TLG 0094 002 :: Pseudo–PLUTARCHUS :: De musica (1131b–1147a)

Pseudo–PLUTARCHUS
(p. A.D. 2)

De musica (1131b–1147a)

Source: Ziegler, K. (ed.), Plutarchi moralia, vol. 6.3, 3rd edn. Leipzig: Teubner, 1966: 1–37.

Citation: Stephanus page — section — (line)

t

1

*ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ 〈ΤΑ ΤΟΥ ΔΙΑΛΟΓΟΥ ΠΡΟΣΩΠΑ ΟΝΗΣΙΚΡΑΤΗΣ, ΣΩΤΗΡΙΧΟΣ, ΛΥΣΙΑΣ〉

1131

B

Ἡ μὲν Φωκίωνος τοῦ χρηστοῦ γυνὴ κόσμον αὑτῆς ἔλεγεν εἶναι τὰ Φωκίωνος στρατηγήματα· ἐγὼ δὲ κόσμον ἐμὸν οὐ μόνον ἴδιον, ἀλλὰ γὰρ καὶ κοινὸν τῶν οἰκείων πάντων ἡγοῦμαι τὴν τοῦ ἐμοῦ διδασκάλου περὶ λόγους
5σπουδήν. τῶν μὲν γὰρ στρατηγῶν τὰ ἐπιφανέστατα κατ‐ ορθώματα σωτηρίας μόνον οἴδαμεν τῆς ἐκ τῶν παραχρῆμα κινδύνων αἴτια γιγνόμενα στρατιώταις ὀλίγοις ἢ πόλει μιᾷ ἢ κἂν ἑνί τινι ἔθνει, βελτίους δ’ οὐδαμῶς ποιοῦντα οὔτε τοὺς στρατιώτας οὔτε τοὺς πολίτας, ἀλλ’ οὐδὲ τοὺς
10ὁμοεθνεῖς· τὴν δὲ παιδείαν, οὐσίαν εὐδαιμονίας οὖσαν

1131

C

αἰτίαν τ’ εὐβουλίας, οὐ μόνον ἔστιν εὑρεῖν ἢ οἴκῳ ἢ πόλει ἢ ἔθνει χρησίμην, ἀλλὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει. ὅσῳ οὖν ἡ ἐκ παιδείας ὠφέλεια μείζων πάντων στρατη‐ γημάτων, τοσούτῳ καὶ ἡ περὶ αὐτῆς μνήμη ἀξία σπου‐
5δῆς. Τῇ γοῦν δευτέρᾳ τῶν Κρονίων ἡμέρᾳ ὁ καλὸς Ὀνη‐ σικράτης ἐπὶ τὴν ἑστίασιν ἄνδρας μουσικῆς ἐπιστήμονας παρακεκλήκει· ἦσαν δὲ Σωτήριχος Ἀλεξανδρεὺς καὶ Λυ‐
σίας, εἷς τις τῶν σύνταξιν παρ’ αὐτοῦ λαμβανόντων. ἐπεὶ1
10δὲ τὰ νομιζόμενα συντετέλεστο ‘τὸ μὲν αἴτιον τῆς ἀνθρώ‐ που φωνῆσ‘ ἔφη ‘ὅτι πότ’ ἐστιν ὦ ἑταῖροι, νῦν ἐπιζητεῖν

1131

D

οὐ συμποτικόν· σχολῆς γὰρ νηφαλιωτέρας δεῖται τὸ θεώ‐ ρημα· ἐπεὶ δ’ ὁρίζονται τὴν φωνὴν οἱ ἄριστοι γραμματι‐ κοὶ ἀέρα πεπληγμένον αἰσθητὸν ἀκοῇ, τυγχάνομέν τε χθὲς ἐζητηκότες περὶ γραμματικῆς ὡς τέχνης ἐπιτηδείου
5γραμμαῖς τὰς φωνὰς δημιουργεῖν καὶ ταμιεύειν τῇ ἀναμνή‐ σει, ἴδωμεν τίς μετὰ ταύτην δευτέρα πρέπουσα φωνῇ ἐπιστήμη. οἶμαι δ’ ὅτι μουσική. ὑμνεῖν γὰρ εὐσεβὲς καὶ προηγούμενον ἀνθρώποις τοὺς χαρισαμένους αὐτοῖς μό‐ νοις τὴν ἔναρθρον φωνὴν θεούς· τοῦτο δὲ καὶ Ὅμηρος
10ἐπεσημήνατο ἐν οἷς λέγει (Α 472 sqq.)·
10

1131

E

‘οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν, μέλποντες Ἑκάεργον· ὁ δὲ φρένα τέρπετ’ ἀκούων.‘
3 ἄγε δὴ ὦ μουσικῆς θιασῶται, τίς πρῶτος ἐχρήσατο μου‐
5σικῇ, ἀναμνήσατε τοὺς ἑταίρους, καὶ τί εὗρε πρὸς αὔξη‐ σιν ταύτης ὁ χρόνος, καὶ τίνες γεγόνασιν εὐδόκιμοι τῶν τὴν μουσικὴν ἐπιστήμην μεταχειρισαμένων· ἀλλὰ μὴν καὶ εἰς πόσα καὶ εἰς τίνα χρήσιμον τὸ ἐπιτήδευμα.‘ ταῦτα μὲν εἶπεν ὁ διδάσκαλος.
10 Ὁ δὲ Λυσίας ὑπολαβών ‘παρὰ πολλοῖσ‘ ἔφη ‘ἐζη‐ τημένον πρόβλημα ἐπιζητεῖς ἀγαθὲ Ὀνησίκρατες. τῶν τε γὰρ Πλατωνικῶν οἱ πλεῖστοι καὶ τῶν ἀπὸ τοῦ Περιπά‐

1131

F

του φιλοσόφων οἱ ἄριστοι περί τε τῆς ἀρχαίας μουσικῆς συντάξαι ἐσπούδασαν καὶ περὶ τῆς αὐτῇ γεγενημένης παραφθορᾶς· ἀλλὰ γὰρ καὶ γραμματικῶν καὶ ἁρμονικῶν οἱ ἐπ’ ἄκρον παιδείας ἐληλακότες πολλὴν σπουδὴν περὶ
5τοῦτο πεποίηνται. πολλὴ γοῦν ἡ τῶν συντεταχότων διαφωνία. Ἡρακλείδης δ’ ἐν τῇ Συναγωγῇ τῶν ἐν μουσικῇ 〈εὐδοκιμησάντων〉 (fr. 157 Wehrli) τὴν κιθαρῳδίαν καὶ τὴν κιθαρῳδικὴν ποίησιν πρῶτόν φησιν Ἀμφίονα ἐπινοῆ‐2

1132

A

σαι τὸν Διὸς καὶ Ἀντιόπης, | τοῦ πατρὸς δηλονότι διδά‐ ξαντος αὐτόν. πιστοῦται δὲ τοῦτο ἐκ τῆς ἀναγραφῆς τῆς ἐν Σικυῶνι ἀποκειμένης (FGrH 550 F 1), δι’ ἧς τάς τε ἱερείας τὰς ἐν Ἄργει καὶ τοὺς ποιητὰς καὶ τοὺς μουσικοὺς ὀνομάζει. κατὰ
5δὲ τὴν αὐτὴν ἡλικίαν καὶ Λίνον τὸν ἐξ Εὐβοίας θρήνους πεποιηκέναι λέγει, καὶ Ἄνθην τὸν ἐξ Ἀνθηδόνος τῆς Βοιωτίας ὕμνους, καὶ Πίερον τὸν ἐκ Πιερίας τὰ περὶ τὰς Μούσας ποιήματα· ἀλλὰ καὶ Φιλάμμωνα τὸν Δελφὸν Λη‐ τοῦς τε 〈πλάνασ〉 καὶ Ἀρτέμιδος καὶ Ἀπόλλωνος γένεσιν
10δηλῶσαι ἐν μέλεσι, καὶ χοροὺς πρῶτον περὶ τὸ ἐν Δελφοῖς ἱερὸν στῆσαι· Θάμυριν δὲ τὸ γένος Θρᾷκα εὐφωνότερον

1132

B

καὶ ἐμμελέστερον πάντων τῶν τότε ᾆσαι, ὡς ταῖς Μού‐ σαις κατὰ τοὺς ποιητὰς εἰς ἀγῶνα καταστῆναι· πεποιη‐ κέναι δὲ τοῦτον ἱστορεῖται Τιτάνων πρὸς τοὺς θεοὺς πό‐ λεμον· γεγονέναι δὲ καὶ Δημόδοκον Κερκυραῖον παλαιὸν
5μουσικόν, ὃν πεποιηκέναι Ἰλίου τε πόρθησιν καὶ Ἀφροδί‐ της καὶ Ἡφαίστου γάμον· ἀλλὰ μὴν καὶ Φήμιον Ἰθακή‐ σιον νόστον τῶν ἀπὸ Τροίας μετ’ Ἀγαμέμνονος ἀνακο‐ μισθέντων ποιῆσαι. οὐ λελυμένην δ’ εἶναι τῶν προειρη‐ μένων τὴν τῶν ποιημάτων λέξιν καὶ μέτρον οὐκ ἔχουσαν,
10ἀλλὰ καθάπερ 〈τὴν〉 Στησιχόρου τε καὶ τῶν ἀρχαίων

1132

C

μελοποιῶν, οἳ ποιοῦντες ἔπη τούτοις μέλη περιετίθεσαν·
καὶ γὰρ τὸν Τέρπανδρον ἔφη κιθαρῳδικῶν ποιητὴν ὄντα νόμων, κατὰ νόμον ἕκαστον τοῖς ἔπεσι τοῖς ἑαυτοῦ καὶ τοῖς Ὁμήρου μέλη περιτιθέντα ᾄδειν ἐν τοῖς ἀγῶσιν·3
5ἀποφῆναι δὲ τοῦτον λέγει ὀνόματα πρῶτον τοῖς κιθαρῳ‐ δικοῖς νόμοις· ὁμοίως δὲ Τερπάνδρῳ Κλονᾶν, τὸν πρῶτον συστησάμενον τοὺς αὐλῳδικοὺς νόμους καὶ τὰ προσόδια, ἐλεγείων τε καὶ ἐπῶν ποιητὴν γεγονέναι, καὶ Πολύμνη‐ στον τὸν Κολοφώνιον τὸν μετὰ τοῦτον γενόμενον τοῖς
10αὐτοῖς χρήσασθαι ποιήμασιν.

1132

D

Οἱ δὲ νόμοι οἱ κατὰ τούτους, ἀγαθὲ Ὀνησίκρατες, αὐλῳδικοὶ ἦσαν· Ἀπόθετος, Ἔλεγοι, Κωμάρχιος, Σχοι‐ νίων, Κηπίων τε καὶ † Δεῖος καὶ Τριμερής· ὑστέρῳ δὲ χρόνῳ καὶ τὰ Πολυμνήστεια καλούμενα ἐξευρέθη. οἱ δὲ
5τῆς κιθαρῳδίας νόμοι πρότερον 〈οὐ〉 πολλῷ χρόνῳ τῶν αὐλῳδικῶν κατεστάθησαν ἐπὶ Τερπάνδρου· ἐκεῖνος γοῦν τοὺς κιθαρῳδικοὺς πρότερος ὠνόμασε, Βοιώτιόν τινα καὶ Αἰόλιον Τροχαῖόν τε καὶ Ὀξὺν Κηπίωνά τε καὶ Τερπάν‐ δρειον καλῶν, ἀλλὰ μὴν καὶ Τετραοίδιον. πεποίηται δὲ
10τῷ Τερπάνδρῳ καὶ προοίμια κιθαρῳδικὰ ἐν ἔπεσιν. ὅτι δ’ οἱ κιθαρῳδικοὶ νόμοι οἱ πάλαι ἐξ ἐπῶν συνίσταντο, Τιμόθεος ἐδήλωσε· τοὺς γοῦν πρώτους νόμους ἐν ἔπεσι

1132

E

διαμιγνύων διθυραμβικὴν λέξιν ᾖδεν, ὅπως μὴ εὐθὺς φανῇ παρανομῶν εἰς τὴν ἀρχαίαν μουσικήν. ἔοικε δὲ κατὰ τὴν τέχνην τὴν κιθαρῳδικὴν ὁ Τέρπανδρος διενηνοχέναι· τὰ Πύθια γὰρ τετράκις ἑξῆς νενικηκὼς ἀναγέγραπται. καὶ
5τοῖς χρόνοις δὲ σφόδρα παλαιός ἐστι· πρεσβύτερον γοῦν αὐτὸν Ἀρχιλόχου ἀποφαίνει Γλαῦκος ὁ ἐξ Ἰταλίας ἐν
συγγράμματί τινι τῷ Περὶ τῶν ἀρχαίων ποιητῶν τε καὶ μουσικῶν· φησὶ γὰρ (FHG II 23 fr. 2) αὐτὸν δεύτερον γε‐ νέσθαι μετὰ τοὺς πρώτους ποιήσαντας αὐλῳδίαν.4
10 Ἀλέξανδρος δ’ ἐν τῇ Συναγωγῇ τῶν περὶ Φρυγίας (FGrH 273 F 77) κρούματα Ὄλυμπον ἔφη πρῶτον εἰς

1132

F

τοὺς Ἕλληνας κομίσαι, ἔτι δὲ καὶ τοὺς Ἰδαίους Δακτύ‐ λους· Ὕαγνιν δὲ πρῶτον αὐλῆσαι, εἶτα τὸν τούτου υἱὸν Μαρσύαν, εἶτ’ Ὄλυμπον· ἐζηλωκέναι δὲ τὸν Τέρπανδρον Ὁμήρου μὲν τὰ ἔπη, Ὀρφέως δὲ τὰ μέλη. ὁ δ’ Ὀρφεὺς
5οὐδένα φαίνεται μεμιμημένος· οὐδεὶς γάρ πω γεγένητο, εἰ μὴ οἱ τῶν αὐλῳδικῶν ποιηταί· τούτοις δὲ κατ’ οὐθὲν

1133

A

τὸ Ὀρφικὸν ἔργον ἔοικε. | Κλονᾶς δ’ ὁ τῶν αὐλῳδικῶν νόμων ποιητής, ὁ ὀλίγῳ ὕστερον Τερπάνδρου γενόμενος, ὡς μὲν Ἀρκάδες λέγουσι, Τεγεάτης ἦν, ὡς δὲ Βοιωτοί, Θηβαῖος. μετὰ δὲ Τέρπανδρον καὶ Κλονᾶν Ἀρχίλοχος
5παραδίδοται γενέσθαι. ἄλλοι δέ τινες τῶν συγγραφέων Ἄρδαλόν φασι Τροιζήνιον πρότερον Κλονᾶ τὴν αὐλῳδι‐ κὴν συστήσασθαι μοῦσαν· γεγονέναι δὲ καὶ Πολύμνη‐ στον ποιητήν, Μέλητος τοῦ Κολοφωνίου υἱόν, ὃν [Πο‐ λύμνηστόν] *** τε καὶ Πολυμνήστην νόμους ποιῆσαι. περὶ
10δὲ Κλονᾶ ὅτι τὸν Ἀπόθετον νόμον καὶ Σχοινίωνα πεποιη‐

1133

B

κὼς εἴη μνημονεύουσιν οἱ ἀναγεγραφότες. τοῦ δὲ Πολυ‐ μνήστου καὶ Πίνδαρος (fr. 218 Turyn) καὶ Ἀλκμὰν (fr. 114 Bgk.) οἱ τῶν μελῶν ποιηταὶ ἐμνημόνευσαν. τινὰς δὲ τῶν νόμων τῶν κιθαρῳδικῶν τῶν ὑπὸ Τερπάνδρου πεποιημένων
5Φιλάμμωνά φασι τὸν ἀρχαῖον τὸν Δελφὸν συστήσασθαι. Τὸ δ’ ὅλον ἡ μὲν κατὰ Τέρπανδρον κιθαρῳδία καὶ μέχρι τῆς Φρύνιδος ἡλικίας παντελῶς ἁπλῆ τις οὖσα διε‐
τέλει· οὐ γὰρ ἐξῆν τὸ παλαιὸν οὕτως ποιεῖσθαι τὰς κιθα‐ ρῳδίας ὡς νῦν οὐδὲ μεταφέρειν τὰς ἁρμονίας καὶ τοὺς5
10ῥυθμούς· ἐν γὰρ τοῖς νόμοις ἑκάστῳ διετήρουν τὴν οἰ‐ κείαν τάσιν. διὸ καὶ ταύτην 〈τὴν〉 ἐπωνυμίαν εἶχον· νό‐ μοι γὰρ προσηγορεύθησαν, ἐπειδὴ οὐκ ἐξῆν παραβῆναι

1133

C

〈τὸ〉 καθ’ ἕκαστον νενομισμένον εἶδος τῆς τάσεως. τὰ γὰρ πρὸς τοὺς θεοὺς ὡς βούλονται ἀφοσιωσάμενοι, ἐξέ‐ βαινον εὐθὺς ἐπί τε τὴν Ὁμήρου καὶ τῶν ἄλλων ποίησιν. δῆλον δὲ τοῦτ’ ἐστὶ διὰ τῶν Τερπάνδρου προοιμίων.
5ἐποιήθη δὲ καὶ τὸ σχῆμα τῆς κιθάρας πρῶτον κατὰ Κη‐ πίωνα, τὸν Τερπάνδρου μαθητήν· ἐκλήθη δ’ Ἀσιὰς διὰ τὸ κεχρῆσθαι τοὺς Λεσβίους αὐτῇ κιθαρῳδούς, πρὸς τῇ Ἀσίᾳ κατοικοῦντας. τελευταῖον δὲ Περίκλειτόν φασι κι‐ θαρῳδὸν νικῆσαι ἐν Λακεδαίμονι Κάρνεια, τὸ γένος ὄντα
10Λέσβιον· τούτου δὲ τελευτήσαντος, τέλος λαβεῖν Λεσβίοις τὸ συνεχὲς τῆς κατὰ τὴν κιθαρῳδίαν διαδοχῆς. ἔνιοι δὲ

1133

D

πλανώμενοι νομίζουσι κατὰ τὸν 〈αὐτὸν〉 χρόνον Τερπάν‐ δρῳ Ἱππώνακτα γεγονέναι· φαίνεται δ’ Ἱππώνακτος καὶ Περίκλειτος ὢν πρεσβύτερος. Ἐπεὶ δὲ τοὺς αὐλῳδικοὺς νόμους καὶ κιθαρῳδικοὺς
5ὁμοῦ τοὺς ἀρχαίους ἐμπεφανίκαμεν, μεταβησόμεθα ἐπὶ [μόνους] τοὺς αὐλητικούς. λέγεται γὰρ τὸν προειρημέ‐ νον Ὄλυμπον, αὐλητὴν ὄντα τῶν ἐκ Φρυγίας, ποιῆσαι νό‐ μον αὐλητικὸν εἰς Ἀπόλλωνα τὸν καλούμενον Πολυκέ‐ φαλον· εἶναι δὲ τὸν Ὄλυμπον τοῦτόν φασιν ἕνα τῶν ἀπὸ
10τοῦ πρώτου Ὀλύμπου τοῦ Μαρσύου 〈μαθητοῦ〉, πεποιη‐ κότος εἰς τοὺς θεοὺς τοὺς νόμους· οὗτος γὰρ παιδικὰ γενό‐

1133

E

μενος Μαρσύου καὶ τὴν αὔλησιν μαθὼν παρ’ αὐτοῦ, τοὺς νόμους τοὺς ἁρμονικοὺς ἐξήνεγκεν εἰς τὴν Ἑλλάδα οἷς 〈ἔτι καὶ〉 νῦν χρῶνται οἱ Ἕλληνες ἐν ταῖς ἑορταῖς τῶν θεῶν. ἄλλοι δὲ Κράτητος εἶναί φασι τὸν Πολυκέφαλον6
5νόμον, γενομένου μαθητοῦ Ὀλύμπου· ὁ δὲ Πρατίνας (fr. 6 Bgk.) Ὀλύμπου φησὶν εἶναι τοῦ νεωτέρου τὸν νόμον τοῦτον. Τὸν δὲ καλούμενον Ἁρμάτειον νόμον λέγεται ποιῆσαι ὁ πρῶτος Ὄλυμπος, ὁ Μαρσύου μαθητής. τὸν δὲ Μαρσύαν φασί τινες Μάσσην καλεῖσθαι· οἱ δ’ οὔ, ἀλλὰ Μαρσύαν·
10εἶναι δ’ αὐτὸν Ὑάγνιδος υἱόν, τοῦ πρώτου εὑρόντος τὴν αὐλητικὴν τέχνην. ὅτι δ’ ἐστὶν Ὀλύμπου ὁ Ἁρμάτειος νό‐

1133

F

μος, ἐκ τῆς Γλαύκου συγγραφῆς τῆς ὑπὲρ τῶν ἀρχαίων ποιητῶν (FHG II 23 fr. 3) μάθοι ἄν τις, καὶ ἔτι γνοίη ὅτι Στησίχορος ὁ Ἱμεραῖος οὔτ’ Ὀρφέα οὔτε Τέρπανδρον οὔτ’ Ἀρχίλοχον οὔτε Θαλήταν ἐμιμήσατο, ἀλλ’ Ὄλυμπον,
5χρησάμενος τῷ Ἁρματείῳ νόμῳ καὶ τῷ κατὰ δάκτυλον εἴδει, ὅ τινες ἐξ Ὀρθίου νόμου φασὶν εἶναι. ἄλλοι δέ τινες ὑπὸ Μυσῶν εὑρῆσθαι τοῦτον τὸν νόμον· γεγονέναι γάρ τινας ἀρχαίους αὐλητὰς Μυσούς. Καὶ ἄλλος δ’ ἐστὶν ἀρχαῖος νόμος καλούμενος Κρα‐

1134

A

δίας, | ὅν φησιν Ἱππῶναξ (fr. 96 Bgk.) Μίμνερμον αὐλῆσαι. ἐν ἀρχῇ γὰρ ἐλεγεῖα μεμελοποιημένα οἱ αὐλῳ‐ δοὶ ᾖδον· τοῦτο δὲ δηλοῖ ἡ τῶν Παναθηναίων 〈ἀνα〉γραφὴ ἡ περὶ τοῦ μουσικοῦ ἀγῶνος. γέγονε δὲ καὶ Σακάδας 〈ὁ〉
5Ἀργεῖος ποιητὴς μελῶν τε καὶ ἐλεγείων μεμελοποιημέ‐ νων· ὁ δ’ αὐτὸς καὶ αὐλητὴς ἀγαθὸς καὶ τὰ Πύθια τρὶς νενικηκὼς ἀναγέγραπται· τούτου καὶ Πίνδαρος μνημο‐
νεύει (fr. 72 Turyn)· τόνων γοῦν τριῶν ὄντων κατὰ Πολύμνηστον καὶ Σακάδαν, τοῦ τε Δωρίου καὶ Φρυγίου7
10καὶ Λυδίου, ἐν ἑκάστῳ τῶν εἰρημένων τόνων στροφὴν ποιήσαντά φασι τὸν Σακάδαν διδάξαι ᾄδειν τὸν χορὸν Δω‐

1134

B

ριστὶ μὲν τὴν πρώτην, Φρυγιστὶ δὲ τὴν δευτέραν, Λυδι‐ στὶ δὲ τὴν τρίτην· καλεῖσθαι δὲ Τριμερῆ τὸν νόμον τοῦ‐ τον διὰ τὴν μεταβολήν. ἐν δὲ τῇ ἐν Σικυῶνι ἀναγραφῇ τῇ περὶ τῶν ποιητῶν (FGrH 550 F 2) Κλονᾶς εὑρετὴς ἀνα‐
5γέγραπται τοῦ Τριμεροῦς νόμου. Ἡ μὲν οὖν πρώτη κατάστασις τῶν περὶ τὴν μου‐ σικὴν ἐν τῇ Σπάρτῃ, Τερπάνδρου καταστήσαντος, γεγένη‐ ται· τῆς δὲ δευτέρας Θαλήτας τε ὁ Γορτύνιος καὶ Ξενό‐ δαμος ὁ Κυθήριος καὶ Ξενόκριτος ὁ Λοκρὸς καὶ Πολύ‐
10μνηστος ὁ Κολοφώνιος καὶ Σακάδας ὁ Ἀργεῖος μάλιστα αἰτίαν ἔχουσιν ἡγεμόνες γενέσθαι· τούτων γὰρ εἰσηγη‐

1134

C

σαμένων τὰ περὶ τὰς Γυμνοπαιδίας τὰς ἐν Λακεδαίμονι λέγεται κατασταθῆναι, 〈καὶ〉 τὰ περὶ τὰς Ἀποδείξεις τὰς ἐν Ἀρκαδίᾳ, τῶν τε ἐν Ἄργει τὰ Ἐνδυμάτια καλούμενα. ἦσαν δ’ οἱ μὲν περὶ Θαλήταν τε καὶ Ξενόδαμον καὶ Ξενό‐
5κριτον ποιηταὶ παιάνων, οἱ δὲ περὶ Πολύμνηστον τῶν Ὀρ‐ θίων καλουμένων, οἱ δὲ περὶ Σακάδαν ἐλεγείων. ἄλλοι δὲ Ξενόδαμον ὑπορχημάτων ποιητὴν γεγονέναι φασὶ καὶ οὐ παιάνων, καθάπερ Πρατίνας (fr. 7 Bgk.)· καὶ αὐτοῦ δὲ τοῦ Ξενοδάμου ἀπομνημονεύεται ᾆσμα ὅ ἐστι φανερῶς
10ὑπόρχημα. κέχρηται δὲ τῷ γένει τῆς ποιήσεως ταύτης

1134

D

καὶ Πίνδαρος. ὁ δὲ παιὰν ὅτι διαφορὰν ἔχει πρὸς τὰ ὑπορ‐ χήματα, τὰ Πινδάρου ποιήματα δηλώσει· γέγραφε γὰρ καὶ παιᾶνας καὶ ὑπορχήματα. Καὶ Πολύμνηστος δ’ αὐλῳδικοὺς νόμους ἐποίη‐
5σεν· εἰ δὲ τῷ Ὀρθίῳ νόμῳ 〈ἐν〉 τῇ μελοποιίᾳ κέχρηται, καθάπερ οἱ ἁρμονικοί φασιν, οὐκ ἔχομεν [δ’] ἀκριβῶς εἰπεῖν· οὐ γὰρ εἰρήκασιν οἱ ἀρχαῖοί τι περὶ τούτου. καὶ περὶ Θαλήτα δὲ τοῦ Κρητὸς εἰ παιάνων γεγένηται ποι‐ ητὴς ἀμφισβητεῖται. Γλαῦκος γὰρ (FHG II 24 fr. 4) μετ’8
10Ἀρχίλοχον φάσκων γεγενῆσθαι Θαλήταν, μεμιμῆσθαι μὲν αὐτόν φησι τὰ Ἀρχιλόχου μέλη, ἐπὶ δὲ τὸ μακρότερον

1134

E

ἐκτεῖναι, καὶ Παίωνα καὶ Κρητικὸν ῥυθμὸν εἰς τὴν μελο‐ ποιίαν ἐνθεῖναι· οἷς Ἀρχίλοχον μὴ κεχρῆσθαι, ἀλλ’ οὐδ’ Ὀρφέα οὐδὲ Τέρπανδρον· ἐκ γὰρ τῆς Ὀλύμπου αὐλήσεως Θαλήταν φασὶν ἐξειργάσθαι ταῦτα καὶ δόξαι ποιητὴν
5ἀγαθὸν γεγονέναι. περὶ δὲ Ξενοκρίτου, ὃς ἦν τὸ γένος ἐκ Λοκρῶν τῶν ἐν Ἰταλίᾳ, ἀμφισβητεῖται εἰ παιάνων ποιη‐ τὴς γέγονεν· ἡρωϊκῶν γὰρ ὑποθέσεων πράγματα ἐχου‐ σῶν ποιητὴν γεγονέναι φασὶν αὐτόν· διὸ καί τινας διθυ‐ ράμβους καλεῖν αὐτοῦ τὰς ὑποθέσεις· πρεσβύτερον δὲ τῇ
10ἡλικίᾳ φησὶν ὁ Γλαῦκος Θαλήταν Ξενοκρίτου γεγονέναι.

1134

F

Ὄλυμπος δέ, ὡς Ἀριστόξενός φησιν (fr. 83 Wehrli), ὑπολαμβάνεται ὑπὸ τῶν μουσικῶν τοῦ ἐναρμονίου γένους εὑρετὴς γεγενῆσθαι· τὰ γὰρ πρὸ ἐκείνου πάντα διάτονα καὶ χρωματικὰ ἦν. ὑπονοοῦσι δὲ τὴν εὕρεσιν τοιαύτην τινὰ
5γενέσθαι· ἀναστρεφόμενον τὸν Ὄλυμπον ἐν τῷ διατόνῳ καὶ διαβιβάζοντα τὸ μέλος πολλάκις ἐπὶ τὴν διάτονον παρυπάτην, τοτὲ μὲν ἀπὸ τῆς παραμέσης, τοτὲ δ’ ἀπὸ τῆς μέσης, καὶ παραβαίνοντα τὴν διάτονον λιχανόν, καταμα‐ θεῖν τὸ κάλλος τοῦ ἤθους, καὶ οὕτως τὸ ἐκ τῆς ἀναλογίας

1135

A

συνεστηκὸς σύστημα | θαυμάσαντα καὶ ἀποδεξάμενον, ἐν τούτῳ ποιεῖν ἐπὶ τοῦ Δωρίου τόνου· οὔτε γὰρ τῶν τοῦ
διατόνου ἰδίων οὔτε τῶν τοῦ χρώματος ἅπτεσθαι, ἀλλ’ οὐδὲ τῶν τῆς ἁρμονίας. εἶναι δ’ αὐτῷ τὰ πρῶτα τῶν ἐναρ‐9
5μονίων τοιαῦτα. τιθέασι γὰρ τούτων πρῶτον τὸ Σπον‐ δεῖον, ἐν ᾧ οὐδεμία τῶν διαιρέσεων τὸ ἴδιον ἐμφαίνει, εἰ μή τις εἰς τὸν συντονώτερον σπονδειασμὸν βλέπων αὐτὸ τοῦτο διάτονον εἶναι ἀπεικάσειε. δῆλον δ’ ὅτι καὶ ψεῦδος καὶ ἐκμελὲς θήσει ὁ τοιοῦτο τιθείς· ψεῦδος μὲν ὅτι διέ‐
10σει ἔλαττόν ἐστι τόνου τοῦ περὶ τὸν ἡγεμόνα κειμένου·

1135

B

ἐκμελὲς δ’ ὅτι, καὶ εἴ τις ἐν τῇ τοῦ τονιαίου δυνάμει τι‐ θείη τὸ τοῦ συντονωτέρου σπονδειασμοῦ ἴδιον, συμβαί‐ νοι ἂν δύο ἑξῆς τίθεσθαι δίτονα, τὸ μὲν ἀσύνθετον, τὸ δὲ σύνθετον· τὸ γὰρ ἐν ταῖς μέσαις ἐναρμόνιον πυκνὸν ᾧ νῦν
5χρῶνται οὐ δοκεῖ τοῦ ποιητοῦ εἶναι. ῥᾴδιον δ’ ἐστὶ συνι‐ δεῖν, ἐάν τις ἀρχαϊκῶς τινος αὐλοῦντος ἀκούσῃ· ἀσύνθε‐ τον γὰρ βούλεται εἶναι καὶ τὸ ἐν ταῖς μέσαις ἡμιτόνιον. Τὰ μὲν οὖν πρῶτα τῶν ἐναρμονίων τοιαῦτα· ὕστερον δὲ τὸ ἡμιτόνιον διῃρέθη ἔν τε τοῖς Λυδίοις καὶ ἐν τοῖς
10Φρυγίοις. φαίνεται δ’ Ὄλυμπος αὐξήσας μουσικὴν τῷ ἀγένητόν τι καὶ ἀγνοούμενον ὑπὸ τῶν ἔμπροσθεν εἰσαγα‐

1135

C

γεῖν, καὶ ἀρχηγὸς γενέσθαι τῆς Ἑλληνικῆς καὶ καλῆς μουσικῆς. Ἔστι δέ τις καὶ περὶ τῶν ῥυθμῶν λόγος· γένη γάρ τινα καὶ εἴδη ῥυθμῶν προσεξευρέθη, ἀλλὰ μὴν καὶ μελο‐
5ποιιῶν τε καὶ ῥυθμοποιιῶν. προτέρα μὲν γὰρ ἡ Τερπάν‐ δρου καινοτομία καλόν τινα τρόπον εἰς τὴν μουσικὴν εἰσή‐ γαγε· Πολύμνηστος δὲ μετὰ τὸν Τερπάνδρειον τρόπον
καινῷ ἐχρήσατο, καὶ αὐτὸς μέντοι ἐχόμενος τοῦ καλοῦ τύπου, ὡσαύτως δὲ καὶ Θαλήτας καὶ Σακάδας· καὶ γὰρ10
10οὗτοι κατά γε τὰς ῥυθμοποιίας καινοί, οὐκ ἐκβαίνοντες μέν〈τοι〉 τοῦ καλοῦ τύπου. ἔστι δὲ 〈καί〉 τις Ἀλκμανικὴ καινοτομία καὶ Στησιχόρειος, καὶ αὗται οὐκ ἀφεστῶ‐

1135

D

σαι τοῦ καλοῦ. Κρέξος δὲ καὶ Τιμόθεος καὶ Φιλόξενος καὶ οἱ κατὰ ταύτην τὴν ἡλικίαν γεγονότες ποιηταὶ φορτικώ‐ τεροι καὶ φιλόκαινοι γεγόνασι, τὸ φιλάνθρωπον καὶ θε‐ ματικὸν νῦν ὀνομαζόμενον διώξαντες· τὴν γὰρ ὀλιγοχορ‐
5δίαν τε καὶ τὴν ἁπλότητα καὶ σεμνότητα τῆς μουσικῆς παντελῶς ἀρχαϊκὴν εἶναι συμβέβηκεν. Εἰρηκὼς κατὰ δύναμιν περί τε τῆς πρώτης μου‐ σικῆς καὶ τῶν πρῶτον εὑρόντων αὐτήν, καὶ ὑπὸ τίνων κατὰ χρόνους ταῖς προσεξευρέσεσιν ηὔξηται, καταπαύσω
10τὸν λόγον καὶ παραδώσω τῷ ἑταίρῳ Σωτηρίχῳ, ἐσπου‐

1135

E

δακότι οὐ μόνον περὶ μουσικήν, ἀλλὰ καὶ περὶ τὴν ἄλλην ἐγκύκλιον παιδείαν· ἡμεῖς γὰρ μᾶλλον 〈τῷ〉 χειρουργικῷ μέρει τῆς μουσικῆς ἐγγεγυμνάσμεθα.‘ ὁ μὲν Λυσίας ταῦτ’ εἰπὼν κατέπαυσε τὸν λόγον.
5 Σωτήριχος δὲ μετὰ τοῦτον ὧδέ πως ἔφη· ‘ὑπὲρ σεμνοῦ ἐπιτηδεύματος καὶ θεοῖς μάλιστα ἀρέσκοντος, ὠγαθὲ Ὀνησίκρατες, τοὺς λόγους ἡμᾶς προετρέψω ποι‐ ήσασθαι. ἀποδέχομαι μὲν οὖν τῆς συνέσεως τὸν διδά‐ σκαλον Λυσίαν, ἀλλὰ μὴν καὶ τῆς μνήμης ἧς ἐπεδείξατο
10περί τε τοὺς εὑρετὰς τῆς πρώτης μουσικῆς καὶ περὶ τοὺς τὰ τοιαῦτα συγγεγραφότας· ὑπομνήσω δὲ τοῦθ’ ὅτι τοῖς

1135

F

ἀναγεγραμμένοις μόνον κατακολουθήσας πεποίηται τὴν
δεῖξιν. ἡμεῖς δ’ οὐκ ἄνθρωπόν τινα παρελάβομεν εὑρετὴν τῶν τῆς μουσικῆς ἀγαθῶν, ἀλλὰ τὸν πάσαις ταῖς ἀρε‐ ταῖς κεκοσμημένον θεὸν Ἀπόλλωνα. οὐ[τε] γὰρ Μαρσύου11
5ἢ Ὀλύμπου ἢ Ὑάγνιδος, ὥς τινες οἴονται, εὕρημα ὁ αὐλός, μόνη δὲ κιθάρα Ἀπόλλωνος, ἀλλὰ καὶ αὐλητικῆς καὶ κι‐ θαριστικῆς εὑρετὴς ὁ θεός. δῆλον δ’ ἐκ τῶν χορῶν καὶ τῶν θυσιῶν ἃς προσῆγον μετ’ αὐλῶν τῷ θεῷ, καθάπερ ἄλλοι τε καὶ Ἀλκαῖος ἔν τινι τῶν ὕμνων (fr. 3 Bgk.) ἱστο‐

1136

A

ρεῖ. | καὶ ἡ ἐν Δήλῳ δὲ τοῦ ἀγάλματος αὐτοῦ ἀφίδρυσις ἔχει ἐν μὲν τῇ δεξιᾷ τόξον, ἐν δὲ τῇ ἀριστερᾷ Χάριτας, τῶν τῆς μουσικῆς ὀργάνων ἑκάστην τι ἔχουσαν· ἡ μὲν γὰρ λύραν κρατεῖ, ἡ δ’ αὐλούς, ἡ δ’ ἐν μέσῳ προσκειμένην
5ἔχει τῷ στόματι σύριγγα· ὅτι δ’ οὗτος οὐκ ἐμὸς ὁ λόγος (Eurip. fr. 484) *** Ἀντικλείδης 〈ἐν τοῖς Δηλιακοῖσ〉 (FGrH 334 F 52) καὶ Ἴστρος ἐν ταῖς Ἐπιφανείαις (FGrH 140 F 14) περὶ τούτων ἀφηγήσαντο. οὕτως δὲ παλαιόν ἐστι τὸ ἀφίδρυμα τοῦτο, ὥστε τοὺς ἐργασαμένους αὐτὸ
10τῶν καθ’ Ἡρακλέα Μερόπων φασὶν εἶναι. ἀλλὰ μὴν καὶ τῷ κατακομίζοντι παιδὶ τὴν Τεμπικὴν δάφνην εἰς Δελφοὺς

1136

B

παρομαρτεῖ αὐλητής, καὶ τὰ ἐξ Ὑπερβορέων δ’ ἱερὰ μετ’ αὐλῶν καὶ συρίγγων καὶ κιθάρας εἰς τὴν Δῆλόν φασι τὸ παλαιὸν στέλλεσθαι. ἄλλοι δὲ καὶ αὐτὸν τὸν θεόν φασιν αὐλῆσαι, καθάπερ ἱστορεῖ ὁ ἄριστος μελῶν ποιητὴς Ἀλκ‐
5μάν (fr. 102 Bgk.)· ἡ δὲ Κόριννα (fr. 29 Bgk.) καὶ διδαχ‐ θῆναί φησι τὸν Ἀπόλλω ὑπ’ Ἀθηνᾶς αὐλεῖν. σεμνὴ οὖν κατὰ πάντα ἡ μουσική, θεῶν εὕρημα οὖσα. Ἐχρήσαντο δ’ αὐτῇ οἱ παλαιοὶ κατὰ τὴν ἀξίαν, ὥσπερ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι πᾶσιν· οἱ δὲ νῦν τὰ
10σεμνὰ αὐτῆς παραιτησάμενοι, ἀντὶ τῆς ἀνδρώδους ἐκεί‐
νης καὶ θεσπεσίας καὶ θεοῖς φίλης κατεαγυῖαν καὶ κωτί‐ λην εἰς τὰ θέατρα εἰσάγουσι. τοιγάρτοι Πλάτων ἐν τῷ12

1136

C

τρίτῳ τῆς Πολιτείας (p. 398e) δυσχεραίνει τῇ τοιαύτῃ μουσικῇ· τὴν γοῦν Λύδιον ἁρμονίαν παραιτεῖται, ἐπειδὴ ὀξεῖα καὶ ἐπιτήδειος πρὸς θρῆνον. ᾗ καὶ τὴν πρώτην σύ‐ στασιν αὐτῆς φασι θρηνώδη τινὰ γενέσθαι. Ὄλυμπον γὰρ
5πρῶτον Ἀριστόξενος ἐν τῷ πρώτῳ περὶ μουσικῆς (fr. 80 Wehrli) ἐπὶ τῷ Πύθωνί φησιν ἐπικήδειον αὐλῆσαι Λυδιστί. εἰσὶ δ’ οἳ Μελανιππίδην (fr. A 3 del Grande) τούτου τοῦ μέλους ἄρξαι φασί. Πίνδαρος δ’ ἐν Παιᾶσιν ἐπὶ τοῖς Νιό‐ βης γάμοις (fr. 75 Turyn) φησὶ Λύδιον ἁρμονίαν πρῶτον
10διδαχθῆναι, ἄλλοι δὲ Τόρηβον πρῶτον 〈ταύτῃ〉 τῇ ἁρ‐ μονίᾳ χρήσασθαι, καθάπερ Διονύσιος ὁ Ἴαμβος ἱστο‐ ρεῖ.

1136

D

Καὶ ἡ Μιξολύδιος δὲ παθητική τίς ἐστι, τραγῳ‐ δίαις ἁρμόζουσα. Ἀριστόξενος δέ φησι (fr. 81 Wehrli) Σαπφὼ (fr. a 88 Gallavotti) πρώτην εὕρασθαι τὴν Μι‐ ξολυδιστί, παρ’ ἧς τοὺς τραγῳδοποιοὺς μαθεῖν· λαβόντας
5γοῦν αὐτὴν συζεῦξαι τῇ Δωριστί, ἐπεὶ ἡ μὲν τὸ μεγαλο‐ πρεπὲς καὶ ἀξιωματικὸν ἀποδίδωσιν, ἡ δὲ τὸ παθητικόν, μέμικται δὲ διὰ τούτων τραγῳδία. ἐν δὲ τοῖς Ἱστορικοῖς † τοῖς Ἁρμονικοῖς Πυθοκλείδην φησὶ τὸν αὐλητὴν εὑρετὴν αὐτῆς γεγονέναι, αὖθις δὲ Λαμπροκλέα τὸν Ἀθηναῖον
10(fr. A 2 del Grande), συνιδόντα ὅτι οὐκ ἐνταῦθα ἔχει τὴν διάζευξιν ὅπου σχεδὸν ἅπαντες ᾤοντο, ἀλλ’ ἐπὶ τὸ ὀξύ,

1136

E

τοιοῦτον αὐτῆς ἀπεργάσασθαι τὸ σχῆμα οἷον τὸ ἀπὸ πα‐ ραμέσης ἐπὶ ὑπάτην ὑπατῶν. ἀλλὰ μὴν καὶ τὴν Ἐπανει‐ μένην Λυδιστί, ἥπερ ἐναντία τῇ Μιξολυδιστί, παραπλη‐ σίαν οὖσαν τῇ Ἰάδι, ὑπὸ Δάμωνος εὑρῆσθαί φασι τοῦ13
5Ἀθηναίου. Τούτων δὴ τῶν ἁρμονιῶν τῆς μὲν θρηνῳδικῆς τινος οὔσης, τῆς δ’ ἐκλελυμένης, εἰκότως ὁ Πλάτων παραιτη‐ σάμενος αὐτὰς τὴν Δωριστὶ ὡς πολεμικοῖς ἀνδράσι καὶ σώφροσιν ἁρμόζουσαν εἵλετο (resp. III 399a sqq.), οὐ μὰ
10Δί’ ἀγνοήσας, ὡς Ἀριστόξενός φησιν ἐν τῷ δευτέρῳ τῶν Μουσικῶν (fr. 82 Wehrli), ὅτι καὶ ἐν ἐκείναις τι χρήσιμον

1136

F

ἦν πρὸς πολιτείαν φυλακικήν· πάνυ γὰρ προσέσχε τῇ μου‐ σικῇ ἐπιστήμῃ Πλάτων, ἀκουστὴς γενόμενος Δράκοντος τοῦ Ἀθηναίου καὶ Μεγίλλου τοῦ Ἀκραγαντίνου. ἀλλ’ ἐπεί, ὡς προ‐ είπομεν, πολὺ τὸ σεμνόν ἐστιν ἐν τῇ Δωριστί, ταύτην πρου‐
5τίμησεν· οὐκ ἠγνόει δ’ ὅτι πολλὰ Δώρια Παρθένεια [ἄλλα] Ἀλκμᾶνι καὶ Πινδάρῳ καὶ Σιμωνίδῃ καὶ Βακχυλίδῃ πε‐ ποίηται, ἀλλὰ μὴν καὶ ὅτι προσόδια καὶ παιᾶνες, καὶ μέν‐ τοι ὅτι καὶ τραγικοὶ οἶκτοί ποτε ἐπὶ τοῦ Δωρίου τρόπου

1137

A

ἐμελῳδήθησαν καί τινα ἐρωτικά. | ἐξήρκει δ’ αὐτῷ τὰ εἰς τὸν Ἄρη καὶ Ἀθηνᾶν καὶ τὰ σπονδεῖα· ἐπιρρῶσαι γὰρ ταῦτα ἱκανὰ ἀνδρὸς σώφρονος ψυχήν· καὶ περὶ τοῦ Λυδίου δ’ οὐκ ἠγνόει καὶ περὶ τῆς Ἰάδος· ἠπίστατο γὰρ ὅτι ἡ
5τραγῳδία ταύτῃ τῇ μελοποιίᾳ κέχρηται. Καὶ οἱ παλαιοὶ δὲ πάντες, οὐκ ἀπείρως ἔχοντες πα‐ σῶν τῶν ἁρμονιῶν, ἐνίαις ἐχρήσαντο. οὐ γὰρ ἡ ἄγνοια τῆς τοιαύτης στενοχωρίας καὶ ὀλιγοχορδίας αὐτοῖς αἰτία γε‐ γένηται, οὐδὲ δι’ ἄγνοιαν οἱ περὶ Ὄλυμπον καὶ Τέρπανδρον
10καὶ οἱ ἀκολουθήσαντες τῇ τούτων προαιρέσει περιεῖλον
τὴν πολυχορδίαν τε καὶ ποικιλίαν. μαρτυρεῖ γοῦν τὰ14

1137

B

Ὀλύμπου τε καὶ Τερπάνδρου ποιήματα καὶ τῶν τούτοις ὁμοιοτρόπων πάντων· τρίχορδα γὰρ ὄντα καὶ ἁπλᾶ, δια‐ φέρει τῶν ποικίλων καὶ πολυχόρδων, ὡς μηδένα δύνασθαι μιμήσασθαι τὸν Ὀλύμπου τρόπον, ὑστερίζειν δὲ τού〈του〉
5τοὺς ἐν τῷ πολυχόρδῳ τε καὶ πολυτρόπῳ καταγιγνομέ‐ νους. Ὅτι δ’ οἱ παλαιοὶ οὐ δι’ ἄγνοιαν ἀπείχοντο τῆς τρίτης ἐν τῷ σπονδειάζοντι τρόπῳ, φανερὸν ποιεῖ ἡ ἐν τῇ κρούσει γινομένη χρῆσις· οὐ γὰρ ἄν ποτ’ αὐτῇ πρὸς
10τὴν παρυπάτην κεχρῆσθαι συμφώνως, μὴ γνωρίζοντας τὴν χρῆσιν, ἀλλὰ δῆλον ὅτι τὸ τοῦ ἤθους κάλλος, ὃ γί‐ γνεται ἐν τῷ σπονδειακῷ τρόπῳ διὰ τὴν τῆς τρίτης ἐξαί‐

1137

C

ρεσιν, τοῦτ’ ἦν τὸ τὴν αἴσθησιν αὐτῶν ἐπάγον ἐπὶ τὸ διαβιβάζειν τὸ μέλος ἐπὶ τὴν παρανήτην. Ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς νήτης· καὶ γὰρ ταύτῃ κατὰ μὲν τὴν κροῦσιν ἐχρῶντο, καὶ πρὸς παρανήτην δια‐
5φώνως καὶ πρὸς μέσην συμφώνως· κατὰ δὲ τὸ μέλος οὐκ ἐφαίνετο αὐτοῖς οἰκεία εἶναι τῷ σπονδειακῷ τρόπῳ. Οὐ μόνον δὲ τούτοις, ἀλλὰ καὶ τῇ συνημμένων νήτῃ οὕτω κέχρηνται πάντες· κατὰ μὲν γὰρ τὴν κροῦσιν αὐτὴν διεφώνουν πρός τε παρανήτην καὶ πρὸς παραμέσην ****
10καὶ πρὸς λιχανόν· κατὰ δὲ τὸ μέλος κἂν αἰσχυνθῆναι τὸν
χρησάμενον ἐπὶ τῷ γιγνομένῳ δι’ αὐτὴν ἤθει. δῆλον δ’15

1137

D

εἶναι καὶ ἐκ τῶν Φρυγίων ὅτι οὐκ ἠγνόητο ὑπ’ Ὀλύμ‐ που τε καὶ τῶν ἀκολουθησάντων ἐκείνῳ· ἐχρῶντο γὰρ αὐτῇ οὐ μόνον κατὰ τὴν κροῦσιν, ἀλλὰ καὶ κατὰ τὸ μέλος ἐν τοῖς Μητρῴοις καὶ ἐν 〈ἄλλοισ〉 τισὶ τῶν Φρυγίων.
5 Δῆλον δὲ καὶ τὸ περὶ τῶν ὑπατῶν, ὅτι οὐ δι’ ἄγνοιαν ἀπείχοντο ἐν τοῖς Δωρίοις τοῦ τετραχόρδου τούτου· αὐ‐ τίκα ἐπὶ τῶν λοιπῶν τόνων ἐχρῶντο, δηλονότι εἰδότες· διὰ δὲ τὴν τοῦ ἤθους φυλακὴν ἀφῄρουν ἐπὶ τοῦ Δωρίου τόνου, τιμῶντες τὸ καλὸν αὐτοῦ.
10 Οἷόν τι καὶ ἐπὶ τῶν τῆς τραγῳδίας ποιητῶν. τῷ γὰρ χρωματικῷ γένει καὶ τῷ † ῥυθμῷ τραγῳδία μὲν

1137

E

οὐδέπω καὶ τήμερον κέχρηται, κιθαρ〈ῳδί〉α δέ, πολλαῖς γενεαῖς πρεσβυτέρα τραγῳδίας οὖσα, ἐξ ἀρχῆς ἐχρήσατο. Τὸ δὲ χρῶμα ὅτι πρεσβύτερόν ἐστι τῆς ἁρμονίας, σαφές. δεῖ γὰρ δηλονότι κατὰ τὴν τῆς ἀνθρωπίνης φύ‐
5σεως ἔντευξιν καὶ χρῆσιν τὸ πρεσβύτερον λέγειν· κατὰ γὰρ αὐτὴν τὴν τῶν γενῶν φύσιν οὐκ ἔστιν ἕτερον ἑτέρου πρεσβύτερον. εἰ οὖν τις Αἰσχύλον ἢ Φρύνιχον φαίη δι’ ἄγνοιαν ἀπεσχῆσθαι τοῦ χρώματος, ἆρά γ’ οὐκ ἂν ἄτοπος εἴη; ὁ γὰρ αὐτὸς καὶ Παγκράτην ἂν εἴποι ἀγνοεῖν τὸ χρω‐
10ματικὸν γένος. ἀπείχετο γὰρ καὶ οὗτος ὡς ἐπὶ τὸ πολὺ τούτου, ἐχρήσατο δ’ ἔν τισιν. οὐ δι’ ἄγνοιαν οὖν δηλονότι,

1137

F

ἀλλὰ διὰ τὴν προαίρεσιν ἀπείχετο· ἐζήλου γοῦν, ὡς αὐτὸς ἔφη, τὸν Πινδάρειόν τε καὶ Σιμωνίδειον τρόπον καὶ κα‐ θόλου τὸ ἀρχαῖον καλούμενον ὑπὸ τῶν νῦν. Ὁ αὐτὸς δὲ λόγος καὶ περὶ Τυρταίου τε τοῦ Μαν‐
5τινέως καὶ Ἀνδρέα τοῦ Κορινθίου καὶ Θρασύλλου τοῦ Φλιασίου καὶ ἑτέρων πολλῶν, οὓς πάντας ἴσμεν διὰ προ‐ αίρεσιν ἀπεσχημένους χρώματός τε καὶ μεταβολῆς καὶ

1138

A

πολυχορδίας καὶ ἄλλων | πολλῶν ἐν μέσῳ ὄντων ῥυθμῶν τε καὶ ἁρμονιῶν καὶ λέξεων καὶ μελοποιίας καὶ ἑρμηνείας. αὐτίκα Τηλεφάνης ὁ Μεγαρικὸς οὕτως ἐπολέμησε ταῖς σύριγξιν, ὥστε τοὺς αὐλοποιοὺς οὐδ’ ἐπιθεῖναι πώποτ’16
5εἴασεν ἐπὶ τοὺς αὐλούς, ἀλλὰ καὶ τοῦ Πυθικοῦ ἀγῶνος μάλιστα διὰ τοῦτ’ ἀπέστη. καθόλου δ’ εἴ τις τῷ μὴ χρῆ‐ σθαι τεκμαιρόμενος καταγνώσεται τῶν μὴ χρωμένων ἄγνοιαν, πολλῶν ἄν τι φθάνοι καὶ τῶν νῦν καταγιγνώ‐ σκων, οἷον τῶν μὲν Δωριωνείων τοῦ Ἀντιγενειδείου τρό‐
10που καταφρονούντων, ἐπειδήπερ οὐ χρῶνται αὐτῷ, τῶν

1138

B

δ’ Ἀντιγενειδείων τοῦ Δωριωνείου διὰ τὴν αὐτὴν αἰτίαν, τῶν δὲ κιθαρῳδῶν τοῦ Τιμοθείου τρόπου· σχεδὸν γὰρ ἀποπεφοιτήκασιν εἴς τε τὰ κατατύμματα καὶ εἰς τὰ Πολυ‐ είδου ποιήματα. πάλιν δ’ αὖ εἴ τις καὶ περὶ τῆς ποικιλίας
5ὀρθῶς τε καὶ ἐμπείρως ἐπισκοποίη, τὰ τότε καὶ τὰ νῦν συγκρίνων, εὕροι ἂν ἐν χρήσει οὖσαν καὶ τότε τὴν ποικι‐ λίαν. τῇ γὰρ περὶ τὰς ῥυθμοποιίας ποικιλίᾳ οὔσῃ ποικι‐ λωτέρᾳ ἐχρήσαντο οἱ παλαιοί· ἐτίμων γοῦν τὴν ῥυθμι‐ κὴν ποικιλίαν, καὶ τὰ περὶ τὰς κρουσματικὰς δὲ διαλέ‐
10κτους τότε ποικιλώτερα ἦν· οἱ μὲν γὰρ νῦν φιλομελεῖς, οἱ

1138

C

δὲ τότε φιλόρρυθμοι. δῆλον οὖν ὅτι οἱ παλαιοὶ οὐ δι’ ἄγνοιαν, ἀλλὰ διὰ προαίρεσιν ἀπείχοντο τῶν κεκλασμένων μελῶν. καὶ τί θαυμαστόν; πολλὰ γὰρ καὶ ἄλλα τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων οὐκ ἀγνοεῖται μὲν ὑπὸ τῶν 〈μὴ〉 χρωμέ‐
5νων, ἀπηλλοτρίωται δ’ αὐτῶν, τῆς χρείας ἀφαιρεθείσης
διὰ τὸ εἰς ἔνια ἀπρεπές. Δεδειγμένου δ’ ὅτι ὁ Πλάτων οὔτ’ ἀγνοίᾳ οὔτ’ ἀπειρίᾳ τὰ ἄλλα παρῃτήσατο, ἀλλ’ ὡς οὐ πρέποντα 〈τῇ〉 τοιαύτῃ πολιτείᾳ, δείξομεν ἑξῆς ὅτι ἔμπειρος ἁρμονίας ἦν.17
10ἐν γοῦν τῇ ψυχογονίᾳ τῇ ἐν τῷ Τιμαίῳ τήν τε περὶ τὰ μαθήματα καὶ μουσικὴν σπουδὴν ἐπεδείξατο ὧδέ πως

1138

D

(36a)· ‘καὶ μετὰ ταῦτα συνεπλήρου τά τε διπλάσια καὶ τὰ τριπλάσια διαστήματα, μοίρας τ’ ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, ὥστ’ ἐν ἑκάστῳ διαστή‐ ματι δύο εἶναι μεσότητας.‘ ἁρμονικῆς γὰρ ἦν ἐμπειρίας
5τοῦτο τὸ προοίμιον, ὡς αὐτίκα δείξομεν. τρεῖς εἰσι μεσότη‐ τες αἱ πρῶται, ἀφ’ ὧν λαμβάνεται πᾶσα μεσότης, ἀρι‐ θμητική, ἁρμονική, γεωμετρική. τούτων ἡ μὲν ἴσῳ ἀρι‐ θμῷ ὑπερέχει καὶ ὑπερέχεται, ἡ δ’ ἴσῳ λόγῳ, ἡ δ’ οὔτε λόγῳ οὔτ’ ἀριθμῷ. ὁ τοίνυν Πλάτων τὴν ψυχικὴν ἁρμονίαν
10τῶν τεσσάρων στοιχείων καὶ τὴν αἰτίαν τῆς πρὸς ἄλληλα

1138

E

ἐξ ἀνομοίων συμφωνίας δεῖξαι ἁρμονικῶς βουληθείς, ἐν ἑκάστῳ διαστήματι δύο μεσότητας ψυχικὰς ἀπέφηνε κατὰ τὸν μουσικὸν λόγον. τῆς γὰρ διὰ πασῶν ἐν μουσικῇ συμφωνίας δύο διαστήματα μέσα εἶναι συμβέβηκεν, ὧν
5τὴν ἀναλογίαν δείξομεν. ἡ μὲν γὰρ διὰ πασῶν ἐν διπλα‐ σίονι λόγῳ θεωρεῖται· ποιήσει δ’ εἰκόνος χάριν τὸν διπλά‐ σιον λόγον κατ’ ἀριθμὸν τὰ ἓξ καὶ τὰ δώδεκα· ἔστι δὲ τοῦτο τὸ διάστημα ἀφ’ ὑπάτης μέσων ἐπὶ νήτην διεζευγ‐ μένων. ὄντων οὖν τῶν ἓξ καὶ 〈τῶν〉 δώδεκα ἄκρων, ἔχει
10ἡ μὲν ὑπάτη μέσων τὸν τῶν ἓξ ἀριθμόν, ἡ δὲ νήτη διεζευγ‐

1138

F

μένων τὸν τῶν δώδεκα. λαβεῖν δὴ λοιπὸν χρὴ πρὸς τούτοις ἀριθμοὺς τοὺς μεταξὺ πίπτοντας, ὧν οἱ ἄκροι ὁ μὲν ἐπί‐ τριτος, ὁ δ’ ἡμιόλιος φανήσεται· εἰσὶ δ’ ὁ τῶν ὀκτὼ καὶ
τῶν ἐννέα· τῶν γὰρ ἓξ τὰ μὲν ὀκτὼ ἐπίτριτα, τὰ δ’ ἐννέα18
5ἡμιόλια. τὸ μὲν ἓν ἄκρον τοιοῦτο, τὸ δ’ ἄλλο τὸ τῶν δώδεκα

1139

A

τῶν μὲν ἐννέα ἐπίτριτα, τῶν δ’ ὀκτὼ ἡμιόλια. | τούτων οὖν τῶν ἀριθμῶν ὄντων μεταξὺ τῶν ἓξ καὶ τῶν δώδεκα, καὶ τοῦ διὰ πασῶν διαστήματος ἐκ τοῦ διὰ τεττάρων καὶ τοῦ διὰ πέντε συνεστῶτος, δῆλον ὅτι ἕξει ἡ μὲν μέση τὸν
5τῶν ὀκτὼ ἀριθμόν, ἡ δὲ παραμέση τὸν τῶν ἐννέα. τούτου γενομένου, ἕξει ἡ ὑπάτη πρὸς μέσην ὡς παραμέση πρὸς νήτην διεζευγμένων· ἀπὸ γὰρ ὑπάτης μέσων διὰ τεττά‐ ρων ἐπὶ μέσην, ἀπὸ δὲ παραμέσης ἐπὶ νήτην διεζευγμέ‐ νων διὰ τεττάρων· δῆλον δ’ ὅτι καὶ ἀπὸ ὑπάτης μέσων
10ἐπὶ νήτην διεζευγμένων διὰ πασῶν. ἡ αὐτὴ δ’ ἀναλογία καὶ ἐπὶ τῶν ἀριθμῶν εὑρίσκεται· ὡς γὰρ ἔχει τὰ ἓξ πρὸς τὰ ὀκτώ, οὕτως τὰ ἐννέα πρὸς τὰ δώδεκα· καὶ ὡς ἔχει τὰ

1139

B

ἓξ πρὸς τὰ ἐννέα, οὕτως τὰ ὀκτὼ πρὸς τὰ δώδεκα· ἐπίτριτα γὰρ τὰ μὲν ὀκτὼ τῶν ἕξ, τὰ δὲ δώδεκα τῶν ἐννέα, ἡμιό‐ λιά τε τὰ μὲν ἐννέα τῶν ἕξ, τὰ δὲ δώδεκα τῶν ὀκτώ. ἀρκέ‐ σει τὰ εἰρημένα εἰς τὸ ἐπιδεδειχέναι, ἣν εἶχε περὶ τὰ μαθή‐
5ματα σπουδὴν καὶ ἐμπειρίαν Πλάτων. Ὅτι δὲ σεμνὴ ἡ ἁρμονία καὶ θεῖόν τι καὶ μέγα, Ἀρι‐ στοτέλης ὁ Πλάτωνος 〈μαθητὴς ****〉 ταυτὶ λέγει (fr. 47)· ‘ἡ δ’ ἁρμονία ἐστὶν οὐρανία, τὴν φύσιν ἔχουσα θείαν καὶ καλὴν καὶ δαιμονίαν· τετραμερὴς δὲ τῇ δυνάμει πεφυκυῖα,
10δύο μεσότητας ἔχει, ἀριθμητικήν τε καὶ ἁρμονικήν, φαί‐ νεταί τε τὰ μέρη αὐτῆς καὶ τὰ μεγέθη καὶ αἱ ὑπεροχαὶ κατ’ ἀριθμὸν καὶ ἰσομετρίαν· ἐν γὰρ δυσὶ τετραχόρδοις

1139

C

ῥυθμίζεται τὰ μέλη.‘ ταῦτα μὲν τὰ ῥητά. συνεστάναι δ’ αὐτῆς τὸ σῶμα ἔλεγεν ἐκ μερῶν ἀνομοίων, συμφωνούντων μέντοι πρὸς ἄλληλα, ἀλλὰ μὴν καὶ τὰς μεσότητας αὐτῆς
κατὰ τὸν ἀριθμητικὸν λόγον συμφωνεῖν. τὸν γὰρ νέατον19
5πρὸς τὸν ὕπατον ἐκ διπλασίου λόγου ἡρμοσμένον τὴν διὰ πασῶν συμφωνίαν ἀποτελεῖν. ἔχει γάρ, ὡς προείπομεν (p. 18, 24), τὸν νέατον δώδεκα μονάδων, τὸν δ’ ὕπατον ἕξ, τὴν δὲ παραμέσην, συμφωνοῦσαν πρὸς ὑπάτην καθ’ ἡμιόλιον λόγον, ἐννέα μονάδων· τῆς δὲ μέσης ὀκτὼ εἶναι
10μονάδας ἐλέγομεν. συγκεῖσθαι δὲ διὰ τούτων τῆς μου‐

1139

D

σικῆς τὰ κυριώτατα διαστήματα συμβαίνει, τό τε διὰ τεσσάρων ὅ ἐστι κατὰ τὸν ἐπίτριτον λόγον, καὶ τὸ διὰ πέντε ὅ ἐστι κατὰ τὸν ἡμιόλιον λόγον, καὶ τὸ διὰ πασῶν ὅ ἐστι κατὰ τὸν διπλάσιον· ἀλλὰ γὰρ καὶ τὸν ἐπόγδοον
5σῴζεσθαι, ὅς ἐστι κατὰ τὸν τονιαῖον λόγον. ταῖς αὐταῖς δ’ ὑπεροχαῖς ὑπερέχειν καὶ ὑπερέχεσθαι τῆς ἁρμονίας τὰ μέρη ὑπὸ τῶν μερῶν καὶ τὰς μεσότητας ὑπὸ τῶν μεσο‐ τήτων κατά τε τὴν ἐν ἀριθμοῖς ὑπεροχὴν καὶ κατὰ τὴν γεωμετρικὴν δύναμιν συμβαίνει. ἀποφαίνει γοῦν αὐτὰς
10Ἀριστοτέλης τὰς δυνάμεις ἐχούσας τοιαύτας, τὴν μὲν νεάτην τῆς μέσης τῷ τρίτῳ μέρει τῷ αὑτῆς ὑπερέχουσαν,

1139

E

τὴν δ’ ὑπάτην ὑπὸ τῆς παραμέσης ὑπερεχομένην ὁμοίως· ὡς γίγνεσθαι τὰς 〈αὐτὰσ〉 ὑπεροχὰς τῶν πρός τι· τοῖς γὰρ αὐτοῖς μέρεσιν ὑπερέχουσι καὶ ὑπερέχονται· τοῖς γοῦν αὐτοῖς λόγοις οἱ ἄκροι τῆς μέσης καὶ παραμέσης ὑπερέχου‐
5σι καὶ ὑπερέχονται, ἐπιτρίτῳ καὶ ἡμιολίῳ. τοιαύτη δὴ ὑπεροχή ἐστιν ἡ ἁρμονική. ἡ δὲ τῆς νεάτης ὑπεροχὴ † καὶ
τῆς μέσης κατ’ ἀριθμητικὸν λόγον ἴσῳ μέρει τὰς ὑπερο‐ χὰς ἐμφαίνουσιν, ὡσαύτως καὶ ἡ παραμέση τῆς ὑπάτης τῆς γὰρ μέσης ἡ παραμέση κατὰ τὸν ἐπόγδοον λόγον ὑπερ‐20
10έχει, πάλιν ἡ νεάτη τῆς ὑπάτης διπλασία ἐστίν, ἡ δὲ πα‐

1139

F

ραμέση τῆς ὑπάτης ἡμιόλιος, ἡ δὲ μέση ἐπίτριτος πρὸς ὑπάτην ἥρμοσται. καὶ τοῖς μὲν μέρεσι καὶ τοῖς πλήθεσι καὶ 〈ταῖς ὑπεροχαῖσ〉 κατ’ Ἀριστοτέλην ἡ ἁρμονία οὕτως ἔχουσα πέφυκε.
5 Συνέστηκε δὲ φυσικώτατα ἔκ τε τῆς ἀπείρου καὶ περαινούσης καὶ ἐκ τῆς ἀρτιοπερίσσου φύσεως καὶ αὐτὴ καὶ τὰ μέρη αὐτῆς πάντα. αὐτὴ μὲν γὰρ ὅλη ἀρτία ἐστί, τετραμερὴς οὖσα τοῖς ὅροις· τὰ δὲ μέρη αὐτῆς καὶ οἱ λόγοι

1140

A

ἄρτιοι καὶ περισσοὶ καὶ ἀρτιοπέρισσοι. | τὴν μὲν γὰρ νεά‐ την ἔχει ἀρτίαν ἐκ δώδεκα μονάδων, τὴν δὲ παραμέσην περισσὴν ἐξ ἐννέα μονάδων, τὴν δὲ μέσην ἀρτίαν ἐξ ὀκτὼ μονάδων, τὴν δ’ ὑπάτην ἀρτιοπέρισσον ἓξ μονάδων οὖσαν.
5οὕτω δὲ πεφυκυῖα αὐτή τε καὶ τὰ μέρη αὐτῆς πρὸς ἄλληλα ταῖς ὑπεροχαῖς τε καὶ τοῖς λόγοις, ὅλη θ’ ὅλῃ καὶ τοῖς μέρε‐ σι συμφωνεῖ. Ἀλλὰ μὴν καὶ αἱ αἰσθήσεις αἱ τοῖς σώμασιν ἐγγιγνό‐ μεναι διὰ τὴν ἁρμονίαν, αἱ μὲν οὐράνιαι 〈καὶ〉 θεῖαι οὖσαι,
10μετὰ θεοῦ τὴν αἴσθησιν παρεχόμεναι τοῖς ἀνθρώποις, ὄψις τε καὶ ἀκοή, μετὰ φωνῆς καὶ φωτὸς τὴν ἁρμονίαν ἐπι‐ φαίνουσι· καὶ 〈αἱ〉 ἄλλαι δ’ αὐταῖς ἀκόλουθοι, ᾗ αἰσθήσεις,

1140

B

καθ’ ἁρμονίαν συνεστᾶσι· πάντα γὰρ καὶ αὗται ἐπιτελοῦ‐
σιν οὐκ ἄνευ ἁρμονίας, ἐλάττους μὲν ἐκείνων οὖσαι, οὐκ ἄπο δ’ ἐκείνων· ἐκεῖναι γὰρ ἅμα θεοῦ παρουσίᾳ παραγιγνό‐ μεναι τοῖς σώμασι κατὰ λογισμὸν ἰσχυράν τε καὶ καλὴν21
5φύσιν ἔχουσι. Φανερὸν οὖν ἐκ τούτων, ὅτι τοῖς παλαιοῖς τῶν Ἑλλή‐ νων εἰκότως μάλιστα πάντων ἐμέλησε πεπαιδεῦσθαι μου‐ σικήν. τῶν γὰρ νέων τὰς ψυχὰς ᾤοντο δεῖν διὰ μουσικῆς πλάττειν τε καὶ ῥυθμίζειν ἐπὶ τὸ εὔσχημον, χρησίμης δη‐
10λονότι τῆς μουσικῆς ὑπαρχούσης πρὸς πάντα καιρὸν καὶ πᾶσαν ἐσπουδασμένην πρᾶξιν, προηγουμένως δὲ πρὸς τοὺς

1140

C

πολεμικοὺς κινδύνους. πρὸς οὓς οἱ μὲν αὐλοῖς ἐχρῶντο, καθάπερ Λακεδαιμόνιοι, παρ’ οἷς τὸ καλούμενον Καστό‐ ρειον ηὐλεῖτο μέλος, ὁπότε τοῖς πολεμίοις ἐν κόσμῳ προσ‐ ῄεσαν μαχεσόμενοι. οἱ δὲ καὶ πρὸς λύραν ἐποίουν τὴν
5πρόσοδον τὴν πρὸς τοὺς ἐναντίους, καθάπερ ἱστοροῦνται μέχρι πολλοῦ χρήσασθαι τῷ τρόπῳ τούτῳ τῆς ἐπὶ τοὺς πολεμικοὺς κινδύνους ἐξόδου Κρῆτες. οἱ δ’ ἔτι καὶ καθ’ ἡμᾶς σάλπιγξι διατελοῦσι χρώμενοι. Ἀργεῖοι δὲ πρὸς τὴν τῶν Σθενείων τῶν καλουμένων παρ’ αὐτοῖς πάλην ἐχρῶντο
10τῷ αὐλῷ· τὸν δ’ ἀγῶνα τοῦτον ἐπὶ Δαναῷ μὲν τὴν ἀρχὴν

1140

D

τεθῆναί φασιν, ὕστερον δ’ ἀνατεθῆναι Διὶ Σθενίῳ. οὐ μὴν ἀλλ’ ἔτι καὶ νῦν τοῖς πεντάθλοις νενόμισται προσαυλεῖ‐ σθαι, οὐδὲν μὲν κεκριμένον οὐδ’ ἀρχαῖον, οὐδ’ οἷον ἐνομί‐ ζετο παρὰ τοῖς ἀνδράσιν ἐκείνοις, ὥσπερ τὸ ὑπὸ Ἱέρακος
5πεποιημένον πρὸς τὴν ἀγωνίαν ταύτην ὃ ἐκαλεῖτο Ἐνδρο‐ μή· ὅμως δὲ καὶ εἰ ἀσθενές τι καὶ οὐ κεκριμένον, ἀλλ’ οὖν προσαυλεῖται. Ἐπὶ μέντοι τῶν ἔτι ἀρχαιοτέρων οὐδ’ εἰδέναι φασὶ τοὺς Ἕλληνας τὴν θεατρικὴν μοῦσαν, ὅλην δ’ αὐτοῖς τὴν
10ἐπιστήμην πρός τε θεῶν τιμὴν καὶ τὴν τῶν νέων παίδευ‐ σιν παραλαμβάνεσθαι, μηδὲ τὸ παράπαν ἤδη θεάτρου

1140

E

παρὰ τοῖς ἀνδράσιν ἐκείνοις κατεσκευασμένου, ἀλλ’ ἔτι τῆς μουσικῆς ἐν τοῖς ἱεροῖς ἀναστρεφομένης, ἐν οἷς τιμήν
τε τοῦ θείου διὰ ταύτης ἐποιοῦντο καὶ τῶν ἀγαθῶν ἀνδρῶν ἐπαίνους· εἰκὸς δ’ εἶναι ὅτι τὸ θέατρον ὕστερον καὶ τὸ22
5θεωρεῖν πολὺ πρότερον ἀπὸ τοῦ θεοῦ τὴν προσηγορίαν ἔλαβεν. ἐπὶ μέντοι τῶν καθ’ ἡμᾶς χρόνων τοσοῦτον ἐπι‐ δέδωκε τὸ τῆς διαφθορᾶς εἶδος, ὥστε τοῦ μὲν παιδευτικοῦ τρόπου μηδεμίαν μνείαν μηδ’ ἀντίληψιν εἶναι, πάντας δὲ τοὺς μουσικῆς ἁπτομένους πρὸς τὴν θεατρικὴν προσκεχω‐
10ρηκέναι μοῦσαν. **** εἴποι τις ‘ὦ τᾶν, οὐδὲν οὖν ὑπὸ τῶν ἀρχαίων προσεξεύρηται καὶ κεκαινοτόμηται;‘ φημὶ καὶ αὐτὸς ὅτι

1140

F

προσεξεύρηται, ἀλλὰ μετὰ τοῦ σεμνοῦ καὶ πρέποντος. οἱ γὰρ ἱστορήσαντες τὰ τοιαῦτα Τερπάνδρῳ μὲν τήν τε Δώριον νήτην προσετίθεσαν, οὐ χρησαμένων αὐτῇ τῶν ἔμπροσθεν κατὰ τὸ μέλος, καὶ τὸν Μιξολύδιον δὲ τόνον ὅλον προσεξ‐
5εύρασθαι λέγεται, καὶ τὸν τῆς ὀρθίου μελῳδίας τρόπον τὸν κατὰ τοὺς ὀρθίους πρός 〈τε〉 τῷ ὀρθίῳ 〈καὶ τὸν〉 σημαντὸν τροχαῖον. εἰ δέ, καθάπερ Πίνδαρός φησι (fr. 129 Turyn), καὶ τῶν σκολιῶν μελῶν Τέρπανδρος εὑρετὴς ἦν **** ἀλλὰ μὴν καὶ Ἀρχίλοχος τὴν τῶν τριμέτρων ῥυθμο‐
10ποιίαν προσεξεῦρε καὶ τὴν εἰς τοὺς οὐχ ὁμογενεῖς ῥυθμοὺς

1141

A

ἔντασιν | καὶ τὴν παρακαταλογὴν καὶ τὴν περὶ ταῦτα κροῦσιν· πρώτῳ δ’ αὐτῷ τά τ’ ἐπῳδὰ καὶ τὰ τετράμετρα καὶ τὸ [προ]κρητικὸν καὶ τὸ προσοδιακὸν ἀποδέδοται καὶ ἡ τοῦ ἡρῴου αὔξησις, ὑπ’ ἐνίων δὲ καὶ τὸ ἐλεγεῖον, πρὸς
5δὲ τούτοις ἥ τε τοῦ ἰαμβείου πρὸς τὸν ἐπιβατὸν παίωνα ἔντασις καὶ ἡ τοῦ ηὐξημένου ἡρῴου εἴς τε τὸ προσοδια‐ κὸν καὶ τὸ κρητικόν· ἔτι δὲ τῶν ἰαμβείων τὸ τὰ μὲν λέγε‐
σθαι παρὰ τὴν κροῦσιν, τὰ δ’ ᾄδεσθαι Ἀρχίλοχόν φασι καταδεῖξαι, εἶθ’ οὕτω χρήσασθαι τοὺς τραγικοὺς ποιη‐23

1141

B

τάς, Κρέξον δὲ λαβόντα εἰς διθύραμβον [χρήσασθαι] ἀγα‐ γεῖν. οἴονται δὲ καὶ τὴν κροῦσιν τὴν ὑπὸ τὴν ᾠδὴν τοῦτον πρῶτον εὑρεῖν, τοὺς δ’ ἀρχαίους πάντα πρόσχορδα κρού‐ ειν.
5 Πολυμνήστῳ δὲ τόν θ’ ὑπολύδιον νῦν ὀνομαζό‐ μενον τόνον ἀνατιθέασι, καὶ τὴν ἔκλυσιν καὶ τὴν ἐκβο‐ λὴν πολὺ μείζω πεποιηκέναι φασὶν αὐτόν. καὶ αὐτὸν δὲ τὸν Ὄλυμπον ἐκεῖνον, ᾧ δὴ τὴν ἀρχὴν τῆς Ἑλληνικῆς τε καὶ νομικῆς μούσης ἀποδιδόασι, τό τε τῆς ἁρμονίας γένος
10ἐξευρεῖν φασι, καὶ τῶν ῥυθμῶν τόν τε προσοδιακόν, ἐν ᾧ ὁ τοῦ Ἄρεως νόμος, καὶ τὸν χορεῖον, ᾧ πολλῷ κέχρηται ἐν τοῖς Μητρῴοις· ἔνιοι δὲ καὶ τὸν βακχεῖον Ὄλυμπον οἴονται εὑρηκέναι. δηλοῖ δ’ ἕκαστον τῶν ἀρχαίων μελῶν

1141

C

ὅτι ταῦθ’ οὕτως ἔχει. Λᾶσος δ’ ὁ Ἑρμιονεὺς (fr. A 10 del Grande) εἰς τὴν διθυραμβικὴν ἀγωγὴν μεταστήσας τοὺς ῥυθμούς, καὶ τῇ τῶν αὐλῶν πολυφωνίᾳ κατακολουθήσας, πλείοσί τε φθόγγοις καὶ διερριμμένοις χρησάμενος, εἰς
5μετάθεσιν τὴν προϋπάρχουσαν ἤγαγε μουσικήν. Ὁμοίως δὲ καὶ Μελανιππίδης ὁ μελοποιὸς (fr. A 4 del Grande) ἐπιγενόμενος οὐκ ἐνέμεινε τῇ προϋπαρχούσῃ μουσικῇ, ἀλλ’ οὐδὲ Φιλόξενος οὐδὲ Τιμόθεος· οὗτος γάρ, ἑπταφθόγγου τῆς λύρας ὑπαρχούσης ἕως εἰς Τέρπανδρον
10τὸν Ἀντισσαῖον, διέρριψεν εἰς πλείονας φθόγγους. ἀλλὰ γὰρ καὶ 〈ἡ〉 αὐλητικὴ ἀφ’ ἁπλουστέρας εἰς ποικιλωτέραν

1141

D

μεταβέβηκε μουσικήν· τὸ γὰρ παλαιόν, ἕως εἰς Μελανιπ‐
πίδην τὸν τῶν διθυράμβων ποιητήν, συμβεβήκει τοὺς αὐλητὰς παρὰ τῶν ποιητῶν λαμβάνειν τοὺς μισθούς, πρωταγωνιστούσης δηλονότι τῆς ποιήσεως, τῶν δ’ αὐλη‐24
5τῶν ὑπηρετούντων τοῖς διδασκάλοις· ὕστερον δὲ καὶ τοῦτο διεφθάρη, ὡς καὶ Φερεκράτη τὸν κωμικὸν εἰσαγαγεῖν τὴν Μουσικὴν ἐν γυναικείῳ σχήματι, ὅλην κατῃκισμένην τὸ σῶμα· ποιεῖ δὲ τὴν Δικαιοσύνην διαπυνθανομένην τὴν αἰτίαν τῆς λώβης καὶ τὴν † Ποίησιν λέγουσαν (fr. 145 CAF
10I 188).
10
〈ΜΟΥΣ.〉 ‘Λέξω μὲν οὐκ ἄκουσα· σοί τε γὰρ κλύειν
ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει.

1141

E

ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης, ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με χαλαρωτέραν τ’ ἐποίησε χορδαῖς δώδεκα. ἀλλ’ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ
5ἔμοιγε –⏑–⏑ πρὸς τὰ νῦν κακά. Κινησίας δέ 〈μ’〉 ὁ κατάρατος Ἀττικός, ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς ἀπολώλεχ’ οὕτως, ὥστε τῆς ποιήσεως

1141

F

τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν, ἀριστέρ’ αὐτοῦ φαίνεται τὰ δεξιά. ἀλλ’ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί. Φρῦνις δ’ ἴδιον στρόβιλον ἐμβαλών τινα
5κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν,
ἐν πέντε χορδαῖς δώδεχ’ ἁρμονίας ἔχων. ἀλλ’ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ· εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν. ὁ δὲ Τιμόθεός μ’, ὦ φιλτάτη, κατορώρυχε25
10καὶ διακέκναικ’ αἴσχιστα. 〈ΔΙΚ.〉 Ποῖος οὑτοσὶ 〈ὁ〉 Τιμόθεος; 〈ΜΟΥΣ.〉 Μιλήσιός τις πυρρίας.

1142

A

κακά μοι παρέσχεν οὗτος, ἅπαντας οὓς λέγω παρελήλυθεν, ἄγων ἐκτραπέλους μυρμηκιάς. κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ, ἀπέδυσε κἀνέδυσε χορδὰς δώδεκα‘.
4
5καὶ Ἀριστοφάνης ὁ κωμικὸς (fr. 641 CAF I 551) μνημο‐ νεύει Φιλοξένου (fr. A 15 del Grande) καί φησιν ὅτι εἰς τοὺς κυκλίους χοροὺς **** μέλη εἰσηνέγκατο. ἡ δὲ Μου‐ σικὴ λέγει ταῦτα·
8
‘ἐξαρμονίους ὑπερβολαίους τ’ ἀνοσίους
10καὶ νιγλάρους, ὥσπερ τε τὰς ῥαφάνους ὅλην καμπῶν με κατεμέστωσε.‘
11 καὶ ἄλλοι δὲ κωμῳδοποιοὶ ἔδειξαν τὴν ἀτοπίαν τῶν μετὰ ταῦτα τὴν μουσικὴν κατακεκερματικότων.

1142

B

Ὅτι δὲ παρὰ τὰς ἀγωγὰς καὶ τὰς μαθήσεις διόρ‐ θωσις ἢ διαστροφὴ γίγνεται, δῆλον Ἀριστόξενος ἐποίησε (fr. 76 Wehrli). τῶν γὰρ κατὰ τὴν αὑτοῦ ἡλικίαν φησὶ Τελεσίᾳ τῷ Θηβαίῳ συμβῆναι νέῳ μὲν ὄντι τραφῆναι ἐν
5τῇ καλλίστῃ μουσικῇ, καὶ μαθεῖν ἄλλα τε τῶν εὐδοκι‐ μούντων καὶ δὴ καὶ τὰ Πινδάρου, τά τε Διονυσίου τοῦ Θηβαίου καὶ τὰ Λάμπρου καὶ τὰ Πρατίνου καὶ τῶν λοι‐ πῶν ὅσοι τῶν λυρικῶν ἄνδρες ἐγένοντο ποιηταὶ κρουμά‐ των ἀγαθοί· καὶ αὐλῆσαι δὲ καλῶς καὶ περὶ τὰ λοιπὰ μέ‐26
10ρη τῆς συμπάσης παιδείας ἱκανῶς διαπονηθῆναι· παραλ‐ λάξαντα δὲ τὴν τῆς ἀκμῆς ἡλικίαν, οὕτω σφόδρα ἐξαπα‐

1142

C

τηθῆναι ὑπὸ τῆς σκηνικῆς τε καὶ ποικίλης μουσικῆς, ὡς καταφρονῆσαι τῶν καλῶν ἐκείνων ἐν οἷς ἀνετράφη, τὰ Φιλοξένου δὲ καὶ Τιμοθέου ἐκμανθάνειν, καὶ τούτων αὐτῶν τὰ ποικιλώτατα καὶ πλείστην ἐν αὑτοῖς ἔχοντα και‐
5νοτομίαν· ὁρμήσαντά τ’ ἐπὶ τὸ ποιεῖν μέλη καὶ διαπει‐ ρώμενον ἀμφοτέρων τῶν τρόπων, τοῦ τε Πινδαρείου καὶ τοῦ Φιλοξενείου, μὴ δύνασθαι κατορθοῦν ἐν τῷ Φιλοξε‐ νείῳ γένει· γεγενῆσθαι δ’ αἰτίαν τὴν ἐκ παιδὸς καλλίστην ἀγωγήν.
10 Εἰ οὖν τις βούλεται μουσικῇ καλῶς καὶ κεκριμέ‐ νως χρῆσθαι, τὸν ἀρχαῖον ἀπομιμείσθω τρόπον, ἀλλὰ μὴν καὶ τοῖς ἄλλοις αὐτὴν μαθήμασιν ἀναπληρούτω, καὶ

1142

D

φιλοσοφίαν ἐπιστησάτω παιδαγωγόν· αὕτη γὰρ ἱκανὴ κρῖναι τὸ μουσικῇ πρέπον μέτρον καὶ τὸ χρήσιμον. τριῶν γὰρ ὄντων μερῶν εἰς ἃ διῄρηται τὴν καθόλου διαίρεσιν ἡ πᾶσα μουσική, διατόνου, χρώματος, ἁρμονίας, ἐπιστή‐
5μονα χρὴ εἶναι τῆς τούτοις χρωμένης ποιήσεως τὸν μου‐ σικῇ προσιόντα καὶ τῆς ἑρμηνείας τῆς τὰ πεποιημένα πα‐ ραδιδούσης ἐπήβολον. πρῶτον μὲν οὖν κατανοητέον ὅτι πᾶσα μάθησις τῶν περὶ τὴν μουσικὴν ἐθισμός ἐστιν οὐδέ‐ πω προσειληφὼς τὸ τίνος ἕνεκα τῶν διδασκομένων ἕκα‐
10στον τῷ μανθάνοντι μαθητέον ἐστί. μετὰ δὲ τοῦτ’ ἐνθυ‐

1142

E

μητέον ὅτι πρὸς τὴν τοιαύτην ἀγωγήν τε καὶ μάθησιν οὐδέπω προσάγεται τρόπων ἐξαρίθμησις· ἀλλ’ οἱ μὲν πολλοὶ εἰκῇ μανθάνουσιν ὃ ἂν τῷ διδάσκοντι ἢ τῷ μανθά‐ νοντι ἀρέσῃ, οἱ δὲ συνετοὶ τὸ εἰκῇ ἀποδοκιμάζουσιν, ὥσ‐27
5περ Λακεδαιμόνιοι τὸ παλαιὸν καὶ Μαντινεῖς καὶ Πελλη‐ νεῖς· ἕνα γάρ τινα τρόπον ἢ παντελῶς ὀλίγους ἐκλεξάμε‐ νοι, οὓς ᾤοντο πρὸς τὴν τῶν ἠθῶν ἐπανόρθωσιν ἁρμότ‐ τειν, ταύτῃ τῇ μουσικῇ ἐχρῶντο. Φανερὸν δ’ ἂν γένοιτο, εἴ τις ἑκάστην ἐξετάζοι[το]
10τῶν ἐπιστημῶν, τίνος ἐστὶ θεωρητική· δῆλον γὰρ ὅτι ἡ μὲν ἁρμονικὴ γενῶν τε τῶν τοῦ ἡρμοσμένου καὶ διαστη‐ μάτων καὶ συστημάτων καὶ φθόγγων καὶ τόνων καὶ με‐

1142

F

ταβολῶν συστηματικῶν ἐστι γνωστική· πορρωτέρω δ’ οὐκέτι ταύτῃ προελθεῖν οἷόν τε, ὥστ’ οὐδὲ ζητεῖν παρὰ ταύτης τὸ διαγνῶναι δύνασθαι, πότερον οἰκείως εἴληφεν ὁ ποιητής, [ὅμ]οἷον εἰπεῖν, ἐν Μυσοῖς τὸν Ὑποδώριον
5τόνον ἐπὶ τὴν ἀρχὴν ἢ τὸν Μιξολύδιόν τε καὶ Δώριον ἐπὶ τὴν ἔκβασιν ἢ τὸν Ὑποφρύγιόν τε καὶ Φρύγιον ἐπὶ τὸ μέσον. οὐ γὰρ διατείνει ἡ ἁρμονικὴ πραγματεία πρὸς τὰ

1143

A

τοιαῦτα, προσδεῖται δὲ πολλῶν ἑτέρων· | τὴν γὰρ τῆς οἰκειότητος δύναμιν ἀγνοεῖ. οὔτε γὰρ τὸ χρωματικὸν γέ‐ νος οὔτε τὸ ἐναρμόνιον ἥξει ποτ’ ἔχον τὴν τῆς οἰκειότητος δύναμιν τελείαν καὶ καθ’ ἣν τὸ τοῦ πεποιημένου μέλους
5ἦθος ἐπιφαίνεται, ἀλλὰ τοῦτο τοῦ τεχνίτου ἔργον. φανε‐ ρὸν δὴ ὅτι ἑτέρα τοῦ συστήματος ἡ φωνὴ τῆς ἐν τῷ συ‐ στήματι κατασκευασθείσης μελοποιίας, περὶ ἧς οὐκ ἔστι
θεωρῆσαι τῆς ἁρμονικῆς πραγματείας. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν ῥυθμῶν· οὐδεὶς γὰρ ῥυθμὸς τὴν τῆς τελείας28
10οἰκειότητος δύναμιν ἥξει ἔχων ἐν ἑαυτῷ· τὸ γὰρ οἰκείως ἀεὶ λεγόμενον πρὸς ἦθός τι βλέποντες λέγομεν. τούτου

1143

B

δέ φαμεν αἰτίαν εἶναι σύνθεσίν τινα ἢ μῖξιν ἢ ἀμφότερα. οἷον Ὀλύμπῳ τὸ ἐναρμόνιον γένος ἐπὶ Φρυγίου τόνου τε‐ θὲν παίωνι ἐπιβατῷ μιχθέν· τοῦτο γὰρ τῆς ἀρχῆς τὸ ἦθος ἐγέννησεν ἐπὶ τῷ τῆς Ἀθηνᾶς νόμῳ· προσληφθείσης
5γὰρ μελοποιίας καὶ ῥυθμοποιίας, τεχνικῶς τε μεταληφθέν‐ τος τοῦ ῥυθμοῦ μόνον αὐτοῦ καὶ γενομένου τροχαίου ἀντὶ παίωνος, συνέστη τὸ Ὀλύμπου ἐναρμόνιον γένος. ἀλλὰ μὴν καὶ τοῦ ἐναρμονίου γένους καὶ τοῦ Φρυγίου τόνου διαμενόντων καὶ πρὸς τούτοις τοῦ συστήματος παντός,
10μεγάλην ἀλλοίωσιν ἔσχηκε τὸ ἦθος· ἡ γὰρ καλουμένη ἁρ‐

1143

C

μονία ἐν τῷ τῆς Ἀθηνᾶς νόμῳ πολὺ διέστηκε κατὰ τὸ ἦθος τῆς ἀναπείρας. εἰ οὖν προσγένοιτο τῷ τῆς μουσικῆς ἐμ‐ πείρῳ τὸ κριτικόν, δῆλον ὅτι οὗτος ἂν εἴη ὁ ἀκριβὴς ἐν μουσικῇ· ὁ γὰρ εἰδὼς τὸ Δωριστὶ ἄνευ τοῦ κρίνειν ἐπί‐
5στασθαι τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται ὃ ποιεῖ, ἀλλ’ οὐδὲ τὸ ἦθος σώσει· ἐπεὶ καὶ περὶ αὐτῶν τῶν Δωρίων μελοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ἁρμονικὴ πραγματεία, καθάπερ τινὲς οἴονται, τῶν Δω‐ ρίων, ἢ οὔ.
10 Ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς ῥυθμικῆς ἐπιστήμης πάσης, ὁ γὰρ εἰδὼς τὸν παίωνα τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται διὰ τὸ αὐτὴν μόνην εἰδέναι τὴν

1143

D

τοῦ παίωνος ξύνθεσιν· ἐπεὶ καὶ περὶ αὐτῶν τῶν παιωνι‐ κῶν ῥυθμοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ῥυθμικὴ πραγματεία τούτων, καθάπερ τινές φασιν, ἢ
οὐ διατείνει μέχρι τούτου.29
5 Ἀναγκαῖον οὖν δύο τοὐλάχιστον γνώσεις ὑπάρχειν τῷ μέλλοντι διαγνώσεσθαι τό τ’ οἰκεῖον καὶ τὸ ἀλλότριον· πρῶτον μὲν τοῦ ἤθους οὗ ἕνεκα ἡ σύνθεσις γεγένηται, ἔπειτα τούτων ἐξ ὧν ἡ σύνθεσις. ὅτι μὲν οὖν οὔθ’ ἡ ἁρ‐ μονικὴ οὔθ’ ἡ ῥυθμικὴ οὔτ’ ἄλλη οὐδεμία τῶν καθ’ ἓν
10μέρος λεγομένων 〈ἐπιστημῶν〉 αὐτάρκης αὐτὴ καθ’ αὑ‐ τὴν τοῦ ἤθους εἶναι διαγνωστικὴ καὶ τῶν ἄλλων κριτική, ἀρκέσει τὰ εἰρημένα. Τριῶν δ’ ὄντων γενῶν εἰς ἃ διαιρεῖται τὸ ἡρμο‐

1143

E

σμένον, ἴσων τοῖς τε τῶν συστημάτων μεγέθεσι καὶ ταῖς τῶν φθόγγων δυνάμεσιν, ὁμοίως δὲ καὶ ταῖς τῶν τετρα‐ χόρδων, περὶ ἑνὸς μόνου οἱ παλαιοὶ ἐπραγματεύσαντο, ἐπειδήπερ οὔτε περὶ χρώματος οὔτε περὶ διατόνου οἱ πρὸ
5ἡμῶν ἐπεσκόπουν, ἀλλὰ περὶ μόνου τοῦ ἐναρμονίου, καὶ αὐτοῦ τούτου περὶ ἕν τι μέγεθος συστήματος, τοῦ κα‐ λουμένου διὰ πασῶν. περὶ μὲν γὰρ τῆς χρόας διεφέροντο, περὶ δὲ τοῦ μίαν εἶναι μόνην αὐτὴν τὴν ἁρμονίαν σχε‐ δὸν πάντες συνεφώνουν. οὐκ ἂν οὖν ποτε συνίδοι τὰ περὶ
10τὴν ἁρμονικὴν πραγματείαν ὁ μέχρι αὐτῆς τῆς γνώσεως ταύτης προεληλυθώς, ἀλλὰ δηλονότι 〈ὁ〉 παρακολουθῶν

1143

F

ταῖς τε κατὰ μέρος ἐπιστήμαις καὶ τῷ συνόλῳ σώματι τῆς μουσικῆς καὶ ταῖς τῶν μερῶν μίξεσί τε καὶ συνθέσεσιν. ὁ γὰρ μόνον ἁρμονικὸς περιγέγραπται τρόπῳ τινί. καθ‐ όλου μὲν οὖν εἰπεῖν, ὁμοδρομεῖν δεῖ τήν τ’ αἴσθησιν καὶ
5τὴν διάνοιαν ἐν τῇ κρίσει τῶν τῆς μουσικῆς μερῶν, καὶ

1144

A

μήτε προάγειν, | ὃ ποιοῦσιν αἱ προπετεῖς τε καὶ φερό‐
μεναι τῶν αἰσθήσεων, μήθ’ ὑστερίζειν, ὃ ποιοῦσιν αἱ βραδεῖαί τε καὶ δυσκίνητοι. γίγνεται δέ ποτ’ ἐπί τινων αἰσθήσεων καὶ τὸ συγκείμενον ἐκ τοῦ συναμφοτέρου, καὶ30
5ὑστεροῦσιν αἱ αὐταὶ καὶ προτεροῦσι διά τινα φυσικὴν ἀνω‐ μαλίαν. περιαιρετέον οὖν τῆς μελλούσης ὁμοδρομεῖν αἰ‐ σθήσεως ταῦτα. Αἰεὶ γὰρ ἀναγκαῖον τρί’ ἐλάχιστα εἶναι τὰ πίπτον‐ τα ἅμ’ εἰς τὴν ἀκοήν, φθόγγον τε καὶ χρόνον καὶ συλ‐
10λαβὴν ἢ γράμμα. συμβήσεται δ’ ἐκ μὲν τῆς κατὰ τὸν φθόγγον πορείας τὸ ἡρμοσμένον γνωρίζεσθαι, ἐκ δὲ τῆς κατὰ χρόνον τὸν ῥυθμόν, ἐκ δὲ τῆς κατὰ γράμμα ἢ συλ‐

1144

B

λαβὴν τὸ λεγόμενον· ὁμοῦ δὲ προβαινόντων, ἅμα τὴν τῆς αἰσθήσεως ἐπιφορὰν ἀναγκαῖον ποιεῖσθαι. ἀλλὰ μὴν κἀ‐ κεῖνο φανερόν, ὅτι οὐκ ἐνδέχεται, μὴ δυναμένης τῆς αἰ‐ σθήσεως χωρίζειν ἕκαστον τῶν εἰρημένων, παρακολου‐
5θεῖν τε δύνασθαι τοῖς καθ’ ἕκαστα καὶ συνορᾶν τό θ’ ἁμαρ‐ τανόμενον ἐν ἑκάστῳ αὐτῶν καὶ τὸ μή. πρῶτον οὖν περὶ συνεχείας γνωστέον. ἀναγκαῖον γάρ ἐστιν ὑπάρχειν τῇ κριτικῇ δυνάμει συνέχειαν· τὸ γὰρ εὖ καὶ τὸ ἐναντίως οὐκ ἐν ἀφωρισμένοις τοῖσδέ τισι γίγνεται φθόγγοις ἢ χρόνοις
10ἢ γράμμασιν, ἀλλ’ ἐν συνεχέσιν, ἐπειδὴ μῖξίς τις ἔστι τῶν κατὰ τὴν χρῆσιν ἀσυνθέτων μερῶν. περὶ μὲν οὖν τῆς πα‐

1144

C

ρακολουθήσεως τοσαῦτα. Τὸ δὲ μετὰ τοῦτο ἐπισκεπτέον ὅτι οἱ μουσικῆς ἐπιστήμονες πρὸς τὴν κριτικὴν πραγματείαν οὔκ εἰσιν αὐτάρκεις. οὐ γὰρ οἷόν τε τέλεον γενέσθαι μουσικόν τε
5καὶ κριτικὸν ἐξ αὐτῶν τῶν δοκούντων εἶναι μερῶν τῆς ὅλης μουσικῆς, οἷον ἔκ τε τῆς τῶν ὀργάνων ἐμπειρίας καὶ τῆς περὶ τὴν ᾠδήν, ἔτι δὲ τῆς περὶ τὴν αἴσθησιν συγ‐ γυμνασίας, λέγω δὲ τῆς συντεινούσης εἰς τὴν τοῦ ἡρμο‐ σμένου ξύνεσιν καὶ ἔτι τὴν τοῦ ῥυθμοῦ, πρὸς δὲ τούτοις
10ἔκ τε τῆς ῥυθμικῆς καὶ τῆς ἁρμονικῆς πραγματείας καὶ
τῆς περὶ τὴν κροῦσίν τε καὶ λέξιν θεωρίας, καὶ εἴ τινες31

1144

D

ἄλλαι τυγχάνουσι λοιπαὶ οὖσαι. δι’ ἃς δ’ αἰτίας οὐχ οἷόν τ’ ἐξ αὐτῶν τούτων γενέσθαι κριτικόν, πειρατέον κατα‐ μαθεῖν. πρῶτον ἐκ τοῦ ἡμῖν ὑποκεῖσθαι τὰ μὲν τῶν κρι‐ νομένων τέλεια, τὰ δ’ ἀτελῆ· τέλεια μὲν αὐτό τε τῶν
5ποιημάτων ἕκαστον, οἷον τὸ ᾀδόμενον ἢ αὐλούμενον ἢ κιθαριζόμενον, καὶ ἡ ἑκάστου αὐτῶν ἑρμηνεία, οἷον ἥ τ’ αὔλησις καὶ ἡ ᾠδὴ καὶ τὰ λοιπὰ τῶν τοιούτων· ἀτελῆ δὲ τὰ πρὸς ταῦτα συντείνοντα καὶ τὰ τούτων ἕνεκα γι‐ γνόμενα· τοιαῦτα δὲ τὰ μέρη τῆς ἑρμηνείας. δεύτερον ἐκ
10τῆς ποιήσεως· ὡσαύτως γὰρ καὶ αὐτὴ ὑπο***κρίνειε γὰρ ἄν τις ἀκούων αὐλητοῦ, πότερόν ποτε συμφωνοῦσιν οἱ

1144

E

αὐλοὶ ἢ οὔ, καὶ πότερον ἡ διάλεκτος σαφὴς ἢ τοὐναν‐ τίον· τούτων δ’ ἕκαστον μέρος ἐστὶ τῆς αὐλητικῆς ἑρμη‐ νείας, οὐ μέντοι τέλος, ἀλλ’ ἕνεκα τοῦ τέλους γιγνόμε‐ νον· παρὰ ταῦτα γὰρ αὖ καὶ τὰ τοιαῦτα πάντα κριθήσε‐
5ται τὸ τῆς ἑρμηνείας ἦθος, εἰ οἰκεῖον ἀποδίδοται τῷ παρ‐ αποδοθέντι ποιήματι, ὃ μεταχειρίσασθαι καὶ ἑρμηνεῦ‐ σαι ὁ ἐνεργῶν βεβούληται. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν παθῶν τῶν ὑπὸ τῆς ποιητικῆς σημαινομένων ἐν τοῖς ποιή‐ μασιν.
10 Ἅτ’ οὖν ἠθῶν μάλιστα φροντίδα πεποιημένοι οἱ παλαιοί, τὸ σεμνὸν καὶ ἀπερίεργον τῆς ἀρχαίας μουσικῆς

1144

F

προετίμων. Ἀργείους μὲν γὰρ καὶ κόλασιν ἐπιθεῖναί ποτέ φασι τῇ εἰς τὴν μουσικὴν παρανομίᾳ, ζημιῶσαί τε τὸν [ἐπιχειρήσαντα] πρῶτον [τοῖς] πλείοσι τῶν ἑπτὰ χρήσα‐ σθαι παρ’ αὐτοῖς χορδῶν καὶ παραμιξολυδιάζειν ἐπιχει‐
5ρήσαντα. Πυθαγόρας δ’ ὁ σεμνὸς ἀπεδοκίμαζε τὴν κρίσιν τῆς μουσικῆς τὴν διὰ τῆς αἰσθήσεως· νῷ γὰρ ληπτὴν τὴν ταύτης ἀρετὴν ἔφασκεν εἶναι. τοιγάρτοι τῇ μὲν ἀκοῇ32

1145

A

οὐκ ἔκρινεν αὐτήν, τῇ δ’ ἀναλογικῇ ἁρμονίᾳ· | αὔταρκές τ’ ἐνόμιζε μέχρι τοῦ διὰ πασῶν στῆσαι τὴν τῆς μουσικῆς ἐπίγνωσιν. Οἱ δὲ νῦν τὸ μὲν κάλλιστον τῶν γενῶν, ὅπερ μά‐
5λιστα διὰ σεμνότητα παρὰ τοῖς ἀρχαίοις ἐσπουδάζετο, παντελῶς παρῃτήσαντο, ὥστε μηδὲ τὴν τυχοῦσαν ἀντί‐ ληψιν τῶν ἐναρμονίων διαστημάτων τοῖς πολλοῖς ὑπάρ‐ χειν. οὕτως δ’ ἀργῶς διάκεινται καὶ ῥᾳθύμως, ὥστε μηδ’ ἔμφασιν νομίζειν παρέχειν καθ’ ὅλου τῶν ὑπὸ τὴν αἴ‐
10σθησιν πιπτόντων τὴν ἐναρμόνιον δίεσιν, ἐξορίζειν δ’ αὐ‐ τὴν ἐκ τῶν μελῳδημάτων· πεφλυαρηκέναι γὰρ τοὺς 〈δι〉δάξαντάς τι περὶ τούτου καὶ τῷ γένει τούτῳ κεχρη‐

1145

B

μένους· ἀπόδειξιν δ’ ἰσχυροτάτην τοῦ τἀληθῆ λέγειν φέρειν οἴονται μάλιστα μὲν τὴν αὑτῶν ἀναισθησίαν, ὡς πᾶν, ὅ τι περ ἂν αὐτοὺς ἐκφύγῃ, τοῦτο καὶ δὴ πάντως ἀνύπαρκτον ὂν παντελῶς καὶ ἄχρηστον· εἶτα καὶ τὸ μὴ
5δύνασθαι ληφθῆναι διὰ συμφωνίας τὸ μέγεθος, καθάπερ τό τε ἡμιτόνιον καὶ τὸν τόνον καὶ τὰ λοιπὰ δὲ τῶν τοιούτων διαστημάτων. ἠγνοήκασι δ’ ὅτι καὶ τὸ τρίτον μέγεθος οὕτως ἂν καὶ τὸ πέμπτον ἐκβάλλοιτο καὶ τὸ ἕβδομον· ὧν τὸ μὲν τριῶν, τὸ δὲ πέντε, τὸ δ’ ἑπτὰ διέσεών ἐστι· καὶ
10καθόλου πάνθ’ ὅσα περιττὰ φαίνεται τῶν διαστημάτων, ἀποδοκιμάζοιτ’ ἂν ὡς ἄχρηστα, παρ’ ὅσον οὐδὲν αὐτῶν

1145

C

διὰ συμφωνίας λαβεῖν ἔστι· ταῦτα δ’ ἂν εἴη ὅσα ὑπὸ τῆς ἐλαχίστης διέσεως μετρεῖται περισσάκις. οἷς ἀκολουθεῖν ἀνάγκη καὶ τὸ μηδεμίαν τῶν τετραχορδικῶν διαιρέσεων χρησίμην εἶναι, πλὴν μόνην ταύτην δι’ ἧς πᾶσιν ἀρτίοις
5χρῆσθαι διαστήμασι συμβέβηκεν· αὕτη δ’ ἂν εἴη ἥ τε τοῦ
συντόνου [καὶ] διατόνου καὶ ἡ τοῦ τονιαίου χρώματος. Τὸ δὲ τὰ τοιαῦτα λέγειν τε καὶ ὑπολαμβάνειν οὐ μόνον τοῖς φαινομένοις ἐναντιουμένων ἐστίν, ἀλλὰ καὶ ἑαυτοῖς μαχομένων. χρώμενοι γὰρ αὐτοὶ 〈ταῖσ〉 τοιαύταις33
10τετραχόρδων μάλιστα φαίνονται διαιρέσεσιν, ἐν αἷς τὰ πολ‐ λὰ τῶν διαστημάτων ἤτοι περιττά ἐστιν ἢ [ἀν]ἄλογα· μα‐

1145

D

λάττουσι γὰρ αἰεὶ τάς τε λιχανοὺς καὶ τὰς παρανήτας. ἤδη δὲ καὶ τῶν ἑστώτων τινὰς παρανιᾶσι φθόγγων ἀλόγῳ τινὶ διαστήματι, προσανιέντες αὐτοῖς τάς τε τρίτας καὶ τὰς παρανήτας, καὶ τὴν τοιαύτην εὐδοκιμεῖν μάλιστά πως
5οἴονται τῶν συστημάτων χρῆσιν, ἐν ᾗ τὰ πολλὰ τῶν δια‐ στημάτων ἐστὶν ἄλογα, οὐ μόνον τῶν κινεῖσθαι πεφυκό‐ των φθόγγων, ἀλλὰ καί τινων ἀκινήτων ἀνιεμένων, ὥς ἐστι δῆλον τοῖς αἰσθάνεσθαι τῶν τοιούτων δυναμένοις. Χρῆσιν δὲ μουσικῆς προσήκουσαν ἀνδρὶ ὁ καλὸς
10Ὅμηρος ἐδίδαξε. δηλῶν γὰρ ὅτι ἡ μουσικὴ πολλαχοῦ χρη‐ σίμη, τὸν Ἀχιλλέα πεποίηκε τὴν ὀργὴν πέττοντα τὴν πρὸς

1145

E

τὸν Ἀγαμέμνονα διὰ μουσικῆς, ἧς ἔμαθε παρὰ τοῦ σοφω‐ τάτου Χείρωνος (Ι 186—189)·
2 ‘τὸν δ’ εὗρον (φησί) φρένα τερπόμενον φόρμιγγι λιγείῃ, καλῇ δαιδαλέῃ· περὶ δ’ ἀργύρεον ζυγὸν ἦεν·
5τὴν ἄρετ’ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας· τῇ ὅγε θυμὸν ἔτερπεν, ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν.‘
6 μάθε, φησὶν Ὅμηρος, πῶς δεῖ μουσικῇ χρῆσθαι· κλέα γὰρ ἀνδρῶν ᾄδειν καὶ πράξεις ἡμιθέων ἔπρεπεν Ἀχιλλεῖ τῷ Πηλέως τοῦ δικαιοτάτου. ἔτι δὲ καὶ τὸν καιρὸν τῆς χρή‐
10σεως τὸν ἁρμόττοντα διδάσκων Ὅμηρος ἀργοῦντι γυμνά‐ σιον ἐξεῦρεν ὠφέλιμον καὶ ἡδύ. πολεμικὸς γὰρ ὢν καὶ

1145

F

πρακτικὸς ὁ Ἀχιλλεύς, διὰ τὴν γενομένην αὐτῷ πρὸς τὸν Ἀγαμέμνονα μῆνιν οὐ μετεῖχε τῶν κατὰ τὸν πόλεμον κιν‐ δύνων. ᾠήθη οὖν Ὅμηρος πρέπον εἶναι τὴν ψυχὴν τοῖς
καλλίστοις τῶν μελῶν παραθήγειν τὸν ἥρωα, ἵν’ ἐπὶ τὴν34
5μετὰ μικρὸν αὐτῷ γενησομένην ἔξοδον παρεσκευασμένος ᾖ· τοῦτο δ’ ἐποίει δηλονότι μνημονεύων τῶν πάλαι πρά‐ ξεων. τοιαύτη ἦν ἡ ἀρχαία μουσικὴ καὶ εἰς τοῦτο χρη‐

1146

A

σίμη. | Ἡρακλέα τε γὰρ ἀκούομεν κεχρημένον μουσικῇ καὶ Ἀχιλλέα καὶ πολλοὺς ἄλλους, ὧν παιδευτὴς ὁ σοφώ‐ τατος Χείρων παραδέδοται, μουσικῆς τε ἅμα ὢν καὶ δικαι‐ οσύνης καὶ ἰατρικῆς διδάσκαλος.
5 Καθόλου δ’ ὅ γε νοῦν ἔχων οὐ τῶν ἐπιστημῶν 〈ἂν〉 ἔγκλημα δήπου θείη, εἴ τις αὐταῖς μὴ κατὰ τρόπον χρῷτο, ἀλλὰ τῆς τῶν χρωμένων κακίας ἴδιον εἶναι τοῦτο νομί‐ σειεν. εἰ γοῦν τις τὸν παιδευτικὸν τῆς μουσικῆς τρόπον ἐκπονήσας τύχοι ἐπιμελείας τῆς προσηκούσης ἐν τῇ τοῦ
10παιδὸς ἡλικίᾳ, τὸ μὲν καλὸν ἐπαινέσει τε καὶ ἀποδέξεται, ψέξει δὲ τὸ ἐναντίον ἔν τε τοῖς ἄλλοις καὶ ἐν τοῖς κατὰ

1146

B

μουσικήν, καὶ ἔσται ὁ τοιοῦτος καθαρὸς πάσης ἀγεννοῦς πράξεως, διὰ μουσικῆς τε τὴν μεγίστην ὠφέλειαν καρ‐ πωσάμενος, ὄφελος ἂν μέγα γένοιτο αὑτῷ τε καὶ πόλει, μη‐ θενὶ μήτ’ ἔργῳ μήτε λόγῳ χρώμενος ἀναρμόστῳ, σῴζων
5αἰεὶ καὶ πανταχοῦ τὸ πρέπον καὶ σῶφρον καὶ κόσμιον. Ὅτι δὲ καὶ ταῖς εὐνομωτάταις τῶν πόλεων ἐπιμελὲς γεγένηται φροντίδα ποιεῖσθαι τῆς γενναίας μουσικῆς, πολλὰ μὲν καὶ ἄλλα μαρτύρια παραθέσθαι ἔστι, Τέρπαν‐ δρον δ’ ἄν τις παραλάβοι τὸν τὴν γενομένην ποτὲ παρὰ
10Λακεδαιμονίοις στάσιν καταλύσαντα, καὶ Θαλήταν τὸν Κρῆτα, ὅν φασι κατά τι πυθόχρηστον Λακεδαιμονίοις παραγενόμενον διὰ μουσικῆς ἰάσασθαι ἀπαλλάξαι τε τοῦ

1146

C

κατασχόντος λοιμοῦ τὴν Σπάρτην, καθάπερ φησὶ Πρατίνας (fr. 8 Bgk.). ἀλλὰ γὰρ καὶ Ὅμηρος τὸν κατασχόντα λοιμὸν τοὺς Ἕλληνας παύσασθαι λέγει διὰ μουσικῆς· ἔφη γοῦν
(Α 472 sqq.)·35
5‘οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν, μέλποντες Ἑκάεργον· ὁ δὲ φρένα τέρπετ’ ἀκούων.‘
7 τούτους τοὺς στίχους, ἀγαθὲ διδάσκαλε, κολοφῶνα τῶν περὶ τῆς μουσικῆς λόγων πεποίημαι, ἐπεὶ φθάσας σὺ τὴν
10μουσικὴν δύναμιν διὰ τούτων προαπέφηνας ἡμῖν· τῷ γὰρ ὄντι τὸ πρῶτον αὐτῆς καὶ κάλλιστον ἔργον ἡ εἰς τοὺς θεοὺς

1146

D

εὐχάριστός ἐστιν ἀμοιβή, ἑπόμενον δὲ τούτῳ καὶ δεύτε‐ ρον τὸ τῆς ψυχῆς καθάρσιον καὶ ἐμμελὲς καὶ ἐναρμόνιον σύστημα.‘ Ταῦτ’ εἰπὼν ὁ Σωτήριχος ‘ἔχεισ‘ ἔφη ‘τοὺς ἐπικυλικεί‐
5ους περὶ μουσικῆς λόγους, ἀγαθὲ διδάσκαλε.‘ Ἐθαυμάσθη μὲν οὖν ὁ Σωτήριχος ἐπὶ τοῖς λεχθεῖσι· καὶ γὰρ ἐνέφαινε διὰ τοῦ προσώπου καὶ τῆς φωνῆς τὴν περὶ μουσικὴν σπουδήν. ὁ δ’ ἐμὸς διδάσκαλος ‘μετὰ τῶν ἄλλων‘ ἔφη ‘καὶ τοῦτ’ ἀποδέχομαι [ἑκατέρου] ὑμῶν, ὅτι
10τὴν τάξιν ἑκάτερος τὴν [αὐτὸς] αὑτοῦ ἐφύλαξεν· ὁ μὲν γὰρ Λυσίας, ὅσα μόνον χειρουργοῦντι κιθαρῳδῷ προσῆκεν εἰδέναι, τούτοις ἡμᾶς εἱστίασεν· ὁ δὲ Σωτήριχος, ὅσα καὶ

1146

E

πρὸς ὠφέλειαν καὶ πρὸς θεωρίαν, ἀλλὰ γὰρ καὶ δύναμιν καὶ χρῆσιν μουσικῆς συντείνει, διδάσκων ἡμᾶς ἐπεδαψι‐ λεύσατο. ἐκεῖνο δ’ οἶμαι ἑκόντας αὐτοὺς ἐμοὶ καταλελοι‐ πέναι· οὐ γὰρ καταγνώσομαι αὐτῶν δειλίαν ὡς αἰσχυνθέν‐
5των κατασπᾶν μουσικὴν εἰς τὰ συσσίτια· εἰ γάρ που [καὶ] χρησίμη, καὶ παρὰ πότον, ὡς ὁ καλὸς Ὅμηρος ἀπέφηνε· ‘μολπή‘ γάρ πού φησιν (α 152)
7
‘ὀρχηστύς τε, τὰ γάρ τ’ ἀναθήματα δαιτός.‘
8 καί μοι μηδεὶς ὑπολαβέτω ὅτι πρὸς τέρψιν μόνον χρησί‐
10μην ᾠήθη μουσικὴν Ὅμηρος διὰ τούτων, ἀλλὰ γὰρ βαθύ‐

1146

F

τερός ἐστι νοῦς ἐγκεκρυμμένος τοῖς ἔπεσιν. εἰς γὰρ ὠφέ‐ λειαν καὶ βοήθειαν τὴν μεγίστην 〈τοῖς τοι〉ούτοις και‐ ροῖς παρέλαβε μουσικήν, λέγω δ’ εἰς τὰ δεῖπνα καὶ τὰς συνουσίας τῶν ἀρχαίων. συνέβαινε γὰρ εἰσάγεσθαι μου‐36
5σικὴν ὡς ἱκανὴν ἀντισπᾶν καὶ πραΰνειν τὴν τοῦ οἴνου ὑπόθερμον δύναμιν, καθάπερ πού φησι καὶ ὁ ὑμέτερος Ἀριστόξενος (fr. 122 Wehrli)· ἐκεῖνος γὰρ ἔλεγεν εἰσάγεσθαι μουσικήν, παρ’ ὅσον ὁ μὲν οἶνος σφάλλειν πέφυκε τῶν

1147

A

ἅδην αὐτῷ χρησαμένων τά τε σώματα καὶ τὰς δια|νοίας, ἡ δὲ μουσικὴ τῇ περὶ αὑτὴν τάξει τε καὶ συμμετρίᾳ εἰς τὴν ἐναντίαν κατάστασιν ἄγειν τε καὶ πραΰνειν. παρὰ τοῦ‐ τον οὖν τὸν καιρὸν ὡς βοηθήματι τῇ μουσικῇ τοὺς ἀρχαίους
5φησὶ κεχρῆσθαι Ὅμηρος. Ἀλλὰ δὴ καὶ τὸ μέγιστον ὑμῖν ὦ ἑταῖροι καὶ μάλι‐ στα σεμνοτάτην ἀποφαῖνον μουσικὴν παραλέλειπται. τὴν γὰρ τῶν ὄντων φορὰν καὶ τὴν τῶν ἀστέρων κίνησιν οἱ περὶ Πυθαγόραν καὶ Ἀρχύταν καὶ Πλάτωνα καὶ οἱ λοιποὶ τῶν
10ἀρχαίων φιλοσόφων οὐκ ἄνευ μουσικῆς γίγνεσθαι καὶ συνεστάναι ἔφασκον· πάντα γὰρ καθ’ ἁρμονίαν ὑπὸ τοῦ θεοῦ κατεσκευάσθαι φασίν. ἄκαιρον δ’ ἂν εἴη νῦν ἐπεκτεί‐ νειν τοὺς περὶ τούτου λόγους, 〈καθ〉αρώτατον δὲ καὶ μου‐ σικώτατον τὸ παντὶ τὸ προσῆκον μέτρον ἐπιτιθέναι.‘ ταῦτ’
15εἰπὼν ἐπαιώνισε, καὶ σπείσας τῷ Κρόνῳ καὶ τοῖς τούτου παισὶ 〈καὶ〉 θεοῖς πᾶσι καὶ Μούσαις, ἀπέλυσε τοὺς ἑστιω‐
μένους.37