TLG 0094 003 :: Pseudo–PLUTARCHUS :: Placita philosophorum (874d–911c) Placita philosophorum (874d–911c) Source: Mau, J. (ed.), Plutarchi moralia, vol. 5.2.1. Leipzig: Teubner, 1971: 50–153. Citation: Stephanus page — section — (line) | ||
874-885t | ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΑ Εʹ | |
874-885pin | ΤΟ Αʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ αʹ.Τί ἐστιν ἡ φύσις βʹ.Τίνι διαφέρει ἀρχὴ καὶ στοιχεῖα γʹ.Περὶ ἀρχῶν τί εἰσιν | |
5 | δʹ.Πῶς συνέστηκεν ὁ κόσμος εʹ.Εἰ ἓν τὸ πᾶν ϛʹ.Πόθεν ἔννοιαν θεοῦ ἔσχον οἱ ἄνθρωποι ζʹ.Τίς ὁ θεός ηʹ.Περὶ δαιμόνων καὶ ἡρώων | |
---|---|---|
10 | θʹ.Περὶ ὕλης ιʹ.Περὶ ἰδέας ιαʹ.Περὶ αἰτιῶν ιβʹ.Περὶ σωμάτων ιγʹ.Περὶ ἐλαχίστων | |
15 | ιδʹ.Περὶ σχημάτων ιεʹ.Περὶ χρωμάτων ιϛʹ.Περὶ τομῆς σωμάτων ιζʹ.Περὶ μίξεως καὶ κράσεως ιηʹ.Περὶ κενοῦ | |
20 | ιθʹ.Περὶ τόπου | |
κʹ.Περὶ χώρας καʹ.Περὶ χρόνου κβʹ.Περὶ οὐσίας χρόνου κγʹ.Περὶ κινήσεως | 50 | |
25 | κδʹ.Περὶ γενέσεως καὶ φθορᾶς κεʹ.Περὶ ἀνάγκης κϛʹ.Περὶ οὐσίας ἀνάγκης κζʹ.Περὶ εἱμαρμένης κηʹ.Περὶ οὐσίας εἱμαρμένης | |
30 | κθʹ.Περὶ τύχης λʹ.Περὶ φύσεως | |
874D | Μέλλοντες τὸν φυσικὸν παραδώσειν λόγον ἀναγκαῖον ἡγούμεθα εὐθὺς ἐν ἀρχαῖς διελέσθαι τὴν τῆς φιλοσοφίας πραγματείαν, ἵν’ εἰδῶμεν τί ἐστι καὶ πόστον μέρος αὐτῆς | |
874E | ἡ φυσικὴ διέξοδος. οἱ μὲν οὖν Στωικοὶ ἔφασαν τὴν μὲν σοφίαν εἶναι θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης, ἐπιτήδειον δ’ εἶναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτά‐ | |
5 | τας τρεῖς, φυσικὴν ἠθικὴν λογικήν· δι’ ἣν αἰτίαν καὶ τρι‐ μερής ἐστιν ἡ φιλοσοφία, ἧς τὸ μὲν φυσικὸν τὸ δ’ ἠθικὸν τὸ δὲ λογικόν· καὶ φυσικὸν μὲν ὅταν περὶ κόσμου ζητῶ‐ μεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, ὃ καὶ | |
874F | διαλεκτικὸν καλοῦσιν. Ἀριστοτέλης δὲ καὶ Θεόφραστος καὶ σχεδὸν πάντες οἱ Περιπατητικοὶ διείλοντο τὴν φιλο‐ σοφίαν οὕτως· ἀναγκαῖον τὸν τέλειον ἄνδρα καὶ θεωρητι‐ κὸν εἶναι τῶν ὄντων καὶ πρακτικὸν τῶν δεόντων· τοῦτο | |
5 | δ’ ἔξεστι καὶ ἐκ τούτων συνιδεῖν, οἷον· ζητεῖ τις εἰ ζῷον | |
ἢ μὴ ζῷον ὁ ἥλιος, [εἴπερ ὁρᾶται] τοῦτο δὲ ζητῶν θεωρη‐ τικός ἐστιν· οὐδὲ γάρ τι πλέον θεωρεῖται ἢ τὸ ὄν. ζητεῖται ὁμοίως εἰ ἄπειρος ὁ κόσμος ἐστὶ καὶ εἰ ἔξω τι τοῦ κόσμου | 51 | |
875A | ἔστι· ταῦτα γὰρ πάντα θεωρητικά. ζητεῖται πάλιν πῶς βιοτεύειν καὶ πῶς προΐστασθαι τέκνων προσήκει καὶ πῶς ἄρχειν καὶ πῶς νομοθετεῖν· ταῦτα γὰρ πάντα ἕνεκα τοῦ πρᾶξαι ζητεῖται· καὶ ἔστιν ὁ τοιοῦτος πρακτικὸς ἀνήρ. | |
4 | ||
5 | αʹ. Τί ἐστι φύσις Ἐπειδὴ πρόκειται ἡμῖν τὰ φυσικὰ θεωρῆσαι, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι, τί ποτ’ ἐστὶν ἡ φύσις· ἄτοπον γὰρ πει‐ ρᾶσθαι μὲν φυσιολογεῖν, ἀγνοεῖν δ’ αὐτὸ τοῦτο, τὴν τῆς | |
875B | φύσεως δύναμιν. ἔστιν οὖν κατὰ τὸν Ἀριστοτέλην φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός· πάντα γὰρ τὰ ὁρώμενα, ὅσα μήτε ὑπὸ τύχης μήτε ὑπ’ ἀνάγκης μήτ’ ἐστὶ θεῖα μήτε τοιαύτην αἰτίαν | |
5 | ἔχει, φυσικὰ λέγεται καὶ φύσιν ἔχει ἰδίαν· οἷον γῆ πῦρ ὕδωρ ἀὴρ φυτὰ ζῷα· ἔτι δὲ ταῦτα τὰ γινόμενα, ὄμβροι χάλαζαι κεραυνοὶ πρηστῆρες ἄνεμοι· ταῦτα γὰρ ἔχει ἀρχήν τινα· οὐ γὰρ ἐξ αἰῶνος ἕκαστον τούτων ἐστὶν ἀλλ’ ἀπό τινος ἀρχῆς γίνεται· καὶ ταῦτα μέντοι, οἷον ζῷα φυτά, | |
10 | ἀρχὴν γενέσεως ἔχει· ἐν δὴ τούτοις ἡ φύσις ἀρχὴ τὸ πρῶ‐ | |
875C | τόν ἐστι καὶ οὐ μόνον κινήσεως ἀλλὰ καὶ ἠρεμίας· ὅσα γὰρ ἀρχὴν κινήσεως ἔλαβε, ταῦτα δύναται λαβεῖν καὶ τελευτήν. διὰ τοῦτο οὖν ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας. | |
3 | βʹ. Τίνι διαφέρει ἀρχὴ καὶ στοιχεῖα | |
5 | Οἱ μὲν οὖν περὶ Ἀριστοτέλην καὶ Πλάτωνα διαφέρειν | |
ἡγοῦνται ἀρχὴν καὶ στοιχεῖα, Θαλῆς δ’ ὁ Μιλήσιος ταὐ‐ τὸν νομίζει ἀρχὴν καὶ στοιχεῖα. πλεῖστον δ’ ὅσον διαφέρει ἀλλήλων· τὰ μὲν γὰρ στοιχεῖά ἐστι σύνθετα, τὰς δ’ ἀρχάς φαμεν εἶναι οὔτε συνθέτους οὔτ’ ἀποτελέσματα· οἷον στοι‐ | 52 | |
875D | χεῖα μὲν καλοῦμεν γῆν ὕδωρ ἀέρα πῦρ· ἀρχὰς δὲ λέγομεν διὰ τοῦτο, ὅτι οὐκ ἔχει τι πρότερον ἐξ οὗ γεννᾶται, ἐπεὶ οὐκ ἔσται ἀρχὴ τοῦτο, ἀλλ’ ἐκεῖνο ἐξ οὗ γεγέννηται. τῆς δὲ γῆς καὶ τοῦ ὕδατος ἔστι τινὰ πρότερα ἐξ ὧν γέγονεν, ἡ | |
5 | ὕλη ἄμορφος οὖσα καὶ ἀειδής, καὶ τὸ εἶδος ὃ καλοῦμεν ἐντελέχειαν, καὶ ἡ στέρησις. ἁμαρτάνει οὖν ὁ Θαλῆς στοι‐ χεῖον καὶ ἀρχὴν λέγων τὸ ὕδωρ. | |
7 | γʹ. Περὶ τῶν ἀρχῶν τί εἰσιν Θαλῆς ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀπεφήνατο τὸ ὕδωρ. | |
875E | δοκεῖ δ’ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς φιλοσοφίας καὶ ἀπ’ αὐτοῦ ἡ Ἰωνικὴ αἵρεσις προσηγορεύθη· ἐγένοντο γὰρ πλεῖσται διαδοχαὶ φιλοσοφίας. φιλοσοφήσας δ’ ἐν Αἰγύπτῳ ἦλθεν εἰς Μίλητον πρεσβύτερος. [ὃς] ἐξ ὕδατος 〈γάρ〉 φησι | |
5 | πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι· στοχάζεται δ’ ἐκ τούτου πρῶτον, ὅτι πάντων τῶν ζῴων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὖσα· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται· τρίτον, ὅτι | |
875F | καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τὸ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος· διὰ τοῦτο καὶ Ὅμηρος (Ξ 246) ταύτην τὴν γνώμην ὑπο‐ τίθεται περὶ τοῦ ὕδατος | |
4 | ||
5 | ‘Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται.‘ Ἀναξίμανδρος δ’ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι· διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίνονται. λέγει | 53 |
10 | γοῦν διὰ τί ἄπειρόν ἐστιν· ἵνα μηδὲν ἐλλείπῃ ἡ γένεσις ἡ | |
876A | ὑφισταμένη. ἁμαρτάνει δ’ οὗτος μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν ἢ ὕδωρ ἢ γῆ ἢ ἄλλα τινὰ σώ‐ ματα. ἁμαρτάνει οὖν τὴν μὲν ὕλην ἀποφαινόμενος τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν· τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ | |
5 | ὕλη ἐστίν· οὐ δύναται δ’ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἂν μὴ τὸ ποιοῦν ὑποκέηται. Ἀναξιμένης δ’ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπ‐ εφήνατο· ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι, οἷον ‘ἡ ψυχή‘ φησίν ‘ἡ ἡμετέρα ἀὴρ | |
10 | οὖσα συγκρατεῖ ἡμᾶς, καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ | |
876B | ἀὴρ περιέχει·‘ λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ οὗτος ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα· ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων, ἐξ ἧς τὰ πάντα, ὑποστῆναι· | |
5 | ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι· οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἂν μὴ καὶ τὸ ποιοῦν ᾖ, τουτέστιν ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου καὶ τῆς ἄλλης ὕλης. Ἀναξαγόρας ὁ Κλαζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιο‐ | |
10 | μερείας ἀπεφήνατο· ἐδόκει γὰρ αὐτῷ ἀπορώτατον εἶναι, πῶς ἐκ τοῦ μὴ ὄντος δύναταί τι γίνεσθαι ἢ φθείρεσθαι | |
876C | εἰς τὸ μὴ ὄν· τροφὴν γοῦν προσφερόμεθα ἁπλῆν καὶ μονοειδῆ, οἷον τὸν ‘Δημήτριον ἄρτον 〈⏑–×〉‘, τὸ ὕδωρ πίνοντες· καὶ ἐκ ταύτης τῆς τροφῆς τρέφεται θρὶξ φλὲψ ἀρτηρία νεῦρα ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. τούτων οὖν γινο‐ | 54 |
5 | μένων ὁμολογητέον ἐστὶν ὅτι ἐν τῇ τροφῇ τῇ προσφερο‐ μένῃ πάντα ἐστὶ τὰ ὄντα καὶ ἐκ τῶν ὄντων πάντα αὔξεται καὶ ἐν ἐκείνῃ ἐστὶ τῇ τροφῇ μόρια αἵματος γεννητικὰ καὶ νεύρων καὶ ὀστέων καὶ τῶν ἄλλων· ἃ ἦν λόγῳ θεωρητὰ μόρια. οὐ γὰρ δεῖ πάντα ἐπὶ τὴν αἴσθησιν ἀνάγειν, ὅτι | |
876D | ἄρτος καὶ τὸ ὕδωρ ταῦτα κατασκευάζει, ἀλλ’ ἐν τούτοις ἔστι λόγῳ θεωρητὰ μόρια. ἀπὸ τοῦ οὖν ὅμοια τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεννωμένοις ὁμοιομερείας αὐτὰς ἐκάλεσε καὶ ἀρχὰς τῶν ὄντων ἀπεφήνατο· καὶ τὰς μὲν | |
5 | ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴτιον τὸν νοῦν τὸν τὰ πάντα διαταξάμενον. ἄρχεται δ’ οὕτως ‘ὁμοῦ πάντα χρή‐ ματα ἦν, νοῦς δ’ αὐτὰ διῄρ〈ηκ〉ε καὶ δι〈ακ〉εκόσμηκε‘ χρήματα λέγων τὰ πράγματα. ἀποδεκτέος οὖν ἐστιν, ὅτι τῇ ὕλῃ τὸν τεχνίτην προσέζευξεν. | |
10 | Ἀρχέλαος Ἀπολλοδώρου Ἀθηναῖος ἀέρα ἄπειρον καὶ 〈τὴν ...〉 τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν· τού‐ των δὲ τὸ μὲν εἶναι πῦρ τὸ δ’ ὕδωρ. | |
876E | Οὗτοι μὲν οὖν ἐφεξῆς ἀλλήλοις ταῖς διαδοχαῖς γενόμε‐ νοι τὴν λεχθεῖσαν Ἰωνικὴν συμπληροῦσι φιλοσοφίαν ἀπὸ Θάλητος. Πάλιν δ’ ἀπ’ ἄλλης ἀρχῆς Πυθαγόρας Μνησάρχου | |
5 | Σάμιος, ὁ πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι προσ‐ αγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας τὰς ἐν τούτοις, ἃς καὶ ἁρμονίας καλεῖ, τὰ δ’ ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα, καλούμενα δὲ γεωμετρικά· πάλιν δὲ | 55 |
876F | τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. σπεύ‐ δει δ’ αὐτῷ τῶν ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν, ὅπερ ἐστὶ νοῦς ὁ θεός, ἡ δ’ ἐπὶ τὸ παθητικόν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος. εἶναι δὲ τὴν | |
5 | φύσιν τοῦ ἀριθμοῦ δεκάδα· ‘μέχρι γὰρ τῶν δέκα πάντες Ἕλληνες, πάντες βάρβαροι ἀριθμοῦσιν, ἐφ’ ἃ ἐλθόντες πάλιν ἀναποδ〈ίζ〉ουσιν ἐπὶ τὴν μονάδα· καὶ τῶν δέκα πάλιν, φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέσσαρσι καὶ τῇ τετράδι· τὸ δ’ αἴτιον, εἴ τις ἀπὸ τῆς μονάδος [ἀναποδῶν] | |
10 | κατὰ πρόσθεσιν τιθείη τοὺς ἀριθμούς, ἄχρι τῶν τεσσάρων προελθὼν ἐκπληρώσει τὸν δέκα ἀριθμόν· ἐὰν δὲ ὑπερ‐ | |
877A | βάληται τὸν τῆς τετράδος, καὶ τῶν δέκα ὑπερεκπεσεῖται· οἷον εἴ τις θείη ἓν καὶ δύο προσθείη καὶ τρία καὶ τούτοις τέσσαρα, τὸν τῶν δέκα πληρώσει ἀριθμόν· ὥστε ὁ ἀριθμὸς κατὰ μὲν μονάδα ἐν τοῖς δέκα κατὰ δὲ δύναμιν ἐν τοῖς | |
5 | τέσσαρσι.‘ διὸ καὶ ἐφθέγγοντο οἱ Πυθαγόρειοι, ὡς μεγί‐ στου ὅρκου ὄντος τῆς τετράδος, | |
6 | ‘οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεος ῥίζωμά τ’ ἔχουσαν.‘ | |
8 | ‘καὶ ἡ ἡμετέρα ψυχή‘ φησίν ‘ἐκ τετράδος σύγκειται·‘ | |
10 | εἶναι γὰρ νοῦν ἐπιστήμην δόξαν αἴσθησιν, ἐξ ὧν πᾶσα τέχνη καὶ ἐπιστήμη καὶ αὐτοὶ λογικοί ἐσμεν. νοῦς μὲν | |
877B | οὖν ἡ μονάς ἐστιν· ὁ γὰρ νοῦς κατὰ μονάδα θεωρεῖται, οἷον πολλῶν ὄντων ἀνθρώπων οἱ μὲν ἐπὶ μέρους εἰσὶν | |
ἀναίσθητοι ἀπερίληπτοι καὶ ἄπειροι, ἀλλ’ αὐτὸ τοῦτο ἄνθρωπον ἕνα μόνον νοοῦμεν, ᾧ οὐδεὶς ἔτυχεν ὅμοιος· | 56 | |
5 | καὶ ἵππον ἕνα μόνον νοοῦμεν, οἱ δ’ ἐπὶ μέρους εἰσὶν ἄπει‐ ροι. τὰ γὰρ εἴδη ταῦτα πάντα καὶ γένη κατὰ μονάδας εἰσί· διὸ καὶ ἐπὶ ἑνὸς ἑκάστου αὐτῶν τοῦτον τὸν ὅρον ἀποδιδόν‐ τες λέγουσι ζῷον λογικὸν ἢ ζῷον χρεμετιστικόν [ῥητέον]. διὰ τοῦτο οὖν νοῦς ἡ μονάς, ᾧ ταῦτα νοοῦμεν, καὶ ἡ δυὰς | |
877C | δ’ ἡ ἀόριστος ἐπιστήμη, εἰκότως· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα πίστις ἐπιστήμης, πρὸς δὲ καὶ πᾶς συλλογισμὸς ἔκ τινων ὁμολογουμένων τὸ ἀμφισβητούμενον συνάγει καὶ ῥᾳδίως ἀποδείκνυται ἕτερον· ὧν ἡ ἐπιστήμη κατάληψίς | |
5 | ἐστι, διὸ εἴη ἂν δυάς. ἡ δὲ δόξα τριὰς ἐκ καταλήψεώς ἐστιν, εὐλόγως, ὅτι πολλῶν ἐστιν ἡ δόξα· ἡ δὲ τριὰς πλῆ‐ θος, ὡς ‘τρισμάκαρες Δαναοί‘ (ε 306). διὰ τοῦτο οὐκ ἐγ‐ κρίνει τὴν τριάδα 〈...〉. 〈ἡ δὲ τούτων αἵρεσις Ἰταλικὴ προσηγορεύθη διὰ τὸ τὸν Πυθαγόραν ἐν Ἰταλίᾳ σχολά‐ | |
10 | σαι· μετέστη γὰρ ἀπὸ Σάμου τῆς πατρίδος, τῇ Πολυκρά‐ τους τυραννίδι δυσαρεστήσασ〉. Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν ὅλων τὸ πῦρ· ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμέ‐ | |
15 | νου κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυ‐ μερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆν γίνεσθαι, | |
877D | ἔπειτ’ ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δ’ ἀέρα γίνεσθαι· πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα· | |
5 | τέλος δέ, ὅτι καὶ εἰς τοῦτο ἀναλύεται τὰ πάντα. Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος κατὰ Δημόκριτον φιλο‐ σοφήσας ἔφη τὰς ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεω‐ ρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀίδια, ἄφθαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε διαπλασμὸν ἐκ τῶν μερῶν | 57 |
877E | λαβεῖν οὔτ’ ἀλλοιωθῆναι· εἶναι δ’ αὐτὰ λόγῳ θεωρητά· ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχῆμα μέγε‐ | |
5 | θος βάρος. Δημόκριτος μὲν γὰρ ἔλεγε δύο, μέγεθός τε καὶ σχῆμα, ὁ δ’ Ἐπίκουρος τούτοις καὶ τρίτον, τὸ βάρος, ἐπέθηκεν· ‘ἀνάγκη γάρ‘ φησί ‘κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ· ἐπεὶ οὐ κινηθήσεται.‘ εἶναι δὲ τὰ | |
877F | σχήματα τῶν ἀτόμων 〈ἀ〉περίληπτα, οὐκ ἄπειρα· μὴ γὰρ εἶναι μήτ’ ἀγκιστροειδεῖς μήτε τριαινοειδεῖς μήτε κρικο‐ ειδεῖς· ταῦτα γὰρ τὰ σχήματα εὔθραυστά ἐστιν, αἱ δ’ ἄτο‐ μοι ἀπαθεῖς ἄθραυστοι· ἴδια δ’ ἔχειν σχήματα λόγῳ θεω‐ | |
5 | ρητά. καὶ εἴρηται ἄτομος, οὐχ ὅτι ἐστὶν ἐλαχίστη ἀλλ’ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ· ὥστε, ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει καὶ ἀπα‐ θῆ, ἀμέτοχον κενοῦ. ὅτι δὲ ἔστιν ἄτομος, σαφές· καὶ γὰρ ἔστι στοιχεῖα ἀεὶ ὄντα καὶ † ζῷα κενὰ † καὶ ἡ μονάς. | |
878A | Ἐμπεδοκλῆς Μέτωνος Ἀκραγαντῖνος τέτταρα μὲν λέγει στοιχεῖα, πῦρ ἀέρα ὕδωρ γῆν, δύο δ’ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος· ὧν ἡ μέν ἐστιν ἑνωτικὴ τὸ δὲ διαιρε‐ | |
τικόν. φησὶ δ’ οὕτως· | 58 | |
5 | ‘τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς αἰθὴρ Ἥρη τε φερέσβιος ἠδ’ Ἀιδωνεύς, Νῆστίς θ’, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.‘ | |
7 | Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥρην τε φερέσβιον τὸν ἀέρα, τὴν δὲ γῆν τὸν Ἀιδωνέα, Νῆστιν δὲ | |
10 | καὶ κρούνωμα βρότειον οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ. | |
878B | Σωκράτης Σωφρονίσκου Ἀθηναῖος καὶ Πλάτων Ἀρίστω‐ νος Ἀθηναῖος (αἱ γὰρ αὐταὶ περὶ παντὸς ἑκατέρου δόξαι) τρεῖς ἀρχάς, τὸν θεὸν τὴν ὕλην τὴν ἰδέαν. ἔστι δὲ ὁ θεὸς ὁ νοῦς 〈τοῦ κόσμου〉, ὕλη δὲ τὸ ὑποκείμενον πρῶτον γενέ‐ | |
5 | σει καὶ φθορᾷ, ἰδέα δ’ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ. [ὁ δὲ θεὸς νοῦς ἐστι τοῦ κόσμου.] Ἀριστοτέλης δὲ Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν ἐντελέχειαν ἤτοι εἶδος ὕλην στέρησιν· στοιχεῖα δὲ τέτταρα, | |
10 | πέμπτον δέ τι σῶμα αἰθέριον ἀμετάβλητον. Ζήνων Μνασέου Κιτιεὺς ἀρχὰς μὲν τὸν θεὸν καὶ τὴν | |
878C | ὕλην, ὧν ὁ μέν ἐστι τοῦ ποιεῖν αἴτιος ἡ δὲ τοῦ πάσχειν, στοιχεῖα δὲ τέτταρα. [...] | |
2 | δʹ. Πῶς συνέστηκεν ὁ κόσμος Ὁ τοίνυν κόσμος συνέστη περικεκλασμένῳ σχήματι | |
5 | ἐσχηματισμένος τὸν τρόπον τοῦτον. τῶν ἀτόμων σωμάτων | |
ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε | 59 | |
878D | καὶ τάχιστα κινουμένων εἰς τὸ αὐτό, πολλὰ σώματα συν‐ ηθροίσθη, [καὶ] διὰ τοῦτο ποικιλίαν ἔχοντα καὶ σχημάτων καὶ μεγεθῶν. ἀθροιζομένων δ’ ἐν ταὐτῷ τούτων, τὰ μέν, ὅσα μείζονα ἦν καὶ βαρύτατα, πάντως ὑπεκάθιζεν· ὅσα δὲ | |
5 | μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐόλισθα, ταῦτα καὶ ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων εἴς τε τὸ μετέωρον ἀνεφέρετο. ὡς δ’ οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δ’ ἦγεν ἡ πληγὴ πρὸς τὸ μετέωρον, ἐκωλύετο δὲ ταῦτα κάτω φέρεσθαι, ἐπιέζετο | |
878E | πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι· οὗτοι δ’ ἦσαν οἱ πέριξ, καὶ πρὸς τούτοις τὸ πλῆθος τῶν σωμά‐ των περιεκλᾶτο, περιπλεκόμενα δ’ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησεν· τῆς δ’ αὐτῆς ἐχόμεναι | |
5 | φύσεως 〈αἱ〉 ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι τὴν τῶν ἀστέρων φύσιν ἀπετέ‐ λουν· τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἔπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε· πνευματούμενος δ’ οὗτος κατὰ τὴν κίνησιν καὶ συμπεριλαμβάνων τὰ ἄστρα | |
878F | συμπεριῆγε ταῦτα καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγεννήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων οὐρανὸς πῦρ ἀήρ. πολ‐ λῆς δ’ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ, πυκνουμένης τε | |
5 | ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας, προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα· ῥευστι‐ κῶς δ’ αὕτη διακειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαί τε καὶ στέξαι, ἢ καθ’ | |
10 | αὑτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλανε τοὺς ὑποκειμένους τό‐ πους. τὰ μὲν οὖν κυριώτατα μέρη τοῦ κόσμου τὸν τρόπον | |
τοῦτον ἐγεννήθη. | 60 | |
879A | εʹ. Εἰ ἓν τὸ πᾶν Οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν. Ἐμπεδοκλῆς δὲ κόσμον μὲν ἕνα, οὐ μέντοι τὸ πᾶν εἶναι | |
5 | τὸν κόσμον ἀλλ’ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοι‐ πὸν ἀργὴν ὕλην. Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν· ἐκ τοῦ μὴ εἶναι τέλειον, ἐὰν μὴ πάντα περιέχῃ· ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, | |
10 | ἐὰν μὴ μονογενὴς ᾖ· ἐκ τοῦ μὴ ἔσεσθαι αὐτὸν ἄφθαρτον, ἐὰν ᾖ τι ἐξωτέρω αὐτοῦ. πρὸς δὴ τὸν Πλάτωνα ῥητέον, | |
879B | ὅτι οὐ τέλειος ὁ κόσμος· οὐδὲ γὰρ 〈εἰ〉 πάντα περιέχει· καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλ’ οὐ πάντα περιέχει· καὶ πολλὰ παραδείγματα ἔστιν, ὥσπερ ἐπ’ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζῳγραφιῶν. πῶς δὲ τέλειος, εἴπερ ἔξω‐ | |
5 | θέν τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δ’ οὐκ ἔστιν οὐδὲ δύναται εἶναι γενητὸς ὤν. Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γεννηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δ’ ἄπειροι κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια | |
10 | εἶναι· εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, τὰ δ’ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους | |
879C | εἶναι. ὅπου γὰρ † τὰ πάντα γέγονεν αἴτια †, ἐκεῖ καὶ τὰ ἀποτελέσματα· αἴτια δ’ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα. | |
2 | ϛʹ. Πόθεν ἔννοιαν ἔσχον θεῶν ἄνθρωποι Ὁρίζονται δὲ τὴν τοῦ θείου οὐσίαν οἱ Στωικοὶ οὕτως· | |
5 | πνεῦμα νοερὸν καὶ πυρῶδες οὐκ ἔχον μὲν μορφήν, μετα‐ βάλλον δ’ εἰς ἃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. ἔσχον δ’ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσλαμβάνοντες· οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημι‐ | 61 |
879D | ουργούσης. καλὸς δ’ ὁ κόσμος· δῆλον δ’ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον τῶν ἀστέρων ποικιλίας. σφαιροειδὴς γὰρ ὁ κόσμος, ὃ πάντων τῶν σχημάτων πρωτεύει· μόνον γὰρ τοῦτο τοῖς | |
5 | ἑαυτοῦ μέρεσιν ὁμοιοῦται· περιφερὴς δ’ ὢν ἔχει τὰ μέρη περιφερῆ· διὰ τοῦτο γὰρ κατὰ τὸν Πλάτωνα ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε νοῦς. καὶ τὸ χρῶμα δὲ καλόν· κυανώσει γὰρ κέχρωσται, ὃ πορφύρας μέν ἐστι μελάντε‐ ρον στίλβουσαν δ’ ἔχει τὴν ποιότητα· καὶ διὰ ταύτην τὴν | |
10 | αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτον τηλικαύτην ἀέρος | |
879E | σύστασιν ἐκ τοσούτων διαστημάτων θεωρεῖται. καὶ ἐκ τοῦ μεγέθους καλός· πάντων γὰρ τῶν ὁμογενῶν τὸ ὑπερ‐ έχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ ταῦτα τὰ φαινόμενα· ὁ μὲν γὰρ λοξὸς κύκλος | |
5 | ἐν οὐρανῷ διαφόροις εἰδώλοις πεποίκιλται· | |
5 | ‘τῷ δ’ ἔνι καρκίνος ἐστί, λέων δ’ ἐπὶ τῷ, μετὰ δ’ αὐτὸν παρθένος, ἠδ’ ἐπί οἱ χηλαὶ καὶ [ἐπ’ αὐτῷ] σκορπίος αὐτὸς τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δ’ αἰγοκερῆι ὑδροχόος· δύο δ’ αὐτὸν ἐπ’ ἰχθύες ἀστερόεντες· | |
10 | τοὺς δὲ μέτα κριός, ταῦρος δ’ ἐπὶ τῷ δίδυμοί τε.‘ | |
10 | ||
879F | μυρία δ’ ἄλλα καθ’ ὁμοίας τοῦ κόσμου περικλάσεις πε‐ | |
ποίηκεν· ὅθεν καὶ Εὐριπίδης φησί ‘τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας, χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ.‘ | 62 | |
4 | ||
5 | ἐλάβομεν δ’ ἐκ τούτου ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους καὶ κατὰ χρόνους τοὺς αὐτούς. διόπερ οἱ τὸν περὶ τῶν θεῶν παραδόντες σεβασμὸν διὰ | |
10 | τριῶν ἐξέθηκαν ἡμῖν εἰδῶν, πρῶτον μὲν τοῦ φυσικοῦ, | |
880A | δεύτερον δὲ τοῦ μυθικοῦ, τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος [διοικεῖσθαι]. διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφ’ ἑκάστης ἀεὶ πόλεως συνίσταται. | |
5 | διαιρεῖται δ’ ἡ πᾶσα διδαχὴ εἰς εἴδη ἑπτά· καὶ πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων καὶ μετεώρων· θεοῦ γὰρ ἔννοιαν ἔσχον ἀπὸ τῶν φαινομένων ἀστέρων, ὁρῶντες τούτους μεγάλης συμφωνίας ὄντας αἰτίους καὶ τεταγμένους ἡμέραν τε καὶ νύκτα καὶ χειμῶνα καὶ θέρος, ἀνατολάς τε καὶ | |
880B | δυσμάς, καὶ τὰ ὑπὸ τῆς γῆς ζῳογονούμενα καὶ καρπογονού‐ μενα. διὸ πατὴρ μὲν ἔδοξεν αὐτοῖς οὐρανὸς ὑπάρχειν, μή‐ τηρ δὲ γῆ· τούτων δ’ ὁ μὲν πατὴρ διὰ τὸ τὰς τῶν ὑδάτων ἐκχύσεις σπερμάτων ἔχειν τάξιν, ἡ δὲ γῆ μήτηρ διὰ τὸ | |
5 | δέχεσθαι ταῦτα καὶ τίκτειν· βλέποντες δὲ τοὺς ἀστέρας ἀεὶ θέοντας αἰτίους τε τοῦ θεωρεῖν ἡμᾶς ἥλιον καὶ σελήνην θεοὺς προσηγόρευσαν. εἰς δεύτερον δὲ καὶ τρίτον τόπον τοὺς θεοὺς διεῖλον, εἴς τε τὸ βλάπτον καὶ τὸ ὠφελοῦν· καὶ | |
880C | τοὺς μὲν ὠφελοῦντας Δία Ἥραν Ἑρμῆν Δήμητραν· τοὺς | |
δὲ βλάπτοντας Ποινὰς Ἐρινύας Ἄρην, τούτους ἀφοσιού‐ μενοι χαλεποὺς ὄντας καὶ βιαίους. τέταρτον καὶ πέμπτον προστεθείκασι τοῖς πράγμασι καὶ τοῖς πάθεσι, καθάπερ | 63 | |
5 | Ἔρωτα Ἀφροδίτην Πόθον, πραγμάτων δ’ Ἐλπίδα Δίκην Εὐνομίαν. ἕκτον δὲ τόπον προσέλαβε τὸ ὑπὸ τῶν ποιητῶν πεπλασμένον· Ἡσίοδος γὰρ βουλόμενος τοῖς γενητοῖς θεοὺς πατέρας συστῆσαι εἰσήγαγε τοιούτους αὐτοῖς γεν‐ νήτορας (Theog. 134)· | |
9 | ||
10 | ‘Κοῖόν τε Κρεῖόν θ’ Ὑπερίονά τ’ Ἰαπετόν τε‘· | |
10 | διὰ τοῦτο καὶ μυθικὸν κέκληται. ἕβδομον δὲ καὶ ἐπὶ πᾶσι τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον εὐεργεσίας ἐκτετιμημένον ἀνθρώπινον δὲ γεννηθέν, ὡς Ἡρακλέα ὡς Διοσκόρους ὡς | |
880D | Διόνυσον. ἀνθρωποειδεῖς δ’ αὐτοὺς ἔφασαν εἶναι, διότι τῶν μὲν ἁπάντων τὸ θεῖον κυριώτατον, τῶν δὲ ζῴων ἄν‐ θρωπος κάλλιστον καί, 〈κε〉κοσμημένον ἀρετῇ διαφόρως κατὰ τὴν τοῦ νοῦ σύστασιν, τὸ κράτιστον. τοῖς οὖν ἀρι‐ | |
5 | στεύουσι τὸ κράτιστον ὁμοίως καὶ 〈κάλλιστον ἐπιτιθέναι〉 καλῶς ἔχειν διενοήθησαν. | |
6 | ζʹ. Τίς ὁ θεός Ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου | |
10 | φασὶ μὴ εἶναι θεούς· τὸν δ’ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυ‐ ρηναῖος αἰνίττεται ἐν τοῖς Ἰάμβοις γράφων (fr. 191, 9 Pf.)· | |
11 | ||
880E | ‘εἰς τὸ πρὸ τείχευς ἱερὸν ἁλέες δεῦτε, οὗ τὸν πάλαι Παγχαῖον ὁ πλάσας Ζᾶνα | |
γέρων ἀλαζὼν ἄδικα βιβλία ψήχει‘, ταῦτ’ ἔστι τὰ περὶ τοῦ μὴ εἶναι θεούς. καὶ Εὐριπίδης δ’ ὁ | 64 | |
5 | τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοι‐ κὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτῃ τῇ γνώμῃ· | |
8 | ‘ἦν‘ γάρ ‘χρόνοσ‘ φησίν ‘ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος | |
10 | καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτησ‘· | |
10 | ||
880F | ἔπειτα φησὶ τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῇ· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἐδύνατο κρύφα δ’ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς δεῖ ‘ψευδεῖ λόγῳ τυφλῶσαι τὴν ἀλήθειαν‘ καὶ πεῖσαι | |
5 | τοὺς ἀνθρώπους | |
5 | ‘ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ, ὃς ταῦτ’ ἀκούει καὶ βλέπει φρονεῖ τ’ ἄγαν‘· | |
7 | ἀναιρείσθω γάρ, φησίν, ὁ ποιητικὸς λῆρος σὺν Καλλιμάχῳ τῷ λέγοντι (fr. 586 Pf.)· | |
9 | ||
10 | ‘εἰ θεὸν οἶσθα, ἴσθ’ ὅτι καὶ ῥέξαι δαίμονι πᾶν δυνατόν‘. | |
11 | οὐδὲ γὰρ ὁ θεὸς δύναται πᾶν ποιεῖν· ἐπεί τοί γε, εἰ θεὸς | |
881A | ἔστι, ποιείτω τὴν χιόνα μέλαιναν τὸ δὲ πῦρ ψυχρὸν τὸν δὲ καθήμενον ὀρθὸν καὶ τὸ ἐναντίον. καὶ γὰρ Πλάτων ὁ μεγαλόφωνος εἰπών ‘ὁ θεὸς ἔπλασε τὸν κόσμον πρὸς ἑαυ‐ τὸν ὑπόδειγμα‘ ὄζει λήρου βεκκεσελήνου κατά γε τοὺς | |
5 | τῆς ἀρχαίας κωμῳδίας ποιητάς· πῶς γὰρ αὑτῷ ἀτενίζων ἔπλασεν; ἢ πῶς σφαιροειδῆ τὸν θεόν, ὄντα ταπεινότερον ἀνθρώπου; ὁ δ’ Ἀναξαγόρας φησὶν ὡς ‘εἱστήκει κατ’ | |
ἀρχὰς τὰ σώματα, νοῦς 〈δὲ〉 αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν.‘ ὁ δὲ Πλάτων οὐχ ἑστηκότα | 65 | |
10 | ὑπέθετο τὰ πρῶτα σώματα, ἀτάκτως δὲ κινούμενα· ‘διὸ καὶ ὁ θεός, φησίν, ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελ‐ | |
881B | τίων, διεκόσμησε ταῦτα.‘ κοινῶς οὖν ἁμαρτάνουσιν ἀμφό‐ τεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρω‐ πίνων ἢ καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον συμπεπληρωμένον | |
5 | τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων· κακο‐ δαίμων δ’ ἂν εἴη ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν. καὶ πάλιν | |
881C | ὁ θεὸς ὃν λέγουσιν ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτ’ ἦν ἀκίνητα τὰ σώματα ἢ ἀτάκτως ἐκινεῖτο, ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέτερον τούτων. καὶ οὔτε τὸ πρῶτον ἔστι δέξασθαι, ὁ γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον, εἰ γὰρ | |
5 | ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει· αἰώνιος γὰρ ὕπνος ὁ θάνατός ἐστιν· ἀλλ’ οὐδὲ δεκτικὸς ὕπνου θεός, τὸ γὰρ ἀθάνατον τοῦ θεοῦ καὶ τὸ ἐγγὺς θανάτου πολὺ κεχώρι‐ σται. εἰ δ’ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλειπεν εἰς εὐδαι‐ μονίαν ἢ ἐπεπλήρωτο ἐν μακαριότητι· καὶ οὔτε κατὰ τὸ | |
10 | πρῶτον μακάριός ἐστιν ὁ θεός, τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαι‐ μονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον, μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ | |
881D | ὁ θεὸς ἔστι καὶ τῇ τούτου φροντίδι τὰ κατ’ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ τὸ δ’ ἀστεῖον τἀναν‐ τία πάσχει; Ἀγαμέμνων τε γάρ (Hom. Γ 179), | |
3 | ||
‘ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητήσ‘, | 66 | |
5 | ὑπὸ μοιχοῦ καὶ μοιχάδος ἡττηθεὶς ἐδολοφονήθη· καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας ὑπὸ Δηιανείρας φαρμα‐ κευθεὶς ἐδολοφονήθη. Θαλῆς νοῦν τοῦ κόσμου θεόν. | |
10 | Ἀναξίμανδρος τοὺς ἀστέρας οὐρανίους θεούς. Δημόκριτος νοῦν τὸν θεόν, ἐμπυροειδῆ τὴν τοῦ κόσμου ψυχήν. | |
881E | Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγα‐ θόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δ’ ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος. [ἔστι δὲ καὶ ὁρατὸς ὁ κόσμος.] | |
5 | Σωκράτης καὶ Πλάτων τὸ ἕν, τὸ μονοφυὲς καὶ αὐτοφυές, τὸ μοναδικόν, τὸ ὄντως ἀγαθόν· πάντα δὲ τ〈ὰ τοι〉αῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει· νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τουτέστι τὸ ἀμιγὲς πάσης ὕλης μηδενὶ παθητῷ συμπεπλεγμένον. | |
10 | Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χωριστὸν | |
881F | ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ’ αὐτοῦ καλούμενον· διῃρημένου δὲ | |
τούτου κατὰ σφαίρας, τῇ μὲν φύσει συναφεῖς τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον | 67 | |
5 | εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος αἴτιος τῆς κινήσεως κατ’ ἐνέργειαν. Οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, ἐμπεριειληφὸς πάντας | |
10 | τοὺς σπερματικοὺς λόγους, καθ’ οὓς ἕκαστα καθ’ εἱμαρ‐ | |
882A | μένην γίνεται· καὶ πνεῦμα μὲν διῆκον δι’ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον † δι’ ὅλης τῆς ὕλης δι’ ἧς κεχωρήκει παραλλάξεις †· θεὸν δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τόν τ’ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι. | |
5 | Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν πάντας τοὺς θεούς, λόγῳ δὲ πάντας τούτους θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δ’ αὐτὸς ἄλλως τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ ἄπει‐ ρον τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ | |
10 | στοιχεῖα. | |
10 | ||
882B | ηʹ. Περὶ δαιμόνων καὶ ἡρώων Παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον. Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωικοὶ δαίμονας ὑπάρ‐ | |
5 | χειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων, καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθὰς κακοὺς δὲ τὰς φαύλας. | |
Ἐπίκουρος δ’ οὐδὲν τούτων ἐγκρίνει. θʹ. Περὶ ὕλης | 68 | |
882C | Ὕλη ἐστὶ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς. Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου καὶ οἱ Στωικοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλης | |
5 | τὴν ὕλην. Οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον. Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ ἄμορ‐ φον ἀνείδεον ἀσχημάτιστον ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ | |
10 | φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. Οἱ δ’ ὕδωρ λέγοντες ἢ γῆν ἢ πῦρ ἢ ἀέρα τὴν ὕλην οὐκ‐ έτι ἄμορφον αὐτὴν λέγουσιν ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον. | |
14 | ||
882D | ιʹ. Περὶ ἰδέας Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αὐτὴ μὲν μὴ ὑφεστῶσα καθ’ αὑτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γινομένη τῆς τούτων δείξεως. | |
5 | Σωκράτης καὶ Πλάτων χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνει, ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας. Ἀριστοτέλης δ’ εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχω‐ ρισμένας τῆς ὕλης, † ὃ ἐξ ὧν γεγονὸς τὸ ὑπὸ τοῦ θεοῦ †. | |
882E | Οἱ ἀπὸ Ζήνωνος Στωικοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας | |
ἔφασαν. ιαʹ. Περὶ αἰτίων Αἴτιόν ἐστι 〈δι’ ὃ〉 τὸ ἀποτέλεσμα ἢ δι’ ὃ συμβαίνει τι. | 69 | |
5 | Πλάτων τριχῶς τὸ αἴτιον· φησὶ γὰρ ὑφ’ οὗ ἐξ οὗ πρὸς ὅ· κυριώτερον δ’ ἡγεῖται τὸ ὑφ’ οὗ· τοῦτο δ’ ἦν τὸ ποιοῦν, ὅ ἐστι νοῦς. Πυθαγόρας Ἀριστοτέλης τὰ μὲν πρῶτα αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς | |
10 | ὑποστάσεως· ὥστ’ εἶναι τὸν κόσμον σῶμα. | |
882F | Οἱ Στωικοὶ πάντα τὰ αἴτια σωματικά· πνεύματα γάρ. | |
1 | ιβʹ. Περὶ σωμάτων Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει· ἢ ὄγκος ἀντίτυπος ὅσον ἐφ’ ἑαυτῷ· ἢ τὸ κατέχον τόπον. | |
5 | Πλάτων [ὃ] μήτε βαρὺ μήτε κοῦφον εἶναί τι φύσει ἔν γε τῷ οἰκείῳ τόπῳ ὑπάρχον· ἐν δέ γε τῷ ἀλλοτρίῳ γενό‐ | |
883A | μενον τότε νεῦσιν ἴσχειν, ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα. Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν ἁπλῶς, κου‐ φότατον δὲ τὸ πῦρ· ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτ’ ἄλλως. | |
5 | Οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα, δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν· κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου, βαρὺ δὲ τὸ εἰς μέσον. [βαρὺ δ’ οὐκ ἔστι τὸ μέσον.] Ἐπίκουρος δ’ † ἀπερίληπτα εἶναι τὰ σώματα καὶ τὰ | |
10 | πρῶτα δ’ ἁπλᾶ †, τὰ δ’ ἐξ ἐκείνων συγκρίματα πάντα | |
βάρος ἔχειν· κινεῖσθαι δὲ τὰ ἄτομα ποτὲ μὲν κατὰ | 70 | |
883B | στάθμην ποτὲ δὲ κατὰ παρέγκλισιν, τὰ δ’ ἄνω κινού‐ μενα κατὰ πληγήν, κατὰ παλμόν. | |
2 | ιγʹ. Περὶ ἐλαχίστων Ἐμπεδοκλῆς πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα | |
5 | ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὶν στοιχείων, ὁμοιομερῆ [ὅ ἐστι στρογγύλα]. Ἡράκλειτος ψηγμάτιά τινα ἐλάχιστα καὶ ἀμερῆ εἰσάγει. | |
7 | ιδʹ. Περὶ σχημάτων Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος. | |
10 | Οἱ ἀπὸ Πυθαγόρου σφαιρικὰ τὰ σώματα τῶν τεττάρων | |
883C | στοιχείων, μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές. | |
1 | ιεʹ. Περὶ χρωμάτων Χρῶμά ἐστι ποιότης σώματος ὁρατή. Οἱ Πυθαγορικοὶ χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ | |
5 | σώματος. Ἐμπεδοκλῆς τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. Πλάτων φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν. Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχημα‐ | |
10 | τισμοὺς τῆς ὕλης. Οἱ ἀπὸ Πυθαγόρου τὰ γένη τῶν χρωμάτων λευκόν τε | |
883D | καὶ μέλαν, ἐρυθρόν, ὠχρόν· τὰς δὲ διαφορὰς τῶν χρωμά‐ των παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων· τὰς δὲ τῶν | |
ζῴων καὶ παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων. ιϛʹ. Περὶ τομῆς σωμάτων | 71 | |
5 | Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ 〈τὰ〉 σώματα καὶ τμητὰ εἰς ἄπειρον. Οἱ τὰς ἀτόμους 〈εἰσάγοντεσ〉 περὶ τὰ ἀμερῆ ἵστασθαι καὶ μὴ εἰς ἄπειρον εἶναι τὴν τομήν. Ἀριστοτέλης δυνάμει μὲν εἰς ἄπειρον ἐντελεχείᾳ δ’ | |
10 | οὐδαμῶς. | |
10 | ιζʹ. Περὶ μίξεως καὶ κράσεως | |
883E | Οἱ μὲν ἀρχαῖοι τὰς τῶν στοχείων μίξεις κατ’ ἀλλοίωσιν. Οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν. Ἐμπεδοκλῆς δ’ ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγ‐ κρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων. | |
5 | Πλάτων τὰ μὲν τρία σώματα (οὐ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζειν) τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ, τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον. | |
7 | ιηʹ. Περὶ κενοῦ Οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες μέχρι Πλάτωνος τὸ | |
883F | κενὸν ἀπέγνωσαν. | |
1 | Ἐμπεδοκλῆς· ‘οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν.‘ | |
3 | Λεύκιππος Δημόκριτος Δημήτριος Μητρόδωρος Ἐπί‐ | |
5 | κουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπει‐ | |
ρον τῷ μεγέθει. Οἱ Στωικοὶ ἐντὸς μὲν τοῦ κόσμου οὐδὲν εἶναι κενὸν ἔξωθεν δ’ αὐτοῦ ἄπειρον. Ἀριστοτέλης τοσοῦτον εἶναι τὸ κενὸν ἐκτὸς τοῦ κόσμου, | 72 | |
10 | ὥστ’ ἀναπνεῖν τὸν οὐρανόν· εἶναι γὰρ αὐτὸν πύρινον. | |
10 | ||
884A | ιθʹ. Περὶ τόπου Πλάτων τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μετα‐ φορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν. Ἀριστοτέλης τὸ ἔσχατον τοῦ περιέχοντος συνάπτον τῷ | |
5 | περιεχομένῳ. | |
5 | κʹ. Περὶ χώρας Οἱ Στωικοὶ καὶ Ἐπίκουρος διαφέρειν κενὸν τόπον χώ‐ ραν· καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον | |
884B | τὸ ἐχόμενον ὑπὸ σώματος· τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης. | |
2 | καʹ. Περὶ χρόνου Πυθαγόρας τὸν χρόνον τὴν σφαῖραν τοῦ περιέχοντος εἶναι. | |
5 | Πλάτων αἰῶνος εἰκόνα κινητὴν ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως. Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν. | |
7 | κβʹ. Περὶ οὐσίας χρόνου Πλάτων οὐσίαν χρόνου τὴν τοῦ οὐρανοῦ κίνησιν. | |
10 | Οἱ πλείους τῶν Στωικῶν αὐτὴν τὴν κίνησιν. καὶ οἱ μὲν πλείους ἀγένητον τὸν χρόνον, Πλάτων δὲ γενητὸν κατ’ | |
ἐπίνοιαν. | 73 | |
884C | κγʹ. Περὶ κινήσεως Πυθαγόρας Πλάτων· κίνησίς ἐστι διαφορά τις ἢ ἑτερό‐ της ἐν ὕλῃ. Ἀριστοτέλης· ἐντελέχεια κινητοῦ. | |
5 | Δημόκριτος· ἓν γένος τῆς κινήσεως τὸ κατὰ † πλάγιον †. Ἐπίκουρος· δύο εἴδη τῆς κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν. Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητὴν τὴν δ’ αἰσθητήν. | |
10 | Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀν‐ ῄρει· ἔστι γὰρ τοῦτο τῶν νεκρῶν· κίνησιν δ’ ἀίδιον μὲν τοῖς ἀιδίοις φθαρτὴν δὲ τοῖς φθαρτοῖς. | |
12 | κδʹ. Περὶ γενέσεως καὶ φθορᾶς | |
884D | Παρμενίδης Μέλισσος Ζήνων ἀνῄρουν γένεσιν καὶ φθο‐ ρὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον. Ἐμπεδοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ πάντες, ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, | |
5 | [καὶ] συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ γὰρ κατὰ 〈τὸ〉 ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι. Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑπο‐ | |
10 | τίθενται, κυρίως γένεσιν καὶ φθορὰν γίνεσθαι· ἐκ γὰρ ἀλλοιώσεως στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως ταῦτα | |
γίνεσθαι. κεʹ. Περὶ ἀνάγκης | 74 | |
884E | Θαλῆς· ἰσχυρότατον ἀνάγκη, κρατεῖ γὰρ τοῦ παντός. Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ. Παρμενίδης καὶ Δημόκριτος πάντα κατ’ ἀνάγκην· τὴν αὐτὴν δ’ εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ | |
5 | κοσμοποιόν. | |
5 | κϛʹ. Περὶ οὐσίας ἀνάγκης | |
884F | Πλάτων τὰ μὲν εἰς πρόνοιαν 〈ἀν〉άγει τὰ δ’ εἰς ἀνάγκην. Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων. Δημόκριτος τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πληγὴν τῆς | |
5 | ὕλης. Πλάτων ὁτὲ μὲν τὴν ὕλην ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν. | |
7 | κζʹ. Περὶ εἱμαρμένης Ἡράκλειτος πάντα καθ’ εἱμαρμένην, τὴν δ’ αὐτὴν ὑπάρ‐ | |
10 | χειν καὶ ἀνάγκην. Πλάτων ἐγκρίνει μὲν τὴν εἱμαρμένην ἐπὶ τῶν ἀνθρω‐ | |
885A | πίνων ψυχῶν καὶ βίων, συνεισάγει δὲ καὶ τὴν παρ’ ἡμᾶς αἰτίαν. Οἱ Στωικοὶ Πλάτωνι ἐμφερῶς, καὶ τὴν μὲν ἀνάγκην ἀνίκητόν φασιν αἰτίαν καὶ βιαστικήν, τὴν δ’ εἱμαρμένην | |
5 | συμπλοκὴν αἰτιῶν τεταγμένην, ἐν ᾗ συμπλοκῇ καὶ τὸ παρ’ | |
ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι τὰ δ’ ἀνειμάρθαι. κηʹ. Περὶ οὐσίας εἱμαρμένης Ἡράκλειτος οὐσίαν εἱμαρμένης λόγον τὸν διὰ τῆς οὐσίας τοῦ παντὸς διήκοντα· αὕτη δ’ ἐστὶ τὸ αἰθέριον | 75 | |
10 | σῶμα, σπέρμα τῆς τοῦ παντὸς γενέσεως. Πλάτων λόγον ἀίδιον καὶ νόμον ἀίδιον τῆς τοῦ παντὸς φύσεως. | |
885B | Χρύσιππος δύναμιν πνευματικὴν τάξει τοῦ παντὸς διοι‐ κητικήν· καὶ πάλιν ἐν τοῖς Ὅροις· ‘εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος ἢ νόμος τῶν [ὄντων] ἐν τῷ κόσμῳ προ‐ νοίᾳ διοικουμένων· ἢ λόγος, καθ’ ὃν τὰ μὲν γεγονότα | |
5 | γέγονε τὰ δὲ γινόμενα γίνεται τὰ δὲ γενησόμενα γενήσεται.‘ Οἱ Στωικοὶ εἱρμὸν αἰτιῶν, τουτέστι τάξιν καὶ ἐπισύν‐ δεσιν ἀπαράβατον. Ποσειδώνιος τρίτην ἀπὸ Διός· πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτον δὲ τὴν εἱμαρμένην. | |
9 | ||
10 | κθʹ. Περὶ τύχης | |
885C | Πλάτων αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς καὶ παρακολούθημα. Ἀριστοτέλης αἰτίαν κατὰ συμβεβηκὸς ἐν τοῖς καθ’ ὁρμὴν ἕνεκά τινος γινομένοις, ἄδηλον καὶ ἄστατον. δια‐ | |
5 | φέρειν δὲ τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης καὶ ταὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως· τὸ δ’ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δ’ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων ζῴων καὶ τῶν ἀψύχων σωμάτων. | |
10 | Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις χρόνοις τόποις. Ἀναξαγόρας καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατ’ ἀνάγκην, ἃ δὲ καθ’ εἱμαρ‐ | 76 |
885D | μένην, ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον. | |
2 | λʹ. Περὶ φύσεως Ἐμπεδοκλῆς φύσιν μηδὲν εἶναι, μῖξιν δὲ τῶν στοιχείων | |
5 | καὶ διάστασιν. γράφει γὰρ οὕτως ἐν τῷ πρώτῳ Φυσικῶν· | |
5 | ‘ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενός ἐστιν ἁπάντων θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή, ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων ἐστί, φύσις δὲ βροτοῖς ὀνομάζεται ἀνθρώποισιν.‘ | |
9 | ||
10 | Ἀναξαγόρας ὁμοίως τὴν φύσιν σύγκρισιν καὶ διάκρισιν, | |
τουτέστι γένεσιν καὶ φθοράν. | 77 | |
886-892t | ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΤΟΙΣ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗΣ | |
886-892pin | ΤΟ Βʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ αʹ.Περὶ κόσμου βʹ.Περὶ σχήματος κόσμου γʹ.Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος | |
5 | δʹ.Εἰ ἄφθαρτος ὁ κόσμος εʹ.Πόθεν τρέφεται ὁ κόσμος ϛʹ.Ἀπὸ ποίου πρώτου στοιχείου ἤρξατο κοσμοποιεῖν ὁ θεός ζʹ.Περὶ τάξεως κόσμου | |
10 | ηʹ.Περὶ τοῦ τίς ἡ αἰτία τὸν κόσμον ἐγκλιθῆναι θʹ.Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν ιʹ.Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά ιαʹ.Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία ιβʹ.Περὶ διαιρέσεως οὐρανοῦ, εἰς πόσους κύκλους | |
15 | διαιρεῖται ιγʹ.Τίς οὐσία τῶν ἀστέρων πλανητῶν τε καὶ ἀπλανῶν καὶ πῶς συνέστη ιδʹ.Περὶ σχημάτων ἀστέρων ιεʹ.Περὶ τάξεως ἀστέρων | |
20 | ιϛʹ.Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως | |
ιζʹ.Πόθεν φωτίζονται οἱ ἀστέρες ιηʹ.Περὶ τῶν ἀστέρων τῶν καλουμένων Διοσκούρων ιθʹ.Περὶ ἐπισημασίας τῶν ἀστέρων καὶ πῶς γίνεται χειμὼν καὶ θέρος | 78 | |
25 | κʹ.Περὶ οὐσίας ἡλίου καὶ ὅτι δύο καὶ τρεῖς εἰσιν καʹ.Περὶ μεγέθους ἡλίου κβʹ.Περὶ σχήματος ἡλίου κγʹ.Περὶ τροπῶν ἡλίου κδʹ.Περὶ ἐκλείψεως ἡλίου | |
30 | κεʹ.Περὶ οὐσίας σελήνης κϛʹ.Περὶ μεγέθους σελήνης κζʹ.Περὶ σχήματος σελήνης κηʹ.Περὶ φωτισμῶν σελήνης κθʹ.Περὶ ἐκλείψεως σελήνης | |
35 | λʹ.Περὶ ἐμφάσεως αὐτῆς καὶ διὰ τί γεώδης φαίνεται λαʹ.Περὶ τῶν ἀποστημάτων τῆς σελήνης, πόσον ἀφ‐ έστηκε τοῦ ἡλίου λβʹ.Περὶ ἐνιαυτοῦ, πόσος ἑκάστου τῶν πλανητῶν χρό‐ νος καὶ τίς ὁ μέγας ἐνιαυτός | |
886B | Τετελεκὼς τοίνυν τὸν περὶ ἀρχῶν καὶ στοιχείων καὶ τῶν συνεδρευόντων αὐτοῖς λόγον τρέψομαι πρὸς τὸν ἐπὶ τῶν ἀποτελεσμάτων, ἀπὸ τοῦ περιεκτικωτάτου πάν‐ των ἐνστησάμενος. | |
4 | ||
5 | αʹ. Περὶ κόσμου Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν | |
κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ἕνα τὸν κόσμον. | 79 | |
886C | Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν. Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν | |
5 | τοῦ κόσμου καὶ τοῦ πέρατος αὐτοῦ. Σέλευκος ἄπειρον τὸν κόσμον. Διογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πε‐ περάνθαι. Οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ | |
10 | εἶναι τὸ σὺν κενῷ ἄπειρον, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε [οὐ] τὸ αὐτὸ εἶναι τὸ ὅλον καὶ τὸν κόσμον. | |
11 | βʹ. Περὶ σχήματος κόσμου Οἱ μὲν Στωικοὶ σφαιροειδῆ τὸν κόσμον, ἄλλοι δὲ κωνο‐ | |
886D | ειδῆ, οἱ δ’ ᾠοειδῆ. Ἐπίκουρος δ’ ἐνδέχεσθαι μὲν εἶναι σφαιροειδεῖς τοὺς κόσμους, ἐνδέχεσθαι δὲ καὶ ἑτέροις σχήμασι κεχρῆσθαι. | |
3 | γʹ. Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος | |
5 | Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ | |
διοικούμενον. Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσ‐ ηγοῦνται καὶ τὸ κενὸν οὔτ’ ἔμψυχον οὔτε προνοίᾳ διοι‐ κεῖσθαι, φύσει δέ τινι ἀλόγῳ. | 80 | |
10 | Ἀριστοτέλης οὔτ’ ἔμψυχον ὅλον δι’ ὅλων, οὔτε μὴν αἰ‐ | |
886E | σθητικὸν οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικού‐ μενον· τὰ μὲν γὰρ οὐράνια τούτων ἁπάντων κοινωνεῖν, σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς, τὰ δὲ περί‐ γεια μηδενὸς αὐτῶν, τῆς δ’ εὐταξίας κατὰ συμβεβηκὸς | |
5 | οὐ προηγουμένως μετέχειν. | |
5 | δʹ. Εἰ ἄφθαρτος ὁ κόσμος Πυθαγόρας 〈καὶ Πλάτων〉 καὶ οἱ Στωικοὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ εἶναι διότι καὶ σωματικόν, οὐ μὴν φθαρη‐ | |
10 | σόμενόν γε προνοίᾳ καὶ συνοχῇ θεοῦ. Ἐπίκουρος φθαρτόν, ὅτι καὶ γενητόν, ὡς ζῷον ὡς φυτόν. Ξενοφάνης ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν | |
886F | κόσμον. Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος | |
παθητόν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται. εʹ. Πόθεν τρέφεται ὁ κόσμος | 81 | |
5 | Ἀριστοτέλης· εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς τινος ἐπιδεῖται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος. | |
887A | Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι. Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τότε μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τότε δ’ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ | |
5 | τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιά‐ σεις τροφὰς τοῦ κόσμου. | |
6 | ϛʹ. Ἀπὸ ποίου πρώτου στοιχείου ἤρξατο κοσμοποιεῖν ὁ θεός Οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσ‐ | |
10 | μου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον. Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου. | |
887B | Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύ‐ τερον δὲ τὸ πῦρ ἐφ’ ᾧ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγο‐ μένης τῇ ῥύμῃ τῆς περιφορᾶς ἀναβλύσαι τὸ ὕδωρ· ἐξ οὗ 〈ἀνα〉θυμιαθῆναι τὸν ἀέρα καὶ γενέσθαι τὸν μὲν οὐρανὸν | |
5 | ἐκ τοῦ αἰθέρος τὸν δ’ ἥλιον ἐκ τοῦ πυρός, πιληθῆναι δ’ ἐκ | |
τῶν ἄλλων τὰ περίγεια. Πλάτων τὸν ὁρατὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου· τοῦ δ’ ὁρατοῦ κόσμου προτέραν μὲν εἶναι τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδὲς τὸ ἐκ | 82 | |
10 | πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον. Πυθαγόρας πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ κα‐ λεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι | |
887C | τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδε‐ καέδρου τὴν τοῦ παντὸς σφαῖραν. Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει. | |
4 | ||
5 | ζʹ. Περὶ τάξεως κόσμου Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλή‐ λους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δ’ ἐκ τοῦ πυκνοῦ, μικτὰς δ’ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν. | |
887D | Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ. Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δ’ ἀκίνητα. | |
5 | Πλάτων πῦρ πρῶτον εἶτ’ αἰθέρα μεθ’ ὃν ἀέρα ἐφ’ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει. Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δή τι | |
σῶμα· μεθ’ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ· τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλι‐ | 83 | |
10 | κὴν κίνησιν, τῶν δ’ ὑπ’ ἐκεῖνα τεταγμένων τοῖς μὲν κού‐ φοις τὴν ἄνω τοῖς δὲ βαρέσι τὴν κάτω. | |
887E | Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδ’ ὡρισμέ‐ νους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ † πάντα τοὺς † ἀλλήλων μεταλαμβάνειν. | |
3 | ηʹ. Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι | |
5 | Διογένης Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵν’ ἃ μὲν [τινα] ἀοίκητα γένηται ἃ δ’ οἰκητὰ μέρη τοῦ κόσμου κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν. | |
887F | Ἐμπεδοκλῆς τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐγκλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθ’ ὃ καὶ τὸν ὅλον κόσμον. | |
3 | θʹ. Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν | |
5 | Οἱ μὲν ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ. | |
888A | Οἱ δὲ Στωικοί, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται, τὸ ἄπειρον. Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς τὴν | |
διάλυσιν [ἐν τῷ πρώτῳ Περὶ κενοῦ]. | 84 | |
5 | Ἀριστοτέλης [ἔλεγεν] μηδὲν εἶναι κενόν. Πλάτων μήτ’ ἐκτὸς τοῦ κόσμου μήτ’ ἐντὸς μηδὲν εἶναι κενόν. | |
7 | ιʹ. Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά Πυθαγόρας Πλάτων Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου | |
888B | τὰ ἀνατολικὰ μέρη, ἀφ’ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀρι‐ στερὰ δὲ τὰ δυτικά. Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν. | |
4 | ||
5 | ιαʹ. Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτω γηίνην. Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος συμ‐ παγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ 〈τὸ〉 ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα. | |
10 | Ἀριστοτέλης ἐκ πέμπτου σώματος 〈...〉 † πυρὸς ἢ † 〈...〉 ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος. | |
11 | ||
888C | ιβʹ. Περὶ διαιρέσεως οὐρανοῦ, εἰς πόσους κύκλους διαιρεῖται Θαλῆς Πυθαγόρας οἱ ἀπ’ αὐτοῦ μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὕστινας | |
5 | προσαγορεύουσι ζώνας· καλεῖται δ’ αὐτῶν ὁ μὲν ἀρκτι‐ κός τε καὶ ἀειφανής, ὁ δὲ θερινὸς τροπικός, ὁ δ’ ἰσημερι‐ νός, ὁ δὲ χειμερινὸς τροπικός, ὁ δ’ ἀνταρκτικός τε καὶ ἀφανής· λοξὸς δὲ τοῖς τρισὶ μέσοις ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται, παρεπιψαύων τῶν μέσων τριῶν· πάντας δ’ | 85 |
10 | αὐτοὺς ὁ μεσημβρινὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντίξουν τέμνει. Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν | |
888D | τοῦ ζῳδιακοῦ κύκλου, ἥντινα Οἰνοπίδης ὁ Χῖος ὡς ἰδίαν ἐπίνοιαν σφετερίζεται. | |
2 | ιγʹ. Τίς ἡ οὐσία τῶν ἄστρων, πλανητῶν καὶ ἀπλανῶν, καὶ πῶς συνέστη | |
5 | Θαλῆς γεώδη μὲν ἔμπυρα δὲ τὰ ἄστρα. Ἐμπεδοκλῆς πύρινα ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν. Ἀναξαγόρας τὸν περικείμενον αἰθέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δ’ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπά‐ | |
10 | σαντα πέτρους ἐκ τῆς γῆς καὶ καταφλέξαντα τούτους ἠστερικέναι. | |
888E | Διογένης κισηρώδη τὰ ἄστρα, διαπνοὰς δ’ αὐτὰ νομίζει τοῦ κόσμου· πάλιν δ’ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτον‐ τας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, καθάπερ τὸν ἐν | |
Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον. | 86 | |
5 | Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι. Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχον‐ τας δὲ καὶ τῶν ἄλλων στοιχείων κόλλης δίκην. | |
888F | Ξενοφάνης ἐκ νεφῶν 〈μὲν〉 πεπυρωμένων, σβεννυμέ‐ νους δὲ καθ’ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. | |
5 | Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ αἰθέρι· ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεται· κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων. | |
889A | Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου. | |
2 | ιδʹ. Περὶ σχημάτων ἀστέρων Οἱ Στωικοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν | |
5 | κόσμον καὶ ἥλιον καὶ σελήνην. Κλεάνθης κωνοειδεῖς. Ἀναξιμένης ἥλων δίκην καταπεπηγέναι τῷ κρυσταλ‐ λοειδεῖ. Ἔνιοι δὲ πέταλα εἶναι πύρινα, ὥσπερ ζῳγραφήματα. | |
9 | ||
10 | ιεʹ. Περὶ τάξεως ἀστέρων Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κινεῖσθαι τοὺς | |
ἀστέρας. Οἱ δ’ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει. | 87 | |
889B | Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφ’ οἷς ἥλιον φωσφόρον σελήνην. Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον φαίνοντα λεγόμενον τὸν τοῦ Κρόνου, δεύτερον φαέθοντα τὸν τοῦ | |
5 | Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην. Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον. | |
10 | Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετ’ αὐτὸν δὲ τὴν σελήνην, ὑπὸ δ’ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας. | |
13 | ||
889C | ιϛʹ. Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς | |
5 | ἀπλανέσιν ἐναντίως, ἀπὸ γὰρ δυσμῶν ἐπ’ ἀνατολὰς ἀντι‐ φέρεσθαι. Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ’ ὧν ἕκαστος βέβηκε, φέρεσθαι. Ἀναξιμένης 〈οὐχ〉 [ὁμοίως] ὑπὸ τὴν γῆν [καὶ] περὶ | |
10 | αὐτὴν 〈δὲ〉 στρέφεσθαι τοὺς ἀστέρας. Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον τὸν ἑωσφόρον τὸν στίλβοντα. | 88 |
12 | ιζʹ. Πόθεν φωτίζονται οἱ ἀστέρες | |
889D | Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ὑπὸ τοῦ ἡλίου προσ‐ λάμπεσθαι. Ἡράκλειτος καὶ οἱ Στωικοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως. | |
5 | Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ ἀλλ’ ἀίδια. Πλάτων οἱ Στωικοί, ὡς ὅλον τὸν κόσμον, καὶ τὰ ἄστρα ἐξ αὑτῶν τρέφεσθαι. | |
8 | ιηʹ. Περὶ τῶν ἄστρων τῶν καλουμένων Διοσκούρων | |
10 | Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παρα‐ λάμποντα. Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας. | |
14 | ||
889E | ιθʹ. Περὶ ἐπισημασίας ἀστέρων καὶ πῶς γίνεται χειμὼν καὶ θέρος Πλάτων τὰς ἐπισημασίας τάς τε θερινὰς καὶ τὰς χειμε‐ | |
ρινὰς κατὰ τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δυσμὰς | 89 | |
5 | γίνεσθαι, ἡλίου τε καὶ σελήνης καὶ τῶν ἄλλων πλανητῶν καὶ ἀπλανῶν. Ἀναξιμένης δὲ διὰ μὲν ταῦτα μηδὲν τούτων, διὰ δὲ τὸν ἥλιον μόνον. | |
889F | Εὔδοξος Ἄρατος κοινῶς διὰ πάντας τοὺς ἀστέρας, ἐν οἷς φησιν (Phaen. 10—12)· | |
2 | ‘αὐτὸς γὰρ τάδε σήματ’ ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν | |
5 | ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν.‘ | |
5 | κʹ. Περὶ οὐσίας ἡλίου καὶ ὅτι δύο καὶ τρεῖς εἰσίν Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματίου τροχῷ 〈παραπλήσιον〉, τὴν ἁψῖδα [παρα‐ πλήσιον] ἔχοντα κοίλην, πλήρη πυρός, [ἧς] κατά τι μέρος | |
890A | ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτ’ εἶναι τὸν ἥλιον. Ξενοφάνης ἐκ πυριδίων τῶν συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως συναθροιζόντων δὲ τὸν ἥλιον· ἢ | |
5 | νέφος πεπυρωμένον. Οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης. Πλάτων ἐκ πλείστου πυρός. Ἀναξαγόρας Δημόκριτος Μητρόδωρος μύδρον ἢ πέτρον | |
διάπυρον. | 90 | |
10 | Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος. Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε προσεοικέναι ἡλίῳ τὸ ἐν τῷ οὐρανῷ | |
890B | πυρῶδες τό τε δὴ ἀπ’ αὐτοῦ καὶ ἐσοπτροειδές, καὶ τρίτον τὴν ἀπὸ τοῦ ἐσόπτρου κατ’ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον οἱονεὶ εἴδωλον εἰδώλου. | |
5 | Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμι‐ σφαίριον, ἀεὶ καταντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμέ‐ νον· τὸν δὲ φαινόμενον ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλο‐ | |
10 | τεροῦς τῆς 〈αὐ〉γῆς κατ’ ἀνάκλασιν ἐγγιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει | |
890C | τοῦ πυρίνου· ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντα, ἀντ‐ αύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον. Ἐπίκουρος γήινον πύκνωμα κισηροειδῶς ταῖς κατατρή‐ | |
σεσιν ὑπὸ τοῦ πυρὸς ἀνημμένον. | 91 | |
5 | καʹ. Περὶ μεγέθους ἡλίου Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον τῇ γῇ εἶναι, τὸν δὲ κύκλον, ἀφ’ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ἐφ’ οὗ φέρεται, ἑπτα‐ καιεικοσαπλασίονα τῆς γῆς. Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου. | |
10 | Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου. Ἐπίκουρος [πάλιν φησὶν ἐνδέχεσθαι τὰ προειρημένα πάντα ἢ] τηλικοῦτον ἡλίκος φαίνεται, μικρῷ 〈τινι〉 μείζω ἢ ἐλάττω. | |
13 | ||
890D | κβʹ. Περὶ σχήματος ἡλίου Ἀναξιμένης πλατὺν ὡς πέταλον τὸν ἥλιον. Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον. Οἱ Στωικοὶ σφαιροειδῆ, ὡς τὸν κόσμον καὶ τὰ | |
5 | ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα. | |
6 | κγʹ. Περὶ τροπῶν ἡλίου Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου | |
ἐξωθεῖσθαι τὰ ἄστρα. | 92 | |
10 | Ἀναξαγόρας ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ. | |
890E | Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυό‐ μενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων. Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους | |
5 | σβέννυσθαι τὸν ἥλιον. Οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τρο‐ φῆς διέρχεσθαι τὸν ἥλιον· ὠκεανὸς δ’ ἐστὶν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται. Πλάτων Πυθαγόρας Ἀριστοτέλης παρὰ τὴν λόξωσιν | |
10 | τοῦ ζῳδιακοῦ κύκλου, δι’ οὗ φέρεται λοξοπορῶν ὁ ἥλιος, καὶ κατὰ δορυφορίαν τῶν τροπικῶν κύκλων· ταῦτα δὲ πάντα καὶ ἡ σφαῖρα δείκνυσιν. | |
12 | ||
890F | κδʹ. Περὶ ἐκλείψεως ἡλίου Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον τῆς σελήνης αὐτὸν ὑποτρεχούσης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένῳ τῷ δίσκῳ. | |
5 | Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου. Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. | |
10 | Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνα‐ | |
891A | τολαῖς γίνεσθαι· παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ’ ὅλον μῆνα καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι. Ἔνιοι πύκνωμα τῶν ἀοράτως ἐπερχομένων τῷ δίσκῳ | 93 |
5 | νεφῶν. Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον. Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ | |
10 | κλίμα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας· κατά τινα δὲ και‐ ρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφ’ ἡμῶν, καὶ οὕτως ὥσπερ κενεμβατοῦντα | |
891B | ἔκλειψιν ὑποφαίνειν. ὁ δ’ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν. | |
2 | κεʹ. Περὶ οὐσίας σελήνης Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς | |
5 | γῆς, ὥσπερ 〈τὸν〉 τοῦ ἡλίου πλήρη πυρός· ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον γὰρ εἶναι ἁρματίου τροχῷ κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πλήρη πυρός, ἔχοντι μίαν ἐκπνοήν. Ξενοφάνης νέφος εἶναι πεπιλημένον. | |
10 | Οἱ Στωικοὶ μικτὴν ἐκ πυρὸς καὶ ἀέρος. | |
891C | Πλάτων ἐκ πλείονος τοῦ πυρώδους. Ἀναξαγόρας Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας. Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην. | 94 |
5 | Πυθαγόρας † κατὰ τὸ πυροειδὲς † σῶμα [σελήνης]. | |
5 | κϛʹ. Περὶ μεγέθους σελήνης Οἱ Στωικοὶ μείζονα τῆς γῆς ἀποφαίνονται ὡς καὶ τὸν ἥλιον. Παρμενίδης ἴσην τῷ ἡλίῳ, καὶ ἀπ’ αὐτοῦ φωτίζεσθαι. | |
9 | ||
10 | κζʹ. Περὶ σχήματος σελήνης Οἱ Στωικοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἥλιον. Ἐμπεδοκλῆς δισκοειδῆ. Ἡράκλειτος σκαφοειδῆ. Ἄλλοι κυλινδροειδῆ. | |
14 | ||
891D | κηʹ. Περὶ φωτισμῶν σελήνης Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως. Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην, τὸ δ’ ἀπο‐ κρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου | |
5 | ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθε‐ νέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα | |
ἄστρα. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην. | 95 | |
10 | Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελή‐ | |
891E | νην· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας δεχομένους δὲ τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγὰς φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην | |
5 | ἐν θολωτέρῳ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι. | |
5 | κθʹ. Περὶ ἐκλείψεως σελήνης Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφρατ‐ τομένου. Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώ‐ | |
10 | του μέρους. Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς [συ]στροφήν. | |
891F | Τῶν Πυθαγορείων τινὲς ἀνταυγείᾳ καὶ ἐπιφράξει τὸ μὲν τῆς γῆς τὸ δὲ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι κατ’ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀνα‐ | |
5 | λόγως μειουμένης μέχρι τῆς συνόδου, καθ’ ἣν τελείως σβέννυται. Πλάτων Ἀριστοτέλης οἱ Στωικοὶ οἱ μαθηματικοὶ συμ‐ φώνως τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν | |
ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δ’ ἐκλείψεις εἰς | 96 | |
10 | τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέ‐ ρων τῶν ἀστέρων γινομένης, † μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης †. | |
12 | ||
892A | λʹ. Περὶ ἐμφάσεως αὐτῆς, διὰ τί γεώδης φαίνεται Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρ’ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλα‐ | |
5 | σίονα τὰ ἐπ’ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματι‐ κὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει. Ἀναξαγόρας ἀνωμαλότητα [διὰ] τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες· ὅθεν ψευδοφαῆ λέγεσθαι τὸν | |
10 | ἀστέρα. | |
892B | Οἱ Στωικοὶ διὰ τὸ † ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐ‐ τῆς ἀκήρατον τὸ σύγκριμα. | |
2 | λαʹ. Περὶ ἀποστημάτων τῆς σελήνης, πόσον ἀφέστηκε τοῦ ἡλίου | |
5 | Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ † τῆς γῆς. | |
Οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον. Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν τῆς γῆς σταδίων μυριά‐ δας 〈τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην | 97 | |
10 | ἀπέχειν τῆς γῆς μυριάδασ〉 ἑβδομήκοντα ὀκτώ. | |
10 | λβʹ. Περὶ ἐνιαυτοῦ, πόσος ἑκάστου τῶν πλανητῶν χρόνος, καὶ τίς ὁ μέγας ἐνιαυτός Ἐνιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λʹ, Διὸς δὲ ιβʹ, Ἄρεος δυεῖν, Ἡλίου ιβʹ μῆνες· οἱ δ’ αὐτοὶ Ἑρμοῦ | |
15 | καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ· σελήνης ἡμέραι λʹ· οὗτος | |
892C | γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον. Τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθεν‐ ται οἱ δ’ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δ’ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν. | |
5 | Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν. Διογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυ‐ τῶν τοσούτων ὅσων ὁ κατὰ Ἡράκλειτον ἐνιαυτός. ἄλλοι | |
δὲ δι’ ἑπτακισχιλίων ψοζʹ. | 98 | |
892-897t | ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΕΝ ΕΠΙΤΟΜΗ | |
892-897pin | ΤΟ Γʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ αʹ.Περὶ τοῦ γαλαξίου κύκλου βʹ.Περὶ κομήτων καὶ διᾳττόντων καὶ δοκίδων γʹ.Περὶ βροντῶν, ἀστραπῶν, κεραυνῶν, πρηστήρων τε | |
5 | καὶ τυφώνων δʹ.Περὶ νεφῶν, ὑετῶν, χιόνων, χαλαζῶν εʹ.Περὶ ἴριδος ϛʹ.Περὶ ῥάβδων ζʹ.Περὶ ἀνέμων | |
10 | ηʹ.Περὶ χειμῶνος καὶ θέρους θʹ.Περὶ γῆς καὶ τίς ἡ ταύτης οὐσία καὶ πόσαι ιʹ.Περὶ σχήματος ιαʹ.Περὶ θέσεως γῆς ιβʹ.Περὶ ἐγκλίσεως γῆς | |
15 | ιγʹ.Περὶ κινήσεως γῆς ιδʹ.Περὶ διαιρέσεως γῆς καὶ πόσαι εἰσὶν αὐτῆς ζῶναι ιεʹ.Περὶ σεισμῶν γῆς ιϛʹ.Περὶ θαλάττης, πῶς συνέστηκεν καὶ πῶς ἐστι πικρά ιζʹ.Πῶς αἱ ἀμπώτιδες γίνονται καὶ πλημμύραι | |
20 | ιηʹ.Περὶ ἅλω | |
892E | Περιωδευκὼς ἐν τοῖς προτέροις ἐν ἐπιτομῇ τὸν περὶ τῶν οὐρανίων λόγον, σελήνη δ’ αὐτῶν τὸ μεθόριον, τρέ‐ | |
ψομαι ἐν τῷ τρίτῳ πρὸς τὰ μετάρσια· ταῦτα δ’ ἐστὶ τὰ ἀπὸ τοῦ κύκλου τῆς σελήνης καθήκοντα μέχρι πρὸς τὴν | 99 | |
5 | θέσιν τῆς γῆς, ἥντινα κέντρου τάξιν ἐπέχειν τῇ περιοχῇ τῆς σφαίρας νενομίκασιν. ἄρξομαι δ’ ἐντεῦθεν. | |
6 | αʹ. Περὶ τοῦ γαλαξίου κύκλου Κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαι‐ νόμενος, διὰ δὲ τὴν λευκόχροιαν γαλαξίας ὀνομαζόμενος. | |
892F | Τῶν Πυθαγορείων οἱ μὲν ἔφασαν ἀστέρος εἶναι διάκαυ‐ σιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, δι’ οὗ δὲ ἐπ‐ έδραμε χωρίου κυκλοτερῶς αὐτὸ καταφλέξαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ· οἱ δὲ τὸν ἡλιακὸν ταύτῃ | |
5 | φασὶ κατ’ ἀρχὰς γεγονέναι δρόμον. τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ καὶ ἐπὶ τῆς ἴριδος καὶ ἐπὶ τῶν νεφῶν συμβαίνει. Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου· τοῦτον γὰρ | |
10 | εἶναι τὸν ἡλιακὸν κύκλον. Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ ἀραιοῦ μῖγμα γαλακτο‐ ειδὲς ἀποτελέσαι χρῶμα. | |
893A | Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τοῦτο τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν ὑπὸ τὴν γῆν ὁ ἥλιος γινό‐ μενος μὴ πάντα φωτίζῃ. Δημόκριτος πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων | |
5 | συμφωτιζομένων ἀλλήλοις συναυγασμὸν διὰ τὴν πύκνωσιν. Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς τε καὶ συνεχοῦς· καὶ οὕτω κόμην πυρὸς ὑπὸ τὸν αἰθέρα κατωτέρω τῶν πλανητῶν. Ποσειδώνιος πυρὸς σύστασιν ἄστρου μὲν μανοτέραν | |
10 | αὐγῆς δὲ πυκνοτέραν. βʹ. Περὶ κομητῶν καὶ διᾳττόντων καὶ δοκίδων | 100 |
893B | Τῶν ἀπὸ Πυθαγόρου τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ ἀεὶ φαινομένων, διά τινος δ’ ὡρι‐ σμένου χρόνου περιοδικῶς ἀνατελλόντων· ἄλλοι δ’ ἀνά‐ κλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, παραπλησίαν | |
5 | ταῖς κατοπτρικαῖς ἐμφάσεσιν. Ἀναξαγόρας Δημόκριτος σύνοδον ἀστέρων δυεῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν. Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν. | |
893C | Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθ‐ άπερ ἐπὶ τῶν λαμπτήρων γίνεται. Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. ὁμοίως δ’ αἰτιολογεῖ πωγωνίαν | |
5 | ἅλω δοκίδα κίονα καὶ τὰ συγγενῆ τούτοις, καθάπερ ἀμέ‐ λει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταυτὶ γίνεσθαι σχηματισμούς. Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου. Βόηθος ἀέρος ἀνημμένου φαντασίαν. | |
10 | Διογένης ἀστέρας εἶναι τοὺς κομήτας. Ἀναξαγόρας τοὺς καλουμένους διᾴττοντας ἀπὸ τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι· διὸ καὶ παρ‐ αυτίκα σβέννυσθαι. | |
893D | Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βιαίαν ἔμπτω‐ σιν σπινθηρίζειν. Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων | |
συστήματα ἢ κινήματα. | 101 | |
5 | γʹ. Περὶ βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τε καὶ τυφώνων Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταυτὶ πάντα συμβαί‐ νειν· ὅταν γὰρ περιληφθὲν νέφει παχεῖ βιασάμενον ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψό‐ | |
10 | φον ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ. | |
893E | Μητρόδωρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν θραύσει τὸν κτύπον ἀποτελεῖ τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δ’ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυ‐ | |
5 | νοβολεῖ, τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν. Ἀναξαγόρας, ὅταν τὸ θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ, τοῦτο δ’ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες, τῷ μὲν ψόφῳ τὴν βροντὴν ἀποτελεῖ τῷ δὲ παρὰ τὴν μελανίαν τοῦ νεφώ‐ | |
893F | δους χρώματι τὴν ἀστραπήν, τῷ δὲ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφελομιγεῖ τὸν πρηστῆρα. Οἱ Στωικοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν, ἀστρα‐ | |
5 | πὴν δ’ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔλλαμψιν, πρηστῆρα δὲ νωχελεστέραν. Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς· ὅταν οὖν ἐντύχῃ μὲν τῇ ὑγρᾷ παραβιάζηται δὲ τὴν ἔξοδον, τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον | |
10 | τῆς βροντῆς γίνεσθαι, τῇ δ’ ἐξάψει τῆς ξηρότητος τὴν | |
ἀστραπήν· πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν συνεφέλκεται, θερμοτέραν μὲν ὁ πρηστὴρ παχυτέραν δ’ ὁ τυφών. | 102 | |
13 | ||
894A | δʹ. Περὶ νεφῶν ὑετῶν χιόνων χαλαζῶν Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ὅτι πλεῖ‐ στον τοῦ ἀέρος, μᾶλλον δ’ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους, χιόνα δ’ ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ | |
5 | παγῇ, χάλαζαν δ’ ὅταν συμπεριληφθῇ τῷ ὑγρῷ πνεῦμά τι. Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς συνίστασθαι τὰ νέφη. Ὁ δ’ Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων· στρογγυλαίνεσθαι δὲ τὴν χάλαζαν καὶ τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς | |
10 | ὑποπεπλασμένον. | |
10 | εʹ. Περὶ ἴριδος | |
894B | Τῶν μεταρσίων παθῶν τὰ μὲν καθ’ ὑπόστασιν γίνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατ’ ἔμφασιν ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖ‐ σθαι δοκεῖ· ἔστιν οὖν κατ’ ἔμφασιν ἡ ἶρις. | |
5 | Πλάτων φησὶ Θαύμαντος αὐτὴν γενεαλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος (Ρ 547) | |
6 | ‘ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει‘. | |
7 | διὸ καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχου‐ | |
σαν ἀναρροφεῖν τοὺς ποταμούς. | 103 | |
10 | Πῶς οὖν γίνεται ἶρις; ὁρῶμεν δὴ κατὰ γραμμὰς ἢ κατ’ | |
894C | εὐθείας ἢ κατὰ καμπύλας ἢ κατ’ ἀνακλωμένας, γραμμὰς ἀδήλους λόγῳ θεωρητὰς καὶ ἀσωμάτους. κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ διὰ τῶν λίθων τῶν διαυ‐ γῶν καὶ κεράτων· λεπτομερῆ γὰρ ταῦτα πάντα. καμπύλας | |
5 | δὲ γραμμὰς καθ’ ὕδατος βλέπομεν γινομένας· κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ ὕδατος ὕλην· διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην ὁρῶμεν. τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὡς τὰ κατοπτρικά· ἔστιν οὖν τὸ τῆς ἴριδος πάθος τοιοῦτον. | |
894D | δεῖ γὰρ ἐπινοῆσαι τὴν ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μετα‐ βάλλουσαν, εἶτ’ ἐκ τού〈του〉 κατὰ βραχὺ εἰς μικρὰς ῥανί‐ δας νοτιζούσας· ὅταν οὖν ὁ ἥλιος γένηται εἰς δυσμάς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι, ὅτε ἡ ὄψις | |
5 | προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίνεσθαι τὴν ἶριν. εἰσὶ δ’ αἱ ῥανίδες οὐ σχήματος μορφή, ἀλλὰ χρώμα‐ τος· καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυάνεον καὶ πράσι‐ νον. μήποτ’ οὖν τὸ μὲν φοινίκεον, ὅτι ἡ λαμπρότης τοῦ | |
10 | ἡλίου προσπεσοῦσα καὶ ἡ ἀκραιφνὴς λαμπηδὼν ἀνακλω‐ μένη ἐρυθρὸν ποιεῖ καὶ φοινικοῦν τὸ χρῶμα· τὸ δὲ δεύτερον | |
894E | μέρος ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπη‐ δόνος διὰ τὰς ῥανίδας ἁλουργές· ἄνεσις γὰρ τοῦ ἐρυθροῦ τοῦτο. ἔτι δὲ μᾶλλον ἐπιθολούμενον τὸ διορίζον εἰς τὸ πράσινον μεταβάλλει. ἔστιν οὖν τοῦτο δοκιμάσαι δι’ ἔργων· | |
5 | εἰ γάρ τις ἄντικρυς τῶν ἡλίου ἀκτίνων λάβῃ ὕδωρ καὶ πυτίσῃ, αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἥλιον λάβωσιν, εὑρήσει γινομένην ἶριν· καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο | |
πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν. Ἀναξιμένης ἶριν γίνεσθαι κατ’ αὐγασμὸν ἡλίου πρὸς | 104 | |
10 | νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ. | |
894F | Ἀναξαγόρας ἀνάκλασιν ἀπὸ νέφους πυκνοῦ τῆς ἡλιακῆς περιφεγγείας, καταντικρὺ δὲ τοῦ κατοπτρίζοντος αὐτὴν ἀστέρος διὰ παντὸς ἵστασθαι. παραπλησίως δὲ αἰτιολογεῖ‐ ται τὰ καλούμενα παρήλια, γινόμενα δὲ κατὰ τὸν Πόντον. | |
5 | Μητρόδωρος, ὅταν διὰ νεφῶν ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανίζειν τὴν δ’ αὐγὴν ἐρυθραίνεσθαι. | |
6 | ϛʹ. Περὶ ῥάβδων Τὰ κατὰ τὰς ῥάβδους καὶ ἀνθηλίους συμβαίνοντα μίξει | |
895A | τῆς ὑποστάσεως καὶ ἐμφάσεως ὑπάρχει, τῶν μὲν νεφῶν ὁρωμένων, οὐ κατ’ οἰκεῖον δὲ χρῶμα, ἀλλ’ ἕτερον ὅπερ κατ’ ἔμφασιν φαίνεται. ἐν δὲ τούτοις πᾶσι τά τε κατὰ φύσιν καὶ τὰ ἐπίκτητα ὅμοια συμβαίνει πάθη. | |
4 | ||
5 | ζʹ. Περὶ ἀνέμων Ἀναξίμανδρος ἄνεμον εἶναι ῥύσιν ἀέρος, τῶν λεπτο‐ τάτων ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου κινουμένων ἢ τηκομένων. Οἱ Στωικοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς τῶν | |
895B | τόπων δὲ παραλλαγαῖς τὰς ἐπωνυμίας παραλλάττουσαν· οἷον 〈τὸν〉 ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, 〈τὸν δ’〉 ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δ’ | |
ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δ’ ἀπὸ τῶν νοτίων λίβα. | 105 | |
5 | Μητρόδωρος ἐξ ὑδατώδους ἀναθυμιάσεως διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίνεσθαι ὁρμὴν πνευμάτων † θείων †. τοὺς δ’ ἐτησίας πνεῖν τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος ἀέρος, ὑποχωροῦντι τῷ ἡλίῳ κατὰ τὴν θερινὴν τροπὴν ἐπισυρρέοντος. | |
9 | ||
10 | ηʹ. Περὶ χειμῶνος καὶ θέρους | |
895C | Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνωτέρω βιαζο‐ μένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται. Περιγεγραμμένων δέ μοι τῶν μεταρσίων, ἐφοδευθή‐ | |
5 | σεται καὶ τὰ πρόσγεια. | |
5 | θʹ. Περὶ γῆς καὶ τίς ἡ ταύτης οὐσία καὶ πόσαι Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ μίαν εἶναι τὴν γῆν. Ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα. Οἱ Στωικοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην. | |
895D | Ξενοφάνης ἐκ τοῦ κατωτέρω μέρους εἰς ἄπειρον [μέρος] ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι. Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δ’ ἥλιον τοῦ ἀέρος. | |
4 | ||
5 | ιʹ. Περὶ σχήματος γῆς Θαλῆς καὶ οἱ Στωικοὶ καὶ οἱ ἀπ’ αὐτῶν σφαιροειδῆ | |
τὴν γῆν. Ἀναξίμανδρος λίθῳ κίονι τὴν γῆν προσφερῆ· τῶν ἐπι‐ πέδων ... | 106 | |
10 | Ἀναξιμένης τραπεζοειδῆ. Λεύκιππος τυμπανοειδῆ. Δημόκριτος δισκοειδῆ μὲν τῷ πλάτει κοίλην δὲ τῷ μέσῳ. | |
12 | ||
895E | ιαʹ. Περὶ θέσεως γῆς Οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην. Ξενοφάνης πρώτην, εἰς ἄπειρον 〈γὰρ〉 ἐρριζῶσθαι. Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον, τοῦτο γὰρ | |
5 | εἶναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα, τρί‐ την δ’ ἣν οἰκοῦμεν γῆν ἐξ ἐναντίας κειμένην τε καὶ περι‐ φερομένην τῇ ἀντίχθονι· παρ’ ὃ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ. Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμέ‐ | |
10 | νους τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς. | |
10 | ||
895F | ιβʹ. Περὶ ἐγκλίσεως γῆς Λεύκιππος παρεκπεσεῖν τὴν γῆν εἰς τὰ μεσημβρινὰ μέρη διὰ τὴν ἐν τοῖς μεσημβρινοῖς ἀραιότητα, ἅτε δὴ πεπηγότων τῶν βορείων διὰ τὸ κατεψῦχθαι τοῖς κρυμοῖς, | |
5 | τῶν δ’ ἀντιθέτων πεπυρωμένων. Δημόκριτος διὰ τὸ ἀσθενέστερον εἶναι τὸ μεσημβρινὸν τοῦ περιέχοντος αὐξομένην τὴν γῆν κατὰ τοῦτο ἐγκλιθῆ‐ ναι· τὰ γὰρ βόρεια ἄκρατα τὰ δὲ μεσημβρινὰ κέκραται· ὅθεν κατὰ τοῦτο βεβάρηται, ὅπου περισσή ἐστι τοῖς καρ‐ | |
10 | ποῖς καὶ τῇ αὔξῃ. | 107 |
896A | ιγʹ. Περὶ κινήσεως γῆς Οἱ μὲν ἄλλοι μένειν τὴν γῆν. Φιλόλαος δ’ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλον λοξὸν ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ. | |
5 | Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μήν γε μεταβατικῶς, 〈ἀλλὰ τρεπ‐ τικῶσ〉 τροχοῦ δίκην ἐνηξονισμένην, ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς περὶ τὸ ἴδιον αὐτῆς κέντρον. Κατ’ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν φησιν ὁ Δημόκρι‐ | |
10 | τος διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ | |
896B | τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι. | |
1 | ιδʹ. Περὶ διαιρέσεως γῆς, πόσαι εἰσὶ ζῶναι αὐτῆς Πυθαγόρας τὴν γῆν ἀναλόγως τῇ τοῦ παντὸς οὐρανοῦ σφαίρᾳ διῃρῆσθαι εἰς πέντε ζώνας, ἀρκτικὴν θερινὴν | |
5 | χειμερινὴν ἀνταρκτικὴν ἰσημερινήν, ὧν ἡ μέση τὸ † μέ‐ σον † τῆς γῆς ὁρίζει, παρ’ αὐτὸ τοῦτο διακεκαυμένη καλουμένη· ἡ δ’ οἰκητή [ἐστιν ἡ μέση τῆς θερινῆς καὶ χειμερινῆς, εὔκρατός τις οὖσα] ... | |
8 | ιεʹ. Περὶ σεισμῶν γῆς | |
896C | Θαλῆς μὲν καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν τῶν σεισ‐ | |
μῶν προσάπτουσιν. Οἱ δὲ Στωικοί φασι· ‘σεισμός ἐστι τὸ ἐν τῇ γῇ ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον‘. | 108 | |
5 | Ἀναξιμένης ξηρότητα καὶ ὑγρότητα τῆς γῆς αἰτίαν τῶν σεισμῶν, ὧν τὴν μὲν αὐχμοὶ γεννῶσι τὴν δ’ ἐπομβρίαι. Ἀναξαγόρας ἀέρος ὑποδύσει τῇ μὲν πυκνότητι τῆς ἐπιφανείας προσπίπτοντος, τῷ δ’ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι τρόμῳ τὸ περιέχον κραδαίνοντος. | |
10 | Ἀριστοτέλης διὰ τὴν τοῦ ψυχροῦ 〈τῷ θερμῷ〉 παντα‐ χόθεν ἀντιπερίστασιν, κάτωθεν καὶ ἄνωθεν αὐτῷ περι‐ στάντος· τὸ γὰρ θερμὸν ἀνωτέρω γενέσθαι σπεύδει ἅτε δὴ κοῦφον ὄν· διὰ τοῦτο ἐν ἀπολήψει γινομένης τῆς ξηρᾶς | |
896D | ἀναθυμιάσεως τῇ σφηνώσει καὶ τοῖς ἀντελιγμοῖς δια‐ ταράττεσθαι. Μητρόδωρος μηδὲν ἐν τῷ οἰκείῳ τόπῳ σῶμα κινεῖσθαι, εἰ μή τις προώσειεν ἢ καθελκύσειε κατ’ ἐνέργειαν· διὸ | |
5 | μηδὲ τὴν γῆν, ἅτε δὴ κειμένην φυσικῶς, κινεῖσθαι, τόπους δέ τινας αὐτῆς νοστεῖν τοῖς † ἄλλοις ... Παρμενίδης Δημόκριτος διὰ τὸ πανταχόθεν ἴσον ἀφεστῶσαν μένειν ἐπὶ τῆς ἰσορροπίας, οὐκ ἔχουσαν αἰτίαν δι’ ἣν δεῦρο μᾶλλον ἢ ἐκεῖσε ῥέψειεν ἄν· διὰ τοῦτο μόνον | |
10 | μὲν κραδαίνεσθαι μὴ κινεῖσθαι δέ. Ἀναξιμένης διὰ τὸ πλάτος ἐποχεῖσθαι τῷ ἀέρι. | |
896E | Οἱ δέ φασιν ἐφ’ ὕδατος, καθάπερ τὰ πλαταμώδη καὶ σανιδώδη ἐπὶ τῶν ὑδάτων· διὰ τοῦτο κινεῖσθαι. Πλάτων πάσης μὲν κινήσεως ἓξ εἶναι περιστάσεις, ἄνω | |
καὶ κάτω, ἐπὶ τὰ δεξιὰ καὶ θάτερα, ἔμπροσθεν καὶ ὄπι‐ | 109 | |
5 | σθεν· κατ’ οὐδεμίαν δὲ τούτων ἐνδέχεσθαι τὴν γῆν κινεῖ‐ σθαι, ἐν τῷ πανταχόθεν κατωτάτω κειμένην· μένειν μὲν ἀκίνητον, μηδὲν ἔχουσαν ἐξαίρετον εἰς τὸ ῥέψαι μᾶλλον, τόπους δ’ αὐτῆς κατ’ ἀραιότητα σαλεύεσθαι. Ἐπίκουρος ἐνδέχεσθαι μὲν ὑπὸ πάχους ἀέρος τοῦ ὑπο‐ | |
896F | κειμένου ὑδατώδους ὄντος ἀνακρουομένην αὐτὴν καὶ οἷον ὑποτυπτομένην κινεῖσθαι· ἐνδέχεσθαι δὲ καὶ σηραγ‐ γώδη τοῖς κατωτέρω μέρεσι καθεστῶσαν ὑπὸ τοῦ δια‐ σπειρομένου πνεύματος εἰς τὰς ἀντροειδεῖς κοιλότητας | |
5 | ἐμπίπτοντος σαλεύεσθαι. | |
5 | ιϛʹ. Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς ἐστι πικρά Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης ὑγρασίας λείψανον, ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ πῦρ τὸ δ’ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν. | |
10 | Ἀναξαγόρας τοῦ κατ’ ἀρχὴν λιμνάζοντος ὑγροῦ περι‐ καέντος ὑπὸ τῆς ἡλιακῆς περιφορᾶς καὶ τοῦ λιπαροῦ ἐξ‐ | |
897A | ατμισθέντος εἰς ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν ὑποστῆναι. Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἐπιπόλαιον † πλῆσιν †. Ἀντιφῶν ἱδρῶτα θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν | |
5 | ἀπεκρίθη, τῷ καθεψηθῆναι † παραλυκίσασα †, ὅπερ ἐπὶ | |
παντὸς ἱδρῶτος συμβαίνει. Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλι‐ ζόμενα. | 110 | |
10 | Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ δ’ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν. | |
13 | ||
897B | ιζʹ. Πῶς ἀμπώτιδες γίνονται καὶ πλήμμυραι Ἀριστοτέλης Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ συμπεριφέροντος· ὑφ’ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν | |
5 | θάλασσαν, καὶ παρασκευάζειν τὴν πλήμμυραν, καταλη‐ γόντων δ’ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν. Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι τῇ δὲ μειώσει τὰς ἀμπώτιδας. | |
897C | Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων· εἶναι γάρ τινα αἰώραν διά τινος στομίου τρήματος περιφέρου‐ σαν παλίρροιαν, ὑφ’ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη. Τίμαιος τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντι‐ | |
5 | κὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται, προωθοῦντας μὲν ταῖς ἐφόδοις καὶ πλήμμυραν ποιοῦντας ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις καὶ ἀμπώτιδας κατασκευάζοντας. Σέλευκος ὁ μαθηματικὸς κινῶν καὶ οὗτος τὴν γῆν ἀντι‐ κόπτειν αὐτῆς τῇ δίνῃ φησὶ καὶ τῇ κινήσει τὴν περιστρο‐ | |
10 | φὴν τῆς σελήνης· τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμά‐ των ἀντιπερισπωμένου πνεύματος καὶ ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος κατὰ λόγον αὐτῷ συγκυκᾶσθαι τὴν θάλασσαν. | 111 |
13 | ιηʹ. Περὶ ἅλω | |
897D | Ἡ δ’ ἅλως οὑτωσὶ ἀποτελεῖται· μεταξὺ τῆς σελήνης ἤ τινος ἄλλου ἄστρου καὶ τῆς ὄψεως ἀὴρ παχὺς καὶ ὁμι‐ χλώδης ἵσταται· εἶτ’ ἐν τούτῳ τῆς ὄψεως κατακλωμένης καὶ εὐρυνομένης κᾆθ’ οὕτω τῷ κύκλῳ τοῦ ἄστρου προσ‐ | |
5 | πιπτούσης κατὰ τὴν ἔξω περιφέρειαν, κύκλος δοκεῖ περὶ τὸ ἄστρον φαίνεσθαι· ὃς κύκλος φαινόμενος ἅλως καλεῖται, ὅτι ἐστὶν ἅλῳ προσεοικώς, ἐκεῖ δοκοῦντος τοῦ φάσματος | |
γίνεσθαι, ἔνθα συνέπεσε τὸ πάθος τῆς ὄψεως. | 112 | |
897-904t | ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ | |
897-904pin | ΤΟ Δʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ αʹ.Περὶ Νείλου ἀναβάσεως βʹ.Περὶ ψυχῆς γʹ.Εἰ σῶμα ἡ ψυχὴ καὶ τίς ἡ οὐσία αὐτῆς | |
5 | δʹ.Περὶ μερῶν ψυχῆς εʹ.Τί τὸ τῆς ψυχῆς ἡγεμονικὸν καὶ ἐν τίνι ἐστίν ϛʹ.Περὶ κινήσεως ψυχῆς ζʹ.Περὶ ἀφθαρσίας ψυχῆς ηʹ.Περὶ αἰσθήσεως καὶ αἰσθητῶν | |
10 | θʹ.Εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ φαντασίαι ιʹ.Πόσαι εἰσὶν αἰσθήσεις ιαʹ.Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ διάθεσιν λόγος ιβʹ.Τίνι διαφέρει φαντασία, φανταστόν, φανταστικόν, | |
15 | φάντασμα ιγʹ.Περὶ ὁράσεως, πῶς ὁρῶμεν ιδʹ.Περὶ κατοπτρικῶν ἐμφάσεων ιεʹ.Εἰ ὁρατὸν τὸ σκότος ιϛʹ.Περὶ ἀκοῆς | |
20 | ιζʹ.Περὶ ὀσφρήσεως ιηʹ.Περὶ γεύσεως ιθʹ.Περὶ φωνῆς κʹ.Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἠχὼ γίνεται καʹ.Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ | |
25 | ἡγεμονικόν κβʹ.Περὶ ἀναπνοῆς κγʹ.Περὶ παθῶν σωματικῶν καὶ εἰ συναλγεῖ αὐτοῖς ἡ | |
ψυχή | 113 | |
897E | Περιωδευμένων δὲ τῶν τοῦ κόσμου μερῶν διαβήσομαι πρὸς τὰ κατὰ μέρος. | |
2 | ||
897F | αʹ. Περὶ Νείλου ἀναβάσεως Θαλῆς τοὺς ἐτησίας ἀνέμους οἴεται πνέοντας τῇ Αἰγύπτῳ ἀντιπροσώπους ἐπαίρειν τοῦ Νείλου τὸν ὄγκον διὰ τὸ τὰς ἐκροὰς αὐτοῦ τῇ παροιδήσει τοῦ ἀντιπαρήκοντος πελά‐ | |
5 | γους ἀνακόπτεσθαι. Εὐθυμένης ὁ Μασσαλιώτης ἐκ τοῦ Ὠκεανοῦ καὶ τῆς ἔξω θαλάσσης γλυκείας κατ’ αὐτὸν οὔσης νομίζει πληροῦ‐ σθαι τὸν ποταμόν. Ἀναξαγόρας ἐκ τῆς χιόνος τῆς ἐν τῇ Αἰθιοπίᾳ, τηκο‐ | |
10 | μένης μὲν ἐν τῷ θέρει ψυχομένης δὲ τῷ χειμῶνι. | |
898A | Δημόκριτος τῆς χιόνος τῆς ἐν τοῖς πρὸς ἄρκτον μέρε‐ σιν ὑπὸ θερινὰς τροπὰς ἀναλυομένης τε καὶ διαχεομένης νέφη μὲν ἐκ τῶν ἀτμῶν πιλοῦσθαι· τούτων δ’ ἀνελαυ‐ νομένων πρὸς μεσημβρίαν καὶ τὴν † Αἴγυπτον † ὑπὸ τῶν | |
5 | ἐτησίων ἀνέμων, ἀποτελεῖσθαι ῥαγδαίους ὄμβρους, ὑφ’ ὧν ἀναπίμπλασθαι τάς τε λίμνας καὶ τὸν Νεῖλον ποταμόν. Ἡρόδοτος ὁ συγγραφεὺς ἴσον μὲν ἐκ τῶν πηγῶν φέρε‐ σθαι χειμῶνος καὶ θέρους, φαίνεσθαι δ’ ἐλάττονα τοῦ χειμῶνος διὰ τὸ ἐν τούτῳ τῷ καιρῷ πλησίον ἰόντα τὸν | |
10 | ἥλιον τῆς Αἰγύπτου ἐξατμίζειν τὰ νάματα. | 114 |
898B | Ἔφορος ὁ ἱστοριογράφος κατὰ θέρος φησὶν ἀναχαλᾶσθαι τὴν ὅλην Αἴγυπτον καὶ οἱονεὶ ἐξιδροῦν τὸ πολὺ νᾶμα· συνδίδωσι δ’ αὐτῇ καὶ ἡ Ἀραβία καὶ ἡ Λιβύη παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον. | |
5 | Εὔδοξος τοὺς ἱερεῖς φησι λέγειν τὰ ὄμβρια τῶν ὑδάτων κατὰ τὴν ἀντιπερίστασιν τῶν ὡρῶν· ὅταν γὰρ ἡμῖν ᾖ θέρος τοῖς ὑπὸ τὸν θερινὸν τροπικὸν οἰκοῦσιν, τότε τοῖς ὑπὸ τὸν χειμερινὸν τροπικὸν ἀντοίκοις χειμών ἐστιν, ἐξ ὧν τὸ πλημμῦρον ὕδωρ καταρρήγνυται. | |
9 | ||
10 | βʹ. Περὶ ψυχῆς Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν φύσιν ἀεικίνητον ἢ αὐτοκίνητον. | |
898C | Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα, τὸν δ’ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Πλάτων οὐσίαν νοητήν, ἐξ ἑαυτῆς κινητικὴν κατ’ ἀριθ‐ μὸν ἐναρμόνιον κινουμένην. | |
5 | Ἀριστοτέλης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δ’ ἐντελέχειαν ἀκουστέον ἀντὶ τῆς ἐνεργείας. Δικαίαρχος ἁρμονίαν τῶν τεσσάρων στοιχείων. | |
Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων. | 115 | |
10 | γʹ. Εἰ σῶμα ἡ ψυχὴ καὶ τίς ἡ οὐσία αὐτῆς Οὗτοι πάντες οἱ προτεταγμένοι ἀσώματον τὴν ψυχὴν ὑποτίθενται, φύσιν λέγοντες αὐτοκίνητον καὶ οὐσίαν νοητὴν καὶ τοῦ φυσικοῦ ὀργανικοῦ ζωὴν ἔχοντος ἐντελέ‐ χειαν. | |
898D | Οἱ δ’ ἀπ’ Ἀναξαγόρου ἀεροειδῆ ἔλεγόν τε καὶ σῶμα. Οἱ Στωικοὶ πνεῦμα θερμόν. Δημόκριτος πυρῶδες σύγκριμα ἐκ τῶν λόγῳ θεωρη‐ τῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας πυρίνην δὲ τὴν δύνα‐ | |
5 | μιν, ὅπερ σῶμα εἶναι. Ἐπίκουρος κρᾶμα ἐκ τεσσάρων, ἐκ ποιοῦ πυρώδους, ἐκ ποιοῦ ἀερώδους, ἐκ ποιοῦ πνευματικοῦ· ἐκ τετάρτου τινὸς ἀκατονομάστου, ὃ ἦν αὐτῷ αἰσθητικόν. Ἡράκλειτος τὴν μὲν τοῦ κόσμου ψυχὴν ἀναθυμίασιν | |
10 | ἐκ τῶν ἐν αὐτῷ ὑγρῶν, τὴν δ’ ἐν τοῖς ζῴοις ἀπὸ τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἀναθυμιάσεως ὁμογενῆ. | |
11 | ||
898E | δʹ. Περὶ μερῶν ψυχῆς Πυθαγόρας Πλάτων κατὰ μὲν τὸν ἀνωτάτω λόγον διμερῆ τὴν ψυχήν, τὸ μὲν γὰρ ἔχει λογικὸν τὸ δ’ ἄλογον· κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμερῆ, τὸ γὰρ ἄλο‐ | |
5 | γον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. Οἱ Στωικοὶ ἐξ ὀκτὼ μερῶν φασι συνεστάναι, πέντε μὲν τῶν αἰσθητικῶν, ὁρατικοῦ ἀκουστικοῦ ὀσφρητικοῦ γευ‐ στικοῦ ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου 〈δὲ〉 σπερ‐ | |
898F | ματικοῦ, ὀγδόου 〈δ’〉 αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ’ οὗ ταῦτα πάντα ἐπιτέταται διὰ τῶν οἰκείων ὀργάνων προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις. Δημόκριτος Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ μὲν λογι‐ | 116 |
5 | κὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δ’ ἄλογον καθ’ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον. Ὁ δὲ Δημόκριτος πάντα μετέχειν φησὶ ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων, διότι ἀεὶ διαφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει τοῦ πλείονος διαπνεομέ‐ | |
10 | νου. | |
10 | ||
899A | εʹ. Τί τὸ τῆς ψυχῆς ἡγεμονικὸν καὶ ἐν τίνι ἐστίν Πλάτων Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ. Στράτων ἐν μεσοφρύῳ. Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν | |
5 | ἐπικρανίδα λέγει. Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις. Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι καὶ Ἐπίκουρος. Οἱ Στωικοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ ἢ τῷ περὶ τὴν | |
10 | καρδίαν πνεύματι. Διογένης ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, ἥτις ἐστὶ πνευματική. Ἐμπεδοκλῆς ἐν τῇ τοῦ αἵματος συστάσει. Οἱ δ’ ἐν τῷ τραχήλῳ τῆς καρδίας, οἱ δ’ ἐν τῷ περικαρ‐ | |
899B | δίῳ ὑμένι, οἱ δ’ ἐν τῷ διαφράγματι. τῶν νεωτέρων τινὲς | |
διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος. Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν. | 117 | |
4 | ||
5 | ϛʹ. Περὶ κινήσεως ψυχῆς Πλάτων ἀεικίνητον μὲν τὴν ψυχήν, τὸν δὲ νοῦν ἀκίνη‐ τον τῆς μεταβατικῆς κινήσεως. Ἀριστοτέλης ἀκίνητον τὴν ψυχὴν πάσης κινήσεως προ‐ ηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν καθάπερ | |
10 | τὰ εἴδη τῶν σωμάτων. | |
10 | ζʹ. Περὶ ἀφθαρσίας ψυχῆς | |
899C | Πυθαγόρας Πλάτων ἄφθαρτον εἶναι τὴν ψυχήν, ἐξιοῦσαν γὰρ εἰς τὴν τοῦ παντὸς ψυχὴν ἀναχωρεῖν πρὸς τὸ ὁμογενές. Οἱ Στωικοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων ὑποφέρεσθαι † † τὴν μὲν ἀσθενεστέραν ἅμα † τοῖς συγκρίμασι γίνεσθαι †, | |
5 | ταύτην δ’ εἶναι τῶν ἀπαιδεύτων· τὴν δ’ ἰσχυροτέραν, οἵα ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως. Δημόκριτος Ἐπίκουρος φθαρτὴν τῷ σώματι συνδια‐ φθειρομένην. Πυθαγόρας Πλάτων τὸ μὲν λογικὸν ἄφθαρτον· καὶ | |
10 | γὰρ τὴν ψυχὴν οὐ θεὸν ἀλλ’ ἔργον τοῦ ἀιδίου θεοῦ ὑπ‐ | |
άρχειν· τὸ δ’ ἄλογον φθαρτόν. ηʹ. Περὶ αἰσθήσεως καὶ αἰσθητῶν | 118 | |
899D | Οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν· ‘αἴσθησίς ἐστιν ἀντίληψις 〈δι’〉 αἰσθητηρίου ἢ κατάληψις.‘ πολ‐ λαχῶς δὲ λέγεται ἡ αἴσθησις· ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια. καὶ ἡ φαντασία ἡ καταληπτικὴ δι’ αἰσθη‐ | |
5 | τηρίου γίνεται κατὰ τὸ ἡγεμονικόν. ἀφ’ οὗ [συνίσταται] πάλιν [δ’] αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα. Ἐπίκουρος· τὸ μόριόν ἐστιν ἡ αἴσθησις, ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα, ὅπερ ἐστὶ τὸ ἐνέργημα· ὥστε | |
10 | διχῶς παρ’ αὐτῷ λέγεσθαι, αἴσθησιν μὲν τὴν δύναμιν, αἰσθητὸν δὲ τὸ ἐνέργημα. | |
899E | Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώμα‐ τος κοινωνίαν πρὸς τὰ ἐκτός· ἡ μὲν γὰρ δύναμις ψυχῆς, τὸ δ’ ὄργανον σώματος· ἄμφω δὲ διὰ φαντασίαν ἀντιλη‐ πτικὰ τῶν ἔξωθεν γίνεται. | |
5 | Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπι‐ βάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου. | |
7 | ||
899F | θʹ. Εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ φαντασίαι Οἱ Στωικοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντα‐ | |
σιῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς. Ἐπίκουρος πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀλη‐ | 119 | |
5 | θῆ, τῶν δὲ δοξῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς· καὶ ἡ μὲν αἴσθησις μοναχῶς ψευδοποιεῖται [τὰ] κατὰ τὰ νοητά, ἡ δὲ φαντασία διχῶς· καὶ γὰρ αἰσθητῶν ἔστι φαντασία καὶ νοητῶν. Ἐμπεδοκλῆς Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν | |
10 | πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι, τοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστῃ ἁρμόζοντος. | |
11 | ||
900A | ιʹ. Πόσαι εἰσὶν αἱ αἰσθήσεις Οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν. Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δ’ αἴσθησιν | |
5 | τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλ‐ λουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας· ἐν ᾗ τὸ μεταβατικὸν ἀφ’ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως, δείκνυται. Δημόκριτος πλείους εἶναι αἰσθήσεις, περὶ τὰ ἄλογα | |
10 | ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς. | |
10 | ιαʹ. Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ 〈ἐν〉διάθεσιν λόγος | |
900B | Οἱ Στωικοί φασιν· ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χαρτίον εὐεργὸν εἰς | |
ἀπογραφήν. εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπο‐ γράφεται. πρῶτος δὲ [ὁ] τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν | 120 | |
5 | αἰσθήσεων· αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ, ἀπελ‐ θόντος αὐτοῦ μνήμην ἔχουσιν· ὅταν δ’ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν· ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν 〈φαντασιῶν〉 πλῆθος. τῶν δ’ ἐννοιῶν αἱ μὲν φυσικῶς γίνονται κατὰ τοὺς εἰρημένους | |
10 | τρόπους καὶ ἀνεπιτεχνήτως, αἱ δ’ ἤδη δι’ ἡμετέρας διδα‐ | |
900C | σκαλίας καὶ ἐπιμελείας· αὗται μὲν οὖν ἔννοιαι καλοῦνται μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις. ὁ δὲ λόγος, καθ’ ὃν προσ‐ αγορευόμεθα λογικοί, ἐκ τῶν προλήψεων συμπληροῦ‐ σθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. ἔστι δ’ ἐννόημα | |
5 | φάντασμα διανοίας λογικοῦ ζῴου· τὸ γὰρ φάντασμα, ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. διόπερ τοῖς ἀλόγοις ζῴοις ὅσα προσπίπτει φαντάσματα, 〈φαντάσματα μόνον ἐστίν〉· ὅσα δὲ καὶ θεοῖς καὶ ἡμῖν γε, ταῦτα [φαντάσματα μόνον | |
10 | ἐστίν· ὅσα δὲ ἡμῖν, ταῦτα] καὶ φαντάσματα κατὰ γένος | |
900D | καὶ ἐννοήματα κατ’ εἶδος· ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες αὐτὰ μὲν καθ’ αὑτὰ ὑπάρχει δηνάρια 〈καὶ〉 στατῆρες, ἐὰν δ’ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται. | |
4 | ||
5 | ιβʹ. Τίνι διαφέρει φαντασία φανταστὸν φανταστι‐ κὸν φάντασμα Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. | |
φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γινόμενον, | 121 | |
900E | ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός· οἷον, ἐπειδὰν δι’ ὄψεως θεωρῶμέν τι λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν τῇ ψυχῇ· καὶ 〈κατὰ〉 τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς. ὁμοίως | |
5 | καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως. εἴρηται δ’ ἡ φαντα‐ σία ἀπὸ τοῦ φωτός· καθάπερ γὰρ τὸ φῶς αὑτὸ δείκνυσι καὶ τὰ ἄλλα τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ ἡ φαντασία δείκνυσιν ἑαυτὴν καὶ τὸ πεποιηκὸς αὐτήν. φανταστὸν δὲ τὸ ποιοῦν τὴν φαντασίαν· οἷον τὸ λευκὸν καὶ τὸ ψυχρὸν | |
10 | καὶ πᾶν ὅ τι ἂν δύνηται κινεῖν τὴν ψυχήν, τοῦτ’ ἔστι φαντα‐ στόν. φανταστικὸν δ’ ἐστὶ διάκενος ἑλκυσμός, πάθος ἐν | |
900F | τῇ ψυχῇ ἀπ’ οὐδενὸς φανταστοῦ γινόμενον, καθάπερ ἐπὶ τοῦ σκιαμαχοῦντος καὶ κενοῖς ἐπιφέροντος τὰς χεῖρας· τῇ γὰρ φαντασίᾳ ὑπόκειταί τι φανταστόν, τῷ δὲ φαντα‐ στικῷ οὐδέν. φάντασμα δ’ ἐστίν, ἐφ’ ὃ ἑλκόμεθα κατὰ | |
5 | τὸν φανταστικὸν διάκενον ἑλκυσμόν· ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων καὶ μεμηνότων. ὁ γοῦν τραγικὸς Ὀρέστης ὅταν λέγῃ (Eur. Or. 255—57)· | |
7 | ‘ὦ μῆτερ, ἱκετεύω σε, μὴ ’πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας· | |
901A | αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου‘ | |
1 | λέγει μὲν αὐτὰ ὡς μεμηνὼς ὁρᾷ δ’ οὐδέν, ἀλλὰ δοκεῖ μόνον· διὸ καί φησιν αὐτῷ Ἠλέκτρα (Eur. Or. 258. 59)· | |
3 | ‘μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν δεμνίοις· | |
5 | ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι‘, | |
5 | ||
ὡς καὶ παρ’ Ὁμήρῳ (υ 350) Θεοκλύμενος. ιγʹ. Περὶ ὁράσεως, πῶς ὁρῶμεν Δημόκριτος Ἐπίκουρος κατ’ εἰδώλων εἰσκρίσεις ᾤοντο | 122 | |
901B | τὸ ὁρατικὸν συμβαίνειν, καὶ κατά τινων ἀκτίνων † εἴσκρι‐ σιν † μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑπο‐ στρεφουσῶν πρὸς τὴν ὄψιν. Ἐμπεδοκλῆς τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε, προσ‐ | |
5 | αγορεύσας τὸ γιγνόμενον ἀκτινείδωλον συνθέτως. Ἵππαρχος ἀκτῖνάς φησιν ἀφ’ ἑκατέρου τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν αὑτῶν οἷον χειρῶν ἐπαφαῖς περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀποδιδόναι. | |
10 | Πλάτων κατὰ συναύγειαν, τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δ’ ἀπὸ [μὲν] τῶν σωμάτων φερομένου [ἀπορρεῖν] τὸν | |
901C | [δὲ] μεταξὺ ἀέρα εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον συνεν‐ τείνοντος τῷ πυρώδει τῆς ὄψεως. αὕτη λέγεται Πλατωνικὴ συναύγεια. | |
3 | ιδʹ. Περὶ κατοπτρικῶν ἐμφάσεων | |
5 | Ἐμπεδοκλῆς κατ’ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ | |
τῆς ἐπιφανείας τοῦ κατόπτρου † τελειουμένας † δ’ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμετα‐ φέροντος. | 123 | |
10 | Δημόκριτος Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατ’ εἰδώλων ὑποστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφ’ ἡμῶν συνίστασθαι δ’ ἐπὶ τοῦ κατόπτρου κατ’ ἀντι‐ περιστροφήν. | |
901D | Οἱ ἀπὸ Πυθαγόρου κατ’ ἀντανακλάσεις τῆς ὄψεως· φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφ’ ἑαυτήν, ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς | |
5 | χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ. Δύναταί τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρῆσθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν. | |
7 | ιεʹ. Εἰ ὁρατὸν τὸ σκότος Οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος· ἐκ γὰρ τῆς ὁρά‐ | |
10 | σεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν· καὶ οὐ ψεύδεται ἡ ὅρασις, βλέπεται γὰρ ταῖς ἀληθείαις, ὅτι ἔστι σκότος. Χρύσιππος κατὰ τὴν συνέντασιν τοῦ μεταξὺ ἀέρος | |
901E | ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὁρατικοῦ πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ. προχέονται δ’ | |
5 | ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὁμιχλώ‐ | |
δεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος. ιϛʹ. Περὶ ἀκοῆς | 124 | |
901F | Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίνεσθαι κατὰ πρόσπτωσιν πνεύματος τῷ χονδρώδει, ὅπερ φησὶν ἐξηρτῆσθαι ἐντὸς τοῦ ὠτὸς κώδωνος δίκην αἰωρούμενον καὶ τυπτόμενον. Ἀλκμαίων ἀκούειν ἡμᾶς τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτός· | |
5 | τοῦτο γὰρ εἶναι τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος ἐμβο‐ λήν· πάντα γὰρ τὰ κενὰ ἠχεῖ. Διογένης τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου. Πλάτων καὶ οἱ ἀπ’ αὐτοῦ πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ | |
10 | ἀέρα· τοῦτον δ’ ἀνακλᾶσθαι εἰς τὰ ἡγεμονικὰ καὶ γίνε‐ σθαι τῆς ἀκοῆς τὴν αἴσθησιν. | |
11 | ||
902A | ιζʹ. Περὶ ὀσφρήσεως Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ εἶναι τὸ ἡγεμονικόν· τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντι διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς. Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύμονος | |
5 | συνεισκρίνεσθαι τὴν ὀδμήν· ὅταν γοῦν ἡ ἀναπνοὴ βαρεῖα γίνηται, κατὰ τραχύτητα μὴ συναισθάνεσθαι, ὡς ἐπὶ τῶν ῥευματιζομένων. | |
7 | ιηʹ. Περὶ γεύσεως | |
902B | Ἀλκμαίων τῷ ὑγρῷ καὶ τῷ χλιαρῷ τῷ ἐν τῇ γλώττῃ | |
πρὸς τῇ μαλακότητι διακρίνεσθαι τοὺς χυμούς. Διογένης τῇ ἀραιότητι τῆς γλώττης καὶ τῇ μαλακότητι καὶ διὰ τὸ συνάπτειν τὰς ἀπὸ τοῦ σώματος εἰς αὐτὴν φλέ‐ | 125 | |
5 | βας διαχεῖσθαι τοὺς χυμοὺς ἑλκομένους ἐπὶ τὴν αἴσθησιν καὶ τὸ ἡγεμονικόν, καθάπερ ἀπὸ σπογγιᾶς. | |
6 | ιθʹ. Περὶ φωνῆς Πλάτων τὴν φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας ἠγμένον καὶ πληγὴν ὑπὸ ἀέρος δι’ ὤτων καὶ | |
902C | ἐγκεφάλου καὶ αἵματος μέχρι ψυχῆς διαδιδομένην. λέγε‐ ται δὲ καὶ καταχρηστικῶς ἐπὶ τῶν ἀλόγων ζῴων φωνὴ καὶ τῶν ἀψύχων, ὡς χρεμετισμοὶ καὶ ψόφοι· κυρίως δὲ φωνὴ ἡ ἔναρθρός ἐστιν ὡς φωτίζουσα τὸ νοούμενον. | |
5 | Ἐπίκουρος τὴν φωνὴν εἶναι ῥεῦμα ἐκπεμπόμενον ἀπὸ τῶν φωνούντων ἢ ἠχούντων ἢ ψοφούντων· τοῦτο δὲ τὸ ῥεῦμα εἰς ὁμοιοσχήμονα θρύπτεσθαι θραύσματα· ὁμοιο‐ σχήμονα δὲ λέγεται τὰ στρογγύλα τοῖς στρογγύλοις καὶ σκαληνὰ καὶ τρίγωνα τοῖς ὁμοιογενέσι· τούτων δ’ ἐμπι‐ | |
10 | πτόντων ταῖς ἀκοαῖς ἀποτελεῖσθαι τὴν αἴσθησιν τῆς φωνῆς· φανερὸν δὲ τοῦτο γίνεσθαι ἀπὸ τῶν ἀσκῶν ἐκρεόντων καὶ τῶν ἐμφυσώντων κναφέων τοῖς ἱματίοις. | |
902D | Δημόκριτος καὶ τὸν ἀέρα φησὶν εἰς ὁμοιοσχήμονα θρύ‐ πτεσθαι σώματα καὶ συγκαλινδεῖσθαι τοῖς ἐκ τῆς φωνῆς θραύσμασι· ‘κολοιὸς γὰρ παρὰ κολοιὸν ἱζάνει‘ καί (Hom. ρ 218) | |
4 | ||
5 | ‘ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.‘ | |
5 | καὶ γὰρ ἐν τοῖς αἰγιαλοῖς αἱ ὅμοιαι ψῆφοι κατὰ τοὺς αὐτοὺς τόπους ὁρῶνται, κατ’ ἄλλο μὲν αἱ σφαιροειδεῖς κατ’ ἄλλο | |
δ’ αἱ ἐπιμήκεις· καὶ ἐπὶ τῶν κοσκινευόντων ἐπὶ τὸ αὐτὸ | 126 | |
902E | συναλίζεται τὰ ὁμοιοσχήμονα, ὥστε χωρὶς εἶναι τοὺς κυάμους καὶ ἐρεβίνθους. ἔχοι δ’ ἄν τις πρὸς τούτους εἰπεῖν· πῶς ὀλίγα θραύσματα πνεύματος μυρίανδρον ἐκπληροῖ θέατρον; | |
5 | Οἱ δὲ Στωικοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἐκ θραυσ‐ μάτων, ἀλλὰ συνεχῆ 〈εἶναι〉, δι’ ὅλου μηδὲν κενὸν ἔχοντα· ἐπειδὰν δὲ πληγῇ πνεύματι, κυματοῦται κατὰ κύκλους ὀρθοὺς εἰς ἄπειρον, ἕως πληρώσῃ τὸν περικείμε‐ νον ἀέρα, ὡς ἐπὶ τῆς κολυμβήθρας τῆς πληγείσης λίθῳ· | |
10 | καὶ αὕτη μὲν κυκλικῶς κινεῖται ὁ δ’ ἀὴρ σφαιρικῶς. Ἀναξαγόρας τὴν φωνὴν γίνεσθαι πνεύματος ἀντιπεσόν‐ τος μὲν στερεμνίῳ ἀέρι, τῇ δ’ ὑποστροφῇ τῆς πλήξεως | |
902F | μέχρι τῶν ἀκοῶν προσενεχθέντος· καθὸ καὶ τὴν λεγομέ‐ νην ἠχὼ γίνεσθαι. | |
2 | κʹ. Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἠχὼ γίνεται Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον· οὐ γὰρ | |
5 | τὸν ἀέρα, ἀλλὰ τὸ σχῆμα τὸ περὶ τὸν ἀέρα καὶ τὴν ἐπι‐ φάνειαν κατὰ ποιὰν πλῆξιν γίνεσθαι φωνήν· πᾶσα δ’ ἐπιφάνεια ἀσώματος. συγκινεῖται μὲν γὰρ τοῖς σώμασιν, αὐτὴ δ’ ἀσώματος πάντως καθέστηκεν, ὥσπερ ἐπὶ τῆς καμπτομένης ῥάβδου ἡ μὲν ἐπιφάνεια οὐδὲν πάσχει ἡ δ’ | |
10 | ὕλη ἐστὶν ἡ καμπτομένη. Οἱ δὲ Στωικοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα, ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ· ἀκούομεν γὰρ | |
903A | αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ καὶ | |
ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι, κινεῖ δ’ ἡμᾶς ἡ εὐμουσία ἐνοχλεῖ δ’ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· | 127 | |
5 | κινεῖται δ’ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται, καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλο‐ μένης εἰς τοῖχον· ἐν γοῦν ταῖς κατ’ Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται. | |
9 | ||
10 | καʹ. Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ ἡγεμονικόν Οἱ Στωικοί φασιν εἶναι τῆς ψυχῆς ἀνώτατον μέρος τὸ ἡγεμονικὸν τὸ ποιοῦν τὰς φαντασίας καὶ συγκαταθέσεις | |
903B | καὶ αἰσθήσεις καὶ ὁρμάς· καὶ τοῦτο λογισμὸν καλοῦσιν. ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἑπτὰ μέρη ἐστὶ τῆς ψυχῆς ἐκπεφυ‐ κότα καὶ ἐκτεινόμενα εἰς τὸ σῶμα, καθάπερ αἱ ἀπὸ τοῦ πολύποδος πλεκτάναι· τῶν δ’ ἑπτὰ μερῶν τῆς ψυχῆς | |
5 | πέντε μέν εἰσι τὰ αἰσθητήρια, ὅρασις ὄσφρησις ἀκοὴ γεῦσις καὶ ἁφή· ὧν ἡ μὲν ὅρασίς ἐστι πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὀφθαλμῶν, ἀκοὴ δὲ πνεῦμα δια‐ τεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὤτων, ὄσφρησις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι μυκτήρων | |
903C | [λεπτῦνον], γεῦσις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονι‐ κοῦ μέχρι γλώττης, ἁφὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ἐπιφανείας εἰς θίξιν εὐαίσθητον τῶν προσπιπτόντων. τῶν δὲ λοιπῶν τὸ μὲν λέγεται σπέρμα, | |
5 | ὅπερ καὶ αὐτὸ πνεῦμά ἐστι διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν παραστατῶν· τὸ δέ ‘φωνᾶεν‘ ὑπὸ τοῦ Ζήνωνος | |
εἰρημένον, ὃ καὶ φωνὴν καλοῦσιν, ἐστὶ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης καὶ τῶν οἰκείων ὀργάνων. αὐτὸ δὲ τὸ ἡγεμονικὸν ὥσπερ ἐν κόσμῳ | 128 | |
10 | κατοικεῖ ἐν τῇ ἡμετέρᾳ σφαιροειδεῖ κεφαλῇ. | |
10 | κβʹ. Περὶ ἀναπνοῆς | |
903D | Ἐμπεδοκλῆς τὴν πρώτην ἀναπνοὴν τοῦ πρώτου ζῴου γενέσθαι τῆς 〈μὲν〉 ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρη‐ σιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου [τῆς ἔξωθεν] τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παραν‐ | |
5 | οιχθέντα τῶν ἀγγείων· τὸ δὲ μετὰ τοῦτο ἤδη τοῦ ἐμφύ‐ του θερμοῦ τῇ πρὸς τὸ ἐκτὸς ὁρμῇ τὸ ἀερῶδες ὑπανα‐ θλίβοντος, τὴν ἐκπνοήν, τῇ δ’ εἰς τὸ ἐντὸς ἀνθυποχωρή‐ σει τῷ ἀερώδει τὴν ἀντεπείσοδον παρεχομένου, τὴν | |
903E | εἰσπνοήν. τὴν δὲ νῦν κατέχουσαν φερομένου τοῦ αἵματος ὡς πρὸς τὴν ἐπιφάνειαν καὶ τὸ ἀερῶδες διὰ τῶν ῥινῶν ταῖς ἑαυτοῦ ἐπιρροίαις ἀναθλίβοντος κατὰ τὴν ἐκχώρησιν αὐτοῦ γίνεσθαι τὴν ἐκπνοήν, παλινδρομοῦντος δὲ καὶ τοῦ | |
5 | ἀέρος ἀντεπεισιόντος εἰς τὰ διὰ τοῦ αἵματος ἀραιώματα τὴν εἰσπνοήν. ὑπομιμνήσκει δ’ αὐτὸ 〈τὸ〉 ἐπὶ τῆς κλεψ‐ ύδρας. Ἀσκληπιάδης τὸν μὲν πνεύμονα χώνης δίκην συνίστησιν, αἰτίαν δὲ τῆς ἀναπνοῆς τὴν ἐν τῷ θώρακι λεπτομέρειαν | |
10 | ὑποτίθεται, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε καὶ φέρεσθαι παχυμερῆ ὄντα, πάλιν δ’ ἀπωθεῖσθαι μηκέτι τοῦ θώρα‐ κος οἵου τ’ ὄντος μήτ’ ἐπεισδέχεσθαι μήθ’ ὑποστέγειν· | |
903F | ὑπολειπομένου δέ τινος ἐν τῷ θώρακι λεπτομεροῦς ἀεὶ | |
βραχέος (οὐ γὰρ ἅπαν ἐκκρίνεται), πρὸς τοῦτο πάλιν τὸ εἴσω ὑπομένον 〈τὴν〉 βαρύτητα τοῦ ἐκτὸς ἀντεπεισφέρε‐ σθαι. ταῦτα δὴ ταῖς σικύαις παρεικάζει· τὴν δὲ κατὰ προ‐ | 129 | |
5 | αίρεσιν ἀναπνοὴν γίνεσθαί φησι συναγομένων τῶν ἐν τῷ πνεύμονι λεπτοτάτων πόρων καὶ τῶν βραγχίων στενου‐ μένων· τῇ γὰρ ἡμετέρᾳ ταῦθ’ ὑπακούει προαιρέσει. Ἡρόφιλος δυνάμεις ἀπολείπει περὶ τὰ σώματα τὰς κινητικὰς ἐν νεύροις ἐν ἀρτηρίαις ἐν μυσί· τὸν οὖν πνεύ‐ | |
10 | μονα νομίζει μόνον ὀρέγεσθαι διαστολῆς τε καὶ συστολῆς | |
904A | φυσικῶς· εἶτα δὲ καὶ τἆλλα. ἐνέργειαν μὲν 〈οὖν〉 εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ πνεύματος ὁλκήν· ὑπὸ δὲ τῆς πληρώσεως τῆς θύραθεν γινομένης † ἐφέλκεται †· [παρα‐ κειμένως δὲ διὰ τὴν δευτέραν ὄρεξιν] ἐφ’ αὑτὸν ὁ θώραξ | |
5 | τὸ πνεῦμα μετοχετεύει, πληρωθεὶς δὲ καὶ μηκέτι ἐφέλκε‐ σθαι δυνάμενος πάλιν εἰς τὸν πνεύμονα τὸ περιττὸν ἀντι‐ μεταρρεῖ, δι’ οὗ πρὸς τὰ ἐκτὸς τὰ τῆς ἀποκρίσεως γίνεται, τῶν σωματικῶν μερῶν ἀντιπασχόντων ἀλλήλοις. ὅτε μὲν γὰρ διαστολὴ 〈ὅτε δὲ συστολὴ〉 γίνεται πνεύμονος, ταῖς | |
10 | ἀλλήλων ἀντιμεταλήψεσι πληρώσεώς τε καὶ κενώσεως γινομένης, ὡς τέσσαρας μὲν γίνεσθαι κινήσεις περὶ τὸν πνεύμονα, τὴν μὲν πρώτην καθ’ ἣν ἔξωθεν ἀέρα δέχεται, | |
904B | τὴν δὲ δευτέραν καθ’ ἣν τοῦθ’ ὅπερ ἐδέξατο θύραθεν ἐντὸς αὑτοῦ πρὸς τὸν θώρακα μεταρρεῖ, τὴν δὲ τρίτην καθ’ ἣν τὸ ἀπὸ τοῦ θώρακος συστελλόμενον αὖθις εἰς αὑτὸν ἐκδέχεται, τὴν δὲ τετάρτην καθ’ ἣν τὸ ἐξ ὑποστροφῆς ἐν | |
5 | αὐτῷ γινόμενον θύραζε ἐξερᾷ. τούτων δὲ τῶν κινήσεων | |
δύο μὲν εἶναι διαστολάς, τήν τ’ ἔξωθεν τήν τ’ ἀπὸ τοῦ θώρακος· δύο δὲ συστολάς, τὴν μὲν ὅταν ὁ θώραξ ἐφ’ αὑτὸν τὸ πνευματικὸν ἑλκύσῃ, τὴν δ’ ὅταν αὐτὸς εἰς τὸν ἐκτὸς ἀέρα ἀποκρίνῃ· δύο γὰρ μόναι γίνονται περὶ τὸν | 130 | |
10 | θώρακα, διαστολὴ μὲν ὅταν ἀπὸ τοῦ πνεύμονος ἐφέλκη‐ ται, συστολὴ δ’ ὅταν τούτῳ πάλιν ἀνταποδιδῷ. | |
11 | ||
904C | κγʹ. Περὶ παθῶν σωματικῶν καὶ εἰ συναλγεῖ τούτοις ἡ ψυχή Οἱ Στωικοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις, τὰς δ’ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ. | |
5 | Ἐπίκουρος καὶ τὰ πάθη καὶ τὰς αἰσθήσεις ἐν τοῖς πεπονθόσι τόποις· τὸ γὰρ ἡγεμονικὸν ἀπαθές. Στράτων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ οὐκ ἐν τοῖς πεπονθόσι τόποις συνίστασθαι. ἐν γὰρ ταύτῃ κεῖσθαι τὴν ὑπομονήν, ὥσπερ ἐπὶ τῶν δει‐ | |
10 | νῶν καὶ ἀλγεινῶν καὶ ὥσπερ ἐπὶ τῶν ἀνδρείων καὶ δειλῶν. | 131 |
904-911t | ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΕΝ ΕΠΙΤΟΜΗ | |
904-911pin | ΤΟ Εʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ αʹ.Περὶ μαντικῆς βʹ.Πῶς ὄνειροι γίνονται γʹ.Τίς ἡ οὐσία τοῦ σπέρματος | |
5 | δʹ.Εἰ σῶμα τὸ σπέρμα εʹ.Εἰ αἱ θήλειαι προΐενται σπέρμα ϛʹ.Πῶς αἱ συλλήψεις γίνονται ζʹ.Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα ηʹ.Πῶς τέρατα γίνεται | |
10 | θʹ.Διὰ τί γυνὴ πολλάκις συνουσιάζουσα οὐ συλλαμβάνει ιʹ.Πῶς δίδυμα καὶ τρίδυμα γίνεται ιαʹ.Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις ἢ τῶν προ‐ γόνων ιβʹ.Πῶς ἄλλοις ὅμοιοι γίνονται οἱ γεννώμενοι καὶ οὐ | |
15 | τοῖς γονεῦσιν ιγʹ.Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες ιδʹ.Διὰ τί αἱ ἡμίονοι στεῖραι ιεʹ.Εἰ τὸ ἔμβρυον ζῷον | |
20 | ιϛʹ.Πῶς τρέφεται τὰ ἔμβρυα | |
ιζʹ.Τί πρῶτον τελεσιουργεῖται ἐν γαστρί ιηʹ.Διὰ τί ἑπταμηνιαῖα γόνιμα ιθʹ.Περὶ ζῴων γενέσεως, πῶς ἐγένοντο ζῷα καὶ εἰ φθαρτά | 132 | |
25 | κʹ.Πόσα γένη ζῴων καὶ εἰ πάντα αἰσθητικὰ καὶ λογικά καʹ.Ἐν ποίῳ χρόνῳ μορφοῦται τὰ ζῷα ἐν τῇ γαστρὶ ὄντα κβʹ.Ἐκ ποίων συνίσταται στοιχείων ἕκαστον τῶν ἐν | |
30 | ἡμῖν γενικῶν μορίων κγʹ.Πότε καὶ πῶς ἄρχεται ὁ ἄνθρωπος τῆς τελειότητος κδʹ.Πῶς ὕπνος γίνεται καὶ θάνατος κεʹ.Ὁποτέρου ἐστὶν ὕπνος ἢ θάνατος, ψυχῆς ἢ σώματος κϛʹ.Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῷα | |
35 | κζʹ.Περὶ τροφῆς καὶ αὐξήσεως κηʹ.Πόθεν αἱ ὀρέξεις γίνονται τοῖς ζῴοις καὶ αἱ ἡδοναί κθʹ.Πῶς γίνεται πυρετὸς καὶ εἰ ἐπιγέννημά ἐστιν λʹ.Περὶ ὑγείας καὶ γήρως καὶ νόσου | |
904D | αʹ. Περὶ μαντικῆς | |
904E | Πλάτων καὶ οἱ Στωικοὶ τὴν μαντικὴν εἰσάγουσι κατὰ τὸ ἔνθεον, ὅπερ ἐστὶν ἐνθεαστικόν [κατὰ θειότητα τῆς ψυ‐ χῆς, ὅπερ εἶπεν ἐνθουσιαστικόν], καὶ τὸ ὀνειροπολικόν. οὗτοι τὰ πλεῖστα μέρη τῆς μαντικῆς ἐγκρίνουσι. | |
5 | Ξενοφάνης καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν. | |
Πυθαγόρας δὲ μόνον τὸ θυτικὸν οὐκ ἐγκρίνει. Ἀριστοτέλης καὶ Δικαίαρχος τὸ κατ’ ἐνθουσιασμὸν μό‐ νον παρεισάγουσι καὶ τοὺς ὀνείρους, ἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχὴν θείου δέ τινος μετέχειν αὐτήν. | 133 | |
9 | ||
10 | βʹ. Πῶς ὄνειροι γίνονται | |
904F | Δημόκριτος τοὺς ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώ‐ λων παραστάσεις. Στράτων ἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρ’ αὐτὸ δὲ τοῦτο | |
5 | τῷ γνωστικῷ κινουμένης. Ἡρόφιλος τῶν ὀνείρων τοὺς μὲν θεοπνεύστους κατ’ ἀνάγκην γίνεσθαι, τοὺς δὲ φυσικοὺς ἀνειδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὑτῇ καὶ τὸ πρὸς τούτοις ἐσόμε‐ νον, τοὺς δὲ συγκραματικοὺς ἐκ τοῦ αὐτομάτου κατ’ εἰδώ‐ | |
10 | λων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν, ὡς ἐπὶ τῶν τὰς ἐρωμένας ἔχειν 〈δοκούντων〉 ἐν ὕπνῳ γίνεται. | |
11 | ||
905A | γʹ. Τίς ἡ οὐσία τοῦ σπέρματος Ἀριστοτέλης· σπέρμα ἐστὶ τὸ δυνάμενον κινεῖν ἐν ἑαυτῷ εἰς τὸ ἀποτελέσαι τι τοιοῦτον, οἷόν ἐστι τὸ ἐξ οὗ συνεκρίθη. Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος τὸ σπέρμα, | |
5 | περίττωμα τῆς τροφῆς, ὥσπερ τὸ αἷμα καὶ μυελόν. Ἀλκμαίων ἐγκεφάλου μέρος. Πλάτων μυελοῦ τοῦ νωτιαίου ἀπόρροιαν. Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα. Δημόκριτος ἀφ’ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτά‐ | 134 |
10 | των μερῶν, οἷον ὀστῶν σαρκῶν καὶ ἰνῶν. | |
10 | ||
905B | δʹ. Εἰ σῶμα τὸ σπέρμα Λεύκιππος καὶ Ζήνων σῶμα· ψυχῆς γὰρ εἶναι ἀπόσπα‐ σμα. Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον μὲν εἶναι | |
5 | τὴν δύναμιν τοῦ σπέρματος ὥσπερ νοῦν τὸν κινοῦντα, σωματικὴν δὲ τὴν ὕλην τὴν προχεομένην. Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα· πνευ‐ ματικὴ γάρ. | |
8 | εʹ. Εἰ καὶ αἱ θήλειαι προΐενται σπέρμα | |
10 | Πυθαγόρας Ἐπίκουρος Δημόκριτος καὶ τὸ θῆλυ προ‐ ΐεσθαι σπέρμα· ἔχει γὰρ παραστάτας ἀπεστραμμένους· διὰ τοῦτο καὶ ὄρεξιν ἔχει περὶ τὰς χρήσεις. | |
905C | Ἀριστοτέλης καὶ Ζήνων ὕλην μὲν ὑγρὰν προΐεσθαι οἱονεὶ | |
ἀπὸ τῆς συγγυμνασίας ἱδρῶτας, οὐ μὴν σπέρμα πεπτικόν. Ἵππων προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ ἥκιστα τῶν ἀρρένων, μὴ μέντοι εἰς ζῳογονίαν τοῦτο συμβάλλε‐ | 135 | |
5 | σθαι διὰ τὸ ἐκτὸς πίπτειν τῆς ὑστέρας· ὅθεν ἐνίας προΐε‐ σθαι πολλάκις δίχα τῶν ἀνδρῶν σπέρμα, καὶ μάλιστα τὰς χηρευούσας. καὶ εἶναι τὰ μὲν ὀστᾶ παρὰ τοῦ ἄρρενος τὰς δὲ σάρκας παρὰ τῆς θηλείας. | |
8 | ϛʹ. Πῶς αἱ συλλήψεις γίνονται | |
10 | Ἀριστοτέλης τὰς μὲν συλλήψεις γίνεσθαι προανελκο‐ μένης μὲν ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ καταμη‐ νίων συνεπισπωμένων ἀπὸ τοῦ παντὸς ὄγκου μέρος τι τοῦ | |
905D | καθαροῦ αἵματος, ᾧ συμβαίνειν τὸν τοῦ ἄρρενος γόνον· μὴ γίνεσθαι δὲ τὰς κυήσεις παρ’ ἀκαθαρσίαν τῆς μήτρας ἢ ἐμπνευμάτωσιν ἢ φόβον ἢ λύπην ἢ δι’ ἀσθένειαν τῶν γυναικῶν ἢ δι’ ἀτονίαν τῶν ἀνδρῶν. | |
4 | ||
5 | ζʹ. Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα Ἐμπεδοκλῆς ἄρρενα καὶ θήλεα γίνεσθαι παρὰ θερμό‐ τητα καὶ ψυχρότητα· ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας πρὸς ἀνατολῇ καὶ μεσημβρίᾳ γεγενῆσθαι μᾶλλον ἐκ τῆς γῆς, τὰς δὲ θηλείας πρὸς ταῖς ἄρκτοις. | |
10 | Παρμενίδης ἀντιστρόφως· τὰ μὲν πρὸς ταῖς ἄρκτοις | |
905E | ἄρρενα βλαστῆσαι, τοῦ γὰρ πυκνοῦ μετέχειν πλείονος· τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θήλεα παρὰ τὴν ἀραιότητα. Ἱππῶναξ παρὰ τὸ συνεστός τε καὶ ἰσχυρὸν 〈ἢ〉 παρὰ | |
τὸ ῥευστικόν τε καὶ ἀσθενέστερον σπέρμα. | 136 | |
5 | Ἀναξαγόρας Παρμενίδης τὰ μὲν ἐκ τῶν δεξιῶν κατα‐ βάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας, τὰ δ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά· εἰ δ’ ἐναλλαγείη τὰ τῆς κατα‐ βολῆς, γίνεσθαι θήλεα. Λεωφάνης, οὗ μέμνηται Ἀριστοτέλης, τὰ μὲν ἐκ τοῦ | |
10 | δεξιοῦ διδύμου τὰ δ’ ἐκ τοῦ ἀριστεροῦ. | |
905F | Λεύκιππος διὰ τὴν παραλλαγὴν τῶν μορίων, καθ’ ἣν ὁ μὲν καυλὸν ἡ δὲ μήτραν ἔχει· τοσοῦτον γὰρ μόνον λέγει. Δημόκριτος τὰ μὲν κοινὰ μέρη ἐξ ὁποτέρου ἂν τύχῃ, τὰ δ’ ἰδιάζοντα [καὶ] κατ’ ἐπικράτειαν. | |
5 | Ἱππῶναξ, εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν· εἰ δ’ ἡ τροφή, θῆλυ. | |
6 | ηʹ. Πῶς τέρατα γίνεται Ἐμπεδοκλῆς τέρατα γίνεσθαι παρὰ πλεονασμὸν σπέρ‐ ματος ἢ παρ’ ἔλλειψιν ἢ παρὰ τὴν τῆς κινήσεως ταραχὴν | |
10 | ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ τὸ ἀπονεύειν· | |
906A | οὕτω προειληφὼς φαίνεται σχεδόν τι πάσας τὰς αἰτιολο‐ γίας. Στράτων παρὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν. | |
5 | Τῶν ἰατρῶν τινες παρὰ τὸ διαστρέφεσθαι τότε τὴν | |
μήτραν ἐμπνευματουμένην. θʹ. Διὰ τί γυνὴ πολλάκις συνουσιάζουσα οὐ συλλαμβάνει Διοκλῆς ὁ ἰατρὸς ἢ παρὰ τὸ μηδ’ ὅλως ἐνίας σπέρμα | 137 | |
10 | προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος ἢ διὰ τὸ τοιοῦτον, ἐν ᾧ τὸ ζῳοποιητικὸν οὐκ ἔστιν· ἢ διὰ θερμασίας ἢ ψύξεως ἢ ὑγρασίας ἢ ξηρότητος ἔνδειαν ἢ κατὰ παρά‐ λυσιν τῶν μορίων. | |
906B | Οἱ δὲ Στωικοὶ κατὰ λοξότητα τοῦ καυλοῦ, μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν· ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας. Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους ἔχῃ καὶ | |
5 | σαρκώσεις ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ μικροτέρα. | |
5 | ιʹ. Πῶς δίδυμα καὶ τρίδυμα γίνεται Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεο‐ νασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος. Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφοράν, | |
10 | ὥσπερ τὰς κριθὰς 〈τὰσ〉 διστίχους καὶ τριστίχους· εἶναι γὰρ σπέρματα γονιμώτατα. | |
906C | Ἐρασίστρατος διὰ τὰς 〈ἐπι〉συλλήψεις, ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη, τότε | |
ἐπισύλληψιν δέχεσθαι. Οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους· ὅταν γὰρ | 138 | |
5 | εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ 〈τὰ δίδυμα καὶ〉 τὰ τρίδυμα. | |
6 | ιαʹ. Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις καὶ τῶν προγόνων Ἐμπεδοκλῆς ὁμοιότητας γίνεσθαι κατ’ ἐπικράτειαν τῶν | |
906D | σπερματικῶν γόνων, ἀνομοιότητας δὲ τῆς ἐν τῷ σπέρματι θερμασίας ἐξατμισθείσης. Παρμενίδης, ὅταν μὲν ἀπὸ τοῦ δεξιοῦ μέρους τῆς μήτρας ὁ γόνος ἀποκριθῇ, τοῖς πατράσιν· ὅταν δ’ ἀπὸ | |
5 | τοῦ ἀριστεροῦ, ταῖς μητράσιν. Οἱ Στωικοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὰ σπέρματα, καὶ τῆς ὁμοιότητος ἀναπλάττεσθαι ἐκ τῶν αὐτῶν γενῶν τοὺς τύπους καὶ τοὺς χαρακτῆρας, ὥσπερ ἂν εἰ ζῳγράφον ἀπὸ τῶν ὁμοίων χρωμάτων εἰκόνα | |
10 | τοῦ βλεπομένου. προΐεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα· κἂν μὲν ἐπικρατήσῃ τὸ τῆς γυναικός, ὅμοιον εἶναι τὸ | |
906E | γεννώμενον τῇ μητρί, ἐὰν δὲ τὸ τοῦ ἀνδρός, τῷ ἀνδρί. | |
1 | ιβʹ. Πῶς ἄλλοις γίνονται ὅμοιοι οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν Οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ αὐτομάτως, | |
5 | [ἐκ τοῦ] ὅταν διαψυγῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ | |
τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι τὰ παιδία. Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν φαντασίᾳ τῆς γυναι‐ κὸς μορφοῦσθαι τὰ βρέφη· πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν γυναῖκες, καὶ ὅμοια τούτοις ἀπέτεκον. | 139 | |
10 | Οἱ Στωικοὶ συμπαθείᾳ τῆς διανοίας 〈...〉 〈...〉 κατὰ ῥευμάτων εἰσκρίσεις καὶ ἀκτίνων † οὐκ † εἰδώλων γίνεσθαι τὰς ἄλλων ὁμοιότητας. | |
12 | ||
906F | ιγʹ. Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες Οἱ ἰατροὶ στείρας γίνεσθαι παρὰ τὴν μήτραν ἢ παρὰ τὸ πυκνοτέραν εἶναι ἢ παρὰ τὸ ἀραιοτέραν ἢ παρὰ τὸ σκλη‐ | |
5 | ροτέραν ἢ παρά τινας ἐπιπωρώσεις ἢ σαρκώσεις ἢ παρὰ μικροθυμίαν ἢ παρ’ ἀτροφίαν ἢ παρὰ καχεξίαν ἢ παρὰ τὸ διαστρέφεσθαι τὸν σχηματισμὸν ἢ διὰ παρασπασμόν. Διοκλῆς ἀγόνους τοὺς ἄνδρας ἢ παρὰ τὸ μηδ’ ὅλως ἐνίους σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος· | |
907A | ἢ παρὰ τὸ ἄγονον εἶναι τὸ σπέρμα ἢ κατὰ παράλυσιν τῶν μορίων ἢ κατὰ λοξότητα τοῦ καυλοῦ, μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν, ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων πρὸς τὴν ἀπόστασιν τῆς μήτρας. | |
5 | Οἱ Στωικοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας· αἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπ’ ἀλλήλων συνελθεῖν δ’ ἑτέροις ὁμο‐ φύλοις, συνεκρατήθη τὸ κατὰ φύσιν καὶ βρέφος τελε‐ | |
σιουργεῖται. | 140 | |
10 | ιδʹ. Διὰ τί αἱ ἡμίονοι στεῖραι | |
907B | Ἀλκμαίων τῶν ἡμιόνων τοὺς μὲν ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς θορῆς, ὅ ἐστι σπέρματος, 〈ἢ〉 ψυχρότητα· τὰς δὲ θηλείας παρὰ τὸ μὴ ‘ἀναχάσκειν‘ τὰς μήτρας, ὅ ἐστιν ἀναστομοῦσθαι. οὕτω γὰρ αὐτὸς εἴρηκεν. | |
5 | Ἐμπεδοκλῆς διὰ τὴν σμικρότητα καὶ ταπεινότητα καὶ στενότητα τῆς μήτρας, κατεστραμμένως προσπεφυκυίας τῇ γαστρί, μήτε τοῦ σπέρματος εὐθυβολοῦντος εἰς αὐτὴν μήτε, εἰ καὶ φθάσειεν, αὐτῆς ἐκδεχομένης. Διοκλῆς δὲ μαρτυρεῖ αὐτῷ λέγων· ἐν ταῖς ἀνατομαῖς | |
10 | πολλάκις ἑωράκαμεν τοιαύτην μήτραν τῶν ἡμιόνων· καὶ ἐνδέχεσθαι διὰ τὰς τοιαύτας αἰτίας καὶ τὰς γυναῖκας εἶναι στείρας. | |
12 | ||
907C | ιεʹ. Εἰ τὸ ἔμβρυον ζῷον Πλάτων ζῷον τὸ ἔμβρυον· καὶ γὰρ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι. Οἱ Στωικοὶ μέρος εἶναι αὐτὸ τῆς γαστρὸς οὐ ζῷον· | |
5 | ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινο‐ μένους ἀπορρεῖν, οὕτω καὶ τὸ ἔμβρυον. Ἐμπεδοκλῆς μὴ εἶναι μὲν ζῷον τὸ ἔμβρυον ἀλλ’ ἄπνουν ὑπάρχειν ἐν τῇ γαστρί· πρώτην δ’ ἀναπνοὴν τοῦ ζῴου γίνεσθαι κατὰ τὴν ἀποκύησιν, τῆς μὲν ἐν τοῖς βρέφεσιν | |
10 | ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρα‐ κενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ | |
παρανοιχθέντα τῶν ἀγγείων. | 141 | |
907D | Διογένης γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα, ἐν θερμασίᾳ δέ· ὅθεν τὸ ἔμφυτον θερμὸν εὐθέως προχυθέντος τοῦ βρέφους 〈τὸ ψυχρὸν〉 εἰς τὸν πνεύμονα ἐφέλκεσθαι. Ἡρόφιλος κίνησιν ἀπολείπει φυσικὴν τοῖς ἐμβρύοις, οὐ | |
5 | πνευματικήν· τῆς δὲ κινήσεως αἴτια νεῦρα· τότε δὲ ζῷα γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τι τοῦ ἀέρος. | |
6 | ιϛʹ. Πῶς τρέφεται τὰ ἔμβρυα Δημόκριτος Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ διὰ τοῦ στόματος τρέφεσθαι· ὅθεν εὐθέως γεννηθὲν ἐπὶ τὸν | |
10 | μαστὸν φέρεται τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῇ μήτρᾳ θηλάς τινας καὶ στόματα, δι’ ὧν τρέφεται. | |
907E | Οἱ Στωικοὶ διὰ τοῦ χορίου καὶ τοῦ ὀμφαλοῦ· ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς. Ἀλκμαίων δι’ ὅλου τοῦ σώματος τρέφεσθαι· ἀνα‐ | |
5 | λαμβάνειν γὰρ αὐτό, ὥσπερ σπογγιά, τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά. | |
6 | ιζʹ. Τί πρῶτον τελεσιουργεῖται ἐν τῇ γαστρί Οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι. Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὡς τρόπιν νεώς. | |
10 | Ἀλκμαίων τὴν κεφαλήν, ἐν ᾗ ἔστι τὸ ἡγεμονικόν. Οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ αἱ φλέβες καὶ αἱ ἀρτηρίαι. | 142 |
907F | Οἱ δὲ τὸν μέγαν δάκτυλον τοῦ ποδός. Ἄλλοι δὲ τὸν ὀμφαλόν. | |
2 | ιηʹ. Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα Ἐμπεδοκλῆς, ὅτε ἐγεννᾶτο τὸ τῶν ἀνθρώπων γένος ἐκ | |
5 | τῆς γῆς, τοσαύτην γενέσθαι τῷ μήκει τοῦ χρόνου διὰ τὸ βραδυπορεῖν τὸν ἥλιον τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ δεκάμηνος· προϊόντος δὲ τοῦ χρόνου τοσαύτην γενέσθαι τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ ἑπτάμηνος· διὰ τοῦτο καὶ τὰ δεκάμηνα γόνιμα καὶ τὰ ἑπτάμηνα, τῆς φύσεως τοῦ | |
10 | κόσμου οὕτω μεμελετηκυίας, αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ ᾗ τίθεται νυκτὶ τὸ βρέφος. Τίμαιος δ’ οὐ δώδεκα μῆνάς φησιν, ἐννέα δὲ νομίζεσθαι παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων πρὸ τῆς συλλήψεως· οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι, οὐκ ὄντα ἑπτάμηνα· | |
15 | ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν πόσαι καθάρσεις. | |
908A | Πόλυβος Διοκλῆς οἱ Ἐμπειρικοὶ καὶ τὸν ὄγδοον μῆνα ἴσασι γόνιμον, ἀτονώτερον δέ πως τῷ πολλάκις διὰ τὴν ἀτονίαν πολλοὺς φθείρεσθαι· καθολικώτερον δὲ μηδένα βούλεσθαι τὰ ὀκτάμηνα τρέφειν, γεγενῆσθαι δὲ πολλοὺς | |
5 | ὀκταμηνιαίους ἄνδρας. Ὁ δ’ Ἀριστοτέλης καὶ Ἱπποκράτης φασίν, ἐὰν ἐκπλη‐ | |
ρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, τότε προκύπτειν καὶ γεννᾶσθαι γόνιμα· ἐὰν δὲ προκύψῃ μὲν μὴ τρέφηται δέ, ἀσθενοῦντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτῷ γεγενῆ‐ | 143 | |
10 | σθαι τὸ ἔκκριμα, τότε ἔμβρυον ἄτροφον εἶναι· ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ προκῦψαν, τότε ὁλόκληρόν ἐστι. Πόλυβος ἑκατὸν ὀγδοήκοντα δύο καὶ ἥμισυ ἡμέρας | |
908B | γίνεσθαι εἰς τὰ γόνιμα· εἶναι γὰρ ἑξάμηνον, ὅτι καὶ τὸν ἥλιον ἀπὸ τροπῶν ἐν τοσούτῳ χρόνῳ παραγίνεσθαι· λέγεσθαι δ’ ἑπταμηνιαίους διὰ τὸ τὰς ἐλλειπούσας ἡμέρας τούτου τοῦ μηνὸς ἐν τῷ ἑπτὰ προσλαμβάνεσθαι· τὰ | |
5 | δ’ ὀκταμηνιαῖα μὴ ζῆν, ὅταν προκύψῃ μὲν τῆς μήτρας τὸ βρέφος, ἐπὶ πλεῖον δ’ ὁ ὀμφαλὸς βασανισθῇ· ἄτροφος γὰρ γίνεται † ὡς τοῦ τρέφοντος αἴτιος †. Οἱ δὲ μαθηματικοὶ τοὺς ὀκτὼ μῆνας ἀσυνδέτους φασὶν | |
908C | εἶναι πάσης γενέσεως, τοὺς δ’ ἑπτὰ συνδετικούς· τὰ δ’ ἀσύνδετα ζῴδια 〈...〉 ἐστιν, ἐὰν τῶν οἰκοδεσποτούντων ἀστέρων τυγχάνῃ· ἐὰν γάρ τις τούτων τὴν ζωὴν καὶ τὸν βίον κληρώσηται, δυστυχεῖς καὶ ἀχρόνους σημαίνει· | |
5 | ἀσύνδετα δ’ ἐστὶ ζῴδια ὀκτὼ ἀριθμούμενα, οἷον κριὸς πρὸς σκορπίον ἀσύνδετος, ταῦρος πρὸς τοξότην ἀσύνδετος, δίδυμοι πρὸς αἰγόκερων, καρκίνος πρὸς ὑδροχόον, λέων πρὸς ἰχθύας, παρθένος πρὸς κριόν, 〈ζυγὸς πρὸς ταῦρον〉· διὰ τοῦτο καὶ τὰ ἑπτάμηνα ὄντα καὶ δεκάμηνα γόνιμα | |
10 | εἶναι· τὰ δ’ ὀκτάμηνα διὰ τὸ ἀσύνδετον τοῦ κόσμου | |
φθείρεσθαι. | 144 | |
908D | ιθʹ. Περὶ ζῴων γενέσεως, πῶς ἐγένοντο ζῷα, καὶ εἰ φθαρτά Καθ’ οὓς μὲν γενητὸς ὁ κόσμος, γενητὰ τὰ ζῷα καὶ φθαρτά εἰσιν. | |
5 | Οἱ περὶ Ἐπίκουρον, καθ’ οὓς ἀγένητος, ἐκ μεταβολῆς τῆς ἀλλήλων γεννᾶσθαι τὰ ζῷα· μέρη γὰρ εἶναι τοῦ κόσ‐ μου ταῦτα. ὡς καὶ Ἀναξαγόρας καὶ Εὐριπίδης (fr. 839, 12—14 p. 633 N.)· | |
8 | ‘θνῄσκει 〈δ’ οὐδὲν τῶν γιγνομένων, | |
10 | διακρινόμενον〉 δ’ ἄλλο πρὸς ἄλλο μορφὰς 〈ἑτέρας ἀπ〉έδειξεν.‘ | |
11 | Ἀναξίμανδρος ἐν ὑγρῷ γεννηθῆναι τὰ πρῶτα ζῷα, φλοιοῖς περιεχόμενα ἀκανθώδεσι· προβαινούσης δὲ τῆς ἡλικίας ἀποβαίνειν ἐπὶ τὸ ξηρότερον καὶ περιρρηγνυμένου | |
15 | τοῦ φλοιοῦ ἐπ’ ὀλίγον χρόνον μεταβιῶναι. Ἐμπεδοκλῆς τὰς πρώτας γενέσεις τῶν ζῴων καὶ φυτῶν | |
908E | μηδαμῶς ὁλοκλήρους γενέσθαι, ἀσυμφυέσι δὲ τοῖς μο‐ ρίοις διεζευγμένας, τὰς δὲ δευτέρας συμφυομένων τῶν μερῶν εἰδωλοφανεῖς, τὰς δὲ τρίτας τῶν ἀλληλοφυῶν· τὰς δὲ τετάρτας οὐκέτι ἐκ τῶν ὁμοίων οἷον ἐκ γῆς καὶ ὕδατος, | |
5 | ἀλλὰ δι’ ἀλλήλων ἤδη, † τῆς μὲν πυκνωθείσης τοῖς δὲ καὶ τοῖς ζώοις τροφῆς †, τοῖς δὲ καὶ τῆς εὐμορφίας τῶν γυναικῶν ἐπερεθισμὸν τοῦ σπερματικοῦ κινήματος ἐμποιη‐ | |
σάσης. τῶν δὲ ζῴων πάντων τὰ γένη διακριθῆναι διὰ τὰς ποιὰς κράσεις· τὰ μὲν 〈ὑγρὰ〉 οἰκειότερον εἰς τὸ ὕδωρ | 145 | |
908F | τὴν ὁρμὴν ἔχειν, τὰ δ’ εἰς ἀέρα † ἀναπνεῖν, ἕως ἂν † πυρῶδες ἔχῃ τὸ πλέον, τὰ δὲ βαρύτερα ἐπὶ τὴν γῆν, τὰ δ’ ἰσόμοιρα τῇ κράσει πᾶσι τοῖς † θώραξι πεφωνηκέναι †. | |
3 | κʹ. Πόσα γένη ζῴων καὶ εἰ πάντα αἰσθητὰ καὶ λογικά | |
5 | Ἔστι πραγματεία Ἀριστοτέλους, ἐν ᾗ τέσσαρα γένη ζῴων φησί, χερσαῖα ἔνυδρα πτηνὰ οὐράνια· καὶ γὰρ τὰ 〈ἄστρα〉 ζῷα λέγεσθαι καὶ 〈τὸν〉 κόσμον † καὶ τῶν γηΐνων † ζῷον λογικὸν ἀθάνατον. Δημόκριτος Ἐπίκουρος τὰ οὐράνια 〈...〉 | |
10 | Ἀναξαγόρας πάντα τὰ ζῷα λόγον ἔχειν τὸν ἐνεργητικόν, τὸν δ’ οἱονεὶ νοῦν μὴ ἔχειν τὸν παθητικόν, τὸν λεγόμενον τοῦ νοῦ ἑρμηνέα. | |
909A | Πυθαγόρας Πλάτων λογικὰς μὲν εἶναι καὶ τῶν ἀλόγων ζῴων καλουμένων τὰς ψυχάς, οὐ μὴν λογικῶς ἐνεργούσας παρὰ τὴν δυσκρασίαν τῶν σωμάτων καὶ τῷ μὴ ἔχειν τὸ φραστικόν, ὥσπερ ἐπὶ τῶν πιθήκων καὶ τῶν κυνῶν· | |
5 | λαλοῦσι μὲν γὰρ οὗτοι οὐ φράζουσι δέ. Διογένης μετέχειν μὲν αὐτὰ τοῦ νοητοῦ καὶ ἀέρος, διὰ | |
δὲ τὸ τὰ μὲν πυκνότητι τὰ δὲ πλεονασμῷ τῆς ὑγρασίας 〈...〉 μήτε διανοεῖσθαι μήτ’ αἰσθάνεσθαι, προσφερῶς δὲ αὐτὰ διακεῖσθαι τοῖς μεμηνόσι, παρεπταικότος τοῦ ἡγε‐ | 146 | |
10 | μονικοῦ. | |
10 | καʹ. Ἐν πόσῳ χρόνῳ μορφοῦται τὰ ζῷα ἐν γαστρὶ ὄντα | |
909B | Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως ἀπὸ ἕκτης καὶ τριακοστῆς, τελειοῦσθαι δὲ τοῖς μορίοις ἀπὸ πεντηκοστῆς μιᾶς δεούσης. Ἀσκληπιάδης ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμότερα | |
5 | εἶναι τὴν διάρθρωσιν γίνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς, πολλάκις δὲ καὶ ἐνδοτέρω· τελειοῦσθαι δ’ ἐντὸς τῆς πεντηκοστῆς 〈τοῖσ〉 μορίοις· ἐπὶ δὲ τῶν θηλυκῶν ἐν δι‐ μήνῳ διαρθροῦσθαι, ἐν τετραμήνῳ δὲ τελειοῦσθαι διὰ τὸ ἐνδεῖν τοῦ θερμοῦ· τὰ δὲ τῶν ἀλόγων ζῴων ὁλοτελῆ παρὰ | |
10 | τὰς συγκράσεις τῶν στοιχείων. | |
10 | κβʹ. Ἐκ ποίων συνίσταται στοιχείων ἕκαστον τῶν ἐν ἡμῖν γενικῶν μορίων | |
909C | Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γεννᾶσθαι ἐκ τῶν ἴσων τῇ κράσει τεττάρων στοιχείων· τὰ δὲ νεῦρα πυρὸς γῆς 〈κα〉τὰ διπλάσιον ἐμμιχθέντων· τοὺς δ’ ὄνυχας τοῖς ζῴοις γεννᾶ‐ σθαι τῶν νεύρων καθὸ τῷ ἀέρι συνέτυχε περιψυχθέντων· | |
5 | ὀστᾶ δὲ † δοκεῖ μὲν ὕδατος καὶ τῆς ἔσω γῆς †, τεττάρων δὲ πυρὸς 〈καὶ〉 γῆς, τοσούτων συγκραθέντων μερῶν· | |
ἱδρῶτα καὶ δάκρυον γίνεσθαι τοῦ σωματικοῦ † οὕτως 〈...〉 κγʹ. Πότε καὶ πῶς ἄρχεται ὁ ἄνθρωπος τῆς τελειότητος | 147 | |
10 | Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀρρός· τὰ γὰρ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ σπέρματα, ἀτελῆ | |
909D | δ’ ἐστὶ καὶ ἄωρα καὶ ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄν‐ θρωπος. περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν. | |
3 | κδʹ. Πῶς ὕπνος γίνεται καὶ θάνατος | |
5 | Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμόρρους φλέβας ὕπνον γίνεσθαί φησι, τὴν δ’ ἐξέγερσιν διάχυσιν, τὴν δὲ παντελῆ ἀναχώρησιν θάνατον. Ἐμπεδοκλῆς τὸν μὲν ὕπνον κατὰ ψύξιν τοῦ ἐν τῷ αἵματι | |
909E | θερμοῦ σύμμετρον γίνεσθαι, κατὰ δὲ παντελῆ θάνατον. Διογένης, εἰ ἐπὶ πᾶν τὸ αἷμα διαχεόμενον πληρώσει μὲν τὰς φλέβας τὸν δ’ ἐν αὐταῖς περιεχόμενον ἀέρα ὤσει εἰς τὰ στέρνα καὶ τὴν ὑποκειμένην γαστέρα, ὕπνον γεγενῆσθαι | |
5 | καὶ θερμότερον ὑπάρχειν τὸν θώρακα· ἐὰν δ’ ἅπαν τὸ ἀερῶδες ἐκ τῶν φλεβῶν ἐκλίπῃ, θάνατον συντυγχάνειν. Πλάτων οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος οὐ κατ’ ἀναχαλασμόν, καθάπερ | |
909F | ἐπὶ τῆς † γῆς †, φερομένου δ’ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσό‐ φρυον· ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γεγενῆσθαι θάνατον. | 148 |
3 | κεʹ. Ὁποτέρου ἐστὶν ὕπνος καὶ θάνατος, | |
5 | ψυχῆς ἢ σώματος Ἀριστοτέλης κοινὸν μὲν τὸν ὕπνον σώματος καὶ ψυχῆς· αἴτιον δ’ αὐτῷ τὸ ἀναθυμιαθὲν ὑγρὸν ἀπὸ τοῦ θώρακος εἰς τοὺς περὶ τὴν κεφαλὴν τόπους ἐκ τῆς ὑποκειμένης τροφῆς ἢ τὸ ἐν τῇ καρδίᾳ περιψυχθὲν θερμόν· τὸν δὲ | |
10 | θάνατον εἶναι παντελῆ κατάψυξιν· θάνατον δ’ εἶναι μόνου τοῦ σώματος οὐ ψυχῆς· ταύτης γὰρ οὐχ ὑπάρχει θάνατος. | |
910A | Ἀναξαγόρας 〈κατὰ κόπον〉 τῆς σωματικῆς ἐνεργείας γίνεσθαι τὸν ὕπνον· σωματικὸν γὰρ εἶναι τὸ πάθος οὐ ψυχικόν· εἶναι δὲ καὶ ψυχῆς θάνατον τὸν διαχωρισμόν. Λεύκιππος † οὐ μόνον σώματος γίνεσθαι, ἀλλὰ κράσει | |
5 | τοῦ λεπτομεροῦς πλείονι τῆς ἐκκράσεως τοῦ ψυχικοῦ θερμοῦ †, τὸν πλεονασμὸν αἴτιον θανάτου· ταῦτα δ’ εἶναι πάθη σώματος οὐ ψυχῆς. Ἐμπεδοκλῆς τὸν θάνατον γεγενῆσθαι διαχωρισμὸν τοῦ πυρώδους 〈καὶ γεώδουσ〉, ἐξ ὧν ἡ σύγκρισις τῷ ἀνθρώπῳ | |
10 | συνεστάθη· ὥστε κατὰ τοῦτο κοινὸν εἶναι τὸν θάνατον | |
910B | σώματος καὶ ψυχῆς· ὕπνον δὲ γίνεσθαι διαχωρισμὸν τοῦ | |
πυρώδους. κϛʹ. Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῷα Πλάτων Ἐμπεδοκλῆς καὶ τὰ φυτὰ ἔμψυχα [καὶ] ζῷα· | 149 | |
5 | φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντεταμένους ἔχειν τοὺς κλάδους καὶ ἐν ταῖς ἐπαναγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν 〈βάρη〉. Ἀριστοτέλης ἔμψυχα μέν, οὐ μὴν καὶ ζῷα· τὰ γὰρ ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, 〈ἔνια〉 δὲ καὶ λογικά. | |
10 | Οἱ Στωικοὶ δὲ καὶ Ἐπικούρειοι οὐκ ἔμψυχα· τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ | |
910C | λογικῆς· τὰ δὲ φυτὰ αὐτομάτως πως κεκινῆσθαι οὐ διὰ ψυχῆς. Ἐμπεδοκλῆς πρῶτα τὰ δένδρα τῶν ζῴων ἐκ γῆς ἀνα‐ δῦναί φησι, πρὶν τὸν ἥλιον περιαπλωθῆναι καὶ πρὶν ἡμέραν | |
5 | καὶ νύκτα διακριθῆναι· διὰ δὲ συμμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος περιέχειν λόγον· αὔξεσθαι δ’ ἀπὸ τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρουμένου, ὥστε γῆς εἶναι μέρη, καθάπερ καὶ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας μέρη· τοὺς δὲ καρποὺς περιττεύματα εἶναι 〈τοῦ〉 ἐν τοῖς | |
10 | φυτοῖς ὕδατος καὶ πυρός· καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρόν, ἐξικμαζομένου αὐτοῦ τῷ θέρει, φυλλορροεῖν, τὰ | |
δὲ πλεῖον παραμένειν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας καὶ τοῦ φοίνικος· τὰς δὲ διαφορὰς τῶν χυμῶν παραλλαγὰς τῆς 〈γῆσ〉 πολυμερείας καὶ τῶν φυτῶν γίνε‐ | 150 | |
910D | σθαι, διαφόρους ἑλκόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιο‐ μερείας, ὥσπερ ἐπὶ τῶν ἀμπέλων· οὐ γὰρ αἱ διαφοραὶ τούτων χρηστὸν τὸν οἶνον ποιοῦσιν, ἀλλ’ αἱ τοῦ τρέφοντος ἐδάφους. | |
4 | ||
5 | κζʹ. Περὶ τροφῆς καὶ αὐξήσεως Ἐμπεδοκλῆς τρέφεσθαι μὲν τὰ ζῷα διὰ τὴν ὑπόστασιν τοῦ οἰκείου, αὔξεσθαι δὲ διὰ τὴν παρουσίαν τοῦ θερμοῦ, μειοῦσθαι δὲ καὶ φθίνειν διὰ τὴν ἔκλειψιν ἑκατέρων· τοὺς δὲ νῦν ἀνθρώπους τοῖς πρώτοις συμβαλλομένους βρεφῶν | |
10 | ἐπέχειν τάξιν. Ἀναξαγόρας τρέφεσθαι μὲν ... | |
11 | κηʹ. Πόθεν αἱ ὀρέξεις γίνονται τοῖς ζῴοις καὶ αἱ ἡδοναί | |
910E | Ἐμπεδοκλῆς τὰς μὲν ὀρέξεις γίνεσθαι τοῖς ζῴοις κατὰ τὰς ἐλλείψεις τῶν ἀποτελούντων ἕκαστα στοιχείων, τὰς δ’ ἡδονὰς ἐξ † ὑγροῦ καὶ τὰς τῶν κινδύνων καὶ ὁμοίων κινήσεις †, τὰς δ’ ὀχλήσεις καὶ τὰς ... | |
4 | ||
5 | κθʹ. Πῶς γίνεται πυρετὸς καὶ εἰ ἐπιγέννημά ἐστι Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως· πυρετός | |
ἐστι κίνημα αἵματος παρεμπεπτωκὸς εἰς τὰ τοῦ πνεύματος | 151 | |
910F | ἀγγεῖα ἀπροαιρέτως γινόμενον· καθάπερ γὰρ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δ’ ἐμπνέοντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει | |
5 | μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων, πυρούμενον δὲ θερ‐ μαίνει τὸ ὅλον σῶμα. ἀρέσκει δ’ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς ... Διοκλῆς δέ φησιν· ὄψις ἀδήλων τὰ φαινόμενα· ἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ἐπιγενόμενος ὁ πυρετός, τραύματα | |
10 | καὶ φλεγμοναὶ καὶ βουβῶνες. | |
10 | ||
911A | λʹ. Περὶ ὑγείας καὶ νόσου καὶ γήρως Ἀλκμαίων τῆς μὲν ὑγείας εἶναι συνεκτικὴν 〈τὴν〉 ἰσο‐ νομίαν τῶν δυνάμεων, ὑγροῦ θερμοῦ ξηροῦ ψυχροῦ πικροῦ γλυκέος καὶ τῶν λοιπῶν· τὴν δ’ ἐν αὐτοῖς μοναρχίαν | |
5 | νόσου ποιητικήν· φθοροποιὸν γὰρ ἑκατέρου μοναρχία· καὶ νόσων αἰτία ὡς μὲν ὑφ’ ἕξεως, ὑπερβολῇ θερμότητος ἢ ψυχρότητος· ὡς δ’ ἐξ ἧς, διὰ πλῆθος 〈τροφῆσ〉 ἢ ἔνδειαν· ὡς δ’ ἐν οἷς, ἢ αἷμα ἔνδον ἢ ἐγκέφαλος· τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κρᾶσιν. | |
10 | Διοκλῆς πλείστας τῶν νόσων δι’ ἀνωμαλίαν τῶν ἐν τῷ | |
911B | σώματι στοιχείων καὶ τοῦ καταστήματος. Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ 〈δι’〉 ἀπεψίας καὶ φθορᾶς, τὴν δ’ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείαν. | 152 |
5 | Οἱ Στωικοὶ συμφώνως τὸ γῆρας γεγενῆσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν· οἱ γὰρ ἄνθρωποι πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν. Ἀσκληπιάδης Αἰθίοπάς φησι ταχέως γηράσκειν ἐτῶν τριάκοντα διὰ τὸ ὑπερθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ | |
10 | ἡλίου διαφλεχθέντας· ἐν Βρεττανίᾳ ἑκατὸν εἴκοσιν ἐτῶν γηρᾶν διὰ τὸ κατεψῦχθαι μὲν τοὺς τόπους, ἐν ἑαυτοῖς δὲ στέγειν τὸ πυρῶδες· τὰ μὲν γὰρ τῶν Αἰθιόπων σώματά εἰσιν ἀραιότερα διὰ τὸ ἀναχαλᾶσθαι ὑπὸ τοῦ ἡλίου, τὰ | |
911C | δ’ ὑπὸ τῶν ἄρκτων πυκνά, διὰ τοῦτο οὖν καὶ πολυχρόνια. | 153 |