανελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς πρὸς τοὺς ἐκεῖ διεγένετο. τῆς δὲ φαμένης ὡς „οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο“ πρὸς αὐτὴν ἔφη· „ἀλλ’, ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ, οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύ‐ νουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς
10πᾶσαν συνδιέτριβες τὴν ἡμέραν;“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.

98

t

ΕΧΙΣ ΚΑΙ ΑΛΩΠΗΞ

98

.

1

ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν ἐφέρετο. ἀλώπηξ δὲ θεασαμένη αὐτὴν εἶπεν· „ἄξιος τῆς νηὸς ὁ ναύκληρος.“
πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.126 in vol. 1.1

99

t

ΕΡΙΦΟΣ ΚΑΙ ΛΥΚΟΣ

99

.

1

ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο. ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· „πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι. ἀλλ’ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλη‐ σον, ὅπως ὀρχήσομαι.“ αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχου‐
5μένου τοῦ ἐρίφου οἱ κύνες ἀκούσαντες κατεδίωκον τὸν λύκον. ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· „ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλη‐ τὴν μὴ μιμεῖσθαι.“ οὕτω οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ
10ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.

99

.

3

ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο. ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· „ὦ λύκε, ἐπεὶ πέπει‐ σμαι, ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω,
αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι.“ τοῦ δὲ λύκου αὐλοῦν‐127 in vol. 1.1
5τος καὶ τῆς ἐρίφου ὀρχουμένης οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· „δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ τῶν μέν, πρὸς ἃ πεφύκασιν, ἀμε‐
10λοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν.

100

t

ΛΥΚΟΣ ΚΑΙ ΕΡΙΦΟΣ

100

.

1

ἔριφος ἐπί τινος δώματος ἑστὼς λύκον παριόντα ἐλοι‐ δόρει. ὁ δὲ ἔφη πρὸς αὐτόν· „οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος.“ ὁ λόγος δηλοῖ, ὅτι οἱ καιροὶ διδόασι κατὰ τῶν ἀμεινό‐
5νων τὸ θάρσος.

100

.

2

ἔριφος ἐπί τινος δώματος ἑστὼς ἐπειδὴ λύκον εἶδεν παριόντα, ἐλοιδόρει αὐτόν. ὁ δὲ λύκος ἔφη· „ὦ οὗτος, οὐ
σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς128 in vol. 1.1
5δίδωσι κατὰ τῶν ἀμεινόνων τὸ θράσος.

100

.

3

ἔριφος ἐπί τινος δώματος ἑστὼς ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν· ὁ δὲ λύκος ἔφη· „οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς
5δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.

101

t

ΑΓΑΛΜΑΤΟΠΩΛΗΣ

101

.

1

Ἑρμῆν τις ξύλινον κατασκευάσας καὶ προσενεγκὼν εἰς ἀγορὰν ἐπώλει. μηδενὸς δὲ ὠνητοῦ προσιόντος ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τηρητικὸν πιπράσκει. τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος
5πρὸς αὐτόν· „ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πω‐ λεῖς, δέον τῶν παρ’ αὐτοῦ ὠφελειῶν ἀπολαύειν;“ ἀπεκρί‐ νατο· „ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.“ πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τῶν θεῶν περιφρονοῦντα.129 in vol. 1.1

102

t

ΖΕΥΣ, ΠΡΟΜΗΘΕΥΣ, ΑΘΗΝΑ, ΜΩΜΟΣ

102

.

1

Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες ὁ μὲν ταῦρον, Προμηθεὺς δὲ ἄνθρωπον, ἡ δὲ οἶκον Μῶμον κριτὴν εἵλοντο. ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι τοῦ ταύρου τοὺς ὀφθαλ‐
5μοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα, ἵνα βλέπῃ, ποῦ τύπτει, τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανε‐ ρὸν δὲ ᾖ, τί ἕκαστος κατὰ νοῦν ἔχει. τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῷ οἴκῳ τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν
10πονηρῷ τις παροικισθῇ γείτονι, ῥᾳδίως μεταβαίνῃ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν. ὁ λόγος δηλοῖ, ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον, ὃ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.130 in vol. 1.1

103

t

ΚΟΛΟΙΟΣ ΚΑΙ ΟΡΝΕΙΣ

103

.

1

Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται. κολοιὸς δὲ συνειδὼς ἑαυτῷ δυσμορφίαν περιιὼν τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ ἀνελάμβανε καὶ ἑαυτῷ περιῆπτεν. ὡς δὲ ἐνέστη ἡ
5ἡμέρα, ποικίλος γενόμενος ἧκε πρὸς τὸν Δία. μέλλοντος δὲ αὐτοῦ διὰ τὴν εὐπρέπειαν βασιλέα αὐτὸν χειροτονεῖν τὰ ὄρνεα ἀγανακτήσαντα περιέστη καὶ ἕκαστον τὸ ἴδιον πτερὸν ἀφείλετο. οὕτω τε συνέβη αὐτῷ ἀπογυμνωθέντι πάλιν κολοιὸν γενέσθαι.
10 οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται.

103

.

2

Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται πάντες, ὅπως τὸν
ὡραιότατον πάντων καταστήσει ἐπ’ αὐτοῖς βασιλέα. κολοιὸς δὲ συνιδὼν ἑαυτὸν δυσμορφίαν περικείμενον ἀπελθὼν καὶ131 in vol. 1.1
5τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. συνέβη δὲ ἐκ τούτου εὐειδέ‐ στερον πάντων γενέσθαι. ἐπέστη οὖν ἡ ἡμέρα τῆς προ‐ θεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. τοῦ δὲ Διὸς μέλλοντος χειροτονεῖν αὐτοῖς τὸν κολοιὸν βασιλέα
10διὰ τὴν εὐπρέπειαν ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλατο. καὶ ὁ κολοιὸς ἦν πάλιν κολοιός. ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια χρήματα, δοκοῦσί τινες εἶναι. ἐπὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ὑπῆρχον πρότε‐
15ρον φαίνονται.

103

1b

πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λου‐
θῶσι καὶ θεάσει αὐτῶν τὴν καλλονήν. ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθεὶς ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ· καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων. ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν132 in vol. 1.1
5ὁμοιωθῆναι [καὶ] τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις. † ἐκ τῶν πιπτόν‐ των ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεβάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα. ἄνεμος δὲ φυσήσας ἔρριψε τὰ πτερὰ τοῦ κολοιοῦ καὶ πάλιν κολοιὸς τοῖς πᾶσιν ὤφθη καὶ ᾐσχύνθη κολοιὸς ἔκτοτε φανείς· † ἐκ τούτου οὐδεὶς ὅτι τῶν πλουσίων ἐμυήθη.
10 ὅτι δεῖ τὸν καθ’ ἕνα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ πένης ὢν φαίνεσθαι πλούσιος.

104

t

ΕΡΜΗΣ ΚΑΙ ΓΗ

104

.

1

Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῇ ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν γῆν καὶ δεῖξαι, ὅθεν ὀρύξαντες † σπήλαιον ποιήσουσιν. τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία
5προστεταχέναι, ἔφη· „ἀλλ’ ὀρυσσέττωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὴν καὶ κλαίοντες ἀποδώσουσιν.“ πρὸς τοὺς ῥᾳδίως μὲν δανειζομένους, μετὰ λύπης δὲ
ἀποδιδόντας ὁ λόγος εὔκαιρος.133 in vol. 1.1

105

t

ΕΡΜΗΣ

105

.

1

Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρ‐ μακον χέαι. ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχεεν. ἐπεὶ δὲ μόνου τοῦ σκυτέως ὑπολειφθέντος πολὺ φάρμακον κατελείπετο, λαβὼν ὅλην τὴν θυίαν κατ’
5αὐτοῦ κατέχεεν. ἐκ τούτου συνέβη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας. ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.

105

.

3

Ζεὺς Ἑρμῆν προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον ἐγχεῖν. ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχεεν. ἐπεὶ δὲ μόνου τοῦ σκυτέως ὑπολειφθέν‐ τος πολὺ κατελέλειπτο φάρμακον, ὅλην λαβὼν τὴν θυείαν
5ἐνέχεεν αὐτῷ. κἀκ τούτου συνέβη τοὺς τεχνίτας ἅπαντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας. ὁ μῦθος πρὸς ψευδολόγους τεχνίτας.

106

t

ΖΕΥΣ ΚΑΙ ΑΠΟΛΛΩΝ

106

.

1

Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. τοῦ δὲ Ἀπόλ‐ λωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος Ζεὺς
τοσοῦτον διέβη, ὅσον Ἀπόλλων ἐτόξευσεν. οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ ἐκεί‐134 in vol. 1.1
5νων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσιν.

107

t

ΙΠΠΟΣ, ΒΟΥΣ, ΚΥΩΝ ΚΑΙ ΑΝΘΡΩΠΟΣ

107

.

1

Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύασε καὶ ἐνταῦθα διέτριβε. καὶ δή ποτε σφοδροῦ κρύους γενομένου καὶ τοῦ Διὸς ὕοντος ἵππος
5ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον καὶ τούτου ἐδεήθη, ὅπως σκέπῃ αὐτόν. ὁ δ’ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν μέρος αὐτῷ δῷ. τοῦ δὲ ἀσμένως παραχωρήσαντος παρεγένετο μετ’ οὐ πολὺ καὶ βοῦς οὐδ’ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χει‐
10μῶνα. ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξασθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα αὐτῷ παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε καὶ τοῦ ἰδίου χρόνου μέ‐ ρος ἀπονείμας σκέπης ἔτυχε. οὕτω τε συνέβη τοὺς ἀνθρώ‐
15πους, ὅταν μὲν ἐν τῷ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι, ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένων‐ ται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι, ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν, τοὺς δὲ τὸν τοῦ
κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς τυγχάνειν.135 in vol. 1.1
20 τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.

108

t

ΖΕΥΣ ΚΑΙ ΧΕΛΩΝΗ

108

.

1

Ζεὺς γαμῶν τὰ ζῷα πάντα εἱστία. μόνης δὲ χελώνης ὑστερησάσης διαπορῶν τὴν αἰτίαν τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς, διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. τῆς δὲ εἰπού‐ σης· „οἶκος φίλος, οἶκος ἄριστοσ“ ἀγανακτήσας κατ’ αὐτῆς
5παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περι‐ φέρειν. οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς οἰκεῖν ἢ παρ’ ἄλλοις πολυτελῶς διαιτᾶσθαι.

108

.

3

Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία. μόνης δὲ τῆς χελώνης ὑστερησάσης διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως ἐπυνθάνετο αὐτῆς, τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο. τῆς δὲ εἰπούσης· „οἶκος φίλος, οἶκος ἄριστοσ“
5ἀγανακτήσας κατ’ αὐτῆς κατεδίκασε τὸν οἶκον βαστάζουσαν περιφέρειν. ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται
μᾶλλον λιτῶς παρ’ ἑαυτοῖς ζῆν ἢ παρ’ ἄλλοις πολυτελῶς.136 in vol. 1.1

109

t

ΖΕΥΣ ΚΑΙ ΑΛΩΠΗΞ

109

.

1

Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζῴων ἐνεχείρισε. βουλόμενος δὲ γνῶναι, εἰ τὴν τύχην μεταλλάξασα μετεβάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φο‐
5ρείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο τῷ φορείῳ, ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. καὶ ὁ Ζεὺς ἀγανακτή‐ σας κατ’ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀπεκατ‐ έστησεν.
10 ὁ λόγος δηλοῖ, ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάβωσι, τὴν γοῦν φύσιν οὐ μετατίθενται.

110

t

ΖΕΥΣ ΚΑΙ ΑΝΘΡΩΠΟΙ

110

.

1

Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αὐτοῖς ἐγχέαι· κἀκεῖνος μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχεε. συνέβη δὲ τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονί‐ μους γενέσθαι, τοὺς δὲ μακροὺς ἅτε [μὴ] ἐφικομένου τοῦ
5ποτοῦ μέχρι γονάτων 〈μὲν〉, μὴ δὲ εἰς πᾶν τὸ σῶμα
ἀφρονεστέρους γενέσθαι. πρὸς ἄνδρα εὐμεγέθη μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλό‐ γιστον.137 in vol. 1.1

111

t

ΖΕΥΣ ΚΑΙ ΑΙΣΧΥΝΗ

111

.

1

Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. διόπερ ἀμη‐ χανῶν, πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἀνηξιο‐
5πάθει, ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη· „ἀλλ’ ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθὺς ἐξελεύσομαι.“ ἀπὸ τούτου καὶ συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα μάχλον.

111

.

3

Ζεὺς πλάσας τοὺς ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις αὐτοῖς ἐνέθηκε, μόνην δ’ ἐνθεῖναι τὴν αἰσχύνην ἐπελάθετο. διὸ καὶ μὴ ἔχων, πόθεν ἂν αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν. ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγεν
5ἀναξιοπαθοῦσα. ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· „ἀλλ’
ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς ἂν Ἔρως μὴ εἰσέλθῃ. ἂν δ’ εἰσέλθῃ, αὐτὴ ἐξελεύσομαι παραυτίκα.“ ἀπὸ δὴ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.138 in vol. 1.1
10 ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ὑπ’ ἔρωτος κατεχομένους ἀναι‐ σχύντους εἶναι συμβαίνει.

112

t

ΗΡΩΣ

112

.

1

ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων τούτῳ πολυτελῶς ἔθυεν. ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπα‐ νῶντος ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· „ἀλλ’, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσῃς
5καὶ πένης γένῃ, ἐμὲ αἰτιάσῃ.“ οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

113

t

ΗΡΑΚΛΗΣ ΚΑΙ ΠΛΟΥΤΟΣ

113

.

1

Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκα‐ στον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. καὶ
δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγο‐139 in vol. 1.1
5νὸς ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι’ ἣν πάντας τοὺς δαίμονας ἀσμένως προσαγορεύσας μόνον τὸν Πλοῦτον ὑποβλέπεται. ὁ δὲ εἶπεν· „ἀλλ’ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι, ὅτι, παρ’ ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα.“
10 ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.

114

t

ΜΥΡΜΗΞ ΚΑΙ ΚΑΝΘΑΡΟΣ

114

.

1

θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. κάνθαρος δὲ τοῦτον θεασάμενος ἐταλάνιζεν ὡς ἐπιπονώτατον, εἴγε παρ’ αὐτὸν τὸν καιρὸν μοχθεῖ, παρ’
5ὃν τὰ ἄλλα ζῷα πόνων ἀφειμένα ῥαστώνην ἄγει. ὁ δὲ τότε μὲν ἡσύχαζεν, ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου ἐκλυθείσης ὁ κάνθαρος ἧκε πρὸς
αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαβεῖν δεόμενος. ὁ δὲ ἔφη πρὸς αὐτόν· „ὦ κάνθαρε, εἰ τότε ἐπόνεις, ὅτε με140 in vol. 1.1
10μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου.“ οὕτως οἱ παρὰ τὰς εὐθηνίας τοῦ μέλλοντος μὴ προνοού‐ μενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ μέγιστα δυστυχοῦσι.

114

1b

(t)

μύρμηξ καὶ τέττιξ
1 ψῦχος ἦν καὶ χειμὼν κατ’ Ὀλύμπου. μύρμηξ δὲ πολλὰς συνάξας ἐν ἀμητῷ ἐν ἰδίοις οἴκοις ἀπέθηκε. τέττιξ δὲ ἐπὶ τρώγλης ἐνδύνας ἐξέπνει τῇ πείνῃ λιμῷ κατεχόμενος καὶ ψύχει πολλῷ· ἐδεῖτο οὖν τοῦ μύρμηκος τροφῆς μεταδοῦ‐
5ναι, ὅπως καὶ αὐτὸς πυροῦ τινος γευσάμενος σωθείη. ὁ δὲ μύρμηξ πρὸς αὐτόν· „ποῦ“, φησίν, „ἦς τῷ θέρει; πῶς οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ;“ καὶ ὁ τέττιξ φησί· „ᾖδον καὶ ἔτερπον τοὺς ὁδοιποροῦντας.“ ὁ δὲ μύρμηξ γέλωτα πολὺν 〈αὐτῷ〉 καταχέας ἔφη· „οὐκοῦν χειμῶνος ὀρχοῦ.“
10 διδάσκει ἡμᾶς ὁ μῦθος, ὅτι οὐδὲν κρεῖττον τοῦ φροντί‐ ζειν τῶν ἀναγκαίων τροφῶν καὶ μὴ ἀπασχολεῖσθαι εἰς
τέρψιν καὶ κωμασίαν.141 in vol. 1.1

114

.

3

χειμῶνος ὥρᾳ τῶν σίτων βραχέντων οἱ μύρμηκες ἔψυχον. τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· „διὰ τί τὸ θέρος οὐ συνῆγες τροφήν;“ ὁ δὲ εἶπεν· „οὐκ ἐσχόλαζον ἀλλ’ ᾖδον μουσικῶς.“ οἱ δὲ γελά‐
5σαντες εἶπον· „ἀλλ’ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.

115

t

ΘΥΝΝΟΣ ΚΑΙ ΔΕΛΦΙΣ

115

.

1

θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκβρασθεὶς εἴς τινα ἠϊόνα. ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. καὶ ὁ
5θύννος ὡς ἐθεάσατο, ἐπιστραφεὶς πρὸς αὐτὸν λειποψυχοῦντα ἔφη· „ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα.“ ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας.

115

.

2

θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ
σφοδρᾶς ὁρμῆς ἐκπεσεῖν εἴς τινα νῆσον. ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς σὺν αὐτῷ εἰς τὴν νῆσον142 in vol. 1.1
5ἐξῆλθεν. ἐπιστραφεὶς δὲ ὁ θύννος καὶ τὸν δελφῖνα λειποψυ‐ χοῦντα θεασάμενος ἔφη· „ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος. ὁρῶ γὰρ καὶ τὸν αἴτιον τοῦ θανάτου μοι γεγο‐ νότα σὺν ἐμοὶ ἀποθνῄσκοντα.“ ὁ μῦθος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ
10ἄνθρωποι, ὅταν ἴδωσι τοὺς αἰτίους τούτων δυστυχοῦντας.

115

.

3

θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ῥύμης ἐκπεσὼν εἴς τινα νῆσον. ὑπὸ δὲ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶν αὐτῷ συνεξώκειλεν. ὁ δὲ θύννος ἐπι‐
5στραφεὶς καὶ λειποψυχοῦντα τὸν δελφῖνα ἑωρακὼς εἶπεν· „οὐκέτι μοι ὁ θάνατος λυπηρὸς ὁρῶντι τὸν αἴτιον γεγονότα μοι τούτου σὺν ἐμοὶ ἀποθνῄσκοντα.“ ὁ μῦθος δηλοῖ, ὅτι ῥᾳδίως τὰς συμφορὰς οἱ ἄνθρωποι φέρουσι τοὺς τούτων αἰτίους δυστυχοῦντας ὁρῶντες.

116

t

ΙΑΤΡΟΣ ΚΑΙ ΝΟΣΩΝ

116

.

1

ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε
πρὸς τοὺς προπέμποντας ὡς, οὗτος ὁ ἄνθρωπος εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρι ἐκέχρητο, οὐκ ἂν ἀπέθανε. τούτων δέ τις ὑποτυχὼν ἔφη· „ὦ οὗτος, ἀλλ’ οὐ νῦν σε ἔδει143 in vol. 1.1
5ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ αὐτῷ παραι‐ νεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο.“ ὁ λόγος δηλοῖ, ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

116

.

2

ἰατρός τις ἐπισκεπτόμενος ἄρρωστον συνέβη ἀποθανεῖν αὐτόν. ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· „οὗτος ὁ ἄνθρωπος εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρῆτο, οὐκ ἂν ἀπέθανεν.“ τῶν δὲ παρόντων τις ὑπολα‐
5βὼν ἔφη· „ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο.“ ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων
10ἀπόγνωσιν κατειρωνεύεσθαι.

116

.

3

ἰατρὸς νοσοῦντα ἐθεράπευε. τοῦ δὲ νοσοῦντος ἀποθανόν‐
τος ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· „οὗτος ὁ ἄν‐ θρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρῆτο, οὐκ ἂν ἐτεθνήκει.“ τῶν δὲ παρόντων ὑπολαβών τις ἔφη· „ὦ βέλ‐144 in vol. 1.1
5τιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο.“ ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

117

t

ΙΞΕΥΤΗΣ ΚΑΙ ΑΣΠΙΣ

117

.

1

ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν εἰς ἄγραν. θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην ταύτην συλλαβεῖν ἠβουλήθη. καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν ὅλος ὢν πρὸς τὸν
5ἀέρα τὸν νοῦν. τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας, ἥτις ἐπιστραφεῖσα † δὰξ εἰς αὐτὸν ἀνῆκεν. ὁ δὲ λειποψυχῶν ἔφη πρὸς ἑαυτόν· „ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βου‐ λόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.“
10οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν
αὐτοὶ συμφοραῖς περιπίπτοντες.145 in vol. 1.1

117

.

2

ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν πρὸς ἄγραν. θεασάμενος δὲ κίχλαν ἐπί τινος δένδρου ὑψηλοῦ καθημένην ταύτην συλλαβεῖν ἠβουλήθη καὶ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενίζων ἔβλεπε πρὸς τὸν ἀέρα. καὶ
5δὴ πρὸς τοὺς πόδας αὐτοῦ ἀσπὶς κοιμωμένη εὑρεθεῖσα ἐπάτησεν αὐτήν· ἡ δὲ στραφεῖσα ἔδακεν αὐτόν· ὁ δὲ λειποψυχῶν ἔφη μετὰ στεναγμοῦ· „ἄθλιος ἐγώ, ὃς ἕτερον θηρεῦσαι βουλόμενος αὐτὸς ἠγρεύθην εἰς θάνατον.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς πέλας ἐπιβουλεύοντες λαν‐
10θάνουσι πολλάκις καὶ μεταστρέφεται ἐπ’ αὐτοὺς ἡ κακία αὐτῶν.

117

.

3

ἰξευτὴς ἰξὸν ἀναλαβὼν καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν. ἰδὼν δὲ κίχλαν ἐφ’ ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας ἄνω πρὸς αὐτὴν συλλαβεῖν βουλόμενος ἀφεώρα. καὶ δὴ λαθὼν ἔχιν κοιμω‐
5μένην ὑπὸ πόδας ἐπάτησε. τῆς δ’ ὀργισθείσης καὶ δακούσης αὐτὸν ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· „δύστηνος ἐγώ, ἕτε‐ ρον γὰρ θηρεῦσαι βουλόμενος αὐτὸς ὑφ’ ἑτέρου ἠγρεύθην εἰς θάνατον.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθά‐
10νουσι πολλάκις ὑφ’ ἑτέρων τοῦτ’ αὐτὸ πάσχοντες.146 in vol. 1.1

118

t

ΚΑΡΚΙΝΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

118

.

1

καρκίνος ἀναβὰς ἀπὸ τῆς θαλάσσης ἐπί τινος αἰγιαλοῦ ἐνέμετο. ἀλώπηξ δὲ λιμώττουσα ὡς ἐθεάσατο αὐτὸν [ἀπο‐ ροῦσα τροφῆς], προσδραμοῦσα συνέλαβεν αὐτόν. ὁ δὲ μέλ‐ λων καταβιβρώσκεσθαι ἔφη· „ἀλλ’ ἔγωγε δίκαια πέπονθα,
5ὅτι θαλάσσιος ὢν χερσαῖος ἠβουλήθην γενέσθαι.“ οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπι‐ τηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκό‐ τως δυστυχοῦσιν.

118

.

3

καρκίνος ἀπὸ τῆς θαλάττης ἀναβὰς ἐπί τινος ἐνέμετο τόπου. ἀλώπηξ δὲ λιμώττουσα ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαβεν αὐτόν. ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη· „ἀλλ’ ἔγωγε δίκαια πέπονθα, ὃς θαλάττιος ὢν χερσαῖος ἐβουλήθην
5γενέσθαι.“ ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα κατα‐ λείποντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπι‐ χειροῦντες εἰκότως δυστυχοῦσιν.

119

t

ΚΑΜΗΛΟΣ ΚΑΙ ΖΕΥΣ

119

.

1

κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον
φθονήσασα αὐτῷ ἠβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. διόπερ παραγενομένη πρὸς τὸν Δία τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’147 in vol. 1.1
5αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφεί‐ λετο. οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες
10λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.

120

t

ΚΑΣΤΩΡ

120

.

1

κάστωρ ἐστὶ ζῷον τετράπουν ἐν λίμνῃ νεμόμενον. τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. καὶ δὴ εἴποτέ τις αὐτὸν θεασάμενος διώκει [ἐκτέμνειν βουλό‐ μενος], εἰδώς, τίνος χάριν διώκεται, μέχρι μέν τινος φεύγει
5τῇ τῶν ποδῶν ταχύτητι χρώμενος πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι. ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτω τῆς σωτηρίας
αὐτοῦ περιγίνεται. οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν148 in vol. 1.1
10σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται.

120

.

2

κάστωρ ἐστὶ τετράπους ἐν λίμναις νεμόμενος. τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. καὶ δὴ εἴποτέ τις αὐτὸν θεασάμενος διώκει, εἰδώς, τίνος χάριν διώκεται, φεύγει τῇ τῶν ποδῶν ταχύτητι χρώμενος πρὸς
5τὸ ὁλόκληρον ἑαυτὸν φυλάξαι. ἐπεὶ δ’ ἂν περικατάληπτος γένηται, ἀποκόπτει τὰ ἑαυτοῦ αἰδοῖα καὶ ῥίπτει πρὸς αὐτὸν καὶ οὕτως τῆς σωτηρίας περιγίνεται. ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς αὐτῶν σωτηρίας οὐδένα λόγον περὶ χρημάτων
10ποιοῦνται.

120

.

3

ὁ κάστωρ ζῷόν ἐστι τετράπουν ἐν λίμναις τὰ πολλὰ
διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. οὗτος οὖν, ἐπειδὰν ὑπ’ ἀνθρώπων διωκόμενος καταλαμβά‐ νηται, γινώσκων, οὗ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ149 in vol. 1.1
5αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας καὶ οὕτω σωτηρίας τυγχάνει. ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται.

121

t

ΚΗΠΩΡΟΣ

121

.

1

κηπωρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι’ ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. ὁ δὲ ἔφη· „ἡ γῆ τῶν μὲν μήτηρ, τῶν δὲ μητρυιά ἐστι.“
5 οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται· οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν.

122

t

ΚΗΠΩΡΟΣ ΚΑΙ ΚΥΩΝ

122

.

1

κηπωροῦ κύων εἰς φρέαρ ἔπεσεν. ὁ δὲ ἀνιμήσασθαι αὐτὸν
βουλόμενος ἐκεῖ κατέβη. ὁ δὲ κύων ἀπορησάμενος ὡς προσῆλθεν αὐτῷ, οἰόμενος ὑπ’ αὐτοῦ βαπτίζεσθαι, ἔδακεν αὐτόν. καὶ ὃς κακῶς διατεθεὶς ἔφη· „ἀλλ’ ἔγωγε ἄξια150 in vol. 1.1
5πέπονθα. τί γὰρ σοῦ ἑαυτὸν κατακρημνίσαντος τοῦ κινδύ‐ νου σε ἀπαλλάξαι ἐπειρώμην;“ πρὸς ἄνδρα ἀχάριστον καὶ τοὺς εὐεργέτας ἀδικοῦντα.

122

.

3

κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. ὁ δὲ κηπωρὸς βου‐ λόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. οἰηθεὶς δ’ ὁ κύων, ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. ὁ δὲ
5μετ’ ὀδύνης ἐπανιών· „δίκαια“, φησί, „πέπονθα· τί δήποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα;“ ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

123

t

ΚΙΘΑΡΩΙΔΟΣ

123

.

1

κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων
ἀντηχούσης αὐτῷ τῆς φωνῆς ἐνόμισεν ἑαυτὸν εὔφωνον εἶναι σφόδρα. καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι. ἀφικόμενος δὲ πρὸς τὸ ἐπιδείξασθαι καὶ151 in vol. 1.1
5πάνυ κακῶς ᾄδων λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν. οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δο‐ κοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενός εἰσιν ἄξιοι.

123

.

3

κιθαρῳδὸς ἀφυὴς ἐν οἴκῳ κεκωνιαμένῳ συνήθως ᾄδων καὶ ἀντηχούσης αὐτῷ τῆς φωνῆς ᾠήθη σφόδρα εὔφωνος εἶναι. καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι. ἀφικόμενος δὲ ἐπιδείξασθαι καὶ κακῶς
5ᾄδων πάνυ λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν. ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν ταῖς σχολαῖς δοκοῦντες εἶναί τινες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοί εἰσιν.

124

t

ΚΛΕΠΤΑΙ ΚΑΙ ΑΛΕΚΤΡΥΩΝ

124

.

1

κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν ἄλλο εὗρον εἰ μὴ ἀλεκτρυόνα καὶ τοῦτον λαβόντες ἀπηλλάγησαν. ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδέετο, ὅπως αὐτὸν ἀπολύσωσι λέ‐
γων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ152 in vol. 1.1
5τὰ ἔργα ἐγείροντα. οἱ δὲ ἔφασαν· „ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέ‐ πτειν.“ ὁ λόγος δηλοῖ, ὅτι μάλιστα τοῖς πονηροῖς ἠναντίωται, ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα.

124

.

3

κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν οὐδὲν εὗρον ὅτι μὴ ἀλεκτρυόνα καὶ τοῦτον λαβόντες ἀπῄεσαν. ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδεῖτο, ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα
5ἐγείρων. οἱ δὲ ἔφασαν· „ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς οὐκ ἐᾷς.“ ὁ μῦθος δηλοῖ, ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντι‐ οῦται, ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.

125

t

ΚΟΛΟΙΟΣ ΚΑΙ ΚΟΡΑΚΕΣ

125

.

1

κολοιὸς τῷ μεγέθει τῶν ἄλλων διαφέρων ὑπερφρονήσας τοὺς ὁμοφύλους παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. οἱ δὲ ἀμφιγνόντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. καὶ ὃς ἀπελαθεὶς
5ὑπ’ αὐτῶν ἧκε πάλιν εἰς τοὺς κολοιούς. οἱ δὲ ἀγανακτοῦν‐ τες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν. οὕτω τε συνέβη αὐτὸν τῆς ἐξ ἀμφοτέρων διαίτης στερηθῆναι. οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιμπάνον‐ τες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις153 in vol. 1.1
10εὐδοκιμοῦσι καὶ ὑπὸ τῶν ἰδίων ἀποστρέφονται.

126

t

ΚΟΡΑΞ ΚΑΙ ΑΛΩΠΗΞ

126

.

1

κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὅτι πρέπει αὐτὸν μάλιστα ὀρνέων βασιλεύειν, καὶ τοῦτο
5πάντως ἂν γένοιτο, εἰ φωνὴν εἶχεν. ὁ δὲ παραστῆσαι αὐτῇ θέλων, ὅτι καὶ φωνὴν ἔχει, ἀποβαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· „ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων βασιλεῦσαι.“
10πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.154 in vol. 1.1

126

.

2

κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουληθεῖσα τοῦ κρέατος περι‐ γενέσθαι στᾶσα κάτωθεν ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη καὶ καλὸν ὄρνεον λέγουσα καὶ θηρευτικὸν καὶ εὔμορφον καὶ
5ὅτι „ἁρμόζει σοι βασιλέα εἶναι ὀρνέων καὶ τοῦτο ἐκ παντὸς ἐγένετο ἄν, εἰ φωνὴν εἶχες. ἀλλ’ ὦ ποῖον ὄρνεον καὶ ἄλα‐ λον ὑπάρχεις.“ ὁ δὲ κόραξ ταῦτα ἀκούσας καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις εὐθέως ῥίψας τὰ κρέα μεγάλα ἐκεκράγει. ἡ δὲ ἀλώπηξ δραμοῦσα ἔλαβε τὸ κρέας καὶ στραφεῖσα ἔφη
10αὐτῷ· „ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σε λείπει.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα ὑπὸ τῶν κολάκων ἐπαί‐ ρεσθαι· πολλάκις γὰρ βλάβος αὐτοῖς ἐκ τούτων γίνεται.

127

t

ΚΟΡΩΝΗ ΚΑΙ ΚΟΡΑΞ

127

.

1

κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι
ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ’ αὐτῶν μαρτυρεῖσθαι ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος155 in vol. 1.1
5δένδρου καὶ στᾶσα μεγάλα ἐκεκράγει. τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων εἷς τις ὑποτυχὼν ἔφη· „ἀλλ’ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστι, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει.“ οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώ‐
10μενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλι‐ σκάνουσι.

127

.

3

κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ δι’ οἰωνῶν τοῖς ἀν‐ θρώποις μαντεύεσθαι καὶ διὰ τοῦτο μαρτυρουμένῳ ὡς προ‐ λέγοντι τὸ μέλλον θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἔκραξεν. τῶν δὲ
5πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων ὑποτυ‐ χών τις ἔφη· „ἀπίωμεν, ὦ οὗτοι· κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι
10καὶ γέλωτα ὀφλισκάνουσι.

128

t

ΚΟΛΟΙΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

128

.

1

κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν. εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους προσέμενεν, ἕως σῦκα γένωνται. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἐγχρονίζοντα καὶ
τὴν αἰτίαν παρ’ αὐτοῦ μαθοῦσα ἔφη· „ἀλλὰ πεπλάνησαι,156 in vol. 1.1
5ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέ‐ φειν δὲ οὐδαμῶς.“ [πρὸς ἄνδρα φιλόνεικον.]

129

t

ΚΟΡΩΝΗ ΚΑΙ ΚΥΩΝ

129

.

1

κορώνη 〈Ἀθηνᾷ θύουσα〉 κύνα ἐφ’ ἑστίασιν ἐκάλεσεν. ὁ δὲ ἔφη πρὸς αὐτήν· „τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ, ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι“· καὶ ἡ κορώνη ἀπεκρίνατο· „ἀλλὰ
5καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς δια‐ κειμένην, ἵνα διαλλαγῇ μοι.“ οὕτω πολλοὶ διὰ φόβον τοὺς πολεμίους εὐεργετεῖν οὐκ ὀκνοῦσι.

129

.

3

κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐπὶ ἑστίασιν ἐκάλει. ὁ δὲ πρὸς αὐτὴν ἔφη· „τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ, ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν.“ καὶ ἡ κορώνη πρὸς αὐτόν· „διὰ
5τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς
εὐεργετεῖν οὐκ ὀκνοῦσιν.157 in vol. 1.1

130

t

ΚΟΡΑΞ ΚΑΙ ΟΦΙΣ

130

.

1

κόραξ τροφῆς ἀπορῶν ὡς ἐθεάσατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον τοῦτον καταπτὰς ἥρπασε. τοῦ δὲ ἐπι‐ στραφέντος καὶ δακόντος αὐτὸν ἀποθνῄσκειν μέλλων ἔφη· „ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὗρον, ἐξ οὗ
5καὶ ἀπόλλυμαι.“ οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἄνδρα, ὃς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσε.

130

.

3

κόραξ τροφῆς ἀπορῶν ὡς κατεῖδεν ἔν τινι εὐηλίῳ τόπῳ ὄφιν κοιμώμενον τοῦτον καταπτὰς ἥρπασε. τοῦ δὲ ἐπι‐ στραφέντος καὶ δακόντος αὐτὸν ἀποθνῄσκειν μέλλων ἔφη· „δείλαιος ἔγωγε, ὃς τοιοῦτον εὗρον ἕρμαιον, ἐξ οὗ καὶ
5ἀπόλλυμαι.“ ὁ μῦθος πρὸς ἄνδρα διὰ θησαυρῶν εὕρεσιν ἐπὶ σωτηρίᾳ κινδυνεύσαντα.

131

t

ΚΟΛΟΙΟΣ ΚΑΙ ΠΕΡΙΣΤΕΡΑΙ

131

.

1

κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας λευκάνας ἑαυτὸν ἧκεν ὡς τῆς αὐτῆς διαίτης
μεταληψόμενος. αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περι‐ στερὰν αὐτὸν εἶναι προσίεντο· ἐπειδὴ δέ ποτε ἐκλαθόμενος158 in vol. 1.1
5ἐφθέγξατο, τηνικαῦτα γνωρίσασαι αὐτοῦ τὴν φωνὴν ἐξήλα‐ σαν αὐτόν. καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ’ αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. οὕτω δὲ δυοῖν ἐπιτυχεῖν ζητῶν οὐδὲ μιᾶς ἔτυχεν.
10 ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι λογιζομέ‐ νους, ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν καὶ τὰ προσόντα ἀφαιρεῖται.

131

.

3

κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρε‐ φομένας λευκάνας ἑαυτὸν ἦλθεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι προσίεντο. ἐπεὶ δέ ποτε ἐκλαθό‐
5μενος ἐφθέγξατο, τηνικαῦτα τὴν αὐτοῦ γνοῦσαι φύσιν ἐξήλα‐ σαν παίουσαι. καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν. κἀκεῖνοι διὰ τὸ χρῶμα αὐτὸν οὐκ ἐπιγνόντες τῆς μετ’ αὐτῶν διαίτης ἀπεῖρξαν, ὥστε δυοῖν ἐπιθυμήσαντα μηδετέρας τυχεῖν.
10 ὁ μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι λογιζομένους, ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.

132

t

ΚΟΙΛΙΑ ΚΑΙ ΠΟΔΕΣ

132

.

1

κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. παρ’ ἕκαστα δὲ
τῶν ποδῶν λεγόντων, ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· „ἀλλ’, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν προσλάβωμαι, οὐδὲ159 in vol. 1.1
5ὑμεῖς βαστάζειν δυνήσεσθε.“ οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων μηδέν ἐστι τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατιῶται ἄριστα φρονῶσι.

133

t

ΚΟΛΟΙΟΣ ΦΥΓΑΣ

133

.

1

κολοιόν τις συλλαβὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λίνῳ τῷ ἑαυτοῦ παιδὶ ἔδωκεν. ὁ δὲ οὐχ ὑπομείνας τὴν μετὰ ἀνθρώπων δίαιταν ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκε εἰς τὴν ἑαυτοῦ καλιάν. περιειληθέντος δὲ τοῦ δεσμοῦ
5τοῖς κλάδοις ἀναπτῆναι μὴ δυνάμενος, ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· „ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας.“ οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ’ ἐκείνων τῶν ἀνθρώπων,
10οἵτινες μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ πεσόντες.

133

.

3

κολοιόν τις συλλαβὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λίνῳ τῷ ἑαυτοῦ παρέδωκε παιδί. ὁ δὲ μὴ ὑπομείνας τὴν παρ’ ἀνθρώποις δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχεν, φυγὼν
ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. περιειληθέντος δὲ τοῦ δεσμοῦ160 in vol. 1.1
5τοῖς κλάδοις ἀποπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλε, πρὸς ἑαυτὸν ἔφη· „δείλαιος ἔγωγε, ὃς τὴν παρ’ ἀνθρώποις μὴ ὑπομείνας δουλείαν ἔλαθον ἐμαυτὸν τῆς ζωῆς στερήσας.“ ὁ μῦθος δηλοῖ, ὅτι τινὲς ἔσθ’ ὅτε μετρίων κινδύνων
10ἑαυτοὺς βουλόμενοι ῥύσασθαι εἰς μείζους περιπίπτουσιν.

134

t

ΚΥΩΝ ΚΑΙ ΜΑΓΕΙΡΟΣ

134

.

1

κύων εἴς τι μαγειρεῖον εἰσελθοῦσα τοῦ μαγείρου ἀσχολου‐ μένου καρδίαν ἁρπάσασα ἔφυγεν. ὁ δὲ ἐπιστραφεὶς ὡς ἐθεάσατο αὐτήν, ἔφη· „ἀλλ’, ὦ αὕτη, ὅπου ἂν ᾖς, φυλάξο‐ μαί σε. ...
5 ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώ‐ ποις μαθήματα γίνονται.

134

.

2

κύων εἰς μαγειρεῖον εἰσελθὼν καὶ τοῦ μαγείρου ἀσχολου‐ μένου καρδίαν ἁρπάσας ἔφυγεν. ὁ δὲ μάγειρος ἐπιστραφεὶς ὡς ἐθεάσατο αὐτὸν φεύγοντα, ἔφη· „ὦ οὗτος, ὅπου δ’ ἂν εἶ, φυλάξομαί σοι. οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’
5ἔμοιγε καρδίαν δέδωκας.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τῶν ἀνθρώ‐
πων μαθήματα γίνονται.161 in vol. 1.1

134

.

3

κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ τοῦ μαγείρου ἀσχο‐ λουμένου καρδίαν ἁρπάσας ἔφυγεν. ὁ δὲ μάγειρος ἐπιστρα‐ φεὶς ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· „ὦ οὗτος, ἴσθι, ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε. οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν
5εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν δέδωκας.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώ‐ ποις μαθήματα γίνεται.

135

t

ΚΥΩΝ ΚΑΙ ΑΛΩΠΗΞ

135

.

1

κύων θηρευτικὸς λέοντα ἰδὼν τοῦτον ἐδίωκεν· ὡς δὲ ἐπιστραφεὶς ἐκεῖνος ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυ‐ γεν. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· „ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας;“
5 ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν αὐθάδων, οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.

135

.

2

κύων θηρευτικὸς λέοντα ἰδὼν τοῦτον ἐδίωκεν. ἐπιστρα‐ φεὶς δὲ ὁ λέων καὶ βρυχησάμενος ὁ κύων φοβηθεὶς εἰς
τοὐπίσω ἔφυγεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη ἔφη· „ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗτινος οὐδὲ τὸν βρυγ‐162 in vol. 1.1
5μὸν ἤνεγκας;“ ὁ μῦθος πρὸς ἄνδρας αὐθάδεις, οἵτινες πρὸς δυνάστας συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀναφανῶσιν, εὐθέως οὗτοι φεύγουσιν.

136

t

ΚΥΩΝ ΚΡΕΑΣ ΦΕΡΟΥΣΑ

136

.

1

κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος ὑπέλαβεν ἑτέραν κύνα εἶναι μεῖζον κρέας ἔχουσαν. διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. συνέβη δὲ αὐτῇ ἀμφοτέρων
5στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι μηδὲν ἦν, τοῦ δέ, διότι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη. πρὸς ἄνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.

136

.

2

κύων κρέας φέρων ποταμὸν διέβαινε. θεασάμενος δὲ τὴν
ἑαυτοῦ σκιὰν κατὰ τοῦ ὕδατος ὑπέλαβεν ἕτερον κύνα εἶναι μεῖζον κρέας κατέχοντα καὶ ἀφεὶς τὸ ἴδιον ὥρμησε τὸ ἐκεί‐ νου λαβεῖν. συνέβη δὲ αὐτὸν ἀπολέσαι ἀμφότερον, τὸ μέν,163 in vol. 1.1
5διότι οὐδὲν ἦν, τὸ δέ, ὅτι ὃ κατεῖχεν ὑπὸ τοῦ ῥεύματος κατεσύρη. ὁ μῦθος πρὸς τοὺς πλεονεκτοῦντας, οἵτινες πλειοτέρων ἐπιθυμοῦσιν καὶ ἃ ἔχουσιν ἀπολοῦσιν.

137

t

ΚΥΩΝ ΚΑΙ ΛΥΚΟΣ

137

.

1

κύων πρὸ ἐπαύλεώς τινος ἐκοιμᾶτο· λύκος δὲ τοῦτον θεασάμενος καὶ συλλαβὼν οἷός τε ἦν καταφαγεῖν. ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτὸν λέγων· „νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός. μέλλουσι δέ μου οἱ δεσπόται
5γάμους ἄγειν. ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσεις με.“ ὁ δὲ πεισθεὶς αὐτῷ τότε μὲν ἀπέλυσε,
μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθὼν ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, κατεκάλει πρὸς αὐτὸν ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. ὁ δὲ ὑποτυχὼν ἔφη· „ἀλλ’, ὦ λύκε, ἐὰν164 in vol. 1.1
10αὖθίς με πρὸ τῆς ἐπαύλεως κοιμώμενον ἴδῃς, μηκέτι γά‐ μους ἀναμείνῃς.“ οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυ‐ νεύσαντες ἐκφύγωσι, ταῦτα ὕστερον φυλάττονται.

137

.

2

κύων πρὸ ἐπαύλεώς τινος ἐκοιμᾶτο· λύκος δὲ τοῦτον θεασάμενος δραμὼν ἐπ’ αὐτὸν καὶ λαβόμενος ἔμελλε φα‐ γεῖν. ὁ δὲ κύων ἐδέετο αὐτοῦ, ὅπως τὸ παρὸν μὴ θύσῃ αὐτόν, λέγων· „νῦν μέν, ὦ κύριέ μου, λεπτός εἰμι καὶ
5ἰσχνὸς καὶ πτωχός. ἀλλὰ μικρὸν ἀνάμεινόν μοι. μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον λιπαρώτερος γενήσομαι καὶ τότε κρείσσων σοι φανήσομαι.“ ὁ δὲ πεισθεὶς αὐτῷ τότε μὲν κατέλιπεν αὐτόν, μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν
10καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. ὁ δὲ σταθεὶς κάτω ἐπεκαλεῖτο αὐτὸν ὑπομιμνῄσκων αὐτῷ τὰς συνθήκας. ὑπολαβὼν δὲ ὁ κύων ἔφη αὐτῷ· „ὦ λύκε, ἐὰν ἀπὸ τοῦ νῦν πρὸ τῆς ἐπαύλεως ἴδῃς με, μηκέτι γάμους ἀναμείνῃς.“165 in vol. 1.1
15 ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσιν, ὕστερον ταῦτα φυλάττονται.

137

.

3

κύων πρὸ ἐπαύλεως ἐκάθευδε. λύκου δὲ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι· „νῦν μὲν γάρ“, φησί, „λεπτός εἰμι καὶ ἰσχνός. ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιή‐
5σειν γάμους κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι.“ ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ’ ἡμέρας δ’ ἐπανελθὼν εὗρε ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν.
10καὶ ὁ κύων· „ἀλλ’, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύ‐ λεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.

138

t

ΚΥΝΕΣ ΛΙΜΩΤΤΟΥΣΑΙ

138

.

1

κύνες λιμώττουσαι ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας
βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι συνέθεντο ἀλλή‐ λαις, ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσιν, εἶθ’ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. συνέβη δὲ αὐτὰς πινούσας διαρρα‐166 in vol. 1.1
5γῆναι 〈πρὶν〉 ἢ τῶν βυρσῶν ἐφικέσθαι. οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρῶτον καταναλισκόμενοι ἢ ὧν βούλονται περιγενόμενοι.

139

t

ΚΥΩΝ ΚΑΙ ΛΑΓΩΟΣ

139

.

1

κύων θηρευτικὸς λαγωὸν συλλαβὼν τοῦτον ποτὲ μὲν ἔδακνε ποτὲ δὲ αὐτοῦ τὰ χείλη περιέλειχεν. ὁ δὲ ἀπαυδή‐ σας ἔφη πρὸς αὐτόν· „ἀλλ’, ὦ οὗτος, παῦσαί με δάκνων ἢ καταφιλῶν, ἵνα γνῶ, πότερον ἐχθρὸς ἢ φίλος μου καθ‐
5έστηκας.“ πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος.

140

t

ΚΩΝΩΨ ΚΑΙ ΤΑΥΡΟΣ

140

.

1

κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπι‐
καθίσας ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου, εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. ὁ δὲ ὑποτυχὼν ἔφη· „ἀλλ’ οὔτε, ὅτε ἦλθες, ἔγνων οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι.“167 in vol. 1.1
5 τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι.

141

t

ΚΑΡΥΑ

141

.

1

καρύα παρά τινα ὁδὸν πεφυκυῖα καὶ ὑπὸ τῶν παριόν‐ των λίθοις βαλλομένη στενάξασα πρὸς ἑαυτὴν εἶπεν· „ἀθλία ἔγωγέ εἰμι, ἥτις κατ’ ἐνιαυτὸν ἐμαυτῇ ὕβρεις καὶ λύπας προφέρω.“
5ὁ λόγος πρὸς τοὺς ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς λυπουμένους.

142

t

ΚΑΜΗΛΟΣ

142

.

1

κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχεῖσθαι εἶπεν· „ἀλλ’ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος ἀλλὰ καὶ περιπατοῦσα.“ ὁ λόγος ἁρμόδιος παντὶ ἀνδρὶ τῷ ἐν τοῖς ἔργοις ἀπρέ‐
5πειαν ἔχοντι.

142

.

2

κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχή‐ σασθαι ἔφη· „ἐγὼ οὐ μόνον ὀρχουμένη ἄσχημος ἀλλὰ καὶ περιπατοῦσα.“
ὁ μῦθος πρὸς πᾶν ἔργον ἀπρέπειαν ἔχον.168 in vol. 1.1

143

t

ΛΑΓΩΟΙ ΚΑΙ ΒΑΤΡΑΧΟΙ

143

.

1

λαγωοὶ καταγνόντες ἑαυτῶν δειλίαν ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, οἱ ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν. εἷς
5δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς τοὺς ἑτέρους· „ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοὺ γάρ, εὕρηνται καὶ ἡμῶν δειλότερα ζῷα.“ οὕτω καὶ τοῖς ἀνθρώποις αἱ τῶν ἄλλων συμφοραὶ τῶν ἰδίων δυστυχημάτων παραμυθίαι γίνονται.

143

3,gamma

οἱ λαγωοὶ συναχθέντες ἑαυτοῖς εἶπον· „ἀβίωτός ἐστιν ἡμῶν ὁ βίος. καὶ γὰρ ἀετοί τε καὶ κύνες τε καὶ ἄνδρες ὡς οὐδὲν πάντες καταπονοῦσιν ἡμᾶς. βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι ἐν τῇ λίμνῃ καὶ πνιγῆναι.“ ταῦτ’ οὖν εἰπόντες
5ἀπῄεσαν ἐν λίμνῃ. οἱ δὲ ἐπὶ ταῖς ὄχθαις τῆς λίμνης βάτρα‐ χοι τούτους ἰδόντες ἔρριψαν αὑτοὺς ἐν λίμνῃ ἐκ τοῦ φόβου. εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους· „στῆτε, φίλοι, καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν. εἰσὶ γὰρ καὶ ἄλλα ζῷα, ὡς ὁρᾶτε, δειλότερα ἡμῶν.“169 in vol. 1.1
10 ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν δι’ εὐτέ‐ λειαν σώματος [ἢ πλούτου], ἀλλὰ παρηγορεῖν ἑαυτόν.

143

.

3

οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον, ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως. καὶ γὰρ ὑπ’ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται. βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ
5βίου τρέμειν. τοῦτο τοίνυν κυρώσαντες ὥρμησαν κατὰ ταὐ‐ τὸν εἰς τὴν λίμνην ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων τῶν λαγωῶν τις ἀγχινούστερος
10εἶναι δοκῶν τῶν ἄλλων ἔφη· „στῆτε, ἑταῖροι· μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε. ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ’ ἐστὶ ζῷα δειλότερα.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται.

144

t

ΛΑΡΟΣ ΚΑΙ ΙΚΤΙΝΟΣ

144

.

1

λάρος ἰχθὺν καταπιὼν διαρραγέντος αὐτοῦ τοῦ φάρυγγος
ἐπὶ τῆς ἠιόνος νεκρὸς ἔκειτο. ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· „ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸς γεννηθεὶς ἐπὶ θα‐ λάσσης τὴν δίαιταν ἐποιοῦ.“170 in vol. 1.1
5 οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιβαλλόμενοι εἰκότως δυστυχοῦσιν.

145

t

ΛΕΩΝ ΚΑΙ ΓΕΩΡΓΟΣ

145

.

1

λέων ἐρασθεὶς θυγατρὸς γεωργοῦ ταύτην ἐμνηστεύσατο. ὁ δὲ μὴ ἐνδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων μηδὲ ἀρνήσασθαι διὰ τὸν φόβον δυνάμενος τοιοῦτόν τι ἐπενόησεν. ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν, ὡς νυμφίον
5μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτόν,
10ῥοπάλοις αὐτὸν παίων ἐξήλασεν. ὁ λόγος δηλοῖ, ὅτι οἱ ῥᾳδίως τοῖς ἐχθροῖς πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται, οἷς πρότερον φοβεροὶ καθεστή‐
κεσαν.171 in vol. 1.1

145

.

2

λέων ἐρασθεὶς θυγατρὸς γεωργοῦ ταύτην μνηστευθῆναι ἐβούλετο. ἐπέκειτο οὖν ἐκβιάζων τὸν πατέρα αὐτῆς. ὁ δὲ πατὴρ αὐτῆς ἔλεγε μὴ ἐκδοῦναι θηρίῳ τὴν ἑαυτοῦ θυγατέρα. ὁ οὖν λέων ἠπείλει αὐτῷ. ὁ δὲ μὴ δυνάμενος διὰ τὸν
5φόβον ἀναβάλλεσθαι ἐπενόησε ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα· „οὐ δύναμαί σοι ἐκδοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλῃς. ταῦτα γὰρ ἡ κόρη δέδοικεν.“ ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέβαλε καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν
10κόρην. ὁ δὲ γεωργὸς καταφρονήσας αὐτοῦ ῥοπάλοις αὐτὸν ἐδίωξεν. ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπιστεύον‐ τες εὐάλωτοι τούτοις γίνονται.

146

t

ΛΕΩΝ ΚΑΙ ΒΑΤΡΑΧΟΣ

146

.

1

λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὴν
φωνὴν οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ αὐτῷ μικρὸν χρόνον ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν εἰπών· „μηδένα ἀκοὴ ταραττέτω172 in vol. 1.1
5πρὸ τῆς θέας.“ πρὸς ἄνδρα γλωσσαλγῆ οὐδὲν πλέον τοῦ λαλεῖν δυνά‐ μενον.

146

.

2

λέων ἀκούσας βατράχου μέγα κεκραγότος ἐστράφη πρὸς τὴν φωνὴν οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ μικρὸν ὡς ἐθεάσατο τοῦτον ἀπὸ τῆς λίμνης ἐξελθόντα προσελθὼν κατεπάτησεν αὐτὸν εἰπών· „μηδεὶς πρὸ τοῦ
5ἰδεῖν ταρασσέσθω ὑπό τινος.“ ὁ μῦθος πρὸς ἄνδρας γλωσσώδεις, οἵτινες μηδὲν πλέον τοῦ λαλεῖν δύνανται.

146

.

3

λέων ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος ἐπεστράφη
πρὸς τὴν φωνὴν οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ μικρὸν ὡς εἶδεν αὐτὸν προελθόντα τῆς λίμνης, προσ‐ ελθὼν αὐτὸν κατεπάτησεν.173 in vol. 1.1
5 ὁ μῦθος δηλοῖ μὴ δεῖν πρὸ τῆς ὄψεως δι’ ἀκοῆς μόνης ταράττεσθαι.

147

t

ΛΕΩΝ ΚΑΙ ΑΛΩΠΗΞ

147

.

1

λέων γηράσας καὶ μὴ δυνάμενος δι’ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι’ ἐπινοίας τοῦτο πρᾶξαι. καὶ δὴ παρα‐ γενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσ‐ εποιεῖτο τὸν νοσοῦντα καὶ οὕτω τὰ παραγενόμενα πρὸς
5αὐτὸν εἰς ἐπίσκεψιν ζῷα συλλαμβάνων κατήσθιε. πολλῶν δὲ θηρίων καταναλωθέντων ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ, πῶς ἔχοι. τοῦ δὲ εἰπόντος· „κακῶσ“ καὶ τὴν αἰτίαν ἐρομένου, δι’ ἣν οὐκ εἴσεισιν, ἔφη· „ἀλλ’ ἔγωγε εἰσῆλθον ἄν,
10εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός.“ οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώ‐ μενοι τοὺς κινδύνους ἐκφεύγουσι.

147

.

2

λέων γηράσας καὶ μὴ δυνάμενος διαρκέσαι ἑαυτῷ εἰς
τροφὴν ἔγνω δι’ ἐπινοίας τι πρᾶξαι. καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. παραγε‐ νόμενα οὖν τὰ ἄλλα ζῷα πρὸς αὐτὸν ἐπισκέψεως χάριν174 in vol. 1.1
5συλλαμβάνων κατήσθιεν αὐτά. πολλῶν οὖν θηρίων ἀναλω‐ θέντων ἀλώπηξ τὸ τέχνασμα τούτου γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ· „πῶς ἔχεις;“ τοῦ δὲ εἰπόντος „καλῶς, δι’ ἣν δὲ αἰτίαν [φησὶ ὁ λέων], ὦ σύντεκνε, οὐκ εἰσέρχῃ ἐνθάδε
10ἔσω;“ ἡ ἀλώπηξ ἔφη· „ὅτι ὁρῶ, κύριέ μου, πολλῶν εἰσιόν‐ των ἴχνη, ἐξιόντων δὲ οὐδενός.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

147

.

3

λέων γηράσας καὶ μὴ δυνάμενος διαρκέσαι αὑτῷ εἰς τροφὴν ἔγνω δι’ ἐπινοίας τι πρᾶξαι. καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. παρα‐
γενόμενα οὖν τὰ ζῷα ἐπισκέψεως χάριν συλλαμβάνων175 in vol. 1.1
5κατήσθιεν αὐτά. πολλῶν οὖν ζῴων ἀναλωθέντων ἀλώπηξ τὸ τέχνασμα τοῦτο γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἐπυνθάνετο, πῶς ἔχει. τοῦ δὲ εἰπόντος „κακῶσ“ καὶ τὴν αἰτίαν πυνθανομένου, δι’ ἣν οὐκ εἰσέρχεται, ἡ ἀλώπηξ ἔφη· „ὅτι ὁρῶ ἴχνη πολλῶν εἰσιόν‐
10των, ὀλίγων δὲ ἐξιόντων.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμη‐ ρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

148

t

ΛΕΩΝ ΚΑΙ ΤΑΥΡΟΣ

148

.

1

λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἐβουλήθη δόλῳ αὐτοῦ περιγενέσθαι. διόπερ πρόβατον τεθυκέναι φήσας πρὸς ἑστίασιν αὐτὸν ἐκάλεσε βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητάς τε
5πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδα‐ μοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου, δι’ ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· „ἀλλ’ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ. ὁρῶ γὰρ παρασκευὴν οὐχ ὡς εἰς πρόβατον, ἀλλ’
10εἰς ταῦρον ἡτοιμασμένην.“ ὁ λόγος δηλοῖ, ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ
τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι.176 in vol. 1.1

148

.

2

λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἠβουλήθη αὐτοῦ περιγενέσθαι. καὶ δὴ προσκαλεσάμενος ὁ λέων τὸν ταῦρον ἔφη πρὸς αὐτόν· „πρόβατον ἔθυσα, ὦ φίλε, καὶ εἰ βούλει, σήμερον συνεστιαθῶμεν ὁμοῦ.“ ἠβούλετο δὲ ὁ λέων μετὰ
5τὸ κατακλιθῆναι καταθοινήσασθαι τὸν ταῦρον. ὁ δὲ ταῦρος ἐλθὼν ἐθεάσατο λέβητας πολλοὺς καὶ ὀβελίσκους μεγάλους, πρόβατον δὲ οὐδαμοῦ. ταῦτα οὖν ἰδὼν ὁ ταῦρος ἐξῆλθεν. τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν μαθεῖν θέλοντος ἔφη ὁ ταῦρος· „οὐ μάτην ἐκφεύγω, ὦ λέων. ὁρῶ
10γὰρ κατασκευὴν οὐχ ὡς εἰς πρόβατον, ἀλλ’ εἰς ταῦρον ἡτοι‐ μασμένην.“ ὁ μῦθος δηλοῖ, ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν.

149

t

ΛΕΩΝ ΚΑΙ ΓΕΩΡΓΟΣ

149

.

1

λέων εἰς ἔπαυλιν γεωργοῦ εἰσῆλθεν· ὁ δὲ συλλαβεῖν αὐτὸν βουλόμενος τὴν αὐλιαίαν θύραν ἔκλεισε. καὶ ὃς ἐξ‐ ελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν,
ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. καὶ ὁ γεωργὸς φοβη‐177 in vol. 1.1
5θεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν. ἀπαλλαγέντος δὲ τοῦ λέοντος ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· „ἀλλὰ σύ γε δίκαια πέπονθας· τί γὰρ συγκλεῖσαι τοῦτον ἠβουλή‐ θης, ὃν καὶ μακρόθεν σε ἔδει τρέμειν;“ οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς
10ἑαυτῶν πλημμελείας ὑπομένουσι.

150

t

ΛΕΩΝ ΚΑΙ ΔΕΛΦΙΣ

150

.

1

λέων ἔν τινι αἰγιαλῷ πλαζόμενος ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, τοῦτον ἐπὶ συμμαχίαν παρεκάλεσε λέγων, ὅτι ἁρμόζει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι· ὁ μὲν γὰρ τῶν θαλαττίων ζῴων, αὐτὸς δὲ τῶν χερσαίων βασι‐
5λεύει. τοῦ δὲ ἀσμένως ἐπινεύσαντος ὁ λέων μετ’ οὐ πολὺν χρόνον μάχην ἔχων πρὸς ταῦρον ἄγριον ἐπεκαλεῖτο τὸν δελφῖνα ἐπὶ βοήθειαν. ὡς δὲ ἐκεῖνος καίπερ βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. ὁ δὲ ὑποτυχὼν εἶπεν· „ἀλλὰ μὴ ἐμὲ μέμφου,
10ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάσσιον ποιήσασα γῆς οὐκ ἐᾷ
ἐπιβῆναι.“ ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους, οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύ‐ νανται.178 in vol. 1.1

151

t

ΛΕΩΝ ΦΟΒΗΘΕΙΣ ΜΥΝ

151

.

1

λέοντος κοιμωμένου μῦς τῷ στόματι διέδραμεν. ὁ δὲ ἐξαναστὰς πανταχοῦ περιειλίττετο ζητῶν τὸν προσεληλυ‐ θότα. ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὢν ἐφοβήθη μῦν. καὶ ὃς ἀπεκρίνατο· „οὐ τὸν μῦν ἐφοβήθην,
5ἀλλὰ κατὰ τῆς τόλμης αὐτοῦ τὴν ὀργὴν ἔχω.“ [ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.]

151a

1

λέων ποτὲ καύματος ὥραν ἔν τινι σπηλαίῳ ἀνεπαύετο. μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος ταραχθεὶς ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. ἀλώπεκος δὲ καταγελώσης εἶπεν· „οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ † τὴν πεῖραν.“
5ὁ λόγος δηλοῖ, ὅτι τοῖς γενναίοις ἀπειρία χεῖρόν ἐστι τοῦ κολά‐
ζεσθαι.179 in vol. 1.1

152

t

ΛΕΩΝ ΚΑΙ ΑΡΚΤΟΣ

152

.

1

λέων καὶ ἄρκτος ἐλάφου νεβρὸν εὑρόντες περὶ τούτου ἐμάχοντο. δεινῶς δὲ ὑπ’ ἀλλήλων διατεθέντες ἐπειδὴ ἐσκοτώθησαν, ἡμιθανεῖς ἔκειντο. ἀλώπηξ δὲ παριοῦσα ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεβρὸν ἐν μέσῳ
5κείμενον, ἀραμένη αὐτὸν διὰ μέσου αὐτῶν ἀπηλλάττετο. οἱ δὲ ἐξαναστῆναι μὴ δυνάμενοι ἔφασαν· „ἄθλιοι ἡμεῖς, εἴ γε ἀλώπεκι ἐμοχθοῦμεν.“ ὁ λόγος δηλοῖ, ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται, οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀπο‐
10φερομένους.

152

.

2

λέων καὶ ἄρκτος σέλαν βούνευρον εὑρόντες περὶ τού‐ του ἐμάχοντο. δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντες ἐπειδὴ ἐκ τῆς πολλῆς μάχης ἐσκοτίσθησαν, ἔκειντο ἡμιθανεῖς. ἀλώ‐
πηξ δὲ παριοῦσα ὡς ἐθεάσατο αὐτοὺς πεπτωκότας, τὸ δὲ180 in vol. 1.1
5βούνευρον ἐν μέσῳ κείμενον, εἰσελθοῦσα διὰ μέσου αὐτῶν καὶ ἀραμένη τοῦτο δρομαίως ᾤχετο. οἱ δὲ ἰδόντες αὐτὴν καὶ ἀναστῆναι μὴ δυνάμενοι εἶπον· „ἄθλιοι ἡμεῖς, ὅτι δι’ ἀλώπεκα ἐμοχθοῦμεν.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κόπον καὶ μόχθον ὑφίστανται
10εἰς ἑτέρων κέρδος.

152

3,gamma

λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ’ ἀλλήλων κατακοπέντες ἐσκοτί‐ σθησαν ἐκ τῆς πολλῆς μάχης καὶ ἔκειντο ἡμιθανεῖς. ἀλώπηξ δὲ παριοῦσα καὶ θεασαμένη πεπτωκότας καὶ τὸ βρῶμα
5κείμενον ἐν μέσῳ ἄρασα τοῦτο δρομαίως ᾤχετο. οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι εἶπον· „ἄθλιοι ὄντως ἡμεῖς, ὅτι δι’ ἀλώπεκα ἐμαχόμεθα.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.

152

.

3

λέων καὶ ἄρκτος βουνεύρῳ περιτυχόντες περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντες ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι ἀπαυδήσαντες ἔκειντο.
ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα πεπτωκότας αὐτοὺς ἰδοῦσα181 in vol. 1.1
5καὶ τὸ βούνευρον ἐν τῷ μέσῳ κείμενον τοῦτο διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ ἁρπάσασα φεύγουσα ᾤχετο. οἱ δὲ βλέποντες μὲν αὐτήν, μὴ δυνάμενοι δὲ ἀναστῆναι· „δείλαιοι ἡμεῖσ“, εἶπον, „ὅτι δι’ ἀλώπεκα ἐμοχθοῦμεν.“ ὁ μῦθος δηλοῖ, ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν.

153

t

ΛΕΩΝ ΚΑΙ ΛΑΓΩΟΣ

153

.

1

λέων περιτυχὼν λαγωῷ κοιμωμένῳ τοῦτον ἔμελλε κατα‐ φαγεῖν. μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. ὁ μὲν οὖν ἀπὸ τῶν ψόφων ἐξαναστὰς ἔφυγεν· ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον
5ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν. εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· „ἀλλ’ ἔγωγε δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶν βορὰν ἐλπίδα μείζονα προὔκρινα.“ οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκού‐
10μενοι λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.

154

t

ΛΕΩΝ, ΟΝΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

154

.

1

λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν πρὸς ἀλλήλους
σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. πολλὴν δὲ 〈θήραν〉 αὐτῶν συλλαβόντων ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. τοῦ δὲ τρεῖς μοίρας ποιήσαντος καὶ ἐκλέξασθαι αὐτῷ182 in vol. 1.1
5παραινοῦντος ὁ λέων ἀγανακτήσας [ἁλλόμενος] κατεθοι‐ νήσατο αὐτὸν καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. ἡ δὲ πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπο‐ λιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος, [καὶ] τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν, ἡ ἀλώ‐
10πηξ εἶπεν· „αἱ τοῦ ὄνου συμφοραί.“ ὁ λόγος δηλοῖ, ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

154

.

2

λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. πολλὴν οὖν θήραν συλ‐ λαβόντες προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτήν. τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος ἐκλέξασθαι παρῄνει
5αὐτοῖς. ὁ δὲ λέων ἀγανακτήσας κατεθοινήσατο τὸν ὄνον· εἶτα προσέταξε τῇ ἀλώπεκι μοιράσαι. ἡ δὲ εἰς μίαν μερίδα
ἅπαντα συνῆξε καταλιποῦσα μικρὰν καὶ οὐδαμινὴν μερίδα ἑαυτῇ. ὁ δὲ λέων ἔφη· „ὦ αὕτη, τίς σε οὕτως διανέμειν ἐδίδαξεν;“ ἡ δὲ ἀλώπηξ ἔφη· „ἡ τοῦ ὄνου συμφορά.“183 in vol. 1.1
10 ὁ μῦθος δηλοῖ, ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις γίνονται τὰ τῶν πέλας δυστυχήματα.

154

.

3

λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. πολλῆς οὖν θήρας συλληφθείσης προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς. ὁ δὲ τρεῖς μερίδας ποιη‐ σάμενος ἐκ τῶν ἴσων ἐκλέξασθαι τούτους προὐτρέπετο. καὶ
5ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. ἡ δ’ εἰς μίαν μερίδα πάντα σωρεύσασα ἑαυτῇ βραχύ τι κατέλιπεν. καὶ ὁ λέων πρὸς αὐτήν· „τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν;“ ἡ δ’ εἶπεν· „ἡ τοῦ ὄνου συμφορά.“
10 ὁ μῦθος, ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

155

t

ΛΕΩΝ ΚΑΙ ΜΥΣ

155

.

1

λέοντος κοιμωμένου μῦς τῷ σώματι ἐπέδραμεν· ὁ δὲ
ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν οἷός τε ἦν καταθοινήσασθαι. τοῦ δὲ δεηθέντος μεθεῖναι αὐτὸν καὶ λέγοντος, ὅτι σωθεὶς χάριτας αὐτῷ ἀποδώσει, γελάσας ἀπέλυσεν αὐτόν. συνέβη184 in vol. 1.1
5δὲ αὐτὸν μετ’ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι. ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγῶν κάλῳ ἐπεδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· „σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος
10παρ’ ἐμοῦ ἀμοιβὴν κομιεῖσθαι, νῦν δ’ εὖ ἴσθι, ὅτι ἔστι καὶ παρὰ μυσὶ χάρις.“ ὁ λόγος δηλοῖ, ὅτι ἐν καιρῶν μεταβολαῖς καὶ οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.

156

t

ΛΕΩΝ ΚΑΙ ΟΝΟΣ

156

.

1

λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι ἐξῆλθον ἐπὶ θήραν. γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον, ἐν ᾧ ἦσαν ἄγριαι αἶγες, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας 〈τὰς αἶγασ〉 παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατό
5τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος ἐξελθὼν ἐκεῖνος ἐπυνθάνετο αὐτοῦ, εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας εὖ ἐδίωξεν. ὁ δὲ εἶπεν· „ἀλλὰ εὖ ἴσθι, ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα.“185 in vol. 1.1
10 οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέ‐ λωτα ὀφλισκάνουσι.

157

t

ΛΗΙΣΤΗΣ ΚΑΙ ΣΥΚΑΜΙΝΟΣ

157

.

1

λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας ἐπειδὴ ὑπὸ τῶν παρα‐ τυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ᾑμαγμένος ἔφυγε. τῶν δὲ ἄντικρυς ὁδευόντων πυνθανομένων αὐτοῦ, τίνι με‐ μολυσμένας ἔχει τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου κατα‐
5βεβηκέναι. καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελ‐ θόντες καὶ συλλαβόμενοι εἴς τινα συκάμινον αὐτὸν ἐσταύ‐
ρωσαν. ἡ δὲ συκάμινος ἔφη· „ἀλλ’ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γάρ, ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου.“186 in vol. 1.1
10 οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπό τινων ὡς φαῦλοι διαβάλλωνται, κατ’ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσι.

158

t

ΛΥΚΟΙ ΚΑΙ ΠΡΟΒΑΤΑ

158

.

1

λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων ἐπειδὴ οὐκ ἠδύ‐ ναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάσσοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. καὶ πέμψαν‐ τες πρέσβεις ἐξῄτουν παρ’ αὐτῶν τοὺς κύνας λέγοντες,
5ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσι καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται. τὰ δὲ πρόβατα μὴ προ‐ ορώμενα τὸ μέλλον ἐξέδωκαν τοὺς κύνας. καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως τὴν ποίμνην ἀφύλακτον οὖ‐ σαν διέφθειραν.
10οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημηγόρους ῥᾳδίως προ‐
διδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.187 in vol. 1.1

159

t

ΛΥΚΟΣ ΚΑΙ ΙΠΠΟΣ

159

.

1

λύκος κατά τινα ἄρουραν ὁδεύων κριθὰς εὗρε· μὴ δυνά‐ μενος δὲ αὐταῖς τροφῇ χρήσασθαι καταλιπὼν ἀπῄει. ἵππῳ δὲ συντυχὼν τοῦτον ἐπὶ τὴν ἄρουραν ἐπήγαγε λέγων, ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν,
5ἐπεὶ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. καὶ ὁ ἵππος ὑποτυχὼν εἶπεν· „ἀλλ’, ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας.“ ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροί, κἂν χρηστότητα
10ἐπαγγέλλωνται, οὐ πιστεύονται.

160

t

ΛΥΚΟΣ ΚΑΙ ΑΡΗΝ

160

.

1

λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα τοῦ‐ τον ἠβουλήθη μετ’ εὐλόγου αἰτίας καταθοινήσασθαι. διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πίνειν αὐτὸν μὴ ἐῶντα. τοῦ δὲ λέγοντος, ὡς ἄκροις τοῖς
5χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν αὐτῷ ἑστῶτι κατωτέρω ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· „ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας.“
εἰπόντος δὲ ἐκείνου μηδέπω τότε γεγενῆσθαι ὁ λύκος ἔφη πρὸς αὐτόν· „ἐὰν οὖν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐ188 in vol. 1.1
10κατέδομαι;“ ὁ λόγος δηλοῖ, ὅτι οἷς ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ’ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.

161

t

ΛΥΚΟΣ ΚΑΙ ΕΡΩΔΙΟΣ

161

.

1

λύκος καταπιὼν ὀστοῦν περιῄει ζητῶν τὸν ἰασόμενον. περιτυχὼν δὲ ἐρωδιῷ τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐξελεῖν. κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὸν φάρυγ‐ γα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὡμολογημένον μισθὸν
5ἀπῄτει. ὁ δὲ ὑποτυχὼν εἶπεν· „ὦ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σῴαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς;“ ὁ λόγος δηλοῖ, ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργε‐
σίας ἀμοιβὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ’ αὐτῶν.189 in vol. 1.1

162

t

ΛΥΚΟΣ ΚΑΙ ΑΙΞ

162

.

1

λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνοῦ νεμομένην ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, παρῄνει αὐτὴν κατω‐ τέρω καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων, ὡς καὶ ὁ λει‐ μὼν καὶ ἡ πόα παρ’ αὐτῷ φαιδροτάτη. ἡ δὲ πρὸς αὐτὸν
5ἔφη· „ἀλλ’ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς.“ οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροί, ὅταν παρὰ τοῖς εἰδόσιν πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.

163

t

ΛΥΚΟΣ ΚΑΙ ΓΡΑΥΣ

163

.

1

λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. ὡς δὲ ἐγένετο κατά τινα ἔπαυλιν, ἀκούσας γραὸς παιδὶ κλαίοντι ἀπειλουμένης, ἐὰν μὴ παύσηται, βαλεῖν αὐτὸν τῷ λύκῳ,
προσέμενεν οἰόμενος ἀληθεύειν αὐτήν. ἑσπέρας δὲ γενομένης190 in vol. 1.1
5ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγένετο, ἀπαλλαττόμενος ἔφη· „ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγου‐ σιν, ἄλλα δὲ ποιοῦσιν.“ οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώ‐ πους, οἳ τοῖς λόγοις ἀκόλουθα τὰ ἔργα οὐκ ἔχουσιν.

163

.

2

λύκος λιμώττων περιῄει ζητῶν τροφήν. γενομένου δὲ αὐ‐ τοῦ κατά τινα τόπον ἤκουσε παιδίον κλαυθμυρίζον καὶ γραὸς λεγούσης αὐτῷ καὶ ἀπειλουμένης· „παῦσαι τοῦ κλαίειν, μήπως τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ.“ οἰόμενος δὲ
5ὁ λύκος, ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ὥραν ἐκδε‐ χόμενος. ὡς δὲ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· „ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, ὦ τέκνον, ἵνα φονεύσωμεν αὐτόν.“ καὶ ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· „ἐν ταύτῃ τῇ
10ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν.“ ὁ μῦθος πρὸς ἀνθρώπους, οἵ τινες τὰ ἔργα οὐκ ἔχουσι κατὰ τοὺς λόγους.

163

.

3

λύκος λιμώττων περιῄει ζητῶν τροφήν. γενόμενος δὲ
κατά τινα τόπον ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λε‐ γούσης αὐτῷ· „παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ.“ οἰόμενος δὴ ὁ λύκος, ὅτι ἀληθεύει191 in vol. 1.1
5ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. ὡς δὲ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· „ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν.“ ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέ‐ γων· „ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ
10πράττουσιν.“ ὁ μῦθος πρὸς ἀνθρώπους, οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.

164

t

ΛΥΚΟΣ ΚΑΙ ΠΡΟΒΑΤΟΝ

164

.

1

λύκος τροφῆς κεκορεσμένος ἐπειδὴ ἐθεάσατο πρόβατον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος, ὅτι διὰ τὸν ἑαυτοῦ φόβον πέπτωκε, προσελθὼν παρεθάρσυνεν αὐτὸ λέγων, ὡς, ἐὰν τρεῖς αὐτῷ λόγους ἀληθεῖς εἴπῃ, ἀπολύσει αὐτό. 〈τὸ〉 δὲ
5ἀρξάμενον ἔλεγε πρῶτον μὲν μὴ βούλεσθαι αὐτῷ περιτυ‐
χεῖν, δεύτερον δέ, εἰ ἄρα τοῦτο εἵμαρτο, τυφλῷ, τρίτον δέ· „κακοὶ κακῶς ἀπόλοισθε πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ’ ἡμῶν κακὸν πολεμεῖτε ἡμᾶς.“ καὶ ὁ λύκος ἀποδεξάμενος αὐτοῦ τὸ ἀψευδὲς ἀπέλυσεν αὐτό.192 in vol. 1.1
10 ὁ λόγος δηλοῖ, ὅτι πολλάκις ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.

165

t

ΛΥΚΟΣ ΚΑΙ ΠΟΙΜΗΝ

165

.

1

λύκος ἀκολουθῶν ποίμνῃ προβάτων οὐδὲν ἠδίκει. ὁ δὲ ποιμὴν κατὰ μὲν ἀρχὰς ἐφυλάττετο αὐτὸν ὡς πολέμιον καὶ δεδοικὼς παρετηρεῖτο. ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρ‐ επόμενος οὐδὲν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα ἐννοήσας
5φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρ’ αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλείω διέφθειρεν. ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασά‐ μενος τὴν ποίμνην διεφθαρμένην ἔφη· „ἀλλ’ ἔγωγε δίκαια
10πέπονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον;“ οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις τὰς παρα‐
καταθήκας ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.193 in vol. 1.1

166

t

ΛΥΚΟΣ ΚΑΙ ΠΡΟΒΑΤΟΝ

166

.

1

λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐβέβλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος. καὶ δὴ θεασά‐ μενος πρόβατον τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ. „ἐὰν γὰρ σύ μοι“, φησί, „ποτὸν
5δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω.“ τὸ δὲ ὑποτυχὸν ἔφη· „ἐὰν ποτόν σοι ἐγὼ ἐπιδώσω, σὺ καὶ τροφῇ μοι χρήσῃ.“ πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα ὁ λό‐ γος εὔκαιρος.

166

.

3

λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων ἐβέβλητο. τροφῆς δὲ ἀπορῶν θεασάμενος πρόβατον ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. „εἰ γὰρ σύ μοι“, φησί, „δώσεις ποτόν, ἐγὼ τροφὴν ἐμαυτῷ εὑρήσω.“ τὸ
5δὲ ὑποτυχὸν ἔφη· „ἀλλ’ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ.“ ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα.

167

t

ΛΕΑΙΝΑ ΚΑΙ ΑΛΩΠΗΞ

167

.

1

λέαινα ὀνειδιζομένη ὑπ’ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν ἔφη· „ἀλλὰ λέοντα.“
ὁ λόγος δηλοῖ, ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει, ἀλλ’ ἐν ἀρετῇ.194 in vol. 1.1

167

.

2

λέαινα ὀνειδιζομένη ὑπ’ ἀλώπεκος ἐπὶ τοῦ διὰ παντὸς ἕνα τίκτειν ἔφη· „ἀλλὰ λέοντα.“ ὁ μῦθος δηλοῖ, ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει, ἀλλ’ ἐν ἀρετῇ.

168

t

ΛΥΚΟΣ ΚΑΙ ΑΡΝΙΟΝ

168

.

1

λύκος ἀρνίον ἐδίωκεν, τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. προκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος, ὅτι θυ‐ σιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· „ἀλλ’ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ
5σοῦ διαφθαρῆναι.“ ὁ λόγος δηλοῖ, ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν, κρείττων ἐστὶ ὁ μετὰ δόξης θάνατος.

169

t

ΛΑΓΩΟΙ ΚΑΙ ΑΛΩΠΕΚΕΣ

169

.

1

λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμ‐ μαχίαν ἀλώπεκας. αἱ δὲ ἔφασαν· „ἐβοηθήσαμεν ἂν ὑμῖν,
εἰ μὴ ᾔδειμεν, τίνες ἦτε καὶ τίσι πολεμεῖτε.“ ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς195 in vol. 1.1
5ἑαυτῶν σωτηρίας καταφρονοῦσι.

169

.

3

λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμ‐ μαχίαν ἀλώπεκας. αἱ δὲ ἔφασαν· „ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν, τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς κρείττοσι φιλονεικοῦντες τῆς
5ἑαυτῶν σωτηρίας καταφρονοῦσι.

170

t

ΜΑΝΤΙΣ

170

.

1

μάντις ἐπὶ τῆς ἀγορᾶς καθεζόμενος ἠργυρολόγει. ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος, ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας
5ἀπῄει δρομαῖος τὸ γεγονὸς ὀψόμενος. τῶν δὲ παρατυχόν‐ των τις θεασάμενος εἶπεν· „ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προ‐ εμαντεύου;“ τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς
10ἀνθρώπους, οἳ τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντες τῶν
μηδὲν προσηκόντων προνοεῖσθαι πειρῶνται.196 in vol. 1.1

170

.

2

μάντις ἐπὶ τῆς ἀγορᾶς καθεζόμενος ἠργυρολόγει. ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος, ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀναπεπτασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας
5ἀπῄει δρομαίως τὸ γεγονὸς ὀψόμενος. τῶν δὲ ὑποτυχόντων τις θεασάμενος εἶπεν· „ὦ οὗτος, ὁ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγειλάμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;“ τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους, οἳ τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντες τῶν
10μηδὲν προσηκόντων προνοῆσαι πειρῶνται.

170

.

3

μάντις ἐπ’ ἀγορᾶς καθήμενος διελέγετο. ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος, ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. τρέ‐
5χοντα δέ τις αὐτὸν θεασάμενος „ὦ οὗτοσ“, εἶπεν, „ὁ τἀλ‐ λότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;“ ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοι‐ κοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι
10πειρωμένους.197 in vol. 1.1

171

t

ΠΑΙΣ ΚΑΙ ΚΟΡΑΞ

171

.

1

μαντευομένης τινὸς περὶ τοῦ ἑαυτῆς παιδὸς νηπίου ὄντος οἱ μάντεις προέλεγον, ὅτι ὑπὸ κόρακος ἀναιρεθήσεται. διόπερ φοβουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε φυλαττομένη, μὴ ὑπὸ κόρακος ἀν‐
5αιρεθῇ. καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὴν ἐπιτηδείαν αὐτῷ τροφὴν παρεχομένη. καί ποτε ἀνοιξά‐ σης αὐτῆς καὶ τὸ πῶμα ἐπιθείσης ὁ παῖς ἀπροφυλάκτως παρέκυψε. οὕτω τε συνέβη τῆς λάρνακος τὸν κόρακα κατὰ τοῦ βρέγματος κατενεχθέντα ἀποκτεῖναι αὐτόν.
10ὁ λόγος δηλοῖ, ὅτι τὸ πεπρωμένον ἀπαρεγχείρητόν ἐστι.

172

t

ΜΕΛΙΣΣΑΙ ΚΑΙ ΖΕΥΣ

172

.

1

μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία καὶ τούτου ἐδέοντο, ὅπως ἰσχὺν παράσχηται αὐταῖς παιούσαις τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῶν διὰ τὴν
5βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποβαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στε‐ ρίσκεσθαι. οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἄνδρας βασκάνους, οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσι.198 in vol. 1.1

173

t

ΜΗΝΑΓΥΡΤΑΙ

173

.

1

μηναγύρται ὄνον ἔχοντες τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπι‐ τιθέντες ὁδοιπορεῖν. καὶ δήποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου ἐκδείραντες αὐτὸν ἐκ τοῦ δέρματος τύμπανα κατε‐ σκεύασαν καὶ τούτοις ἐχρῶντο. ἑτέρων δὲ αὐτοῖς μηναγυρ‐
5τῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν, ποῦ ἂν εἴη ὁ ὄνος, ἔφασαν τεθνηκέναι μὲν αὐτόν, πληγὰς δὲ τοσαύτας λαμβάνειν, ὅσας οὐδὲ ζῶν ὑπέμεινεν. οὕτω καὶ τῶν οἰκετῶν ἔνιοι καίπερ τῆς δουλείας ἀφει‐
μένοι τῶν δουλικῶν ἀρχῶν οὐκ ἀπαλλάττονται.199 in vol. 1.1

174

t

ΜΥΕΣ ΚΑΙ ΓΑΛΑΙ

174

.

1

μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. ἀεὶ δὲ οἱ μύες ἡττώμενοι ἐπεὶ συνῆλθον εἰς ταὐτόν, ὑπέλαβον, ὅτι δι’ ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐκλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν. οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων
5εἶναι κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. ἐνστάσης δὲ τῆς μάχης συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον, οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμβανόμενοι κατησθίοντο.
10ὅτι πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία γίνεται.

174

1b

γαλαῖ καὶ μύες ἄσπονδον εἶχον μάχην. οἱ δὲ μύες δόρατα καὶ ἅρματα ἐξ ἀχύρων λαβόντες συνεκρότησαν τὸν πόλε‐ μον αἱ δὲ γαλαῖ ὥρμησαν κατ’ αὐτῶν. οἱ δὲ μύες βουλό‐ μενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν ἔχοντες τὰ ξύλα τῶν
5ἀχύρων καὶ μὴ δυνάμενοι κρυβῆναι διεφθάρησαν ὑπὸ τῶν γαλῶν.
ὅτι ἀδυνατῶν τις οὐ δεῖ συγκροτεῖν πολέμους.200 in vol. 1.1

175

t

ΜΥΡΜΗΞ

175

.

1

μύρμηξ ὁ νῦν τὸ πάλαι ἄνθρωπος ἦν, καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. ὁ δὲ Ζεὺς ἀγανακτήσας κατὰ τῆς πλεονεξίας
5αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον, ὃ καλεῖται μύρμηξ. ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετεβάλετο. μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς 〈τῶν〉 ἁλώνων πυρούς τε καὶ κριθὰς συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει.
10 ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐ μετατίθενται.

175

.

3

μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν καὶ τῇ γεωργίᾳ διηνεκῶς προσέχων οὐ τοῖς ἰδίοις ἠρκεῖτο πόνοις, ἀλλὰ καὶ τοὺς τῶν γειτόνων καρποὺς ὑφῃρεῖτο. ὁ δὲ Ζεὺς ἀγανακτήσας ἐπὶ τῇ τούτου πλεονεξίᾳ μετεμόρφωσεν αὐτὸν
5εἰς τοῦτο τὸ ζῷον, ὃ μύρμηξ καλεῖται. ὁ δὲ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε. μέχρι γὰρ τοῦ νῦν τὰς ἀρούρας περιιὼν τοὺς τῶν ἑτέρων πόνους συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. ὁ μῦθος δηλοῖ, ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα
10τὸ εἶδος μεταβληθῶσι, τὸν τρόπον οὐ μεταβάλλονται.201 in vol. 1.1

176

t

ΜΥΡΜΗΞ ΚΑΙ ΠΕΡΙΣΤΕΡΑ

176

.

1

μύρμηξ διψήσας κατελθὼν εἴς τινα πηγὴν βουλόμενος πιεῖν ἀπεπνίγετο. περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ κλάσασα φύλλον ἔβαλε, δι’ οὗ ἐπιβὰς ὁ μύρμηξ ἐσώθη. ἰξευτὴς δέ τις παραστὰς καὶ συνθεὶς τοὺς καλάμους τὴν
5περιστερὰν λαβεῖν ἤθελεν. ὁ δὲ μύρμηξ ἔδακεν εἰς τὸν πόδα τοῦ ἰξευτοῦ· ὁ δὲ σείσας τοὺς καλάμους ἐποίησε τὴν περιστερὰν φυγεῖν. ὁ μῦθος δηλοῖ, ὅτι καὶ ὑπ’ ἀσθενῶν ἐστί τις εὔκαιρος βοήθεια.

176

.

2

μύρμηξ διψήσας κατελθὼν εἰς τὴν πηγὴν καὶ βουλόμενος πιεῖν ἀπεπνίγετο. περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ
καθεζομένη ἐθεάσατο αὐτὸν καὶ κόψασα κλάδον ἔρριψεν εἰς τὴν πηγὴν καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου202 in vol. 1.1
5ἐσώθη δι’ αὐτοῦ. ἰξευτὴς δέ τις παραγενόμενος συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν συλλαβεῖν ἠβούλετο. ὁ δὲ μύρμηξ θεασάμενος ἔδακε τὸν πόδα τοῦ ἰξευτοῦ. ὁ δὲ ἀλγήσας καὶ σείσας τοὺς καλάμους ἐποίησε φυγεῖν τὴν περιστεράν. ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχει· δεῖ
10οὖν καὶ ἡμᾶς τοὺς εὐεργέτας ἀμείβεσθαι.

176

.

3

μύρμηξ διψήσας κατελθὼν εἰς πηγὴν παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ἀπεπνίγετο. περιστερὰ δὲ τοῦτο θεασαμένη κλῶνα δένδρου περιελοῦσα εἰς τὴν πηγὴν ἔρριψεν· ἐφ’ οὗ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς
5καλάμους συνθεὶς ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. τοῦτο δ’ ὁ μύρμηξ ἑωρακὼς τὸν τοῦ ἰξευτοῦ πόδα ἔδα‐ κεν. ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔρριψε καὶ τὴν περι‐ στερὰν αὐτίκα φυγεῖν ἐποίησεν.
ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.203 in vol. 1.1

177

t

ΜΥΙΑ

177

.

1

μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· „ἀλλ’ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει.“
5 ὁ λόγος, ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ.

177

.

2

μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρεῶν ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη· „ἀλλ’ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι καὶ θνῃσκούσῃ οὐ μέλει μοι.“ ὁ μῦθος δηλοῖ, ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄν‐
5θρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ.

178

t

ΝΑΥΑΓΟΣ ΚΑΙ ΘΑΛΑΣΣΑ

178

.

1

ναυαγὸς ἐκβρασθεὶς εἰς τὸν αἰγιαλὸν διὰ τὸν κόπον
ἐκοιμᾶτο. μετὰ μικρὸν δὲ ἐξαναστὰς ὡς ἐθεάσατο τὴν θά‐ λασσαν, ἐμέμφετο αὐτῇ, ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραΰτητι τῆς ὄψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται,204 in vol. 1.1
5ἀπαγριουμένη διαφθείρει. ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· „ἀλλ’, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους. ἐγὼ μὲν γὰρ φύσει τοιαύτη εἰμί, ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν μοι ἐμπίπτοντες κυματοῦσι καὶ ἐξαγριαί‐ νουσιν.“
10 ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας ἐπαιτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας.

179

t

ΝΕΟΣ ΑΣΩΤΟΣ ΚΑΙ ΧΕΛΙΔΩΝ

179

.

1

νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα ἱματίου μόνου αὐτῷ περιλειφθέντος ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ὀφθεῖ‐ σαν, οἰόμενος ἤδη θέρος εἶναι ὡς μηκέτι δεόμενος τοῦ ἱματίου καὶ τοῦτο φέρων ἀπημπόλησεν. ὕστερον δὲ χειμῶνος
5ἐπιλαβόντος καὶ σφοδροῦ τοῦ κρύους γενομένου περιιὼν ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν ἐρριμμένην, ἔφη πρὸς αὐτήν· „ὦ αὕτη, σὺ κἀμὲ καὶ σὲ ἀπώλεσας.“ ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπι‐ σφαλές ἐστιν.205 in vol. 1.1

179

.

2

νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα ἱματίου μόνον κατα‐ λειφθέντος αὐτῷ εἶδε χελιδόνα παρὰ καιρὸν ὀφθεῖσαν καὶ θέρος εἶναι νομίσας μηκέτι δεόμενος τοῦ ἱματίου τοῦτο φέρων ἐπώλησεν. μετὰ μικρὸν δὲ χειμῶνος καὶ ψύχους
5σφοδροῦ γενομένου ἐπειδὴ εἶδε τὴν χελιδόνα φερομένην ὑπὸ τῶν ὑδάτων νεκράν, ἔφη· „ὦ αὕτη, σὺ κἀμὲ καὶ σεαυ‐ τὴν ἀπώλεσας.“ ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπι‐ κίνδυνόν ἐστι.

180

t

ΝΟΣΩΝ ΚΑΙ ΙΑΤΡΟΣ

180

.

1

νοσῶν τις καὶ ἐπερωτώμενος ὑπὸ τοῦ ἰατροῦ, πῶς διετέθη,
πλέον τοῦ δέοντος ἱδρωκέναι ἔφη· ὁ δὲ ἀγαθὸν τοῦτο ἔλε‐ γεν. ἐκ δευτέρου δὲ ἐρωτώμενος, πῶς ἔχει, ἔφη φρίκῃ συνεχόμενος διατετινάχθαι· ὁ δὲ καὶ τοῦτο ἀγαθὸν ἔφασκεν.206 in vol. 1.1
5τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, ἔφη ὑδέρῳ περιπεπτωκέναι· κἀκεῖνος ἀγαθὸν καὶ τοῦτο ἔφη εἶναι. τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου, πῶς ἔχει, ἔφη· „ἐγὼ ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα.“
10 οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ’ οἷς αὐτοὶ παρ’ ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν.

180

.

2

νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐπερωτώμενος, πῶς ἐτηρήθη, ἔφη πλέον τοῦ δέοντος ἱδρωκέναι· ὁ δὲ ἀγαθὸν τοῦτο εἶναι ἔφη. ἐκ δευτέρου δὲ ἐρωτηθεὶς παρ’ αὐτοῦ· „πῶς ἔχεις;“ ἔφη· „φρίκῃ συσχεθεὶς σφοδρῶς διετινάχθην.“ ὁ δὲ
5καὶ τοῦτο ἀγαθὸν φήσας εἶναι ἐκ τρίτου ἐρωτηθεὶς παρ’ αὐτοῦ· „πῶς ἐτηρήθης;“ ἔφη· „ὑδρείᾳ περιπέπτωκα“, κἀκεῖ‐ νος πάλιν ἀγαθὸν τοῦτο ἔφησε. μετὰ ταῦτα τῶν οἰκείων τις ἐρωτήσας αὐτόν· „πῶς ἔχεις;“ ἔφη· „ἐγώ, ἀδελφέ, ὑπὸ
τῶν ἀγαθῶν ἀπόλλυμαι.“207 in vol. 1.1
10 ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων θέλουσι κατὰ χάριν λέγειν, ἃ μάλιστα αὐτοὶ δυσχεραίνουσι.

180

.

3

νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως διετη‐ ρήθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι. ὁ δὲ ἀγαθὸν ἔφη τοῦτ’ εἶναι. ἐκ δευτέρου δὲ παρ’ αὐτοῦ πάλιν ἐρω‐ τηθείς, ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς διατε‐
5τινάχθαι. ὁ δὲ καὶ τοῦτ’ ἀγαθὸν ἔφησεν εἶναι. ἐκ δὲ τρίτου αὖθις ἐρωτηθείς, ὅπως διεγένετο, εἶπεν ὑδέρῳ περιπεπτω‐ κέναι. ὁ δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι. εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος, ὅπως ἔχει, „ἐγώ“, εἶπεν, „ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι.“
10 ὁ μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραί‐ νομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.

181

t

ΝΥΚΤΕΡΙΣ ΚΑΙ ΒΑΤΟΣ ΚΑΙ ΑΙΘΥΙΑ

181

.

1

νυκτερὶς καὶ βάτος καὶ αἴθυια κοινωνίαν πρὸς ἀλλήλους στειλάμενοι ἐμπορεύεσθαι διέγνωσαν. καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος
ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια χαλκὸν πριαμένη καὶ τοῦτον208 in vol. 1.1
5ἐνθεμένη ἔπλει. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης 〈πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν καὶ〉 ἡ μὲν αἴθυια ἀπ’ ἐκείνου τὸν χαλκὸν ζητοῦσα ἐπὶ τοῦ βυθοῦ δύνει οἰομένη ποτὲ εὑρήσειν, ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαί‐
10νεται, νυκτὸς δὲ ἐπὶ [τὴν] νομὴν ἔξεισιν, ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται τῶν ἱμα‐ τίων προσδοκῶσα τῶν ἰδίων τι ἐπιγνώσεσθαι. ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, περὶ ἃ ἂν πρότερον πταίσωμεν.

181

.

2

νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους κοινωνίαν ποιήσαντες ἐμπορεύεσθαι διέγνωσαν. καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον καθῆκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια χαλκὸν καὶ εὐθέως ἀπέπλευσαν.
5χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπεί‐ σης πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. καὶ ἀπὸ τότε ἡ αἴθυια παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐνεδρεύει, μή πως ἡ θάλασσα τὸν χαλκὸν ἐξαγάγῃ. ἡ δὲ νυκτερὶς
τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς209 in vol. 1.1
10δὲ ἐπὶ νομὴν ἔξεισιν. ἡ δὲ βάτος ἐσθῆτος ἐπιλαμβάνεται τῶν παριόντων ζητοῦσα τῶν ἰδίων ἱματίων τι ἐπιγνώσεσθαι. ὁ μῦθος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν ὕστερον, περὶ ὧν πρότερον πταίσωμεν.

181

.

3

νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἑταιρείαν ποιησάμενοι ἐμπορικὸν διέγνωσαν βίον ζῆν. ἡ μὲν οὖν νυκτερὶς ἀργύ‐ ριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, ἡ δὲ βάτος ἐσθῆτα μεθ’ ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη χαλκόν· καὶ ἀπέπλευ‐
5σαν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περι‐ τραπείσης πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθη‐ σαν. ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλῃ ἡ θάλασσα· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη τῆς μὲν ἡμέρας οὐ
10φαίνεται, νύκτωρ δ’ ἐπὶ νομὴν ἔξεισι· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα. ὁ μῦθος δηλοῖ, ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις ἐς ὕστε‐
ρον περιπίπτομεν.210 in vol. 1.1

182

t

ΝΥΚΤΕΡΙΣ ΚΑΙ ΓΑΛΑΙ

182

.

1

νυκτερὶς ἐπὶ γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη· μέλ‐ λουσα δὲ ἀναιρεῖσθαι παρεκάλει περὶ τῆς σωτηρίας. τῆς δὲ λεγούσης ὡς οὐ δύναται αὐτὴν ἀπολῦσαι—φύσει γὰρ πᾶσι πολεμεῖ πτηνοῖς—, ἔφησεν αὐτὴ μὴ ὄρνεον εἶναι ἀλλὰ
5μῦν καὶ οὕτως ἀφείθη. ὕστερον δὲ πάλιν πεσοῦσα καὶ συλ‐ ληφθεῖσα ὑπὸ ἑτέρας γαλῆς ἐδεῖτο, ὅπως μὴ θύσῃ αὐτήν. τῆς δὲ εἰπούσης ἅπασι μυσὶ διεχθραίνειν ἔλεγεν αὐτὴ μὴ μῦν εἶναι ἀλλὰ νυκτερίδα, καὶ πάλιν ἀπελύθη. οὕτω τε συνέβη αὐτῇ δὶς ἐναλλαξαμένῃ τὸ ὄνομα τῆς σωτηρίας περι‐
10γενέσθαι. ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ μὴ ἀεὶ τοῖς αὐτοῖς ἐπιμένειν λο‐ γιζομένους, ὅτι οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολ‐ λάκις καὶ τοὺς σφοδροὺς τῶν κινδύνων ἐκφεύγουσιν.

182

.

3

νυκτερὶς ἐπὶ γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη· καὶ μέλλουσα ἀναιρεῖσθαι περὶ σωτηρίας ἐδεῖτο. τῆς δὲ φαμέ‐
νης μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνεον ἀλλὰ μῦς εἶναι,1 in vol. 1.2
5καὶ οὕτως ἀφείθη. ὕστερον δὲ πάλιν πεσοῦσα καὶ ὑφ’ ἑτέ‐ ρας συλληφθεῖσα γαλῆς μὴ βρωθῆναι ἐδεῖτο. τῆς δὲ εἰπού‐ σης ἅπασιν ἐχθραίνειν μυσὶν αὐτὴ μὴ μῦς ἀλλὰ νυκτερὶς ἔλεγεν εἶναι, καὶ πάλιν ἀπελύθη. καὶ οὕτω συνέβη δὶς αὐτὴν ἀλλαξαμένην τὸ ὄνομα σωτηρίας τυχεῖν.
10 ὁ μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ ἐπιμένειν λογιζομένους, ὡς οἱ τοῖς καιροῖς συμμετασχημα‐ τιζόμενοι πολλάκις τοὺς κινδύνους ἐκφεύγουσιν.

183

t

ΞΥΛΕΥΟΜΕΝΟΣ ΚΑΙ ΕΡΜΗΣ

183

.

1

ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν πέλεκυν ἀπέ‐ βαλε. τοῦ δὲ ῥεύματος παρασύραντος αὐτὸν καθήμενος ἐπὶ τῆς ὄχθης ὠδύρετο, μέχρις οὗ ὁ Ἑρμῆς ἐλεήσας αὐτὸν ἧκε. καὶ μαθὼν παρ’ αὐτοῦ τὴν αἰτίαν, δι’ ἣν ἔκλαιε, τὸ μὲν
5πρῶτον καταβὰς χρυσοῦν αὐτῷ πέλεκυν ἀνήνεγκε καὶ ἐπυν‐ θάνετο, εἰ οὗτος αὐτοῦ εἴη. τοῦ δὲ εἰπόντος μὴ τοῦτον εἶναι ἐκ δευτέρου ἀργυροῦν ἀνήνεγκε καὶ πάλιν ἠρώτα, εἰ τοῦτον ἀπέβαλεν. ἀρνησαμένου δὲ καὶ τοῦτον τὸ τρίτον τὴν ἰδίαν ἀξίνην αὐτῷ ἐκόμισε. τοῦ δὲ ἐπιγνόντος ἀποδε‐
10ξάμενος αὐτοῦ τὴν δικαιοσύνην πάσας αὐτῷ ἐχαρίσατο. καὶ
ὃς ἐπανελόμενος ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. τῶν δέ τις ἐποφθαλμιάσας ἐβουλήθη καὶ αὐτὸς τῶν ἴσων περιγενέσθαι. διόπερ ἀναλα‐ βὼν πέλεκυν παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν καὶ ξυ‐2 in vol. 1.2
15λευόμενος ἐπίτηδες τὴν ἀξίνην εἰς τὰς δίνας ἀφῆκε, καθ‐ εζόμενός τε ἔκλαιε. Ἑρμοῦ δὲ ἐπιφανέντος καὶ πυνθανο‐ μένου, τί τὸ συμβεβηκὸς εἴη, ἔλεγε τὴν τοῦ πελέκεως ἀπώ‐ λειαν. τοῦ δὲ χρυσοῦν αὐτῷ ἀνενεγκόντος καὶ διερωτῶν‐ τος, εἰ τοῦτον ἀπολώλεκεν, ὑπὸ τοῦ κέρδους ἐξαφθεὶς
20ἔφασκεν αὐτὸν εἶναι. καὶ ὁ θεὸς αὐτῷ οὐκ ἐχαρίσατο, ἀλλ’ οὐδὲ τὸν ἴδιον πέλεκυν ἀπεκατέστησεν. ὁ λόγος δηλοῖ, ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συν‐ αγωνίζεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

183

.

2

ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν ἑαυτοῦ πέλεκυν ἀπεβάλετο. ὑπὸ πολλῆς οὖν θλίψεως συσχεθεὶς καθήμενος παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ὠδύρετο. Ἑρμῆς δέ, ὁ τοῦ ποταμοῦ θεός, ἐλεήσας αὐτὸν ἧκε μαθεῖν παρ’ αὐτοῦ τὴν
5αἰτίαν. τοῦ δὲ εἰπόντος αὐτῷ καταβὰς ὁ Ἑρμῆς χρυσοῦν πέλεκυν ἀνήνεγκεν ἐκ τοῦ ποταμοῦ. ἐπυνθάνετο οὖν, εἰ τοῦτον ἀπώλεσεν· ὁ δὲ πάνυ ἔφη μὴ εἶναι τοῦτον. ἐκ δευτέ‐
ρου οὖν καταβὰς ἀργυροῦν ἀνήνεγκεν· καὶ πάλιν ἠρνήσατο κἀκεῖνον μὴ εἶναι αὐτοῦ. καταβὰς δὲ ἐκ τρίτου τὴν ἰδίαν3 in vol. 1.2
10ἀξίνην ἐκόμισε καὶ ἐπηρώτησεν αὐτόν, εἰ τοῦτον ἀπώλεσεν. ὁ δὲ ἔφη· „ἀληθῶς, τοῦτον ἀπώλεσα.“ ὁ δὲ Ἑρμῆς ἀπο‐ δεξάμενος αὐτοῦ τὴν δικαιοσύνην καὶ τὸ ἀληθὲς πάσας αὐτῷ ἐχαρίσατο. παραγενόμενος οὖν πρὸς τοὺς ἑταίρους αὐτοῦ διηγήσατο αὐτοῖς τὰ συμβάντα αὐτῷ. εἷς δέ τις ἐξ
15αὐτῶν ἐβουλήθη τῶν ἴσων περιγενέσθαι, διόπερ ἀναλαβὼν πέλεκυν παρεγένετο πρὸς τὸν ποταμὸν ξυλευόμενος καὶ ἐπιτηδείως τὴν ἑαυτοῦ ἀξίνην ῥίψας ἐν τῷ ποταμῷ ἐκαθ‐ έζετο κλαίων. αὐτίκα οὖν τοῦ Ἑρμοῦ ἐπιφανέντος τὴν αἰτίαν τῶν θρήνων ἐπυνθάνετο καὶ μαθὼν καταβὰς χρυ‐
20σοῦν πέλεκυν ἀνήνεγκεν. καὶ δὴ φήσαντος αὐτοῦ, εἰ τοῦτο ἀπώλεσεν, ἔφη μετὰ χαρᾶς· „ναὶ ἀληθῶς, τοῦτό ἐστιν.“ ἰδὼν δὲ ἐκεῖνος τὴν ἀναίδειαν καὶ τὸ ψεῦσμα αὐτοῦ οὐ μόνον ταύτην οὐκ ἐδωρήσατο αὐτῷ, ἀλλ’ οὐδὲ τὴν ἰδίαν ἀπ‐ έδωκε πέλεκυν.
25ὁ μῦθος διδάσκει, ὅτι ὅσον τοῖς δικαίοις συναγωνίζεται
τὸ θεῖον, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.4 in vol. 1.2

183

.

3

ξυλευόμενός τις παρά τῳ ποταμῷ τὸν οἰκεῖον ἀπέβαλε πέλεκυν. ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην καθίσας ὠδύ‐ ρετο. Ἑρμῆς δὲ μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄν‐ θρωπον καταδὺς εἰς τὸν ποταμὸν χρυσοῦν ἀνήνεγκε πέ‐
5λεκυν καὶ εἰ οὗτός ἐστιν, ὃν ἀπώλεσεν, ἤρετο. τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου αὖθις καταβὰς ἀργυροῦν ἀνεκόμισε. τοῦ δὲ μηδὲ τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος ἐκ τρίτου καταβὰς ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. τοῦ δὲ τοῦτον ἀλη‐ θῶς εἶναι τὸν ἀπολωλότα φαμένου Ἑρμῆς ἀποδεξάμενος
10αὐτοῦ τὴν δικαιοσύνην ἅπαντας αὐτῷ ἐδωρήσατο. ὁ δὲ παραγενόμενος πάντα τοῖς ἑταίροις τὰ συμβάντα διεξ‐ ελήλυθεν. ὧν εἷς τις τὰ ἴσα διαπράξασθαι ἐβουλεύσατο καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτη‐ δες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. ἐπιφανεὶς οὖν ὁ
15Ἑρμῆς κἀκείνῳ καὶ τὴν αἰτίαν μαθὼν τοῦ θρήνου καταβὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκεν καὶ ἤρετο, εἰ ταύτην ἀπέ‐ βαλε. τοῦ δὲ σὺν ἡδονῇ· „ναὶ ἀληθῶς, ἥδ’ ἐστί“ φήσαν‐ τος μισήσας ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν οὐ μόνον ἐκεί‐ νην κατέσχεν, ἀλλ’ οὐδὲ τὴν οἰκείαν ἀπέδωκεν.
20 ὁ μῦθος δηλοῖ, ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναίρεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

184

t

ΟΔΟΙΠΟΡΟΣ ΚΑΙ ΤΥΧΗ

184

.

1

ὁδοιπόρος πολλὴν ὁδὸν διανύσας ἐπειδὴ κόπῳ συνεί‐
χετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· „ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σε‐5 in vol. 1.2
5αυτοῦ ἀβουλίαν ἀλλ’ ἐμὲ ᾐτιῶ.“ οὕτω πολλοὶ τῶν ἀνθρώπων δι’ ἑαυτοὺς δυστυχήσαντες τὸ θεῖον αἰτιῶνται.

184

.

2

(t)

ΠΑΙΣ ΚΑΙ ΤΥΧΗ
1 ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἐβόα· „ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μήπως κάτωθεν τοῦ φρέατος πεσὼν ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες.“ ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις σφαλλόμενοι, πράττοντες
5κακῶς, περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν Τύχην.

185

t

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΠΛΑΤΑΝΟΣ

185

.

1

ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταν‐ τήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. ἀνα‐
βλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους·6 in vol. 1.2
5„ὡς ἀνωφελές τι ἄκαρπον τοῦτο τοῖς ἀνθρώποις τὸ δέν‐ δρον.“ ἡ δὲ ὑπολαβοῦσα ἔφη· „ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε;“ οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι οὕτως ἀτυχεῖς εἰσι, ὡς καὶ
10εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.

185

.

3

ὁδοιπόροι δύο θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος ἐνοχλού‐ μενοι ὡς πλατάνῳ περιέτυχον ὑπὸ τὴν αὐτῆς κλινθέντες σκιὰν ἀν‐ επαύοντο. ἀναβλέψαντες δὲ πρὸς τὴν πλάτανον πρὸς ἀλλήλους ἔλε‐ γον ἄκαρπον εἶναι καὶ ἀνόνητον τοῦτο τοῖς ἀνθρώποις τὸ δένδρον.
5ἡ δὲ ὑπολαβοῦσά φησιν· „ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες ἄχρηστόν με ἀποκαλεῖτε καὶ ἄκαρπον;“ ὁ μῦθος, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων τινὲς οὕτως ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.

186

t

ΟΔΟΙΠΟΡΟΣ ΚΑΙ ΕΧΙΣ

186

.

1

ὁδοιπόρος χειμῶνος ὁδεύων ὡς ἐθεάσατο ἔχιν ὑπὸ
κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλατο καὶ βα‐ λὼν εἰς τὸν ἑαυτοῦ κόλπον θερμαίνειν ἐπειρᾶτο. ὁ δὲ μέ‐ χρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερ‐7 in vol. 1.2
5μάνθη, † ὀδὰξ εἰς τὴν γαστέρα αὐτοῦ ἀνῆκε. καὶ ὃς ἀπο‐ θνῄσκειν μέλλων ἔφη· „ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν;“ ὁ λόγος δηλοῖ, ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιβὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτε‐
10ροῦται.

187

t

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΦΡΥΓΑΝΑ

187

.

1

ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες ὡς ἦλθον ἐπί τινα σκοπιάν, ἐνθένδε θεασάμενοι φρύγανα πόρρωθεν ἐπι‐ πλέοντα ᾠήθησαν ναῦν εἶναι μεγάλην· διὸ προσέμενον ὡς μέλλουσαν προσορμίζεσθαι. ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα
5τὰ φρύγανα μικρὸν προσεπέλαζον, ἀπεκαραδόκουν ὑπολαμ‐ βάνοντες πλοῖον εἶναι, οὐκέτι μέγα ὡς τὸ πρότερον. ἐγγὺς
δὲ παντελῶς ἐξενεχθέντα αὐτὰ ἰδόντες φρύγανα ὄντα ἔφα‐ σαν πρὸς ἀλλήλους· „τὸ μηδὲν ὂν ἡμεῖς μάτην προσεδε‐ χόμεθα.“8 in vol. 1.2
10 οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς διάπειραν ἔλθωσιν, εὑρίσκονται οὐ‐ δενὸς ἄξιοι.

187

.

3

ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες ἦλθον ἐπί τινα σκοπιάν. κἀκεῖθεν θεασάμενοι φρύγανα πόρρωθεν ἐπι‐ πλέοντα ναῦν εἶναι μεγάλην ᾠήθησαν. διὸ δὴ προσέμενον ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. ἐπεὶ δὲ ὑπὸ ἀνέμου
5φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. ἐξενεχθέντα δ’ αὐτὰ φρύγανα ὄντα ἰδόντες πρὸς ἀλλήλους ἔφασαν· „ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἐξ
10ἀπόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν ἔλθω‐ σιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.

188

t

ΟΔΟΙΠΟΡΟΣ ΚΑΙ ΕΡΜΗΣ

188

.

1

ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ὧν ἂν εὕρῃ τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσειν. περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγ‐
δαλά τε ἦν καὶ φοίνικες ταύτην ἀνείλατο οἰόμενος ἀργύ‐ ριον εἶναι. ἐκτινάξας δὲ ὡς εὗρε τὰ ἐνόντα, ταῦτα κατα‐9 in vol. 1.2
5φαγὼν καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν εἰπών· „ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντός, ὧν εὗρον, καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι.“ πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατα‐
10σοφιζόμενον ὁ λόγος εὔκαιρος.

188

.

2

ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ἂν ἄρα εὕροι τι, τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσει. περιτυχὼν δὲ πήραν, ἐν ᾗ θάσια ἦν καὶ φοίνικες, ταύτην ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. ὁ δὲ φαγὼν ταῦτα καὶ λαβὼν τῶν ἀμυγδάλων τὰ
5κάλυφα καὶ τῶν φοινίκων τὰ ὀστᾶ ἐπί τινος βωμοῦ ἔθη‐ κεν εἰπών· „ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν. καὶ γὰρ τὰ ἐν‐ τός, ὧν εὗρον, καὶ τὰ ἔξωθεν πρὸς σὲ διανενέμημαι.“ ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον τὸν καὶ θεοὺς διὰ πλεο‐
νεξίαν κατασοφιζόμενον.10 in vol. 1.2

188

.

3

ὁδοιπόρος πολλὴν ἀνύσας ὁδὸν ηὔξατο, εἰ ἄρα εὑρή‐ σει τι, τὸ ἥμισυ τούτου τῷ Ἑρμῇ ἀναθήσειν. περιτυχὼν δὲ πήρᾳ μεστῇ φοινίκων καὶ ἀμυγδάλων καὶ ταύτην ἀνελόμε‐ νος ἐκείνους μὲν ἔφαγε, τὰ δὲ τῶν φοινίκων ὀστᾶ καὶ τὰ
5τῶν ἀμυγδάλων κελύφη ἐπί τινος ἀνέθηκε βωμοῦ φήσας· „ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· τοῦ γὰρ εὑρεθέντος τὰ ἐκτὸς καὶ ἐντὸς πρὸς σὲ διανενέμημαι.“ ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον καὶ τοὺς θεοὺς διὰ πλεο‐ νεξίαν κατασοφιζόμενον.

189

t

ΔΕΛΦΑΞ ΚΑΙ ΑΛΩΠΗΞ

189

.

1

ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα ἤλαυ‐ νεν εἰς ἄστυ. τοῦ δὲ δέλφακος παρ’ ὅλην τὴν ὁδὸν κεκρα‐ γότος ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι’ ἣν τῶν λοιπῶν μεθ’ ἡσυχίας φερομένων μόνος αὐτὸς βοᾷ.
5ὁ δὲ ὑποτυχὼν ἔφη· „ἀλλ’ ἔγωγε οὐ μάτην ὀδύρομαι. εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ γάλα ὁ δεσπό‐
της λαμβάνων ἀφέξεται, ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους. ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι πάντως με θύσει.“11 in vol. 1.2
10 οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσίν, ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.

190

t

ΟΝΟΣ ΚΑΙ ΚΗΠΩΡΟΣ

190

.

1

ὄνος κηπωρῷ δουλεύων ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διί, ὅπως τοῦ κηπωροῦ αὐτὸν ἀπαλλάξας ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευσε κεραμεῖ πωλῆσαι. πάλιν δὲ αὐτοῦ δυσφοροῦντος,
5ἐπειδὴ καὶ πολλῷ πλείονα ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρε‐ σκεύασεν αὐτὸν βυρσοδέψῃ πραθῆναι. καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα ἔφη· „ἀλλ’ ἔμοιγε αἱρετώ‐ τερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις. τούτῳ γάρ, ὡς
10ὁρῶ, καὶ τὸ δέρμα μέλλω προσδοῦναι.“ ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπό‐
τας οἱ οἰκέται ποθοῦσιν, ὅταν ἑτέρων πεῖραν λάβωσιν.12 in vol. 1.2

190

.

2

ὄνος κηπουρῷ δουλεύων ἐπειδὴ μὲν ὀλίγα ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διί, ὅπως τοῦ κηπουροῦ αὐτὸν ἀπαλλάξῃ καὶ ἑτέρῳ δεσπότῃ αὐτὸν ἐκδώσῃ. ὁ δὲ Ζεὺς ἐκέλευσεν εἰς κεραμέα πωλῆσαι. πάλιν δὲ μετ’ ὀλίγον δυσ‐
5φορήσας ἐπειδὴ πολλῷ πλέον ἀχθοφορῶν ἦν 〈ἐν〉 τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, πάλιν τὸν Δία παρεκάλει. ὁ δὲ Ζεὺς παρ‐ εσκεύασε πραθῆναι αὐτὸν εἰς βυρσοδέψην. ὁ δὲ ὄνος ἔτι εἰς χείρονα δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα ἔφη μετὰ στεναγμοῦ· „οὐαί μοι τῷ τάλα.
10κρεῖττον ἦν μοι παρ’ ἐκείνοις τοῖς δεσπόταις εἶναι, ἐπεὶ οὗτος, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου μέλλει ἀφελεῖν.“ ὁ μῦθος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς προτέρους δε‐ σπότας ποθοῦσιν οἱ οἰκέται, ὅταν πεῖραν λάβωσι τῶν ἑτέρων.

190

.

3

ὄνος ὑπηρετούμενος κηπωρῷ ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πλεῖστα δ’ ἐμόχθει, ηὔξατο τῷ Διὶ ὥστε τοῦ κηπωροῦ
ἀπαλλαγεὶς ἑτέρῳ ἀπεμποληθῆναι δεσπότῃ. τοῦ δὲ Διὸς ἐπακούσαντος καὶ κελεύσαντος αὐτὸν κεραμεῖ πραθῆναι13 in vol. 1.2
5πάλιν ἐδυσφόρει πλέον ἢ πρότερον ἀχθοφορῶν καὶ τόν τε πηλὸν καὶ τὰς κεράμους κομίζων. πάλιν οὖν ἀμεῖψαι τὸν δεσπότην ἱκέτευε καὶ βυρσοδέψῃ ἀπεμπολεῖται. εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα μετὰ στεναγμῶν ἔφη·
10„οἴμοι τῷ ταλαιπώρῳ. βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται.“ ὁ μῦθος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς προτέρους δε‐ σπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάβωσι
15πεῖραν.

191

t

ΟΝΟΣ ΑΛΑΣ ΓΕΜΩΝ

191

.

1

ὄνος ἅλας γέμων ποταμὸν διέβαινεν. ὀλισθήσας δὲ ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἁλὸς κουφότερος ἐξανέστη. ἡσθεὶς δὲ ἐπὶ τούτῳ ἐπειδὴ ὕστερον σπόγγους ἐμπεφορτισμένος κατά τινα ποταμὸν ἐγένετο, ᾠήθη, ὅτι,
5ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται. καὶ δὴ ἑκὼν ὠλίσθησε. συνέβη δὲ αὐτὸν τῶν σπόγγων ἀνασπασάντων
τὸ ὕδωρ μὴ δυνάμενον ἐξανίστασθαι ἐν τούτῳ ἀποπνιγῆναι. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι διὰ τὰς ἰδίας ἐπινοίας λανθάνουσιν εἰς συμφορὰς ἑαυτοὺς ἐμβάλλοντες.14 in vol. 1.2

192

t

ΟΝΟΣ ΚΑΙ ΗΜΙΟΝΟΣ

192

.

1

ὀνηλάτης ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους ἤλαυνεν· ὁ δὲ ὄνος, μέχρι μὲν πεδίον ἦν, ἀντεῖχε πρὸς τὸ βάρος. ὡς δὲ ἐγένοντο κατά τι ὄρος, μὴ δυνάμενος ὑποφέρειν παρεκάλει τὴν ἡμίονον μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι,
5ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσαι δυνηθῇ. τῆς δὲ παρ’ οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους ὁ μὲν κατακρημνισθεὶς διερ‐ ράγη, ὁ δὲ ὀνηλάτης ἀπορῶν, ὅτι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ τὴν βύρ‐ σαν τοῦ ὄνου ἐπεσώρευσεν. ἡ δὲ οὐ μετρίως καταπονη‐
10θεῖσα ἔφη· „δίκαια πέπονθα. εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τοῦ αὐτοῦ φορ‐ τίου καὶ αὐτὸν ἔφερον.“ οὕτω καὶ τῶν δανειστῶν ἔνιοι, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπόλ‐
15λουσιν.15 in vol. 1.2

193

t

ΟΝΟΣ ΒΑΣΤΑΖΩΝ ΑΓΑΛΜΑ

193

.

1

ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἤλαυνεν εἰς πόλιν. πάντων δὲ τῶν συναντώντων προσκυνούντων τῷ ἀγάλματι ὑπολαβὼν ὁ ὄνος, ὅτι αὐτῷ προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτο καὶ οὐκέτι περαιτέρω προβαίνειν ἐβούλετο. καὶ ὁ ὀνηλάτης
5αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· „ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ ἀν‐ θρώπων προσκυνεῖσθαι.“ ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπ‐ αλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκά‐
10νουσιν.

194

t

ΟΝΟΣ ΑΓΡΙΟΣ

194

.

1

ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώ‐ ματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὄπισθεν ἑπόμενον
5καὶ ῥοπάλοις αὐτὸν παίοντα εἶπεν· „ἀλλ’ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω. ὁρῶ γάρ, ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις.“ οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπω‐ ριῶν περιγινόμενα κέρδη.16 in vol. 1.2

194

.

3

ὄνος ἄγριος ὄνον ἰδὼν ἥμερον ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν αὐτὸν ἐμακάριζεν ἐπί τε τῇ εὐεξίᾳ τοῦ σώμα‐ τος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὄπισθεν ἑπόμενον καὶ
5ῥοπάλοις αὐτὸν παίοντα ἔφη· „ἀλλ’ ἔγωγε οὐκέτι σε εὐδαι‐ μονίζω· ὁρῶ γάρ, ὡς οὐκ ἄνευ κακῶν μεγάλων τὴν εὐδαι‐ μονίαν ἔχεις.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν κέρδη.

195

t

ΟΝΟΣ ΚΑΙ ΤΕΤΤΙΓΕΣ

195

.

1

ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν ἡδύτητα εἶπε· „τί σιτούμενοι τοι‐ αύτην φωνὴν ἀφίετε;“ τῶν δὲ εἰπόντων „δρόσον“ ὁ ὄνος
προσπαραμένων τῇ δρόσῳ λιμῷ διεφθάρη.17 in vol. 1.2
5 οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐπιτυχεῖν, ὧν ἐφίενται, καὶ τὰ μέγιστα δυστυχοῦσιν.

196

t

ΟΝΟΙ ΠΡΟΣ ΤΟΝ ΔΙΑ

196

.

1

ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. ὁ δὲ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος, ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη τότε αὐτοὺς ἀπαλλαγή‐
5σεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι. κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες ἀπ’ ἐκείνου καὶ μέχρι νῦν, ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν. ὁ λόγος δηλοῖ, ὅτι τὸ ἑκάστῳ πεπρωμένον ἀθεράπευτόν
10ἐστι.

196

.

3

ὄνοι ποτὲ ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία λύσιν τῶν πόνων αἰτού‐ μενοι. ὁ δ’ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος, ὅτι τοῦτο ἀδύνα‐ τόν ἐστιν, ἔφη τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπα‐
5θείας, ὅταν οὐροῦντες ποιήσωσι ποταμόν. κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες ἀπ’ ἐκείνου καὶ μέχρι τοῦ νῦν, ἔνθα ἂν οὖρον ἑτέρων ἴδωσιν ὄνων, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν. ὁ μῦθος δηλοῖ, ὅτι ἑκάστῳ τὸ πεπρωμένον ἀθεράπευ‐18 in vol. 1.2
10τόν ἐστιν.

197

t

ΟΝΟΣ ΚΑΙ ΟΝΗΛΑΤΗΣ

197

.

1

ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος ὡς μικρὸν τῆς ὁδοῦ προ‐ ῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο. μέλ‐ λοντος δὲ αὐτοῦ κατακρημνίζεσθαι ὁ ὀνηλάτης ἐπιλαβόμε‐ νος τῆς οὐρᾶς ἐπειρᾶτο μετάγειν αὐτόν. τοῦ δὲ εὐτόνως
5ἀντιπίπτοντος ἀφεὶς αὐτὸν ἔφη· „νίκα, κακὴν γὰρ νίκην νικᾷς.“ πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.

198

t

ΟΝΟΣ ΚΑΙ ΛΥΚΟΣ

198

.

1

ὄνος ἔν τινι λειμῶνι νεμόμενος ὡς ἐθεάσατο λύκον ἐπ’ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. τοῦ δὲ προσ‐ ελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυθομένου, δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς „φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησα“ καὶ παρ‐
5ῄνει αὐτὸν πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. τοῦ δὲ πει‐ σθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τὴν ὁπλὴν ἔχοντος ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. καὶ ὃς κακῶς διατεθεὶς ἔφη· „ἀλλ’19 in vol. 1.2
10ἔγωγε δίκαια πέπονθα. τί γὰρ τοῦ πατρός με μάγειρον δι‐ δάξαντος αὐτὸς ἰατρικὴν τέχνην ὑπελαβόμην;“ οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς μηδὲν προσήκουσιν ἐπι‐ χειροῦντες εἰκότως δυστυχοῦσιν.

198

3,gamma

ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει. λύκον δὲ ἰδὼν ἔφη αὐτῷ· „ὦ λύκε, ἰδοὺ ἐκ πόνου ἀποθνῄσκω καὶ δεῖ με σοῦ γενέσθαι δεῖπνον ἢ γυπῶν ἢ κοράκων. χάριν δὲ μίαν αἰτῷ σε ἐξελεῖν πρῶτον τὸν σκόλοπα ἐκ τοῦ ποδός μου,
5ὅπως μὴ μετὰ πόνου τεθνήξομαι.“ ὁ δὲ λύκος ἄκροις ὀδοῦσι δακὼν τὸν σκόλοπα ἐξεῖλεν. ὁ ὄνος δὲ λυθεὶς τοῦ πόνου ἔτι τὸν λύκον χάσκοντα λακτίσας φεύγει, ῥῖνας, μέτωπον καὶ ὀδόντας συνθλάσας. ὁ δὲ λύκος ἔφη· „οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν τὸ πρῶτον νῦν
10ἱππίατρος ἠθέλησα γενέσθαι.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ τὰ οἰκεῖα ἐῶντες ἐπιτηδεύματα καὶ μεταχειριζόμενοι τὰ τούτοις μὴ ἀνήκοντα καὶ κατα‐ γελῶνται καὶ κινδυνεύουσιν.20 in vol. 1.2

199

t

ΟΝΟΣ ΚΑΙ ΛΕΟΝΤΗ

199

.

1

ὄνος ἐνδυσάμενος λέοντος δορὰν περιῄει ἐκφοβῶν τὰ ἄλογα ζῷα. καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. ἡ δέ, ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμέ‐ νου προακηκουῖα, ἔφη πρὸς αὐτόν· „ἀλλ’ εὖ ἴσθι, ὡς καὶ
5ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα.“ οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δο‐ κοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

199

3,gamma

ὄνος δορὰν λέοντος ἐπενδυθεὶς λέων ἐνομίζετο πᾶσιν. καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ καὶ ποιμνίων. ὡς δ’ ἀνέμου πνεύσαντος τὴν δορὰν ἀφῃρέθη καὶ γυμνὸς γέγονε τῆς ἐκ ταύτης σκέπης, τότε πάντες ἔπαιον ῥοπάλοις τε
5καὶ ξύλοις. ὁ μῦθος δηλοῖ, ὅτι πένης ὢν μὴ μιμοῦ τὰ πλουσίων, μή πως γελασθῇς καὶ κινδυνεύσῃς πλέον.21 in vol. 1.2

199

.

3

ὄνος ἐνδυσάμενος λεοντῆν περιῄει τἄλλα τῶν ζῴων ἐκ‐ φοβῶν καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. ἡ δέ—ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα—πρὸς αὐτὸν ἔφη· „ἀλλ’ εὖ ἴσθι, ὡς καὶ
5ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα.“ ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξω δο‐ κοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

200

t

ΟΝΟΝ ΑΓΟΡΑΖΩΝ

200

.

1

ὄνον τις ἀγοράζων ἐπὶ πείρᾳ αὐτὸν ἔλαβε καὶ εἰσαγαγὼν εἰς τοὺς ἰδίους ἐπὶ τῆς φάτνης αὐτὸν ἔστησεν. ὁ δὲ κατα‐ λιπὼν τοὺς ἄλλους παρὰ τῷ ἀργοτάτῳ καὶ ἀδηφάγῳ ἔστη καὶ ὃς οὐδὲν ἐποίει. δήσας οὖν καὶ ἀπάγων τῷ δε‐
5σπότῃ αὐτὸν ἀπέδωκε. τοῦ δὲ διερωτῶντος, εἰ οὕτως ἀξίαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑπολαβὼν εἶπεν· „ἀλλ’ ἔγωγε οὐδὲν ἐπιδέομαι πείρας. οἶδα γάρ, ὅτι τοιοῦτός ἐστι,
ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐξελέξατο.“ ὁ λόγος δηλοῖ, ὅτι τοιοῦτος εἶναί τις ὑπολαμβάνεται,22 in vol. 1.2
10ὁποίοις ἂν ἥδηται τοῖς ἑταίροις.

201

t

ΟΝΟΣ ΚΑΙ ΒΑΤΡΑΧΟΙ

201

.

1

ὄνος ξύλων γόμον φέρων λίμνην διέβαινεν. ὀλισθήσας δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· „ὦ οὗτος, καὶ τί ἂν ἐποίησας,
5εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ;“ τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα αὐτὸς πλείονας ῥᾳδίως ὑφιστάμενος.

201

.

3

ὄνος ξύλα βαστάζων διέβαινέ τινα λίμνην. ὀλισθήσας δὲ ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι τῶν στεναγμῶν τού‐ του ἀκούσαντες „ὦ οὗτοσ“, ἔφασαν, „καὶ τί ἂν ἐποίησας,
5εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ;“ τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα αὐτὸς τοὺς πλείους ῥᾳδίως
ὑφιστάμενος.23 in vol. 1.2

202

t

ΟΝΟΣ, ΚΟΡΑΞ ΚΑΙ ΛΥΚΟΣ

202

.

1

ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο. κό‐ ρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος ὁ ὄνος ὠγκᾶτό τε καὶ ἐσκίρτα. τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἑστῶτος καὶ γελῶντος λύκος παριὼν ἐθεάσατο καὶ πρὸς
5ἑαυτὸν ἔφη· „ἄθλιοι ἡμεῖς, οἵ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτῳ δὲ καὶ † προσιόντι προσγελῶσι.“ ὁ λόγος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ ἀπόπτου δῆλοί εἰσιν.

202

.

3

ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο. κό‐ ρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος ξαίνοντος ὁ ὄνος ὠγκᾶτο καὶ ἥλλετο. τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἱστα‐ μένου καὶ γελῶντος λύκος παριὼν αὐτὸν εἶδε καὶ ἔφη·
5„ἄθλιοι ἡμεῖς, 〈οἵ〉, κἂν μόνον ὀφθῶμεν αὐτῷ, διωκόμεθα, τούτῳ δὲ καὶ προσεγγελῶσιν“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ μό‐
νον φανέντες δῆλοί εἰσιν.24 in vol. 1.2

203

t

ΟΝΟΣ, ΑΛΩΠΗΞ ΚΑΙ ΛΕΩΝ

203

.

1

ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. λέοντος δὲ αὐτοῖς περιτυχόντος ἡ ἀλώ‐ πηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον προσελθοῦσα τῷ λέοντι ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ
5ἀκίνδυνον ἐπαγγείληται. τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρ‐ εσκεύασε. καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον πρῶτον τὴν ἀλώπεκα συνέλαβεν, εἶθ’ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.
10 οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολ‐ λάκις καὶ ἑαυτοὺς συναπολλύντες.

203

.

3

ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον εἰς ἄγραν. λέοντος δ’ αὐτοῖς περιτυχόντος ἡ ἀλώ‐ πηξ τὸν ἐπηρτημένον ὁρῶσα κίνδυνον προσελθοῦσα τῷ λέοντι παραδώσειν αὐτῷ τὸν ὄνον ὑπέσχετο, ἐὰν αὐτῇ τὸ
5ἀκίνδυνον ἐπαγγέλληται. τοῦ δὲ ἀπολύσειν αὐτὴν φήσαν‐ τος ἐκείνη παραγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπε‐ σεῖν παρεσκεύασε. καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυ‐ νάμενον πρώτην τὴν ἀλώπεκα συνέσχεν, εἶθ’ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.
10ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λαν‐
θάνουσι πολλάκις καὶ αὑτοὺς προσαπολλύντες.25 in vol. 1.2

204

t

ΟΝΟΣ ΚΑΙ ΗΜΙΟΝΟΣ

204

.

1

ὄνος καὶ ἡμίονος ἐν ταὐτῷ ἐβάδιζον. καὶ δὴ ὁ ὄνος ὁρῶν τοὺς ἀμφοῖν γόμους ἴσους ὄντας ἠγανάκτει καὶ ἐσχετλίαζεν, εἴγε διπλασίονος τροφῆς ἠξιωμένη ἡ ἡμίονος οὐδὲν περιττότερον βαστάζει. μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ
5προιόντων ὁ ὀνηλάτης ὁρῶν τὸν ὄνον ἀντέχειν μὴ δυνά‐ μενον ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. ἔτι δὲ αὐτῶν πόρρω προβαινόντων ὁρῶν τὸν ὄνον ἔτι μᾶλ‐ λον ἀποκάμνοντα πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρις οὗ τὰ πάντα λαβὼν καὶ ἀφελόμενος ἀπ’ αὐτοῦ τῇ ἡμιόνῳ
10ἐπέθηκεν. καὶ τότε ἐκείνη ἀποβλέψασα εἰς τὸν ὄνον ἔφη· „ὦ οὗτος, ἆρά σοι δικαίως δοκῶ τῆς διπλῆς τροφῆς ἠξιω‐ μένη;“ ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν.

205

t

ΟΡΝΙΘΟΘΗΡΑΣ ΚΑΙ ΠΕΡΔΙΞ

205

.

1

ὀρνιθοθήρας ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου μὴ
ἔχων, ὅτι αὐτῷ παραθείη, ὥρμησεν ἐπὶ τὸν τιθασὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε. τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάρι‐ στον, εἴγε πολλὰ ὠφελούμενος παρ’ αὐτοῦ τοὺς ὁμοφύ‐26 in vol. 1.2
5λους ἐκκαλουμένου καὶ παραδιδόντος αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη· „ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ.“ ὁ λόγος δηλοῖ, ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τού‐
10των, οἷς προδιδόασιν.

205

3,delta

(t)

πέρδιξ καὶ κυνηγός
1 πέρδικά τις ἀγρεύσας ἤθελε ταύτην καταθῦσαι. ἡ δὲ παρεκάλει ἐαθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. ὁ δὲ κυνηγός· „διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω, ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις.“
5 ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐν‐ έδραις ἐμπίπτουσιν.

206

t

ΟΡΝΙΣ ΚΑΙ ΧΕΛΙΔΩΝ

206

.

1

ὄρνις ὄφεως ὠὰ εὑροῦσα καὶ ταῦτα ἐπιμελῶς ἐκθερμά‐ νασα ἐξεκόλαψε. χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· „ὦ μα‐ ταία, τί ταῦτα ἀνατρέφεις, ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώ‐
της τοῦ ἀδικεῖν ἄρξεται;“27 in vol. 1.2
5 οὕτως ἀτιθάσευτός ἐστιν ἡ πονηρία, κἂν μάλιστα εὐεργε‐ τῆται.

206

.

3

ὄρνις ὄφεως ὠὰ εὑροῦσα ἐπιμελῶς ἐκθερμάνασα ἐξεκό‐ λαψε. χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· „ὦ ματαία, τί ταῦτα τρέφεις, ἅπερ αὐξηθέντα ἀπὸ σοῦ πρώτης τοῦ ἀδι‐ κεῖν ἄρξεται;“
5 ὁ μῦθος δηλοῖ, ὅτι ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μέγιστα εὐεργετῆται.

207

t

ΟΡΝΙΘΟΘΗΡΑΣ ΚΑΙ ΚΟΡΥΔΑΛΟΣ

207

.

1

ὀρνιθοθήρας πτηνοῖς πάγην ἵστα. κορυδαλὸς δὲ αὐτὸν θεα‐ σάμενος ἤρετο, τί ποιεῖ. τοῦ δὲ εἰπόντος πόλιν κτίζειν καὶ μικρὸν ὑποχωρήσαντος πεισθεὶς αὐτοῦ τοῖς λόγοις προσ‐ ῆλθε καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρό‐
5χους. τοῦ δὲ ὀρνιθοθήρα προσδραμόντος καὶ συλλαβόντος αὐτὸν ἔφη· „ὦ οὗτος, ἐὰν τοιαύτας πόλεις κτίζῃς, πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις.“ [ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις
ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν.]28 in vol. 1.2

207

.

2

ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστη· κορυδαλὸς δὲ τοῦ‐ τον θεασάμενος ἠρώτα μακρόθεν ἑστώς· „τί ἐργάζῃ;“ τοῦ δὲ εἰπόντος· „πόλιν κτίζω“ καὶ μικρὸν ὑποχωρήσας ἐκρύβη. ὁ δὲ κορυδαλὸς πεισθεὶς τοῖς λόγοις τοῦ ἀνδρὸς προσῆλθε
5τῷ τόπῳ καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν [καὶ] εἰς τοὺς βρό‐ χους ἐμπεπτωκώς. ὁ δὲ ὀρνιθοθήρας δραμὼν ἀνελάβετο αὐτόν. ὁ δὲ κορυδαλὸς ἔφη αὐτῷ· „ὦ οὗτος, ἐὰν τοιαύτην πόλιν κτίζῃς, πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις.“ [ὁ μῦθος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις
10ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.]

207

.

3

ὀρνιθοθήρας ὄρνισιν ἵστη παγίδας. κορυδαλὸς δὲ τοῦτον πόρρωθεν ἰδὼν ἐπυνθάνετο, τί ποτ’ ἐργάζοιτο. τοῦ δὲ πό‐ λιν κτίζειν φαμένου, εἶτα δὲ πορρωτέρω ἀποχωρήσαντος καὶ κρυβέντος ὁ κορυδαλὸς τοῖς τοῦ ἀνδρὸς λόγοις πιστεύ‐
5σας παρελθὼν εἰς τὸν βρόχον ἑάλω. τοῦ δὲ ὀρνιθοθήρα ἐπιδραμόντος ἐκεῖνος εἶπεν· „ὦ οὗτος, εἰ τοιαύτην πόλιν κτίζεις, οὐ πολλοὺς εὑρήσεις τοὺς ἐνοικοῦντας.“ [ὁ μῦθος δηλοῖ, ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρη‐
μοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.]29 in vol. 1.2

208

t

ΟΡΝΙΘΟΘΗΡΑΣ ΚΑΙ ΠΕΛΑΡΓΟΣ

208

.

1

ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας πόρρωθεν ἀπ‐ εκαραδόκει τὴν ἄγραν. πελαργοῦ δὲ σὺν ταῖς γεράνοις ἐπι‐ καθίσαντος ἐπιδραμὼν μετ’ ἐκείνων καὶ αὐτὸν συνέλαβε. τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ λέγοντος, ὡς οὐ μό‐
5νον αὐτὸς ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελι‐ μώτατος· τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβά‐ νων ἀναιρεῖ, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· „ἀλλ’ εἰ τὰ μά‐ λιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ τῶν πονηρῶν κεκάθικας.“
10 ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας ἀπο‐ φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς αὐτῶν κακίας κοινωνοὶ δό‐ ξωμεν.

209

t

ΠΕΡΙΣΤΕΡΑΙ ΑΓΡΙΑΙ ΚΑΙ ΗΜΕΡΑΙ

209

.

1

ὀρνιθοθήρας πετάσας τὰ λίνα ἐκ τῶν ἡμέρων περιστε‐ ρῶν προσέδησεν· εἶτα ἀποστὰς αὐτὸς πόρρωθεν ἀπεκαρα‐
δόκει τὸ μέλλον. ἀγρίων δὲ ταύταις προσελθουσῶν καὶ τοῖς βρόχοις συμπλακεισῶν προσδραμὼν συλλαμβάνειν αὐτὰς30 in vol. 1.2
5ἐπειρᾶτο. τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυ‐ χοῦσαι ἔφασαν· „ἀλλ’ ἡμῖν γε ἄμεινον δεσπότας φυλάττε‐ σθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι.“ οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσίν, ὅσοι δι’ ἀγά‐
10πην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας.

210

t

ΚΑΜΗΛΟΣ

210

.

1

ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. ὡς δὲ χρόνου προ‐ ιόντος συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάρρησαν μέχρι τοῦ προσ‐ ελθεῖν. αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ
5ἔχει εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὥστε καὶ χαλινοὺς αὐτῇ περιθέντες παισὶν ἐλαύνειν ἔδωκαν. ὁ λόγος δηλοῖ, ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συν‐ ήθεια καταπραΰνει.

210

.

3

ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. ὡς δὲ χρόνου προ‐ ιόντος συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάρρησαν μέχρι τοῦ προσελθεῖν. αἰσθόμενοι δὲ κατὰ μικρὸν τὸ ζῷον ὡς χολὴν
5οὐκ ἔχει, εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὥστε καὶ
χαλινοὺς αὐτῇ περιθέντες παισὶν ἐλαύνειν δεδώκασιν. ὁ μῦθος δηλοῖ, ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνή‐ θεια εὐκαταφρόνητα ποιεῖ.31 in vol. 1.2

211

t

ΟΦΙΣ ΚΑΙ ΚΑΡΚΙΝΟΣ

211

.

1

ὄφις καὶ καρκίνος ἐν ταὐτῷ διέτριβον. καὶ ὁ μὲν καρκί‐ νος ἁπλῶς τῷ ὄφει καὶ εὐνοϊκῶς προσεφέρετο, ὁ δὲ ἀεὶ ὕπουλος καὶ πονηρὸς ἦν. τοῦ δὲ καρκίνου συνεχῶς αὐτὸν παραινοῦντος ἐξαπλοῦσθαι τὰ κατ’ αὐτὸν καὶ τὴν αὐτοῦ
5διάθεσιν μιμεῖσθαι ἐκεῖνος οὐκ ἐπείθετο. διόπερ ἀγανακτή‐ σας παρατηρησάμενος αὐτὸν κοιμώμενον τοῦ φάρυγγος ἐπιλαβόμενος 〈τῇ χηλῇ καὶ ὅσον οἷόν τε πιέσασ〉 ἀνεῖλε. ἰδὼν 〈δὲ〉 αὐτὸν ἐκτεταμένον εἶπεν· „ὦ οὗτος, ἀλλ’ οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σε παρ‐
10ῄνουν 〈καὶ〉 οὐκ ἐπείθου.“ οὗτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ’ ἐκείνων τῶν ἀν‐ θρώπων, οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονη‐ ρευόμενοι μετὰ θάνατον εὐεργεσίας κατατίθενται.

211

.

3

ὄφις καρκίνῳ συνδιῃτᾶτο ἑταιρείαν πρὸς αὐτὸν ποιησά‐
μενος. ὁ μὲν οὖν καρκῖνος ἁπλοῦς ὢν τὸν τρόπον μετα‐ βαλέσθαι κἀκεῖνον παρῄνει τῆς πανουργίας. ὁ δὲ οὐδ‐ οτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. ἐπιτηρήσας δ’ ὁ καρκῖνος32 in vol. 1.2
5αὐτὸν ὑπνοῦντα καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας φονεύει. τοῦ δ’ ὄφεως μετὰ θάνατον ἐκταθέντος ἐκεῖνος εἶπεν· „οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες
10αὐτοὶ μᾶλλον βλάπτονται.

212

t

ΟΦΙΣ, ΓΑΛΗ ΚΑΙ ΜΥΕΣ

212

.

1

ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπ’ ἀμφοτέρων ὡς † ἐθεάσαντο τὴν μάχην ἐξῄεσαν. οἱ δὲ τούτους θεασάμενοι ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην ἐπ’ ἐκείνους ἐτράπησαν.
5 οὕτω καὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στά‐ σεσιν ἑαυτοὺς παρεισκυλίοντες λανθάνουσιν αὐτοὶ ἑκατέ‐
ρων ἀνάλωμα γινόμενοι.33 in vol. 1.2

213

t

ΟΦΙΣ ΠΑΤΟΥΜΕΝΟΣ

213

.

1

ὄφις ὑπὸ πολλῶν πατούμενος ἀνθρώπων τῷ Διὶ ἐν‐ ετύγχανεν. ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· „ἀλλ’ εἰ τὸν πρό‐ τερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχεί‐ ρησε τοῦτο ποιῆσαι.“
5 ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς πρώτοις ἀμυνόμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.

213

.

3

ὄφις ὑπὸ πολλῶν ἀνθρώπων πατούμενος τῷ Διὶ ἐνετύγ‐ χανεν. ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· „ἀλλ’ εἰ τὸν πρότε‐ ρον πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι.“
5 ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πρότερον ἐπιβαίνουσιν ἀνθ‐ ιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.

214

t

ΠΑΡΑΚΑΤΑΘΗΚΗΝ ΕΙΛΗΦΩΣ ΚΑΙ ΟΡΚΟΣ

214

1,alpha

παρακαταθήκην τις λαβὼν φίλου ἀποστερεῖν διενοεῖτο. καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον εὐλαβού‐ μενος εἰς ἀγρὸν ἐπορεύετο. γενόμενος δὲ κατὰ τὰς πύλας ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ, τίς τε
5εἴη καὶ ποῖ πορεύοιτο. τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι καὶ ἐπὶ τοὺς ἀσεβεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα, διὰ πόσου χρόνου ἐπιφοιτᾶν ταῖς πόλεσιν εἴωθεν. ὁ δὲ ἔφη· „διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ διὰ τριάκοντα.“ καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὤμοσε μὴ εἰληφέναι34 in vol. 1.2
10τὴν παρακαταθήκην. περιπεσὼν δὲ τῷ Ὅρκῳ καὶ ἀπαγό‐ μενος ὑπ’ αὐτοῦ ἐπὶ κρημνὸν ᾐτιᾶτο αὐτόν, ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. ὁ δὲ ὑπολαβὼν ἔφη· „ἀλλ’ εὖ ἴσθι, ὡς, ὅταν με λίαν τις ἀνιάσῃ, καὶ αὐθήμερον ἐπιφοιτᾶν εἴωθα.“
15 ὁ λόγος δηλοῖ, ὅτι ἀδιόριστός ἐστι τοῖς κακοῖς κατὰ τῶν ἀσεβῶν ἡ ἐκ θεῶν τιμωρία.

215

t

ΠΑΙΣ ΑΚΡΙΔΑΣ ΘΗΡΕΥΩΝ

215

.

1

παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. πολλὰς δὲ συλ‐ λαβὼν ὡς ἐθεάσατο σκορπίον, νομίσας ἀκρίδα εἶναι, κοι‐ λάνας τὴν χεῖρα οἷός τε ἦν καταφέρειν αὐτοῦ. καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν· „εἴθε γὰρ τοῦτο ποιήσαις, ἵνα καὶ
5ἃς συνείληφας ἀκρίδας ἀποβάλῃς.“ οὗτος ὁ λόγος διδάσκει ἡμᾶς μὴ δεῖν πᾶσι τοῖς χρη‐ στοῖς καὶ τοῖς πονηροῖς κατὰ τὰ αὐτὰ προσφέρεσθαι.35 in vol. 1.2

215

3,delta

παῖς τις συνάγων ἀκρίδας εἷλε καὶ σκορπίον ἀντὶ ἀκρίδος (—δας cod.). ὁ δὲ πρὸς τὸν παῖδα ἄκακον ὄντα νοήσας ἔφη· „ἄπελθε, μὴ θήρευε, μὴ (καὶ cod.) πάσας ἀπολέσῃς.“ ὁ μῦθος δηλοῖ, ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν
5(μὴ cod.) καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν.

215

3,gamma

παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. ὁ δὲ τὸ τοῦ παι‐ δὸς ἁπλοῦν θεασάμενος τὸ κέντρον ὀξύνας εἶπεν· „ἄπελθε, παῖ, καὶ σῴζου, μὴ κἀμὲ θηρεύων πάντας, οὓς ἔχεις, ἀπολέσῃς.“ [ὁ μῦθος δηλοῖ, ὅτι προσέχειν δεῖ τοὺς δυναμένους πάντας βλάπ‐
5τειν.]

216

t

ΠΑΙΣ ΚΛΕΠΤΗΣ ΚΑΙ ΜΗΤΗΡ

216

.

1

παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ἀφελό‐ μενος τῇ μητρὶ ἐκόμισε. τῆς δὲ οὐ μόνον αὐτὸν μὴ ἐπιπλη‐ ξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτὸν ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ· ἔτι δὲ μᾶλλον ἀποδεξαμένης αὐτῆς προϊὼν
5τοῖς χρόνοις ὡς νεανίας ἐγένετο, ἤδη καὶ τὰ μείζονα κλέπτειν ἐπεχείρει. ληφθεὶς δέ ποτε ἐπ’ αὐτοφώρῳ καὶ περιαγκω‐ νισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. τῆς δὲ μητρὸς ἐπακολου‐ θούσης αὐτῷ καὶ στερνοκοπούσης εἶπε βούλεσθαί τι αὐτῇ πρὸς τὸ οὖς εἰπεῖν καὶ προσελθούσης αὐτῆς ταχέως τοῦ ὠτίου36 in vol. 1.2
10ἐπιλαβόμενος καταδήξας ἀφείλετο. τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέβειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέ‐ ληκε καὶ τὴν μητέρα ἐλωβήσατο, ἐκεῖνος ὑπολαβὼν ἔφη· „ἀλλ’ ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπ‐ έπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα καὶ ἐπὶ θάνατον
15ἠγόμην.“ ὁ λόγος δηλοῖ, ὅτι τὸ κατ’ ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται.

216

.

2

παῖς ἐκ τοῦ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον
ὑφελὼν τῇ ἑαυτοῦ μητρὶ ἐκόμισε. τῆς δὲ μὴ ἐπιπληξάσης αὐτόν, ἀλλὰ μᾶλλον ἀποδεξαμένης ἐκ δευτέρου ἱμάτιον κλέ‐ ψας ἤνεγκεν αὐτῇ. ἔτι δὲ μᾶλλον αὐτῆς ἀποδεξαμένης37 in vol. 1.2
5προϊὼν τοῖς χρόνοις ὁ παῖς ὡς νεανίας ἤδη γέγονεν, ἤρ‐ ξατο καὶ τὰ μείζονα κλέπτειν. ληφθεὶς οὖν ποτε ἐπ’ αὐτο‐ φώρῳ καὶ παρὰ τοῦ δικαστοῦ ἀναγκασθεὶς ἐπὶ τὸν φόνον κατεκρίθη. τῆς δὲ μητρὸς αὐτοῦ ἐπακολουθούσης καὶ ὀλο‐ φυρομένης εἶπεν ὁ παῖς πρὸς τοὺς δημίους· „ἐάσατέ με
10λαλῆσαι τῇ μητρί μου πρὸς τὸ οὖς ἕνα λόγον.“ τῆς δὲ τα‐ χέως ἐλθούσης καὶ τὸ οὖς αὐτῆς τῷ στόματι τοῦ υἱοῦ αὐτῆς ἐπιθείσης τοῖς ὀδοῦσιν αὐτοῦ τοῦ ὠτίου αὐτῆς γεν‐ ναίως δραξάμενος ἀπέκοψεν αὐτό. τῆς δὲ βοησάσης καὶ εἰπούσης, ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ
15κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεβηκότος, ἔφη ἐκεῖνος· „αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἴτιος. εἰ γάρ, ἡνίκα τὴν ἐκ τοῦ διδασκαλείου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα καὶ ἐπὶ
20θάνατον ἠγόμην.“ ὁ μῦθος δηλοῖ, ὅτι τὸ κακὸν κατ’ ἀρχὰς μὴ κολαζόμενον
ἐπὶ μείζονα αὔξεται.38 in vol. 1.2

216

.

3

παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμμαθητοῦ δέλτον κλέψας ἤνεγκε τῇ μητρί. τῆς δὲ μὴ ἐπιπληξάσης, μᾶλλον μὲν οὖν ἀποδεξαμένης προϊὼν τοῖς χρόνοις ἤρξατο καὶ τὰ μείζω κλέπτειν. ἐπ’ αὐτοφώρῳ δέ ποτε ληφθεὶς ἀπήγετο τὴν πρὸς
5θάνατον. τῆς δὲ μητρὸς ἑπομένης καὶ ὀλοφυρομένης ἐκεῖνος τῶν δημίων ἐδεῖτο βραχέα τινὰ τῇ μητρὶ διαλεχθῆναι πρὸς οὖς. τῆς δὲ ταχέως τὸ οὖς τῷ στόματι τοῦ παιδὸς προσθείσης ἐκεῖνος τὸ οὖς τοῖς ὀδοῦσι δακὼν ἀφείλετο. τῆς δὲ μη‐ τρὸς καὶ τῶν ἄλλων κατηγορούντων, ὡς οὐ μόνον κέκλο‐
10φεν, ἀλλ’ ἤδη καὶ εἰς τὴν μητέρα ἠσέβηκεν, ἐκεῖνος εἶπεν· „αὕτη γάρ μοι τῆς ἀπωλείας γέγονεν αἴτιος. εἰ γάρ, ὅτε τὴν δέλτον ἐκεκλόφειν, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων χωρήσας νῦν ἠγόμην τὴν ἐπὶ θάνατον.“ ὁ μῦθος δηλοῖ, ὅτι τῶν μὴ κατ’ ἀρχὰς κολαζομένων ἐπὶ
15μεῖζον αὐξάνει τὰ κακά.

217

t

ΠΕΡΙΣΤΕΡΑ ΔΙΨΩΣΑ

217

.

1

περιστερὰ δίψει συνεχομένη ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθῆ εἶναι. διόπερ πολλῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐντινά‐
ξασα. συνέβη οὖν αὐτῇ τῶν πτερῶν περιθραυσθέντων ἐπὶ39 in vol. 1.2
5τὴν γῆν καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων συλ‐ ληφθῆναι. οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς ἐπιθυμίας ἀπερι‐ σκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες ἑαυτοὺς εἰς ὄλεθρον ἐμβάλλουσιν.

217

.

3

περιστερὰ δίψῃ συνεχομένη ὡς ἐθεάσατο ἔν τινι τόπῳ κρατῆρα ὕδατος γεγραμμένον, ἐνόμισεν ἀληθινὸν εἶναι. διὸ καὶ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα, ὡς καὶ τῶν πτερῶν αὐτῆς περικλασθέντων κατα‐
5πεσεῖν ἐπὶ γῆν καὶ ὑπό τινος τῶν παρατυχόντων ἁλῶναι. ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς προθυμίας ἀπερισκέπτως πράγμασιν ἐγχειροῦντες ἐμβάλλου‐ σιν ἑαυτοὺς εἰς ὄλεθρον.

218

t

ΠΕΡΙΣΤΕΡΑ ΚΑΙ ΚΟΡΩΝΗ

218

.

1

περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ πολυ‐ τεκνίᾳ ἐφρυάττετο. κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· „ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονεύουσα. ὅσῳ γὰρ ἂν πλείονα τέκνα ἔχῃς, τοσούτῳ περισσοτέρᾳ δου‐
5λείᾳ στενάξεις.“ οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστεροί εἰσιν, ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν.40 in vol. 1.2

218

.

3

περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. κορώνη δ’ αὐτῆς ἀκούσασα ἔφη· „ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ σεμνυνομένη· ὅσῳ γὰρ ἂν πλείονα τίκτῃς, τοσούτῳ καὶ πλείους λύπας συνάγεις.“
5 ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν, ὅσοι ἐν τῇ δουλείᾳ πολλὰ τέκνα ποιοῦσιν.

219

t

ΠΙΘΗΚΟΣ ΚΑΙ ΑΛΙΕΙΣ

219

.

1

πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος ὡς ἐθε‐ άσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρ‐ ετηρεῖτο τὰ ὑπ’ αὐτῶν πραττόμενα. ὡς δὲ ἐκεῖνοι τὴν σα‐ γήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστουν, καταβὰς ἐπει‐
5ρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον. ἐφαψάμενος δὲ τῶν δικτύων ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν· „ἀλλ’ ἔγωγε δίκαια πέπονθα. τί γὰρ ἁλιεύειν μὴ μαθὼν τοῦτο ἐπεχείρουν;“ ὁ λόγος δηλοῖ, ὅτι ἡ τῶν μὴ προσηκόντων ἐπιχείρησις
10οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστιν.41 in vol. 1.2

219

.

2

πίθηκος ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην ἐμβάλλοντας, παρετήρει τὰ ὑπ’ αὐτῶν γινόμενα. καὶ δὴ τὴν σαγήνην ἐάσαντες μι‐ κρὸν ὑπεχώρησαν τοῦ φαγεῖν, καταβὰς δὲ αὐτὸς ἀπὸ τοῦ
5δένδρου ἐπειρᾶτο μιμεῖσθαι αὐτοὺς—φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. ἐφαψάμενος δὲ τῶν δικτύων καὶ συλ‐ ληφθεὶς ἐκινδύνευε πνιγῆναι. ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· „ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τοῦτο ἐπεχείρουν;“
10 ὁ μῦθος δηλοῖ, ὅτι ὁ τοῖς μηδὲν προσήκουσιν ἐπιχειρῶν οὐ μόνον ἀσύμφορον ἀλλὰ καὶ ἐπιβλαβὲς ποιεῖ.

220

t

ΠΛΟΥΣΙΟΣ ΚΑΙ ΒΥΡΣΟΔΕΨΗΣ

220

.

1

πλούσιος βυρσέως παραπλησιάζοντος μὴ δυνάμενος τὴν
δυσωδίαν φέρειν ἐπέκειτο αὐτῷ, ἵνα μεταβῇ. ὁ δὲ ἀεὶ ἀν‐ εβάλλετο λέγων μετ’ ὀλίγον χρόνον μεταβήσεσθαι. τούτου δὲ συνεχῶς γενομένου συνέβη χρόνου διελθόντος τὸν πλού‐42 in vol. 1.2
5σιον ἐν συνηθείᾳ γενόμενον τῆς δυσωδίας μηκέτι αὐτῷ διενοχλεῖν. ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγ‐ μάτων καταπραΰνει.

221

t

ΠΛΟΥΣΙΟΙ ΚΑΙ ΘΡΗΝΩΙΔΟΙ

221

.

1

πλούσιος δύο θυγατέρας ἔχων τῆς ἑτέρας ἀποθανούσης τὰς θρηνούσας ἐμισθώσατο. τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· „ἄθλιαι ἡμεῖς, εἴ γε αὐταὶ μέν, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι
5οὕτως σφόδρα κόπτονται καὶ κλαίουσιν,“ ἡ μήτηρ ἔφη· „μὴ θαύμαζε, τέκνον, εἰ οὕτως αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν.“ οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι
καὶ ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.43 in vol. 1.2

221

3,delta

πλούσιός τις δύο θυγ. ἔχ. συνέβη τελευτῆσαι τὴν μίαν. καὶ δὴ θρηνη‐ τρίας μισθωσάμενος ᾠδικώτερον ἔκλαιον. τῆς δὲ ἑτ. αὐτ. θυγατρὸς πρὸς τὴν αὑτῆς μητ. εἰπούσης· „ἄθλιαι αὐταί, εἴγε ὧν ἐ. τὸ π., θρ. οὐκ ἴσμ., αἱ δὲ 〈μηδὲν〉 προς. αὗται οὕτ. σφ. κόπτονται“, πρὸς [δὲ] 〈αὐτὴν〉
5ἡ μ. ἔ. „μὴ θαύμ., τέκν., ἐπὶ προσδοκίᾳ γὰρ ἀργυρίου τ. ποιοῦσιν.“ ὁ μ. δ., 〈ὅτι〉 διὰ φιλ. οὐκ ὀκν. ἀλλ. συμφ. ἐργολαβεῖν.

221

.

3

πλούσιος δύο θυγατέρας ἔχων τῆς μιᾶς ἀποθανούσης θρηνούσας ἐμισθώσατο. τῆς δὲ ἑτέρας παιδὸς λεγούσης· „ὡς ἄθλιαι ἡμεῖς, αἵ γε αὐταί, ὧν ἐστι τὸ πένθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μὴ προσήκουσαι οὕτω σφοδρῶς κόπτον‐
5ται,“ ἡ μήτηρ ἔφη· „μὴ θαύμαζε, τέκνον, εἰ αὗται οὕτω θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν.“ ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.

222

t

ΠΟΙΜΗΝ ΚΑΙ ΚΥΩΝ

222

.

1

ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προβάτων παραβάλλειν. καὶ δή‐ ποτε εἰσελθούσης τῆς ποίμνης ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ περισαίνοντα αὐτὰ εἶπεν·
5„ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις, ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο.“
ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα κόλακα.44 in vol. 1.2

223

t

ΠΟΙΜΗΝ ΚΑΙ ΘΑΛΑΣΣΑ

223

.

1

ποιμὴν ἔν τινι παραθαλασσίῳ τόπῳ νέμων ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνήν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῖν. διόπερ πωλήσας αὐτοῦ τὰ πρόβατα, φοίνικας ἀγοράσας καὶ ναῦν ἐμφορτισάμενος ἀνήχθη· χειμῶνος δὲ σφοδροῦ γενο‐
5μένου καὶ τῆς νηὸς περιτραπείσης πάντα ἀπολέσας μόλις ἐπὶ τὴν γῆν διενήξατο. πάλιν δὲ γαλήνης γενομένης ὡς ἐθεάσατό τινα ἐπὶ τῆς γῆς ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· „ἀλλ’, ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπι‐ θυμεῖ.“
10 οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνεται μα‐ θήματα.

223

.

2

ποιμὴν ἐν θαλασσίῳ τόπῳ ποίμνια νέμων ἑωρακὼς τὴν θάλασσαν γαληνιῶσαν ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. πωλήσας οὖν τὰ πρόβατα αὐτοῦ καὶ φοίνικας ἀγοράσας ναῦν ἐμφορτισάμενος ἀνήχθη· χειμῶνος δὲ σφοδροῦ γεγο‐
5νότος καὶ τῆς νηὸς περιτραπείσης ἅπαντα ἀπολέσας αὐτὸς
μόλις ἐσώθη. μετ’ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσσης γαληνιώσης ἐθεάσατό τινα παριόντα καὶ τῆς θαλάσσης τὴν ἠρεμίαν ἐπαινοῦντα. ὑπολαβὼν δὲ ἔφη αὐτῷ· „ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ.“45 in vol. 1.2
10 ὁ μῦθος δηλοῖ, ὅτι μαθήματα τοῖς φρονίμοις τὰ παθή‐ ματα γίνονται.

223

.

3

ποιμὴν ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπο‐ ρίαν. ἀπεμπολήσας οὖν τὰ πρόβατα καὶ φοινίκων βαλάνους πριάμενος ἀνήχθη. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς
5νεὼς κινδυνευούσης βαπτίζεσθαι πάντα τὸν φόρτον ἐκβαλὼν εἰς τὴν θάλατταν μόλις κενῇ τῇ νηὶ διεσώθη. μετὰ δ’ ἡμέ‐ ρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης—ἔτυχε γὰρ αὖθις γαληνιῶσα—τὴν ἠρεμίαν θαυμάζοντος ὑπολα‐ βὼν οὗτος εἶπεν· „ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν,
10ἐπιθυμεῖ καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα.“ ὁ μῦθος δηλοῖ, ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθή‐ ματα γίνεται.

224

t

ΠΟΙΜΗΝ ΚΑΙ ΠΡΟΒΑΤΑ

224

.

1

ποιμὴν ἐλάσας τὰ πρόβατα εἴς τινα δρυμῶνα ὡς ἐθε‐
άσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱμάτιον ἐπὶ ταύτην ἀνέβη καὶ τὸν καρπὸν ἀντέσειε. τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους ἔλαθε καὶ τὰ ἱμάτια συγ‐46 in vol. 1.2
5καταφαγόντα. ὁ δὲ ποιμὴν καταβὰς ὡς ἐθεάσατο τὸ γεγονός, εἶπεν· „ὦ κάκιστα ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτα παρέχετε, ἐμοῦ δὲ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλασθε.“ οὕτω καὶ τῶν ἀνθρώπων πολλοὶ δι’ ἄγνοιαν τοὺς μη‐ δὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα
10ἐργάζονται.

224

.

3

ποιμὴν ἐλάσας εἴς τινα δρυμῶνα τὰ πρόβατα ὑποστρώ‐ σας ὑπὸ δρῦν τὸ ἱμάτιον καὶ ἀναβὰς τὸν καρπὸν κατέσειε. τὰ δὲ πρόβατα ἐσθίοντα τοὺς βαλάνους ἔλαθον καὶ τὰ ἱμά‐ τια συγκαταφαγόντα. ὁ δὲ ποιμὴν καταβὰς ὡς εἶδε τὸ γε‐
5γονός, „ὦ κάκιστα“, ἔφη, „ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρέχετε, ἐμοῦ δὲ τρέφοντος ὑμᾶς καὶ τὸ ἱμάτιον ἀφείλεσθε.“ ὁ μῦθος δηλοῖ, ὅτι καὶ πολλοὶ τῶν ἀνθρώπων δι’ ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων
10φαῦλα ἐργάζονται.

225

t

ΠΟΙΜΗΝ ΚΑΙ ΛΥΚΙΔΕΙΣ

225

.

1

ποιμὴν εὑρὼν λυκιδεῖς τούτους μετὰ πολλῆς ἐπιμελείας
ἔτρεφεν οἰόμενος, ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσιν, ἀλλὰ καὶ τὰ ἑτέρων ἁρπάζοντες αὐτῷ οἴσουσιν. οἱ δὲ ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες47 in vol. 1.2
5πρῶτον αὐτοῦ τὴν ποίμνην διέφθειραν. καὶ ὃς ἀναστενά‐ ξας εἶπεν· „ἀλλ’ ἔγωγε δίκαια πέπονθα. τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον, οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν;“ οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ’ ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες.

226

t

ΠΟΙΜΗΝ ΠΑΙΖΩΝ

226

.

1

ποιμὴν ἐξελαύνων αὐτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος. ἐπιβοώμενος γὰρ τοὺς κωμήτας ἐπὶ βοήθειαν ἔλεγεν, ὡς λύκοι τοῖς πρό‐ βασιν ἐπῆλθον. δὶς δὲ καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλα‐
5γέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέν‐ των, συνέβη τὸ τελευταῖον λύκον ἐπελθεῖν τῇ ἀληθείᾳ.
ἀποτεμνομένης δὲ αὐτοῦ τῆς ποίμνης καὶ αὐτοῦ ἐπὶ βοή‐ θειαν βοῶντος ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος ἧττον ἐφρόντιζον. καὶ οὕτως συνέβη αὐτὸν ἀπολέσαι48 in vol. 1.2
10τὰ πρόβατα. ὁ λόγος δηλοῖ, ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδόμενοι τὸ μηδέ, ὅταν ἀληθεύωσι, πιστεύεσθαι.

226

3,delta

καί που παιδίον ποίμνια νέμον ἐφ’ ὑψηλοῦ τόπου ἱστάμενον πολ‐ λάκις ἀνέκραγε· „βοηθεῖτέ μοι· λύκοι“. οἱ δὲ ἀγρότεροι τρέχοντες ἐν τῇ ποίμνῃ τοῦτον ηὕρισκον μηδαμῶς ἀληθεύοντα. τοῦτο δὲ πολλά‐ κις τοῦ παιδὸς πραξαμένου οἱ τοιοῦτοι συνήρχοντο καὶ ἀεὶ ψεῦδος
5εὑρίσκοντες ἀπήρχοντο. μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος ὁ παῖς ἐβόα· „ὁ λύκος, δεῦτε“. ἐπεὶ δὲ οὐδεὶς ἐπίστευεν οὐδ’ ἀπήρ‐ χετο βοηθῆσαι, ὁ λύκος ἀδείας λαβόμενος εὐκόλως τὴν ποίμνην πᾶ‐ σαν διέφθειρεν. ὁ μῦθος δηλοῖ, ὅτι τοσοῦτον ὀφείλει τις 〈μὴ〉 λαλεῖν τὰ ἀληθῆ, ὅσον
10δεῖ φοβεῖσθαι, μήπως ἐκ τούτου οὐδὲ τὰ ἀληθῆ λέγων εἰσακουσθῇ.

226

3,gamma

καὶ παιδίον που πρόβατα νέμον λύκον ἐρχόμενον πρὸς διαφθο‐ ρὰν ὁρῶν ἐπικαλούμενον τοὺς ἀγρότας ἔλεγε· „βοηθεῖτε ὧδε, ἔρ‐ χεται λύκος.“ οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύ‐ ειν. τοῦτο δὲ ποιήσαντος πολλάκις εὕρισκον ψευδόμενον. μετὰ δὲ
5τούτου τοῦ λύκου προσελθόντος καὶ τοῦ παιδὸς βοῶντος· „δεῦτε, λύκοσ“ οὐκέτι τις πεπίστευκε προσδραμεῖν αὐτῷ καὶ βοηθῆσαι. ὁ δὲ
λύκος εὑρηκὼς ἄδειαν τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως. ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ, ὅτι καὶ ἀληθῆ λέγων πολλάκις οὐ πιστεύεται.49 in vol. 1.2

227

t

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΚΟΡΑΞ

227

.

1

πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ ὑπήντησε τὸν ἕτερον τῶν ὀφθαλμῶν πεπηρωμένος. ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος—τοῦτο γὰρ σημαίνειν τὸν οἰωνόν—ἕτερος ὑποτυχὼν εἶπεν· „καὶ πῶς
5οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται;“ οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄβουλοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοί εἰσιν.

228

t

ΠΡΟΜΗΘΕΥΣ ΚΑΙ ΑΝΘΡΩΠΟΙ

228

.

1

Προμηθεὺς κατὰ πρόσταξιν Διὸς ἀνθρώπους ἔπλασε καὶ θηρία. ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῷα ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ διαφθείραντα ἀνθρώπους μετατυπῶσαι. τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος συνέβη
5τοὺς ἐκ τούτων πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων ἔχειν, τὰς δὲ ψυχὰς θηριώδεις.
πρὸς ἄνδρα σκαιὸν καὶ θηριώδη ὁ λόγος εὔκαιρος.50 in vol. 1.2

229

t

ΠΗΡΑΙ ΔΥΟ

229

.

1

Προμηθεὺς πλάσας ἀνθρώπους δύο πήρας ἐξ αὐτῶν ἀπε‐ κρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων. καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέρων ὄπισθεν ἀπήρτησεν. ἐξ οὗ δὴ συνέβη τοὺς ἀνθρώπους τὰ μὲν ἀλ‐
5λότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προσ‐ ορᾶσθαι. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγ‐ μονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται.

230

t

ΠΑΙΣ ΛΟΥΟΜΕΝΟΣ

230

.

1

παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀπο‐ πνιγῆναι· ἰδὼν δέ τινα ὁδοιπόρον τοῦτον ἐπὶ βοήθειαν ἐφώνει. ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. τὸ δὲ μει‐ ράκιον εἶπε πρὸς αὐτόν· „ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ
5σωθέντι μέμφου.“ ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ ἑαυτῶν διδόν‐ τας † ἀδικεῖσθαι.51 in vol. 1.2

231

t

ΑΛΩΠΕΚΕΣ ΠΑΡΑ ΜΑΙΑΝΔΡΩ

231

.

1

ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθη‐ σαν πιεῖν ἐξ αὐτοῦ θέλουσαι. διὰ δὲ τὸ ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. μιᾶς δὲ αὐτῶν διεξιούσης ἐπὶ τῷ εὐτελίζειν ταῖς λοιπαῖς
5καὶ δειλίαν καταγελώσης ἑαυτὴν ὡς γενναιοτέραν προκρί‐ νασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν πρὸς αὐτὴν εἶπον· „μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον, δι’ ἧς
10ἀκινδύνως δυνησόμεθα πιεῖν“, ἐκείνη ἀπαγομένη ἔλεγεν· „ἀπόκρισιν ἔχω εἰς Μίλητον καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν.“ πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

232

t

ΠΡΟΒΑΤΟΝ ΚΕΙΡΟΜΕΝΟΝ

232

.

1

πρόβατον ἀφυῶς κειρόμενον ἔφη· „εἰ μὲν ἔρια ἐπιζη‐ τεῖς, ἀνωτέρω τέμνε, εἰ δὲ κρεῶν ἐπιθυμεῖς, ἅπαξ με κα‐
ταθύσας τοῦ κατὰ μικρὸν βασανίζειν ἀπάλλαξον.“ πρὸς τοὺς ἀφυῶς ταῖς τέχναις προσφερομένους ὁ λόγος52 in vol. 1.2
5ἁρμόδιος.

233

t

ΡΟΙΑ, ΜΗΛΕΑ ΚΑΙ ΒΑΤΟΣ

233

.

1

ῥοιὰ καὶ μηλέα περὶ εὐκαρπίας ἤριζον. πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκού‐ σασα εἶπεν· „ἀλλ’, ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι.“ οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς
5ἄξιοι πειρῶνται δοκεῖν τινες εἶναι.

233

.

2

ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον. πολλῆς δὲ φιλονει‐ κίας παρὰ τῶν ἀμφοτέρων γεγονυίας βάτος ἐκ τοῦ πλη‐ σίον φραγμοῦ ἀκούσασα εἶπεν· „ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι.“
5 ὁ μῦθος δηλοῖ, ὅτι οὕτως παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.

233

.

3

ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον. πολλῶν δ’ ἀμφι‐ σβητήσεων μεταξὺ γενομένων βάτος ἐκ τοῦ πλησίον ἀκού‐ σασα φραγμοῦ „παυσώμεθα“, εἶπεν, „ὦ φίλαι, ποτὲ μαχό‐ μεναι.“
5ὁ μῦθος δηλοῖ, ὅτι ἐν ταῖς τῶν ἀμεινόνων στάσεσιν καὶ
οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.53 in vol. 1.2

234

t

ΣΠΑΛΑΞ

234

.

1

σπάλαξ—ἔστι δὲ τοῦτο τὸ ζῷον τυφλόν—λέγει τῇ μητρὶ αὐτοῦ ὅτι „βλέπω“. κἀκείνη πειράζουσα αὐτὸν χόν‐ δρον λιβανωτοῦ δοῦσα αὐτῷ ἐπηρώτα, τί ποτε εἴη. τοῦ δὲ εἰπόντος ψηφῖδα ἔφη· „ὦ τέκνον, οὐ μόνον τοῦ βλέ‐
5πειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀπώλεσας.“ οὕτως ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλον‐ ται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

234

.

2

σπάλαξ—ἔστι δὲ τοῦτο τὸ ζῷον τυφλόν—λέγει τῇ μητρὶ αὐτοῦ· „καμινέαν ὁρῶ.“ ἐκ δευτέρου ἔφη· „χονδρο‐ λιβάνου ὀσμῆς πεπλήρωμαι.“ ἐκ τρίτου ἔφη· „ψηφῖδος χαλ‐ κῆς κτύπον ἀκούω.“ ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ· „ὦ τέ‐
5κνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν ἐστέρησαι ἀλλὰ καὶ τὰς
ἀκοὰς καὶ τὰς ὀσφρήσεις.“ ὁ μῦθος δηλοῖ, ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώ‐ πων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.54 in vol. 1.2

234

.

3

ὁ ἀσπάλαξ τυφλὸν ζῷόν ἐστι. φησὶν οὖν ποτε τῇ μητρί· „συκαμινέαν, μῆτερ, ὁρῶ.“ εἶτα αὖθίς φησι· „λιβάνου ὀσμῆς πεπλήρωμαι.“ κἀκ τρίτου πάλιν· „χαλκῆς,“ φησι, „ψηφῖδος κτύπον ἀκούω.“ ἡ δὲ μήτηρ ὑπολαβοῦσα εἶπεν· „ὦ τέκνον,
5ὡς ἤδη καταμανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως.“ ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατ‐ επαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

235

t

ΣΦΗΚΕΣ, ΠΕΡΔΙΚΕΣ ΚΑΙ ΓΕΩΡΓΟΣ

235

.

1

σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμεναι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν, ἐπαγγελλόμεναι ἀντὶ τοῦ ὕδατος οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέ‐ λους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, αἱ δὲ σφῆκες
5κύκλῳ περιστᾶσαι τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι.
κἀκεῖνος ὑπολαβὼν εἶπεν· „ἀλλ’ ἔμοιγέ εἰσι δύο βόες, οἵτι‐ νες μηδέν μοι κατεπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμει‐ νόν ἐστιν ἢ ὑμῖν τὸ ποτὸν παρασχεῖν.“ πρὸς ἄνδρα ἀχάριστον ὁ λόγος εὔκαιρος.55 in vol. 1.2

235

.

2

σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἥκασι πρὸς γεωργὸν καὶ παρ’ αὐτοῦ πιεῖν ἐζήτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος χάριν αὐτῷ ποιῆσαι. καὶ οἱ μὲν πέρδικες περισκάψαι τοὺς ἀμπελῶνας ἔλεγον καὶ τοὺς βότρυας εὐ‐
5πρεπεῖς ποιῆσαι, αἱ δὲ σφῆκες κύκλῳ περιιοῦσαι τοῖς κέν‐ τροις τοὺς κλέπτας ἀποσοβῆσαι. ὁ δὲ γεωργὸς ἔφη· „ἀλλ’ ἔμοιγέ εἰσι βόες δύο, οἵτινες μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστι δοῦναι ὕδωρ ἢ ὑμῖν.“ οὗτος ὁ λόγος πρὸς ἄνδρα ἄχρηστον.

235

.

3

σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ’ αὐτοῦ αἰτοῦντες πιεῖν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους, οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς
5κέντροις ἀποσοβεῖν τοὺς κλέπτας. ὁ δὲ γεωργὸς ἔφη· „ἀλλ’ ἔμοιγέ εἰσι δύο βόες, οἳ μηδὲν ἐπαγγελλόμενοι πάντα ποι‐ οῦσιν· ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι ἤπερ ὑμῖν.“ ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις ὠφελεῖν μὲν ἐπαγγελλο‐ μένους, βλάπτοντας δὲ μεγάλα.56 in vol. 1.2

236

t

ΣΦΗΞ ΚΑΙ ΟΦΙΣ

236

.

1

σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήσσων ἐχείμαζε. ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνεσθαι ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην τὴν κεφαλὴν τῷ τροχῷ ὑπέθηκε καὶ οὕτω τῷ σφηκὶ
5συναπέθανεν [φάσκων· „συναπόλλυμαι τῷ ἐχθρῷ μου“]. ὁ μῦθος πρὸς τοὺς συναποθνῄσκειν τοῖς ἐχθροῖς ὑπο‐ μένοντας.

237

t

ΣΚΩΛΗΞ ΚΑΙ ΔΡΑΚΩΝ

237

.

1

συκέα παρ’ ὁδὸν ἦν. σκώληξ δὲ θεασαμένη δράκοντα
κοιμώμενον ἐζήλωσεν αὐτοῦ τὸ μῆκος. βουλομένη δὲ αὐτῷ ἐξισωθῆναι παραναπεσοῦσα ἐπειρᾶτο ἑαυτὴν ἐκτείνειν, μέχρις οὗ ὑπερβιαζομένη ἔλαθε ῥαγεῖσα.57 in vol. 1.2
5 τοῦτο πάσχουσιν οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι· θᾶττον γὰρ αὐτοὶ διαρρήγνυνται ἢ ἐκείνων ἐφικέσθαι δύ‐ νανται.

238

t

ΣΥΣ, ΙΠΠΟΣ ΚΑΙ ΚΥΝΗΓΕΤΗΣ

238

.

1

σῦς ἄγριος καὶ ἵππος ἐν ταὐτῷ ἐνέμοντο. τοῦ δὲ συὸς παρ’ ἕκαστα τὴν πόαν διαφθείροντος καὶ τὸ ὕδωρ θολοῦν‐ τος ὁ ἵππος βουλόμενος αὐτὸν ἀμύνασθαι ἐπὶ κυνηγέτην σύμμαχον κατέφυγε. κἀκείνου εἰπόντος μὴ ἄλλως δύνασθαι
5αὐτῷ βοηθεῖν, ἐὰν μὴ χαλινόν τε ὑπομείνῃ καὶ αὐτὸν ἐπι‐ βάτην δέξηται, ὁ ἵππος πάντα ὑπέστη. καὶ ὁ κυνηγέτης ἐπ‐ οχηθεὶς αὐτῷ καὶ τὸν σῦν κατηγωνίσατο καὶ τὸν ἵππον προσ‐ αγαγὼν τῇ φάτνῃ προσέδησεν. οὕτω πολλοὶ δι’ ἀλόγιστον ὀργὴν ἕως τοὺς ἐχθροὺς ἀμύ‐
10νασθαι θέλουσιν, ἑαυτοὺς ἑτέροις ὑπορρίπτουσιν.58 in vol. 1.2

239

t

ΔΕΝΔΡΑ ΚΑΙ ΚΑΛΑΜΟΣ

239

.

1

τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων ὡς ἑώρα τοὺς καλάμους ἀβλαβεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν, πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμβριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι. κἀκεῖνοι
5ἔφασαν ὅτι „ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων προσβολῇ καὶ οὕτω τὰς ὁρμὰς ἐκκλίνο‐ μεν· ὑμεῖς δὲ πεποιθότες τῇ ἰδίᾳ δυνάμει ἀντιτείνετε καὶ διὰ τοῦτο κατεάσσεσθε.“ ὁ λόγος δηλοῖ, ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ
10εἴκειν τοῦ ἀντιτάσσεσθαι ἀσφαλέστερον.

239

.

2

(t)

κάλαμος καὶ ἐλαία
1διὰ καρτερίαν [καὶ ἡσυχίαν] καὶ ἰσχὺν κάλαμος καὶ ἐλαία
ἤριζον. τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυ‐ νάτου ὄντος καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ59 in vol. 1.2
5ἀνέμου ἰσχυροῦ γενομένου ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη, ἡ δὲ ἐλαία ἐκρι‐ ζωθεῖσα, ἐπειδὴ ἀντέστη τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη. ὁ μῦθος δηλοῖ, ὅτι οἱ τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλο‐
10νεικούντων.

239

.

3

διὰ καρτερίαν καὶ ἰσχὺν [καὶ ἡσυχίαν] κάλαμος καὶ ἐλαία ἤριζον. τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο. καὶ μικρὸν ὑπομείνας,
5ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δὲ ἐλαία
ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη [τῇ βίᾳ]. ὁ μῦθος δηλοῖ, ὅτι οἱ τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλο‐60 in vol. 1.2
10νεικούντων.

240

t

ΥΑΙΝΑΙ

240

.

1

τὰς ὑαίνας φασὶν παρ’ ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρενας γίνεσθαι, ποτὲ δὲ θηλείας. καὶ δήποτε ὕαινα ἄρσην θηλείᾳ παρὰ φύσιν διελέχθη. ἡ δὲ ὑποτυχοῦσα ἔφη· „ἀλλ’, ὦ οὗτος, οὕτω ταῦτα πρᾶττε, ὡς ἐγγὺς τὰ
5αὐτὰ πεισόμενος.“ τοῦτο εἰκότως εἴποι ἂν πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ’ ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι.

241

t

ΥΑΙΝΑ ΚΑΙ ΑΛΩΠΗΞ

241

.

1

τὰς ὑαίνας φασὶ παρ’ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως ποτὲ μὲν ἄρρενας, ποτὲ δὴ θηλείας γίνεσθαι. καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτήν, ὅτι φίλην αὐτῇ
γενέσθαι θέλουσαν οὐ προσίεται. κἀκείνη ὑποτυχοῦσα εἶπεν·61 in vol. 1.2
5„ἀλλ’ ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι’ ἣν ἀγνοῶ, πό‐ τερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσωμαι.“ πρὸς ἄνδρα ἀμφίβολον.

242

t

ΤΑΥΡΟΣ ΚΑΙ ΑΙΓΕΣ ΑΓΡΙΑΙ

242

.

1

ταῦρος διωκόμενος ὑπὸ λέοντος ἔφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι. τυπτόμενος δὲ ὑπ’ αὐτῶν καὶ κε‐ ρατιζόμενος ἔφη· „οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, ἀλλὰ τὸν πρὸ [τοῦ στόματος] τοῦ σπηλαίου ἑστῶτα.“
5 οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν.

243

t

ΠΙΘΗΚΟΥ ΠΑΙΔΕΣ

243

.

1

τοὺς πιθήκους φασὶ δύο τίκτειν καὶ τὸ μὲν ἕτερον τῶν γεννημάτων στέργειν καὶ μετ’ ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. συμβαίνει δὲ κατά τινα θείαν τύχην τὸ μὲν ἐπιμελούμενον ἀποθνῄσκειν, τὸ δὲ ὀλιγωρού‐
5μενον ἐκτελειοῦσθαι. ὁ λόγος δηλοῖ, ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκεν.62 in vol. 1.2

243

.

2

τοὺς πίθηκάς φασι δύο τίκτειν καὶ τὸν μὲν ἕνα τρέφειν καὶ περιποιεῖσθαι καὶ ἀγαπᾶν, τὸν δὲ ἕτερον μισεῖν καὶ καταφρονεῖν. συμβαίνει δὲ κατά τινα τύχην τὸν μὲν ἐπιμελούμενον ἡδέως καὶ στερρῶς ἀγκαλιζόμενον παρὰ
5τῆς μητρὸς ἀποπνίγεσθαι, τὸν δὲ ἀμελούμενον ἐκτελει‐ οῦσθαι. ὁ μῦθος δηλοῖ, ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκεν.

244

t

ΤΑΩΣ ΚΑΙ ΚΟΛΟΙΟΣ

244

.

1

τῶν ὀρνέων βουλευσαμένων περὶ βασιλείας ταὼς ἠξίου
αὑτὸν χειροτονῆσαι βασιλέα διὰ τὸ κάλλος. ὁρμωμένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων κολοιὸς εἶπεν· „ἀλλ’ ἐὰν σοῦ βα‐ σιλεύοντος ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις;“63 in vol. 1.2
5 ὅτι οὐ δεῖ τοὺς δυνάστας κάλλει, ἀλλὰ δυνάμει κο‐ σμεῖσθαι.

244

.

2

τῶν ὀρνέων βουλομένων ποιῆσαι βασιλέα ταὼς ἠξίου χει‐ ροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος. ἀρεσθέντων δὲ πάντων κολοιὸς ὑπολαβὼν ἔφη· „ἀλλ’ ἐάν σου βασιλεύοντος ἀετὸς ἡμᾶς καταδιῶξαι ἐπιχειρήσῃ, πῶς ἡμῖν ἐπαρκέσεις;“
5 ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς δυνάστας κάλλει, ἀλλὰ φρονήσει καὶ δυνάμει κεκοσμῆσθαι.

244

.

3

τῶν ὀρνίθων βουλομένων ποιῆσαι βασιλέα ταὼς ἑαυτὸν ἠξίου διὰ τὸ κάλλος χειροτονεῖν. αἱρουμένων δὲ τοῦτο πάντων κολοιὸς ὑπολαβὼν ἔφη· „ἀλλ’ εἰ σοῦ βασιλεύοντος ἀετὸς ἡμᾶς καταδιώκειν ἐπιχειρήσει, πῶς ἡμῖν ἐπαρκέσεις;“
5ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος μόνον,
ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ.64 in vol. 1.2

245

t

ΤΕΤΤΙΞ ΚΑΙ ΑΛΩΠΗΞ

245

.

1

τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾖδεν. ἀλώπηξ δὲ βου‐ λομένη αὐτὸν καταφαγεῖν τοιοῦτόν τι ἐπενόησεν. ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν καὶ παρεκάλει κατα‐ βῆναι λέγουσα, ὅτι ἐπιθυμεῖ θεάσασθαι, πηλίκον ζῷον τη‐
5λικαῦτα φθέγγεται. κἀκεῖνος ὑπονοήσας αὐτῆς τὴν ἐνέδραν φύλλον ἀποσπάσας καθῆκε. προσδραμούσης δὲ τῆς ἀλώπε‐ κος ὡς ἐπὶ τὸν τέττιγα ἔφη· „ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι. ἐγὼ γὰρ ἀπ’ ἐκείνου ἀλώ‐ πεκας φυλάττομαι, ἀφ’ οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ
10τέττιγος ἐθεασάμην.“ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμ‐ φοραὶ σωφρονίζουσιν.

246

t

ΚΑΜΗΛΟΣ, ΕΛΕΦΑΣ ΚΑΙ ΠΙΘΗΚΟΣ

246

.

1

τῶν ἀλόγων ζῴων βουλομένων βασιλέα ἑαυτῶν ἑλέσθαι κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάν‐ των προκρίνεσθαι. πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους
5εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστί, μὴ αὐτοῦ βασιλεύοντος χοιρίδιον ἡμῖν ἐπιθῆται. ὁ λόγος δηλοῖ, ὅτι πολλάκις καὶ τὰ μέγιστα τῶν πραγμά‐ των διὰ μικρὰν αἰτίαν κωλύονται.65 in vol. 1.2

246

.

2

... βασιλέα ἑλέσθαι τινὰ ἐξ αὐτῶν κάμ. κ. ἐλ. ἐψηφίζοντο, ὁ μὲν διὰ τὸ μέγ., ὁ δὲ διὰ τὴν ἰσχύν. πίθ. δὲ ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, ὅτι χολὴν καὶ ἄμυναν 〈οὐ〉 τρέφει κατὰ τῶν ἐπται‐ κότων, τὸν δὲ ἐλ., ὅτι δέος ἐστὶν αὐτοῦ βασιλεύοντος μὴ χοιρίδια
5ἡμῖν ἐπιθήσει. ὁ μ. δ., ὅτι πολλάκις τὰ μεγάλα τῶν πραγμάτων παρὰ μικροῖς κω‐ λύονται καὶ οὐ τελειοῦνται.

247

t

ΚΥΚΝΟΣ

247

.

1

τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας, ὅτι εὐμελέστα‐ τόν ἐστι ζῷον, ἠγόρασε. καὶ ἔχων ποτὲ συνδείπνους προσ‐ ελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ. τοῦ δὲ τότε
5μὲν ἡσυχάσαντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν, ὅτι ἀπο‐ θνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος ὁ δεσπότης ἀκούσας ἔφη· „ἀλλ’ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἤμην τότε, ὅτε σε παρεκάλουν, ἀλλ’ οὐκ ἔθυον.“ οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἃ μὴ ἑκόντες χαρίσασθαι
10βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.66 in vol. 1.2

248

t

ΖΕΥΣ ΚΑΙ ΟΦΙΣ

248

.

1

τοῦ Διὸς γαμοῦντος πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα, ἕκαστον ὅτι ἐδύνατο. ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· „τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω· ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ
5λαμβάνω.“ ὁ λόγος δηλοῖ, ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.

248

.

2

τοῦ Διὸς γάμους ποιοῦντος πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν ἰδίαν δύναμιν. ὄφις δὲ ἕρπων ῥό‐ δον λαβὼν ἐν τῷ στόματι ἀνέβη. ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς εἶπε· „τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ
5σοῦ στόματος οὐ λαμβάνω.“ ὁ μῦθος δηλοῖ, ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί
εἰσιν.67 in vol. 1.2

249

t

ΤΑΩΝ ΚΑΙ ΓΕΡΑΝΟΣ

249

.

1

ταὼν γεράνου κατεγέλα κωμῳδῶν τὴν χροίαν αὐτοῦ καὶ λέγων ὡς· „ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς.“ ὁ δὲ „ἀλλ’ ἐγώ,“ ἔφη, „τῶν ἀστέρων ἔγγιστα φωνῶ καὶ εἰς τὰ οὐράνια ὕψη ἵπτα‐
5μαι, σὺ δὲ ὡς ἀλέκτωρ κάτω μετ’ ὀρνίθων βαίνεις.“ ὅτι κρεῖττον περίβλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.

250

t

ΥΣ ΚΑΙ ΚΥΩΝ

250

.

1

ὗς καὶ κύων πρὸς ἀλλήλας διεφέροντο. τῆς δὲ ὑὸς ὀμ‐ νυούσης τὴν Ἀφροδίτην, ὅτι ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦ‐ σιν αὐτὴν ἀνατεμεῖ, ἡ κύων ἔλεγε καὶ κατ’ αὐτὸ τοῦτο αὐτὴν ἀγνωμονεῖν † εἴγε Ἀφροδίτην μισεῖ, ὥστε, ἐὰν φά‐
5γῃ τις κρέα ὑός, τοῦτον οὐκ ἐᾷ εἰς τὸ ἱερὸν αὐτῆς εἰσιέναι. καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· „ἀλλὰ τοῦτό γε οὐ στυγοῦσά με
ποιεῖ, προνοουμένη δέ, ἵνα μηδείς με θύῃ.“ οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις καὶ τὰ ὑπὸ τῶν ἐχθρῶν προσφερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχη‐68 in vol. 1.2
10ματίζουσιν.

250

.

3

σῦς καὶ κύων ἀλλήλαις διελοιδοροῦντο. καὶ ἡ μὲν σῦς ὤμνυε κατὰ τῆς Ἀφροδίτης ἦ μὴν τοῖς ὀδοῦσιν ἀναρρή‐ ξειν τὴν κύνα. ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· „καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις. δηλοῖς γὰρ ὑπ’
5αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται.“ καὶ ἡ σῦς· „διὰ ταῦτα μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέρ‐ γουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντά‐ πασιν ἀποστρέφεται. σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ
10τεθνηκυῖα.“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματί‐ ζουσιν.

251

t

ΥΣ ΚΑΙ ΚΥΩΝ

251

.

1

ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. τῆς δὲ κυνὸς εἰπού‐ σης, ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ἡ ὗς ὑπο‐ τυχοῦσα ἔφη· „ἀλλ’ ὅταν τοῦτο λέγῃς, γίνωσκε, ὅτι τυφλὰ
τίκτεις.“69 in vol. 1.2
5 ὁ λόγος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.

251

.

3

ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. ἔφη δὲ ἡ κύων εὔτο‐ κος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζῴων, καὶ ἡ ὗς ὑπο‐ τυχοῦσα πρὸς ταῦτά φησιν· „ἀλλ’ ὅταν τοῦτο λέγῃς, ἴσθι, ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις.“
5 ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐν τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.

252

t

ΥΣ ΑΓΡΙΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

252

.

1

ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τοὺς ὀδόντας ἠκόνα. ἀλώπεκος δὲ ἐρομένης τὴν αἰτίαν, δι’ ἣν μηδενὸς αὐτῷ μήτε κυνηγέτου μήτε κινδύνου ἐφεστῶτος τοὺς ὀδόντας θήγει, ἔφη· „ἀλλ’ οὐ ματαίως τοῦτο ποιῶ. ἐὰν γάρ με κίν‐
5δυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι, ἑτοίμοις δὲ οὖσι χρήσομαι.“ ὁ λόγος διδάσκει, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρα‐
σκευὰς ποιεῖσθαι.70 in vol. 1.2

252

.

2

ὗς ἄγριος ἑστὼς ἐπί τινος δένδρου τοὺς ὀδόντας ἔθηγε. ἀλώπεκος δὲ ἐρομένης τὴν αἰτίαν ὅτι „μηδεμιᾶς ἀνάγκης ἢ κινδύνου προκειμένου τοὺς ὀδόντας τί θήγεις;“ ἔφη· „οὐ μάτην τοῦτο ποιῶ. ἐὰν γάρ με κίνδυνος παραλάβῃ, οὐ τότε
5ἀκονᾶν ἀσχοληθήσομαι, ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρή‐ σομαι.“ ὁ μῦθος δηλοῖ, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρα‐ σκευὰς ποιεῖν.

252

.

3

(t)

μονιὸς καὶ ἀλώπηξ
1 μονιὸς ἄγριος ἐπί τινος ἑστὼς δένδρου τοὺς ὀδόντας ἔθηγεν. ἀλώπεκος δ’ ἐρομένης τὴν αἰτίαν, ὅτι μηδεμιᾶς προκειμένης ἀνάγκης τοὺς ὀδόντας θήγει, ἔφη· „οὐκ ἀλό‐ γως τοῦτο ποιῶ· εἰ γάρ με κίνδυνος περισταίη, οὔκουν με
5τηνικαῦτα πρὸς τὸ τοὺς ὀδόντας ἀκονᾶν ἀσχολεῖσθαι δεήσει, ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρῆσθαι.“ ὁ μῦθος δηλοῖ, ὅτι δεῖ πρὸς τὸν κίνδυνον παρασκευ‐
άζεσθαι.71 in vol. 1.2

253

t

ΦΙΛΑΡΓΥΡΟΣ

253

.

1

φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος βῶλον χρυ‐ σοῦν ὠνήσατο καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας διε‐ τέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφ‐
5ίξεις καὶ ὑπονοήσας τὸ ἀληθές, ἀπαλλαγέντος αὐτοῦ τὸ χρυσίον ἀνείλατο. ὁ δὲ ὡς ἐπανελθὼν εὗρε τὸν τόπον κε‐ νόν, ἔκλαιέ τε καὶ τὰς τρίχας ἐσπάρασσεν. ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· „μὴ λυποῦ· λαβὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ
10τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι. οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ.“ ὁ λόγος δηλοῖ, ὅτι τὸ μηδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ.

253

.

2

φιλάργυρός τις τὴν οὐσίαν αὐτοῦ ἅπασαν ἐξαργυρωσά‐
μενος καὶ βῶλον χρυσοῦν ποιήσας καὶ τοῦτον ἔν τινι τοίχῳ κατορύξας καθ’ ἑκάστην ἐρχόμενος ἑώρα αὐτόν. καὶ δὴ τῶν ἐργατῶν τις παρατηρήσας τοῦτον, καταλαβὼν τὸν τό‐72 in vol. 1.2
5πον καὶ τὸ χρυσίον εὑρὼν ἀνείλατο. μετὰ μικρὸν δὲ ἐλθὼν ὁ ἴδιος καὶ μὴ εὑρὼν αὐτὸ ἤρξατο κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· „ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαβὼν λίθον θὲς ἀντ’ αὐτοῦ καὶ νόμιζε τὸ
10χρυσίον εἶναι. ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτό.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν 〈μὴ〉 ἡ χρῆσις παρῇ.

253

.

3

φιλάργυρός τις ἅπασαν αὐτοῦ τὴν οὐσίαν ἐξαργυρισά‐ μενος καὶ χρυσοῦν βῶλον ποιήσας ἔν τινι τόπῳ κατώρυξε συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸν νοῦν καὶ καθ’ ἡμέραν ἐρχόμενος αὐτὸν ἔβλεπε. τῶν δ’ ἐργατῶν
5τις αὐτὸν παρατηρήσας καὶ τὸ γεγονὸς συννοήσας ἀνορύ‐ ξας τὸν βῶλον ἀνείλετο. μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθὼν καὶ κενὸν τὸν τόπον ἰδὼν θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς
τρίχας. τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδὼν καὶ τὴν αἰτίαν πυθόμενος „μὴ οὕτως,“ εἶπεν, „ὦ οὗτος, ἀθύμει· οὐ‐73 in vol. 1.2
10δὲ γὰρ ἔχων τὸν χρυσὸν εἶχες. λίθον οὖν ἀντὶ χρυσοῦ λα‐ βὼν θὲς καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι. τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν. ὡς ὁρῶ γάρ, οὐδ’ ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις
15προσῇ.

254

t

ΧΕΛΩΝΗ ΚΑΙ ΛΑΓΩΟΣ

254

.

1

χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἤριζον. καὶ δὴ προ‐ θεσμίαν στήσαντες τοῦ τόπου ἀπηλλάγησαν. ὁ μὲν οὖν λα‐ γωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ δρόμου πε‐ σὼν παρὰ τὴν ὁδὸν ἐκοιμᾶτο. ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ
5βραδύτητα οὐ διέλιπε τρέχουσα καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα ἐπὶ τὸ βραβεῖον τῆς νίκης ἀφίκετο. ὁ λόγος δηλοῖ, ὅτι πολλάκις φύσιν ἀμελοῦσαν πόνος ἐνίκησεν.

254

3,gamma

ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας. ἡ δὲ ἔφη· „ἐγώ σε τὸν ταχὺν ἐν τοῖς ποσὶ νικήσω.“ ὁ δέ· „λόγῳ μόνῳ, χελώνη, λέγεις τοῦτο· ἀλλ’ ἔριζε καὶ γνώσῃ. τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει
τὴν νίκην;“ ἀλώπηξ δέ, δικαία καὶ σοφωτάτη, ἔταξεν ὁδὸν τῶν δρό‐74 in vol. 1.2
5μων τὴν εὐθεῖαν. ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἤρξατο τῆς ὁδοῦ πρὸς τὸ αὑτῆς ἀφορῶσα δυσκίνητον. ὁ δὲ λαγωὸς θαρρῶν τοῖς ποσὶν ἐκοιμήθη καὶ ἐλθὼν ἐπὶ τὸν ὡρισμένον τόπον εὗρε νικῶσαν τὴν βραδεῖαν χελώνην. ὅτι πολλοὶ τῇ μὲν φύσει ἀργοὶ τῇ δὲ προθυμίᾳ σύντονοι τοὺς φύ‐
10σει ταχεῖς, ῥᾳθύμους δὲ νικῶσιν.

255

t

ΧΕΛΙΔΩΝ ΚΑΙ ΔΡΑΚΩΝ

255

.

1

χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη. δράκων δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. ἡ δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα ὑπερπαθῶς ἔστενεν. ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμέ‐
5νης καὶ λεγούσης, 〈ὅτι〉 οὐ μόνον αὐτὴν τέκνα ἀποβαλεῖν
συμβέβηκεν, ὑποτυχοῦσα ἔφη· „ἀλλ’ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι, ἐν ᾧ οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν.“ ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι γίνονται τοῖς πάσχου‐75 in vol. 1.2
10σιν αἱ συμφοραί, ὅταν ὑφ’ ὧν ἥκιστα προσεδόκησαν, ἐπιφέ‐ ρωνται.

255

3,gamma

ξένη χελιδὼν ἡ τοῖς ἀνθρώποις συνοικοῦσα ἐν δικαστη‐ ρίῳ τὴν ἑαυτῆς ἔπηξε καλιὰν ἐν τοίχῳ κἀκεῖ γίνεται τῶν ἑαυτῆς νεοττῶν μήτηρ. ὄφις δὲ ἐκ τρώγλης συρεὶς τοὺς ἑαυτῆς κατέφαγε νεοσσούς. ἡ δὲ χελιδὼν θρηνοῦσα
5ἐκεκράγει· „οἴμοι τῇ ξένῃ, ὅτι, ἔνθα πάντες δικαιοῦνται, μόνη ἔγωγε ἠδίκημαι ἀδίκως.“ [ὁ μῦθος δηλοῖ, ὅτι ἐν τόπῳ ἐκδικήσεως ἀδικεῖταί τις.]

256

t

ΧΗΝΕΣ ΚΑΙ ΓΕΡΑΝΟΙ

256

.

1

χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. ἐπιφα‐
νέντων δὲ αὐτοῖς θηρευτῶν αἱ μὲν γέρανοι ἐλαφραὶ οὖσαι ἀπέπτησαν, οἱ δὲ χῆνες μείναντες διὰ τὸ βάρος τῶν σω‐ μάτων συνελήφθησαν.76 in vol. 1.2
5 οὕτω καὶ τῶν ἀνθρώπων, ἐπὰν στάσις ἐν πόλει γένη‐ ται, οἱ μὲν πένητες εὐπρόφοροι ὄντες ῥᾳδίως ἀπὸ πόλεως εἰς πόλιν σῴζονται, οἱ δὲ πλούσιοι διὰ τὴν τῶν ὑπαρχόν‐ των ὑπερβολὴν μένοντες πολλάκις δουλεύουσιν.

256

.

2

χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. ἐπι‐ φανέντων δὲ θηρευτῶν οἱ μὲν γέρανοι ἐλαφροὶ ὄντες τα‐ χέως ἀπέπτησαν καὶ διεσώθησαν, αἱ δὲ χῆνες μείνασαι διὰ τὸ βάρος τῶν σωμάτων συνελήφθησαν.
5 ὁ μῦθος δηλοῖ, ὅτι οὕτως καὶ ἐπ’ ἀναστάσεως πόλεως γί‐ νεται· οἱ μὲν πένητες ῥᾳδίως μεταβαίνουσιν ἀπὸ πόλεως εἰς πόλιν διὰ τὸ ἀκτήμονες εἶναι, οἱ δὲ πλούσιοι διὰ τὴν ὑπερ‐
βολὴν τῶν χρημάτων μένουσι πολλάκις καὶ δουλεύουσιν.77 in vol. 1.2

256

.

3

χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. τῶν δὲ θηρευτῶν ἐπιφανέντων οἱ μὲν γέρανοι κοῦφοι ὄντες ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες διὰ τὸ βάρος τῶν σωμά‐ των μείναντες συνελήφθησαν.
5 ὁ μῦθος δηλοῖ, ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτή‐ μονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.

257

t

ΟΝΑΓΡΟΣ ΚΑΙ ΛΥΚΟΣ

257

.

1

χωλὸς ὄναγρος ὑπὸ σκόλοπος ἐγκεντρισμένος ὀδυνηρῶς ἔφερε τὸν πόδα ἀλγῶν καὶ διαβῆναι τὸν ποταμὸν μὴ δυ‐ νάμενος. λύκος δὲ βριαρὸς αὐτὸν συναντήσας ἔμελλε κατ‐ εσθίειν ἕτοιμον εὑρὼν θήραμα. ὁ ὄναγρος δὲ αὐτοῦ ἐδέετο
5λέγων· „παῦσόν με πρῶτον τοῦ πόνου τὸν σκόλοπα ἐκ τοῦ ποδὸς ἑλκύσας.“ τοῦ δὲ λύκου τοῖς ὀδοῦσι τὸν σκόλοπα ἐξελκύσαντος ὁ ὄνος κουφισθεὶς τῆς τοῦ ποδὸς ἀλγηδόνος λακτίσας αὐτὸν τοῖς ποσὶ νεκρὸν ἀφῆκε καὶ εἰς ὄρος δρα‐ μὼν ἐσώθη.
10διδάσκει ἡμᾶς ὁ λόγος, ὅτι κακῷ καλὸν ποιήσας οὐχ ἕξεις
εὐχαριστίαν, ἀλλὰ μᾶλλον λοιδορίαν.78 in vol. 1.2

258

t

ΧΕΛΙΔΩΝ ΚΑΙ ΚΟΡΩΝΗ

258

.

1

χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν. ὑποτυ‐ χοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν· „ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χει‐ μῶνι ἀντιτάσσεται.“
5 ὁ λόγος δηλοῖ, ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.

258

.

3

χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν. ὑποτυ‐ χοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπε· „ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν καὶ χειμῶνι παρατείνεται.“
5 ὁ μῦθος δηλοῖ, ὅτι ἡ παράτασις τοῦ σώματος εὐπρεπείας κρείττων ἐστίν.

259

t

ΧΕΛΩΝΗ ΚΑΙ ΑΕΤΟΣ

259

.

1

χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πέτεσθαι. προσελθοῦσα δὲ τοῦτον παρεκάλει ἐφ’ ᾧ βούλε‐
ται μισθῷ διδάξαι αὐτήν. τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι καὶ ἔτι αὐτῆς ἐπικειμένης καὶ ἀξιούσης, ἄρας αὐτὴν καὶ79 in vol. 1.2
5μετέωρος ἀρθεὶς ἀφῆκεν ἐπί τινος πέτρας, ὅθεν κατενεχ‐ θεῖσα διερράγη [καὶ ἀπέθανεν]. ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν φιλονεικίαις τῶν φρονι‐ μωτέρων παρακούσαντες ἑαυτοὺς καταβλάπτουσιν.

259

.

2

χέλος ἄρρην θεασάμενος ἀετὸν ἐπεθύμησε καὶ αὐτὸς πε‐ τασθῆναι. προσελθὼν δὲ πρός τινα παρεκάλει αὐτὸν ἐπὶ μισθῷ διδάξαι αὐτὸν τοῦ πετάσαι. τοῦ δὲ λέγοντος ἀδύνα‐ τον εἶναι ἐκεῖνος παρακούσας ἀναβὰς εἰς ὕψος ἀφῆκεν
5ἑαυτὸν καὶ παραχρῆμα ἐπὶ πέτραν πεσὼν διερράγη. ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν ταῖς φιλονεικίαις τῶν
φρονιμωτέρων αὐτῶν παρακούσαντες ἑαυτοὺς κατέβλαψαν.80 in vol. 1.2

259

.

3

χελώνη ἀετοῦ ἐδεῖτο ἵπτασθαι ταύτην διδάξαι. τοῦ δὲ παραινοῦντος πόρρω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. λαβὼν οὖν ταύτην τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν εἶτ’ ἀφῆκεν, ἡ δὲ κατὰ πετρῶν
5πεσοῦσα συνετρίβη. ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονι‐ μωτέρων παρακούσαντες ἑαυτοὺς ἔβλαψαν.

260

t

ΨΥΛΛΑ ΚΑΙ ΑΘΛΗΤΗΣ

260

.

1

ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλη‐ τοῦ σοβοῦντος καὶ ἁλομένη ἐνῆκε δῆγμα. ὁ δὲ ἀκρο‐ χολήσας 〈καὶ〉 εὐτρεπίσας τοὺς ὄνυχας οἷός τε ἦν συνθλά‐ σαι τὴν ψύλλαν. ἡ δ’ ὑφ’ ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα
5ἀπέδρα τοῦ θανεῖν ἀπαλλαγεῖσα. καὶ ὃς στενάξας εἶπεν· „ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτως, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ;“ ὁ λόγος δηλοῖ μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα ἐπ’ εὐθεῖαν τοὺς θεοὺς ἐπικαλεῖν, ἀλλ’ ἐπὶ ταῖς μείζοσιν
10ἀνάγκαις.81 in vol. 1.2

260

.

2

ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ ποδὸς ἀνθρώπου καὶ δῆγμα ἐκέντα τοῦτον. ὁ δὲ ἀκροχολέσας εὐτρεπίσας τοὺς ὄνυχας, ὅπως συνθλάσῃ ταύτην, ἐφ’ ὁρμῆς δὲ φυσικῆς ἡ ψύλλα πήδημα λαβοῦσα ἀπέδρα τοῦ θανάτου. ὁ δὲ στενά‐
5ξας εἶπεν· „ὦ Ἡρακλῆ, διὰ τί ἐπὶ τοὺς κακοὺς ἀνταγω‐ νιστὰς οὐκ εἶ συνεργός;“ ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα τὸν θεὸν παρακαλεῖν, ἀλλ’ ἐπὶ ταῖς μείζοσιν ἀνάγ‐ καις καὶ συμφοραῖς.

260

.

3

(t)

ψύλλα καὶ ἀνήρ
1 ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν. ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης στενάξας εἶπεν· „ὦ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνερ‐
5γήσεις;“ ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου
δεῖσθαι, ἀλλ’ ἐπὶ τῶν ἀναγκαίων.82 in vol. 1.2

261

t

ΨΙΤΤΑΚΟΣ ΚΑΙ ΓΑΛΗ

261

.

1

ψιττακόν τις ἀγοράσας ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι. ὁ δὲ τῇ ἡμερότητι χρησάμενος ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε κἀκεῖθεν τερπνὸν ἐκεκράγει. γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς τέ ἐστι καὶ πόθεν ἦλθεν. ὁ δὲ εἶπεν·
5„ὁ δεσπότης με νεωστὶ ὠνήσατο.“ „οὐκοῦν, ἰταμώτατε ζῴων,“ ἔφη, „πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ’ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με.“ ὁ δὲ ἀπεκρίνατο λέ‐ γων· „οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐχ ὁμοίως
10γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ.“ πρὸς ἄνδρα φιλοψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος.

262

t

ΔΡΥΟΤΟΜΟΙ ΚΑΙ ΔΡΥΣ

262

.

1

δρυοτόμοι δρῦν ἔσχιζον· οἱ δὲ ἐξ αὐτῆς σφῆνας ποιή‐
σαντες ἔσχιζον αὐτήν. ἡ δὲ ἔφη· „οὐ τοσοῦτον τὸν κό‐ ψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας.“83 in vol. 1.2
5 ὅτι δεινότερόν ἐστιν ἡ λύπη, ὅταν τις ὑπὸ τῶν συγγε‐ νῶν πάθῃ τι ἢ παρὰ τῶν ἀλλοτρίων.

262

3,delta

(t)

πρίσται καὶ πεύκη
1 πρίσται κατέσχιζον πεύκην καὶ σφῆνας ἐξ αὐτῆς ἐποίουν κατασχίζοντες αὐτήν. ἡ δὲ ἐθρήνει λέγουσα· „οὐ τοσοῦτον τὴν ἀξίνην μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ σφῆνας.“ ὁ μῦθος δηλοῖ, ὅτι λυπηρότεραι αἱ τῶν οἰκείων κακώ‐
5σεις ὑπὲρ τῶν ξένων λίαν.

263

t

ΕΛΑΤΗ ΚΑΙ ΒΑΤΟΣ

263

.

1

ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· „ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσι ναοῦ χρησιμεύω καὶ οἴκοις.“ ἡ δὲ βάτος ἔφη· „ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν εἶχες θελήσειν
5γενέσθαι, οὐκ ἐλάτη.“ κρεῖσσον πενία ἄφοβος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν.

264

t

ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΛΕΩΝ ΣΥΝΟΔΕΥΟΝΤΕΣ

264

.

1

λέων σὺν ἀνθρώπῳ ὁδεύων ὁμοῦ ἐν ὁδῷ, ὁ δὲ ἄν‐
θρωπος αὐτῷ ἔλακε· „δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα.“ ὁ δὲ λέων· „δυνατώτερον ζῷον ὁ λέων.“ καὶ ὁδευόντων αὐτῶν ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας84 in vol. 1.2
5στήλας, ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑπο‐ τασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων καὶ ἔλεγε· „βλέπεις, πῶς εἰσιν οἱ λέοντες;“ ὁ δὲ λέων ἔφη· „εἰ ᾔδε‐ σαν λέοντες γλύφειν, πολλοὺς ἀνθρώπους εἶδες ὑποκάτω λεόντων.“
10 ὅτι εἰσί τινες, ἐν οἷς οὐ δύνανται καυχώμενοι μὴ δὲ δυ‐ νάμενοι.

265

t

ΚΥΩΝ ΚΑΙ ΚΟΧΛΟΣ

265

.

1

ὠά τις κύων καταπίνειν εἰθισμένος ἰδών τινα κόχλον, χάνας τὸ στόμα αὐτοῦ μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον οἰηθεὶς ὠὸν εἶναι. βαρυνόμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνό‐ μενος ἔλεγε· „δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ
5ὠὰ πεπίστευκα.“ διδάσκει ἡμᾶς ὁ λόγος, ὅτι οἱ ἀδιστάκτως πρᾶγμα προσ‐ ιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτοπίαις.

266

t

ΑΛΕΚΤΟΡΕΣ ΔΥΟ ΚΑΙ ΑΕΤΟΣ

266

.

1

ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων ὁ εἷς
τὸν ἕτερον κατετροπώσατο. καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ’ ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. καὶ παρ‐85 in vol. 1.2
5ευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. ὁ δ’ ἐν σκότῳ κε‐ κρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε. ὁ μῦθος δηλοῖ, ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

267

t

ΚΩΝΩΨ ΚΑΙ ΛΕΩΝ

267

.

1

κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· „οὔτε φοβοῦμαί σε οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τίς σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. ἐγὼ δὲ λίαν ὑπάρχω σου ἰσχυ‐
5ρότερος. εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον.“ καὶ σαλ‐ πίσας ὁ κώνωψ ἐνεπήγετο δάκνων τὰ περὶ τὰς ῥῖνας αὐτοῦ ἄτριχα πρόσωπα. ὁ δὲ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτὸν, ἕως οὗ ἠγανάκτησεν. ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα καὶ σαλπίσας καὶ ἐπινίκιον ᾄσας ἔπτατο. ἀράχνης
10δὲ δεσμῷ ἐμπλακείς, ἐσθιόμενος ἀπωδύρετο, ὅτι μεγίστοις πολεμῶν ὑπ’ εὐτελοῦς ζῴου, τῆς ἀράχνης, ἀπώλετο. ὁ μῦθος πρὸς τοὺς καταβάλλοντας μεγάλους καὶ ὑπὸ
μικρῶν καταβαλλομένους.86 in vol. 1.2

268

t

ΚΥΩΝ, ΑΛΩΠΗΞ ΚΑΙ ΑΛΕΚΤΩΡ

268

.

2

κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. τῆς δὲ νυκτὸς καταλαβούσης ἐν τόπῳ ἀλσώδει ἐλθόντων ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δέν‐ δρον ἀναβὰς ἐν τοῖς κλάδοις ἐκάθισεν. ὁ δὲ κύων κάτω‐
5θεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε. τῆς δὲ νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαβούσης ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταφαγεῖν ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐβόα πρὸς αὐτόν· „ἀγαθὸν ὄρνεον εἶ καὶ
10χρηστὸν τοῖς ἀνθρώποις. κατάβηθι δέ, ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι.“ ὁ δὲ ἀλέκτωρ ὑπολαβὼν ἔφη αὐτῇ· „ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον.“ ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα πρὸς τὸ
15φωνῆσαι αὐτὸν ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος διεσπάραξεν αὐτήν. ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ φρόνιμοι τῶν ἀνθρώ‐ πων, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθοι, ῥᾳδίως τοὺς ἐχ‐
θροὺς αὐτῶν τὰ ἀντάξια ἀποτίνονται.87 in vol. 1.2

268

.

3

κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. ἑσπέ‐ ρας δὲ καταλαβούσης ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδε ἀναβάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοί‐ λωμα ἔχοντος. τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ
5φωνήσαντος ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγα‐ θὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύ‐ δοντα, ὡς ἐκείνου ἀνοίξαντος κατελθεῖν, κἀκείνης ζητού‐
10σης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν δι‐ εσπάραξεν. ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχ‐ θροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογι‐ ζόμενοι.

269

t

ΛΕΩΝ ΚΑΙ ΛΥΚΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

269

.

1

λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρῳ. παρῆσαν δ’ ἐπισκεψόμενα τὸν βασιλέα πλὴν ἀλώπεκος τἄλλα τῶν ζῴων. ὁ τοίνυν λύκος λαβόμενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος ἅτε δὴ παρ’ οὐδὲν τιθεμένης τὸν
5πάντων αὐτῶν κρατοῦντα καὶ διὰ ταῦτα μηδ’ εἰς ἐπίσκε‐
ψιν ἀφιγμένης. ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. ὁ μὲν οὖν λέων κατ’ αὐτῆς ἐβρυχᾶτο. ἡ δ’ ἀπολογίας καιρὸν αἰτήσασα· „καὶ τίς,“ ἔφη, „τῶν συνελθόντων τοσοῦτον ὠφέ‐88 in vol. 1.2
10λησέν 〈σε〉, ὅσον ἐγὼ πανταχόσε περινοστήσασα καὶ θερα‐ πείαν ὑπέρ σου παρ’ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα;“ τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος ἐκείνη φησίν· „εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ.“ καὶ τοῦ λύκου [αὐτίκα νεκροῦ] κειμένου ἡ ἀλώ‐
15πηξ γελῶσα εἶπεν· „οὕτως οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν ἀλλὰ πρὸς εὐμένειαν.“ ὁ μῦθος δηλοῖ, ὅτι ὁ καθ’ ἑτέρου μηχανώμενος καθ’ ἑαυτοῦ τὴν πάγην περιτρέπει.

270

t

ΔΑΜΑΛΙΣ ΚΑΙ ΒΟΥΣ

270

.

1

δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν ἐπὶ τοῦ κόπου. ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. ἰδὼν δὲ ὁ βοῦς ἐμει‐ δίασε καὶ πρὸς αὐτὴν εἶπεν· „ὦ δάμαλις, διὰ τοῦτο ἤργεις,
5διὰ τὸ ἀρτίως τυθῆναι.“
ὁ μῦθος δηλοῖ, ὅτι τῷ ἀργοῦντι κίνδυνος μένει.89 in vol. 1.2

271

t

ΚΟΡΥΔΑΛΟΣ

271

.

1

κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· „οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν.“
5 ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφιστα‐ μένους κίνδυνον.

272

t

ΟΝΟΣ ΚΑΙ ΙΠΠΟΣ

272

.

1

ὄνος ἵππον ἐμακάριζεν ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπι‐ μελῶς, αὐτὸς μηδ’ ἀχύρων ἅλις ἔχων καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου καὶ ὁ στρα‐ τιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον πανταχόσε τοῦτον ἐλαύ‐
5νων καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε καὶ ὁ ἵππος πληγεὶς ἔκειτο, ταῦτα ἑωρακὼς ὁ ὄνος τὸν ἵππον μετα‐ βαλλόμενος ἐταλάνιζεν. ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ’ ἐκείνων φθόνον καὶ τὸν κίνδυνον
10ἀναλογιζομένους τὴν πενίαν ἀγαπᾶν.90 in vol. 1.2

273

t

ΑΕΤΟΣ

273

.

3

ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο λαγωὸν θηρεῦσαι ζητῶν. τοῦτον δέ τις ἔβαλε τοξεύσας καὶ τὸ μὲν βέλος ἐν‐ τὸς τοῦ ἀετοῦ εἰσῆλθεν, ἡ δὲ γλυφὴ σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. ὁ δὲ ἰδὼν ἔφη· „καὶ τοῦτό μοι
5ἑτέρα λύπη, τὸ τοῖς ἰδίοις πτεροῖς ἐναποθνῄσκειν.“ ὁ μῦθος δηλοῖ, ὅτι δεινόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰ‐ κείων κινδυνεύσῃ.

273

1b

ἀετὸς εἰς ὕψος ἐκάθητο θηρεῦσαι λαγωούς. τοῦτον τοξότης ἰδὼν ἔβαλεν εὐστοχήσας. στραφεὶς δὲ ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν ἔφη· „οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι, ὅσον τῶν ἐξ ἐμοῦ φυέντων πτερῶν.“
5 ὅτι τοῦτο κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγ‐ γενῶν πάθῃ κακόν, ὅσον 〈ὑπὸ〉 τῶν ἀλλοτρίων καὶ ξένων.

274

t

ΑΙΘΙΟΨ

274

.

1

Αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι
δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος· καὶ παραλαβὼν οἴ‐ καδε πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λου‐ τροῖς ἐπειρᾶτο καθαίρειν. καὶ τὸ μὲν χρῶμα μεταβαλεῖν91 in vol. 1.2
5οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν. ὁ μῦθος δηλοῖ, ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν.

275

t

ΝΕΒΡΟΣ ΚΑΙ ΕΛΑΦΟΣ

275

.

1

νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· „πάτερ, σὺ καὶ μεί‐ ζων καὶ ταχύτερος κυνῶν πέφυκας καὶ κέρατα πρὸς τού‐ τοις ὑπερφυᾶ φέρεις πρὸς ἄμυναν. τί δήποτ’ οὖν οὕτω τούτους φοβῇ;“ κἀκεῖνος γελῶν εἶπεν· „ἀληθῆ μὲν ταῦτα
5φῄς, τέκνον. ἓν δ’ οἶδα, ὡς ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ’ ὅπως ἐκφέρομαι.“ ὁ μῦθος δηλοῖ, ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραί‐ νεσις ῥώννυσιν.

276

t

ΠΟΙΜΗΝ ΚΑΙ ΛΥΚΟΣ

276

.

1

ποιμὴν νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος σὺν τοῖς κυσὶν ἔτρεφεν. ἐπεὶ δ’ ηὐξήθη, εἴποτε λύκος πρό‐ βατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. τῶν δὲ
κυνῶν ἔσθ’ ὅτε μὴ δυναμένων καταλαβεῖν τὸν λύκον καὶ92 in vol. 1.2
5διὰ ταῦτα ὑποστρεφόντων ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβὼν οἷα δὴ λύκος συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβα‐ τον, αὐτὸς λάθρα θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποι‐ μὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον εἰς δένδρον αὐτὸν
10ἀναρτήσας ἀπέκτεινεν. ὁ μῦθος δηλοῖ, ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει.

277

t

ΚΥΚΝΟΣ

277

.

1

ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τρα‐ πέζης ἕνεκεν. ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφ’ οἷς ἐτρέ‐ φετο, νὺξ μὲν ἦν καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν
5ἑκάτερον. ὁ δὲ κύκνος ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς ᾄδει μέ‐ λος θανάτου προοίμιον· καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει. ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναβο‐ λὴν ἀπεργάζεται.

278

t

ΓΥΝΗ ΚΑΙ ΑΝΗΡ ΜΕΘΥΣΟΣ

278

.

1

γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν ἀπ‐ αλλάξαι θέλουσα τοιόνδε τι σοφίζεται. κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθη‐
τοῦντα ἐπ’ ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα93 in vol. 1.2
5κατέθετο καὶ ἀπῆλθεν. ἡνίκα δ’ αὐτὸν ἤδη ἀνανήφειν ἐστο‐ χάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. ἐκείνου δὲ φήσαντος· „τίς ὁ τὴν θύραν κόψας;“ ἡ γυνὴ ἀπε‐ κρίνατο· „ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι.“ κἀκεῖνος· „μή μοι φαγεῖν ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον
10προσένεγκε. λυπεῖς γάρ με βρώσεως ἀλλὰ μὴ πόσεως μνη‐ μονεύων.“ ἡ δὲ τὸ στῆθος πατάξασα „οἴμοι τῇ δυστήνῳ,“ φησίν, „οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα. σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους.“
15 ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρο‐ νίζειν· ἔστι γάρ, ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.

279

t

ΠΑΙΣ, ΠΑΤΗΡ ΚΑΙ ΛΕΩΝ ΓΕΓΡΑΜΜΕΝΟΣ

279

.

1

υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον κυνη‐ γεῖν ἐφιέμενον εἶδε τοῦτον καθ’ ὕπνους ὑπὸ λέοντος ἀνα‐ λωθέντα. φοβηθεὶς δέ, μήπως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε κἀκεῖσε τὸν υἱὸν εἰσ‐
5αγαγὼν ἐφύλαττεν. ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. ὁ δὲ
ταῦτα μᾶλλον ὁρῶν πλείονα λύπην εἶχε. καὶ δήποτε πλη‐ σίον τοῦ λέοντος στὰς εἶπεν· „ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατ‐94 in vol. 1.2
10εκλείσθην ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω;“ καὶ εἰπὼν ἐπ‐ έβαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα. σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο, πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ θᾶττον τοῦ βίου μετέστησεν. ὁ δὲ λέων καὶ οὕτως ἀν‐
15ῄρηκε τὸν παῖδα μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σο‐ φίσματι. ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν.

280

t

ΠΟΤΑΜΟΣ ΚΑΙ ΒΥΡΣΑ

280

.

1

ποταμὸς δι’ αὐτοῦ βύρσαν φερομένην. ἰδὼν ἠρώτησε, τίς καλεῖται. ἡ δὲ εἶπε· „ξηρά.“ ἐπικαχλάσας δὲ τῷ ῥεύματι εἶπεν· „ἄλλο τι ζήτει καλεῖσθαι· ἁπαλὴν γὰρ ἐγὼ ἤδη ταχὺ ποιήσω σε.“
5ὁ μῦθος δηλοῖ, ὅτι εὐκόλως τὰ πράγματα εἰς τὴν αὐτὴν
ἀποκαθίστανται φύσιν.95 in vol. 1.2

281

t

ΤΟΞΟΤΗΣ ΚΑΙ ΛΕΩΝ

281

.

1

ἀνῆλθέ τις εἰς ὄρος τοξικῆς ἔμπειρος κυνηγῆσαι. πάντα δὲ τὰ ζῷα τοῦτον θεασάμενα ἔφυγε, λέων δὲ μόνος προ‐ εκαλεῖτο αὐτὸν εἰς μάχην. ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλὼν ἔφη· „δέξαι καὶ ἰδὲ τὸν ἐμὸν ἄγγελον οἷός
5ἐστιν καὶ τότε κἀγὼ ἐπέρχομαί σοι.“ ὁ δὲ λέων φοβηθεὶς ὥρμησε φεύγειν. ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύ‐ γειν λεγούσης ὁ λέων ἔφη· „ὦ οὗτος, οὐδαμῶς με πλα‐ νήσεις. ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ, οὐκ ἂν ὑποίσω.“
10 ὁ μῦθος δηλοῖ μηδαμῶς πλησιάζειν τοὺς πόρρωθεν χα‐ λεπὰ πράττοντας.

282

t

ΦΑΛΑΚΡΟΣ

282

.

1

φαλακρός τις ξένας τρίχας τῇ ἑαυτοῦ περιθεὶς κεφαλῇ ἵππευσεν, ἄνεμος δὲ φυσήσας ἀφείλετο ταύτας. γέλως δὲ πλατὺς τοὺς παρεστῶτας εἶχε. κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· „τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ
5τὸν ἔχοντα ταύτας, μεθ’ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον;“ ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφορᾷ ἐπελθούσῃ. [ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει.]96 in vol. 1.2

283

t

ΚΥΩΝ ΕΣΤΙΩΜΕΝΟΣ

283

3,gamma

ἄνθρωπός τις δεῖπνον ἡτοίμαζεν εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον, ὁ δὲ κύων αὐτοῦ ἄλλον φίλον ἐκάλει λέ‐ γων· „ὦ φίλε, δεῦρο. δείπνησον ὧδέ μοι.“ ὁ δὲ προσελθὼν καὶ ἰδὼν τὸν μέγαν ἐκεῖνον δεῖπνον ἵστατο καὶ διελογί‐
5ζετο· „βαβαί, πόση μοι χαρὰ ἄρτι ἐφάνη. ἐξαπίνης γάρ με αὕτη κατέσχε καὶ εἰς κόρον μέλλω τρυφῆσαι.“ τοῦτο καθ’ ἑαυτὸν στρέφων ὁ κύων καὶ σείων τὴν κέρκον ἑώρα πρὸς τὸν φίλον τὸν κεκληκότα ἐπὶ τὸν δεῖπνον. ὁ οὖν μάγειρος ἰδὼν αὐτὸν τὴν κέρκον ὧδε κἀκεῖσε περιστρέφοντα κατα‐
10σχὼν ἐκ τοῦ σκέλους ἔρριψεν αὐτὸν διὰ τῆς θυρίδος. ὁ δὲ κατιὼν ἀπῄει κράζων. τῶν δὲ κυνῶν προσυπαντώντων καὶ ἐρωτώντων αὐτόν· „πῶς ἐδείπνησας;“ ὑπολαβὼν ἔφη πρὸς αὐτούς· „ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν εἶδον, ὅθεν ἐξῆλθον.“
15ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν.

283

3,alpha

ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον ἑστιάσων τινὰ τῶν φί‐ λων αὐτῷ καὶ οἰκείων, ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκά‐ λει λέγων· „ὦ φίλε, δεῦρο, συνδείπνησόν μοι.“ ὁ δὲ προσ‐
ελθὼν χαίρων ἵστατο βλέπων τὸν μέγαν δεῖπνον βοῶν ἐν97 in vol. 1.2
5τῇ καρδίᾳ· „βαβαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη. τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῇ γε πεινᾶσαι.“ ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περι‐
10στρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψεν παραχρῆμα ἔξωθεν τῶν θυρίδων. ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. τῶν τις δὲ κυνῶν τῶν καθ’ ὁδὸν αὐτῷ συναπαντώντων ἐπηρώτα· „πῶς ἐδείπνησας, φίλος;“ ὁ δὲ πρὸς αὐτὸν ὑπο‐ λαβὼν ἔφη· „ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον
15οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.

284

t

ΑΝΘΡΩΠΟΣ ΚΑΤΑΘΡΑΥΣΑΣ ΑΓΑΛΜΑ

284

3,gamma

ἄνθρωπός τις ξύλινον θεὸν ἔχων πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. ὡς οὖν ταῦτ’ ἔπραττε καὶ μᾶλλον [πλέον] ἐν πενίᾳ διῆγε, θυμωθεὶς ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλα‐
5σθείσης ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὅνπερ συναγαγὼν ὁ ἄν‐ θρωπος ἐβόα· „στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώ‐ μων. τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με, τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ὠφελήσεις σεαυτὸν πονηρὸν
10ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ.98 in vol. 1.2

284

3,alpha

ἄνθρωπός τις ξύλινον ἔχων θεὸν καθικέτευε τοῦ ἀγαθο‐ ποιῆσαι αὐτόν. ὡς οὖν ταῦτα ἔπραττε καὶ οὐδὲν ἧττον ἐν πενίᾳ διῆγε, θυμωθεὶς ἄρας αὐτὸν τῶν σκελῶν ἔρριψεν εἰς τὸ ἔδαφος. προσκρουσάσης οὖν τῆς κεφαλῆς καὶ αὐτίκα
5κλασθείσης χρυσὸς ἔρρευσεν ὅτι πλεῖστος, ὅνπερ δὴ συν‐ άγων ὁ ἄνθρωπος ἐβόα· „στρεβλὸς ὑπάρχεις, ὥς γε οἶμαι, καὶ ἀγνώμων. τιμῶντά σε γὰρ ἥκιστά με ὠφέλησας, τυπτή‐ σαντα δέ σε πολλοῖς καλοῖς ἀμείβῃ.“ ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ὠφελήσῃ τιμῶν πονηρὸν ἄνθρω‐
10πον, τύπτων δὲ αὐτὸν μᾶλλον ὠφελήσῃ.

285

t

ΗΜΙΟΝΟΣ

285

.

2

ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ’ ἑαυτὴν βοῶσα· „πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην.“ καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης ἠναγκάζετο ἡ ἡμίονος τοῦ τρέχειν. ὡς δὲ τοῦ
5δρόμου πέπαυται, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς
ἀνεμνήσθη. ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθω· ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.99 in vol. 1.2

285

.

3

ἡμίονος ἐκ κριθῆς παχυνθεὶς ἀνεσκίρτησε βοῶν καὶ λέ‐ γων· „πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος κἀγὼ αὐτῷ ὅλος ἀφωμοιώθην.“ καί ποτε ἀνάγκης ἐπελθούσης τρέχειν, ἐπειδὴ τοῦ δρόμου ἐπαύσατο, τοῦ πατρὸς ὄνου εὐθὺς
5ὑπεμνήσθη. ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ὁ χρόνος εἰς δόξαν φέρῃ τινά, τῆς ἑαυτοῦ γε μὴν τύχης μὴ ἐπιλανθανέσθω· ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.

286

t

ΙΠΠΟΣ ΚΑΙ ΟΝΟΣ

286

.

1

ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. ὁδευόντων δὲ ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· „ἆρον ἐκ τοῦ ἐμοῦ βά‐ ρους, εἰ θέλεις εἶναί με σῶν.“ ὁ δὲ οὐκ ἐπείσθη. ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησεν. τοῦ δὲ δεσπότου πάντα
5ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν θρηνῶν
ὁ ἵππος ἐβόα· „οἴμοι τῷ παναθλίῳ. τί μοι συνέβη τῷ τα‐ λαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν ἰδοὺ ἅπαντα βαστάζω καὶ τὸ δέρμα.“ ὁ μῦθος δηλοῖ, ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινω‐100 in vol. 1.2
10νοῦντες ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ.

287

t

ΣΚΩΛΗΞ ΚΑΙ ΑΛΩΠΗΞ

287

.

1

ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· „ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστι ὁ τῶν θεῶν ἰατρὸς Παιών.“ „καὶ πῶς,“ εἶπεν ἀλώ‐ πηξ, „ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω;“
5 ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.

288

t

ΚΟΡΑΞ ΝΟΣΩΝ

288

.

1

κόραξ νοσῶν ἔφη τῇ μητρί· „μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει.“ ἡ δ’ ὑπολαβοῦσα ἔφη· „τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη;“ ὁ μῦθος δηλοῖ, ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες
5οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.101 in vol. 1.2

289

t

ΣΑΛΠΙΓΚΤΗΣ

289

.

1

σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐβόα· „μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῇ καὶ μάτην. οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι.“ οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· „διὰ τοῦτο
5γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις.“ ὁ μῦθος δηλοῖ, ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.

290

t

ΠΟΛΕΜΙΣΤΗΣ ΚΑΙ ΚΟΡΑΚΕΣ

290

.

1

ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. φθεγξαμένων δὲ κοράκων τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ’ ἀναλαβὼν αὖθις ἐξῄει. καὶ φθεγξαμένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· „ὑμεῖς κε‐ κράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε.“
5ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.102 in vol. 1.2

291

t

ΟΥΡΑ ΚΑΙ ΜΕΛΗ ΟΦΕΩΣ

291

.

1

δράκοντος ἡ οὐρὰ τῇ κεφαλῇ ἐστασίασεν ἀξιοῦσα ἡγεῖ‐ σθαι παρὰ μέρος καὶ μὴ διὰ παντὸς ἀκολουθεῖν ἐκείνῃ. λα‐ βοῦσά τε τὴν ἡγεμονίαν ἑαυτήν τε κακῶς ἀπαλλάττει ἀνοίᾳ πορευομένη καὶ τὴν κεφαλὴν καταξαίνει τυφλοῖς καὶ κω‐
5φοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι. ὁ λόγος δηλοῖ, ὅτι οἱ πρὸς χάριν ἅπαντα πολιτευόμενοι τοιαῦτα πάσχουσιν.

292

t

ΛΕΩΝ, ΠΡΟΜΗΘΕΥΣ ΚΑΙ ΕΛΕΦΑΣ

292

.

1

λέων κατεμέμφετο Προμηθέα πολλάκις, ὅτι μέγαν αὐτὸν ἔπλασεν καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν ἐποίησέ τε τῶν ἄλλων θη‐ ρίων δυνατώτερον· „ὁ δὲ τοιοῦτοσ“, ἔφασκε, „τὸν ἀλεκτρυόνα
5φοβοῦμαι.“ καὶ ὁ Προμηθεὺς ἔφη· „τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.“ ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ
10προσαγορεύσας εἱστήκει διαλεγόμενος. καὶ ὁρῶν διαπαντὸς
τὰ ὦτα κινοῦντα „τί πάσχεισ“, ἔφη, „καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;“ καὶ ὁ ἐλέφας κατὰ τύχην πε‐ ριπτάντος αὐτῷ κώνωπος· „ὁρᾷς,“ ἔφη. „τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; ἢν εἰσδύνῃ μου 〈τῇ〉 τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.“103 in vol. 1.2
15καὶ ὁ λέων· „τί οὖν ἔτι ἀποθνῄσκειν“ ἔφη „με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ὁ ἀλεκτρυών;“ ὁρᾷς, ὅσον ἰσχύος ὁ κώνωψ ἔχει ὡς καὶ ἐλέφαντα φοβεῖν.

293

t

ΞΥΛΑ ΚΑΙ ΕΛΑΙΑ

293

.

1

ξύλα ποτὲ ἐπορεύθη τοῦ χρῖσαι ἐφ’ ἑαυτῶν βασιλέα. καὶ εἶπαν τῇ ἐλαίᾳ· „βασίλευσον ἐφ’ ἡμῶν.“ καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· „ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων;“ καὶ
5εἶπαν τὰ ξύλα τῇ συκῇ· „δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν.“ καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· „ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων;“ καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· „δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν.“ καὶ εἶπεν ἡ ῥάμνος 〈πρὸσ〉 τὰ ξύλα· „εἰ ἐν
10ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ ὑμῶν, δεῦτε, ὑπό‐ στητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς
ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.“104 in vol. 1.2

294

t

ΛΥΚΟΣ ΚΑΙ ΚΥΩΝ

294

.

1

λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· „δήσας τίς 〈σ’〉 ἐξέθρεψε τ〈οι〉οῦτον;“ ὁ δὲ ἔφη· „κυνηγός.“ „ἀλλὰ τοῦτο μὴ πάθοι λύκος. ἐμοὶ φίλος γὰρ λιμὸς ἢ κλοιοῦ βάρος.“
5οὐ δεῖ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.

295

t

ΟΝΟΣ ΚΑΙ ΚΥΩΝ

295

.

1

ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον ὁ ὄνος λαβὼν καὶ ἀναρ‐ ρήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα,
5χόρτου τε, φημί, καὶ κριθῆς καὶ ἀχύρου. ἀηδῶς οὖν ὁ κύων τοῦ ὄνου ταῦτα διεξιόντος διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· „ὑπόβαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνων.“ ὁ δὲ ὄνος ἅπαν τὸ γραμ‐ μάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει,
10ἀντέφησεν αὖθις ὁ κύων· „βάλε κατὰ γῆς ὡς ἀδόκιμον
πάντη, φίλε, τυγχάνον.“105 in vol. 1.2

296

t

ΤΟΙΧΟΣ ΚΑΙ ΠΑΛΟΣ

296

.

1

τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως ἐφώνει· „τί με σπαράττεις μηδὲν ἠδικηκότα;“ καὶ ὅς· „οὐκ ἐγώ,“ φησίν, „αἴτιος τούτου, ἀλλ’ ὁ ὄπισθεν σφοδρῶς με τύπτων.“

60d

t

γέρων καὶ θάνατος

60d

1

γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε καὶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου παρόντος καὶ πυνθανομένου τὴν αἰτίαν, δι’ ἣν αὐτὸν ἐκάλει, δειλιάσας ὁ γέρων ἔφη· „ἵνα μου
5τὸν φόρτον ἄρῃς.“ ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ καὶ πτωχός ἐστι.

100b

t

ἀρνὸς καὶ λύκος

100b

1

ἀρνὸς ἐφ’ ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παριόντα τὴν ὁδὸν ἔσκωπτε καὶ θηρίον κακὸν ἀπεκάλει καὶ αἱμοβόρον. ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· „οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ πύργος, ἐν ᾧ ἵστασαι.“
5ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕβριν ἀπὸ ἀναξίων ἀνθρώπων
διὰ φόβου ὑψηλοτέρων.106 in vol. 1.2

297

t

ΧΕΙΜΩΝ ΚΑΙ ΕΑΡ

297

.

1

χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν, ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς· ἀλλ’ ὁ μέν τις ἐπὶ λει‐ μῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ
5ὄμμασιν καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἢν τύχῃ, παρ’ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. „ἐγὼ 〈δέ〉“, ἔφη, „ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανόν,
10ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δε‐ διέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα.“ „τοιγαροῦν“, ἔφη τὸ ἔαρ „σοῦ μὲν καὶ ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα καὶ νὴ μὰ Δία γε ὀνομάτων
15κάλλιστον· ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπα‐ γάλλονται.“

298

t

ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΤΕΤΤΙΞ

298

.

1

ἄνθρωπος πένης ἀκρίδας θηρεύων ἤγρευσε καὶ τὴν εὔλαλον
τερετίστριαν τέττιγα καὶ ἤθελε ἀποκτεῖναι, ἡ δὲ πρὸς αὐτὸν εἶπεν· „μή με μάτην ἀποκτείνῃς· οὐ στάχυν ἀδικῶ, οὐκ ἀκρεμόνα βλάπτω, συνθέσει δὲ πτερῶν καὶ ποδῶν ἁρμονίᾳ107 in vol. 1.2
5χρηστὰ φθέγγομαι ὁδοιποροῦντας τέρπουσα. φωνῆς δὲ πλέω παρ’ ἐμοὶ οὐδὲν εὑρήσεις.“ καὶ ταῦτα ἀκούσας ἀφῆ‐ κεν αὐτήν.

299

t

ΓΥΝΗ ΚΑΙ ΓΕΩΡΓΟΣ

299

.

1

γυνή τις προσφάτως τὸν ἴδιον ἄνδρα ἀπολέσασα καθ’ ἡμέραν πρὸς τὸ μνῆμα αὐτοῦ ἔκλαιεν. ἀροτριῶν δέ τις σύνεγγυς ἐπεθύμησε μετ’ αὐτῆς συγγενέσθαι. καταλιπὼν οὖν τοὺς βόας καὶ ἐλθὼν ἔκλαιεν μετ’ αὐτῆς. ἡ δὲ ἐπύθετο αὐτοῦ·
5„διὰ τί καὶ αὐτὸς κλαίεις;“ ὁ δὲ εἶπε· „καλὴν γυναῖκα κατ‐ ώρυξα· ὅταν οὖν κλαύσω, τῆς λύπης κουφίζομαι.“ ἡ δὲ ἔφη· „κἀγὼ τὸ αὐτὸ πάσχω.“ κἀκεῖνος ἔφη· „εἰ τοίνυν ταῖς αὐταῖς περιεπέσαμεν λύπαις, τί οὐκ ἐπισυγγινόμεθα ἑαυτοῖς; ἐγὼ μὲν ἀγαπήσω σε ὡς ἐκείνην, σὺ δὲ κἀμὲ
10ὡς τὸν ἄνδρα σου.“ ταῦτα λέγων ἔπεισε τὴν γυναῖκα καὶ
συγγενόμενος ἐνέπαιζεν αὐτῇ. ἐλθὼν δέ τις καὶ λύσας τοὺς βόας ἀπήλασεν. ὁ δὲ ἐλθὼν καὶ μὴ εὑρὼν τοὺς βόας ἤρ‐ ξατο θρηνεῖν καὶ κόπτεσθαι ὀδυρόμενος. ἡ δὲ γυνὴ εὑ‐ ροῦσα αὐτὸν ὀλοφυρόμενόν φησι· „πάλιν κλαίεις;“ ὁ δέ·108 in vol. 1.2
15„ἄρτι ἐν ἀληθείᾳ κλαίω.“

300

t

ΑΝΗΡ ΜΟΙΧΟΣ ΚΑΙ ΓΥΝΗ

300

.

1

ἄνθρωπος ἀπερχόμενος πρός τινα γυναῖκα κρυφίως ἐν νυκτὶ ἐμοίχευεν αὐτήν. δεδώκει δὲ αὐτῇ σημεῖον τοῦ νοεῖν αὐτόν, ὅταν ἐλθὼν ἔξωθεν τῆς θύρας ὑλακτήσῃ ὥσπερ μι‐ κρὸν κυνάριον, ἀνοίγειν αὐτῷ τὴν θύραν. ἐποίει δὲ τοῦτο
5καθ’ ἑκάστην. ἕτερος δέ τις θεασάμενος αὐτὸν βαδίζοντα καθ’ ἑσπέραν παρ’ ἐκείνην τὴν ὁδὸν καὶ τὴν πανουργίαν αὐτοῦ νοήσας μιᾷ τῶν νυκτῶν ἠκολούθει αὐτὸν μακρόθεν κρυφίως. ὁ δὲ μοιχὸς μηδὲν ὑποπτεύων ἐλθὼν παρὰ τὴν θύραν ἐποίει κατὰ τὸ σύνηθες. ὁ δὲ ἀκολουθῶν θεασάμε‐
10νος πάντα ἀνεχώρησε πρὸς τὸν οἶκον αὐτοῦ. τῇ δὲ ἐρχο‐ μένῃ νυκτὶ ἀναστὰς αὐτὸς πρῶτος ἀπῆλθε πρὸς τὴν μοι‐ χευσομένην γυναῖκα καὶ ὑλακτήσας ὥσπερ κυνάριον, ἐκείνη θαρροῦσα, ὅτι ὁ μοιχὸς αὐτῆς ἐστιν, ἔσβεσε τὴν λυχνίαν, ἵνα μή τις θεάσηται αὐτόν, καὶ ἤνοιξε τὴν θύραν· ὁ δὲ
15εἰσελθὼν συνεγένετο αὐτῇ. μετ’ ὀλίγον δὲ ἦλθε καὶ ὁ πρῶ‐ τος μοιχὸς αὐτῆς καὶ ὑλάκτει ἔξωθεν κατὰ τὸ εἰωθὸς ὥσπερ κυνάριον. ὁ δὲ ἔνδοθεν ἱστάμενος νοήσας τὸν ἔξωθεν
ὑλακτοῦντα ὥσπερ κυνάριον αὐτὸς σταθεὶς ἔσωθεν τῆς οἰ‐ κίας ὑλάκτει ἰσχυρᾷ τῇ φωνῇ ὡς μεγαλώτατος κύων. ὁ δὲ109 in vol. 1.2
20ἔξωθεν νοήσας, ὡς μείζων αὐτοῦ ὑπάρχει ὁ ἔνδοθεν, ἀνε‐ χώρησεν.

301

t

ΚΛΕΠΤΗΣ ΚΑΙ ΠΑΝΔΟΧΕΥΣ

301

.

1

κλέπτης κατέλυσεν ἔν τινι πανδοχείῳ. διέμενεν δὲ ἐκεῖ ἡμέρας τινὰς προσδοκῶν κλέψαι τι. ὡς δὲ οὐκ ἠδύνατο τοῦτο ποιῆσαι, μιᾷ τῶν ἡμερῶν ἰδὼν τὸν πανδοχέα ἐν‐ δυθέντα χιτῶνα ὡραῖον καὶ καινὸν—ἦν γὰρ ἑορτή—
5καὶ καθεζόμενον πρὸ τῆς πύλης τοῦ πανδοχείου καὶ οὐ‐ δένα ἄλλον τυχόντα ἐκεῖ, ἐπελθὼν καὶ ὁ κλέπτης ἐκάθισεν πλησίον τοῦ πανδοχέως καὶ ἤρξατο διηγεῖσθαι μετ’ αὐτοῦ. καὶ διηγούμενοι ὥραν ἱκανὴν ἐχασμήσατο ὁ κλέπτης καὶ ὁμοῦ μετὰ τὸ χασμᾶσθαι ὠρυᾶτο ὥσπερ λύκος. ὁ δὲ παν‐
10δοχεύς φησι πρὸς αὐτόν· „τί οὕτως ποιεῖς;“ καὶ ὁ κλέ‐ πτης ἀπεκρίθη· „νῦν ἀναγγελῶ σοι· ἀλλὰ δέομαί σου, ἵνα φυλάξῃς τὰ ἱμάτιά μου· ἐνταῦθα γὰρ καταλείψω. ἐγώ, κύ‐ ριέ μου, οὐκ οἶδα, πόθεν μοι ἐπέρχεται τὸ χασμᾶσθαι οὕτως, ἢ διὰ τὰς ἁμαρτίας μου ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκω—,
15ὅταν οὖν χασμηθῶ τρεῖς βολάς, γίνομαι λύκος ἐσθίων ἀν‐ θρώπους.“ καὶ ταῦτα εἰπὼν ἐχασμήσατο ἐκ δευτέρου καὶ πάλιν ὠρυᾶτο καθάπερ καὶ τὸ πρῶτον. ἀκούσας οὖν ταῦτα ὁ πανδοχεὺς καὶ πιστεύσας τοῦ κλέπτου ἐφοβήθη καὶ ἀναστὰς ἠβούλετο φυγεῖν. ὁ δὲ κλέπτης δραξάμενος αὐτὸν
20τοῦ χιτῶνος παρεκάλει αὐτὸν λέγων· „ἀνάμεινον, κύριέ μου, καὶ λαβὲ τὰ ἱμάτιά μου, ἵνα μὴ ἀπολέσω αὐτά.“ καὶ παρακαλῶν αὐτὸν ἀνοίξας τὸ στόμα ἤρξατο χασμᾶσθαι ἐκ
τρίτου. ὁ δὲ πανδοχεὺς φοβηθείς, μήπως φάγῃ αὐτόν, κατέλιπεν τὸν ἑαυτοῦ χιτῶνα καὶ εἰσελθὼν δρομαίως εἰς110 in vol. 1.2
25τὸ πανδοχεῖον κατησφαλίσατο εἰς τὸ ἐνδότερον. καὶ ὁ κλέ‐ πτης λαβὼν τὸν χιτῶνα ἀπῆλθεν. οὕτω πανθάνουσιν οἱ τὰ μὴ ἀληθῆ πιστεύοντες.

302

t

ΜΥΣ ΚΑΙ ΒΑΤΡΑΧΟΣ

302

.

1

ὅτε ἦν ὁμόφωνα τὰ ζῷα, μῦς βατράχῳ φιλιωθεὶς ἐκά‐ λεσεν αὐτὸν εἰς δεῖπνον καὶ ἀπήγαγεν αὐτὸν εἰς ταμιεῖον πλουσίου, ὅπου ἦν ἄρτος, τυρός, μέλι, ἰσχάδες καὶ ὅσα ἀγαθά, καί φησιν „ἔσθιε, βάτραχε, ἐξ ὧν βούλει.“ ὁ δὲ βά‐
5τραχος ἔλεγε· „ἐλθὼν οὖν καὶ σὺ πρὸς ἐμὲ ἐμπλήσθητι τῶν ἀγαθῶν μου. ἀλλ’ ἵνα μὴ ὄκνος σοι γένηται, προσαρτήσω τὸν πόδα σου τῷ ποδί μου.“ δήσας οὖν ὁ βάτραχος τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ ἥλατο εἰς τὴν λίμνην ἕλκων καὶ τὸν μῦν δέσμιον. ὁ δὲ πνιγόμενος ἔλεγεν· „ἐγὼ
10μὲν ὑπό σου νεκρωθήσομαι, ἐκδικήσομαι δὲ ὑπὸ ζῶντος.“ λούππης δὲ θεασάμενος τὸν μῦν πλέοντα καταπτὰς ἥρπα‐ σεν. ἐφέλκετο οὖν σὺν αὐτῷ καὶ ὁ βάτραχος καὶ οὕτως ἀμφοτέρους διεσπάραξεν. ὅτι ἡ τῶν φίλων πονηρὰ συμβουλὴ καὶ ἑαυτοῖς κίνδυ‐
15νος γίνεται.

303

t

ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΝΑΡΙΑ

303

.

1

γεωργός τις γηράσας ἐπ’ ἀγρῷ καὶ μηδέποτε εἰς πόλιν
εἰσελθὼν παρεκάλει τοὺς ἰδίους θεάσασθαι τὴν πόλιν. οἱ δὲ οἰκεῖοι αὐτοῦ ἔζευξαν ἅμαξαν καὶ ὀνάρια εἰπόντες· „ἔλαυνε μόνον καὶ αὐτά σε ἐνελθόντα καταστήσουσιν εἰς111 in vol. 1.2
5τὴν πόλιν.“ χειμῶνος δὲ γενομένου σκοτοειδοῦς κατὰ τὴν ὁδὸν τὰ ὀνάρια πλανηθέντα εἰσῆλθον εἴς τινα τόπον ἀπό‐ κρημνον. ὁ δὲ τὸν ἴδιον θεασάμενος κίνδυνον ἔφη· „ὦ Ζεῦ, τί σε ἠδίκησα, ὅτι οὕτως ἀπόλλυμαι καὶ ταῦτα οὐχ ὑπὸ ἵππων ἐντίμων οὐδὲ ὑπὸ ἡμιόνων γενναίων ἀλλ’ ὑπὸ
10ὀναρίων ἐλαχίστων;“ [ὅτι κρεῖττον ἀποθανεῖν εὐχρήστως ἢ ζῆν ἀτίμως.]

304

t

ΠΑΤΗΡ ΚΑΙ ΘΥΓΑΤΗΡ

304

.

1

ἀνήρ τις ἐρασθεὶς τῆς ἰδίας θυγατρὸς καὶ εἰς ἔρωτα τρωθεὶς ἀπέστειλεν εἰς ἀγρὸν τὴν γυναῖκα αὐτοῦ, τὴν δὲ θυγατέρα κρατηθεὶς ἐβιάσατο· ἡ δὲ ἔλεγε· „πάτερ, ἀνόσια πράττεις. ἤθελον μᾶλλον ἑκατὸν ἀνδράσι με παρασχεῖν
5ἢ σοί.“ [ὅτι κρεῖττον συγκοινωνεῖν θηρίοις, εἰ ἦν δυνατόν, ἢ
γονεῦσι τοῖς θέλουσι ἀποκτεῖναι.]112 in vol. 1.2

305

t

ΘΥΓΑΤΗΡ ΜΩΡΑ ΚΑΙ ΜΗΤΗΡ

305

.

1

γυνή τις εἶχε θυγατέρα παρθένον μωράν· πάντοτε οὖν ηὔχετο τῇ θεᾷ νοῦν αὐτῇ χαρίσασθαι. εὐχομένης δὲ αὐτῆς παρ‐ ρησίᾳ ἡ παρθένος ἤκουσε καὶ τὸν λόγον κατεῖχε. μεθ’ ἡμέρας δέ τινας σὺν τῇ μητρὶ εἰς ἀγρὸν ἐξελθοῦσα καὶ τῆς προαυλίου
5προκύψασα θύρας εἶδεν ὄνον θήλειαν ὑπ’ ἀνθρώπου βια‐ ζομένην καὶ προσελθοῦσα τῷ ἀνθρώπῳ εἶπε· „τί ποιεῖς, ἄν‐ θρωπε;“ ὁ δέ φησι· „νοῦν αὐτῇ ἐντίθημι.“ ἀναμνησθεῖσα δὲ ἡ μωρά, ὅτι καθ’ ἑκάστην ἡ μήτηρ νοῦν αὐτῇ ηὔχετο, παρεκάλει αὐτὸν λέγουσα· „ἔνθες, ἄνθρωπε, κἀμοὶ νοῦν. καὶ γὰρ ἡ μήτηρ
10μου πρὸς τοῦτο πολλά σοι εὐχαριστήσει.“ ὁ δὲ ὑπακούσας κατέλιπεν τὴν ὄνον καὶ διεπαρθένευσε τὴν κόρην φθείρας αὐτήν. ἡ δὲ διεφθαρμένη μετὰ περιχαρείας ἔρχεται πρὸς τὴν μητέρα αὐτῆς λέγουσα· „ἰδού, μῆτερ, κατὰ τὴν εὐχήν σου
νοῦν ἔλαβον.“ ἡ δὲ μήτηρ αὐτῆς φησιν· „εἰσήκουσάν μοι οἱ113 in vol. 1.2
15θεοὶ τῆς εὐχῆς.“ ἡ δὲ μωρὰ ἔφη· „ναί, μῆτερ.“ ἡ δέ φησιν· „καὶ ποίῳ τρόπῳ τοῦτο ἔγνως;“ ἡ δὲ μωρὰ ἔφη· „ἄνθρω‐ πός τις μακρὸν ποῖρον καὶ δύο στρογγύλα νευρώδη ἔθηκεν ἐν τῇ κοιλίᾳ μου ἔσω βαλὼν καὶ ἔξω ἐντρέχων [ἐνέβαλέ μοι] κἀγὼ ἡδέως εἶχον.“ ἡ δὲ μήτηρ ἀκούσασα καὶ ἰδοῦσα
20ἔφη· „ὦ τέκνον, ἀπώλεσας καὶ ὃν πρῶτον εἶχες νοῦν.“

306

t

ΝΑΥΤΗΣ ΚΑΙ ΥΙΟΣ

306

.

1

λέγεται γὰρ ὡς ναύτης τις εἶχεν υἱόν, ἠβουλήθη δὲ τὴν γραμματικὴν αὐτῷ ἐκπαιδεῦσαι· ὅθεν καὶ ἐν διδασκαλίῳ τοῦ‐ τον βαλὼν καὶ χρόνον ἱκανὸν ποιήσας ἐκεῖ τὴν γραμματικὴν εἰς ἄκρον διῆλθεν· εἶτα λέγει τῷ πατρὶ αὐτοῦ ὁ νέος· „πάτερ, ἰδοὺ
5τὴν γραμματικὴν πᾶσαν ἐν ἀκριβείᾳ διῆλθον· ἀλλ’ οὖν ἐ(θέλω) καὶ τὴν ῥητορικὴν διελθεῖν.“ ἤρεσεν οὖν τῷ πατρὶ (καὶ ἐν διδα)‐ σκαλίῳ πάλιν βαλὼν αὐτὸν ῥήτωρ (τέλειος ἐγένετο· παριουσῶν)
δὲ τῶν ἡμερῶν ἐν τῇ οἰκίᾳ μετὰ τῆ(ς μρς αὐτοῦ καὶ τοῦ πρς) συνήσθιον ἀλλήλοις καὶ διη(γεῖται ὁ νέος τῷ πρι καὶ τῇ μρι, ὡς)114 in vol. 1.2
10τῆς γραμματικῆς καὶ τῆς (ῥητορικῆς ἐστιν ἔμπειρος· ὁ δὲ πηρ) λέγει πρὸς τὸν υἱὸν αὐτοῦ· „περὶ τ(ῆς ῥητορικῆς ἀκήκοα, ὅτι κει‐) μήλιόν ἐστι πασῶν τῶν τεχνῶν (καθάπερ καὶ ὁ μακάριος) † ἀπτῄστος γράφει· (δὸς οὖν καὶ σὺ πεῖράν τινα τῆς τέχνησ“). ἀποκριθεὶς δὲ (ὁ νέος ἔφη· „ταύτην διανέμων τὴν ὄρνιν καθ’ ἃ)
15ἡ γραμματικὴ (κελεύει, δείξω ὑμῖν, ὅτι ὄντως ἡ γραμματικὴ) κρείττω(ν ἐστὶ τῶν ἄλλων τεχνῶν.“ τέμνων δὲ τὴν ὄρνιν ἔφη· „σοί,) περ, (τὴν κεφαλὴν δώσω, ὅτι κεφαλὴ εἶ τοῦ οἴκου καὶ πᾶσ‐) ιν (ἡμῖν ἐπιτάττεις. σοὶ δέ, μερ, τοὺς πόδας τούτους προσνέμω,) δ(ιότι πᾶσαν τὴν ἡμέραν διατρέχουσα διὰ τοῦ οἴκου πράγ‐)
20ματα (πολλὰ ἔχεις· ἄνευ δὲ τῶν ποδῶν περιγενέσθαι τούτου οὐ) δύνασαι. (τοῦτο δὲ τὸ σῶμα νεκρὸν ἐμοὶ λείπεται, ᾧ οὐδὲν) εὔκολόν (ἐστιν ἐν τῷ βίῳ, ἵνα καὶ ἀπολαύω τι τῆς πολλῆς διδα‐) χῆς.“ (καὶ τοῦτο εἰπὼν καταφαγεῖν ἤρξατο τὴν ὄρνιν. ὁ δὲ πηρ) (ὀργισθεὶς ἀφήρπασε τὴν ὄρνιν καὶ ἔφη δύο μέρη ποιήσας·)
25(„τὸ μὲν πρῶτον αὐτὸς διανεῖμαι τὴν ὄρνιν ταύτην οὐκ ἤθελον·) ἀλλ’ οὖν θέλω, ἵνα φάγω τὸ ἓν ἐγώ, τὸ δὲ ἕτερον ἡ σὴ μηρ. σὺ δὲ φάγε, ὅπερ πεποίηκας μετὰ τῆς ῥητορικῆς σου.“ οὕτω πανθάνουσιν οἱ μετὰ πανουργίας καὶ δολοπλό‐
κων λόγων ἐν τῷ βίῳ πορευόμενοι.115 in vol. 1.2

307

t

ΣΚΥΛΑΞ ΚΑΙ ΒΑΤΡΑΧΟΙ

307

.

1

(t)

μῦθος
1 σκύλαξ ὁδοιπόρου τινὸς ἀκολουθίας ἐκ τοῦ διηνεκῶς ὁδεῦ‐ σαι καὶ θερικοῦ καύματος ἀπαυδήσας δειελινὸς παρά τινι λίμνῃ ἐν τῇ δροσερᾷ βοτάνῃ κοιμησόμενος ἀνεκλίνθη. καὶ δὴ καὶ ὑπνώσαντος αὐτοῦ οἱ ἔγγιστα βάτραχοι κατ’ αὐτῶν
5εἰωθὸς ὁμοῦ πάντες ἐκόαξαν. ὁ δὲ διυπνισθεὶς δεινὸν μὲν τοῦτο ἐποίει, οἰόμενος δὲ ὡς, εἰ τῷ πελάγει ἔναγχος προσ‐ ελθὼν τοῖς βατράχοις ἐφυλακτήσειε, τούτους τε ἀποπαύσει τῆς κραυγῆς καὶ τοὐντεῦθεν ἀνετῶς κοιμήσεσθαι δυνηθείη, ὡς πολλάκις τοῦτο ποιήσας ὠφελήθη μηδέν, μετ’ ὀργῆς εἰπὼν
10ἀνεχώρησε· „ἀλλ’ ἔγωγε μωρότερος ἂν ὑμῶν εἴην, εἰ λάλους οὕτω καὶ ἀηδεῖς ὄντας τὴν φύσιν αὐτὸς εἰς τὸ ἀστικὸν καὶ φιλάνθρωπον διορθοῦν ἐπιχειροίην.“ ἐπιμύθιον. ὁ μῦθος ὅτι καὶ οὕτως οἱ ὑβριστικοὶ τῶν ἀνθρώπων, κἂν
15μυριάκις ἐπιθυμηθῶσιν, οὐ μέντοι τῶν πέλας λόγον ποι‐
οῦνται.116 in vol. 1.2