TLG 0095 001 :: HERMODORUS :: Testimonia et fragmenta HERMODORUS Phil., Platonicus Testimonia et fragmenta Source: Parente, M.I. (ed.), Senocrate–Ermodoro. Frammenti. Naples: Bibliopolis, 1982: 157–160. frr. 1–9 Citation: Fragment — (line) | ||
1 | Ἑρ|μ[όδ]ωρος Συρακόσιος ὁ καὶ πε|ρὶ α[ὐ]τοῦ γράψας καὶ τοὺς λό|γο̣υς ε̣ἰς Σικελίαν [μετ]αφέ|[ρω]ν̣. | |
2 | Hoc ne Hermodorus quidem faciebat, is qui Platonis libros solitus est divulgare, ex quo ‘λόγοισιν Ἑρμόδωροσ‘. | |
3 | Λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται: ὁ Ἑρμόδωρος, ἀκροατὴς γενόμενος Πλάτωνι, τοὺς ὑπ’ αὐτοῦ συντεθειμένους λόγους κομίζων εἰς Σικελίαν ἐπώλει. | |
4 | πρὸς τοῦτόν φησιν ὁ Ἑρμόδωρος ἀφικέσθαι Πλάτωνα καὶ τοὺς λοιποὺς φιλοσόφους μετὰ τὴν Σωκράτους τελευτήν, | |
δείσαντες τὴν ὠμότητα τῶν τυράννων. | 157 | |
5 | εἶτα γενόμενος ὀκτὼ καὶ εἴκοσιν ἐτῶν, καθά φησιν Ἑρμό‐ δωρος, εἰς Μέγαρα πρὸς Εὐκλείδην σὺν καὶ ἄλλοις τισὶ Σωκρατικοῖς ὑπεχώρησεν. | |
6 | Ἀπὸ δὲ τῶν Μάγων, ὧν ἄρξαι Ζωροάστρην τὸν Πέρσην, Ἑρμόδωρος μὲν ὁ Πλατωνικὸς ἐν τῷ Περὶ μαθημάτων φησὶν εἰς τὴν Τροίας ἅλωσιν ἔτη γεγονέναι πεντακισχίλια. | |
7 | ἐπειδὴ πολλαχοῦ μέμνηται τοῦ Πλάτωνος ὁ Ἀριστοτέλης ὡς τὴν ὕλην μέγα καὶ μικρὸν λέγοντος, ἰστέον ὅτι ὁ Πορ‐ φύριος ἱστορεῖ τὸν Δερκυλλίδην ἐν τῷ ιαʹ τῆς Πλάτωνος φιλοσοφίας, ἔνθα περὶ ὕλης ποιεῖται τὸν λόγον, Ἑρμοδώρου | |
5 | τοῦ Πλάτωνος ἑταίρου λέξιν παραγράφειν ἐκ τῆς περὶ Πλά‐ τωνος αὐτοῦ συγγραφῆς, ἐξ ἧς δηλοῦται ὅτι τὴν ὕλην ὁ Πλάτων κατὰ τὸ ἄπειρον καὶ ἀόριστον ὑποτιθέμενος ἀπ’ ἐκείνων αὐτὴν ἐδήλου τῶν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπι‐ δεχομένων, ὧν καὶ τὸ μέγα καὶ τὸ μικρόν ἐστιν. εἰπὼν | |
---|---|---|
10 | γὰρ ὅτι “τῶν ὄντων τὰ μὲν καθ’ αὑτὰ εἶναι λέγειν, ὡς ἄνθρωπον καὶ ἵππον, τὰ δὲ πρὸς ἕτερα, καὶ τούτων τὰ μὲν ὡς πρὸς ἐναντία, ὡς ἀγαθὸν κακῷ, τὰ δὲ ὡς πρός τι, καὶ τούτων τὰ μὲν ὡς ὡρισμένα, τὰ δὲ ὡς ἀόριστα” | |
15 | ἐπάγει· “καὶ τὰ μὲν ὡς μέγα πρὸς μικρὸν λεγόμενα πάντα ἔχειν τὸ μᾶλλον καὶ τὸ ἧττον· ἔστι 〈γὰρ〉 μᾶλλον εἶναι μεῖζον καὶ ἔλαττον εἰς ἄπειρον φερόμενα· ὡσαύτως δὲ καὶ πλατύ‐ τερον καὶ στενότερον καὶ βαρύτερον καὶ κουφότερον καὶ | |
20 | πάντα τὰ οὕτως λεγόμενα εἰς ἄπειρον οἰσθήσεται. τὰ δὲ | |
ὡς τὸ ἴσον καὶ τὸ μένον καὶ τὸ ἡρμοσμένον λεγόμενα οὐκ ἔχειν τὸ μᾶλλον καὶ τὸ ἧττον, τὰ δὲ ἐναντία τούτων ἔχειν. ἔστι γὰρ μᾶλλον ἄνισον ἀνίσου καὶ κινούμενον κινουμένου καὶ ἀνάρμοστον ἀναρμόστου, ὥστε αὐτῶν ἀμφοτέρων τῶν | 158 | |
25 | συζυγιῶν πάντα πλὴν τοῦ ἑνὸς στοιχείου τὸ μᾶλλον καὶ τὸ ἧττον δέδεκται. ὥστε ἄστατον καὶ ἄμορφον καὶ ἄπειρον καὶ οὐκ ὂν τὸ τοιοῦτον λέγεσθαι κατὰ ἀπόφασιν τοῦ ὄντος. τῷ τοιούτῳ δὲ οὐ προσήκειν οὔτε ἀρχῆς οὔτε οὐσίας, ἀλλ’ ἐν ἀκρισίᾳ τινὶ φέρεσθαι ...”. | |
8 | ὅτι δὲ ὡς πρώτην αὐτὴν ἀρχὴν οὐκ ἀξιοῖ λέγειν, ἐδήλωσεν Ἑρμόδωρος ὁ τοῦ Πλάτωνος ἑταῖρος ἐν τῷ περὶ Πλάτωνος βιβλίῳ τὰ δοκοῦντα τῷ Πλάτωνι ἔν τε τοῖς ἄλλοις καὶ περὶ τῆς ὕλης γράφων, ὡς ὁ Δερκυλλίδης ἱστόρησε. τὸ | |
5 | δὲ συμπέρασμα ἐγὼ τῶν εἰρημένων παραθήσομαι· “ὥστε ἄστατον καὶ ἄμορφον καὶ ἄπειρον καὶ οὐκ ὂν τὸ τοιοῦτον λέγεσθαι, κατὰ ἀπόφασιν τοῦ ὄντος. τῷ τοιούτῳ δὲ οὐ προσήκει οὔτε ἀρχῆς οὔτε οὐσίας. ἀλλ’ ἐν ἀκρισίᾳ τινὶ φέρεσθαι, δηλοῖ γὰρ ὡς ὃν τρόπον τὸ αἴτιον κυρίως καὶ | |
10 | διαφέρον τρόπῳ τὸ ποιοῦν ἐστιν, οὕτω καὶ ἀρχή. ἡ δὲ ὕλη οὐκ ἀρχή. ὃ καὶ τοῖς περὶ Πλάτωνα ἐλέγετο μία ὅτι εἴη ἀρχή.” | |
9* | ἅμως γέπως καὶ ὁ Ἑρμόδωρος ἄδικον ἀμφισβήτησιν ἀνα‐ | |
τελλομένην φησίν, οὔτε δικαίᾳ κρίσει οὔθ’ ὅπλοις τέλους τετυχυῖαν, παρ’ ἐκείνοις ἀδελφοῖς, ὧν ἕτερος μὲν ἀπὸ πατρὸς ἕτερος δὲ ἀπὸ μητρὸς προσεποίει τὴν εὐγένειαν. τελευταῖος | 159 | |
5 | δὲ ἅλις δηλοῖ, ὡς οὐκ ἀποδεχόμενος τὸν λόγον τὸν ταῖς ἀρεταῖς καὶ κακίαις τὴν εὐγένειαν καὶ τὴν τοῦ γένους ἀμαυρότητα διορίζοντα, ὅτι πέφυκε μὲν ἄνθρωπος ἐξ ἀνθρώ‐ που, τοὺς δ’ ὅμως διακρίνεσθαι. εἰ δὲ ἐξ ἀνθρώπων ἄνθρωποι φυόμενοι διὰ τοῦτο ἰσότιμοι καὶ ἐν τῷ αὐτῷ ἀριθμῷ κατα‐ | |
10 | λεκτέοι, οὐδ’ ὁ ἐξοχώτατος ἀρετῇ ἀπὸ τοῦ κακίστου καὶ ἀσελγεστάτου διαφέρων ἂν ἦν. τοῦτο γὰρ ἡ φύσις θαμὰ ἀποδοῦναι ἐπιθυμεῖ, θαμὰ δ’ ἐμποδίζεται ἀποτυγχάνουσα | |
τῆς ἀποτελειώσεως. | 160 |