TLG 0093 014 :: THEOPHRASTUS :: De causis plantarum (lib. 2–6) THEOPHRASTUS Phil. De causis plantarum (lib. 2–6) Cf. et 0093 002 Citation: Book — chapter — section — (line) | ||
Caus Plant.2t1 | ΒΙΒΛΙΟΝ Βʹ. | |
Caus Plant.2.1.1 | Περὶ δὲ τὰς βλαστήσεις καὶ καρποτοκίας τῶν δένδρων καὶ ἁπλῶς τῶν φυτῶν ὅσα μὴ πρότερον εἴ‐ ρηται πειρατέον ὁμοίως ἀποδοῦναι διαιροῦντες χωρὶς ἕκαστα τά τε κατὰ τὰς ἐνιαυσίους ὥρας γινόμενα καὶ | |
5 | ὅσα κατὰ τὰς γεωργικὰς θεραπείας. Δύο γὰρ δὴ μέρη ταῦτ’ ἐστὶ, τὸ μὲν ὥσπερ φυσικὸν καὶ αὐτόμα‐ τον τὸ δὲ τέχνης καὶ παρασκευῆς δεόμενον εἰς τὸ εἶναι· ὁ λόγος δ’ ἀμφοῖν ἐστιν οὐχ ὁ αὐτὸς ἀλλ’ ὁ μὲν οἷον φυσικὸς ὁ δὲ ἐπινοητικός· οὔτε γὰρ ἡ φύσις οὐθὲν (ποιεῖ) | |
---|---|---|
10 | μάτην ἥ τε διάνοια βοηθεῖν θέλει τῇ φύσει. Ἐπεὶ δὲ πρότερα τὰ τῆς φύσεως ὑπὲρ τούτων καὶ ῥητέον πρό‐ τερον. | |
Caus Plant.2.1.2 | Μέγιστον μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν παντὶ δένδρῳ καὶ ἡμέρῳ καὶ ἀγρίῳ καὶ ὅλως δὲ φυτῷ παντὶ πρὸς εὐβλάστειαν καὶ εὐκαρπίαν τὸ χειμασθῆναι χειμῶσιν ὡραίοις καὶ καλοῖς· οὕτω γὰρ αἱ βλαστή‐ | |
5 | σεις κάλλισται καὶ αἱ καρποτοκίαι γίνονται. Κα‐ λὸς δὲ χειμὼν ἐὰν πολυϋδρίαν τε ἔχῃ βόρειον καὶ χιόνος πλῆθος καὶ τὸ ὅλον ψύχη χωρὶς πάγου· δεῖ γὰρ | |
κεκενωμένα τὰ δένδρα μετὰ τοὺς καρποὺς ἀντιπληρω‐ θῆναι πάλιν τῆς τροφῆς καὶ ταύτην πέψαι καὶ κατα‐ | 192 | |
10 | σχεῖν εἴπερ εὐβλαστῆ καὶ εὔκαρπα μέλλει γενήσεσθαι. | |
Caus Plant.2.1.3 | Τροφῆς μὲν οὖν πλῆθος ἐν ὄμβρου πλήθει, τὸ δὲ κατασχεῖν καὶ πέψαι ταύτην ἐὰν ὁ χειμὼν πιέσῃ καὶ μὴ εὐθὺς ἡ ἐκδρομὴ γένηται. Τὰς γὰρ ῥίζας ὀρεγο‐ μένας ἀφθόνου τροφῆς διαδιδόναι δεῖ παντὶ τῷ δένδρῳ | |
5 | καὶ ταύτην ὥσπερ κυουμένην καὶ πεττομένην χρόνον λαμβάνειν σύμμετρον. Οὐκ ἔσται δὲ τοῦτο ἐὰν μὴ κατάσχῃ τὰ ψύχη· τάχυ γὰρ ἡ μαλακότης τοῦ ἀέρος ἐκκαλεῖται τὴν βλάστησιν· δι’ ὃ τούς τε ὄμβρους συμ‐ φέρει βορείους μὴ νοτίους εἶναι καὶ πλῆθος χιόνος | |
10 | ὅπως τηκομένη κατὰ μικρὸν διαδύηται πρὸς τὸ ἔδαφος καὶ μὴ ἀθρόον τὸ ὑγρὸν ἀπορρυῇ προσπεσὸν ἅμα τε καὶ τὴν γῆν ἀναζυμοῖ συγκατακλείουσα καὶ ἐναπολαμ‐ βάνουσα τὸ θερμόν. | |
Caus Plant.2.1.4 | Ὃ καὶ τοῖς σπέρμασι συμ‐ φέρει· ῥιζωθέντα γὰρ καὶ ἐπισχύσαντα τῇ πιλήσει καὶ τῇ καταπιέσει τοῦ ψύχους ἅμα τῇ διαγελώσῃ ταχείας ποιεῖ καὶ ἀθρόας τὰς ἀναδόσεις. Ἀλλὰ τὰ μὲν σπέρ‐ | |
5 | ματα προσεπιζητεῖ καὶ τοὺς ἠρινοὺς ὑετοὺς μᾶλλον κατὰ μικρά τε καὶ πλείους γινομένους διὰ τὴν ἀσθέ‐ νειαν καὶ τὸ ἐπιπόλαιον τῶν ῥιζῶν· ταχὺ γὰρ ἀναξη‐ ραίνονται καὶ ταχὺ πάλιν δέονται· τὰ δὲ δένδρα καὶ ἰσχυρότερα καὶ βαθυρριζότερα καὶ ἅμα διάπλεα τρο‐ | |
10 | φῆς ἐν ἑαυτοῖς ὥστε τρόπον τινὰ μᾶλλον τοῦ συνεργή‐ σοντος δεῖσθαι πρὸς τὴν πέψιν καὶ τὴν βλάστησιν· σημεῖον δὲ τὸ μὴ βλαστάνειν πρὸ τοῦ ἦρος. | |
Caus Plant.2.1.5 | Ὅτι δὲ ἡ πολυϋδρία συμφέρει τοῖς δένδροις κἀκεῖθεν φανε‐ ρόν· ἐν γὰρ ταῖς ἐπομβρίαις ἅπανθ’ ὡς εἰπεῖν εὐσθενεῖ μᾶλλον. Ἀλλ’ ὅταν μὲν ὦσι νότιαι διυγραίνονται καὶ | |
5 | ἀσθενέστερα γίνονται βορείων δ’ οὐσῶν ἰσχυρά τε καὶ ἐκπέττει μᾶλλον ἅτε τῆς μὲν γῆς διακόρου οὔσης αὐτά τε ξυνεστῶτα μᾶλλον καὶ ἐναπειληφότα τὸ οἰκεῖον θερμόν. Ὅπου γὰρ ἀεὶ μάλιστα μαλακὸς ὁ ἀὴρ ἐν‐ ταῦθ’ ἡ εὐβλαστία καὶ εὐκαρπία γίνεται τῶν δένδρων | |
10 | ὥσπερ ἐν Αἰγύπτῳ διά τε τὴν εὐτροφίαν καὶ διὰ τὸ μηδὲν ἀντικόπτειν τῶν ἔξωθεν· ἀφθόνου γὰρ τῆς τρο‐ φῆς οὔσης καὶ τοῦ ἀέρος εὐτρόφου εὐλόγως ἡ εὐβλαστία καὶ εὐκαρπία. Πρὸς δὲ τὸ ποιοῦν αὐτῶν ἢ πάντων ἤ τινων δεῖταί τινος ἴσως ἑτέρας κράσεως. | |
Caus Plant.2.1.6 | Ἐν‐ ταῦθα δὲ ἐὰν μὴ καθ’ ὥραν ἔτους αἱ βλαστήσεις ὦσιν ἀλλὰ προεκδραμῶσιν δι’ εὐτροφίαν καὶ ἄνεσιν τοῦ ἀέρος ἐπιγινόμενα ψύχη διελυμήνατο καὶ ἀπέκαυσεν | |
5 | δι’ ὃ καὶ ὀπισθοχειμῶνες χαλεποὶ τοῖς δένδροις· ὅταν γὰρ ἅπαξ ἐκτέκωσιν εὐθὺς οἱ καρποὶ μαλακοῦ τινος ἀέρος δέονται καὶ εὐμενοῦς εἰς τὴν ἐκτροφὴν καὶ μά‐ λιστ’ ἐν ταῖς ἀρχαῖς· τότε γὰρ ἀσθενέστατοι, τὸ δὲ ἀσ‐ θενὲς οἷον τιθηνήσεως δεῖται· καὶ γὰρ ὅλως πᾶσα μετα‐ | |
10 | βολὴ καὶ γένεσις δεῖται τῆς τοιαύτης εὐκρασίας. | |
Caus Plant.2.1.7 | Μεταβολαὶ δὲ ἅμα καὶ ὥσπερ γενέσεις τινὲς ἥ τε βλά‐ στησις καὶ ἡ ἄνθησις καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν αἷς καὶ πλεῖσται φθοραὶ γίνονται τῶν καρπῶν ἐρυσιβου‐ μένων τε καὶ ἀποκαομένων καὶ ἀποπιπτόντων καὶ τὸ | |
5 | ὅλον χειμαζομένων. Ἐπεὶ καὶ τὰ ἄγρια μάλιστα | |
συμβαίνει πονεῖν ὅταν μάλιστα ἀρτιβλαστῶν ὄντων ἐπιγίνηταί τι πνεῦμα ψυχρὸν ἄγαν ἢ θερμόν· ἀποκάει γὰρ ἄμφω καὶ ἀπόλλυσιν. Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς καθ’ ἕκαστα δεῖ θεωρεῖν. Ἡ δὲ ὅλη διάθεσις καὶ | 193 | |
10 | κατάστασις τοῦ ἀέρος εἰς τὴν τῶν δένδρων εὐσθένειαν ὅτι ταύτῃ ξυμφέρει φανερόν ἐστι διὰ τῶν εἰρημένων. | |
Caus Plant.2.2.1 | Ἑπόμενον δέ πως τούτοις ἐστὶ περὶ τῶν ὡραίων ὑδάτων εἰπεῖν. Ὡραιότατα μὲν γὰρ τὰ χειμερινὰ διὰ τὰς λεχθείσας αἰτίας. Δεύτερα δὲ τὰ πρὸ τῆς βλασ‐ τήσεως· οὕτω γὰρ ἀθροωτέρα τε καὶ καλλίων ἡ βλάσ‐ | |
5 | τησις ἐκπληρωθέντων πάντων ταῖς τροφαῖς· εἰ δὲ μὴ ἀβλαστεῖς καὶ ἄμπελοι γίνονται καὶ τἆλλα τῶν μὲν ἐχόντων τῶν δὲ λειπομένων. Τρίτα δὲ (τὰ) μετὰ τὴν ἀπάνθησιν ἃ πρὸς τὴν ἐκτροφὴν ἤδη καὶ τελείω‐ σίν ἐστι, ταῦτα δὲ μὴ εὐθὺς ἀλλ’ ὅταν ὁ καρπὸς ἰσχύ‐ | |
10 | σῃ· εἰ δὲ μὴ συμβαίνει τὰ μὲν ἄλλα καὶ ἀπορρεῖν κἂν μὴ τοῦτο πάθῃ διυγραινόμενα χείρω καὶ ἀσθενέστερα γίνεσθαι τὴν δ’ ἐλάαν καὶ ἐπιβλαστοῦσαν ἀποβάλλειν ἅτε τῆς τροφῆς ἰούσης εἰς τὸν βλαστόν. | |
Caus Plant.2.2.2 | Ἀώρια μὲν οὖν ταῦτα. Χείριστα δὲ καὶ παρακαιρότατα (τὰ) περὶ τὰς ἀνθήσεις ἑκάστων. Τὰ ἄνθη γὰρ ἀσθενῆ καὶ πάνθ’ ὡς εἰπεῖν ἢ τά γε πλεῖστα ἀπόλλυται καὶ | |
5 | ἀποπίπτει τὰ μὲν ἐρυσιβούμενα τὰ δὲ ὑγραινόμενα τὰ δὲ ἐπιμένοντα χεῖρον ἀνθεῖ. Καὶ τοῦτ’ οὐχ ἧττόν ἐστιν ἐν τοῖς φρυγανικοῖς καὶ τοῖς ποιώδεσι πλὴν εἴ τινων ὀλίγων οἷον τὰ στεφανωτικὰ καὶ ὅλως τὰ ἄγρια καὶ αὐτόματα τῶν ἀνθῶν ἔτι δὲ τῶν ποιωδῶν ἔνια | |
10 | καὶ τῶν ἡμέρων σπερμάτων τὰ χεδροπά· ταῦτα δὲ διαμένει δυοῖν θάτερον ἢ δι’ ἰσχὺν ἑαυτῶν τε καὶ τῶν προσφύσεων, καθάπερ καὶ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὰ ἄλλα ὅσα τούτοις ὅμοια, ἢ διὰ ξηρότητα τῆς ὅλης φύσεως ἀναλαμβανόντων τὸ ὑγρόν· ἐπικρατεῖ γὰρ οὕτω | |
15 | τὸ δ’ ἐπικρατοῦν ἀπαθές. | |
Caus Plant.2.2.3 | Ὧν δὲ οἱ καρποὶ χρο‐ νιώτεροι καὶ πλείονος δεόμενοι τροφῆς καὶ πέψεως τούτοις ὡραῖα καὶ τὰ ὀψιαίτερα καθάπερ ἀμπέλῳ, ῥόᾳ, ἐλάᾳ, τοῖς ἄλλοις, ἁπλῶς δὲ ἑκάστοις πρὸς τὴν αὐτοῦ | |
5 | τελείωσιν. Δι’ ὃ καὶ οὐχ ὁ αὐτὸς ἅπασι καιρὸς ὥσπερ ὁ τοῦ χειμῶνος πρὸς τὴν βλάστησιν ἀλλ’ ἕτερος τοῖς ὀψικάρποις καὶ πρωϊκάρποις, ὥσπερ καὶ τῶν σπερμά‐ των τοῖς τριμήνοις καὶ ἁπλῶς τοῖς ὀψίοις καὶ πρωΐοις. Ἁπλῶς δ’ αἰεὶ τὰ βόρεια βελτίω τῶν νοτίων· καὶ γὰρ | |
10 | ψυχρότερα καὶ τὴν ἀπόλαυσιν ποιεῖν πλείω ξυνεστηκό‐ των καὶ ἰσχυόντων καὶ τῶν καρπῶν καὶ τῶν δένδρων. | |
Caus Plant.2.2.4 | Δι’ ὃ καὶ τὰ ἐπιγινόμενα πνεύματα ὠφελεῖ καὶ μά‐ λιστ’ ἐὰν ᾖ βόρεια· περιαιρεῖ γὰρ ταῦτα καὶ ἀπόλαυ‐ σιν ποιεῖ πλείω, ἔτι δὲ ἀφαιρεῖ τὸ περιττὸν καὶ ἀπο‐ ξηραίνει καὶ οὐκ ἐᾷ προσκαθήμενον διυγραίνειν οὐδ’ ὑπὸ | |
5 | τοῦ ἡλίου συνεψόμενον λυμαίνεσθαι. Διὰ ταῦτα γὰρ καὶ τὰ παραπλήσια καὶ τὰ νυκτερινὰ βελτίω τῶν ἡμερινῶν· ἀπόλαυσίς τε γὰρ γίνεται πλείων μὴ εὐθὺς ἀφαιρουμένου τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀκινδυνότερα. | |
Caus Plant.2.3.1 | Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν πνευμάτων τὰ βόρεια τῶν νοτίων βελτίω καὶ τὰ πόντια τῶν ἀπο‐ γείων ὅτι ψυχρότερα καὶ τὰ ἀπὸ δύσεως τῶν ἀφ’ ἑῴων. | |
Καθόλου γὰρ ὡς εἰπεῖν τὰ ψυχρὰ τῶν θερμῶν ἐὰν μὴ | 194 | |
5 | ἀρτιβλαστῆ ᾖ ἢ καὶ ἐν ἀνθήσει λαμβάνῃ· τότε γὰρ ἀποκάει τὰ ψυχρὰ καθάπερ εἴρηται. Βελτίω δὲ καὶ τὰ ζεφύρια καὶ αἱ τροπαὶ καὶ ὅλως αἱ αὖραι τῶν σκλη‐ ρῶν καὶ διατόνων· τὰ μὲν γὰρ τρέφει θάτερον δὲ πιλοῖ καὶ κωλύει τὰς αὐξήσεις. Ἰσχύει δ’ ἕκαστον κατὰ | |
10 | τὴν θέσιν τῆς χώρας· ἄλλα γὰρ ἄλλοις τοιαῦτα καθά‐ περ ἐλέχθη καὶ πρότερον· δι’ ὃ καὶ ὡς μὲν ἐπίπαν εἰπεῖν βελτίω τὰ βόρεια τῶν νοτίων. | |
Caus Plant.2.3.2 | Οὐ μὴν ἀλλ’ ἐπείπερ αἱ παραλλαγαὶ καὶ τῆς χώρας ποιοῦσι τὰς δυνάμεις καὶ δεῖ τοῦ μὲν χειμῶνος εἶναι θερμὰ τοῦ δὲ θέρους ψυχρά· βοηθεῖ γὰρ οὕτως ἑκάτερα πρὸς | |
5 | τὰς ὥρας ὥσπερ εἴπομεν, ἐὰν δὲ ὅμοια βλάπτει, ποιεῖ γὰρ ὑπερβολήν. Εὔλογον δὴ μὴ τὰ αὐτὰ πᾶσιν εὔτροφα καὶ ὠφέλιμα καὶ βλαβερὰ γίνεσθαι· δι’ ὃ τοῖς μὲν ὁ νότος ἐπισινὴς τοῖς δ’ ὠφέλιμος, ὡσαύτως δὲ καὶ ὁ ζέφυρος καὶ τῶν ἄλλων ἕκαστος. Ἅπασι δὲ χαλεπὰ | |
10 | καθάπερ εἴρηται τὰ κατὰ τὴν βλάστησιν εὐθὺς ἢ θερμὰ λίαν ἢ ψυχρὰ πνέοντα· διαφθείρει γὰρ ἄμφω διὰ τὴν ἀσθένειαν. | |
Caus Plant.2.3.3 | Ὡς δὲ τὸ σύνολον εἰπεῖν εὔπνουν εἶναι χρὴ τὸν τόπον· ἕτερος δ’ ὁ εὔπνους καὶ ὅλως ὁ προσήνεμος ἀναυξής. Σχεδὸν δ’ ὁμολογουμένη τις καὶ ἡ τοῦ ἀέρος διάθεσίς ἐστι τούτοις· ὁ γὰρ εὐκραὴς | |
5 | ἀὴρ ὡς ἁπλῶς εἰπεῖν ἄριστος τοῖς δένδροις εὐβλαστὴς ὢν καὶ εὔκαρπος, οἱ δὲ περισκελεῖς ἐφ’ ἑκάτερα δια‐ φθείρουσιν οἱ μὲν τοὺς καρποὺς οἱ δ’ ὅλως καὶ τὰ δένδρα πλὴν ὅσα πέφυκεν οἰκεῖα τούτοις· ἔνια γὰρ δὴ ταῖς ὑπερβολαῖς χαίρει καὶ τὰ μέν ἐστι φιλόθερμα καθάπερ | |
10 | φοῖνιξ, τὰ δὲ φιλόψυχρα μᾶλλον ὥσπερ ὁ κιττὸς καὶ ἡ ἐλάτη· ταῦτα γὰρ ὅλως ἐν τοῖς ἐμπύροις οὐ φύεται, χαλεπῶς δὲ καὶ πύξος καὶ φιλύρα καθάπερ ἐν ταῖς ἱστορίαις εἴπομεν. | |
Caus Plant.2.3.4 | Αἴτιον δὲ ἡ θερμότης καὶ ἡ ξηρότης· οἷον γὰρ πῦρ γίνεται, συμμετρίας δέ τινος δεῖται καὶ τὸ ὅμοιον. Ὡσαύτως δὲ οὐδ’ ἐν τοῖς ψυχροῖς ἔνια φύεται τῶν ψυχρῶν διὰ τὴν αὐ‐ | |
5 | τὴν αἰτίαν. Ἔστι δὲ καὶ τῶν ἐναντίων δῆλον ὅτι συμ‐ μετρία τις πρὸς ἄλληλα ὥστε τὰ μὲν δύνασθαι βλαστάνειν (τὰ δὲ μή)· ἀεὶ γὰρ δεῖ λόγον τινὰ ἔχειν τὴν κρᾶσιν τῆς φύσεως πρὸς τὸ περιέχον. Ἔοικε δὲ κοινὸν εἶναι τοῦτο καὶ ἐπὶ τῶν ζώων· καὶ γὰρ τὰ ζῶα | |
10 | καθ’ ἑκάτερον τῶν τόπων ἴδια τυγχάνει τὰ μὲν δεχό‐ μενα τὰ δ’ οὐ δεχόμενα τὴν τοῦ ἀέρος διάθεσιν, ὁτὲ δὲ καὶ τροφὰς οὐκ ἔχοντα τὰς οἰκείας. Ἐνδέχεται γὰρ καὶ τοῦτο κωλύειν ὁμοίως καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχα δὲ καὶ ἑτέρας πλείους αἰτίας αἳ πρὸς τὰς ἰδίας | |
15 | φύσεις εἰσιν ἐναντίαι. | |
Caus Plant.2.3.5 | Μεγίστη δ’ οὖν διαφορὰ κατὰ τὰ ἔνυγρα καὶ χερσαῖα ζῶα καὶ φυτὰ περὶ ὧν οὐδὲ ζητοῦμεν λόγον ὡς εἰπεῖν πλὴν ὑπὲρ τοῦ πότερα θερ‐ μότερα καὶ ψυχρότερα, τοῦτο γὰρ ἀμφισβητεῖται, τὰ | |
5 | δ’ ἄλλα ὡς συγκεχωρημένα τῇ φύσει τίθεται. Καίτοι τὰ καθόλου καὶ κοινὰ πρῶτα ἔδει ζητεῖν, εὑρεθέντων γὰρ τούτων καὶ τὰ κατὰ μέρος φανερά. Τοῦτο μὲν οὖν ἴσως κωλύοιτ’ ἂν διὰ τὸ χαλεπὸν εἴτε πλείους αἰ‐ τίαι τυγχάνουσιν εἴτε μία· περὶ δὲ τῶν ἐν τοῖς καθ’ | |
10 | ἕκαστα μᾶλλον εὐποροῦμεν· ἡ γὰρ αἴσθησις δίδωσιν ἀρχὰς ἐπ’ ἄμφω καὶ ἔτι μᾶλλον καὶ πλείους ἐπὶ τῶν φυτῶν· ἐμφανέστατα γὰρ τὰ συμβαίνοντα περὶ αὐτά. | 195 |
Caus Plant.2.3.6 | Μεγίστη δὲ διαίρεσις κατά γε τὸν αὐτὸν τόπον τοῖς ἡμέροις καὶ ἀγρίοις· ἀεὶ γὰρ τὰ [ἥμερα] μαλακωτέ‐ ρους καὶ ὑγροτέρους ζητεῖ τοὺς ἀέρας. Οὐ μὴν ἀλλ’ ἔνιά γε καὶ τῶν ἡμέρων ἀδυνατεῖ βλαστάνειν ἐν τοῖς | |
5 | θερμοῖς καὶ ψυχροῖς οὐ μόνον διὰ τὴν ἀσθένειαν ἢ τὴν κρᾶσιν ἀλλὰ δι’ ἕτερ’ ἄττα καθάπερ ἡ ἐλάα καὶ θερ‐ μὸν καὶ πυκνὸν ἐν τοῖς ψυχροῖς διὰ τὸ μετέωρον τῶν ῥιζῶν· ἐμπήγνυται γάρ· ἡ δὲ ἀχρὰς ἐν τοῖς σφόδρα θερμοῖς ὥσπερ περὶ Αἴγυπτον· μοχθηραὶ δὲ καὶ αἱ | |
10 | ἄπιοι καὶ μηλέαι καὶ σπάνιαι. Τὴν δ’ αἰτίαν σκεπ‐ τέον ἐπεὶ οὐκ ἂν θερμὰ δόξειεν εἶναι. | |
Caus Plant.2.3.7 | Τὰ μὲν οὖν ὅλως οὐδὲ βλαστάνειν ἐνιαχοῦ δύναται τὰ δὲ βλα‐ στάνει μὲν ἄκαρπα δὲ γίνεται καθάπερ ἡ περσέα ἡ αἰγυπτία περὶ Ῥόδον, προϊόντι δὲ οὕτω φέρει μὲν ὀλί‐ | |
5 | γον δὲ καὶ καλλικαρπεῖ καὶ γλυκυκαρπεῖ ἐκεῖ μόνον. Ὁμοίως δὲ καὶ ὁ φοῖνιξ καὶ ἔτι μᾶλλον ἐν τοῖς περὶ Βαβυλῶνα καὶ Συρίαν καλλίκαρπος. Ὁ γὰρ ἀὴρ διὰ ψυχρότητα τὰ μὲν ὅλως οὐ δέχεται τὰ δὲ ὅσον εἰς βλάστησιν ἔνια δὲ εἰς καρπὸν ὁ δὲ οἰκεῖος ἤδη διατε‐ | |
10 | λειοῖ τὰ τῆς φύσεως. | |
Caus Plant.2.3.8 | Διὰ τὴν αὐτὴν δ’ αἰτίαν οὐδὲ αἱ συκαῖ περὶ Αἴγυπτον οὐδ’ ὅλως ἐν ἐκείνοις τοῖς τόποις χρησταί· θερμὸς γὰρ ὢν ἄγαν ὁ ἀὴρ περικάει καὶ οὐ ποιεῖ πέψιν ἀλλ’ ἡ ἐκ τῆς γῆς εὐτροφία διυγραί‐ | |
5 | νει μόνον ἀπέπαντος οὖσα, δι’ ὃ καὶ τοῖς μεγέθεσι γίνεται μικρά. Τοὐναντίον δὲ ὁ ψυχρός· ἐξαιρεῖ γὰρ τὴν ὑγρότητα, τὴν δ’ (οὖσαν) οὐ δύναται πρὸς τὴν οἰκείαν πέψιν ἀγαγεῖν ὥσπερ ἐν ταῖς ἐλάαις, δι’ ὃ καὶ αἱ μὲν ἄσαρκοι πάμπαν ἐλαιηρότεραι δὲ τῶν ἐν | |
10 | τοῖς ψυχροῖς, αἱ δὲ σαρκώδεις μὲν ἀνέλαιοι δέ· πλείο‐ νος γὰρ τοῦτο θερμότητος δεῖται πρὸς τὴν πέψιν. Αἱ μὲν οὖν τοῦ ἀέρος κράσεις καὶ διαθέσεις τοιαύτας τι‐ νὰς παρέχονται δυνάμεις. | |
Caus Plant.2.4.1 | Ἐπεὶ δὲ καὶ τὰ ἐδάφη μεγάλας ἔχει διαφορὰς λεκτέον καὶ περὶ τούτων, καὶ γὰρ αὐτὰ τῆς φύσεώς ἐστιν. Ἀβλαστῆ δὲ δι’ ἄμφω γίνεται καὶ διὰ τὸν ἀέρα καὶ διὰ τὴν γῆν πολλάκις· ὁτὲ μὲν γὰρ τὰ κάτω | |
5 | χρηστότατα τὰ δ’ ὑπὲρ γῆς φαῦλα (ὁτὲ δὲ ὁ μὲν ἀὴρ εὔτροφος τὰ δὲ τῆς γῆς φαῦλα) καθάπερ ὅταν ἀμμώ‐ δης ἢ κεραμὶς ἢ κατακεκαυμένη τις τυγχάνῃ· ῥίζωσιν γὰρ καὶ τροφὴν οὐδεμία τῶν τοιούτων ἔχει. Καὶ σχεδὸν αἱ μὲν ἀβλαστεῖς εἰσιν αὗται καὶ εἴ τις ἄρα | |
10 | δίυγρος ὅλως ἢ πηλώδης. | |
Caus Plant.2.4.2 | (Τῶν) δὲ βλαστητικῶν καὶ ἐγκάρπων οὐ κακῶς ἡ διαίρεσις ἡ πρὸς τὰ σπέρ‐ ματα καὶ τὰ δένδρα λέγεται τῷ τὴν μὲν πίειραν ἀμεί‐ νω σιτοφόρον τὴν δὲ λεπτοτέραν δενδροφόρον εἶναι. | |
5 | Λαμβάνει γὰρ ὥσπερ καὶ πρότερον εἴπομεν ὁ σῖτος καὶ ἁπλῶς τὰ ἐπέτεια τὴν ἐπιπολῆς τροφὴν ἣν δεῖ μὴ ὀλίγην μηδ’ εὐξήραντον εἶναι καθάπερ ἐν ταῖς λεπταῖς, τὰ (δὲ) δένδρα διὰ τὸ μεγάλας καὶ ἰσχυρὰς ἔχειν τὰς ῥίζας καὶ τὴν ἐκ βάθους. | |
Caus Plant.2.4.3 | Αὕτη δὲ ἐν μὲν τῇ πιείρᾳ δαψιλὴς λίαν οὖσα βλάστην μὲν ποιεῖ καλὴν καὶ μέ‐ | |
γεθος τοῖς δένδροις καρπὸν δ’ οὐ ποιεῖ διὰ τὸ μὴ ἐκ‐ πέττειν, ἐν δὲ τῇ λεπτοτέρᾳ ξύμμετρος γίνεται πρὸς | 196 | |
5 | ἄμφω καὶ κρατοῦντα τὰ δένδρα δύναται καρποτοκεῖν. Ἡ δὲ πίειρα πάμπαν οὐδενὶ ξυμφέρει φυτῷ· ξηραίνει γὰρ μᾶλλον τοῦ δέοντος ὥσπερ καὶ Μενέστωρ φησί· τοιαύτην δ’ εἶναι τὴν πλυντρίδα χρῶμα δ’ ὑπόλευκον. Ἀρίστη δὲ δῆλον ὡς ἡ ἄριστα κεκραμένη καὶ ὅλως | |
10 | μανή τις οὖσα καὶ μὴ ψυχρὰ καὶ ἔνικμος· καὶ εὐδίοδος γὰρ οὕτω ταῖς ῥίζαις ἐστὶ καὶ εὔτροφος ὅπερ βούλονται καὶ αἱ ἡμερώσεις καὶ αἱ κατεργασίαι καὶ κοπρίσεις ποιεῖν. | |
Caus Plant.2.4.4 | Ἄλλη δὲ πρὸς ἄλλα τῶν δένδρων ἁρμότ‐ τει μᾶλλον ὥσπερ καὶ διαιροῦσιν, ὥσπερ ἡ σπιλὰς καὶ ἔτι μᾶλλον ἡ λευκόγειος ἐλαιοφόρος· ἰκμάδα τε γὰρ ἔχει καὶ πνεῦμα πολὺ δεῖται δὲ καὶ ἀμφοῖν. Ἡ δὲ | |
5 | λειμωνία καὶ ἔφαμμος ἀμπελοφόρος ἀγαθὴ καὶ ὅλως ἥτις ἂν ᾖ μανὴ καὶ κούφη καὶ λεπτὴ καὶ ἔφυδρος οὕ‐ τως ὥστε τὸ οὐράνιον ὕδωρ μὴ διϊκνεῖσθαι πρὸς τὸ ἐν αὐτῇ· τροφῆς γὰρ πολλῆς ἡ ἄμπελος δεῖται διὰ τὸ θερμὴ καὶ μανὴ καὶ ὑγρὰ καὶ πολύκαρπος εἶναι· τάχα | |
10 | δὲ καὶ δι’ αὐτὰ ταῦτα καὶ πολύκαρπος· ἔτι δὲ οὐκ εὔ‐ σηπτοι τῶν ὑγρῶν αἱ ῥίζαι καθάπερ αἱ τῶν ξηρῶν ὥστε δύνασθαι καὶ ἐπισπᾶσθαι καὶ ἀντέχειν καὶ δια‐ διδόναι. | |
Caus Plant.2.4.5 | Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων ἑκάστοις ἐστί τις οἰκεία πρὸς τὴν φύσιν καὶ ἡ αὐτὴ τοῖς μὲν μᾶλλον τοῖς δ’ ἧττον. Ὡς δ’ ἁπλῶς εἰπεῖν τοῖς μὲν πλείοσιν οὐ συμφέρει ἡ πίειρα· δοκεῖ γὰρ κα‐ | |
5 | ταξηραίνειν μᾶλλον τοῦ μετρίου δι’ ὃ καὶ πημαίνεσθαι καὶ νοσεῖν· ὅσα δὲ λυπρὰ τούτοις ξυμφέρει· σημεῖον δὲ ὅτι τὰ λάχανα καὶ ὁ δημήτριος καρπὸς ἐν ταῖς τοιαύ‐ ταις εὐθενεῖ, πάντα δὲ ταῦτα λυπρὰ τῇ φύσει· τὰ γὰρ φύσει λυπρὰ πιοτέρας τροφῆς δέονται. | |
Caus Plant.2.4.6 | Δηλοῦν δὲ οἴονται καὶ τὴν τῶν ἀνθρώπων τοιαύτην φύσιν· τοὺς γὰρ ἐκλίμους καὶ χαίρειν μάλιστα ταύτῃ καὶ ἐπιδιδό‐ ναι πρὸς εὔχροιαν καὶ ἰσχύν· ἰσχνὰ γὰρ ὄντα τὰ σώ‐ | |
5 | ματα δεῖσθαι τροφῆς πολλῆς καὶ πιείρας· ὑπὸ δὲ τῶν ξηρῶν καὶ λυπρῶν οὐθὲν ὠφελεῖσθαι διὰ τὸ μὴ ἀπο‐ λαύειν ἀλλὰ καὶ ἐπικίνδυνα εἶναι πρὸς νόσους ἄλλας τε καὶ μάλιστα δὴ τὰς τῆς κοιλίας. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν δένδρων ἔχει τοῦτο, πλὴν ταῦτα μὲν ὅμοια | |
10 | διατελεῖ τὸ δὲ σῶμα ὅταν ἀνακομισθῇ μεταβαίνει εἰς τὴν τετριμμένην καὶ ἄκνισον. | |
Caus Plant.2.4.7 | Οὗτος μὲν οὖν κα‐ θόλου τις διορισμός. Διαφοραὶ δὲ πολλαὶ καὶ τῆς γῆς καὶ τῶν δένδρων, ὥσπερ καὶ τῶν ἀμπέλων ταῖς μὲν ἡ πεδεινὴ ταῖς δ’ ἡ ὀρείνη μᾶλλον ἁρμόττει καὶ ἐν | |
5 | αὐταῖς ταύταις αἱ τοιαίδε ταῖς τοιαῖσδε· μικραὶ δὲ παραλλαγαὶ φαινόμεναι μεγάλας ποιοῦσι ῥοπὰς εἰς τὴν φύσιν. Τὸ δ’ ἁπλοῦν ῥᾴδιον εἰπεῖν ὥσπερ καὶ κε‐ λεύουσι τὰ μὲν στερεὰ καὶ πυκνὰ (ἐν τοῖς ξηροῖς καὶ πυκνοῖς) φυτεύειν, τὰ δ’ ἀραιὰ καὶ ὑγρὰ ἐν τοῖς μαλα‐ | |
10 | κωτέροις καὶ ἐφυγροτέροις· ἑκατέροις γὰρ οὕτως αἱ τροφαὶ [δὲ] δῆλον ὅτι σύμμετροι, τοῖς μὲν πολλῆς δεομένοις τοῖς δ’ ὀλίγης. | |
Caus Plant.2.4.8 | Καὶ τὸ καθόλου λεχθὲν ὑπὲρ πάντων ἴσως τῶν δένδρων ἀληθὲς ὅτι καθ’ ἑκα‐ τέρας τὰς χώρας ἑκάτερα δεῖ καὶ τῶν δένδρων φυτεύειν, | |
ἀλλ’ ἐν τοῖς καθ’ ἕκαστα τὸ ἀκριβὲς μᾶλλον ἴσως αἰσ‐ | 197 | |
5 | θητικῆς δεῖται συνέσεως λόγῳ δὲ οὐκ εὐμαρὲς ἀφορί‐ σαι· ἐπεὶ καὶ ταῖς πρὸς τὸν ἥλιον διαφοραῖς οἷον ἀνιόντα ἢ δυόμενον ἢ μεσοῦντα ἤ πως ἄλλως ἔχοντα δεῖ μὴ ἀγνοεῖν ποῖα τῶν φυτῶν τὰ οἰκεῖα καὶ ὅλως καὶ τῶν ὁμογενῶν· ὅπερ οἵ γ’ ἀμπελουργοὶ πειρῶνται | |
10 | διαιρεῖν ὅταν συνάγκειάν τινα λαβόντες φυτεύσωσιν· οὐ γὰρ ταὐτὰ τιθέασιν εἰς ἑκάτερον τὸ μέρος ἀλλὰ διαιροῦσιν καὶ ποιεῖ μεγάλην διαφορὰν οὕτω τε φυτευ‐ θέντα καὶ ἀνάπαλιν. Ὁμοίως δὲ τοῦτ’ ἔχει καὶ ἐπὶ τῶν λοιπῶν. | |
Caus Plant.2.4.9 | Ἀλλ’ ὥσπερ ἐλέχθη πρότερον αἰσ‐ θητικῆς δεῖται ταῦτα συνέσεως. Ὡς δ’ ἁπλῶς εἰπεῖν ἡ μέσην ἔχουσα τῶν ἐναντίων κρᾶσιν πυκνοῦ καὶ ἀραιοῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ κούφου καὶ βαρέος, | |
5 | ἔτι δὲ τὰ ἄνω πρὸς τὰ κάτω σύμμετρα τούτοις, πασῶν ἀρίστη πρὸς ἅπαντα ὡς εἰπεῖν δένδρα τε καὶ σπέρ‐ ματα. Φαίνεται γὰρ ὁμοιότητα ἔχειν τῷ ἀέρι πρὸς τὰς ἄλλας χώρας. Οὐ μὴν ἀλλ’ αὐτῶν γε τούτων ἡ πρὸς θάτερον μέρος ἀποκλίνουσα τῆς ἐναντιώσεως | |
10 | κρείττων, ἣν δὴ καὶ ἁπλῶς τίθενταί τινες ἀρίστην οἷον τὴν κούφην καὶ μανὴν καὶ ἔνικμον· ἔχει τε γὰρ τροφὴν ἐν ἑαυτῇ καὶ εὐδίοδός ἐστι ταῖς ῥίζαις· ἡ δὲ πυκνὴ καὶ βαρεῖα καὶ ξηρὰ δῆλον ὡς ἐναντία. | |
Caus Plant.2.4.10 | Κατὰ δὲ τὰς παραλλαγὰς τῶν ἀντιθέσεων καὶ τὰς πρὸς ἕκαστον ἕξουσιν ἤδη διαφοράς· οἷον ἐὰν ᾖ μανὴ μὲν καὶ λεπτὴ βαθύγεως δὲ καὶ ξηρὰ καὶ ἄϋδρος δεν‐ δροφόρος μὲν ἀγαθὴ σιτοφόρος δὲ κακή· διὰ γὰρ τὴν | |
5 | μανότητα δίεισιν εἰς βάθος τὸ χειμερινὸν ὕδωρ ὥστε τὸν μὲν σίτον μὴ ἐφικνεῖσθαι διὰ τὸ ἐπιπολῆς εἶναι τὰ δένδρα δ’ εἰς βάθος καθιέντα τὰς ῥίζας ἐφικνεῖσθαι καὶ ἕλκειν. Ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά· τὸ γὰρ πρόσφορον ἀποδώσει τινὶ γένει διὰ τὴν παραλ‐ | |
10 | λαγήν. | |
Caus Plant.2.4.11 | Οὐκ ἀλόγως δ’ οὐδ’ ὅσοι ταύτην ἀρίστην ὑπολαμβάνουσιν ἥτις ἂν ᾖ θερμή τε καὶ ἔνικμος· ἄμφω γὰρ ἔοικεν ἔχειν ἃ δεῖ τροφήν τε καὶ τὸ κατεργαζό‐ μενον. ... εὐλόγως δὲ καὶ μετὰ τὸ πρῶτον ὕδωρ ἀτμί‐ | |
5 | ζειν· ἀλλὰ τὴν μὲν ἔνικμον αὐτῆς εἶναι τὴν δὲ ξηράν. Τὴν μὲν οὖν ἔνικμον σιτοφόρον ἀγαθήν· ἱκανὸν γὰρ ἔχειν πρὸς τὴν ἐκτροφὴν ὑγρὸν τῷ σίτῳ τοῖς δὲ δέν‐ δροις ἔλαττον. Τὴν δὲ ξηρὰν σιτοφόρον φαύλην διὰ τὸ μὴ ἔχειν μηδὲ τούτῳ τροφὴν ἀρκοῦσαν. | |
Caus Plant.2.4.12 | Ἐπὶ ταὐτὸ δέ πως φέρονται καὶ ὅσοι φασὶ δεῖν πίειράν τε εἶναι καὶ μὴ παγώδη μηδὲ πυκνὴν μηδ’ ἁλμυρὰν ἀλλὰ τρόφιμον καὶ ψαθυράν· τροφήν τε γὰρ οἴονται | |
5 | δεῖν ἔχειν καὶ θερμότητα καὶ ἔτι ταῖς ῥίζαις εὐδίοδον εἶναι· πάντα δὲ ταῦτα οἰκεῖα πρὸς αὔξησιν καὶ καρ‐ ποτοκίαν. Ὁμοίως δὲ καὶ οἱ τὴν μελάγγεων ἐπαι‐ νοῦντες ὥσπερ Λεωφάνης· εὐθὺς γὰρ ἀποδιδόναι πει‐ ρᾶται τὰς αἰτίας ὅτι δύναται καὶ ὄμβρον καὶ αὐχμὸν | |
10 | φέρειν δοχὸς οὖσα καὶ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ. Τὴν μὲν οὖν ἀρετὴν τῆς χώρας σχεδὸν ὥσπερ εἴρηται διὰ τῶν αὐτῶν πως καὶ τοῖς αὐτοῖς ἐστι λαβεῖν ἐν οἷς καὶ ἀποδιδόασι πάντες. Αἱ διαφοραὶ δ’ ἐπεὶ πλείους εἰσὶ καὶ ταύτης καὶ τῶν φυτῶν πειρατέον πρὸς ἕκαστον | |
15 | λαμβάνειν καὶ θεωρεῖν. | 198 |
Caus Plant.2.5.1 | Τὰς δὲ τῶν ὑδάτων διαφορὰς τῶν ἐπιγείων, καὶ γὰρ ταῦτα οὐ μικρὰν ἔχει μερίδα πρὸς αὔξησιν καὶ τροφὴν, ὁμοίως τούτοις ληπτέον. Ὅσα μὲν οὖν ἁλ‐ μυρὰ καὶ νιτρώδη καὶ στυπτηριώδη καὶ εἴ τις ἄλλος· | |
5 | τοιοῦτος χυλὸς ἄτροφα καὶ ἄγονα φυτῶν ὡς ἁπλῶς ἐστιν εἰπεῖν· πλὴν εἴ τι συγγενὲς αὐτοῖς ἐκτρέφειν δύ‐ ναται καθάπερ καὶ ἡ θάλαττα· βραχὺ δέ τι τοῦτο ἢ οὐδὲν ὡς εἰπεῖν ἐστιν· ἐνιαχοῦ δὲ ποτίμων παραμιγέν‐ των ἡ ἐκτροφὴ καθάπερ τοῖς ἐν Θρᾴκῃ θερμοῖς, καθ’ | |
10 | αὑτὰ δὲ ὥσπερ καὶ ζώων καὶ φυτῶν ἄγονα. | |
Caus Plant.2.5.2 | Ἡ δὲ θάλαττα πολλὰ καὶ παντοῖα φύει καί ἐστιν ὥσπερ ζώων τι γένος ἐν αὐτῇ καὶ φυτῶν. Ὅσα δ’ ἐν τῇ ἀμπώτει δένδρα μέγεθος ἔχοντα καὶ κάρπον τυγχάνει | |
5 | περὶ τούτων οὐκ ἄν τις ἴσως ἀποδοίη τῇ θαλάττῃ τὴν τροφὴν ἀλλ’ ἐνδέχεσθαι πότιμον ἕλκειν ἐν τῇ γῇ τὰς ῥίζας τὴν δὲ θάλατταν ἀβλαβῆ περιέχουσαν εἶναι κα‐ θάπερ καὶ τὸ ὕδωρ τοῖς ἐνύδροις· ἀλλὰ τούτων μὲν πέρι λόγος ἕτερος. Καὶ ὅσα δὴ πρὸς αὐτῇ τῇ θαλάττῃ | |
10 | φύεται χρῆταί πως τῇ ἁλμυρίδι πρὸς εὐσθένειαν καὶ τροφήν· ἔοικε γὰρ τοῦτο ἴδιόν τι γένος εἶναι παρὰ τὰ εἰρημένα καθάπερ ἀνὰ μέσον ὄν[τα]. | |
Caus Plant.2.5.3 | Τὰ δ’ ἁλυ‐ κὰ τῶν ὑδάτων τρέφει μὲν καὶ τὰ ἔγγεια χεῖρον δὲ τῶν γλυκέων, ἀναυξῆ γὰρ ποιεῖ καὶ ἐπικάει· τὸ δ’ ἀλυπότερα τοῖς δένδροις ἢ τοῖς λαχανώδεσιν ἢ ὅλως | |
5 | τοῖς ἐπετείοις εἶναι καθάπερ τινές φασιν οὐκ ἄλογον ὅσῳπερ ἰσχυρότερα· τάχα γὰρ καί τισι πρόσφορον τὸ ὅλον ὥσπερ τοῖς φοίνιξιν εἴπερ καὶ οἱ ἅλες παραβαλλό‐ μενοι· παραπλήσιος γὰρ ἢ ὁ αὐτὸς χυλός. Οὐ μὴν ἀλλὰ καὶ τῶν λαχανωδῶν ἐστί τισι τὰ ἁλυκὰ πρόσφορα κα‐ | |
10 | θάπερ ῥαφάνῳ, τευτλίῳ, πηγάνῳ, εὐζώμῳ· βελτίω γὰρ γίνεται τοῖς ἁλυκοῖς ἀρδόμενα ταῦτα, δι’ ὃ πρός γε τὴν ῥάφανον νίτρον τινὲς παραμιγνύουσιν ἐν τῷ βρέ‐ χειν ὥσπερ οἱ ἐν Αἰγύπτῳ καὶ γίνεται πολλῷ γλυκυ‐ τέρα καὶ ἁπαλωτέρα καθάπερ καὶ ἡ ἑψομένη. | |
Caus Plant.2.5.4 | Τοῦτο δὲ συμβαίνει καὶ ὅλως ἡ ἁλυκότης πρόσφορος ὅτι πικρότητά τινα ἔχουσιν ἐν τῇ φύσει ταύτην δὲ δια‐ δυόμενον καὶ ὥσπερ ἀναστομοῦν τὸ ἁλυκὸν ἐξάγει, δι’ ὃ καὶ ἐν ταῖς ἁλμυρίσιν ἡ ῥάφανος ἀρίστη· τὸ δὲ | |
5 | πικρὸν ἄτροφόν τε καὶ δύσχυλον ὥστε ἐξαγομένου τούτου καὶ γλυκυτέρα καὶ ἁπαλωτέρα καὶ εὐαυξεσ‐ τέρα γίνεται· τὰ δ’ ἄλλα χείρω διὰ τὸ μὴ ἐξάγειν τὸ ἀλλότριον ἀλλὰ τὸ οἰκεῖον ἐπικάουσα. Δῆλον δ’ ὅτι καὶ ἐπὶ τῶν λοιπῶν πικρῶν ὁμοίως ἂν ἔχοι καθάπερ καὶ | |
10 | ὁ κορωνόπους καὶ τὰ κιχόρια. Τοῖς [δὲ] δριμέσιν οἷον κρομύῳ, σκορόδῳ, τοῖς ἄλλοις οὐκέτι πρόσφορον· οὐ γὰρ ἀφαιρεῖ τὴν δριμύτητα διὰ τὴν ὁμοιότητα τῶν χυλῶν. Τὸ γὰρ ὅμοιον ἐπὶ τὸ ὅμοιον φέρεται καὶ εἰς τοὺς πό‐ ρους ἐνδύεται καθάπερ ἐπὶ τῶν καθαιρόντων καὶ ἐξα‐ | |
15 | γόντων τὰς ἐπιχροίσεις. | |
Caus Plant.2.5.5 | Καὶ τὰ μὲν ἁλυκὰ τοῖς τοιούτοις πρόσφορα διὰ τὴν εἰρημένην αἰτίαν. Εἰ δ’ ἀληθὲς ὃ ἔλεγεν Ἀνδροσθένης ὑπὲρ τῶν ἐν Τύλῳ τῇ νήσῳ τῇ περὶ τὴν ἐρυθρὰν θάλατταν ὅτι τὰ ναματιαῖα | |
5 | μᾶλλον συμφέρει τῶν οὐρανίων ἁλυκὰ ὄντα καὶ τοῖς | |
δένδροις καὶ πᾶσι τοῖς ἄλλοις, δι’ ὃ καὶ ὅταν ὕσῃ τού‐ τοις ἀποβρέχειν, αἰτιάσαιτ’ ἄν τις τὴν συνήθειαν· τὸ γὰρ ἔθος ὥσπερ φύσις γέγονε. Συμβαίνει δὲ τὰ μὲν οὐράνια σπάνια γίνεσθαι τούτοις δ’ ἐκτρέφεσθαι καὶ τὰ | 199 | |
10 | δένδρα καὶ τὸν σῖτον καὶ τἆλλα δι’ ὃ καὶ πᾶσαν ὥραν σπείρουσι. Ταῦτα μὲν οὖν ὡς ἐξ ὑποθέσεως εἰρήσθω. | |
Caus Plant.2.6.1 | Τῶν δὲ ποτίμων τὰ ψυχρὰ βέλτιστα· καὶ γὰρ πέψιν ποιεῖ μάλιστα διὰ τὴν ἀντιπερίστασιν τοῦ θερ‐ μοῦ καὶ κατάψυξιν ταῖς ῥίζαις· δεῖται δὲ τὰ δένδρα ταύτης. Ὅτι δὲ βελτίω σημεῖον τὸ γλυκύτερα καὶ | |
5 | εὐχυλότερα τοῖς ψυχροῖς ἀρδευόμενα καὶ λάχανα καὶ ῥίζας καὶ καρποὺς καὶ τἆλλα ὁμοίως. Ἔοικε δὲ κατὰ λόγον ἔχειν ὥσπερ καὶ ἐπὶ τῶν ἐκ διὸς ὑδάτων τὰ νυκτερινὰ καὶ τὰ βόρεια καὶ ἐπ’ αὐτῶν δὲ τῶν πνευ‐ μάτων ὅταν ᾖ βόρεια καὶ μὴ νότια καὶ ὅλως ὅταν | |
10 | ψυχρὰ καὶ μὴ θερμά· τὴν γὰρ αὐτὴν ὄνησιν πάντα ἔχει καὶ διὰ τὰς αὐτὰς ἀνάγκας· τὰ (γὰρ) θερμὰ δια‐ χεῖ καὶ ἀνυγραίνει καὶ ἀσθενὲς ποιεῖ τὸ σύμφυτον θερ‐ μόν. | |
Caus Plant.2.6.2 | Ὑπερβολὴ δέ τίς ἐστιν ἴσως καὶ τοῦ ψυχροῦ καὶ πρὸς τροφὴν καὶ πρὸς γένεσιν, ὥσπερ καὶ ἐπὶ τῶν ζώων, εἴπερ ἀφαιρεῖται τὴν τοῦ θερμοῦ δύναμιν· ἀφαιρεῖται γὰρ τὴν ζωήν· οὐ μὴν πολλή γε οὐδ’ ἐν | |
5 | πολλοῖς ἐὰν μή τινα καὶ ἄλλον ἔχῃ χυμὸν ἀλλότριον· οὐδὲ γὰρ οὐδ’ ὅμοια τὰ ἐπὶ τῶν ζώων ἐστὶ τῶν ἐν φυ‐ τοῖς· ἐκεῖνα μὲν γὰρ ὅλως ὑπὸ τοῦ ὑγροῦ περιέχεται καὶ ἐν τούτῳ ξυνίσταται ταῦτα δ’ ἐν τῇ γῇ καὶ ἐν τῷ ἀέρι· μιγνυμένου δὲ τοῦ ὕδατος τούτοις οὔτε τὴν ἐκ τῆς | |
10 | γῆς οὔτε τὴν οἰκείαν ἀφαιρεῖται θερμότητα πλήν γ’ εἴ που καὶ ὁ ἀὴρ ὅλος τοιοῦτος· οὕτως γὰρ ἀβλαστὴς καὶ ἄγονος ἡ γῆ τὸ ὅλον. | |
Caus Plant.2.6.3 | Τὰ μὲν οὖν ψυχρὰ διὰ ταῦτα βελτίω, τὰ δὲ πότιμα τῶν ἀπότων ὅτι τροφι‐ μώτερα. Μιγνυμένη γὰρ ἡ ἁλμυρὶς καὶ πᾶς ὁ τοιοῦ‐ τος χυλὸς οὐ μόνον ἀτροφίας ἀλλὰ καὶ ἄλλας βλάβας | |
5 | ἐμποιεῖ καθάπερ ἐπὶ τῶν σωμάτων. Ἡ δὲ μίξις τῶν ὑδάτων ἡ τοιαύτη χρήσιμος ὅταν τὸ μὲν ἄγαν σκληρὸν ᾖ καὶ ὥσπερ ἄπεπτον καὶ ὠμὸν τὸ δὲ θῆλυ καὶ μαλακὸν ᾖ καὶ ἐάν τινα γεώδη συνεπιφέρῃ χυλὸν ὅπερ ἔχει τὰ θολερὰ καὶ κοπριώδη· καὶ γὰρ τῆς τοιαύ‐ | |
10 | της δέονται τροφῆς. Δι’ ὃ πολλάκις ἂν ἁρμόσειε λεπ‐ τὸν καὶ καθαρὸν μὴ καθαρῷ καὶ παχεῖ καὶ φρεα‐ τιαῖον ναματιαίῳ καὶ ῥυτὸν καὶ ὄμβριον λιμναίῳ καὶ ἁπλῶς στασίμῳ. | |
Caus Plant.2.6.4 | Θαυμασιώτερον δ’ ἂν δό‐ ξειεν εἴ τι γλυκὺ καὶ πότιμον ἢ ὅλως ἄτροφον ἢ μὴ τελεσφόρον ἐστὶν ὥσπερ καὶ τὸ περὶ τὴν Πυρραίαν ὃ καὶ ἐν ταῖς ἱστορίαις εἴρηται. Τὴν δ’ αἰτίαν ἐν δυσὶν | |
5 | ἄν τις λάβοι τούτων, ἢ ὅτι πάντως ἀσθενὲς ὅπερ οὐκ ἔοικεν, ἐπεὶ καὶ ὁ ἀὴρ δοκεῖ τρέφειν, ἢ ὅτι χυλόν τινα ἔχει κακοποιὸν ὃς λανθάνει τὴν γεῦσιν ὅπερ ἐκδηλού‐ μενον φαίνεται καὶ ἐπὶ τούτου τοῦ ὕδατος· καὶ γὰρ ἄν‐ θρωποι λουόμενοι λεπροὶ γίνονται καὶ τὰ φυτὰ παρα‐ | |
10 | πλησίαν τινὰ λαμβάνει διάθεσιν· οὐ γὰρ δὴ τό γε ἄγαν τρόφιμον λεκτέον ὡς διὰ τὸ μὴ δύνασθαι κρατεῖν ἀτρα‐ φῆ καὶ χείρω γίνεται. Περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω. | |
Caus Plant.2.7.1 | Τοὺς δὲ τόπους ζητεῖ τοὺς οἰκείους οὐ μόνον τὰ περιττὰ καὶ ἴδια τῶν δένδρων ἀλλὰ καὶ τὰ κοινότερα γινόμενα· τὰ μὲν γὰρ φιλεῖ ξηροὺς τὰ δὲ εὐΰδρους τὰ δὲ χειμερινοὺς τὰ δὲ προσείλους τὰ δὲ παλισκίους καὶ | 200 |
5 | ὅλως τὰ μὲν ὀρεινοὺς τὰ δὲ ἑλώδεις ὥσπερ καὶ διαι‐ ροῦσιν. Οὐκ ἀεὶ δὲ πάντα τοὺς αὐτοὺς ἴσως οὐ δὲ διὰ μίαν αἰτίαν ἀλλὰ διὰ πλείους ὥσπερ καὶ ἐν τοῖς πρό‐ τερον ἐλέχθη. Καὶ γὰρ τὸ συγγενὲς τῆς φύσεως ἕκα‐ στον ἄγει πρὸς τὸν οἰκεῖον ἐν ᾧπερ καὶ τὰ αὐτόματα | |
10 | φύεται· τὸ δ’ αὐτόματον μηνύει τὴν φύσιν εἴπερ ἐκ τῶν αὐτῶν αἱ τροφαὶ καὶ αἱ γενέσεις. Καὶ αἱ καθ’ ἕκαστον διαιρέσεις οἷον ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης· ζητεῖ γὰρ τὰ πρόσφορα κατὰ τὴν κρᾶσιν. Ἔτι δὲ ἀσθενῆ καὶ ἰσχυρὰ καὶ | |
15 | βαθύρριζα καὶ ἐπιπολαιόρριζα καὶ εἴ τις ἄλλη διαφορὰ κατὰ τὰ μέρη. | |
Caus Plant.2.7.2 | Πολλάκις δὲ καὶ διὰ πλείω τούτων· καὶ ἐνίοτε τὰ μὲν ἔχοντα τὰ δὲ οὐκ ἔχοντα· πάντα γὰρ (οὐ) ταὐτά. Ἔτι δὲ καὶ τὰ ὅμοια ζητεῖ τὸ ὅμοιον καὶ τὰ ἀνόμοια μὴ τὸν αὐτὸν ὅταν (μὴ) ᾖ τις | |
5 | παραλλαγὴ τῆς φύσεως. Ἐν οἷς καὶ τὰ περὶ τὴν ἐλάτην καὶ πεύκην ἐστίν· ἡ μὲν γὰρ χαίρει παλισκίοις ἡ δὲ πεύκη τοῖς προσείλοις ἐν ἐκείνοις δὲ οὐ φύεται παράπαν ἢ κακῶς. Θερμὰ μὲν ἴσως ἄμφω καθάπερ φασὶν, ἀλλ’ ἡ μὲν ἐλάτη ξηρὸν ἡ δὲ πεύκη ὑγρόν· ση‐ | |
10 | μεῖον δὲ καὶ ἡ τῆς πίττης γένεσις· ἅμα δ’ ὑγρότητος πλῆθος καὶ ὁ πρόσειλος τόπος οἰκεῖος· πέψις γὰρ οὕτω μᾶλλον· ἀεὶ δὲ κατὰ τὸ ὑπεραῖρον ἡ ὄρεξις. | |
Caus Plant.2.7.3 | ᾟ καὶ δῆλον ὡς ἐν τοῖς δοκοῦσι παραλλάττειν τῶν ὁμο‐ γενῶν ἀεί τινα ζητητέον τοιαύτην διαφοράν. Ἐπεὶ ὅσα μὴ ὁμογενῆ τὸν αὐτὸν ζητεῖ καθάπερ ὁ κιττὸς καὶ | |
5 | τὰ πάρυδρα καὶ ἀλσώδη ῥᾴδιον εἰπεῖν· ὁ μὲν γὰρ θερμὸς καὶ ξηρὸς, τῶν δὲ ἡ φύσις ὅλως συγγενής. Ἔνια δὲ καὶ τούτων ἐν ταῖς καθ’ ἕκαστον διαφοραῖς ἔδειξε τὴν αἰτίαν. Ὁμοίως δὲ καὶ ὅσα φιλόσκεπα τυγχάνει καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὥσπερ ἡ ῥόα καὶ ὁ | |
10 | μύρρινος καὶ ὁ μὲν πυκνὸς ὢν καὶ ξηρὸς ἡ δὲ μανὴ καὶ οὐ ξηρά· | |
Caus Plant.2.7.4 | τὸν μὲν γὰρ καρπὸν ἀμφότερα πυρη‐ νώδη καὶ οὐχ ὑγρὸν ἔχει. Τῷ μὲν οὖν ἡλίῳ παρα‐ διδόμενος ταχὺ καταξηραίνεται, σκιατροφούμενος δὲ καὶ μετρίως εἰσλάμποντος σώζει τε τὴν οἰκείαν ὑγρό‐ | |
5 | τητα καὶ πεπαίνει, δι’ ὃ καὶ τὰς ῥόας πυκνὰς φυ‐ τεύουσι καὶ τοὺς μυρρίνους ἵνα συσκεπάζωσιν ἄλληλα καὶ προβολὴν ἔχωσι τοῦ ἡλίου· ἅμα δὲ καὶ τῷ μὴ πολύρριζα τυγχάνειν οὐκ ἐνοχλοῦνται κατὰ τὰς τρο‐ φάς. Εἰ γὰρ αὖ τἀναντία τις οὕτω φυτεύοι καθάπερ | |
10 | ἄμπελον καὶ συκῆν οὐκ ἂν ὁμοίως εὐκαρποῖ· ἔνυγρα γὰρ ὄντα καὶ πέψεως δεῖται πλείονος. | |
Caus Plant.2.7.5 | Αἱ μὲν οὖν τῶν τόπων παραλλαγαὶ διὰ τοιαύτας τινάς εἰσιν αἰτίας ὅπου μὴ καὶ ἄλλο τι συμβαίνει κώλυμα καὶ σίνος πρὸς εὐκαρπίαν ὥσπερ περὶ Τάραντα ταῖς | |
5 | ἐλάαις· ἢ γὰρ ἀπνοίᾳ κατὰ τὴν ἄνθησιν ἀποκάεται τὰ πολλὰ ἢ ὅταν πνέῃ τοιοῦτόν τι πνεῖ πόντιον ὃ τῇ ἅλμῃ τῇ ἐπιφερομένῃ κατεσθίει καὶ λυμαίνεται τὰ ἄνθη. Δοκεῖ δὲ καὶ ὁμίχλη τις ἄνευ πνοῆς ἐκβαίνειν ἢ ὅταν | |
ἅψηται τῶν ἀνθῶν ἀποκάει, δι’ ὃ καὶ μάντεις θύου‐ | 201 | |
10 | σιν ὥστε μὴ ἐκβῆναι καί φασι κωλύειν. Τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τι πάλιν σωτήριον ἢ καὶ πρόσφορόν ἐστι τοῦ ἀέρος· ἐνίοτε γὰρ τῶν ἐδαφῶν ὄντων φαύλων ὁ ἀὴρ ἐκτρέφει τῇ εὐκρασίᾳ καθάπερ ἐλέχθη καὶ τοῖς οἰκείοις πνεύμασιν. | |
Caus Plant.2.8.1 | Εἰ δὲ ἥ γε πέψις τῶν καρπῶν τοῖς μὲν ὑπὸ θερμοῦ δοκεῖ τοῖς δ’ ὑπὸ ψυχροῦ γίνεσθαι κατὰ συμβε‐ βηκὸς ἥ γε ὑπὸ τοῦ ψυχροῦ γινομένη. Τὸ γὰρ θερ‐ μὸν ἐν ἀμφοῖν πέττει καὶ μία τις ἡ αἰτία, φανερὸν δὲ | |
5 | οὐχ ὁμοίως διὰ τὴν ἀντιπερίστασιν. Ὅλως γὰρ πάν‐ των τῶν τοιούτων τὰς αὐτὰς δυνάμεις ὑποληπτέον αἰ‐ τίας εἶναι. Ξυμβαίνει δὲ δὴ τοῖς ὀψικάρποις ὑπὸ τοῦ χειμῶνος πεπαίνεσθαι περικαταλαμβανομένοις τῇ ὥρᾳ. Ὀψίκαρπα δ’ ὥσπερ ἐλέχθη διὰ πλείους αἰ‐ | |
10 | τίας. Ὅσα μὲν οὖν ὑγρὰ τῇ φύσει συντονωτέρων δεῖται τῶν ψυχρῶν ὥσπερ ἡ ἄμπελος· οὕτω γὰρ μᾶλ‐ λον ἡ πέπανσις. Ὅσα δὲ ξηροκαρπότερα καθάπερ ὁ μύρρινος, καὶ γὰρ τοῦτο τῶν ὀψικάρπων, ἐλαφροτέρων· ἀποξηραίνει γὰρ καὶ ἀποστύφει τὸ ἄγαν. Ἡ δ’ εὐ‐ | |
15 | κρασία καὶ ὁ ὑγρότερος καὶ ὁ ὑπὸ νότου ἀὴρ εὐτροφώ‐ τατος. | |
Caus Plant.2.8.2 | Ἐπεὶ οὐδὲ τὰ ὑγρότερα τῇ φύσει πέττου‐ σιν αἱ ὑπερβολαὶ τῶν χειμώνων, ἀλλὰ τὰ μὲν ὅλως ἀποξηραίνουσι τῶν δ’ ἐξαιροῦνται τὸν οἰκεῖον χυλὸν ὥσπερ τῶν συκῶν. Ἀντέχειν δὲ μάλιστα δύναται τά | |
5 | τε ἐν ὑγρότητι λιπαρόν τι ἔχοντα καθάπερ τῶν ἀγρίων τὰ μιμαίκυλα καὶ ἔνια γεώδη καὶ στρυφνὰ καὶ ἰσχυρὰ τὴν φύσιν οἷον βάλανος, ἀχρὰς, οὖον· ὀψὲ γὰρ ταῦτά γε λαμβάνει τὴν οἰκείαν ὑγρότητα. Τοιαῦτα δὲ καὶ τὰ μέσπιλα καὶ τὰ μῆλα τὰ ἄγρια καὶ πάνθ’ ὅλως (ἃ δύ‐ | |
10 | ναται ἀφαιρεθέντα) πεπαίνεσθαι καθάπερ ἡ ἀχρὰς καὶ τὸ οὖον, οὐ τὴν αὐτὴν μὲν πέπανσιν ἥνπερ καὶ ἐπὶ τῷ δένδρῳ τὴν φυσικὴν, ἔχουσαν δέ τινα γλυκύ‐ τητα τὴν ποιοῦσαν ἐδώδιμα, εἴτ’ οὖν σῆψιν αὐτὴν χρὴ λέγειν ὥσπερ ἐπὶ τῶν δρυπεπῶν ἐλαῶν φασιν εἴτε | |
15 | καὶ ἄλλην τινὰ διάθεσιν ἡνπεροῦν. | |
Caus Plant.2.8.3 | Οὐ μὴν ἀλλ’ ἴσως οὐθὲν ἂν κωλύοι καὶ τῇ ἔσωθεν θερμότητι πέτ‐ τεσθαι καθάπερ τὰ οὖα πεπαυμένης ἤδη τῆς ἐπιρροῆς ἐκ τῶν δένδρων· τότε μὲν γὰρ ἀεί τινος ἐπιούσης οὐκ | |
5 | ἐκράτει κωλυόμενα ἅμα διὰ τὰ ψύχη, μὴ προσγινο‐ μένης δ’ ἑτέρας ἅμα δὲ καὶ τοῦ θερμοῦ συγκατακλειο‐ μένου δι’ ἄμφω πέττεται καὶ λαμβάνει τὴν μεταβο‐ λήν· ἐπεὶ καὶ οἱ ἐπὶ τῶν δένδρων καρποὶ πεπαινόμε‐ νοι καθάπερ οἱ βότρυες ἀφαιρεθέντες γλυκύτεροι γί‐ | |
10 | νονται τοῦ ὑδατώδους ὑπὸ τοῦ ἡλίου καταξηραινομένου, ἐπ’ αὐτῶν δὲ τῶν ἀμπέλων ὅταν ἐπιστρέφωσι ἢ καὶ γηράσαντες ἀποσταφιδωθῶσι. | |
Caus Plant.2.8.4 | Σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις γίνεταί τις τοιαύτη μεταβολὴ τῶν μὲν ἐπ’ ἔλαττον τῶν δ’ ἐπὶ πλεῖον, ἔνια δ’ ἐναντίως. Καὶ γὰρ ἐπ’ αὐτῶν τῶν δένδρων ἐν τόποις θερμοῖς καὶ | |
5 | οἰκείοις ἀπέπαντα (μὴ) ἐπικνισθέντα καὶ ἐπαλειφθέντα ἐλαίῳ καθάπερ καὶ πρότερον ἐλέχθη διὰ τὴν εὐτρο‐ φίαν, ὥσπερ καὶ τὰ ἐν Αἰγύπτῳ συκάμινα, τοῦτο δὲ παθόντα καὶ ἀπέρασίν τινα ἔλαβεν ὑγροῦ καὶ πνεύ‐ | |
ματος καὶ τὸ θερμὸν εἰσδέχεται. Τῶν δὲ λαχανωδῶν | 202 | |
10 | ἔνια καὶ τὸ ὅλον ἀπέπαντα καὶ ἀμετάβλητα καθάπερ ἡ κολοκύνθη. Πέψεως μὲν οὖν καὶ ἀπεψίας καὶ ἁπλῶς τῶν γινομένων μεταβολῶν ἐν τούτοις αἱ αἰ‐ τίαι. | |
Caus Plant.2.9.1 | Τῶν δὲ δένδρων αὐτῶν ἀεὶ τὰ ἐν τοῖς ἀπ‐ νόοις καὶ παλισκίοις ὀρθὰ καὶ ἀστραβῆ καὶ λειότερα καὶ εὐμηκέστερα γίνεται τὸν αὐτὸν δὲ τρόπον κἂν πυ‐ κνὰ τυγχάνῃ πεφυκότα, τὰ δ’ ἐν τοῖς εὐπνόοις καὶ | |
5 | προσηνέμοις καὶ εὐείλοις ἔτι δὲ μανὰ πεφυκότα ἧτ‐ τον. Ἥ τε γὰρ εἰς βάθος αὔξησις κωλύει τὸ μῆκος καὶ τὰ πνεύματα τραχύνει καὶ ὄζους ἐμποιεῖ καθάπερ ἐλέχθη διὰ τὴν ἐπίστασιν· ἐκείνοις δὲ ἀφῃρημένων τούτων ἡ εἰς τὸ μῆκος αὔξησις μόνη γίνεται· | |
Caus Plant.2.9.2 | δι’ ὃ καὶ τὰ μὴ ὁμοίως ὀρθοφυῆ μηδ’ εὐμήκη τὴν αὐτὴν διάθεσιν λαμβάνει τοῖς ὀρθοφυέσι καὶ μακροῖς ὅταν ἐν τόποις γένηται τοιούτοις ὥσπερ αἱ δρῦς· λεῖαι γὰρ καὶ | |
5 | εὐθεῖαι καὶ σχεδὸν ἰσομήκεις γίνονται ταῖς ἐλάταις καθάπερ φασὶ καὶ περὶ τὸν Αἷμον. Ἅμα δὲ καὶ μα‐ νότερα καὶ ἀσθενέστερα τὰ τοιαῦτα γίνεται διὰ τὸ μήτε ὑπὸ τοῦ ἡλίου μήτε ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ψύχους λαμβάνειν πύκνωσιν. | |
Caus Plant.2.9.3 | Ἀποβλητικὰ δὲ μάλιστα τῶν καρπῶν πρὶν πεπᾶναι συκῆ καὶ φοῖνιξ καὶ ἀμυγδαλῆ καὶ διὰ τὴν ἐναπόληψιν ὑγρότητός τέ τινος καὶ πνεύματος ὥσπερ συκαῖ τὰ δὲ τῷ τὴν προσ‐ | |
5 | άρτησιν ἔχειν ἀσθενῆ τοὺς δ’ ὄγκους μείζους ὥσπερ ἡ ἀμυγδαλῆ καὶ μηλέα καὶ ἄπιος· ἱκανὸν γὰρ καὶ ὁτιοῦν διυγρᾶναι καὶ ἀσθενὲς ποιῆσαι· καὶ ἅμα τούτοις γε καὶ πνευμάτων ἐπιγίνεται μέγεθος. Ἡ δὲ ῥόα τοῖς μὲν κυτίνοις εὐαπόπτωτος, ἀσθενὴς γὰρ αὐτῶν ἡ πρόσ‐ | |
10 | φυσις ὥστε ὅταν ψακάδια καὶ δρόσοι πέσωσιν εἰσδυό‐ μενα κατὰ τὸ ἄνθος ἀνυγραίνει καὶ ποιεῖ τὴν βολήν· | |
Caus Plant.2.9.4 | δι’ ὃ καὶ κατάγουσι τὰ δένδρα καὶ οὐκ ἀφιᾶσιν εἰς ὕψος ὅπως οἱ κύτινοι μὴ ὀρθοὶ γινόμενοι δέχωνται τὸ ὑγρόν· οἱ δὲ καὶ ἀνάπαλιν κελεύουσι φυτεύειν τὰς ῥάβ‐ δους τούτου χάριν ὅπως εὐθὺ κατανεύσωσιν. Ὅτι δ’ | |
5 | ἡ ὑγρότης αἰτία τῆς ἀποβολῆς κἀκεῖθεν δῆλον· αἱ γὰρ ἄπιοι καὶ ἀμυγδαλαῖ κἂν μὴ βρέχῃ νότιος δ’ ὁ ἀὴρ ᾖ καὶ ἐπινεφὴς ἀποβάλλουσι καὶ τὰ ἄνθη καὶ τοὺς πρώ‐ τους καρποὺς ἐὰν εὐθὺς μετὰ τὴν ἀπάνθησιν ᾖ. Καὶ τούτων μὲν καὶ τῶν τοιούτων ἐν τῇ προσαρτήσει τε | |
10 | καὶ τοῖς ὄγκοις ἡ αἰτία. | |
Caus Plant.2.9.5 | Τῶν δὲ συκῶν καὶ τῶν φοινίκων οὐκ ἐν τούτοις ἐστὶ μόνον ἀλλὰ καὶ ἐν τῇ αὐτῶν διαστάσει· δι’ ὃ καὶ ἐρινάζουσι τὰς συκᾶς· τοῦτο δὲ ποιοῦσιν ὅπως οἱ ψῆνες οἱ ἐκ τῶν ἐρινῶν τῶν ἐπι‐ | |
5 | κρεμαννυμένων γινόμενοι διοίγωσι τὰ ἐπὶ τῆς συκῆς· ἡ μὲν γὰρ γένεσις ἐξ ἐκείνων· ζητοῦντες δὲ τὴν ὁμοίαν τροφὴν ἐκπέτονται καὶ προσίπτανται τοῖς ἐπὶ τῆς συ‐ κῆς ἐρινοῖς. Συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν (μὴ) ἐριναζομένων ὅταν πλησίον τῶν συκῶν ἐρινεοὶ ὦσιν, | |
10 | δι’ ὃ καὶ παραφυτεύουσι ταῖς συκαῖς ἐρινεοὺς ἐπὶ τῶν ἄκρων ὅπως κατ’ ἄνεμον ἡ πτῆσις οὐρία γίνηται, ταῖς μὲν πρωΐαις πρωΐους ταῖς δ’ ὀψίαις ὀψίους ταῖς δὲ μέσαις μέσους ἵνα κατὰ τὴν οἰκείαν ὥραν ἑκάστοις ὁ ἐρινασμὸς ᾖ. | |
Caus Plant.2.9.6 | Διοιχθέντος δὲ τοῦ μέσου τὴν ὑγρό‐ τητα ἐκβόσκονται τὴν πλείω καὶ τῷ ἔξωθεν ἀέρι δίο‐ δον διδόασι καὶ τὸ ὅλον εὐπνούστερα ποιοῦσι· συμβαί‐ νει γὰρ ἅμα τῇ θερμότητι τῇ κατεργαζομένῃ συγκα‐ | 203 |
5 | τακλείεσθαί τι πνεῦμα καθάπερ τοῖς ἑψομένοις οὗ χωρισθέντος ἅμα τῇ ὑγρότητι καὶ διεκπνεύσαντος ἐπιμένει· τὰ γὰρ αἴτια τοῦ ἀποβάλλειν ταῦτ’ ἐστίν. Εὐλόγως δὲ καὶ γίνονται καὶ εἰσδύονται πάλιν οἱ ψῆνες εἰς τὰ ἐρινά· γίνονται μὲν γὰρ διὰ τὸ μὴ δύνασθαι | |
10 | πεπαίνειν μηδὲ τελειουργεῖν τοὺς ἐρινεούς· ὥσπερ γὰρ καὶ τῶν ἄλλων σηπομένων καὶ ἐν τούτοις ζωοποιὸς ἡ φύσις· οὐκ ἔχοντες δὲ τροφὴν ζητοῦντες δὲ τὴν οἰκείαν φέρονται πρὸς τὸ ὅμοιον· ἡ γὰρ ἐπιθυμία πᾶσι τοῦ συγγενοῦς ὥσπερ τοῖς φθειρσὶν αἵματος ἐξ οὗ διαφθα‐ | |
15 | ρέντος (ἡ) γένεσις. | |
Caus Plant.2.9.7 | Εὐλόγως δὲ καὶ ἐν τοῖς λεπ‐ τογείοις καὶ καταβόρροις οὐκ ἐπιζητοῦσι τὸν ἐρινασμόν· ξηρὰ γὰρ γίνονται τῇ φύσει δι’ ὀλιγότητα τῆς τροφῆς, οὐδὲ δὴ εἴ τις ἑτέρα χώρα τοιαύτην ἔχει τὴν κρᾶσιν | |
5 | ὥστε σύμμετρον ἐκδιδόναι τὴν τροφήν· ἡ γὰρ ἀποβολὴ δι’ ἀπεψίαν καὶ τὸ μὴ κρατεῖν. Ὡσαύτως δὲ καὶ ὅπου κονιορτὸς πολὺς, ἀποξηραίνει γὰρ καὶ οὗτος. Ἄτοπον δ’ ἂν δόξειεν ὅτι βορείοις ἀποβάλλουσι μᾶλ‐ λον ἢ νοτίοις ξηροτέρων ὄντων· αἴτιον δ’ ὅτι πυκνού‐ | |
10 | μενα μᾶλλον τὰ ἐρινὰ κωλύεται διεκπνεῖν· ἅμα δ’ ἴσως καὶ πῆξίς τις γίνεται τοῦ ὀποῦ· ταύτην γὰρ καὶ τῆς φυλλοβολίας αἰτίαν φέρουσί τινες ὥσπερ εἴπομεν. | |
Caus Plant.2.9.8 | Ὅσα δ’ ὄψια πάμπαν τῶν γενῶν οὐκ ἀποβάλλει διὰ τὴν ὀψιότητα τῆς βλαστήσεως· οὐ γὰρ ἔτι συμβαίνει κατακλείεσθαι καὶ ἐναπολαμβάνεσθαι τὸ πνεῦμα διὰ τὴν ὥραν ἀλλ’ ἐπικρατεῖ ἀντιπεριϊστάμενον τὸ θερ‐ | |
5 | μόν· ἅμα δὲ καὶ φύσει ξηρά πως ἐστὶ καὶ ὀψὲ διϋγραί‐ νεται, δι’ ὃ καὶ τὴν ἄρδευσιν αἱ τοιαῦται ζητοῦσι καὶ δέχονται μᾶλλον. Ἔοικε δ’ εἴπερ ἡ ἄνοιξις ποιεῖ τὴν ἐπιμονὴν εὔπνοιάν τε καὶ ἀπέρασιν ποιοῦσα παραπλή‐ σιον τρόπον τινὰ (τὸ) συμβαῖνον καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ | |
10 | συκαμίνων· | |
Caus Plant.2.9.9 | ἀλλὰ τοῦτο διαμφισβητοῦσί τινες ὡς ἄρ’ οὐκ ἀνοίγουσιν οἱ ψῆνες ἀλλὰ συμμύειν ποιοῦσιν ὅταν εἰσδύωσιν ὅθεν καὶ τὴν αἰτίαν ἐστὶν ἐκ τοῦ ἐναν‐ τίου φέρειν ὡς τούτου χάριν ἐριναζομένων· ἐὰν γὰρ συμ‐ | |
5 | μύωσιν οὔθ’ ἡ δρόσος οὔτε τὰ ψακάδια δύναται διαφθεί‐ ρειν ὑφ’ ὧν ἀποπίπτουσι διυγραινόμενοι ὥσπερ καὶ οἱ κύτινοι τῶν ῥοῶν· ὅτι δὲ ταῦτα αἴτια μηνύει τὸ συμβαῖ‐ νον ὃ δὴ καὶ λέγουσί τινες· ἀποβάλλουσι γὰρ μᾶλλον ὑδατίων ἐπιγινομένων. Σημεῖον δ’ ὅτι κἀκεῖνό ἐστι | |
10 | τοῦ συμμύσαι χάριν· ἐὰν γὰρ μὴ ἔχωσι περιάπτειν τῇ ἄμμῳ ἐπιπάττουσιν ἵνα συμμύσῃ· καὶ ὁ κονιορτὸς δὲ ποιεῖ διὰ τοῦτο ἐπιμένειν ὅτι συμμύει κονιορτού‐ μενα· τὰ δὲ τῶν ὀψίων οὐ διοίγεται κατ’ ἐκεῖνον τὸν καιρὸν ἀλλὰ συμμύει, δι’ ὃ καὶ ἐπιμένει καὶ οὐδὲ | |
15 | ὅλως ἐρινασμοῦ δέονται· μετὰ ταῦτα δ’ ἰσχύοντ’ ἤδη καὶ ἅμα τῆς ὥρας μεταβεβληκυίας ἀνοίγεταί τε καὶ οὐκ ἀποπίπτει. Τὴν μὲν οὖν αἰτίαν ἀμφοτέρως λα‐ βεῖν ἐνδέχεται. | |
Caus Plant.2.9.10 | Τάχα δ’ ἄν τις φαίη ταῦτά γε οὐδὲν ὑπεναντιοῦσθαι· καὶ γὰρ ὑδάτων ἐπιγινομένων | |
ἀσθενέστερα τὰ ἐρινὰ καὶ πλείων ὑγρότης γίνεται δι’ ἣν ἐκπνευματουμένην ἡ ἀποβολή· καὶ τῇ ἄμμῳ πάτ‐ | 204 | |
5 | τειν ἀποξηραίνειν βουλομένους δι’ ὃ καὶ τὸν κονιορτὸν ὠφελεῖν· ἐξαιρεῖν γὰρ τὸ ὑγρὸν ὃ τῆς ἀποβολῆς αἴ‐ τιον. | |
Caus Plant.2.9.11 | Εἰ μὲν οὖν μηθὲν ἀντιλέγει δῆλον ὡς ἐν ἐκείνῳ τὸ αἴτιον. Εἰ δὲ ἐναντιοῦται συμβαίνοι ἂν ἐκείνως μὲν ἀπὸ τῶν ἐντὸς εἶναι τὴν ἀρχὴν καὶ εἴ τι προσεπιγίνεται τῶν ἐκτὸς, οὕτως δ’ ἀπὸ τῆς ἔξωθεν | |
5 | ὑγρότητος ὑφ’ ἧς μάλιστ’ ἂν ἀποπίπτοι τὰ ὀρθὰ πε‐ φυκότα καὶ μὴ κατακλινῆ καθάπερ οἱ κύτινοι· πι‐ θανὸν δὲ καὶ ἐξ αὐτῶν τινας αἰτίας εἶναι τῆς ἀποβολῆς ὥσπερ νοσησάντων πλὴν ἡ μὲν νόσος ἴσως κοινὴ πάντων τῶν καρπῶν. | |
Caus Plant.2.9.12 | Τοῦ δὲ συμμύειν ὅταν εἰσδύωσιν οἱ ψῆνες ἀνάγκη τινὰ λέγειν αἰτίαν· ἐπεὶ τό γ’ ἐκβόσκεσθαι τὴν ὑγρότητα τὴν ἐνυπάρχουσαν οἰ‐ κείαν οὖσαν ἀληθὲς, δι’ ὅπερ πρὸς τὴν ἐπιμονὴν χρή‐ | |
5 | σιμον, τὰ μέντοι σῦκα χείρω ποιεῖ· κενωθέντα γὰρ τὰ ἐριναστὰ μᾶλλον ἐπισπᾶται καὶ πλείω τὸν ὀπόν· ὅθεν ἔνιοί γ’ οὐδ’ ἐρινάζουσιν ἀλλὰ καὶ πωλοῦντες κηρύτ‐ τουσιν ὡς ἀνερίναστα καὶ δοκεῖ πολὺ διαφέρειν. Ἔτι δ’ ἐχρῆν τοῖς βορείοις ἧττον ἀποπίπτειν, συμμύει γὰρ | |
10 | μᾶλλον, εἰ μὴ ἄρα τῷ ξηραίνεσθαι διαχάσκει. | |
Caus Plant.2.9.13 | Φαί‐ νεται δ’ οὖν πλείους ἀντιλογίας ἔχειν τῶν πρότερον, εἰ μὴ ἄρα ἀμφοτέρως συμβαίνει καὶ ἐνδέχεται. Τὸ δ’ ἐνίους τόπους μὴ δεῖσθαι τῶν ἐρινασμῶν οὐκ ἄτοπον ὥσπερ | |
5 | ἐλέχθη, συμμετρίαν ἔχοντας τῆς τε τροφῆς (καὶ) τοῦ ἀέρος· ἐπεὶ ὅτι γε ἡ ὑγρότης πολλὴ καθ’ ὅλον τὸ γέ‐ νος καὶ ἐξ αὐτῶν τῶν ἀγρίων δῆλον. Καὶ γὰρ ἡ ἀπεψία διὰ τοῦτο γίνεται καὶ ἐρινάζουσι κἀκείνους ὅπως ἐπιμείνωσι· διὰ τὰς αὐτὰς δ’ αἰτίας καὶ διφοροῦ‐ | |
10 | σιν ἔνιοι δὲ καὶ τριφοροῦσιν αὐτῶν διὰ πλῆθος τροφῆς· ἀφαιρουμένων γὰρ τῶν πρώτων ῥᾳδίως ἕτερα φύουσι καὶ πάλιν τούτων ἕτερα πληθύοντές τε τῇ ὑγρότητι καὶ μέχρι τούτου κρατοῦντες ἐπὶ πλεῖον δ’ οὐ δυνά‐ μενοι διὰ τὴν ὑπερβολήν· | |
Caus Plant.2.9.14 | μόνον γὰρ δὴ τοῦτο τῶν ἀγρίων ἢ μετ’ ὀλίγων ἀτελῆ φέρει τὸν καρπόν· εἰ μὴ ἄρα ἐνταῦθα αὐτῶν ἦν τὸ τέλος. Φύεται γοῦν καὶ αὐτόματος· [ἡ δὲ τῶν αὐτομάτων γένεσις ἐκ σπέρμα‐ | |
5 | τος καὶ ὅσα δὴ διὰ σῆψίν τινα μᾶλλον δ’ ἀλλοίωσιν γίνεται τῆς γῆς·] ὥστε καὶ τοῦτο ὠλεσίκαρπον ἄν τις φαίη καθάπερ ὁ ποιητής φησι τὴν ἰτέαν· ἐπεὶ τά γε ἄλλα κἂν ἀβρώτους ἔχῃ πᾶσι τοὺς καρποὺς ὅμως ἐκτελεῖ καὶ πεπαίνει κατὰ τὴν τῆς φύσεως ὁρμήν. | |
Caus Plant.2.9.15 | Ἀλλὰ γὰρ αὕτη μὲν ἰδιότης ἄν τις εἴη πρὸς τὰ ἄλλα. Τὸ δὲ ἐπὶ τῶν φοινίκων συμβαῖνον οὐ ταὐτὸν μὲν ἔχει δέ τινα ὁμοιότητα τούτῳ δι’ ὃ καλοῦσιν ὀλυν‐ θάζειν αὐτούς· τὸ γὰρ ἀπὸ τῆς ἄρρενος ἄνθος καὶ ὁ | |
5 | κονιορτὸς καὶ χνοῦς συγκαταπαττόμενος ποιοῦσί τινα τῇ θερμότητι καὶ τῇ ἄλλῃ δυνάμει ξηρότητα καὶ εὔ‐ πνοιαν· διὰ τούτων δὲ ἡ ἐπιμονή· φαίνεται δὲ τρόπον τινὰ ὅμοιον τούτῳ καὶ τὸ ἐπὶ τῶν ἰχθύων συμβαῖνον ὅταν ὁ ἄρρην ἐπιρραίνῃ τοῖς ὠοῖς ἀποτικτομένοις τὸν | |
10 | θορόν. Ἀλλὰ τὰς μὲν ὁμοιότητας καὶ ἐκ τῶν ἀπηρ‐ τημένων ἐστὶ λαμβάνειν. | |
Caus Plant.2.10.1 | Τῶν δὲ ὁμογενῶν ἐν οἷς τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα τῶν ἀγρίων, ἃ δὴ θήλεα τὰ δ’ ἄρρενα καλοῦ‐ σιν, ἐν ἐκείνῃ τῇ αἰτίᾳ περιλαμβάνεται τῇ καὶ πρό‐ τερον εἰρημένῃ περὶ τῶν ἀκάρπων ὅτι διὰ πυκνότητα | 205 |
5 | καὶ ἰσχὺν καὶ εὐτροφίαν ἄκαρπα γίνεται· συμβαίνει γὰρ ἅπαντα εἰς ἑαυτὰ καταναλίσκειν. Ἡ δὲ καρπο‐ τοκία δεῖται μὲν τῆς φυσικῆς περιττώσεως· ἐκ ταύτης γὰρ ὁ καρπὸς ὥσπερ καὶ τοῖς ζώοις τὸ σπέρμα· τρε‐ πομένης δ’ εἰς ἕτερον ἀεὶ καὶ ἀναλισκομένης ἀφαιρεῖται | |
10 | τὴν γένεσιν· ἡ γὰρ φύσις οὐ διαρκὴς εἰς ἄμφω μὴ λαμβάνουσα τὸ σύμμετρον. | |
Caus Plant.2.10.2 | Οἷς μὲν οὖν ἐνίοτε τοῦτο συμβαίνει τότε ἄκαρπα γίνεται, οἷς δ’ εὐθὺς ἐνταῦθα ἡ ὁρμὴ τῆς φύσεως ὅλως ἄκαρπα. Δι’ ὃ δὴ καὶ τῶν ἀγρίων ἔνια τοιαῦτ’ ἐν τοῖς ὁμογενέσιν ἅπερ | |
5 | ἰσχυρότερα καὶ πυκνότερα καὶ ὡς ἐπὶ πᾶν μείζω γί‐ νεται διὰ τὴν εὐτροφίαν. Ἐπεὶ καὶ τὰ μικρόκαρπα πάνθ’ ὡς ἐπὶ τὸ πολὺ μείζω καὶ τὰ εἰς μέγεθος ὡρ‐ μημένα μικροκαρπότερα καθάπερ καὶ ἡ ἰνδικὴ συκῆ καλουμένη. Θαυμαστὴ γὰρ οὖσα τῷ μεγέθει μικρόν | |
10 | τε ἔχει φύσει σφόδρα τὸν καρπὸν καὶ ὀλίγον ὡς εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν· καὶ γὰρ σφόδρα μεγαλόφυλλος ἀφ’ ὧν ἔοικε διὰ τὴν εὐβοσίαν καὶ ἡ τῶν ῥιζῶν τῶν καθιεμένων εἶναι γένεσις. Ἴσως δ’ ἀνάπαλιν ὅτι καὶ εἰς ταῦτα καταμερίζεται, διὰ | |
15 | τοῦτο οὖν ἀσθενέστερός ἐστι καὶ ἐλάττων ὁ καρπός· ὑπὲρ δὲ τῶν ῥιζῶν ἐν ἑτέροις εἴρηται. | |
Caus Plant.2.10.3 | Μόνα δὲ ἢ μάλιστα τῶν πολυκάρπων αὔξησιν λαμβάνει μεγέθους ἄμπελος καὶ συκῆ· δύναται γὰρ ἡ μὲν ἐφ’ ὁσονοῦν ἐφικνεῖσθαι κληματουμένη καὶ ἔδαφος εὔγειον ἔχουσα | |
5 | καὶ εὔτροφον, ἡ δὲ καὶ εἰς ὕψος αἴρεσθαι καὶ πολύ‐ κλαδος γινομένη πολὺν καταλαμβάνειν τόπον. | |
Caus Plant.2.11.1 | Εὐλόγως δὲ καὶ μακροβιώτερα τὰ ἄκαρπα τῶν καρπίμων καὶ τὰ ὀλιγόκαρπα τῶν πολυκάρπων ὅσα μὴ δι’ ἀσθένειαν ἢ ὑγρότητα ἢ δι’ ἄλλην τινὰ αἰτίαν ἄκαρπα ἢ ὀλιγόκαρπα καθάπερ τέ τε πάρυδρα καὶ | |
5 | ἀλσώδη καὶ ὅσα μανὰ καὶ εὔσηπτα καθάπερ ἡ δάφνη· ταῦτα μὲν γὰρ καὶ εἴ τι τοιοῦτον ἄλλο διὰ τὰς εἰρημέ‐ νας αἰτίας. Ἡ δὲ καρποτοκία πολὺ τῆς φύσεως ἀφαιρεῖ καὶ τὸ κυριώτατον ὅπερ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· τὰ γὰρ πολυτοκώτατα καὶ γηράσκει τάχιστα | |
10 | καὶ ἀπόλλυται. Φανερὸν δὲ ἀμέλει καὶ ἐπ’ αὐτῶν ἐστι τῶν δένδρων· ὅσα γὰρ πολυφόρα καὶ πολύκαρπα ταῦτα καὶ ὅλως καταγηρᾷ θᾶττον καὶ ἐν τοῖς ὁμογε‐ νέσιν οἷον ἀμπέλοις, συκαῖς, τοῖς τ’ ἄλλοις, τὰ δὲ στέ‐ ριφα καὶ ὀλιγόκαρπα χρονιώτερα ὡς εἰπεῖν. | |
Caus Plant.2.11.2 | Καί ποτε μᾶλλον δὲ πολλάκις ὑπερκαρπήσαντα τὰ δένδρα δι’ ἀσθένειαν ἀφαυάνθη καὶ μάλιστα τοῦθ’ αἱ ἄμπελοι πάσχουσι καὶ τἆλλα δὲ τὰ πολύκαρπα διὰ τὸ ἐξανη‐ | |
5 | λῶσθαι τὴν φύσιν εἰς τοὺς καρποὺς (ὃ) καὶ τοῖς σι‐ τηροῖς σπέρμασι καὶ ὅλως τοῖς ἐπετείοις συμβαίνει, δι’ ὃ καὶ ἐπέτεια· συνεξαυαίνονται γὰρ εὐθὺς αἱ ῥίζαι τελειουμένων τῶν καρπῶν διὰ τὰς αὐτὰς ἀνάγκας ἐκ‐ διδομένης πάσης τῆς φύσεως. Τὰ δὲ δένδρα παρα‐ | |
10 | χρῆμα μὲν ἢ οὐ πάσχει τοῦτο ἢ οὐ φανερὰ γίνεται | |
περιϊσταμένης δὲ τῆς ὥρας ἐξεδήλωσεν. Ἐὰν δέ τι καὶ ἐπιγένηται τοιοῦτον ἐκ τοῦ ἀέρος ὥστε πιέσαι καὶ κακῶσαι καὶ θᾶττον. | 206 | |
Caus Plant.2.11.3 | Οὐ μόνον (δ’) οὕτω τὰ ὑπερκαρπήσαντα ἀλλὰ καὶ τὰ πολυκαρπήσαντα πονεῖ πολλάκις δὲ καὶ φθείρεται· κενωθὲν γὰρ ἅπαν ἀσθενὲς ἐν ἀσθενεῖ δὲ καὶ τὸ μὴ ἰσχυρόν· διὰ τοῦτο καὶ τὰ | |
5 | γεωργούμενα τῶν ἀγεωργήτων θᾶττον γηράσκει καὶ τὰ βελτίω τῶν χειρόνων καὶ τὰ ἥμερα ὅλως τῶν ἀγρίων· καίτοι τάχ’ ἂν δόξειεν ἄτοπον εἰ τὰ μᾶλλον τυγχάνοντα θεραπείας· ἀλλ’ ἡ θεραπεία πρὸς καρπο‐ γονίαν οὐ πρὸς ἰσχύν· αὕτη δὲ ἀναιρεῖ, τὸ δὲ μακρό‐ | |
10 | βιον ἐν τῷ ἰσχύειν, ἰσχυρὸν δὲ τὸ πυκνὸν καὶ στέρι‐ φον. Ὅθεν καὶ Θάσιοι τὰς γεωργίας ἀπομισθοῦντες οὐ φροντίζουσι τῶν ἄλλων ἐτῶν ἀλλὰ καὶ βούλονται κακουργεῖν ὑπὲρ δὲ τοῦ τελευταίου συγγράφονται πρὸς τὴν αὐτῶν κατάληψιν. | |
Caus Plant.2.11.4 | Συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν ζώων· καὶ γὰρ τὰ ὅλως εὔτοκα βραχύβια καὶ τὰ ὑπερτοκήσαντα πολλάκις ἀπόλλυται καὶ μάλιστα εἴ τι ἀεὶ ὡς τῶν γε συνανθρωπευομένων αἱ ὄρνιθες· αὕτη | |
5 | τε δὴ βραχυβιότητος αἰτία καὶ ἡ ἐναντία δῆλον ὅτι μα‐ κροβιότητος ὥσπερ εἴρηται. Καὶ ὅσα δι’ ἀσθένειαν εὔφθαρτα, μὴ πάντως ὄντα πολύκαρπα ἀλλ’ ἔνια καὶ ἄκαρπα καθάπερ ἐν τοῖς ἐπετείοις [ὡς] ἡ σικύα περὶ ἧς καὶ πρότερον ἐλέχθη· ταῦτα γὰρ οὐδ’ εἰς τελείωσιν | |
10 | ἀφικνεῖσθαι δύνανται τῆς φύσεως. Ἔνια δὲ καὶ τῶν δένδρων εὔφθαρτα διὰ μανότητα καὶ ἀσθένειαν οὐκ ὄντα πολύκαρπα καθάπερ ἡ δάφνη· ταύτης γάρ ἐστιν ἣ καὶ ἄκαρπος ὅλως ἡ βρυοφόρος. | |
Caus Plant.2.11.5 | Πλὴν οὐχ ἁπλῶς ταύτῃ γε ἀλλὰ κατὰ μέρος καὶ ἡ φθορὰ καὶ τὸ γῆρας· ἀεὶ γὰρ τὸ μάλιστα παχυνόμενον ὡς εἰπεῖν σή‐ πεται καὶ φθείρεται. Παραβλαστήσεις δὲ ἔχει πολ‐ | |
5 | λὰς ὡς ὅμοιον εἶναι τρόπον τινὰ τοῖς ἀφαυαινομένοις ἀκρεμόσιν ἐπὶ τῶν δένδρων· ἀλλ’ ἡ διαφορὰ τοῖς μὲν ὅτι τὸ κυριώτατον τοῖς δὲ τῶν ἀπηρτημένων τι μο‐ ρίων, ἀλλ’ ὅτι ἡ παραβλάστησις ἀπὸ τῶν αὐτῶν διὰ τοῦτο καὶ ταὐτὸ δοκεῖ (καὶ) τὸ δένδρον εἶναι περὶ οὗ | |
10 | καὶ διηπορήθη πρότερον. | |
Caus Plant.2.11.6 | Ἀρχαὶ δὲ φθορᾶς τοῖς ἀσθενέσι καὶ ἀπὸ πληγῆς καὶ ἀπὸ πνευμάτων μεγέ‐ θους καὶ ἀφ’ ἑτέρων τινῶν τοιούτων· ἐκ πολλῶν γὰρ εὐκίνητον τὸ ἀσθενές. Ἐὰν δὲ πρὸς τούτῳ καὶ πο‐ | |
5 | λύκαρπον ᾖ καθάπερ ἡ ῥόα καὶ μηλέα ἡ ἐαρινὴ καὶ μᾶλλον· ἐξ ἀμφοτέρων γὰρ τάχα δ’ ἐκ πολλῶν αἱ ἀρ‐ χαί. Καὶ αἵ γε μηλέαι καὶ σκωληκοῦνται τάχιστα θᾶττον δὲ αἱ γλυκεῖαι. Καὶ τοῦτο πάσχουσι καὶ ὅλως γηράσκουσιν οὐχ αἱ μηλέαι μόναι ἀλλὰ καὶ αἱ | |
10 | ῥόαι· τὸ γὰρ ποτιμώτατον ἀφαιρεῖται τῆς φύσεως. Ἅμα δὲ καὶ αἱ μὲν ὥσπερ ἄγριαί τινες αἱ δ’ ἥμεροι τυγχάνουσιν. | |
Caus Plant.2.11.7 | Ἀνὰ λόγον δὲ καὶ αἱ ἀπύρηνοι τῶν πυρηνωδῶν καὶ αἱ μαλακοπύρηνοι τῶν σκληρῶν, καὶ ἐπὶ μυρρίνων δὲ καὶ τῶν ἄλλων ὡσαύτως· καὶ γὰρ πλεῖον ἀφαιρεῖται τῆς φύσεως καὶ τὸ ὅλον ἀσθενέστερα | |
5 | καὶ μανότερα ταῦτα δι’ ὃ καὶ πρωϊκαρπότερα· θᾶττον γὰρ καὶ μᾶλλον ὑπακούει τῷ ἀέρι τὸ ἀσθενές· ὡς δὲ Δημόκριτος αἰτιᾶται τὰ εὐθέα τῶν σκολίων βραχυ‐ | |
βιώτερα καὶ πρωϊβλαστότερα διὰ τὰς αὐτὰς ἀνάγκας εἶναι, —τοῖς μὲν γὰρ ταχὺ διαπέμπεσθαι τὴν τρο‐ | 207 | |
10 | φὴν ἀφ’ ἧς ἡ βλάστησις καὶ οἱ καρποὶ, τοῖς δὲ βρα‐ δέως διὰ τὸ μὴ εὔρουν εἶναι τὸ ὑπὲρ γῆς ἀλλ’ αὐτὰς τὰς ῥίζας ἀπολαύειν, καὶ γὰρ μακρόρριζα ταῦτα εἶναι καὶ παχύρριζα, —δόξειεν ἂν οὐ καλῶς λέγειν. | |
Caus Plant.2.11.8 | Καὶ γὰρ τὰς ῥίζας ἀσθενεῖς φησιν εἶναι τῶν εὐθέων ἐξ ὧν ἀμφοτέρων γίνεσθαι τὴν φθοράν· ταχὺ γὰρ ἐκ τοῦ ἄνω διϊέναι καὶ τὸ ψύχος καὶ τὴν ἀλέαν ἐπὶ τὰς ῥίζας διὰ τὴν εὐθυπορίαν, ἀσθενεῖς δ’ οὔσας οὐχ ὑπομένειν. | |
5 | Ὅλως δὲ τὰ πολλὰ τῶν τοιούτων κάτωθεν ἄρχεσθαι γηράσκειν διὰ τὴν ἀσθένειαν τῶν ῥιζῶν. Ἔτι δὲ τὰ ὑπὲρ γῆς διὰ τὴν λεπτότητα καμπτόμενα ὑπὸ τῶν πνευμάτων κινεῖν τὰς ῥίζας, τούτου δὲ συμβαίνοντος ἀπορρήγνυσθαι καὶ πηροῦσθαι καὶ ἀπὸ τούτων τῷ | |
10 | ὅλῳ δένδρῳ γίγνεσθαι τὴν φθοράν. Ἃ μὲν οὖν λέγει ταῦτά ἐστιν. Οὐ μὴν δόξειέ γ’ ἂν ὥσπερ εἴρη‐ ται καλῶς λέγειν. | |
Caus Plant.2.11.9 | Οὔτε γὰρ τὸ τῶν ῥιζῶν ἐστιν ἀληθὲς ὥσπερ καὶ πρότερον ἐλέχθη τὸ τῶν μακροβίων εἶναι μακρὰς καὶ παχείας· οὐ γὰρ μακρόβιον οὔθ’ ἡ συκῆ οὔθ’ ἕτερα τῶν μακρορρίζων καὶ παχυρρίζων | |
5 | οὔτε τὰ εὐθέα καὶ τὰ ὀρθὰ βραχύβια οἷον ἐλάτη, φοῖ‐ νιξ, κυπάριττος· οὐδ’ εὐαυξῆ δὲ ταῦτα οὐδὲ πρωΐκαρπα· καίτοι καὶ ταῦτα ἐχρῆν εὐθὺς τοιούτων γε τῶν πόρων ὄντων καὶ τῶν ῥιζῶν μὴ μακρῶν· ὅσα γὰρ ἀπὸ τῆς αὐτῆς αἰτίας ἅπαντα δεῖ συνακολουθεῖν τοῖς αὐτοῖς. | |
Caus Plant.2.11.10 | Ἀλλὰ μή ποτε οὐ τοῦτο ᾖ τὸ αἴτιον ἀλλὰ τὰ προειρημένα πρότερον, ἐν οἷς καὶ τὸ δυσφυὲς ὅλως καὶ τὸ μικρόκαρπον καὶ ὀλιγόκαρπον καὶ ὅλως τὸ ἰσχυρόν ἐστιν· ἡ γὰρ πυκνότης καὶ ἡ ξηρότης καὶ ἡ στερεότης | |
5 | καὶ ἡ λιπαρότης ἐν οἷς ὑπάρχει καὶ μακροβιότητος καὶ πάντων τῶν τοιούτων αἴτια τὰ δ’ ἐναντία τῶν ἐναντίων. Ὅσα δὲ πολυκαρποῦντα μὴ βραχύβια μηδὲ ταχὺ γηράσκει καθάπερ ἄπιος, ἀμυγδαλῆ, δρῦς, καὶ πρεσβύτερα γιγνόμενα καρπιμώτερα καθάπερ ἐλέχθη· | |
10 | παραιρουμένης γὰρ τῆς ἰσχύος παραιρεῖται τὸ πλῆθος τῆς τροφῆς ὥστε ῥᾴδιον καταπέττειν τὴν λοιπήν· ἅμα δ’ ἴσως συμβάλλεται καὶ τὸ μὴ ἐνδελεχὲς ἢ πᾶ‐ σιν ἤ τισιν· ἡ γὰρ ἄπιος καὶ ἔτι μᾶλλον ἡ ἀμυγδαλῆ προφαίνουσι πολὺν ἐκτρέφουσι δ’ οὐ πολλάκις τοῦτον· | |
15 | ἔστι δ’ ἐν τῇ τελειώσει ὁ πόνος καὶ ἡ ἀπέρασις. | |
Caus Plant.2.11.11 | Ἡ δὲ συκάμινος ἐλαφρόν τινα καὶ ὑδατώδη καὶ μικρὸν ὡς πρὸς τὸ μέγεθος ἔχει τοῦ δένδρου τὸν καρπόν. Ἀλλὰ γὰρ περὶ μὲν μακροβιότητος ἐν τούτοις ἔστω‐ | |
5 | σαν αἱ αἰτίαι· περὶ δὲ πολυκαρπίας τῶν δένδρων εἴ‐ ρηται πρότερον ὅτι τὰ θερμὰ καὶ μανὰ καὶ ὑγρά. | |
Caus Plant.2.12.1 | Τῶν δὲ σπερμάτων ὡς ἁπλῶς εἰπεῖν τὰ ἐλάττω πολυχούστερα· καὶ γὰρ τὰ ἐλάχιστα μάλιστα καθάπερ κέγχρος, σήσαμον, ἐρύσιμον, μήκων, κύμινον. Αἴτιον δὲ δοκεῖ καθόλου μὲν καὶ κοινῶς εἰπεῖν ὅτι τὰ | |
5 | ἐλάττω ῥᾷον ἐπιτελεῖν· ἐν δὲ τῷ ῥαδίῳ τὸ πλῆθος. Ὡς δ’ ἐγγυτέρω ὅτι πάντα τὰ τοιαῦτα εὐβλαστότερα καὶ θᾶττον ὑπακούει τῷ ἀέρι. Σημεῖον δὲ καὶ ἡ ὀλι‐ γοχρονιότης τῆς τελειώσεως· ἐπεὶ καὶ τὰ σπέρματα | |
διὰ τοῦθ’ ὡς ἁπλῶς εἰπεῖν πολυκαρπότερα τῶν δέν‐ | 208 | |
10 | δρων καὶ αὐτῶν τούτων τὰ χεδροπὰ τῶν σιτωδῶν· θᾶττον γὰρ ἡ τελείωσις καὶ ἡ ἅδρυνσις· ἔτι δ’ οἱ καυ‐ λοὶ τῶν πλείστων ἰσχυροὶ καὶ οὐ ξυλώδεις καὶ οὐ μο‐ νοφυεῖς ἀλλὰ πλείους καὶ ἀκρεμονικοί· πολλῶν δὲ καὶ ἰσχυρῶν ὄντων εὔλογον ἤδη καὶ τὸ τοῦ καρποῦ πλῆθος | |
15 | ἄλλως τε κἂν αἱ ῥίζαι μὴ ἀντισπῶσιν ὥσπερ τῶν ναρ‐ θηκωδῶν καὶ κεφαλορρίζων, ἀλλ’ αἰεὶ διαδιδῶσιν ὃ ἂν λαμβάνωσιν. Ὅπερ καὶ ἐπὶ τῶν χεδροπῶν ἐστι καὶ ἐπὶ τῶν ἄλλων τῶν πλείστων· μονόρριζα γὰρ καὶ οὐ παχύρριζα ἀλλ’ εἰς τἄνω φερόμενα τῇ ὁρμῇ καὶ μά‐ | |
20 | λιστα ὡς εἰπεῖν τὸ κύμινον· μικρὰ γάρ τις ἡ ῥίζα τούτου πάμπαν. | |
Caus Plant.2.12.3 | Ὅσα δὲ ἰσχυρόρριζα τούτων, ἔνια γὰρ τοιαῦτα καθάπερ ὁ κέγχρος καὶ ὁ μέλινος, ταῦτα δὲ κατὰ λόγον ἀποδίδωσι τοὺς καυλοὺς ἀπ’ ἰσχυρῶν ἰσ‐ χυροὺς καὶ πολυσχιδεῖς ὥσθ’ ὅταν ἀπὸ μιᾶς ἀρχῆς | |
5 | πολλοὶ γένωνται κατὰ λόγον ἤδη καὶ τὸν καρπὸν εἶναι πολὺν ὥσπερ καὶ ἐπὶ τῶν πυρῶν καὶ κριθῶν ὅταν ἐξ ἑνὸς πλείονες ἐκβλαστῶσι κάλαμοι, πλείους γὰρ οἱ στάχυς. | |
Caus Plant.2.12.4 | Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν λαχανηρῶν ἐστιν ὅτι πολύσπερμα καὶ ἰσχυρόρριζα τυγχάνει· τὰ μὲν γὰρ πλείστους καυλοὺς ἀφιᾶσι τὰ δ’ ἀπὸ τοῦ ἑνὸς ἀκρεμόνας πλείους· ἅπαντα γὰρ ἀποδενδροῦται τῇ ὄψει | |
5 | διακαυλήσαντα, πανταχόθεν δὲ καὶ ἐκ πολλῶν πολὺς ὁ καρπός. Ὅταν οὖν καὶ τὰ τοῦ ἀέρος εὐμενῆ τυγ‐ χάνῃ, πραῢς γὰρ ἤδη καὶ ἀχείμαντος τοῖς ὀψισπόροις, καὶ ἡ φύσις εἰς τὰ ἄνω μᾶλλον ὁρμᾷ καὶ μὴ ἀντισπᾷ τὰ τῶν ῥιζῶν ἀλλὰ συνεργῇ καὶ προσέτι μανὰ σπεί‐ | |
10 | ρηται, κατὰ λόγον ἤδη ταῦτα πολυκαρπότερα γίνεται τῶν ἄλλων. | |
Caus Plant.2.12.5 | Ὁ δὲ κύαμος καὶ εἴ τι τῶν χεδροπῶν ἄλλο μὴ πολύκαρπον δι’ ἀσθένειαν ὀλιγόκαρπον· δι’ ὃ δὴ πρωϊσπορεῖται προλαμβανόντων τοὺς χειμῶνας εἰς τὴν ῥίζωσιν· ἔστι δὲ ἐπίκηρον ἐν πολλοῖς καὶ πολλάκις | |
5 | ὥστε ἂν καὶ προφανῆ μὴ δύνασθαι τελειοῦν. Ἡ δὲ ἀσθένεια καὶ τῇ αἰσθήσει φανερά· μανὸν γὰρ καὶ κενὸν καὶ οὐ πολύρριζον ὥστε εὐδίοδον εἶναι τῷ κακοποιοῦντι. | |
Caus Plant.2.12.6 | Τοῦ μὲν οὖν πολυκαρπεῖν ἐν τούτοις αἱ αἰτίαι καὶ τοῖς ἐπετείοις καὶ τοῖς χρονιωτέροις· ἐπεὶ καὶ αἱ δια‐ καθάρσεις τῶν δένδρων καὶ αἱ κατακοπαὶ ποιοῦσι πο‐ λυκαρπεῖν· ὅτι τὰ μὲν ἄλλα κωλύει τὰ δ’ αὐτὰ λαμβά‐ | |
5 | νει τὰς τροφάς· τούτων οὖν ἀφαιρεθέντων εἰς τὸν καρ‐ πὸν ἡ ὁρμή. Καὶ διὰ τοῦτο τὰς ἡρακλεωτικὰς κα‐ ρύας θαμνώδεις ποιοῦσι κατακόπτοντες· ἐξαναλίσκουσι γὰρ ἀποδενδρούμενα πᾶσαν τὴν τροφήν. | |
Caus Plant.2.13.1 | Αἱ δὲ μεταβολαὶ τῶν καρπῶν κατὰ τὰς χώρας δῆλον ὅτι κατὰ τὸν ἀέρα καὶ τὰ ἐδάφη γίνονται, διὰ τούτων γὰρ καὶ ἐκ τούτων αἱ τροφαὶ πᾶσιν. Ἰσχυρὸν δ’ ἡ τροφὴ πρὸς ὁμοίωσιν εἴ γε καὶ ἐν τοῖς ζώοις οὕτως | |
5 | γίνεται ὁμοιότης. Φαίνεται δ’ οὐ μόνον τὰ σπέρματα καὶ τὰ φυτὰ καὶ τὰ δένδρα μεταβάλλειν ἀλλὰ καὶ τὰ ζῶα καὶ τρόπον τινὰ μᾶλλον ταῦτα· καὶ γὰρ τὰς μορφὰς ἐξομοιοῦνται κατὰ τοὺς τόπους· ἐν δὲ τοῖς καρποῖς οὐχ ὁμοίως τοῦτο ἐπίδηλον. | |
Caus Plant.2.13.2 | Οὐ μὴν ἀλλὰ καὶ ἐνταῦθα γίνεται καὶ μάλιστα ἐκδήλως κατὰ τὰ χρώματα | |
καὶ τὰ μεγέθη καὶ τοὺς χυλούς· χρώματα μὲν οἷον τὰ σπέρματα· λευκὰ γὰρ ἐκ μελάνων καὶ μέλανα ἐκ λευ‐ | 209 | |
5 | κῶν μεταβάλλει· χυλοὺς δὲ καὶ οἱ καρποὶ, τὸ δὲ ἐκ τῶν χρωμάτων ἢ οὐκ ἐμφανὲς ἢ οὐχ ὁμοίως συμβαίνει, πλὴν ἐὰν ὅλον μεταστῇ τὸ δένδρον, ὥστε ἐκ μέλανος γενέ‐ σθαι λευκὸν ὅπερ ἐνίοτε συμβαίνει τοῖς ἐκ σπέρματος φυομένοις. | |
Caus Plant.2.13.3 | Κοινοῦ δὲ τοῦ πάθους ὄντος ὁμοίως ζώων τε καὶ φυτῶν κοινήν τινα δεῖ καὶ τὴν αἰτίαν ζη‐ τεῖν· ἐπεὶ κἀκεῖνο ὅμοιον ἔν τε τοῖς σπέρμασι καὶ ἐν τοῖς ζώοις ὥστε μὴ εὐθὺς ἀλλὰ τριγονήσαντα μετα‐ | |
5 | βάλλειν· ἅπαντα γὰρ κατὰ μικρὸν ἐξαλλοιοῦται καὶ μεθίσταται. Τὸ δ’ ἐπὶ τῶν δένδρων ἀνάπαλιν εὐλό‐ γως· ἀσθενέστατα γὰρ ἐν ἀρχῇ καὶ μάλιστα ὅταν ἐκ σπέρματος. | |
Caus Plant.2.13.4 | Ἀτοπώτατον δὲ καὶ θαυμάζεται μά‐ λιστα ἐπὶ τῶν δένδρων ἡ εἰς τὸ βέλτιον μεταβολὴ κα‐ θάπερ ἐν Αἰγύπτῳ τε καὶ ἔτι μᾶλλον ἐν Κιλικίᾳ τῶν ῥοῶν ἔτι δ’ ἡ τῆς μυρρίνης περὶ Αἴγυπτον εὐωδία· τὰς | |
5 | γὰρ ἐπὶ τὸ χεῖρον καὶ πολλὰς ὁρῶμεν καὶ πανταχοῦ δι’ ὃ καὶ [οὐ] θαυμάζομεν. Ἔστιν οὖν δῆλον ὅτι καὶ τὸ ἐπὶ τῶν σπερμάτων συμβαῖνον ὅταν εἰς τὸ βέλτιον ᾖ σχεδὸν ὅμοιον· ἐν τούτῳ γὰρ ἡ διαφορὰ τῷ τὸ μὲν ἀεὶ τοιοῦτο μένειν ὅταν φυτευθῇ, τὸ δ’ ἄλλο καὶ ἄλλο | |
10 | μεταβάλλειν· ἐπεὶ τό γε γινόμενον ταὐτό· παραιρεῖται γὰρ ἀεί (τι) τῆς φύσεως ἐπικρατοῦν ὡσαύτως ἀμφοῖν. | |
Caus Plant.2.13.5 | Ξυμβαίνει γὰρ τοῦτο καὶ ἐπὶ τῶν ζώων· ἐκ με‐ λάνων γὰρ λευκὰ γίνεται καὶ ἐκ τραχέων μαλακὰ καὶ ἄλλας τοιαύτας ἔχοντα μεταβολάς. Αἴτιον δὲ ἐνταῦθα δοκεῖ τῶν μὲν φανερῶν εἶναι τὸ ὕδωρ τῶν δὲ καὶ ὅλως | |
5 | αἱ τροφαὶ καὶ ὁ ἀήρ· ὥστε κἀκεῖ χρὴ νομίζειν καὶ εἴπου ἄλλοθι τοιοῦτόν τι συμβαίνει τὰς αὐτὰς εἶναι καὶ παραπλησίας ἀνάγκας. Τὰ δὲ καθ’ ἕκαστα μᾶλλον ἴσως δὲ καὶ μόνως ἄν τις ἀποδοίη τὴν ἐμπειρίαν προσ‐ λαβὼν χώρας καὶ τόπου διὰ τῆς ἱστορίας. | |
Caus Plant.2.14.1 | Ὅμοιον γοῦν τούτῳ καὶ παραπλήσιον φαί‐ νεται καὶ ὅσα διὰ τῆς θεραπείας ἀλλοιοῦται πρῶτον μὲν καὶ καθόλου πᾶσιν εἰπεῖν ἡμερούμενα δεύτερον δὲ ἐν αὐτῷ τῷ τόπῳ. Βελτίω δὲ καὶ χαίρει γεωργού‐ | |
5 | μενα ... καὶ γὰρ τοὺς πυρῆνας ὥσπερ εἴπομεν ἐλάττους ἔχει αὐτὰ δὲ βελτίονά ἐστι. Ἡ δὲ πολυϋδρία γλυ‐ καίνει τε τὰς ῥόας καὶ μαλακωτέρας ποιεῖ· δεῖται γὰρ ἡ στρυφνότης τοιαύτης καὶ ἡ σκληρότης ἐπικουρίας· καὶ γὰρ τὸ ἐνδεὲς δεῖται βοηθείας. Ἄμεινον γὰρ δὴ | |
10 | τοῦτο διχῶς ἢ πρόσθεσίν τινα λαμβάνον ἢ ἀφαιρέσεως θατέρου γενομένης· καθάπερ καὶ ἐπὶ τῶν ἀμυγδαλῶν ἐλέχθη τῶν κολαζομένων καὶ περιαιρουμένων τὰς ῥίζας καὶ ἐπὶ τῶν συκῶν τῶν κατασχαζομένων· ἀφαιρεθέντος γὰρ τοῦ πλήθους τῆς τροφῆς ἰσχύει μᾶλλον τὸ σύμ‐ | |
15 | φυτον θερμὸν εἰς τὸ κατάλοιπον. | |
Caus Plant.2.14.2 | Ἰδιωτάτη δ’ ἂν δόξειεν ἡ ἀπὸ τῆς τῶν ῥιζῶν εἶναι θεραπείας τῆς τε κόπρου τῆς ὑείας ταῖς ῥόαις παραβαλλομένης καὶ εἴ τις ἄλλη τοιαύτη τινὶ δίδοται τροφὴ δι’ ἧς γλυκαίνει | |
5 | τὸν χυλόν. Λέγεται δὲ καὶ ὡς ἡ πολυϋδρία καὶ ἡ ψυχροϋδρία ποιεῖ τινα μεταβολὴν καὶ ἐμφανέστατα δὴ καὶ μάλιστα ἡ τῶν ἐδαφῶν ἐνίων καὶ τοῦ ἀέρος φύσις | |
ὥσπερ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ· ἐν τούτοις γὰρ καὶ ζητεῖν ὅλως δεῖ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς | 210 | |
10 | ἐδάφει καὶ ὕδατι καὶ ἀέρι καὶ ἐργασίᾳ. Καὶ γὰρ ἁπλῶς ἡ γεωργία μεθίστησιν ἐξημεροῦσα τὰ δένδρα καὶ τοὺς καρπούς. | |
Caus Plant.2.14.3 | Ὑπὲρ μὲν οὖν τῶν λοιπῶν ἕτεραί τινες αἰτίαι, ὑπὲρ δὲ τῆς ἀπὸ τῶν ῥιζῶν μετα‐ βολῆς ὑπὲρ ἧς τὰ νῦν ὁ λόγος ἐκεῖνο δεῖ λαβεῖν ὅτι καθάπερ ἀρχαί τινες αἱ ῥίζαι τῶν δένδρων· ἀκολουθεῖν | |
5 | δὲ φιλεῖ ταῖς ἀρχαῖς τὰ ἄλλα. Δι’ ὃ καὶ ἐπὶ τῶν σι‐ κύων ἐλέχθη πρότερον ὅτι βρεχομένων ἐν γάλακτι τῶν σπερμάτων ἢ ἐν μελικράτῳ γλυκύτεροι γίνονται. Καὶ ἐπ’ ἄλλων. Αὗται δὲ καὶ τὴν τροφὴν πεπεμμένην μᾶλλον λαμβάνουσαι καὶ αὐταὶ μεταβάλλουσαι συμ‐ | |
10 | μεταβάλλειν ποιοῦσι καὶ τὸ δένδρον· ἀπὸ γὰρ τούτων ἡ διάδοσις. Ἐπεὶ καὶ αἱ πολυϋδρίαι καὶ τὰ ἐδάφη καὶ αἱ κατεργασίαι περὶ ταύτας πρῶτον καὶ ἀπὸ τούτων ἀρχόμεναι τὰ ἄλλα συναλλοιοῦσι. | |
Caus Plant.2.14.4 | Πρὸς ἕτερα δ’ ἴσως καὶ ἕτεραι βοήθειαι συνεργοῦσιν οἷον αἱ σχάσεις συκῶν καὶ κλάσεις τῶν ἀμπέλων καὶ αἱ κολάσεις τῶν ἀμυγδαλῶν ἢ πληγαῖς ἢ διειρόντων τοὺς παττάλους· | |
5 | ἀπορρεούσης γὰρ τῆς ὑγρότητος ἡ καταλειπομένη ῥᾷον ἐκπέττεται γλυκύτης. Τὰ δ’ (ἐν)οφθαλμιζόμενα ἢ ἐγκεντριζόμενα οὐ πέφυκε μεταβάλλειν ὅτι καθάπερ ἀρχή τις ἑτέρα τούτων ἐστὶν ἧς οὐκέτι δύναται κατα‐ κρατεῖν· ὥσπερ γὰρ γῇ χρῆται τῷ ὑποκειμένῳ τὸ ἐμ‐ | |
10 | φυτευόμενον ἢ (ἐν)οφθαλμιζόμενον ὥσπερ ἐλέχθη. | |
Caus Plant.2.14.5 | Καί εἰσιν αὗται δύο μεταβολαὶ καὶ ἀπὸ δυοῖν, ἥ τε ἀπὸ τῶν ῥιζῶν καὶ ἡ ἀπὸ τῶν (ἐν)οφθαλμιζομένων ἢ ἐμφυτευομένων, ἡ μὲν αὐτῶν τῶν ὑποκειμένων ἀλ‐ λοιουμένων, ἡ δὲ ἑτέρων τινῶν ἐμβαλλομένων δι’ ὃ | |
5 | καὶ ἧττον ἐπὶ ταύτης τὸ θαυμαστόν. Διὰ τί δ’ ἡ ῥόα μάλιστα μὲν μεταβάλλει τὴν μανότητα καὶ τὴν ἀσθέ‐ νειαν αἰτιάσαιτ’ ἄν τις· εὐηκοώτατα γὰρ τὰ τοιαῦτα πρὸς μεταβολήν. Ἐπισκεπτέον δὲ καὶ εἴ τις ἄλλη τῆς φύσεως ἰδιότης. | |
Caus Plant.2.15.1 | (Τῆς) δ’ εἰς τὸ χεῖρον μεταβολῆς δῆλον ὡς ἐναντίαι (αἱ αἰτίαι) καὶ ἐμφανεστάτη γε (καὶ) κοινο‐ τάτη πᾶσιν ἀγεωργησία· πάντα γὰρ ὡς εἰπεῖν ἀπα‐ γριοῦται. Ἐνίοτε δὲ καὶ οἱονεὶ πηρώσει τινὶ μετα‐ | |
5 | βάλλουσιν εἰς τὸ χεῖρον κολουόμενα κατὰ τὴν πρώτην γένεσιν τὰ φυτὰ καθάπερ ἡ ἀμυγδαλῆ· πικρὰ γὰρ ἐκ γλυκείας γίνεται καὶ ἐκ μαλακῆς σκληρά· τὰ δ’ ἄλλα οὐκ ἔστιν ἐπίδηλα μεταβάλλοντα. Καίτοι τά γε τῆς ἀμπέλου φυτὰ καὶ ἀπόλλυται πονοῦντα· τὰ δὲ μᾶλλον | |
10 | καὶ μεταβάλλειν εἰκὸς μᾶλλον ἦν. Τῇ γὰρ ἀμυγδαλῇ καὶ τὸ ὅλον φαίνεται παράλογον· ἰσχυρότερον γὰρ τὸ δένδρον. | |
Caus Plant.2.15.2 | Ἔνια δὲ καὶ βελτίω κολουόμενά φασι γίνεσθαι καθάπερ οἱ Χῖοι τὴν ἄπιον τὴν φωκίδα. Τὸ μὲν οὖν ἰσχυρὸν τῆς ἀμυγδαλῆς οὐκ ἐν τῷ αὐτῷ λαμ‐ βάνεται δένδρῳ· κολουσθεῖσα μὲν γὰρ ἰσχυρὰ φυομένη | |
5 | δὲ ἀσθενὴς ἄλλως τε καὶ ἀπὸ σπέρματος. Ἐπεὶ καὶ μὴ κολουσθεῖσαι πικραὶ γίνονται καὶ σκληραὶ καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη. Πᾶν γὰρ ὅλως ἀπὸ σπέρ‐ ματος ἐξαλλοιοῦται πρὸς τὸ χεῖρον· κινηθείσης δὲ τῆς | |
φυσικῆς ὁρμῆς εἰκὸς ἔτι μᾶλλον, οἷον γὰρ ἄλλη καὶ | 211 | |
10 | ἀσθενεστέρα γέγονεν. Ἐπεὶ καὶ τὰ ἑψόμενα κωλύεται μὴ ἐν καιρῷ κινούμενα καὶ ἡ γῆ δυσδιάτηκτος ἡ βρε‐ χομένη· ὃ δὲ ἐν· ἀρχῇ μέγα καὶ διατενὲς πρὸς τὴν τε‐ λείωσιν. | |
Caus Plant.2.15.3 | Ἐπὶ μόνης δὲ ταύτης μάλιστ’ ἔνδηλον εἶναι τὴν μεταβολὴν οὐκ ἄτοπον καὶ διὰ τὰς προειρη‐ μένας αἰτίας καὶ διότι τῆς μὲν ἀμπέλου καὶ τῶν ἄλλων οὐθενὸς ὁ καρπὸς τελεούμενος πικρὸς ἢ ὀξὺς ἀλλ’ ἤτοι | |
5 | γλυκὺς ἢ οὐκ ἐπέφθη ταύτης δὲ οὐχ ὑπάρχει τοιοῦτος εὐθὺς ἐν τοῖς τελείοις καὶ εὐκαρποῦσι. Τάχα δὲ καὶ τῶν ἄλλων ἐστί τις καὶ εἰς τὸ στρυφνότερον ἢ ὑδαρέ‐ στερον, ἢ μὴ ὁμοίως γλυκὺ λανθάνει δὲ τὴν ἡμετέραν αἴσθησιν. Καὶ γὰρ αὐτῶν τῶν ὁμογενῶν αἱ μὲν μᾶλλον | |
10 | αἱ δ’ ἧττον τοιαῦται. Συμβαίνει δὲ ταῖς κολουσθείσαις ἂν πρεσβύτεραι γενόμεναι πάλιν ἐπικόπτωνται καὶ διακαθαίρωνται γλυκυτέραις γίνεσθαι καὶ τέλος ἀπο‐ καθίστασθαι πρὸς τὴν φύσιν. | |
Caus Plant.2.15.4 | Αἴτιον δὲ ἔτι πρὸς τῷ εἰρημένῳ δι’ ὅτι ἡ μὲν κόλουσις κωλύσασα τὴν εἰς τὸν ὄγκον βλάστην κατέμιξε καὶ χείρω τὴν ὑγρότητα τὴν εἰς τὸν καρπὸν ἐποίησε· πλείονος δ’ οὔσης ἄπεπτος | |
5 | ὥστε πικρός. Καὶ κατακοπτομένη δὲ λαμβάνει τινὰ ἀποπνοὴν καὶ ἀφαίρεσιν ὥσπερ καὶ ὅταν οἱ σφῆνες δια‐ κρουσθῶσιν· ἐλάττονος δὲ γινομένης καὶ αὐτὸ μᾶλλον ἰσχύον διὰ τὴν εὐσθένειαν ἐκπέττει τε μᾶλλον καὶ ἀποκαθίσταται. | |
Caus Plant.2.15.5 | Ταύτης μὲν οὖν ὥσπερ ἀνασώζεται πάλιν ἡ φύσις. Ἔνια δὲ ἐὰν μὴ κολουσθῇ τὸν καρπὸν οὐ πέττει καθάπερ ἡ ἄμπελος ἡ κανθάρεως καλουμένη δι’ ὃ καὶ κολούουσιν ἄκρον τὸν βότρυν, εἰ δὲ μὴ σήπει | |
5 | καὶ διαφθείρει. Δῆλον οὖν ὡς ἁπλῶς εἰπεῖν ὅτι ἀφαι‐ ρέσεως δεῖται τῆς ὑγρότητος. Ἡ δ’ (ἄπιος ἡ) φωκὶς κολουομένη βελτίων πρὸς δένδρωσιν οὐ πρὸς εὐκαρπίαν· ἐκτρέχει γὰρ ἄγαν μὴ κολουσθεῖσα καὶ γίνεται μονό‐ κωλος καὶ ἀσθενὴς, εἰ δὲ μὴ παραβλαστάνουσα δεν‐ | |
10 | δροῦται. | |
Caus Plant.2.15.6 | Τάχα δ’ ἄν τι συμβάλλοιτο τοῦτο καὶ πρὸς εὐκαρπίαν· ἰσχυροτέρας γὰρ γινομένης ἡ πέψις καλλίων. Τῶν δὲ λαχανωδῶν ἢ ποιωδῶν ὅσα κο‐ λουόμενα ἢ κειρόμενα βελτίω, καθάπερ τά τε πράσα | |
5 | καὶ ἡ ῥάφανος ἢν παλιμβλαστὴς ᾖ καὶ ἡ μηδικὴ καὶ ἡ θρίδαξ καὶ τὸ ὤκιμον, ἅπαντα ταῦτα τῇ ἁπαλότητι καὶ εὐτροφίᾳ βελτίω καὶ εὐχυλότερα γίνεται. Πα‐ ραιρεῖται γὰρ ἡ δριμύτης καὶ ἡ ξηρότης καὶ εἰ ἔν τινι τὸ ὀπῶδες τούτων· ἁπαλὰ δὲ καὶ εὐτραφῆ γίνεται διὰ | |
10 | τὸ τὰς ῥίζας ἰσχυροτέρας εἶναι καὶ ὅλως αὐξανομένης ἔτι μᾶλλον κολουομένων τῆς ἰσχύος. Αἱ δὲ καὶ ἐπι‐ σπῶνται πλείω καὶ καταπέττουσι μᾶλλον. Ἔτι δὲ ἀφαιρουμένων τῶν ξυλωδῶν καὶ σκληρῶν ἡ ἐπίδοσις πλείων μηθενὸς ἐμποδίζοντος. Ἡ δὲ πρώτη βλάστησις | |
15 | ἐξ ἀσθενοῦς ὡρμημένη μᾶλλον χείρων. Αὗται μὲν οὖν ἐν τοῖς χυλοῖς αἱ μεταβολαί. | |
Caus Plant.2.16.1 | Γίνονται δὲ καὶ κατὰ τὰς ὀσμὰς μάλιστα μὲν αὐτομάτως διὰ τὸν ἀέρα καὶ τὴν χώραν. Εὐο‐ σμότερα γὰρ ὡς ἐπὶ πᾶσιν αἱ ξηραὶ ποιοῦσι καὶ ὁ ἀὴρ ὁ τοιοῦτος δι’ ὃ καὶ τὰ ἄγρια εὐοσμότερα. Τάχα δὲ | |
5 | οὐ πάντως οὐδ’ ὀδμωδέστερα, δριμύτερα γάρ· ἀρίστη | |
δὲ ἡ μέση καὶ ὁ μέσος. Ἐπεὶ καὶ τὰ ἐν τῇ γῇ ὑδαρῆ καὶ ἄοσμα. Καὶ περὶ μὲν ὀσμῶν καὶ χυλῶν αὐτὰ καθ’ αὑτὰ δεῖ θεωρεῖν ἐπὶ πλέον ἐν τοῖς ὕστερον. Αἱ δὲ μεταβολαὶ διότι καὶ ἐν τούτοις γίνονται καὶ φυ‐ | 212 | |
10 | σικῶς καὶ ἐκ θεραπείας φανερὸν ἐκ τῶν εἰρημένων. | |
Caus Plant.2.16.2 | Ἔνιαι δὲ δοκοῦσιν ὅλων τῶν δένδρων καὶ φυτῶν αὐτόματαί τινες εἶναι μεταβολαὶ καθάπερ τὴν λεύκην ἐξαιγειροῦσθαί φασι καὶ φύλλοις καὶ τῇ ὅλῃ προσόψει καὶ τὸ σισύμβριον εἰς μίνθαν μεταβάλλειν μὴ κατε‐ | |
5 | χόμενον ταῖς ἐργασίαις καὶ μεταφυτευόμενον πολλάκις, ἔτι δὲ καὶ τὸν πυρὸν ἐξαιροῦσθαι καὶ τὸ λίνον. | |
Caus Plant.2.16.3 | Αὕτη μὲν οὖν εἴπερ ἀληθὴς ὥσπερ φθορά τις ἔοικεν εἶναι διὰ πλῆθος ὑγροῦ· γίνεται γὰρ δι’ ἐπομβρίαν. Ἀλλοιωθείσης δὲ τῆς ἀρχῆς ἀλλοῖον τὸ ἀναβλαστάνον· ἡ δὲ αἶρα φίλυδρον. Ἥ τε τῆς λεύκης εἰ ἄρα ἐστὶ | |
5 | μεταβολὴ γινομένη τις ἂν εἴη παχυνομένου τοῦ δένδρου μᾶλλον ὃ συμβαίνει διὰ τὴν ἡλικίαν· εἰς βάθος γὰρ ἡ αὔξησις ἀπογηρασκόντων, ἐν ᾧπερ οἵ τε φλοιοὶ παχύ‐ τεροι καὶ οἱ ἀκρεμόνες μείζους καὶ πλείους. | |
Caus Plant.2.16.4 | Ὁ δὲ τῶν φύλλων μετασχηματισμὸς καὶ ἑτέρων κοινός· ἐπεὶ καὶ τὰ τοῦ κρότωνος ἔνια περιφερῆ φυόμενα τὴν ἀρχὴν ὕστερον ἀπογωνιοῦται καθαπερανεὶ διαρθρού‐ | |
5 | μενα· τοῦτο δ’ ὅτι ῥᾷον τὸ ἁπλοῦν ἢ τὸ πολυειδὲς, ἀσθενὴς δ’ ἡ ἀρχή. Τὸ δὲ σισύμβριον εἰς μίνθαν κατὰ τὴν ὀσμὴν εἴπερ ἄρα μεταβάλλει μόνον ἀπόλλυον τὴν οἰκείαν ἐξαμαυρούμενον διὰ τὴν ἀργίαν, ἐκείνην δ’ οὐ λαμβάνον ἀλλ’ ὥσπερ ὅμοιον ταῖς καλαμίνθαις γινό‐ | |
10 | μενον. Ἡ γὰρ μεταβολὴ πᾶσιν εἰς ὅμοιόν τι καὶ οὐ πόρρω τελέως φθειρομένων. | |
Caus Plant.2.16.5 | Ἡ δὲ θεραπεία καὶ ἡ μεταφυτεία κατέχει καὶ σώζει τὴν φύσιν· σημεῖον δὲ ὅτι καὶ τὸ ἄγριον τοιοῦτον τῇ ὀσμῇ· καὶ γὰρ δὴ κἀκείνῳ τὸ τῆς φύσεως ἐναντίον· ἡ μὲν γὰρ μίνθα | |
5 | βαθύρριζον τὸ δὲ σισύμβριον ἐπιπολῆς καὶ οὐχ ὁμοίως πολύρριζον. Ὥστε μᾶλλον ἔοικεν ἐπί γε τῶν τοιού‐ των κατὰ φαντασίαν ἡ μεταβολὴ γίνεσθαι καὶ ὡσπερεὶ τοῦ ἡμέρου εἰς τὸ ἄγριον. Οὐδ’ ἑτέρως δ’ ἄτοπον ἐπεί γε καὶ οἱ τόποι μεταβάλλουσιν. | |
Caus Plant.2.16.6 | Εἰ δὲ καὶ ἐπὶ τῶν ζώων τοῦτο συμβαίνει καθάπερ φασὶν ἐπὶ τῶν ὀρνίθων καὶ χρώμασι καὶ σχήμασι καὶ δυνάμεσι καὶ τοῦτο καθ’ ἕκαστον ἐνιαυτὸν οὐκ ἐν πλήθει χρόνου | |
5 | πλείονι κἂν θαυμάσειεν ἄν τις μᾶλλον, εἰ μή τι συμ‐ βαίνει καὶ ἐνταῦθα τοιοῦτον· ἀτακτοτέραν γὰρ καὶ μᾶλλον ξυγκεχυμένην εἰκὸς ταύτην εἶναι τὴν φύσιν, τάχα δ’ ἰσχυροτέραν δι’ ὃ καὶ μεταβάλλειν οὔτε χρώ‐ μασιν οὔτε ἐν τοῖς ἄλλοις φθειρομένην· καὶ τοῦτο ἐν | |
10 | ὀλίγοις ὥστε εἰς ἄλλο γε μεταλλάττεσθαι φυτόν. | |
Caus Plant.2.16.7 | Οὐδὲ γὰρ κατὰ τὴν γένεσιν οὐδὲν μεταβάλλει τὰς μορφὰς ὥσπερ ἔνια τῶν ζώων ἀλλ’ ἁπλῆ τις ἡ φύσις πάντων. Ἀλλ’ αἱ μεταβολαὶ γίνονται καθάπερ πολ‐ λάκις λέγεται τοῖς τε χυλοῖς μάλιστα καὶ ταῖς ὀσμαῖς | |
5 | καὶ τοῖς μεγέθεσιν αὐτῶν τε τῶν καρπῶν καὶ τῶν φύλλων, καὶ γὰρ τὰ στενόφυλλα πλατυφυλλότερα γί‐ νεται, καὶ ὅλως τῶν μερῶν τούτων. Διὰ τοῦτο καὶ ζητεῖ τόπον ἕκαστον οἰκεῖον, οἰκεῖος δ’ ἐν ᾧπερ εὐθενεῖ. | |
Caus Plant.2.16.8 | Δι’ ὅπερ καὶ οὐ πᾶσιν ὁ ἄριστος ἀλλ’ ἔνια λεπτὴν καὶ λυπρὰν χώραν φιλεῖ τὰ δὲ ὕφαμμον ἔνια δὲ καὶ ἁλμώδη τινὰ καθάπερ ἡ ῥάφανος. Διττῶς δὲ καὶ τὸ τῆς χώρας πρόσφορον· ἢ γὰρ τὸ οἰκεῖον τῆς φύσεως ἢ | 213 |
5 | τὸ πρὸς ἰσχὺν καὶ δύναμιν ἁρμόττον, οἷον ταῖς ἀμυγ‐ δαλαῖς ἡ λεπτή· βαθείας γὰρ οὔσης καὶ πιείρας ἐξυ‐ βρίσασαι διὰ τὴν εὐτροφίαν ἀκαρποῦσι. Καὶ καθόλου περὶ τῶν δένδρων εἴρηται πρότερον· ἀλλὰ δὴ τὰ μὲν περὶ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἀχρὶ τούτων διω‐ | |
10 | ρίσθω. | |
Caus Plant.2.17.1 | Θαυμασιώτατον δ’ ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν | |
5 | Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν (οὖν) οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν [καὶ] δοκεῖν. Τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ’ ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείο‐ | |
10 | σιν. | |
Caus Plant.2.17.2 | Οἱ δὲ διαφέρειν καὶ σημεῖον λέγουσιν οὐ μικρὸν, εἰ γὰρ ἀληθὲς, ὡς οὐ μόνον ἐν τοῖς ὁμογενέσιν ἕκαστον ἐμφύεται τούτων οἷον ἐλάταις καὶ πεύκαις, ἀλλὰ καὶ ἐν τῷ αὐτῷ πλείω καθ’ ἑκάτερον τῶν μερῶν | |
5 | ἔνθεν μὲν στελὶς ἢ ἰξία ἔνθεν δὲ ὑφέαρ· ἔτι δὲ οὐ μόνον τὰς μορφὰς (ἀλλ’) οὐδὲ (τοὺς) καρποὺς ὁμοίους ἔχειν φασὶ καὶ τοῦτό γε πανταχόθεν διατηρεῖσθαι καὶ ἐν ταῖς πλεῖστον διαφερούσαις χώραις. Ἐπεὶ τό γε τὴν μὲν ἀείφυλλον εἶναι τῶν ἰξιῶν (τὴν δὲ φυλλοβόλον) | |
10 | οὐθὲν ἄτοπον, κἂν ἡ μὲν (ἐν) ἀειφύλλοις ἡ δὲ ἐν φυλ‐ λοβόλοις ἐμβιῴη· συμβαίνει γὰρ ἔνθα μὲν ἔχειν ἔνθα δὲ μὴ ἔχειν διαρκῆ τὴν τροφήν· αἰτία δὲ αὕτη τῆς ἀειφυλλίας καὶ μὴ καθάπερ εἴπομεν. | |
Caus Plant.2.17.3 | Ἀλλὰ τοῦτο μὲν ὁποτέρως ποτ’ ἔχει πρὸς τὸ νῦν ἀπορούμενον οὐθὲν διαφέρει. Τὸ δὲ μὴ φύεσθαι χαμαὶ μηδαμῶς ἄτοπον ἄλλως τε καὶ οὕτω πολὺν καὶ ἰσχυρὸν ἔχουσαν | |
5 | καρπόν. Εἰ δὲ καὶ σπέρματα [τὰ] τοιαῦτά ἐστιν οἷον τὸ περὶ Βαβυλῶνα τῇ ἀκάνθῃ περὶ τὸ ἄστρον ἐπι‐ σπειρόμενόν φασιν αὐθημερὸν ἀναβλαστάνειν καὶ ταχὺ περιλαμβάνειν καὶ τὴν ἄκανθαν, ἔτι δὲ τὸ συριακὸν βοτάνιον ὁ καλούμενος καδύτας καὶ δένδροις καὶ | |
10 | ἀκάνθαις ἐμφύεται καὶ ἄλλοις τισὶ, τῇ μὲν ἔλαττον (ἂν) εἴη τῇ δὲ πλεῖον τὸ θαυμαστόν· ἀμφότερα γὰρ ποιεῖ τὸ πλῆθος ἐν τοῖς παραδόξοις ὁτὲ μὲν ὡς πεφυκὸς οὕτω μὴ θαυμάζειν ὁτὲ δὲ μᾶλλον θαυμάζειν διὰ τὸ πλῆθος. | |
Caus Plant.2.17.4 | Ἐπεὶ τό γε ἐμφύεσθαι καὶ ἐν δένδροις καὶ ἐν φυτοῖς ἑτέροις τὸ καὶ ἐν τῇ γῇ φυόμενον οὐκ ἄτοπον ἄλλως (τε) καὶ γινόμενον ὥσπερ ὁ κιττὸς ἐν πολλοῖς. Ἔτι γὰρ τοῦτο παραδοξότερον ὅτι καὶ ἐν | |
5 | ἐλάφου κέρασιν ὦπται καὶ ἡ τέρμινθος δὲ ἐν ἐλάᾳ καὶ τὸ πολυπόδιον καλούμενον ἐπί τισι δένδροις καὶ ὅσα δὴ σπανιώτερα καὶ τερατωδέστερα φαίνεται, καθάπερ ἡ δάφνη ποτὲ ἐν πλατάνῳ καὶ ἐν δρυῒ καὶ τὰ ἄλλα ὅσα ὡς τέρατα προφαίνουσιν. Ὅταν γὰρ εἰς γεῶδες | |
10 | γεγενημένον διὰ σῆψιν ἐμπέσῃ τὸ σπέρμα διεβλά‐ | |
στησεν εἶτα ζῇ τὴν τροφὴν τὴν ἐκ τοῦ δένδρου λαμ‐ βάνον, ὃ καὶ ἐπὶ τοῦ κιττοῦ τοῦ περὶ τὰ κέρατα βλα‐ στόντος εἴπερ ἦν οὐκ ἄλογον. | 214 | |
Caus Plant.2.17.5 | Ἀλλὰ τὸ ἐν ἑτέρῳ μόνον φύεσθαι χαμαὶ δὲ μὴ τοῦτ’ ἄτοπον· προσφιλῆ γὰρ δὴ ἀλλήλοις καθάπερ καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχ’ ἂν εἴη· τὸ δ’ ὅλως ἐπὶ τῆς γῆς μὴ φύεσθαι θαυ‐ | |
5 | μαστὸν ἄλλως τε καὶ καρπὸν ἔχον καὶ σπέρμα καὶ ἀπὸ τούτου βλαστάνον. Εἰ γὰρ ἦν ἐκ διαφθορᾶς τινος τῶν ἐν τοῖς δένδροις ἡ γένεσις, ὥσπερ ἐν τοῖς ζώοις ἐγγί‐ νεται τοιαῦτα ζῶα, λόγον τινὰ εἶχεν· ἀλλ’ οὐκ ἔστιν οὐδὲ γίνεται πλὴν ἀπὸ σπέρματος ὅταν οἱ ὀρνίθες | |
10 | ἐσθίοντες τὸν καρπὸν προΐωνται τὴν περίττωσιν ἐπὶ τῶν δένδρων· τότε γὰρ αὐτὸς ὁ καρπὸς σωζόμενος καὶ ἐπιμείνας διεβλάστησε. Τὸ μὲν οὖν θαυμαστὸν πολὺ καὶ ἐκ πολλῶν. | |
Caus Plant.2.17.6 | Ἔοικεν οὖν ὅμοιόν τι συμβαίνειν ταῖς ἐμφυτείαις καὶ τοῖς ἐνοφθαλμισμοῖς· ἑτοιμοτέραν γὰρ λαμβάνει τροφὴν καὶ ὥσπερ κατειργασμένην καὶ πεπεμμένην σχεδὸν ὃ καὶ ἡ ἰξία ζητεῖν φαίνεται. Τὸ | |
5 | δὲ τοιαύτης δεόμενον ἀσθενὲς ἂν εἴη τῇ φύσει, τοῦτο δὲ πάλιν οὐκ ἔοικεν ἀλλ’ ἰσχυρὸν εἶναι καὶ τρόφιμον καὶ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ· τούτοις γὰρ δὴ καὶ τοὺς βοῦς καὶ τὰ ὑποζύγια χιλεύουσι καὶ ἀνατρέ‐ φουσι μετὰ τοὺς θερισμούς. Ἔτι δὲ καὶ αὐτὸς ὁ | |
10 | καρπὸς τῆς ἰξίας μηνύει τὴν ἰσχύν. | |
Caus Plant.2.17.7 | Ἀλλὰ μὴν εἴ γε ἰσχυρὰ καὶ μὴ ἀσθενῆ διὰ τί ποτ’ οὐ βλαστάνει καθ’ αὑτὰ καὶ φύεται· διαβιάσασθαι γὰρ τὴν γῆν τῶν ἰσχυόντων ἐστὶν ὅπερ ποιεῖ καὶ ὁ θέρμος. Εἰ δ’ αὖ | |
5 | ψυχρὸν ἔχει τὸ σπέρμα καὶ δύσπεπτον ἀλλὰ χρονιω‐ τέραν ἐχρῆν εἶναι τὴν ἔκφυσιν ὥσπερ καὶ ἑτέρων. Ἐπεὶ καὶ τῶν τευτλίων ἔνιά φασι τῷ ὕστερον ἔτει διαφύεσθαι καὶ διαβλαστάνειν· οὐδὲ γὰρ οὐδὲ ταύτῃ κίνδυνος ὥστε σαπῆναι· διαμένον γὰρ καὶ τοῦτο φαί‐ | |
10 | νεται καὶ ἕτερα πολλῷ τούτων ἀσθενέστερα. Ταῦτα μὲν οὖν οὐ λύει τὴν ἀπορίαν ἀλλ’ ἐπιξυνδεῖ μᾶλλον. | |
Caus Plant.2.17.8 | Ἡ δ’ ἀρχὴ ληπτέα φυσικῶς ἀκολουθοῦσι κατὰ τὸ γινόμενον ὅτι πέφυκεν ἐν ἑτέρῳ μόνον ταῦτα γίνεσθαι καθάπερ καὶ ζῶα ἐν ζώοις οἷον τά τε ἐν ταῖς πίνναις ἐστὶ καὶ ὅσα ἄλλα ζωοτροφεῖ. Πλὴν τῶν μὲν οὐκ | |
5 | ἔχομεν τὴν γένεσιν τῶν δ’ ἔχομεν λέγειν. Τὸ δὲ ἀπὸ τῆς τῶν ὀρνίθων προσφορᾶς εἶναι τὴν ἀρχὴν ὥσπερ συμβεβηκός ἐστι πρὸς τὴν γένεσιν ὅπερ καὶ ἐπ’ ἄλλων γίνεται. Κατορύττει γὰρ ἡ κίττα θησαυριζομένη τὰς βαλάνους καὶ ἄλλα τῶν ὀρνέων· περιαιρεθέντος δὲ τοῦ | |
10 | ἰξοῦ καὶ κατεργασθέντος ἐν ταῖς κοιλίαις ὅπερ ἐστὶ ψυ‐ χρότατον σὺν τῷ περιττώματι καταπῖπτον τὸ σπέρμα καθαρὸν καὶ τοῦ δένδρου λαμβάνοντός τινα μεταβολὴν ὑπὸ τῆς κόπρου διαβλαστάνει καὶ φύεται. | |
Caus Plant.2.17.9 | Τὴν δ’ ἰσχὺν εὐλόγως ἔχει καὶ διὰ τὴν εὐτροφίαν καὶ μάλιστ’ ἴσως διὰ τὴν αὐτοῦ φύσιν. Ἰσχυρότερα δὲ εἰκὸς τὰ ἐν ταῖς ἐλάταις καὶ πεύκαις εἶναι· πλείων | |
5 | γὰρ ἡ τροφὴ καὶ λιπαρωτέρα. Πολλὰ δ’ ἡ φύσις φαίνεται καὶ ἐν τοῖς ζώοις τοιαῦτα ποιεῖν ὥσθ’ ἕτερον ἑτέρῳ χρήσιμον εἶναι πρὸς σωτηρίαν καὶ γένεσιν ἅπερ ἐν ταῖς ἱστορίαις ταῖς περὶ τούτων | |
εἴρηται· δι’ ὃ καὶ ἐνταῦθα ἴσως οὐ θαυμαστέον τὸ τῶν | 215 | |
10 | ὀρνίθων εἴτε ἐπίτηδες εἴτε κατὰ συμβεβηκὸς γέγονεν οὐδὲ λεκτέον ὅτι οὐκ ἂν ἦν ἡ γένεσις εἰ μὴ διὰ τούτους. Οὔτε γὰρ ἴσως ταῖς πίνναις βίος εἰ μὴ διὰ τὸν κάρ‐ κινον, οὐδ’ ἡ τῶν μελιττῶν φύσις εἰ μὴ διὰ τὸν γόνον ὥς φασί τινες, οὐδ’ ἡ τοῦ κόκκυγος εἰ μὴ ἦν ἡ ὑπολαῒς | |
15 | ᾗ εἰς τὴν νεοττίαν τὰ ὠὰ τίθησιν. Ἀλλ’ ὥσπερ καὶ φθοραὶ καὶ σωτηρίαι τινὲς γίνονται δι’ ἀλλήλων καὶ εἰς τοὺς βίους καὶ εἰς τὰς γενέσεις οὕτω καὶ πρὸς τὰ φυτὰ διήκειν οὐθὲν κωλύει παρὰ τῶν ζώων. Ὥστε ταύτην ἢ τοιαύτην αἰτίαν ὑποληπτέον εἶναι τῶν ἀπορηθέντων. | |
Caus Plant.2.17.10 | Ἐν δὲ τοῖς ἐπισπειρομένοις ἀφῄρηται καὶ τὸ ξυμβεβηκὸς, προαιρέσει γὰρ δρῶσιν, ἀλλὰ τὸν καιρὸν δῆλον ὅτι λαμβάνουσι τῆς ἐπισπορᾶς ὅταν ὀργᾷ τὸ ὑποκείμενον ὥσπερ ἡ ἄκανθα φαίνεται περὶ τὸ ἄστρον· | |
5 | ἔνικμον γὰρ δεῖ καὶ εὐαφὲς εἶναι πρὸς τὴν διαβλά‐ στησιν· τὸ δὲ ταχὺ τῆς ἐκφύσεως οὐ μόνον διὰ τοῦτο καὶ τὴν ὥραν ἀλλὰ δῆλον ὅτι καὶ διὰ τὴν ἰδίαν γίνεται φύσιν. Καὶ περὶ μὲν τούτων ἅλις. | |
Caus Plant.2.18.1 | Ὅτι δὲ καὶ ἐν τοῖς φυτοῖς ἔνια συνεργεῖ πρὸς τὴν ἀλλήλων σωτηρίαν καὶ γένεσιν καὶ ἐκ τῶνδε φανερόν· ἐν μὲν γὰρ τοῖς ἀγρίοις τὰ φυλλοβόλα τοῖς ἀειφύλλοις ὅτι σηπομένων ξυμβαίνει καθάπερ κοπρί‐ | |
5 | ζεσθαι τὴν γῆν ὃ καὶ πρὸς εὐτροφίαν καὶ πρὸς τὴν βλάστησιν τῶν σπερμάτων χρήσιμον. Ἐν δὲ τοῖς ἡμέροις ὅσα τοῖς φυτοῖς ἐπισπείρουσι τῶν ἀμπέλων ἀφαιρεῖν βουλόμενοι τὸ πλῆθος τῆς ὑγρότητος καὶ τοῖς λαχάνοις ἢ τούτου χάριν ἢ τῶν γινομένων θηρίων οἷον | |
10 | ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὰς ψύλλας καὶ εἴ τι τοιοῦτον ἕτερον ἑτέροις. | |
Caus Plant.2.18.2 | Οἴεσθαι γὰρ χρὴ τοιαῦτα καὶ ἐν τοῖς αὐτομάτοις τῆς φύσεως ὑπάρχειν ἄλλως τε καὶ εἰ ἡ τέχνη μιμεῖται τὴν φύσιν. Ἔτι δὲ ὅσα πρόσδενδρα καὶ περιαλλόκαυλα τυγχάνει· ταῦτα γὰρ | |
5 | τὸ πρὸς ἑτέρῳ διώκει καθάπερ ὅ τε κίττος καὶ ἡ σμῖ‐ λαξ καὶ ἡ σικύα καὶ ἄλλ’ ἄττα καὶ τῶν ἐλαττόνων ἕρπυλλος, ἰασιώνη· πάντα γὰρ ταῦτα ζῇ πρὸς ἑτέρῳ, μὴ ἔχοντα δὲ χαμαίκαυλα γίνεται πλὴν ὅσα καὶ δεν‐ δροῦσθαι πέφυκε καθάπερ ὁ κιττός. Ἔστι δὴ καὶ (ἡ) | |
10 | ἄμπελος τοιοῦτον· οὐ γὰρ ἂν δύναιτο φέρειν τὰ κλή‐ ματα καὶ τὴν βλάστησιν ἢ οὐχ ὁμοίως καλὰ μὴ ἔχουσα τὸ ὑπερεῖσον, ἀλλὰ καὶ τὴν ἕλικα δοκεῖ τούτου χάριν ἔχειν ὅπως εὐθὺς ἀντίληψις γένηται καὶ οἷον δεσμὸς ὥσπερ ὁ κιττὸς τὰ ῥιζία τὰ ἐκ τῶν βλαστῶν. | |
Caus Plant.2.18.3 | Ὅσα δὲ κοῦφα καὶ λεπτὰ ῥᾳδίως ἀναβαίνει καὶ ἐπιμένει καθάπερ ἡ ἰασιώνη καὶ ὁ θέρμος καὶ ὁ δόλιχος. Πάντα δὲ ταῦτα βλάπτει τὰ δένδρα καταπνίγοντά τε | |
5 | καὶ ἐπισκιάζοντα καὶ τὴν τροφὴν ἀφαιρούμενα τὰ μὲν τῷ κωλύειν ὁ δὲ κιττὸς καὶ τῷ ἐμφυόμενος ἐξαιρεῖσθαι δι’ ὃ χαλεπώτατος τοῖς δένδροις οὗτος· πρὸς γὰρ τοῖς ἄλλοις ἀείφυλλος ὢν καὶ ἰσχυρὸς ἀεὶ δεῖται τροφῆς καὶ πολλῆς. Ἀφαυαίνει δὲ τελέως ὅταν ἐπὶ τὰ ἄκρα | |
10 | συναυξηθῇ· τότε γὰρ καρπὸν πέττει καὶ ἐξαιρεῖται πανταχόθεν τὴν τροφήν. | |
Caus Plant.2.18.4 | Οὐ χαλεπὸν δ’ ἴσως οὐδὲ ἐν ἄλλοις καὶ πλείοσι λαβεῖν τὰς βλάβας· πολλῷ | |
γὰρ πλείους εἰσὶ τῶν ὠφελίμων ὥσπερ καὶ τοῖς ζώοις· ἐπεὶ καὶ ταῖς ὀσμαῖς ἔνια βλάπτεται καθάπερ ἡ ἄμ‐ | 216 | |
5 | πελος τῇ τῆς δάφνης καὶ τῇ τῆς ῥαφάνου καὶ τοῦτο εὐθὺς ἐκδηλοῖ κατὰ τὴν βλάστησιν. Ὅταν γὰρ πλη‐ σίον ᾖ τῆς ῥαφάνου καὶ τῆς δάφνης ὁ βλαστὸς ἀπο‐ στρέφεται τὸ ἄκρον αὐτοῦ καὶ ὥσπερ ἀνακάμπτει διὰ δριμύτητα τῆς ὀσμῆς· ὀσφραντικὸν γὰρ ἡ ἄμπελος | |
10 | ὥσπερ καὶ ὁ οἶνος δεινὸς ἑλκύσαι τὰς ἐκ τῶν προκει‐ μένων ὀσμὰς καὶ μᾶλλον καὶ θᾶττον ὁ κατεσταμνισμέ‐ νος διὰ τὴν ὀλιγότητα καὶ τὸ γυμνόν. Ἀλλὰ τὸ μὲν τοιοῦτον γένος ῥᾴδιον ἐν πολλοῖς ὥσπερ ἐλέχθη συν‐ ιδεῖν. | |
Caus Plant.2.19.1 | Ὅσα δὲ κοινὰ γένους τινὸς ἢ καὶ πλειόνων μὴ ὁμογενῶν οἷον τὸ στρέφειν τὰ φύλλα τὴν φίλυραν καὶ τὴν ἐλάαν καὶ τὴν πτελέαν ταῖς τροπαῖς ταῖς θε‐ ριναῖς καὶ ὡς ἔνια τῶν ἀνθῶν νύκτωρ μὲν συμμύει | |
5 | μεθ’ ἡμέραν δὲ ἐκπετάννυται καὶ ὡς ἐν τῷ Εὐφράτῃ λέγουσιν οὐ μόνον τοῦ λωτοῦ τὸ ἄνθος ἀνοίγεσθαι καὶ συμμύειν ἀλλὰ καὶ τὸν καυλὸν ὁτὲ μὲν ἀναβαίνειν ὁτὲ δὲ δύεσθαι καὶ καταβαίνειν ἀπὸ δυσμῶν μέχρι μέσων νυκτῶν, ὡσαύτως δὲ καὶ εἴ τι ἄλλο τοιοῦτον, ἐν ἅπασι | |
10 | καὶ πανταχοῦ κοινήν τινα αἰτίαν ὑποληπτέον εἶναι. Ῥᾴδιον δὲ ἴσως ἐν τοῖς ὁμογενέσιν ἰδεῖν. | |
Caus Plant.2.19.2 | Ἐπὶ δ’ οὖν τῶν εἰρημένων ἡ μὲν τῶν φύλλων στροφὴ γίνεται διὰ τὸ περὶ τοῦτον τὸν καιρὸν μάλιστά πως (τὰ) ἀεί‐ (φυλλα) φυλλορροεῖν. Ἡ δ’ αἰτία πρότερον εἴρηται | |
5 | περὶ πάντων τούτων. Γινομένης οὖν τῆς φυλλορροίας ἀνάγκη μάλιστα πάσχειν τι τὰ φύλλα καὶ τὰ μὲν ἀσθενῆ καὶ ὥσπερ γεγηρακότα καταξηρανθέντα πίπτειν τὰ δ’ ἄλλα τὴν ἐπιστροφὴν μόνον λαμβάνειν. Ἅπασι μὲν οὖν τοῦτο συμβαίνει ἢ μᾶλλον ἢ ἧττον ἔνδηλον δὲ | |
10 | μάλιστα ἐπὶ τούτων ὅτι μεγίστη διαφορὰ τῶν χρωμά‐ των τοῖς πρανέσι πρὸς τὰ ὕπτια· τὰ μὲν (γὰρ) χλωρὰ τὰ δὲ ὑγρὰ καὶ ὑδατώδη· μᾶλλον δ’ ἐπὶ τῆς φιλύρας· μείζω γὰρ καὶ κάτω λευκότερα δι’ ὃ ἀνόμοια ὡς καὶ ἐπὶ τῆς λεύκης. | |
Caus Plant.2.19.3 | Τῶν δ’ ἀειφύλλων οἷς μὴ συμ‐ βαίνει τοῦτο διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀκμήν τινα καὶ ὥσπερ ἰσχύν τινα εἶναι τῆς βλαστήσεως διὰ τοῦτο οὐκ ἂν συμβαίνοι· τῶν γὰρ ἰσχυόντων οὐθὲν εὐπαθές. | |
5 | Ἡ δὲ τῶν ἀνθῶν σύμμυσις καὶ δίοιξις ἐλαφροτέρα καὶ ῥᾴων ἰδεῖν· ὑπὸ γὰρ τοῦ ψύχους καὶ τῆς ἀλέας γίνεται ψυχρῶν ὄντων καὶ ἀσθενῶν· συμμύει μὲν γὰρ ξυνιόν‐ τος καὶ οἷον πηγνυμένου τοῦ ὑγροῦ, συναπολείπει γὰρ καὶ τὸ θερμὸν, ἀνοίγεται δὲ πάλιν διαχεομένου καὶ | |
10 | ἀνιέντος ὅπερ ὁ ἥλιος ποιεῖ. | |
Caus Plant.2.19.4 | Τὰ δὲ πλέον καταδυό‐ μενα καὶ ὑπερίσχοντα δῆλον ὅτι ψυχρότερα καὶ ἀσθε‐ νέστερα δι’ ὃ μᾶλλον συμπάσχει ταῖς μεταβολαῖς. Ἡ δὲ αἴσθησις οὕτως ὀξεῖα γινομένη τοῖς καθ’ ὕδατος οὐκ | |
5 | ἄλογος ἄλλως τε καὶ ἐν τόποις θερμοῖς καὶ ἐμπύροις. Ἐπεὶ καὶ ἐν τοῖς μὴ τοιούτοις αἱ διαδόσεις ταχεῖαι πάντων ἀπὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων. Φαίνεται γοῦν συμπάσχειν οὐ μόνον τὰ ἐπὶ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς ὕδατα τροπαῖς τε καὶ ἐπιτολαῖς· ἐπ’ ἐνίων δὲ | |
10 | ἄστρων καὶ αὐτὴ ἡ γῆ καὶ ἡ θάλαττα μεταβάλλει. | |
Caus Plant.2.19.5 | Πάσχει δέ τι παραπλήσιον τούτῳ καὶ τῶν ἀνθῶν πολλὰ καθ’ ἡμέραν· ἀεὶ γὰρ συμπεριφέρεται τῷ ἡλίῳ νεύοντα καὶ ἐγκλίνοντα πρὸς αὐτόν. Μᾶλλον δ’ ἐστὶ τοῦτο καταμαθεῖν ἐν τοῖς ἐλάττοσιν. Ἐνίων δὲ καὶ | 217 |
5 | τὰ φύλλα πάσχει ταὐτὸ καθάπερ τῆς μαλάχης καὶ τῶν τοιούτων· αἴτιον δὲ τοῦ ὑγροῦ ἡ ἀφαίρεσις· ᾗ γὰρ ἂν ἐξάγῃ θερμαίνων ὁ ἥλιος ἐν τούτῳ ἡ ἔγκλισις. Ἐξάγει δὲ καθ’ αὑτὸν ὥστε τοῦτο ποιοῦντος ἐπιστρέ‐ φεται [γὰρ] καὶ περιάγεται. Τοῦτο μὲν οὖν ὡς πί‐ | |
10 | στεως χάριν εἰρήσθω πρὸς τὸ πρότερον ῥηθέν. | |
Caus Plant.2.19.6 | Ὑπὲρ δὲ τῶν ἄλλων ὅσα συμβαίνει τοῖς δένδροις ἢ φυτοῖς πειρατέον ἐκ τῶν δένδρων μετιέναι καὶ θεωρεῖν τὴν ἰδίαν οὐσίαν ἑκάστου λαμβάνοντας καὶ τὴν τῆς χώρας | |
5 | φύσιν. Ἐκ τούτων γὰρ τὰ κοινὰ πάθη καὶ αἱ κατὰ γένη παραλλαγαὶ καὶ τὸ ἁρμόττον καὶ τὸ οἰκεῖον ἑκά‐ στοις γίνεται φανερόν· δεῖ δὲ καὶ τὸ ὅμοιον καὶ τὸ αὐτὸ δύνασθαι θεωρεῖν· πολλὰ γὰρ δοκεῖ διαφέροντα οὐ δια‐ φέρειν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. Καὶ ταῦτα μὲν | |
10 | ἐνταῦθα ἐχέτω τὸ πέρας. Ὅσα δὲ κατὰ τὰς γεωργίας συμβαίνει καὶ ὧν χάρις ἕκαστα ποιοῦσιν λεκτέον ὁμοίως. | |
Caus Plant.3t1 | ΒΙΒΛΙΟΝ Γʹ. | |
Caus Plant.3.1.1 | Ἡ περὶ τῶν φυτῶν θεωρία διττὰς ἔχει τὰς σκέ‐ ψεις καὶ ἐν δυσὶ, μίαν μὲν τὴν ἐν τοῖς αὐτομάτοις γι‐ νομένην ἥπερ ἀρχὴ τῆς φύσεως, ἑτέραν δὲ τῶν ἐκ τῆς ἐπινοίας καὶ παρασκευῆς ἣν δή φαμεν συνεργεῖν τῇ | |
5 | φύσει πρὸς τὸ τέλος. Ἐπεὶ δὲ περὶ τῆς πρότερον εἴ‐ ρηται λεκτέον ὁμοίως καὶ περὶ ταύτης ὑπὲρ αὐτοῦ τούτου πρώτου εἰπόντας ὅτι καὶ τῶν δένδρων ἔνια καὶ τῶν ἐλαττόνων ὑλημάτων οὐ δέχεται γεωργίαν. Τοῦτο γὰρ ἂν εἴη τῶν μὲν οἷον πέρας τῶν δὲ ἀρχὴ μεταβαί‐ | |
10 | νουσιν ἐκ τῶν αὐτοφυῶν εἰς τὰ διὰ τέχνης. | |
Caus Plant.3.1.2 | Ἄτο‐ πον δ’ ἂν ἴσως δόξειε τὸ νῦν λεχθὲν εἰ τὸ προσλαμβάνον θεραπείαν ὥσπερ χώραν οἰκείαν μὴ μᾶλλον εὐσθενεῖ καὶ καλλικαρπεῖ συνεργούσης τῇ φύσει τῆς τέχνης· | |
5 | ἀλλ’ οὐκ ἔστιν ἄτοπον οὐδ’ ἀλλότριον, ἀρχὴν δὲ αὐτοῦ ληπτέον τήνδε, τὴν φύσιν ἑκάστου μὴ ἐκ τῶν αὐτῶν εἶναι μηδὲ ἐκ μιᾶς τινος ὕλης μηδ’ αὖ πᾶσι ταὐτὸ τέ‐ λος τῆς πέψεως καὶ δυνάμεως τῶν καρπῶν ἀλλ’ ἕκαστον πρὸς ὃ πέφυκε καὶ χυλοῖς καὶ ὀσμαῖς καὶ τοῖς ἄλλοις. | |
10 | Μάλιστα δέ πως ἐν δυοῖν τούτοιν ὁρίζομεν τὴν πέψιν ὀσμαῖς καὶ χυλοῖς ἀναφέροντες καὶ ταῦτα πρὸς τὴν ἡμετέραν χρείαν ὥσπερ διωρίσθη καὶ πρότερον. | |
Caus Plant.3.1.3 | Ἐπεὶ δ’ ἐξ ὧν συνέστηκεν ἕκαστον καὶ τρέφεται καὶ τὸ πρόσφορον οὐ κατὰ τὸ ποιὸν μόνον ἐστὶν ἀλλὰ καὶ κατὰ τὸ ποσὸν ἐν ἀμφοτέροις ἂν εἴη τούτοις τὸ οἰκεῖον. Ἡ δὲ γεωργία πλῆθός τε τροφῆς καὶ ποιότητα κατα‐ | |
5 | σκευάζει. Κατεργαζομένη γὰρ ἡ γῆ καὶ ἀπόλαυσιν πλείω δίδωσι καὶ μεταβάλλει τοὺς χυλοὺς, ὥστ’ εὐλό‐ γως οὐκ ἂν εἴη πρόσφορος ἐνίοις οἷον ὅσα ξηρά τε καὶ δριμέα καὶ πικρὰ καὶ ἁπλῶς ὅσα φαρμακώδη, καὶ ἐν | |
τούτοις παρέχεται τὴν χρείαν ἡμῖν· ἐκθηλύνεται γὰρ | 218 | |
10 | ἀφαιρουμένων τῶν δυνάμεων καὶ τὰ μὲν ὅλως οὐκ ἐκ‐ φέρει καρποὺς τὰ δ’ ὑγροτέρους καὶ χείρους, τὰ δὲ καὶ αὐτὰ ὑδαρέστερα γίνεται καθάπερ τὸ ἀψίνθιον καὶ τὸ κενταύριον καὶ ὅλως δὲ πᾶσα φαρμακώδης δύναμις ἢ κατὰ ῥίζαν ἢ κατὰ καυλὸν ἢ κατὰ καρπὸν ἢ κατὰ | |
15 | κλῶνας· | |
Caus Plant.3.1.4 | ἀνὰ λόγον δὲ τούτοις καὶ ὅσα δριμύτητά τινα ἔχει δήλην κατὰ τὴν γεῦσιν. Ὧν καὶ ἡ κάππα‐ ρις ἔοικεν εἶναι καὶ τὸ σίλφιον καὶ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ τὸ θύμον· τὰ μὲν γὰρ ὅλως οὐδὲ φύεται | |
5 | τούτων ἐν τοῖς ἡμέροις ἢ κακῶς τὰ δὲ χείρω πολλῷ καθάπερ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ ἡ κάππαρις, ἔνια δὲ καὶ τὰς γλυκύτητας αὐτῶν ἀποβάλλει καθυ‐ γραινόμενα καὶ πληθυνόμενα ταῖς τροφαῖς ὥσπερ τὸ κράνον, καὶ γὰρ τοῦτο χεῖρον ἡμερούμενον γίνεται καὶ | |
10 | ἁπλῶς δὲ αὐτὸ τὸ δένδρον ὑδαρές τε καὶ μανὸν καὶ ἀσθενές. Τῆς δ’ οἴης γλυκύτερος μὲν ὁ καρπὸς ἧττον δ’ εὐώδης· ἀφαιρεῖται γὰρ τὴν εὐτροφίαν καὶ τὸ εὔο‐ σμον. | |
Caus Plant.3.1.5 | Ὁ δ’ αὐτὸς λόγος καὶ περὶ σιλφίου καὶ θέρ‐ μου καὶ εἴ τι τοιοῦτον ἕτερον. Τὸ μὲν γὰρ οὐχ ὁμοίως ἔχει τὴν δριμύτητα διὰ τὸ πλείω καὶ ὑδαρεστέραν εἶ‐ ναι τὴν τροφὴν, ὁ δὲ θέρμος ἄκαρπος γίνεται καθάπερ | |
5 | ὑλομανῶν καὶ ἐξυβρίζων· ποιεῖ γὰρ καὶ ταύτην τὴν ἐναντίωσιν (ἡ) κατεργασία καθάπερ εἴρηται πλῆθος παρέχουσα τροφῆς· ἐκ δὲ τῆς ἀρχῆς ταμιεύεται τὸ σύμμετρον ἕκαστον ἑαυτῷ καὶ λαμβάνει τὴν οἰκείαν χώραν. ἡ γὰρ αὐτοφυὴς γένεσις ἐν ταύταις. | |
Caus Plant.3.1.6 | Ἁπλῶς γὰρ τὸ μέγιστον ὥσπερ πολλάκις εἴρηται τὸ λαβεῖν οἰ‐ κεῖον ἀέρα καὶ τόπον· ἐκ τούτων γὰρ ἡ εὐθένεια καὶ εὐ‐ καρπία. Ταῦτα δ’ ἐναντία φαίνεται τοῖς παρὰ φύσιν | |
5 | ἡμερουμένοις· εἴς τε γὰρ ἀέρα μαλακώτερον μετατε‐ θέντα καὶ τροφὴν ἀλλοιοτέραν λαμβάνοντα ἐξ ἀμφοτέ‐ ρων τούτων ἡ μεταβολὴ καὶ οἷον ἔκστασις τῆς φύσεως. Ἐπιμαρτυρεῖ δέ πως καὶ ἐν αὐτοῖς τοῖς γεωργουμέ‐ νοις τὸ μὴ φιλεῖν ἔνια τὴν ἀκριβῆ καὶ τὴν πολλὴν | |
10 | ἄγαν ἐξεργασίαν ὥστε καὶ ταύτην ζητεῖν τινα ὅρον· καὶ τρόπον τινὰ οὐδὲν κωλύει κατὰ τὴν μετάβασιν οὕ‐ τως ἔνια μηδὲ ζητεῖν ὅλως. Ὅτι μὲν οὖν οὐ πάντα προσδέχεται τὰς γεωργίας φανερὸν ἔστω διὰ τούτων· ἴσως γὰρ τὰ μὲν ὅλως οὐ δεῖται τῶν δ’ οὐκ ἐξευρίσκο‐ | |
15 | μεν τὰς αἰτίας. | |
Caus Plant.3.2.1 | Ἡ δὲ γεωργία, δυοῖν ὄντων ἐξ ὧν αἱ τροφαὶ καὶ εὐσθένειαι τῆς τε γῆς (καὶ τοῦ ἀέρος, τὴν ἀπὸ τῆς γῆς) παρασκευάζει βοήθειαν· τὸν ἀέρα γὰρ οὐκ ἐπ’ αὐτῇ ποιόν τινα ποιεῖν ἀλλὰ δεῖ πρὸς τὰς μεταβο‐ | |
5 | λὰς τὰς κατὰ τὰς ὥρας γινομένας αὐτὰ τὰ δένδρα καὶ τὴν χώραν διακεῖσθαί πως ἵνα τε ἀπολαύῃ τῆς πρὸς αὔξησιν τροφῆς καὶ μὴ πάσχῃ μηδὲν ὑπὸ τῶν ἐναν‐ τίων· δεῖ γὰρ καὶ πρὸς ταῦτα φυλακῆς, λέγω δ’ οἷον τομάς τε καὶ διακαθάρσεις καὶ βλαστολογίας καὶ κο‐ | |
10 | πρίσεις καὶ σκαπάνην καὶ ὅσα ἄλλα πραγματεύονται. | |
Caus Plant.3.2.2 | Καὶ περὶ τῆς ἀροσίμου δὲ καὶ σπερματουμένης ὁμοίως. Τοῖς μὲν γὰρ οὐ ταὐτὰ τοῖς δ’ οὐκ ἴσα τοῖς δ’ οὐ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν αὐτὴν ὥραν ἀποδι‐ | |
δόναι δεῖ, τοῖς δὲ ἴσως οὐδὲ ποιεῖν ἔνια τὸ ὅλον. Ἃ | 219 | |
5 | δὴ καὶ φαίνονται διαιροῦντες οἱ γεωργοὶ καθάπερ καὶ ἐν τῇ διακαθάρσει τὰ μὲν σιδήροις τὰ δὲ ταῖς χερσὶ τὰ δ’ ἀγκύραις τισὶ κελεύοντες ἀφαιρεῖν, οἷον τῆς τε ἐλάας καὶ τῆς ἀπίου καὶ τῆς μηλέας ὅπως μὴ ἑλκούμενα πονῇ διὰ τὴν λεπτότητα καὶ ξηρότητα τῶν κλάδων. | |
10 | Καὶ γὰρ ἀφαιρεῖν δεῖ τούτων τὰ αὖά τε καὶ τὰ τρώξανα μόνον. | |
Caus Plant.3.2.3 | Ὁμοίως δὲ καὶ τῶν ἀμπέλων διαιρετέον τάς τε πρωτοτόμους καὶ τὰς ὀψιτόμους καὶ τὰς βραχυ‐ τόμους καὶ τὰς μακροτόμους καὶ τοῖς ἄλλοις ὡσαύτως ἀναφέροντας ἀεὶ πρὸς τὸ τέλος. Ὁ μὲν οὖν σκοπὸς | |
5 | οὗτος καὶ ἡ καθ’ ἕκαστα διαίρεσις. Ὑπὲρ ἑκάστου δέ ἐστιν ὁ λόγος ὁ τὴν αἰτίαν ἔχων ἣν δεῖ μὴ λανθά‐ νειν· ὁ γὰρ ἄνευ ταύτης ποιῶν καὶ τῷ ἔθει καὶ τοῖς συμβαίνουσι κατακολουθῶν κατορθοῖ μὲν ἴσως οὐκ οἶδε δὲ καθάπερ ἐν ἰατρικῇ (τὸ διὰ τί·) τὸ δὲ τέλειον ἐξ | |
10 | ἀμφοῖν. Ὅσοι δὲ καὶ τὸ θεωρεῖν μᾶλλον ἀγαπῶσιν αὐτὸ τοῦτο ἴδιον τοῦ λόγου καὶ τῆς αἰτίας. | |
Caus Plant.3.2.4 | Ἀν‐ τιλέγεται δὲ περὶ πολλῶν καὶ τὰ μὲν ἁπλῶς τὰ δ’ εἰς τὸ βέλτιον καὶ χεῖρον ὥσπερ κατὰ τὰς ἄλλας τέχνας. Ἐνταῦθα δὲ καὶ ἰδιώτερόν τι συμβαίνει. Πρὸς γὰρ | |
5 | τὴν ἑαυτῶν ἔνιοι χώραν τετραμμένοι τὰ πρόσφορα πολλάκις καθόλου λέγουσιν. Ὁτὲ δὲ καὶ ἀμφοτέρως γινομένων ἄκριτόν ἐστι τὸ βέλτιον· ὁποῖα γὰρ ἂν ᾖ τὰ ἀπὸ τοῦ ἀέρος συμβαίνοντα τοιαῦτα ἀποβαίνει καὶ κατὰ τὰς ἐργασίας. | |
Caus Plant.3.2.5 | Οὐδὲ γὰρ δεῖ μᾶλλον ἀκο‐ λουθεῖν τῇ τοῦ ὅλου καταστάσει καὶ περιφορᾷ (ἢ τῇ φύσει) τῶν δένδρων καὶ φυτῶν καὶ σπερμάτων ὡς πολλάκις τὰ ἁμαρτανόμενα τῇ ἀπὸ τούτου ἀκρασίᾳ | |
5 | τῇ αὐτῶν δυνάμει τὰ μὲν ὑπομένει τὰ δέ τινα ἀναμά‐ χεται καθάπερ καὶ τῶν ἀνθρώπων ἡ φύσις τὰ ὑπὸ ἰα‐ τρικῆς. Ὥστε αἱ μὲν ἀντιλογίαι πρὸς ταῖς κοιναῖς τῶν τεχνῶν καὶ διὰ ταύτας γίνονται τὰς αἰτίας. Οὐ μὴν ἀλλὰ καὶ συνομολογεῖται πολλὰ καὶ παρὰ πάντων, | |
10 | ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων εἰληφότα πίστιν, τὰ μὲν καθόλου τὰ δὲ διαιρούμενα γένεσι καὶ χώραις οἷον εὐθὺς τὰ περὶ γενέσεις καὶ φυτείας ὑπὲρ ὧν οὐ χαλε‐ πὸν εἰπεῖν τὰς αἰτίας. | |
Caus Plant.3.2.6 | Ἀεὶ γὰρ δεῖ φυτεύειν καὶ σπείρειν εἰς ὀργῶσαν τὴν γῆν· οὕτω γὰρ καὶ ἡ βλά‐ στησις καλλίστη καθάπερ τοῖς ζώοις ὅταν εἰς βουλο‐ μένην πέσῃ τὸ σπέρμα τὴν ὑστέραν. Ὀργᾷ δ’ ὅταν | |
5 | ἔνικμος ᾖ καὶ θερμὴ καὶ τὰ τοῦ ἀέρος ἔχῃ σύμμετρα· τότε γὰρ εὐδιάχυτός τε καὶ εὐβλαστὴς καὶ ὅλως εὐτρα‐ φής ἐστι. Τοῦτο δ’ ἐν δυοῖν ὥραιν γίνεται μάλιστα τοῖς γε δένδροις ἔαρι καὶ μετοπώρῳ καθ’ ἃς καὶ φυ‐ τεύουσι μᾶλλον, καὶ κοινοτέρως ἐν τῷ ἦρι· τότε γὰρ ἥ | |
10 | τε γῆ δίυγρος καὶ ὁ ἥλιος θερμαίνων ἄγει καὶ ὁ ἀὴρ μαλακός ἐστι καὶ ἐρσώδης ὥστε ἐξ ἁπάντων εἶναι τὴν ἐκτροφὴν καὶ τὴν εὐβλαστίαν. | |
Caus Plant.3.2.7 | Ἔχει δέ τινα καὶ τὸ μετόπωρον τοιαύτην κρᾶσιν δι’ ὃ καὶ τὰς ἐπιβλα‐ στήσεις ἔφαμεν γίνεσθαι τῶν δένδρων. Οἱ δὲ ἐπαι‐ νοῦντες αὐτὴν μᾶλλον τοῦ ἔαρος τοιαῦτα λέγουσιν ὅτι | |
5 | τὰ φυτὰ θερμῆς οὔσης ἔτι τῆς γῆς ῥιζοῦται κάλλιον· δεῖν δ’ ἀεὶ τὴν ἀρχὴν ἰσχυροτέραν ποιεῖν ἀφ’ ἧς καὶ ἡ | |
τῶν ἄλλων γένεσις καὶ ὅλως ἡ ζωή· δι’ ὃ καὶ τὴν βλάστησιν ἅμα τῷ ἦρι καλὴν γίνεσθαι καὶ ἀθρόαν ἐκ‐ βεβηκυίας ἤδη καὶ κυούσης τῆς ῥίζης, τοῦ δὲ ἦρος εἰς | 220 | |
10 | ψυχρὰν τιθεμένων τὴν γῆν, ψυχρὰν γὰρ ἔτι διαμένειν ἐκ τοῦ χειμῶνος, ῥιγοῦν καὶ κακοβλαστεῖς γίνεσθαι τὰς ῥίζας. | |
Caus Plant.3.2.8 | Καὶ διὰ τοῦτο πάντα κελεύουσι τοῦ μετοπώρου μᾶλλον φυτεύειν ὅσα δύναται βλαστάνειν· ἔνια γὰρ οὐ δύναται καθάπερ ἄπιος καὶ μηλέα καὶ ὅλως τὰ λεπτὰ καὶ ξυλώδη· καὶ γὰρ ξηρὰ φύσει καὶ | |
5 | διὰ τὴν ἀσθένειαν οὐχ ὑπομένει τοὺς χειμῶνας. Ἔτι τὸ μὲν μετοπωρινὸν ἔγκυμον εἶναι καὶ ἐπίφορον τὸ δὲ ἐαρινὸν ἄρτι κυΐσκεσθαι· τὸ δὲ τίκτειν ἀμφοτέροις τὴν αὐτὴν ὥραν ὥστε συμβαίνειν τῷ μὲν ἄρτι κυϊσκο‐ μένῳ πολλὰ τυφλὰ τίκτειν τῶν βλαστημάτων τῷ δὲ | |
10 | πάλαι κύοντι καὶ ἐπιφόρῳ τὰ πλεῖστα τέλεα καὶ καλά. Σχεδὸν γὰρ ταύτας καὶ τοιαύτας λέγουσι τὰς αἰτίας. | |
Caus Plant.3.3.1 | Οὐ μὴν ἀλλὰ καθάπερ εἴρηται κοινοτέρα πᾶ‐ σιν ἢ τοῖς πλείστοις καὶ δένδροις καὶ φυτοῖς ἡ τοῦ ἔαρός ἐστιν· αὐτά τε γὰρ τὰ φυτὰ προωρμημένα καὶ ὁ ἀὴρ μαλακὸς καὶ εὐβλαστὴς καὶ ὅλως ἡ ὥρα γονι‐ | |
5 | μωτάτη καὶ αἱ ἡμέραι θερμότεραι καὶ μῆκος ἔχουσαι ταχείας ποιοῦσι τὰς βλαστήσεις. Ἡ δὲ ῥίζωσις ἰσχυρὰ καὶ οὕτω διά τε τὴν τῶν φυτευτηρίων ὁρμὴν, εἰς ἄμφω γὰρ ὁμοίως ἐστὶ, καὶ διὰ τὸ τὴν γῆν ὀργᾷν καὶ ἔτι τὸν ἀέρα συνεκτρέφειν. Ὁ γὰρ ἥλιος οὐ μό‐ | |
10 | νον δοκεῖ τὰ ὑπὲρ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς εὐτραφέ‐ στερα καὶ καλλίω ποιεῖν. Σημεῖον δ’ ὅτι τῶν ῥιζῶν ἡ βλάστησις ἢ οὐ γίνεται πορρωτέρω τῆς τοῦ ἡλίου δυνάμεως ἢ χείρων. | |
Caus Plant.3.3.2 | Ὁ δὲ χειμὼν ἐπιλαμβάνων τὴν φυτείαν ἔνιά γε δοκεῖ φθείρειν οἷον τῆς μὲν ἐλάας ἀφιστὰς τὸν φλοιὸν τῆς δὲ συκῆς παχύνων καὶ πηγνὺς τὸν ὀπὸν τὸν ἐν τῇ κράδῃ καὶ τῶν ἄλλων σχεδὸν τῶν | |
5 | πλείστων τοιοῦτόν τι πονούντων. Ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἀφορίζοιτ’ ἂν ὁ φάσκων τὴν μετοπωρινὴν εἶναι τὴν βελτίω τοῖς δεχομένοις λέγων. Εἰ δὲ πλείω ταῦτα τῆς φύσεως αὐτῆς ἐστι σημεῖα τῶν πρὸς τὴν φυτείαν ὡρῶν τό τε παρορμᾷν αὐτὰ τὰ δένδρα τοῦ | |
10 | ἦρος καὶ τὸ κοινοτέραν εἶναι πᾶσι ταύτην, δῆλον ὡς φυσικωτέραν ἄν τις θείη ταύτην. | |
Caus Plant.3.3.3 | Ἐπεὶ καὶ ὅπου περὶ κύνα καὶ τοὺς ἐτησίας εὐθενεῖ καὶ ἐπιβλαστάνει τὰ δένδρα τηνικαῦτα καὶ τὰς φυτείας ποιοῦνται, πολλῶ δέον ἀκολουθεῖν τῇ τοῦ ἀέρος κράσει καὶ τῇ τῶν φυ‐ | |
5 | τῶν ὁρμῇ. Τάχα δὲ καὶ ἡ ὁρμὴ γίνεται διὰ τὸ πε‐ ριέχον· ὅπου δ’ αὖ θερινὸς ὄμβρος πολὺς ὥσπερ ἐν Αἰ‐ θιοπίᾳ καὶ ἐν Ἰνδοῖς ἢ περὶ Αἴγυπτον ὁ Νεῖλος ἐνταῦθα δὴ πρὸ τούτων ἢ μετὰ τούτους εἰκὸς τὴν φυτείαν ἁρ‐ μόττειν· τηνικαῦτα γὰρ ἡ τοῦ ἀέρος κρᾶσις σύμμε‐ | |
10 | τρος. | |
Caus Plant.3.3.4 | Εἴη δ’ ἂν διελεῖν καὶ τοῖς κατὰ φύσιν τόποις πρὸς τὰς ὥρας, οἷον τοὺς μὲν εὐκράτους τῷ ἀέρι τοῦ ἦρος τοὺς δὲ ῥοώδεις καὶ ἐπόμβρους καὶ ἑλείους θέρους ὑπὸ τὸ ἄστρον ὥσπερ καὶ ἐν Λακωνικῇ πολλὰ φυ‐ | |
5 | τεύουσι, τοὺς δ’ αὐχμώδεις μετοπώρου. Συμβήσεται γὰρ οὕτω θερμῆς οὔσης ἐν βάθει τῆς γῆς κατὰ χειμῶνα | |
ψυχροῦ δὲ τοῦ πέριξ τὴν αὔξησιν κατακλειομένην εἰς τὰς ῥίζας ἰέναι. Πλείονος δ’ ὄντος καὶ ἰσχυροτέρου τοῦ ῥιζώματος πλείων ἡ βλάστησις ἔσται καὶ καλλίων. | 221 | |
10 | Καὶ περὶ μὲν ὡρῶν τῶν εἰς τὰς φυτείας ἱκανῶς εἰ‐ ρήσθω. | |
Caus Plant.3.4.1 | Ἐπεὶ δὲ ὑπόκειται τὴν γῆν ἔνικμόν τε δεῖν καὶ εὐδίοδον εἶναι ταῖς ῥίζαις ὅπως εὐμήκεις καὶ πα‐ χεῖαι καὶ ἰσχυραὶ γίνωνται διὰ ταῦτα δεῖ τοὺς γύρους προορύττειν ἐκ πολλῶν μάλιστα δὲ ἐνιαυτῷ πρότερον | |
5 | ὅπως ἡ γῆ καὶ ἡλιωθῇ καὶ χειμασθῇ καθ’ ἑκατέραν τὴν ὥραν. Ἄμφω γὰρ ταῦτα ποιεῖ μανὴν καὶ χαύ‐ νην. Ἔνιοι δὲ καὶ διορίζουσι τοὺς χρόνους· ἀπὸ γὰρ τροπῶν θερινῶν μέχρι ἀρκτούρου· τότε γὰρ τήν τε γῆν διαχεῖσθαι μάλιστα καὶ τὴν ἔξω καὶ τὴν ἐν τοῖς | |
10 | γύροις καὶ βλαστάνειν ὅλως οὐδέν. Φυτεύουσι δὲ τὴν μετοπωρινὴν φυτείαν μετὰ πλειάδος δύσιν δεξάμενοι τὸ ἐπὶ τῷ ἄστρῳ ὕδωρ ὅπως ἔνικμος ἡ γῆ γενομένη παρέχῃ τροφήν. | |
Caus Plant.3.4.2 | Καὶ τοὺς γύρους οὐκ εὐθὺς συμ‐ πληροῦσιν ὅπως ῥιζωθῇ τὰ κάτω πρότερον, εἰ δὲ μὴ φέρονται πρὸς τὸ ἄνω· τρέφει γὰρ καὶ αὔξει πάνθ’ ὁ ἥλιος καὶ ὁ ἀήρ. Ὄντων δὲ τῶν μὲν βαθυρρίζων | |
5 | τῶν δ’ ἐπιπολαιορρίζων διὰ τοῦτο τοὺς γύρους οὐκ ἰσοβαθεῖς ὀρύττουσιν (ἀλλὰ βαθυτέρους) τοῖς ἐπιπο‐ λαιορρίζοις οἷον ἐλάᾳ καὶ συκῇ βουλόμενοι πιέζεσθαι καὶ ὥσπερ ἀντιταττόμενοι πρὸς τὰς φύσεις. | |
Caus Plant.3.4.3 | Ὅπως δὲ καὶ τῶν ὑδάτων τοῦ χειμῶνος ἀπολαύωσι καὶ τοῦ θέρους καταψύχωνται, δεῖ γὰρ δὴ πρὸς ἀμφο‐ τέρας τὰς ὥρας παρεσκευάσθαι, διὰ τοῦτ’ ὑποβάλλουσι κάτω λίθους ὅπως συρροὴ γίνηται τοῦ ὕδατος καὶ τοῦ | |
5 | θέρους οὗτοι καταψύχωσι τὰς ῥίζας. Οἱ δὲ κληματί‐ δας ὑποτιθέασιν οἱ δὲ κέραμον παρακατορύττουσιν ὕδατος οἱ δὲ ξύλον κνημοπαχὲς εἶτ’ ἐξαιροῦσιν ὅπως ἔχῃ τροφὴν ἀεὶ τὰ φυτὰ διϊκμαζομένης τῆς γῆς καὶ συρρεόντων τῶν ὑδάτων. Ἁπλῶς γὰρ τοῦτο δεῖ τη‐ | |
10 | ρεῖν ὅπως καὶ πρὸς τοὺς ὄμβρους τοὺς γινομένους καὶ πρὸς τὸν ἀέρα καὶ τὸν ἥλιον ἕξει συμμέτρως· αἱ γὰρ τροφαὶ καὶ αἱ αὐξήσεις διὰ τούτων. | |
Caus Plant.3.4.4 | Ἐπεὶ δὲ ἡ γῆ βορείοις καὶ πεπηγυῖα καὶ ξηρὰ νοτίοις δὲ κεχυ‐ μένη καὶ ἔνικμος ὡσαύτως δὲ καὶ τὸ φυτὸν ὑγρότερον καὶ (ξηρότερον) αὐτὸ ἑαυτοῦ μᾶλλον διὰ ταῦτα βελ‐ | |
5 | τίων ἡ τοῖς νοτίοις φυτεία· ταχεῖα γὰρ ἡ ῥίζωσις καὶ ἡ βλάστησις ὅταν ὀργῶν εἰς ὀργῶσαν τεθῇ καὶ τὰ τοῦ ἀέρος ᾖ μαλακὰ καὶ εὐμενῆ· δεῖ γὰρ δὴ τὸ μέλλον ἔσεσθαι καλὸν ἅμα κάτωθεν καὶ ἄνωθεν βλαστάνειν. Τοῖς δὲ βορείοις ἅπαντα τἀναντία γίνεται ῥιγοῦν τε | |
10 | καὶ κακοπαθεῖν τὰ φυτά· ἔτι δὲ τῆς γῆς πεπηγυίας οὔτε ῥιζοῦσθαι δύναιντ’ ἂν ὁμοίως οὔτε βλαστάνειν. Ἡ μὲν οὖν τοιαύτη παρατήρησις τοῦ ἀέρος ἂν εἴη. | |
Caus Plant.3.5.1 | Τὰ δὲ φυτευτήρια δεῖ λαμβάνειν ἀπὸ νέων τε τῶν δένδρων ἢ ἀκμαζόντων καὶ ὅλως λειότατα καὶ εὐ‐ θύτατα καὶ ὡς κάλλιστα· καὶ γὰρ ἀντιλαμβάνεται καὶ ἰσχύει τὰ τοιαῦτα μάλιστα καὶ διὰ τὴν ἡλικίαν καὶ | |
5 | τὸ πάχος εὐβλαστότερα τυγχάνει· τὸ γὰρ λεῖον ὥσπερ ὑγιὲς καὶ ἀπήρωτον τὸ δὲ τραχὺ καὶ ὠζωμένον ἄλλως | |
τε τυφλοῖς ὄζοις ὥσπερ πεπηρωμένον, ἐάν τε ζῶσι τὸ ἐκβεβλαστηκὸς ἐκ τούτων ἀσθενέστερον ὅσων μὴ καὶ ἡ φύσις τοιαύτη καθάπερ τῶν κλημάτων· διὰ τοῦτο γὰρ | 222 | |
10 | καὶ ἐπὶ τῶν δένδρων ἔνιοι μοσχεύουσιν οἱ δὲ περιαι‐ ροῦσι τὴν θάλειαν τῶν κλάδων ὅπως μὴ ἐξαναλώσῃ τὴν δύναμιν εἰς τὴν βλάστησιν. | |
Caus Plant.3.5.2 | Ἔτι δ’ εὐθύτης λειότης τε εὔρουν καὶ εὐδίοδον ποιεῖ τὴν ῥοὴν ὥστε ταχείας εἴναι τὰς αὐξήσεις. Ὀρθῶς δὲ καὶ τὸ μᾶλ‐ λον ἐξ ὁμοίας γῆς εἰ δὲ μὴ ἐκ χείρονος λαμβάνειν· ἡ | |
5 | μὲν γὰρ οὐδεμίαν ποιήσει μεταβολὴν ἡ δ’ ἐπὶ τὸ βέλ‐ τιον συντροφοῦντος· μέγα δὲ αἱ μεταβολαὶ ταῖς ἀσθε‐ νέσιν, ἀσθενὲς δὲ τὸ φυτόν. Διὰ τοῦτο γὰρ καὶ τὰς θέσεις τῶν φυτευμάτων τὰς αὐτὰς ἀποδιδόασι κατὰ τὰ πρόσβορρα καὶ νότια καὶ πρὸς ἕω καὶ δυσμὰς ὡς ἐπὶ | |
10 | τῶν δένδρων εἶχε βουλόμενοι τηρεῖν μάλιστα καὶ μη‐ θὲν τῆς φύσεως καὶ τῶν εἰωθότων μετακινεῖν ὡς οὐκ ἂν ῥᾳδίως ἐνεγκόντων μεταβολήν· | |
Caus Plant.3.5.3 | ἐπεὶ καὶ τοὺς τό‐ πους ὅτι μάλιστα ὁμοίους ζητοῦσι διὰ τὰς αὐτὰς αἰτίας καὶ προμοσχεύοντες φυτεύουσιν· ἰσχυρότερα γὰρ καὶ ὥσπερ ἤδη βεβιωκότα. Καὶ τὰ φυτὰ μάλιστα μὲν | |
5 | ὑπόρριζα λαμβάνουσιν, ἔχει γὰρ εὐθὺς καὶ ἀρχάς· εἰ δὲ μὴ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω καὶ γὰρ ταῦτα ἐμβιώτερά ἐστι πλὴν ἀμπέλου καὶ συκῆς καὶ εἴ τι ἄλλο ὑγρὸν ὥσπερ εἴρηται. Τὰ γὰρ ὑγρὰ κάλλιον ἀπὸ τῶν ἄνω βλαστάνει τὰ δ’ ἄλλα διὰ τὴν ξηρότητα | |
10 | καὶ τὴν λεπτοδερμίαν τὰ μὲν ὅλως οὐ βλαστάνει τὰ δὲ χεῖρον· τὸ δ’ ὑπόρριζον ὡς προπεπονημένον τι τῆς φύσεως ἔχει καθάπερ τὸ μεμοσχευμένον ᾧ δεῖ χρῆ‐ σθαι. | |
Caus Plant.3.5.4 | Καὶ διὰ τοῦτο βέλτιον λέγουσιν ὀρθὰ κε‐ λεύοντες τὰ τοιαῦτα τιθέναι καὶ μὴ ὑποβάλλοντές τι μέρος ὥσπερ τοῖς ἀρρίζοις ὅπως ἡ ῥίζα βλαστάνῃ. Συμβαίνειν γὰρ δοκεῖ πλαγίων τιθεμένων ἀφαυαίνε‐ | |
5 | σθαι τὰς πρότερον, ἄτοπον δὲ ζητεῖν ἑτέρας ἀποβάλ‐ λοντα τὰς ὑπαρχούσας. Ὀρθῶς δὲ καὶ τὸ μὴ πολὺ τῆς γῆς ὑπερέχειν τὸ φυτὸν, εἰ δὲ μὴ γίνεται δυσαυξὲς ὅταν ᾖ πλέον τοῦ τρεφομένου τὸ πονοῦν. Ἔνια δὲ καὶ ἀφαυαίνεται καθάπερ ἡ συκῆ καὶ εἴ τι ἄλλο μα‐ | |
10 | νόν· ἅμα δὲ καὶ ἀθροωτέρα φέρεται μᾶλλον ἡ τροφὴ πρὸς τὴν βλάστησιν, ὃ καὶ ἐπὶ τῶν κατακοπτομένων συμβαίνει. | |
Caus Plant.3.5.5 | Τὰ γὰρ παρὰ τὴν γῆν ὅτι μάλιστα κοπέντα θᾶττον παραγίνεται τῶν ἐν ὕψει. Φανερὸν δὲ καὶ ἐπὶ τῶν τῆς ἀμπέλου φυτῶν καὶ εἴ τι ἄλλο τομὴν ζητεῖ κατὰ τὴν φυτείαν. Τῶν δὲ τῆς ἐλάας | |
5 | καὶ τῶν μυρρίνων καὶ ὅλως ὅσα φύεται μείζω πάντων ἀποστέγουσι τὰς τομὰς ὅπως μήθ’ ἥλιος μήθ’ ὕδωρ λάβῃ· κίνδυνος γὰρ νοσῆσαι ῥαγέν. Περιαλείφουσι δὲ οἱ μὲν πηλὸν μόνον οἱ δὲ σκίλλαν ὑποτιθέντες εἶτ’ ἄνω‐ θεν τὸν πηλὸν ἐπὶ τούτῳ δὲ τὸ ὄστρακον· δοκεῖ γὰρ ἡ | |
10 | μὲν σκίλλα χλωρὸν παρέχειν ὁ δὲ πηλὸς ἐκείνην τηρεῖν τὸ δ’ ὄστρακον τὸν πηλόν. | |
Caus Plant.3.6.1 | Ἡ δὲ κόπρος ὅτι μὲν καὶ μανοῖ τὴν γῆν καὶ διαθερμαίνει δι’ ὧν ἀμφοτέρων ἡ εὐβλάστεια φανερόν. Ὑπὲρ δὲ τῆς χρήσεως διαμφισβητοῦσι καὶ οὐχ ὡσαύ‐ τως χρῶνται πάντες ἀλλ’ οἱ μὲν εὐθὺς ἀναμίξαντες τῇ | |
5 | γῇ πρὸς τὸ φυτὸν προσβάλλουσιν οἱ δ’ ἀνὰ μέσον ποιοῦσι τῆς τε πρώτης γῆς καὶ τῆς ἐπ’ ἄνω· κάτωθεν γὰρ παραβαλλομένην εἰς τὸ ἄνω φέρεσθαί φασιν ὅταν ὕσῃ· βέλτιστον γὰρ εἶναι τὸν χυλὸν, ἄνωθεν δ’ ἐξικ‐ μάζεσθαι ὑπὸ τοῦ ἡλίου καὶ ὕοντος οὐ διϊκνεῖσθαι τὰ | 223 |
10 | κάτω. | |
Caus Plant.3.6.2 | Πάντες δὲ τό γε τοσοῦτον συμφωνοῦσιν ὥστε μὴ δριμεῖαν καὶ ἰσχυρὰν ἀλλὰ κούφην δι’ ὃ καὶ μάλιστα χρῶνται τῇ τῶν λοφούρων· ἡ γὰρ δριμεῖα καὶ ἰσχυρὰ διαθερμαίνει μᾶλλον ἢ καὶ ξηραίνει. Χρὴ | |
5 | δὲ καὶ πρὸς τὴν χώραν ἑκάστην ποιεῖν τὸ ἁρμόττον· οἷον ἐὰν μέν τις ἐν ἐμπύρῳ τόπῳ φυτεύῃ τοὺς γύρους ὕδατος ἐμπιπλάναι πρότριτα καὶ ἐπειδὰν ἀναπίωσι καταβάλλειν ὅπως ἔνικμος ἡ γῆ γενομένη μᾶλλον δέ‐ χηται καὶ καλλίω ποιῇ τὴν ῥίζωσιν. | |
Caus Plant.3.6.3 | Ἐὰν δὲ ἐν ἁλμώδει ἢ ἐφάμμῳ λίθους περιτιθέναι περὶ τὸ πρέμ‐ νον τοῦ φυτευτηρίου καὶ περιχωννύναι γῆν ὅπως ἀπο‐ στέγωσι τὴν ἁλμυρίδα. Συμφέρει δὲ καὶ ἄμμον πο‐ | |
5 | τάμιον παραβάλλειν καὶ ψήφους ἐκ ποταμοῦ ἢ χαρά‐ δρας· ἀποστέγει γὰρ καὶ ταῦτα καὶ ἅμα δι’ αὐτῶν παρέχεταί τινα δύναμιν. Ἐὰν δ’ ἐν ἐφύδρῳ καὶ να‐ ματώδει τάφρους ὀρύσσοντα τὰς μὲν πλαγίους ἵνα τὸ ὕδωρ δέχωνται τὰς δὲ ὀρθίας καὶ λίθων πληροῦντα καὶ | |
10 | γῆς ὥστε μὴ ἅπτεσθαι τῆς σκαπάνης εἶτα ἄμμον ἐμ‐ βάλλοντα καὶ χοῦν· | |
Caus Plant.3.6.4 | ἅπαντα γὰρ ταῦτα ὠφελεῖ πρὸς τὴν ὑπερβολήν. Αἵ τε γὰρ πλάγιοι τάφροι δεχόμε‐ νοι τὸ ὕδωρ ξηροτέραν ποιοῦσι αἱ τ’ ὄρθιαι κάτω λί‐ θους ἔχουσαι δέχονται τὴν συρροὴν, ἔτι δ’ ἡ ἄμμος | |
5 | καὶ ὁ χοῦς ἀναξηραίνουσι· διὰ τοῦτ’ οὐδ’ ἐάν που ἐνῶσι λίθοι ταῖς τοιαύταις οὐκ ἐκλεκτέοι, ὑπάρχει γὰρ φύσει τὸ βοηθοῦν· ὅλως ἐν ὁποιᾳοῦν ἐὰν ὀρύττων τις λίθους εὕρῃ ἢ τρόχμαλον ἢ ἄμμον ἢ γῆν μοχθηρὰν οὐκ ἄκος τὸ μὴ συμμιγνύναι μηδὲ σκεδαννύναι ταύτην | |
10 | ἀλλὰ τοσούτῳ βαθύτερον τὸν γύρον ἢ τὴν τάφρον ὀρύ‐ ξαντα τόν τε τρόχμαλον ὑποστρωννύναι καὶ τὴν ἄμμον. | |
Caus Plant.3.6.5 | Ὁ μὲν γὰρ λίθος ὁ μὲν πλατὺς καὶ συμφυὴς βλά‐ πτει τὰ δένδρα ὁ δὲ τρόχμαλος ὑποκάτω τεθεὶς ψύχος τε παρέχεται τό θ’ ὕδωρ δέχεται καὶ ταῖς ῥίζαις εὐ‐ δίοδον ποιεῖ τὸν τόπον. Ἁπλῶς δὲ τούς γε λίθους | |
5 | ἐκλέγειν οὐδ’ ἐκ γῆς ψιλῆς οἴονταί τινες συμφέρειν· καὶ γὰρ ἀλέαν παρέχειν τοῦ χειμῶνος καὶ ψύχος τοῦ θέρους. Ὁμοίως δὲ καὶ κατὰ τὰς ἄλλας διαφορὰς τῆς χώρας τὰ πρόσφορα ληπτέον. Ὡς γὰρ ὅλως εἰπεῖν οὐδενὸς ἔλαττον ἀλλὰ πάντων πρῶτον καὶ μέ‐ | |
10 | γιστον τὸ δύνασθαι θεωρῆσαι ποῖον ἐν ποίᾳ χώρᾳ φυτευτέον οὐ μόνον ἁπλῶς ἀλλὰ καὶ αὐτῆς τῆς συνε‐ χοῦς ὅταν ἀνωμαλὴς ᾖ κατὰ τοὺς τόπους ἑκάστους. | |
Caus Plant.3.6.6 | Ὥσπερ γὰρ λέγεται πολλάκις ἡ οἰκεία μεγίστην ἔχει ῥοπὴν καὶ πρὸς ἀντίληψιν καὶ πρὸς εὐκαρπίαν ὃ καὶ καθ’ ὅλων τῶν γενῶν ἐστιν καὶ ἐν αὐτοῖς τοῖς ὁμοειδέσιν. Οἷον ὡς μὲν ἁπλῶς εἰπεῖν ἡ συκῆ φιλεῖ | |
5 | τοὺς ξηροὺς τόπους· οἱ γὰρ ὑγροὶ σήπουσιν ἢ οὐ καλῶς πεπαίνουσι διὰ τὸ καὶ αὐτὸν εἶναι τὸν καρπὸν ὑγρόν. Οὐ μὴν ἀλλ’ ὅσαι γε ὑδρεύεσθαι ζητοῦσι καθάπερ ἡ λακωνικὴ τὰ ὕφυδρα ζητοῦσιν. Ὡσαύτως δὲ καὶ τῶν | |
ἀμπέλων αἱ μὲν στερεαὶ καὶ πυκναὶ καθάπερ καὶ πρό‐ | 224 | |
10 | τερον ἐλέχθη τὴν ὀρεινὴν μᾶλλον φιλοῦσιν, αἱ δὲ μαναὶ καὶ ὑγραὶ τὴν πεδεινήν· ἑκατέραις γὰρ ἡ τροφὴ πρὸς τὴν φύσιν σύμμετρος ταῖς μὲν ἐλάττων οὖσα ταῖς δὲ πλείων. | |
Caus Plant.3.6.7 | Ὅλως δὲ τὰ ἀκρόδρυα καλὰ δοκεῖ περὶ τὰς ὑπωρείας γίνεσθαι· σημεῖα δὲ ποιοῦνται τὴν αὐτο‐ μάτην γένεσιν· ὅπου γὰρ ἡ φύσις αὐτὴ γεννᾷ τοῦτον οἰκειότατον εἶναι τόπον. Αἱ δὲ καθ’ ἕκαστα διαφοραὶ | |
5 | δῆλον ὅτι κυριώταται, καὶ γὰρ ὑπώρειαι πολλαὶ καὶ παντοῖαι, καὶ τὸ ὅλον ὥσπερ μία τις αὕτη διαφορὰ καθ’ ὕψος καὶ ταπεινότητα, πολλῶν οὐσῶν ἑτέρων καὶ μειζόνων ὥσπερ ἐν ταῖς ἱστορίαις εἴπομεν, ὧν οὐ‐ δεμίαν ἀθεώρητον εἶναι χρή. | |
Caus Plant.3.6.8 | Τὴν γοῦν λειμω‐ νίαν καὶ ἔφυδρον σχεδὸν οἱ πλείους ὁμολογοῦσιν ἀγα‐ θὴν εἶναι ταῖς ἀμπέλοις ὥσπερ τὴν λευκόγειον ἐλάαις καὶ συκαῖς· αἱ μὲν γὰρ ὑγροτέρας δέονται καὶ μαλα‐ | |
5 | κωτέρας τροφῆς, αἱ δὲ ξηροτέρας καὶ σωματωδεστέρας. Ὅλως δ’ αἰεὶ τὰ μὲν ξηρὰ ξηρὰν ζητεῖ χώραν, τὰ δὲ ὑγρὰ ὑγράν. Ὡς δ’ ἁπλῶς εἰπεῖν ἀρίστη πᾶσιν ἡ μανὴ καὶ κούφη καὶ ἔνικμος, εὐτραφὴς γὰρ μάλιστα καὶ εὐαυξὴς, εἰ μὴ ὅσα διὰ τὴν ἰσχὺν λαμβάνοντα | |
10 | πλῆθος τροφῆς ἐξυβρίζει καθάπερ ἡ ἀμυγδαλῆ. Ταύτῃ γὰρ ἡ λεπτόγειος οἰκειοτέρα καὶ τόπος εὐδιεινὸς καὶ εὔειλος, ἐναντίως δὲ τῇ εὐβοϊκῇ παλίσκιος καὶ δροσε‐ ρός. | |
Caus Plant.3.6.9 | Οὐ μικρὸν δὲ οὐδὲ τὸ πρὸς τὰ πνεύματα καλῶς κεῖσθαι τοὺς τόπους ὥστε καὶ τοῦτο θεωρητέον. Εὔπνουν μὲν γὰρ ἅπαντα ζητεῖ· τροφαί τε γὰρ ἐν τοῖς τοιούτοις βελτίους καὶ οἱ καρποὶ πεπειρότεροι. Πνευ‐ | |
5 | ματώδη δὲ καὶ προσήνεμον οὐδὲν ὡς εἰπεῖν τῶν γε ἡμέρων· ἀναυξῆ γὰρ καὶ μικρὰ καὶ καυλώδη γίνεται διὰ τὰς πληγὰς τὰς ὑπὸ τῶν πνευμάτων. Ἔνια δὲ οὐδὲ τῶν ἀγρίων· οὐ γὰρ τελειοκαρπεῖ καθάπερ οὐδὲ τὴν εὐβοϊκήν φασιν, ἀλλὰ μέχρι τοῦ ἄνθους ἀφικνεῖσθαι, | |
10 | τὰς δ’ ἐν τοῖς ὑπηνέμοις εὐαυξεῖς τε καὶ πολυκάρπους γίνεσθαι. Τὸ γὰρ ὅλον ὥσπερ πολλάκις εἴρηται συμ‐ μετρίας τινὸς ἔοικεν ἕκαστα δεῖσθαι πρὸς τὴν φύσιν ὁμοίως ἔν τε ταῖς ἄλλαις τροφαῖς καὶ ταῖς τοῦ ἀέρος μεταβολαῖς. Ἀλλὰ τοῦτο μὲν ἂν εἴη καθόλου καὶ | |
15 | κοινόν. | |
Caus Plant.3.7.1 | Τὰς δὲ μανότητας καὶ πυκνότητας τῶν φυ‐ τευομένων οὐχ οὕτω πρὸς τὸν τόπον ὡς πρὸς αὐτὰ τὰ φυτευόμενα σκεπτέον ὅσα τε φιλόσκια καὶ μὴ καὶ ὅσα μακρόρριζα καὶ βραχύρριζα· τὰ μὲν γὰρ δῆλον ὅτι | |
5 | μανὰ, τὰ δὲ πυκνὰ φυτευτέον. Φιλόσκια δὲ ὧν οἱ καρποὶ ξηροί τε καὶ πυρηνώδεις ὥσπερ ῥόας καὶ μυρ‐ ρίνου, καὶ ὅσα φύσει μανά τε καὶ ξηρὰ καὶ μὴ μακρόρ‐ ριζα καθάπερ ἡ δάφνη. | |
Caus Plant.3.7.2 | Τῶν μὲν γὰρ ὁ καρπὸς ἡλιούμενος στρυφνὸς γίνεται, τὰ δὲ ὥσπερ προβολῆς δεῖται καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα διὰ τὴν ἀσθένειαν· οὐκ ἐνοχλεῖ γὰρ τῷ ταρρῷ διὰ τὴν | |
5 | βραχυρριζίαν· καίτοι τινὲς ἅπαντα κελεύουσι διὰ πολλοῦ φυτεύειν ὅπως μὴ σύνταρρα γίνηται μηδ’ ἀναυξῆ τροφήν τ’ ἐλάττω λαμβάνοντα καὶ τοῦ πνεύ‐ ματος ἀποκλειόμενα. Οὐ μὴν ὀρθῶς γε λέγουσιν, | |
ἀλλ’ ἑκάτερα διαιρετέον ὥσπερ εἴρηται. Χρὴ δὲ καὶ | 225 | |
10 | πρὸς τὸν τόπον ὁρῶντα ποιεῖσθαι τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάττους ἢ ἐν τοῖς πεδεινοῖς· ἐπ’ ἔλαττον γὰρ αἵ τε ῥίζαι προσαύξονται καὶ ἡ κόμη. | |
Caus Plant.3.7.3 | Ἅπαν δὲ φυτὸν ὅταν ἐκβλάστῃ τὸ πρῶτον ἐᾷν ῥι‐ ζωθῆναι μηδὲν κινοῦντα τῶν ἄνω καθάπερ ἐπὶ τῶν ἀμπέλων ποιοῦσιν ἀφιέντες τὰς ῥάχους, εἶθ’ ὅταν ἰσχύωσιν τότε περιαιρεῖν τὰ ἄνω καταλιπόντα τὰ κάλ‐ | |
5 | λιστα καὶ τὰ ἐπιτηδειότατα πεφυκότα. [Κατὰ γὰρ τὰ δένδρα τοῦτ’ ἀναγκαῖον, οὐδ’ ὥσπερ ἐπὶ τῶν ἄλλων ἀφαιρεῖν ἐνδέχεται πάντα καὶ τέμνειν ἰσόγεων·] ἀρ‐ ριζώτου γὰρ ὄντος ἐὰν περιαιρῇ καὶ κινῇ τις ἀσθενὲς ὂν κινδυνεύσει μᾶλλον, ἐὰν δ’ ἐρριζωμένου καὶ ἰσχύοντος | |
10 | αὐτό τε ἀπαθὲς ἔσται καὶ τὴν τροφὴν ἀποδώσει πλείονα τοῖς καταλοίποις. | |
Caus Plant.3.7.4 | Ἡ δὲ ἀναγωγὴ καὶ ἣν καλοῦσιν οἱ πολλοὶ τῶν φυτῶν παιδείαν οἷον σχηματισμός ἐστι καὶ μόρφωσις τῶν δένδρων ὕψει τε καὶ ταπεινότητι καὶ πλάτει καὶ τοῖς ἄλλοις. Ὡς δ’ ἐπὶ πᾶν ἐπιτέμ‐ | |
5 | νουσι τὰ ὑψηλὰ πλὴν ὅσα φύσει τοιαῦτα καὶ ἔστι καὶ βούλεται καθάπερ φοῖνιξ, πεύκη, κυπάριττος. Ἀκαρ‐ πότερα γὰρ γίνεται διὰ πολλοῦ τῆς τροφῆς ἰούσης καὶ ἐνταῦθα καταναλισκομένης, ἀλλὰ δεῖ πολύκλαδα καὶ πολυβλαστῆ ποιεῖν· ἅμα γὰρ τῇ πολυκαρπίᾳ καὶ εὐ‐ | |
10 | τρυγητότερα καὶ τὸ ὅλον εὐθεραπευτότερα γίνεται, δι’ ὃ καὶ περιαιρετέον τὰς μὴ κατὰ καιρὸν βλαστήσεις. | |
Caus Plant.3.7.5 | Σχεδὸν δ’ ἡ τοιαύτη θεραπεία καὶ κατάστασις ὁμοία τῇ διακαθάρσει τυγχάνει τελείων ὄντων τῶν δένδρων· ὑπὲρ ἧς καὶ δεικτέον πρῶτον τῶν κατὰ τὰς θεραπείας εἶθ’ οὕτω περὶ τῶν ἄλλων. Ὥσπερ γὰρ | |
5 | ἐφεξῆς ταῦτα τῶν περὶ τὴν φυτουργίαν ἐστί. Κοινο‐ τάτη μὲν οὖν καὶ μάλιστα ἔνδηλος ἐπὶ τῶν ἀμπέλων τυγχάνει· πάντες γὰρ χρῶνται καὶ πάντες ἀμπελουρ‐ γοῦσιν ὑπ’ αὐτῆς ἀναγκαζόμενοι τῆς φύσεως διὰ τὴν εὐβλάστειαν καὶ πολυβλαστίαν· ὑπὲρ ἧς ἐπειδὴ καὶ ἐν | |
10 | τῇ κλάσει καὶ ἐν τοῖς ἄλλοις διηκρίβωται μάλισθ’ ἡ θεραπεία πειρατέον αὐτὰ καθ’ αὑτὰ θεωρεῖν ὕστερον· νῦν δ’ ὑπὲρ τῶν ἄλλων λέγωμεν. | |
Caus Plant.3.7.6 | Οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων μικρόν ἐστι τὸ καταστήσασθαί πως τὰ δένδρα καὶ τὰ κακῶς πεφυκότα καὶ τὰ ἐμποδίζοντα τοὺς καρποὺς ἀφαιρεῖν. Ἐμποδίζει γὰρ οὐ ταῦτα | |
5 | μόνον ἀλλὰ καὶ τὰ ἀπηρτημένα καὶ αὖα ὅλως τὰ πα‐ ρακαίρως πεφυκότα. Δι’ ὃ δεῖ ταῦτ’ ἐξαιροῦντα με‐ τατιθέναι τὴν βλάστησιν εἰς τὸ δέον· ἔοικε γὰρ ὥστε‐ περ ὀχετεία τις εἶναι τῆς τροφῆς τῶν δένδρων ὅπως ἂν ἄγῃ τις· εἰς γὰρ τὰ καταλειπόμενα ῥεῖ καὶ ταῦτ’ | |
10 | αὔξει. | |
Caus Plant.3.7.7 | Τοῦτο δὲ ξυμβαίνει δι’ ὅτι τοῖς μέρεσιν ἄριστα πέφυκε καὶ ἔτι προσεπιβλαστάνει κατ’ ἐνιαυ‐ τόν· ἐπεὶ καὶ εἴ τις ἀεὶ βούλεται κολούειν τὰ ἄνω πρὸς τὰς ῥίζας ἡ τροφὴ πᾶσα φέρεται κἀκεῖναι λαμ‐ | |
5 | βάνουσιν αὔξησιν ὥστε συνταρροῦσθαι τὰ χωρία, καὶ τέλος ἀναυξῆ γίνεται τὰ ἄνω πάσης ἐνταῦθ’ ὡρμη‐ κυίας τῆς τροφῆς· οἷον γὰρ ἤδη φύσις γέγονε χρονι‐ σθέντων. Ἡ μὲν οὖν ἄμπελος ἀεὶ τὴν τομὴν ἐπιζη‐ τεῖ κατ’ ἐνιαυτὸν διὰ τὸ εὐαυξὲς τὰ δὲ ἄλλα τὰ μὲν | |
10 | παρ’ ἔτος τὰ δὲ διὰ τετραετίας, οὐδὲν γὰρ οὕτως εὐαυξές· ἐπεὶ εἴ γέ τι τοιοῦτον εἴη δέοιτ’ ἄν. | 226 |
Caus Plant.3.7.8 | Ἀφαιρεῖν ἀπὸ τῶν ὑγρῶν περίεργον ἅμα δ’ ἡ ἕλκω‐ σις πόνον παρέχει καὶ κακοῖ τὰ δένδρα· δι’ ὃ καὶ μετὰ τὴν διακάθαρσιν εὐθὺς οἴονται δεῖν κοπρίζειν καὶ τὴν ἄλλην ἀποδιδόναι θεραπείαν, ὅπως ἐπαναλάβωσι τῇ | |
5 | τροφῇ τὴν κακοπάθειαν, ἀλλὰ μόνον τό γε συνεχὲς ἐν τῇ τῶν αὔων ἀφαιρέσει ποιεῖσθαι· ταῦτα γὰρ οὔτε πόνον ποιεῖ τῇ ἑλκώσει κωλύει τε προσηρτημένα τὰς τροφάς. | |
Caus Plant.3.7.9 | Ἐν δὲ τῇ διακαθάρσει τά τε μὴ κάρ‐ πιμα διαιρετέον καὶ ὅσα τῶν ἑτέρων αὔξησιν ἀφαι‐ ρεῖται καὶ ὅσα διαπέφυκεν, ἐν τοῖς ἔξω γὰρ δεῖ τὴν βλάστησιν εἶναι, καὶ ἔτι τὰ πυκνὰ καὶ ἀλλήλοις ἐπι‐ | |
5 | βάλλοντα καὶ ὅσα τὴν ἔκφυσιν ἐκ τῶν μέσων ἔχει· πάντα γὰρ ταῦτα καὶ τὸ πνεῦμα καὶ τὸν ἥλιον ἀφαι‐ ρεῖται. Δεῖ δὲ καὶ εὔπνουν εἶναι καὶ πρόσειλον τὸ δένδρον δι’ ὃ καὶ οὐ κακῶς οἱ οὕτω ῥυθμίζοντες ὥστε πρὸς μεσημβρίαν βλέπειν, καθάπερ οἱ τὰς συκᾶς καὶ | |
10 | τὰ ἄλλα καὶ μάλιστα τὴν ἐλάαν. | |
Caus Plant.3.7.10 | Ἐπεὶ δ’ ἐπί‐ πονος ἡ διακάθαρσις διὰ τὰς πληγὰς διὰ τοῦτ’ οὐ τὴν τυχοῦσαν ὥραν ἀλλὰ (τὴν) μετὰ πλειάδα ληπτέον· ἰσχυρότατα γὰρ τότε καὶ μάλιστα αὑτῶν τὰ δένδρα | |
5 | καταναλωκότα τὸ ὑγρὸν εἰς τοὺς καρποὺς ἕτερον δὲ οὐ‐ δέπω δεδεγμένα. Τὰ δ’ ὀψικαρπότερα δῆλον ὅτι κατὰ λόγον μετὰ τὴν τῶν καρπῶν ἀφαίρεσιν. Ἴδιον δ’ ἐπὶ τῆς συκῆς· μόνη γὰρ διακαθαίρεται μικρὸν πρὸ τῆς βλαστήσεως· αἴτιον δ’ ὅτι τότε μάλιστα εὐσύμ‐ | |
10 | φυτος· δεῖ δὲ τοῦτο σπεύδειν, ἀσθενὲς γὰρ ὂν καὶ μα‐ νὸν πονεῖ μάλιστα διὰ τοῦ μετοπώρου καὶ περὶ πλειάδα ξηροτέρας οὔσης τῆς ὥρας οὐ δυναμένη συμ‐ φῦναι σήπεταί τε παραρρέοντος τοῦ ὕδατος καὶ ὑπὸ τῶν χειμώνων κακοπαθεῖ καὶ τὸ ὅλον διαφθείρεται. | |
15 | Τοῦτο μὲν οὖν ἴδιον τῶν ἀσθενῶν καὶ μανῶν. | |
Caus Plant.3.7.11 | Οὐκ ἴση δὲ πάντων ἡ ἀφαίρεσις ἀλλὰ πλείων τῶν μᾶλλον δεομένων. Δεῖται δὲ τὰ εὐβλαστοῦντα πολ‐ λῆς γινομένης οἷον ἐλάα δοκεῖ καὶ ῥόα καὶ μύρρινος· ὅσῳ γὰρ ἄν τις ἐλάττω τούτοις καταλίπῃ βέλτιον βλα‐ | |
5 | στάνει καὶ τοὺς καρποὺς φέρει βέλτιον· τοῦτο δ’ ὅτι πυκνόβλαστα καὶ λεπτόβλαστά ἐστι καὶ ταχὺ παραυαι‐ νόμενα δι’ ὃ καὶ φρυγανικώτατα πάντων τῇ προσόψει. | |
Caus Plant.3.7.12 | Χρὴ δ’ ἐλάττονος ὅσα πρὸς τὰς τομὰς ἀσθενῆ κα‐ θάπερ ἄπιος καὶ μηλέα καὶ εἴ τι ἄλλο ξηρὸν καὶ λε‐ πτόφλοιον, καὶ γὰρ ταῦτα πονεῖ· δι’ ὃ καὶ τὰ αὖα τούτων ἢ ταῖς χερσὶν ἀφαιρεῖν ὥσπερ ἐλέχθη τινὲς | |
5 | κελεύουσιν ἢ τοῖς σιδήροις ὡς ἐλαφρότατα· κίνδυνος γὰρ ἅμα τῷ πόνῳ διὰ τὴν ἕλκωσιν. Ὥσπερ γὰρ καὶ τῶν ῥιζῶν ἐν τῇ σκαπάνῃ τιτρωσκομένων χείρω γίνε‐ ται, πολλάκις δὲ καὶ νοσεῖ καὶ ἀφαυαίνεται, τὸν αὐτὸν τρόπον οἴεσθαι χρὴ καὶ ἀπὸ τῶν ἄνωθεν ἐν τοῖς μὴ | |
10 | δυναμένοις φέρειν. Καὶ περὶ μὲν καθάρσεως ἀρκείτω τὰ εἰρημένα. | |
Caus Plant.3.8.1 | Ῥιζοτομεῖται δὲ μετὰ τὴν φυτείαν καὶ ὅταν ᾖ νέα πάνθ’ ὡς εἰπεῖν ὅπως τε κατὰ βάθους ὠθῶνται καὶ πλείω λαμβάνωσιν αὔξησιν, μάλιστα δ’ ὧν ἐπι‐ | |
πολῆς αἱ ῥίζαι καθάπερ ἐλάα καὶ ἄμπελος. Ὅταν | 227 | |
5 | δὲ πρεσβύτερα γένηται τὰς μὲν ἐπετείους καὶ ὅλως τὰς ἐπιπολῆς ἀφαιρετέον ὅπως αἱ κάτω πλείους καὶ ἰσχυ‐ ρότεραι γίγνωνται· φθείρουσι γὰρ ἐκεῖναι ταύτας καὶ ἐμποδίζουσιν, αὐταὶ δ’ οὐ δύνανται παρέχειν τροφὴν ἀλλὰ καὶ πονοῦσι καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύ‐ | |
10 | χους. Ἀφαιρετέον δὲ καὶ τὰς αὔας· προσηρτημέναι γὰρ καὶ ἄλλως λυμαίνονται καὶ σκώληκας ἐμποιοῦσι τοῖς δένδροις. | |
Caus Plant.3.8.2 | Τὰς δὲ ἄλλας οὐ κινητέον· οὐδὲ γὰρ τὴν διακάθαρσιν ἔστιν ὥσπερ τῶν ἄνω ποιεῖσθαι· καὶ γὰρ τὸ γυμνοῦν ἐπὶ πλέον χαλεπὸν καὶ ὅλως οὐκ εὔσημον ὅθεν ἀφαιρετέον. Ἅμα δὲ καὶ ὁποθενοῦν | |
5 | φυομένη μόνον δὲ ἰσχύουσα τὴν τροφὴν ἀποδώσει, κάλλιον δ’ ἐὰν πανταχόθεν· τὸ δὲ δὴ μῆκος καὶ πλάτος ὅσῳ ἂν ᾖ πλέον ὠφελιμώτερον ὥστε τὰ πρὸς τὴν βλά‐ στησιν καὶ τὴν εὐτροφίαν μόνον δεῖ παρασκευάζειν. | |
Caus Plant.3.8.3 | Περὶ δὲ ἀρδεύσεως καὶ ὑδάτων σχεδὸν εἴρηται πρό‐ τερον. Ὅσα γὰρ ἐν τοῖς οὐρανίοις ὠφέλιμα κατὰ ποίας ὥρας ἢ ἔτους ἢ νύκτωρ ἢ μεθ’ ἡμέραν δῆλον ὅτι καὶ ἐν τοῖς ἐπιρρύτοις καὶ ὀχετευομένοις ὁμοίως ἔσται. | |
5 | Τοῦ δὲ θέρους εὐλόγως μάλιστα χρῶνται διὰ τὴν σπά‐ νιν τῶν ἐκ διὸς καὶ ἅμα πρὸς τὴν ἐκτροφὴν τῶν καρ‐ πῶν ἀναγκαῖον. Οἱ δὲ καὶ οἴονται τότε μάλιστα δεῖ‐ σθαι πλείστης ἀφαιρέσεως καὶ κυριωτάτης γινομένης. | |
Caus Plant.3.8.4 | Ἰσχυρὸν δ’ ὥσπερ ἐν τοῖς ἄλλοις καὶ ἐν τούτοις τὸ ἔθος, οἷον γὰρ φύσις γίνεται. Δι’ ὃ καὶ τὰ ἐν τοῖς ξηροῖς καὶ ἀνύδροις οὐδὲν ζητεῖ πλὴν τὸ ἀναγκαῖον καὶ χείρω γίνεται βρεχόμενα καθάπερ τὰ εἰωθότα μὴ | |
5 | βρέχεσθαι. Καὶ κίνδυνος δὲ ἐὰν μὴ συνεχῶς ἀπο‐ διδῷ βρέχειν ἀρξάμενος. Ἐκείνην τε γὰρ ἀφαιρεῖται τὴν ἰσχὺν καὶ [τὴν] τροφὴν [καὶ] ἑτέραν οὐ διδοὺς ἀμφοτέρων παραιρέσει ἁμαρτάνει, ὥστε πολλάκις ὑπὸ τῶν καυμάτων αὐαίνεται. Σχεδὸν δὲ οἱ καρποὶ χεί‐ | |
10 | ρους τῶν γε πλεῖστον βρεχομένων, ἐὰν δὲ σύμμε‐ τρον λάβῃ πλείους καὶ πολλῷ καλλίους. | |
Caus Plant.3.9.1 | Περὶ δὲ κοπρίσεως ἀκολούθως δῆλον ὅτι τῇ διακαθάρσει λεκτέον τοὺς χρόνους ἄλλως τε εἰ καὶ μετ’ ἐκείνην εὐθὺς κοπρίζειν δεῖ· ἅμα δὲ καὶ οὐδ’ ἂν δύναιντο δέχεσθαι συνεχῶς ἀλλ’ ἀφαυαίνονται διὰ τὴν | |
5 | θερμότητα. Τὸ γὰρ τὴν ψιλὴν κοπρίζειν οὐχ ὅμοιον· ἐν ἐκείνῃ μὲν γὰρ εἰς πολλὰ μερίζεται καὶ ἐξαναλί‐ σκεται τὰ δεχόμενα τῶν σπερμάτων, ἐνταῦθα δὲ εἰς αὐτὰς τὰς ῥίζας δύεται καὶ οὐ δύναται πᾶν διαδιδόναι τοῖς καρποῖς οὐχ ὁμοίως εὔτροφον (ὂν) οὐδὲ πολύχουν, | |
10 | ὥστε πάλιν ἄλλης καὶ ἄλλης ἐπιγινομένης ὡς ἐκθερ‐ μαινόμενον αὐαίνεται. | |
Caus Plant.3.9.2 | Ἐπεὶ καὶ ὁ σῖτος, ἄν τις κατακόρως χρῆται καὶ [μὴ] ἐπιγίνηται πλῆθος ὕδατος· δι’ ὃ καὶ ταῖς ἐπομβρίαις χρησιμώτερος ὅ γε συνεχὴς καὶ πλείων κοπρισμὸς, ἐν δὲ ταῖς αὐχμώδεσι καὶ λε‐ | |
5 | πταῖς ὁ σύμμετρος. Διὰ ταῦτα δὲ ἴσως οὐδὲ ἡ δρι‐ μυτάτη τοῖς δένδροις ἁρμόττει. Καίτοι δόξειεν ἂν ἄτοπον εἶναι τὸ μὴ τοῖς ἰσχυροτάτοις τὴν ἰσχυροτά‐ την· ἀλλ’ ἐν τῷ προειρημένῳ τὸ αἴτιον ληπτέον. Ἐπεὶ καὶ τοῖς λαχάνοις διὰ τοῦθ’ ἁρμόττει μεθ’ ὑδρείας ἡ | |
10 | χύλωσις καὶ ὅλως ὅτι πολλῷ τῷ ὑγρῷ χρῶνται καὶ καθ’ ἡμέραν καὶ αὐτὰ φύσει ὑγρά· φυλλοφορεῖν γὰρ ἐθέ‐ λουσιν οὐ καρπογονεῖν αὐτά. | 228 |
Caus Plant.3.9.3 | Οὐ μὴν ἀλλ’ ἐνίαις γε χρῶνται καὶ πρὸς τὰ δένδρα τῶν ἰσχυροτέρων καὶ μάλιστα εἰς μαλακότητα καὶ μεταβολὴν τῶν καρπῶν, οἷον ὑείᾳ πρὸς τὸ γλυκαίνειν καὶ ἀπυρήνους ποιεῖν τὰς | |
5 | ῥόας καὶ τὰς ἀμυγδαλᾶς ἐκ πικρῶν γλυκείας καὶ ὡς παρὰ τοὺς μυρρίνους κελεύουσιν ἰσχυροτέραν ἔτι παραβάλλειν οἷον τὴν βυρσοδεψικὴν καὶ οὖρον παρα‐ χεῖν ὅταν ἐκβλαστήσωσιν ὡς ἂν ἀπυρήνων γινομένων· οἱ δὲ καὶ ἐλάᾳ συμφέρειν οἴονται πρὸς εὐκαρπίαν. | |
Caus Plant.3.9.4 | Ἔοικε δὲ καὶ τὸ ἐν τῇ ἀρχῇ μέγα διαφέρειν, εἴ γε καὶ τὰ τῶν σικύων σπέρματα γάλακτι βρεχόμενα καὶ με‐ λικράτῳ γλυκυτέρους ποιεῖ. Νομίσειε δ’ ἄν τις ταῦτα καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι λαχάνων, ἀλλ’ ἴσως τὸ | |
5 | δριμὺ χρησιμώτερον. Ἡ δὲ ῥίζα τῶν δένδρων ἀρχή τις οὖσα καὶ τὰ περικάρπια συνεξομοιοῖ τὰ ἐφ’ ἑαυτῆς. Περὶ μὲν οὖν τούτων καὶ πρότερον εἴρηται. Τὴν δὲ χρησίμην ἀεὶ πρὸς τὰς δυνάμεις ἀποδοτέον τῆς μὲν δριμυτέρας ἐλάττονα τῆς δὲ μαλακωτέρας πλείονα. | |
Caus Plant.3.9.5 | Δεῖ δὲ καὶ τὴν πρόσφορον ἑκάστοις τῶν δένδρων μὴ ἀγνοεῖν· οὐ γὰρ ὥσπερ ὕδωρ τὸ αὐτὸ πᾶσιν οὕτω καὶ κόπρος, ἀλλ’ ὥσπερ τὰ ἐδάφη πρὸς ἕκαστον οἰκεῖα οὕτω καὶ ἡ κόπρος. Ἐπεὶ καὶ κατὰ τὰς ἡλικίας τῶν δέν‐ | |
5 | δρων ἐστί τις διαφορά· δι’ ὃ καὶ φυτεύοντες ὑποβάλ‐ λουσιν εὐθὺς ὥσπερ ἐλέχθη τὴν τῶν λοφούρων ὅτι κουφοτάτη, τὸ δ’ ἀσθενὲς κουφοτάτης δεῖται. Τὸ δ’ ὅλον ἐν ταῖς θεραπείαις τῶν δένδρων ὅσα μὲν κοινὰ πᾶσίν ἐστι ταῦτα τῷ ποσῷ καὶ τῷ ποιῷ διοίσει καὶ | |
10 | τοῖς καιροῖς οἷον τομὴ, διακάθαρσις, σκαπάνη, κόπρισις. Ταῖς δ’ οὖν ἀμπέλοις ἢ διὰ τεττάρων ἢ πλειόνων ἐτῶν παραβάλλουσι κόπρον· οὐ γὰρ δύνανται φέρειν δι’ ἐλαττόνων οὐδ’ ἔστι βοήθεια καθάπερ τοῖς δένδροις ἡ ὕδρευσις, ἀλλ’ ἐκκαίονται. Δι’ ὃ καθάπερ ἐλέχθη ταῖς | |
15 | ἐπομβρίαις χώραις συμφέρει μᾶλλον· ἄλλως γὰρ κίν‐ δυνος μὴ ἐπιγινομένων τῶν ἐκ διός. | |
Caus Plant.3.10.1 | Σκαπάνη δὲ πᾶσι συμφέρει· τά τε γὰρ ἐμπο‐ δίζοντα καὶ τὰ παραιρούμενα τὰς τροφὰς ἐξαιρεῖ καὶ αὐτὴν τὴν γῆν ἐνικμοτέραν ποιεῖ καὶ κουφοτέραν· ἔτι δ’ ὁ ἀὴρ ἐγκαταμιγνύμενος, ἀνάγκη γὰρ ἐγκαταμίγνυ‐ | |
5 | σθαι κινουμένης, ἰκμάδα τέ τινα δίδωσι καὶ παρέχει τροφήν. Δι’ ὃ καὶ τὴν αὐχμώδη καὶ ἄνυδρον σκάπτειν δεῖ καὶ μεταβάλλειν πολλάκις ὥσπερ καὶ πρότερον εἴ‐ ρηται. Συμφέρει δ’ ἡ σκαπάνη καὶ τοῖς ἑλώδεσι καὶ τοῖς ἐφύδροις. Καίτοι δόξειεν ἂν ἄτοπον εἰ τοῖς ἐναν‐ | |
10 | τίοις· ἀλλ’ οὐδὲν ἄτοπον, τὴν μὲν γὰρ ξηραίνει τὴν δ’ ὑγραίνει, δεῖται δ’ ἑκάτερα τοῦ ἐναντίου. | |
Caus Plant.3.10.2 | Τροφῆς δὲ πλείονος καὶ βελτίονος γινομένης αὐτὸ τὸ δένδρον εὐθενεῖ καὶ οἱ καρποὶ καλλίους· ποιεῖ γὰρ καὶ τοὺς πυρῆνας ἐλάττους καὶ ὅσων ξυλώδη καὶ δερματικὰ τὰ | |
5 | ἐκτὸς οἷον ἀμυγδαλῆς, καρύας εὐβοϊκῆς, τούτων λεπτό‐ τερα ταῦτα τὰ δ’ ἐντὸς μείζω. Τὸ γὰρ ὅλον ἡ εὐ‐ τροφία διυγραίνει καὶ τὸ σαρκῶδες αὔξει. Διὰ ταῦτα καὶ κατὰ λόγον ἀμφοῖν τὸ συμβαῖνον. Ποιεῖ δὲ καὶ | |
εὐχυλότερα καὶ μείζω καὶ ἡδίω μετὰ τῆς ἄλλης θερα‐ | 229 | |
10 | πείας, ὅτι καὶ τροφὴ πλείων καὶ πέψις γίνεται μᾶλλον. Ἐπὶ δὲ τοῦ κράνου, περὶ τούτου γὰρ μάλιστα ἀντιλέ‐ γεται, δῆλον εἴπερ ὡς ἀληθῶς πλεῖον ἀναλαμβάνει τῆς συμμέτρου τροφῆς, ὡς ἧττον ποιεῖ εὔχυλον. Ὅπερ καὶ ἔπ’ ἄλλων συμβαίνει περικαρπίων ἐν ταῖς πιείραις | |
15 | λίαν χώραις καὶ εὐτρόφοις. | |
Caus Plant.3.10.3 | Ἡ μὲν οὖν σκαπάνη πάντα ταῦτα συναπεργάζεται καὶ τὸ ὅλον ὠφελεῖ διὰ τὸ ἐξαιρεῖν τὰ παραιρούμενα· ἐπεὶ καὶ τὰ παραφυ‐ τευόμενα καὶ τὰ παρασπειρόμενα διὰ τοῦτο βλάπτει | |
5 | πάντα τὰ δὲ καὶ ὅλως ἀναιρεῖ πλὴν ὅσα γ’ ἐν φαρ‐ μάκου μέρει· λέγω δ’ ὡς οἱ τὰς κριθὰς ἐπισπείροντες τοῖς τῶν ἀμπέλων φυτοῖς ἢ εἴ τι ἄλλο ξηρὸν ὅπως τῆς ὑγρότητος (τὸ πλῆθος) ἀφαιρεθῇ, καὶ ὡς ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὸ μὴ κατεσθίεσθαι καὶ εἰ δή τι | |
10 | ἄλλο τοιοῦτον· | |
Caus Plant.3.10.4 | καὶ ὅσα προσφιλῆ τυγχάνει καθάπερ δοκεῖ τῶν δένδρων ἐλάα καὶ μύρρινος· τάς τε γὰρ ῥίζας συμπλέκεσθαί φησι τῶν δένδρων Ἀνδροτίων καὶ τὰς τοῦ μυρρίνου ῥάβδους φύεσθαι διὰ τῶν ἀκρεμόνων τῆς | |
5 | ἐλάας, τόν τε καρπὸν ἔχοντα τοῦ ἡλίου καὶ τῶν ἀνέμων προβολὴν τὴν ἐλάαν ἁπαλὸν γίνεσθαι καὶ γλυκὺν, ἐλάττω δὲ τοῦ ἐν τοῖς προσείλοις. Ἄλλο δ’ οὐδὲν ἐθέλει φυ‐ τεύεσθαι πρὸς ταῖς ἐλάαις. | |
Caus Plant.3.10.5 | Εὐμενὲς δὲ καὶ ἡ πεύκη δοκεῖ πᾶσιν εἶναι διά τε τὸ μονόρριζος εἶναι καὶ βα‐ θύρριζος· ὑποφυτεύεται γὰρ ὑπ’ αὐτῇ καὶ μύρρινος καὶ δάφνη καὶ ἕτερα πλείω αὔξησιν λαμβάνει. Καὶ φα‐ | |
5 | νερὸν ὅτι μᾶλλον παροχλοῦσιν αἱ ῥίζαι τῆς σκιᾶς· σκιὰν γὰρ πολλὴν ποιεῖ ἡ πεύκη. Κατὰ λόγον δὲ καὶ τὰ ἄλλα τὰ ὀλιγόρριζα καὶ βαθύρριζα καὶ πρὸς τούτοις ὧν μὴ κατὰ τὴν αὐτὴν ὥραν ἡ βλάστησις καὶ καρπο‐ τοκία· | |
Caus Plant.3.10.6 | τροφήν τε γὰρ ἐλαχίστην παραιρεῖται ταῦτα καὶ παραλλάττοντες οἱ χρόνοι τῇ τε βλαστήσει καὶ τῇ τελειώσει τῶν καρπῶν ἧττον λυποῦσι. Χαλεπώτατα δὲ καὶ ἀμπέλῳ καὶ τοῖς ἄλλοις συκῆ καὶ ἐλάα· καὶ | |
5 | γὰρ τροφὴν πολλὴν ἀμφότερα λαμβάνει καὶ σκιὰν πα‐ ρέχει πλείστην· χαλεπὸν δὲ καὶ ἡ ἀμυγδαλῆ διά τε τὴν ἰσχὺν καὶ διὰ τὴν πολυρριζίαν. Καίτοι φυτεύουσί τινες ἐν ταῖς ἀμπέλοις ὡς ἀσινέστατον τροφῆς τε ἐλα‐ φρᾶς δεομένην καὶ ἅμα διὰ τὸ πρωΐκαρπον καὶ μὴ | |
10 | παλίσκιον ἥκιστα ἐνοχλοῦσαν· οὐ μὴν ὀρθῶς κελεύου‐ σιν. | |
Caus Plant.3.10.7 | Οὐ γὰρ οὕτως ἡ σκιὰ λυπεῖ καθάπερ εἴρηται καὶ τὸ ὄψιον ὡς ἡ ἰσχὺς τῶν ῥιζῶν· ἀφαιρεῖται γὰρ τὴν τροφὴν συντάρρων γινομένων. Ἀλλὰ κουφότατον καὶ ἀσινέστατον πάντων ἐστὶ μηλέα καὶ ῥόα· καὶ γὰρ οὐ | |
5 | πολύρριζα καὶ τροφῆς ἐλαφρᾶς δεῖται καὶ ταχὺ γηρά‐ σκουσιν ὥστε μὴ πολὺν χρόνον ἐνοχλεῖν. Ἁπλῶς δ’ ἅπαντα ἐπισινῆ καὶ βλάπτει τῇ παραφύσει. | |
Caus Plant.3.10.8 | Καίτοι συμβαίνει γ’ ἐνίοτε τῶν παραφύτων παραιρουμένου θατέρου καὶ θάτερον αὐαίνεσθαι· τοῦτο γὰρ ἤδη τινὶ συνέπεσεν ἅμα πεφυκυιῶν ἀναδενδράδων καὶ συκῶν ὡς | |
5 | αἱ συκαῖ παρῃρέθησαν· αἴτιον δ’ ὅτι μεγάλην ἐποίησε μεταβολὴν συνηυξημένων ἤδη καὶ συντεθραμμένων· ὥσπερ γὰρ μία φύσις ἐγεγένητο διὰ τὸν χρόνον. Ἐπεὶ νέων ὄντων εἴ τις παρεῖλεν οὐχ ὅτι ἂν ἀφαύανεν | |
ἀλλὰ καὶ εὐαυξεστέρας καὶ καλλίους ἐποίησε. Καὶ | 230 | |
10 | περὶ μὲν τῶν ἄλλων δένδρων ἐκ τούτων θεωρείσθω. | |
Caus Plant.3.11.1 | Περὶ δὲ ἀμπέλων ὅσα μὴ κοινὰ καὶ ἐν τοῖς πρότερον εἴρηται λεκτέον ὁμοίως. Ἐπεὶ δὲ καὶ τὰ γένη διαφέρει καὶ αἱ χῶραι τοῦτο χρὴ πειρᾶσθαι διαι‐ ρεῖν τὰ ποῖα ταῖς ποίαις οἰκεῖα. Κατὰ φύσιν μὲν γὰρ | |
5 | ἐὰν φυτεύῃ τις ἀγαθὰ, παρὰ φύσιν δὲ ἄκαρπα γίνεται. Τὸ δὲ κατὰ φύσιν σχεδὸν καθ’ ὁμοιότητά τινα λαμ‐ βάνουσιν ὥσπερ εἴπομεν, ἐν μὲν τῇ στερεᾷ καὶ αὐ‐ χμώδει τὰ στερεὰ καὶ τὰ τῶν λευκῶν καὶ τῶν μελάνων, ὡς δ’ ἐπὶ τὸ πᾶν τὰ μέλανα στερεώτερα, ἐν δὲ τῇ | |
10 | ἐπόμβρῳ τὰ μανά. Διάδηλα δὲ τὰ πυκνὰ καὶ τὰ μανὰ ταῖς μήτραις ἃς δεῖ θεωρεῖν ἀποτέμνοντας τὰ νέα τῶν κλημάτων· ἔχει γὰρ ἡ μὲν μανὴ πολλὴν τὸ δὲ ξύλον λεπτὸν, ἡ δὲ πυκνὴ μικρὰν τὸ δὲ ξύλον παχύ. | |
Caus Plant.3.11.2 | Ὅτι δὲ ἑκάτερον ἑκατέρᾳ τῇ χώρᾳ συμφέρει, διὰ τῶνδε φα‐ νερόν· ὧν μὲν γὰρ ἡ μήτρα μεγάλη τούτων καὶ οἱ πόροι πολλοὶ καὶ εὐρέες, ὧν δὲ μικρὰ στενοί τε καὶ | |
5 | ὀλίγοι· δι’ ὃ καὶ διὰ τοῦ ἔαρος τροφῆς ἐλάττονος δεῖται τὰ πυκνὰ καὶ ἅμα διατηρεῖν δύναται τὸ ὑγρὸν εἰς τὸ θέρος· ὁ γὰρ ἥλιος οὐχ ὁμοίως ἐξάγει διὰ τὴν πυκνό‐ τητα, δι’ ὃ μικρᾶς τῆς ἀφαιρέσεως γινομένης ἐπαρ‐ κοῦσιν αἱ ῥίζαι τὸ σύμμετρον εἰς τὸν καρπόν· αἱ δὲ | |
10 | μαναὶ πολλῆς μὲν τῆς ἀφαιρέσεως οὔσης ὀλίγης δὲ τῆς ἐπιρροῆς διὰ τὴν ξηρότητα τῆς γῆς τά τε κλήματα ἀσθενῆ καὶ τοὺς καρποὺς ἀτελεῖς φέρουσι. | |
Caus Plant.3.11.3 | Τῇ δὲ ἐπόμβρῳ προσφορώτατον τὸ γένος ἅτε πολλῆς τροφῆς δεόμενον καὶ μεγάλης ἀφαιρέσεως γινομένης, ὁ ἥλιος ἐξάγει γὰρ, τοσούτῳ μᾶλλον ἐπιδίδωσι καὶ εἰς μέγεθος | |
5 | καὶ εἰς εὐκαρπίαν ἄφθονον μὲν τροφὴν ἔχουσα ταύτης τε κατακρατοῦσα καὶ πέττουσα ῥᾳδίως. Διὰ τοῦτο γὰρ καὶ ἡ λειμωνία δοκεῖ ταῖς ἀμπέλοις εἶναι [καὶ] κρατίστη δι’ ὅτι πρὸς τῷ κούφη καὶ μὴ πίειρα εἶναι καὶ ἔφυδρός ἐστιν ὥστε μὴ δύνασθαι τὸ οὐράνιον ὕδωρ διϊκνεῖσθαι | |
10 | πρὸς τὸ ἐκ τῆς γῆς. | |
Caus Plant.3.11.4 | Ἡ δὲ ἄμπελος ὕδατος πλεί‐ στου δεῖται διὰ τὸ καὶ ἐν τῷ καρπῷ πλεῖστον ἔχειν τὸ ὑγρὸν, ἔτι δὲ μάλιστ’ ἀντέχειν δύναται ἐν ταῖς ἐπομ‐ βρίαις. Ἐὰν δὲ ἡ χώρα μήτε αὐχμηρὰ μήτε ἔπομ‐ | |
5 | βρος ἀλλὰ μέση τυγχάνῃ τὰ ἀνὰ μέσον φυτεύειν ὅσα μήτε πυκνὰ μήτε μανά. Γένη μὲν οὖν πρὸς ἑκάστην ταῦτα οἰκεῖα διαιρεῖται. | |
Caus Plant.3.11.5 | Περὶ δὲ τῶν σπερμάτων ἐπείπερ ἰσχυρότατα δεῖ διὰ τοῦτό τινες κελεύουσιν ὡς ἐκ ψυχροτάτης χώρας λαμβάνειν· πυκνότατα γὰρ ὄντα μᾶλλον ἀντέχειν ὥστε καὶ ἐν ταῖς λεπταῖς ἀντιλαμ‐ | |
5 | βάνεσθαι καὶ ἐν ταῖς ἐπομβρίαις μὴ ἐκσήπεσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ μοσχεύματα δεῖν ἐς τὰς ἐπομβρίους μᾶλλον ἐμβάλλειν ἢ τὰ φυτεύματα πάντων τῶν δένδρων, ὅτι τὰς ῥίζας τὰς καθιεμένας τῶν φυτευμάτων ἀσθενεῖς οὔσας ἐκσήπει, τὰ δὲ τῶν μεμοσχευμένων ἰσχυρότερα | |
10 | καὶ εὐθὺς ἀντιλαμβάνεται. | |
Caus Plant.3.11.6 | Τὰ δὲ πάχη τῶν φυτῶν εἰς μὲν τὴν ἔπομβρον οἰκεῖα· δεῖ γὰρ ὅτι μάλιστα ἰσχυρὰ καθάπερ λέγομεν· εἰς δὲ τὴν αὐχμηρὰν μήτε παχέα μήτε ἄγαν λεπτά· τὰ μὲν γὰρ οὐκ ἂν δύναιντο | |
5 | σῆψαι τὰ δὲ ἀσθενῆ κίνδυνος μὴ πρὸ τῆς βλαστήσεως | |
ἀποξηρανθῇ. Παραλλάττουσι δὲ καὶ οἱ χρόνοι τῆς φυτείας καθ’ ἑκάτερον· τὴν μὲν γὰρ ἔπομβρον καὶ ψυ‐ χρὰν ὀλίγον πρὸ ἰσημερίας δεῖ, τότε γὰρ ξηροτάτη καὶ θερμοτάτη· τὴν δ’ αὐχμηρὰν καὶ θερμὴν μεθ’ ἡλίου | 231 | |
10 | τροπάς· ὅσῳ γὰρ ἂν μᾶλλον βρέχηται τοσούτῳ βελτίων ἡ βλάστησις· τὴν δ’ ἄλλην ἅπασαν τεκμαιρόμενον πρὸς τοῦτο τὸν χρόνον. | |
Caus Plant.3.12.1 | Χρὴ δὲ καὶ τὴν ἐργασίαν ποιεῖσθαι πρὸς τὴν χώραν εὐθὺς ἀπ’ αὐτῶν τῶν γύρων ἀρξαμένους· οἷον ἐν τῇ ἐπόμβρῳ μήτε μεγάλους ὀρύττοντας μήτε βαθεῖς ὅπως μὴ πολὺ συνιστάμενον ἐκσήπῃ τὸ ὕδωρ· διὰ τοῦτο | |
5 | γὰρ ἐὰν σφόδρα κάτομβρος ᾖ τοῖς παττάλοις τοῖς σι‐ δηροῖς φυτεύουσι. Μηδὲ δὴ συσκάπτειν αὐτοετεὶ μηδὲ τῷ ὕστερον ὅπως μάλισθ’ ὁ ἥλιος ξηραίνῃ τὴν κατὰ τὸ φυτὸν γῆν· ἐὰν δὲ αὐχμηρὰ καὶ ξηρὰ δῆλον ὡς ἐναντίως. Οὐ γὰρ γύρους ἀλλὰ πᾶσαν εἰ δύνατον | |
10 | ὀρυκτέον ἵν’ ὡς μάλιστα συνεργασθεῖσα δέχηται τὸ ὕδωρ. Εἰ δὲ μὴ τάφρους ὡς βαθυτάτας καὶ μεγίστας ποιοῦντα συσκάπτειν ὅτι μάλιστα πρὸς αὐτὸ τὸ φυτὸν ὅπως ἥκιστα διαθερμαίνηται τοῦ θέρους. | |
Caus Plant.3.12.2 | Ὁμοίως δὲ καὶ τἆλλα τὰ τούτοις ἀκόλουθα ποιεῖν. Ὡς γὰρ ἁπλῶς εἰπεῖν ἀληθὲς τὸ καὶ πρότερον λεχθὲν ὅτι δεῖ ταῖς ἐργασίαις τὴν μὲν ὑγρὰν ξηραίνειν τὴν δὲ ξηρὰν | |
5 | ὑγραίνειν· δι’ ὃ καὶ τοῦ ἔαρος κελεύουσιν ὡς βαθύτατα σκάπτειν ὅπως ὅτι πλεῖστον ἐγκαταμιχθὲν πνεῦμα πα‐ ράσχῃ τροφήν. Ὥσπερ γὰρ εἴρηται πολλάκις οὐκ ἀπὸ τῆς γῆς μόνον ἀλλὰ καὶ ἀπὸ τοῦ ἡλίου καὶ ἀπὸ τοῦ ἀέρος ἡ τροφή. | |
Caus Plant.3.12.3 | Λαμβάνουσι δὲ καὶ κατὰ τὰς ὀρεινὰς καὶ ἀνεμώδεις τὰ πρόσφορα ταῖς φυτείαις, οἷον τούς τε γύρους ὀρύττοντες τοῖς καθεστῶσι πνεύμασι καὶ τὸ φυτὸν τιθέντες τὸν αὐτὸν τρόπον ὅπως ἡ βλά‐ | |
5 | στησις μὴ ἐναντία γίνηται τῷ πνεύματι, θραύεσθαι γὰρ ἐκείνως ἀνάγκη, μηδ’ ἔμπαλιν ὑπερπεσοῦσα παρὰ φύσιν αὔξηται· τούτων γάρ τι πάσχουσα χείρων ἡ ἄμπελος. Ὡσαύτως δὲ καὶ τὰ ἄλλα τὰ ἀκόλουθα πρὸς τὴν χώραν. Τὰς μὲν οὖν φυτείας οὕτω καὶ διὰ ταῦτα | |
10 | ποιοῦνται. | |
Caus Plant.3.13.1 | Τὰς δὲ τομὰς πανταχοῦ τῶν φυτῶν βραχείας ὡς αἱ ῥίζαι σωθῶσι καὶ αὐξηθῶσι· ἅμα δὲ ἡ γῆ αὐχμηρὰ καὶ τρέφειν ἀδύνατος τὰ πολλά. Κατὰ δὲ τὴν ὀρεινὴν καὶ ψυχρὰν ἢ καὶ ὅλως ἔναυρον κατὰ τὸ ἔαρ τέμνειν | |
5 | εὐλαβοῦνται, τὸ γὰρ ψύχος ἀποξηραίνει. Ὥραν δὲ τῆς τομῆς σχεδὸν τὴν αὐτὴν πᾶσιν ἀποδιδόασιν ὑπ’ αὐτὴν τὴν βλάστησιν ὅπως τὸ φυτὸν πλῆρες ὂν τοῦ ὑγροῦ πρὸς τὴν ἀφαίρεσιν ὁρμήσῃ καὶ ὁ βλαστὸς ὅτι κάλλιστος γένηται· | |
Caus Plant.3.13.2 | τὴν γὰρ τομὴν ταύτην οὐ καρποῦ χάριν ἀλλὰ βλαστοῦ γίνεσθαι, τὴν δὲ μετοπωρινὴν καρποῦ δι’ ὅπερ ἐκείνην ποιητέον εὐθὺ μετὰ πλειάδος δύσιν· τοτὲ γὰρ εἶναι συνεστηκότα τε μάλιστα καὶ | |
5 | ἥκιστα τεμνόμενα δακρυρροεῖν καὶ ῥήγνυσθαι. Μεθ’ ἡλίου δὲ τροπὰς καὶ μετὰ ζεφύρου πνοὰς ἀμφότερα πάσχειν ταῦτα τεμνόμενα καὶ τό τε φυτὸν πονεῖν καὶ τὸν βλαστὸν ἐξ ἄκρου φύεσθαι πρὸς τῇ τομῇ διὰ τὸ τὴν τροφὴν τὴν μὲν ἐξερρυηκέναι τὴν δ’ ἐν τοῖς ἄκροις | |
10 | καταλελεῖφθαι. | |
Caus Plant.3.13.3 | Τέμνειν δὲ τὰ μὲν ἐν τῇ χέρσῳ φυτευόμενα τῷ τρίτῳ ἔτει· θᾶττον γὰρ παραγίνεσθαι διὰ τὸ νεοργοτάτην εἶναι τὴν γῆν καὶ ἀκάρπωτον. Τὰ δ’ ἐν τῇ γεωργουμένῃ ὀψιαίτερον. Τὴν δ’ ἄμπελον | 232 |
5 | ἄγειν δεῖ κύκλῳ περὶ τὸν πυθμένα· πανταχόθεν γὰρ ὁμαλοῦς οὔσης καλλίων καὶ εὐκαρποτέρα· τοῦτο δ’ οὐ χαλεπὸν ἐάν τις καταλίπῃ μὴ τὰ κάλλισθ’ ὡρμηκότα τῶν κλημάτων ἀλλὰ τὰ ἄριστα πεφυκότα πρὸς τὴν ἀγωγήν· ἀρκεῖ γὰρ εἷς ὀφθαλμὸς λειφθεὶς εἰς τὸ δέον. | |
Caus Plant.3.13.4 | Ἐὰν δέ τις ἀπορῇ καὶ τοῦτο διὰ τὸ τὴν ἄμπελον μὴ ὡρμηκέναι κατὰ τὸ αὐτὸ τῶν λειφθέντων κλημάτων ἀφελεῖν τοὺς ἐντὸς ὀφθαλμοὺς ὅπως εἰς τοὺς ἔξω ῥέουσα ἡ τροφὴ σχίσῃ τὴν ἄμπελον· ἀεὶ γὰρ πρὸς τὸ ζῶν καὶ | |
5 | τὸ δεχόμενον ἡ ἐπιρροὴ, δι’ ὃ καθάπερ ἐλέχθη ῥᾴδιον ποιεῖν τὰς ἀγωγάς. Τοῦτο δ’ ἐν ταῖς ἐνίκμοις καὶ ἀγαθαῖς· ἐν δὲ ταῖς αὐχμώδεσι καὶ ξηραῖς ἀνάγκη τὰ βέλτιστα λείπειν· ξηρὰ γὰρ οὖσα καὶ ὀλιγοτρόφος οὐ ῥᾳδίως ἕτερα προήσεται, δι’ ὃ συνακολουθητέον τῇ | |
10 | ὁρμῇ· χρὴ δὲ καὶ πρὸς τὰ πνεύματα τῇ αὐτῇ τομῇ χρῆσθαι καὶ μὴ βιάζεσθαι παρὰ φύσιν. Τῶν μὲν οὖν φυτῶν τοιαύτας καὶ διὰ ταῦτα ποιοῦνται τὰς θερα‐ πείας. | |
Caus Plant.3.14.1 | Τῶν δ’ ἀμπέλων τῶν τελέων ἤδη πρῶτον καὶ μέγιστόν ἐστιν ἡ κλάσις· καλῶς γὰρ ἀμπελουργουμένη καὶ εὐβλαστοτέρα καὶ εὐκαρποτέρα καὶ πολυχρονιω‐ τέρα γίνεται. Δεύτερον δὲ καὶ τρόπον τινὰ τούτῳ | |
5 | παραπλήσιον ἡ βλαστολογία· καὶ γὰρ ἐνταῦθα εἰδέναι δεῖ τὰ ποῖα συμφέρει καταλιπεῖν καὶ τὰ ποῖα ἀφαιρεῖν καὶ πρὸς τοὺς ἐτείους καρποὺς καὶ πρὸς τὴν ὕλην φύσιν. Τὰ δ’ ἄλλα ἤδη κοινότερα καὶ ῥᾴω πάντα δ’ ἔχοντα διαφορὰν ὥστε καιρὸν ζητεῖν καὶ τρόπον. | |
Caus Plant.3.14.2 | Αἱ δὲ διαφοραὶ κατὰ τὰς ὥρας τῶν ἔργων αἱ μὲν καὶ ἐν τοῖς ἄλλοις εἰσὶν, οὐ μὴν ἀλλὰ πλείστη γε κατὰ τὴν κλάσιν καὶ τὴν ἀμπελουργίαν ὑπὲρ ἧς καὶ πειρῶνταί γε διαιρεῖν ἅμα τοῖς τε γένεσι ποιούμενοι καὶ ταῖς χώραις | |
5 | τὸν ἀφορισμόν. Ὁ δ’ ἀφορισμὸς ἐν δυοῖν ἐν ποίαις ἕκαστα ὥραις δεῖ καὶ ἐν τῷ βραχυτομεῖν ἢ μακροτομεῖν· ἐπεὶ τό γ’ εἰς τὴν ἀγωγὴν καὶ τὴν ὅλην τομὴν τῶν ἀμπέλων πανταχοῦ τὰ αὐτά. | |
Caus Plant.3.14.3 | Σχεδὸν δ’ ἔνιοί γε τὸν αὐτὸν ἀποδιδόασιν ἐπί τε τῶν γενῶν καὶ τῆς ὁμοίας χώρας ἀφορισμόν· οἷον τὸ βραχυτομεῖν ἔν τε ταῖς καυσώδεσι καὶ ξηραῖς καὶ τῶν ἀμπέλων ὅσαι τοιαῦται τυγχάνουσιν. | |
5 | Ἐγκαρπότεραι γὰρ γίνονται διὰ τὸ μᾶλλον δύνασθαι τρέφειν· μακροτομεῖν δ’ ἐν ταῖς ἐναντίαις καὶ τὰς ἐναντίας οἷον ἐν ταῖς ἐφύγροις καὶ εὐτραφέσι καὶ ὅσαι τῶν ἀμπέλων τοιαῦται· φύσει τε γὰρ καρπιμωτέρας εἶναι καὶ τὸν γινόμενον καρπὸν ἐν ἄκροις μᾶλλον | |
10 | φύεσθαι τοῖς κλήμασιν. | |
Caus Plant.3.14.4 | Ἔνιοι δὲ καθόλου περὶ πασῶν διαιροῦσιν οὐκ εἰς τὰς χώρας ἀποβλέποντες ἀλλ’ εἰς αὐτὰ τὰ γένη καὶ τὰς διαθέσεις κελεύοντες σκοπεῖν πρὸς τὴν μήτραν ὥσπερ ἐπὶ τῶν αὐτῶν εἴπομεν ἐν τοῖς | |
5 | ἀποτεμνομένοις τῶν νέων κλημάτων. Ἐὰν μὲν γὰρ ἔχῃ πολλὴν πολλὰ καὶ βραχέα καταλιπεῖν, ὅπως βρα‐ χέων μὲν ὄντων δύνηται τρέφειν ἀπὸ πολλῶν δὲ πολὺς | |
ὁ καρπὸς γίνηται, ἐὰν δ’ ὀλίγην καὶ πολὺ τοῦ ἔνου κλήματος ἔχωσιν, ἐλάττω μὲν τὸ πλῆθος μείζω δὲ τὸ | 233 | |
10 | μέγεθος· ἀεὶ δὲ ὅσῳ ἐλάττω τὴν μήτραν τοσούτῳ μα‐ κρότερα λείπειν ἐν ἁπάσαις. | |
Caus Plant.3.14.5 | Καθόλου μὲν οὖν οὕτω τὸ μέγεθος καὶ τὴν βραχύτητα τῶν κλημάτων καθ’ ἑκάστην ποιεῖσθαι πρὸς τὴν μήτραν τὴν ἐν τοῖς ἀποτόμοις, ὅπως ἴση τὸ πλάτος ᾖ τῷ περιειληφότι | |
5 | κλήματι. Τῆς γὰρ ἀμπέλου τεμνομένης ἐξ ἴσου πρός τε τὴν ἕξιν τὴν ἑαυτῆς καὶ πρὸς τὴν τοῦ καρποῦ φορὰν πολυχρόνιον ἔσεσθαι καὶ ἀγαθὴν διὰ τέλους. Ἐὰν δὲ ἡ μήτρα πλέον μέρος κατέχῃ τῆς τομῆς καρπὸν μὲν γίνεσθαι πολὺν τὰ δὲ κλήματα ἀμενηνὰ διὰ τὴν τῆς | |
10 | τροφῆς ἀσθένειαν. | |
Caus Plant.3.14.6 | Ἐὰν δὲ αὖ τὸ κλῆμα τὸ ἐν τῇ τομῇ δυνατὸν ᾖ καὶ νεανικὸν καρπὸν ὀλίγον ἀπὸ μι‐ κρᾶς τῆς μήτρας· γίνεσθαι γὰρ τὸν μὲν βότρυν ἀπὸ τῆς μήτρας τὸ δὲ κλῆμα ἀπὸ τοῦ περιειληφότος κλή‐ | |
5 | ματος· δηλοῦν δὲ τὴν ἄμπελον αὐτήν. Τὰ γὰρ ἐκ τῶν ἔνων νέα βλαστήματα πάντα ἄκαρπα γίνεσθαι διὰ τὴν μικρότητα τῆς μήτρας καὶ τὰς νέας τῶν πα‐ λαιῶν ἀφορωτέρας διὰ τὴν αὐτὴν αἰτίαν ὡς ἀπὸ τῆς μήτρας τῆς τε σαρκὸς καὶ τοῦ γιγάρτου γινομένου· | |
10 | ὅπερ οὐδ’ ὑπολαμβάνουσιν οὐδ’ ἔοικεν εἴπερ ἐξαιρεθείσης ἡ μὲν σὰρξ γίνεται τὸ δὲ γίγαρτον οὐ γίνεται, πλὴν εἰ ἄρα τοῦ ἐνδοτάτω τῆς μήτρας ἐξαιρουμένης. Τοῦτο μὲν οὖν ἐπισκεπτέον. | |
Caus Plant.3.14.7 | Εἰ δ’ ὅλως αἱ μείζους ἔχουσαι τὰς μήτρας εὐκαρπότεραι καὶ πολυκαρπότεραι τυγχά‐ νουσιν οὐδὲν ἂν διαφέροι πρὸς τὰ νῦν. Κοινοτάτην μὲν δὴ ταύτην εἶναι πάσαις. Ὅσαι δὲ κλήματα μὲν | |
5 | πολλὰ φύουσι καρπὸν δ’ ὀλίγον τούτων τὰ μὲν ἐξ ἄκρας τὰ πρῶτα ὡς μακρότατα λείπειν τὰ δὲ πρὸς αὐτὸ τὸ στέλεχος βραχέα, ὅπως ἀπὸ μὲν τῆς βραχείας τομῆς ἡ ἄμπελος αὔξηται ἀπὸ δὲ τῶν ἐξ ἄκρου κλημάτων ὁ καρπὸς ἀπὸ μεγάλης τῆς μήτρας πολὺς (ᾖ). | |
Caus Plant.3.14.8 | Ὅταν δὲ βλαστάνῃ περιαιρεῖν τὰ ἄλλα πάντα πλὴν ὅσα καρπὸν ἔχει, τούτων (δ’) ἐπικνίζειν τὰς κορυφὰς ἐν αὐταῖς ταῖς οἰνάνθαις, ἵνα μήθ’ ἡ ἄμπελος εἰς τοῦτο τὸ κλῆμα ἀφίῃ τὴν αὔξησιν ὅπερ ἀποτέμνεται, ἥ τε | |
5 | περιοῦσα τροφὴ συνειληθεῖσα ἐπὶ ταῖς οἰνάνθαις αὔξῃ τὸν βότρυν. Ἀεὶ γὰρ δεῖ τοῦτο ζητεῖν ἐκ τῆς τομῆς ὅπως ἥ τε ἄμπελος ἰσχύσει καὶ ὁ καρπὸς ἔσται πολύς. Αὕτη μὲν δὴ καθόλου τίς ἐστι κοινὴ πάσαις. | |
Caus Plant.3.15.1 | Ὥραν δὲ τῆς ἀμπελουργίας οἱ μὲν ταῖς χώ‐ ραις μόνον διαιροῦσιν οἱ δὲ καὶ τῶν γενῶν ἐφάπτονται. Κελεύουσι δὲ τὰς μὲν ἐν τῇ ξηρᾷ καὶ θερμῇ πρωΐας ἀμπελουργεῖν ὅταν τάχιστα παύσωνται φυλλοβολοῦ‐ | |
5 | σαι, τὰς δ’ ἐν τῇ ψυχρᾷ καὶ ἐπόμβρῳ μικρὸν πρὸ τῆς βλαστήσεως. Αἱ μὲν γὰρ ἐν τῇ ξηρᾷ διασώζουσαι τὸ ὑγρὸν αὐταί τε βελτίους γίγνονται καὶ ὁ καρπὸς ἡδυοι‐ νότερος, αἱ δὲ ἐν τῇ ψυχρᾷ μεθεῖσαι τὸ ὕδωρ αὐταὶ μὲν οὐδὲν χείρους ὁ δὲ καρπὸς ἀσηπτότερος καὶ ἡδυοι‐ | |
10 | νότερος. Τὰς δ’ ἐν τῇ μέσῃ καὶ εὐκράτῳ κατὰ τὸ μέσον τῶν ὡρῶν. | |
Caus Plant.3.15.2 | Ἔνιοι δὲ ὅλως πρωῒ πάσας κελεύουσιν ὥσπερ εἴπομεν ὅτι παχύτερόν τε τὸ κλῆμα γίνεται καὶ ἀμβλωπεῖς οὐκ ἔσονται καὶ ἐν εὐδίᾳ συμ‐ | |
βήσεται τὰς τομὰς ἐπιξηραίνεσθαι· πάντα δὲ ταῦτα | 234 | |
5 | συμφέρει. Χειμῶνος μὲν γὰρ οἱ πολλοὶ τῶν ὀφθαλ‐ μῶν ἀπόλλυνται ῥίγει καὶ ἡ τομὴ βίᾳ ξηραινομένη ῥήγνυται, τοῦ δὲ ἔαρος ῥεῖ τό τε δάκρυον καὶ ἀμβλω‐ πεῖς ἐπιγίνονται πολλαί. | |
Caus Plant.3.15.3 | Καίτοι τινὲς οὐ διὰ τοῦθ’ ὑπολαμβάνουσιν ἀλλ’ ὡς τίκτουσαν τὴν ἄμπελον εὐθὺς ὅταν τρυγηθῇ καὶ τότε γινόμενον τὸν καρπόν· οὐ γὰρ οἷόν θ’ ἅμα δύο γόνους ἔχειν· οὐκ ὀρθῶς λέγοντες· γί‐ | |
5 | νεσθαι γὰρ θέρους τὸν καρπὸν ὅταν ᾖ πολὺ τὸ ὑγρόν· ἐκ τούτου γὰρ τὴν γένεσιν εἶναι· τεκμήριον δέ· ἐὰν γάρ τις ἐργάσηται τὰς διὰ χειμῶνος ἀργὰς ἀρχομένου τοῦ θέρους εὐθὺ τὰ κλήματα πυκνόφθαλμα γίνεσθαι διὰ τὸ πλῆθος τοῦ ὑγροῦ· τοῦτο δὲ τὴν ἐργασίαν ποιεῖν ὅτι | |
10 | πληροῖ. Τὸν δ’ ἥλιον θερμαίνοντα πηγνύναι καὶ πυκ‐ νοτέρους τοὺς ὀφθαλμοὺς γίνεσθαι καὶ βότρυς πλείους. | |
Caus Plant.3.15.4 | Οἱ δὲ ταῦτα κελεύοντες ἄλλως πως τὰς αἰτίας λέ‐ γουσι· φασὶ γὰρ τοῦτο δεῖν ἐν τῇ θερμῇ καὶ λεπτῇ καὶ διὰ τοῦτο πρωῒ ποιεῖν ὅπως τὸ ὕδωρ εἰς τὰ καιριώτατα τῶν κλημάτων ἔλθῃ καὶ ἔχῃ τροφὴν ἐν τῷ θέρει· τὰς | |
5 | δ’ ἐν τοῖς ἐφύδροις ἢ ὅσα τῶν γενῶν ὑβριστικὰ τοῦ ἦρος ὅπως διεσκεδασμένου τοῦ ὑγροῦ καὶ τμηθείσης ἐν ὥρᾳ τοῦτ’ ἀπορρυῇ. Διὰ γὰρ τὸ πλῆθος οὐ πεττούσας τοῦθ’ ὑβρίζειν ἄλλως καὶ ἐκκληματοῦσθαι. Φυτοῖς δ’ οὖσι τοῖς τοιούτοις καὶ ἐπισπείρειν ἐπὶ τὰ ἄνδηρα | |
10 | δεῖ κριθὰς καὶ κυάμους ἐπειδὴ ταῦτα ξηραντικώτατα πάντων. | |
Caus Plant.3.15.5 | Αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται παρ’ ἑκάστων. Ἀκριβεστάτη δὲ ἡ ἐν ἀμφοῖν διαίρεσις, ἔν τε ταῖς χώραις καὶ τοῖς γένεσι καὶ πρὸς τὰς ὥρας καὶ πρὸς τὸ βραχυτομεῖν ἢ μακροτομεῖν. Ἔνια γὰρ οὐ | |
5 | φέρουσι κἂν βραχὺ τμηθῶσιν ἀλλ’ εἰς τὴν βλάστησιν τρέπονται καθάπερ ἡ ἀφυταῖος καλουμένη. Καὶ ἐν Ἀκάνθῳ δὲ ἐπὶ τέτταρας ὀφθαλμοὺς ἐλαχίστους τέμ‐ νουσιν. Αἱ δὲ μακροτομούμεναι ταχὺ καταγηρά‐ σκουσι διὰ τὴν πολυκαρπίαν. Νέας δ’ οὖν οὔσας | |
10 | ἀναγκαῖον βραχυτομεῖν ὅπως καὶ ῥιζωθῶσι καὶ αὐξη‐ θῶσι. Καὶ περὶ μὲν ἀμπελουργίας ἐκ τούτων ἄν τις θεωρήσειεν. | |
Caus Plant.3.16.1 | Ἐπεὶ δ’ ὅμοιον τῷ τοιούτῳ καὶ ὥσπερ δεύ‐ τερον ἡ βλαστολογία δεῖ καὶ ταύτην εὐθὺς ποιεῖσθαι καὶ βλαστολογεῖν ὅταν διαφαίνωσι τὸν καρπόν. Μετὰ δὲ ταῦτα εὐθὺς τὸ δεύτερον σκάπτειν ὅπως ὅ τε καρ‐ | |
5 | πὸς καὶ ὁ βλαστὸς νέος ὢν καὶ ἐν ὁρμῇ τοῦ βλαστάνειν ὡραίαν λάβη τὴν σκαπάνην, ἔπειτα πάλιν βλαστολο‐ γεῖν πρὸ τοῦ ἀνθεῖν. Συμβαίνει γὰρ ἐν τούτῳ τὸ βοστρύχιον αὔξεσθαι διὰ τὸ μήπω συνεστᾶναι τὰς ῥά‐ γας, ὅταν δὲ ἀπανθήσῃ τὸ μὲν συνέστηκεν αἱ δὲ συ‐ | |
10 | νίστανται καὶ αὔξονται. | |
Caus Plant.3.16.2 | Τὸ δ’ ὅλον ἀκμαῖα μάλιστ’ ἀποδίδοσθαι ζητεῖ τῶν ἔργων ἥ τε βλαστολο‐ γία καὶ ὁ σκαφητὸς ὁ μέσος· τῇ γὰρ ἀμπέλῳ τότε συμβαίνει πρὸς αὔξησιν ὁρμᾷν τῶν τε παρόντων καρ‐ | |
5 | πῶν καὶ τῶν βλαστῶν ἐν οἷς ἄρχεται γονεύειν τὸν εἰς νέωτα καρπόν. Ἐὰν οὖν ὁ καιρὸς μὴ παρεθῇ καλῶς γονεύσει· βλαστάνει δὲ μεχρὶ τοῦ κυνὸς ἐπιτολῆς, ὅταν δὲ ἐπιτείλῃ παύεται τὰ μέλλοντα καλῶς ἐγκύ‐ | |
μονα γίνεσθαι. Θερμαίνοντος γὰρ τοῦ ἡλίου τὸ | 235 | |
10 | προηγούμενον τῶν βλαστῶν ἁπαλὸν ἀποσκληρύνεται καὶ παύεται· πεπαυμένης δὲ τῆς αὐξήσεως φύσιν ἔχει τὸ συνίστασθαι τὴν ὑγρότητα τοῦ βλαστοῦ καὶ ἐκ ταύ‐ της φύεσθαι τὸν καρπόν. Ὅσα δ’ ἐν παλινσκίοις ἢ ἐφύδροις ἐστὶ κρατεῖ τοῦ ἡλίου καὶ πλείω χρόνον αὔ‐ | |
15 | ξεται. | |
Caus Plant.3.16.3 | Καιρὸν δέ τινα ζητεῖ καὶ ἡ διαστολὴ καὶ ἡ κόλουσις, οὐ μὴν ἄσημον γ’ ὁμοίως οὐδὲ χαλεπὸν καταμαθεῖν. Τὴν δ’ ὑποκόνισιν τὸ μὲν ἐν τοῖς πρώ‐ τοις καιροῖς ὅταν ἄρχωνται περκάζειν οἱ βότρυες μὴ | |
5 | ἐᾷν ἄχρι οὗ πεπανθῶσιν ὀρθῶς ἔχει· κωλύουσι γὰρ τὴν ὁρμὴν τῆς πέψεως ἀντισπῶντες ἑτέρᾳ κινήσει· δι’ ὃ οὐδὲ τὴν πόαν οἴονται δεῖν ἐκτίλλειν. Ὡς δ’ ὅλως ἀχρεῖον καὶ βλάπτον οὐκ ὀρθῶς· ἥ τε γὰρ χρεία μαρ‐ τυρεῖ καὶ τὸ ἐφ’ ἑτέρων γινόμενον· οἱ γὰρ σίκυοι δο‐ | |
10 | κοῦσι τρέφεσθαι τούτῳ καὶ ἁπαλώτεροι γίνεσθαι κατα‐ κρυπτόμενοι τῷ κονιορτῷ δι’ ὃ καὶ Μεγαρεῖς κρύ‐ πτουσι. | |
Caus Plant.3.16.4 | Θαυμάζεται δ’ εἰ ξηρὸς ὢν τρέφει· τὸ δ’ αἴτιον ἴσως ἐκ πλειόνων ἂν εἴη καὶ τῷ κινουμένης τῆς γῆς ἀναδίδοσθαι τροφὴν ἐνίκμου τινὸς ἀέρος ὥσπερ ἐπὶ τῶν ἀτμωδῶν ἐλέχθη καὶ τῷ προβολὴν ἅμα πρὸς τὸν | |
5 | ἥλιον εἶναι· καὶ ἔτι καταξηραινόμενος ἁπαλῇ ξηρότητι καὶ μαλακῇ μᾶλλον ἐπισπᾶται τὴν τροφὴν ἐκ τοῦ ἀέρος· πάντα γὰρ ταῦτα συνεργεῖ καὶ πρὸς εὐτροφίαν καὶ πέψιν. Ἡ δὲ τῶν σικύων κατάκρυψις οὐκ ἄλογος· ἀναξηραίνων γὰρ ὁ ἥλιος σκληρύνει δι’ ὃ καὶ ὑπὸ τὰ | |
10 | φύλλα κρύπτουσιν ὥστε ἐπιβολὴν ἔχοντες καὶ βρεχό‐ μενοι ἀμφοτέρως εὐτραφεῖς γίνονται καὶ ἁπαλοί. Καὶ περὶ μὲν ἀμπέλων ἱκανῶς εἰρήσθω. | |
Caus Plant.3.17.1 | Πάντων δὲ ἰδιώτατον εἶναι δοκεῖ τῶν κατὰ τὰς θεραπείας οἱ ἅλες οἱ τοῖς φοίνιξι παραβαλλόμενοι, καὶ γὰρ πρὸς εὐβλαστίαν καὶ πρὸς εὐκαρπίαν χρήσι‐ μοι· ἐπεὶ ὅσα γε πρὸς ἰατρείαν τινὰ τῶν τοιούτων ἢ | |
5 | φυλακὴν οὐδὲν ἄτοπον οἷον ἡ τέφρα ταῖς τε συκαῖς καὶ τῷ πηγάνῳ [ξηρὰ γὰρ] πρὸς τὸ μὴ σκωληκοῦσθαι μηδὲ σήπεσθαι τὰς ῥίζας· βοηθεῖ γὰρ καταξηραί‐ νουσα. | |
Caus Plant.3.17.2 | Περὶ δὲ τῶν ἁλῶν ἢ τῆς ἅλμης ἣν παρέ‐ χουσιν, οἱ μὲν γὰρ οὕτως ποιοῦσιν οἱ δ’ ἐκείνως, ἁπλῆ μέν τις αἰτία δι’ ὅτι φιλεῖ χωρία ἁλμυρώδη. Σημεῖον δ’ ὅτι παρ’ οἷς πλῆθος φοινίκων ἐν τούτοις (ἅλς) ἐστιν, | |
5 | οἷον Λιβύῃ, Συρίᾳ, ταῖς ἄλλαις ὥστε καθάπερ οἰκείαν τινὰ βοήθειαν βοηθοῦσι διὰ τῶν ἁλῶν. Ὅτι μὲν γὰρ ὁ φοῖνιξ χαίρει τῷ ἁλμώδει κοινή τις ἂν αἰτία λέγοιτο περὶ πάντων ὅσα ζητεῖ τόπους διαφόρους ἀπὸ τῶν πρώτων καὶ μεγίστων ἀρχομένοις οἷον ἐνύδρων χερ‐ | |
10 | σαίων καὶ ὅσαι δὴ καθ’ ἑκάτερα τούτων διαφοραί. | |
Caus Plant.3.17.3 | Δῆλον γὰρ ὡς τῇ κράσει πως σύμμετροί τε καὶ οἰ‐ κεῖοι καθ’ ἕκαστα τυγχάνουσιν ὥσπερ ἐπὶ τῶν ζώων· ὁ γὰρ αὐτὸς λόγος καὶ περὶ τούτων καὶ ἡ αὐτὴ ζήτη‐ σις. Οὐ μὴν ἀλλ’ εἴ γέ τι καὶ περὶ τούτου ἴδιον χρὴ | |
5 | εἰπεῖν ἐν ἀμφοῖν τὴν αἰτίαν ζητητέον ἔν τε τῷ τὴν γῆν ποιάν τινα ποιεῖν καὶ ἐν τῷ τὰς ῥίζας ἅπερ ἄμφω συμ‐ βαίνει διὰ τῶν ἁλῶν· τὴν μὲν γὰρ ποιοῦσι κούφην καὶ χαύνην τὰς δὲ ῥίζας εὐτραφεστέρας καὶ παχυτέρας | |
ἑλκτικωτέρας ποιοῦντες τῷ πόρους τινὰς ἀνοίγειν καὶ | 236 | |
10 | ἔτι τῷ καταψύχειν, ὅπερ ἡ κόπρος οὐ ποιεῖ διὰ τὸ ἔμπυρον. | |
Caus Plant.3.17.4 | Ὁ δὲ φοῖνιξ τὸν μὲν ἀέρα τὸν περιέ‐ χοντα ζητεῖ θερμὸν, οὕτω γὰρ ἡ πέπανσις τοῦ καρ‐ ποῦ, τὰς δὲ ῥίζας καταψύχεσθαι διὰ τὴν ξηρότητα, τοῦτο δὲ ποιοῦσιν οἱ ἅλες. Ὅθεν καὶ τοῖς μὲν χρῶν‐ | |
5 | ται Βαβυλώνιοι, τῇ κόπρῳ δὲ οὐ χρῶνται. Τοῦ δὲ μόνῳ τούτῳ συμφέρειν τὴν ἰδιότητα τῆς φύσεως αἰτια‐ τέον· ὥσπερ γὰρ τὸ ξύλον καὶ αἱ ῥίζαι διάφοροι τῶν ἄλλων δι’ ὅπερ ἀναδηχθεῖσαι μᾶλλον ἐπισπῶνται τὴν τροφὴν καὶ αὐταὶ ἀρκοῦνται καὶ τὸ ὅλον δένδρον αὔ‐ | |
10 | ξουσι. | |
Caus Plant.3.17.5 | Ποιεῖ δὲ καὶ ὡς ἡ γεωργία τὰς ῥίζας πάν‐ των ἑλκτικωτέρας· οὕτω γὰρ καὶ ἐξημεροῦνται τῶν ἀγρίων ἔνια· καὶ ἡ κόπρος δ’ ἡ ἰσχυροτάτη τὸ αὐτὸ τοῦτο δρᾷ, καθάπερ ἡ σκυτοδεψικὴ τὰς τῶν μυρρίνων | |
5 | καὶ οὖρον παραχεόμενον· ἄμφω γὰρ διαδύνεται μᾶλ‐ λον· αἱ δὲ ῥίζαι δέονται τῆς ἀναδήξεως καί τινων ἄλ‐ λων τοιούτων καὶ τῶν ῥοιῶν· καὶ γὰρ ταύταις παρέ‐ χουσιν καὶ τὴν σκυτοδεψικὴν παραβάλλουσι πλὴν οὐχ ὁμοίως καὶ τῆς μυρρίνης ἀλλ’ ἧττον· | |
Caus Plant.3.17.6 | αἱ δ’ ὑγραὶ καὶ σαρκώδεις οὐ δέονται τῆς ἀναστομώσεως καὶ δή‐ ξεως. Ὅλως δ’ αἱ μεταβολαὶ τῶν δένδρων διὰ τὰς θεραπείας ὥστε ἐξ ὀξέων καὶ πικρῶν γλυκέα γίγνεσθαι | |
5 | καθάπερ αἵ τε ῥοαὶ καὶ αἱ ἀμυγδαλαῖ καὶ εἴ τι ἄλλο τῷ τὰς ῥίζας ἀλλοιοῦσθαι μεταβάλλει· μεταβάλλουσι δὲ κατὰ τὴν γῆν καὶ τὴν τροφήν· γλυκέα μὲν οὖν μετὰ τρία ἢ τέτταρα ἔτη γίνεται· τοσοῦτον γὰρ ἡ θεραπεία· ῥόαι δὲ πικραὶ διαμένουσι καί τινα πλείω χρόνον. | |
Caus Plant.3.17.7 | Μεταβολὴ δ’ εὐλόγως τῶν καρπῶν ἐκπεττομένης μᾶλ‐ λον τῆς τροφῆς, ἐκπέττεται δὲ τῷ τοιούτῳ ποιάν τινα τὴν ῥίζαν εἶναι. Τὸ δ’ ὅλον ὥσπερ καὶ πρότερον ἐλέχθη περὶ τῶν σπερμάτων κινουμένης καὶ μεταβαλλούσης | |
5 | τῆς ἀρχῆς συμμεταβάλλει καὶ τἆλλα καὶ ἡ ὅλη φύσις. Αἱ τροφαὶ δὲ κινοῦσιν καὶ ἐξαλλοιοῦσιν ἐὰν πλείω γί‐ νωνται χρόνον. Ἐπεὶ καὶ ὅσα τοῖς θερμοῖς ἀρδευό‐ μενα βελτίω καθάπερ ἥ τε μηλέα ἡ ἠρινὴ καὶ ὁ μύρ‐ ρινος· καὶ γὰρ οὕτως ἀπύρηνος ὥσπερ φασὶ γίνεται. | |
10 | Καὶ ἐξ ἀρχῆς οὕτω συνώφθη κατὰ σύμπτωμα πρὸς λούτρῳ ὄντος μυρρίνου καὶ ἐξημελημένου· τούτου γὰρ ἀπυρήνου γενομένου λαμβάνοντες ἐφύτευον ὅθεν τὸ γένος Ἀθήνῃσι γέγονεν. Ἀλλὰ ταῦτα μὲν ἔχοντά τινα ὁμοιότητα πρὸς πίστιν εἴρηται τῶν ἐξ ἀρχῆς. | |
Caus Plant.3.17.8 | Ἡ δ’ ἁλυκότης τῶν ὑδάτων ὅτι καὶ τῶν λαχανωδῶν τισὶν ἁρμόττει καὶ δι’ ὅτι τῷ λίτρῳ χρῶνται πρὸς ἔνια πρό‐ τερον εἴρηται, δι’ ὃ καὶ τοῦθ’ ὡς (ἐοικὸς) οἰκεῖον πα‐ | |
5 | ραληπτέον· ἀπὸ γὰρ τούτων δῆλον ὅτι καὶ τῆς τροφῆς καὶ τούτων ἡ γλυκύτης. Ἀλλὰ τοῖς μὲν πικρότης τις ἐν τοῖς χυλοῖς σύμφυτος τῷ δὲ φοίνικι στρυφνότης ἣν ἐξαιροῦσιν εὐθὺς οἱ ἅλες ἐκ τῆς πρώτης ἀρχῆς. Περὶ μὲν οὖν τῶν ἁλῶν ἱκανῶς εἰρήσθω. | |
Caus Plant.3.18.1 | Τὸ δὲ μὴ ἐπιμένειν ἐπὶ τῷ θήλει φοίνικι τὸν καρπὸν ἂν μὴ τὸ τοῦ ἄρρενος ἄνθος κατασείωσι ἅμα τῷ κονιορτῷ κατ’ αὐτοῦ, καὶ γὰρ τοῦτο λέγουσί τινες, ἴδιον μὲν παρὰ τὰ ἄλλα παρόμοιον δὲ τῷ ἐρι‐ | |
5 | νασμῷ τῶν συκῶν. Ἐξ ὧν πρὸς τὸ τελειογονεῖν μὴ αὔταρκες εἶναι τὸ θῆλυ καὶ μάλιστα ἄν τις ἐπαγάγοι, πλὴν ἐχρῆν τοῦτο μὴ ἐφ’ ἑνὸς ἢ δυοῖν ἀλλ’ ἐπὶ πάν‐ των ἢ τῶν πλείστων εἶναι· τὴν γὰρ φύσιν οὕτω κρί‐ νομεν τοῦ γένους. Ἀτοπώτατον δὲ καὶ ἐπ’ αὐτῶν | 237 |
10 | τούτων τὸ τοῦ φοίνικος, ὁ γὰρ ἐρινασμὸς δοκεῖ φανε‐ ρὰν ἔχειν τὴν αἰτίαν. Ἀλλὰ περὶ μὲν τούτων ἅλις. | |
Caus Plant.3.18.2 | Ἡ δὲ τῶν ἄλλων ἰδιότης ὅσων ἐστὶν συμφανεστέ‐ ρας ἔχει τὰς αἰτίας, οἷον ὡς τὴν ἀμυγδαλῆν ὅταν ἄρ‐ χηται καρποφορεῖν οὔτε ὑδρεύουσιν οὔτε κοπρίζουσιν οὔτε διακαθαίρουσιν εἰ μὴ τὰ αὖα μόνον, οὐδ’ ἄλλο | |
5 | τῶν τοιούτων οὐδὲν δρῶσι· πάντα γὰρ ἀφαιροῦσιν ὅπως μὴ ὑπερισχύσασα ἀποβάλλῃ τοὺς καρποὺς ἐν τῷ ἀνθεῖν, δι’ ὃ καὶ χώραν οὐκ ἀγαθὴν ζητοῦσιν. Ἐὰν δὲ μετὰ ταῦτα ἀκαρπῇ τάς τε ῥίζας γυμνώσαντες πα‐ ραδιδόασι τῷ χειμῶνι καὶ τὰς ἄλλας κολάσεις προσφέ‐ | |
10 | ρουσι τὰς εἰρημένας. | |
Caus Plant.3.18.3 | Ὁμοίως δὲ ὅσων οἱ φλοιοὶ περιαιροῦνται καθάπερ ἀμπέλου, κέδρου, φιλύρας καὶ ὅλως τῶν φλοιορραγῶν. Αὐτὴ γὰρ ἡ φύσις ἐνταῦθα ἔοικεν ἐπιδεικνύναι τὸ συμφέρον ἀφισταμένη καὶ ἀλ‐ | |
5 | λότριον ποιοῦσα· τὸ δ’ ἀλλότριον ἅπαν βλαβερὸν ὥσπερ καὶ τὸ αὖον. Καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ὅπου τις ἰδιότης οἰκεία πρὸς τὴν φύσιν. Καὶ περὶ μὲν δένδρων ἐκ τούτων θεωρητέον. | |
Caus Plant.3.19.1 | Ἔχει δὲ ὁμοίως καὶ ἐπὶ τῶν στεφανωματι‐ κῶν καὶ ὅλως τῶν φρυγανικῶν σχεδὸν δὲ καὶ τῶν λα‐ χανηρῶν. Τὰ μὲν γάρ ἐστι κοινὰ πᾶσιν οἷον ὕδρευ‐ σις, κόπρισις, ἡ τοῦ ἐδάφους ἐργασία, τὰ δὲ ἴδια καθ’ | |
5 | ἕκαστον γένος οἷον ἡ διακάθαρσις· [τοῖς φρυγανικοῖς ὁμοίως ἐν στεφανώμασι καὶ λαχάνοις] καὶ γὰρ ὁ ἕρ‐ πυλλος αὐαίνεται μὴ διακαθαιρόμενος καὶ τὸ σισύμ‐ βριον καὶ τἆλλα. Τὰς δὲ δὴ ῥοδωνίας οὐ κατακόπ‐ τουσι μόνον ἀλλὰ καὶ ἐπικάουσιν· ἀνανθεῖς γὰρ | |
10 | γίνονται καὶ ἐκλοχμοῦνται μὴ τοῦτο πάσχουσαι δι’ εὐτροφίαν. | |
Caus Plant.3.19.2 | Καὶ ὁ ῥάφανος δὲ καὶ τὸ πήγανον ἀποσκληρύνονται καὶ ἀποξηραίνονται. Κολουσθέντα δὲ καὶ παλιμβλαστῆ γενόμενα μείζω καὶ καλλίω καὶ εὐχυλότερα· δεῖ γὰρ καὶ τῶν χυλῶν καὶ τῶν ὀσμῶν | |
5 | ἀφαιρεῖσθαι τὸ ἄγαν δριμὺ, τῇ γὰρ μεσότητι τὸ ἡδὺ καὶ τὸ σύμμετρον. Ἐν δὲ τοῖς ἄλλοις ἀφαίρεσις μὲν οὐκ ἔστι πλὴν ὅσα κειρόμενα καλλίω καθάπερ τὸ πρά‐ σον ἢ εἴ τι τῶν πολυβλαστῶν. | |
Caus Plant.3.19.3 | Ἡ δὲ τῶν παρα‐ φυομένων ἐξαίρεσις καὶ ἡ αὐτῶν τῶν ὁμογενῶν ὅταν ᾖ πυκνὰ καθαπερεὶ διακάθαρσις γίνεται τροφὴν πλείω ποιοῦσα καὶ αὔξησιν τοῖς λοιποῖς. Ἔχει δὲ καὶ ἰδιό‐ | |
5 | τητας ἔνια καθάπερ ἐπὶ τοῦ πηγάνου πρότερον ἐλέχθη καὶ ἐπ’ ἄλλων ἐστίν. Ἀλλὰ ταῦτα μὲν ἐλάττω καὶ σχεδὸν φανερά. | |
Caus Plant.3.20.1 | Λοιπὰ δὲ καὶ ὥσπερ ἀντικείμενα τοῖς περὶ τὰ δένδρα τὰ περὶ τὴν ψιλὴν γεωργίαν ἐστίν· ἐνταῦθα δὲ ἥ τε τῆς γῆς κατεργασία καὶ ἡ τῶν σπόρων ὥρα καὶ μετὰ ταῦτα σπαρέντων κατεργασία, πρότερον δ’ ἔτι | |
5 | τούτων ἢ καὶ ἅμα τὴν οἰκείαν ἑκάστῳ σπέρματι ἰδεῖν ὥσπερ καὶ ἐπὶ τῶν δένδρων. Ἔστι δὲ καὶ κατὰ τὰς | |
ἐργασίας τὸ οἰκεῖον, οἱονεὶ τὴν μὲν θέρους τὴν δὲ χει‐ μῶνος νεᾷν ἢ σκάπτειν ἤ τι τοιοῦτον ἕτερον, ἅπερ ἐπιχειροῦσί τινες διαιρεῖν. | 238 | |
Caus Plant.3.20.2 | Δεῖ γὰρ ὥς φασι τὴν μὲν ἔπομβρον καὶ στερεὰν καὶ βαρεῖαν καὶ τὴν πίειραν θέρους ἐργάζεσθαι καὶ τοῖς ἀρότροις καὶ τῇ σκαπάνῃ, τὴν δὲ ξηρὰν καὶ μανὴν καὶ τὴν λεπτὴν καὶ κούφην | |
5 | τοῦ χειμῶνος. Δύναται γὰρ ἡ μὲν ξηραίνειν καὶ λε‐ πτύνειν, ἡ δὲ χειμερινὴ παχύνειν καὶ ὑγραίνειν. Ἑκα‐ τέρα δὲ τούτων δεῖται πρὸς τὸ ἐνδεὲς τῆς φύσεως. Καὶ κοπρίζειν πλεῖον μὲν τὴν λυπρὰν ἔλαττον δὲ τὴν ἀγαθὴν καὶ διὰ τὴν ἀρετὴν τῆς γῆς καὶ διὰ τὸ ἐκ τῆς | |
10 | κόπρου πλείω λαμβάνειν τροφὴν ἢ ὥστε πέττειν. | |
Caus Plant.3.20.3 | Μίσγειν δὲ καὶ τὴν γῆν τὴν ἐναντίαν οἷον τῇ βαρείᾳ τὴν κούφην καὶ τῇ κούφῃ τὴν βαρεῖαν καὶ τὴν λεπτὴν τῇ πιείρᾳ, ὡσαύτως δὲ καὶ τὴν ἐρυθρὰν καὶ τὴν λευκὴν καὶ εἴ τις ἄλλη ἐναντιότης. Οὐ γὰρ μόνον ἡ μίξις | |
5 | ἀποδίδωσι τὸ ἐλλεῖπον, ἀλλὰ καὶ ὅλως σφοδροτέρας ποιεῖ καὶ ἐὰν ἡ τυχοῦσα ᾖ μίξις· οἷον ἐὰν τὴν ἀπει‐ ρηκυῖαν καὶ μὴ δυναμένην φέρειν ἑτέρᾳ μίξῃς πάλιν φέρει καθαπερανεὶ καινὴ γεγενημένη, καὶ ἡ καθ’ αὑ‐ τὴν οὐ φέρουσα καθάπερ ἡ ἄργιλος ὅταν μιχθῇ ποιεῖ | |
10 | φορόν· ὥσπερ γὰρ κόπρος ἡ ἑτέρα τῇ ἑτέρᾳ γίνεται. | |
Caus Plant.3.20.4 | Δι’ ὃ ταῦτα ποιοῦσι Μεγαρεῖς καὶ δι’ ἐτῶν πέντε ἢ ἓξ σκάπτοντες βαθεῖαν ἀναβάλλουσι τὴν κάτωθεν ἐφ’ ὅσον διϊκνεῖται τὸ ὕδωρ ἵνα καινὴν ποιῶσιν· ἡ γὰρ τρόφιμος ἀεὶ καταρρεῖ ὑπὸ τοῦ ὕδατος. Σπείρειν δὲ | |
5 | κελεύουσι τὴν ξηρὰν καὶ τὴν θερμὴν πρὸ τῶν ὑδάτων ὅπως λαμβάνουσα πλῆθος ὕδατος ἐκτρέφειν δύνηται. Καὶ τὴν δ’ ἐπομβρίαν ὡσαύτως ἵνα τὰ σπέρματα λαμ‐ βάνωσι καὶ βλαστόντα καὶ αὐξηθέντα θερμῇ τῇ γῇ δυνατώτερα δέχηται τὸν ὄμβρον· ἐὰν δὲ μὴ ἐν ξηρᾷ | |
10 | προεργασάμενον τὴν γῆν ὀψὲ ποιεῖσθαι τὸν σπόρον. | |
Caus Plant.3.20.5 | Σπείρειν δὲ δεῖ τὸν μὲν πρωϊνὸν μανὸν τὸν δὲ ὄψιον πυκνόν· ὁ μὲν γὰρ οὐκ ἔχει ῥίζωσιν ὁ δὲ ἔχει καὶ γίνεται πολυσχιδής. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, πλείω γάρ ἐστι, διακριβοῦν εἴ τις θέλει τὰς | |
5 | ἐργασίας μᾶλλον, ἕκαστα δεῖ σκοπεῖν πρὸς τὴν χώραν· ἔνιαι γὰρ οὐ δέχονται τὰς ἀκριβείας ἀλλὰ διαμάρτοι ἂν ὁ ποιῶν. Ὅπερ ἔπαθέ τις ἀνελθὼν εἰς Συρακού‐ σας ἐκ Κορίνθου τὴν ἐργασίαν τὴν ἐντεῦθεν μεταφέ‐ ρων· καὶ γὰρ τὸ χωρίον τὸ δοκοῦν ἀγαθὸν ἐκλιθολογή‐ | |
10 | σας διέφθειρεν· ἐξεπήγνυτο γοῦν ὁ σῖτος οὐκ ἔχων οὐδεμίαν προβολὴν ἐξαιρεθέντων τῶν λίθων. Καί τις ἐν Συρίᾳ κατὰ βάθος ἀρόσας ἀνεξήρανεν· ὑπὸ γὰρ τοῦ θέρους διακαιομένη (ἡ γῆ) ἐπὶ πλεῖον ὑπόπετρος οὖσα διέκαιε (δι’ ὃ) καὶ μικροῖς ἀρότροις οἱ Σύροι χρῶνται. | |
15 | Ταῦτα μὲν οὖν πειρατέον ἐπικρίνειν. | |
Caus Plant.3.20.6 | Ὡς δὲ κοινῇ καὶ καθόλου πᾶσιν εἰπεῖν μέγιστον μὲν καὶ πρῶ‐ τόν ἐστι τὴν σπορευτὴν χώραν κατειργάσθαι καλῶς· εἰς διειργασμένην γὰρ καλῶς πεσὸν τὸ σπέρμα καλῶς | |
5 | ἐκφύεται διημερωθείσης τῆς γῆς. Εἶθ’ ἡ κόπρισις καὶ ἡ ἄλλη θεραπεία μετὰ ταῦτα διαβεβλαστηκότων ἤδη, οἷον σκάλσις καὶ ποασμός. | |
Caus Plant.3.20.7 | Ἡ δὲ κατεργασία ἐν τῷ νεᾷν κατ’ ἀμφοτέρας τὰς ὥρας καὶ θέρους καὶ χει‐ | |
μῶνος ὅπως χειμασθῇ καὶ ἡλιωθῇ ἡ γῆ καθάπερ καὶ ἐπὶ τῆς φυτείας ἐλέχθη. Πολλάκις γὰρ μεταβλη‐ | 239 | |
5 | θεῖσα μανὴ καὶ κούφη καὶ καθαρὰ γίνεται τῆς ὕλης ὥστε ῥᾳδίως ἐκτρέφειν. Καὶ διὰ τοῦτο κελεύουσιν οὐδὲ τὰ χεδροπὰ συμβάλλειν εἰς τὰς νέας ἐὰν μή τι σφόδρα πρώϊον ὅπως μὴ κωλύσωσι τὴν θερινὴν νέαν‐ σιν· ἀγαθὴν γὰρ οἴονται τὴν χιόνα ταῖς χειμεριναῖς | |
10 | νέαις καὶ οὐχ ἧττον τὴν πάχνην εἶναι· διεσθίειν γὰρ καὶ μανοῦν τὴν γῆν. | |
Caus Plant.3.20.8 | Καὶ ὅταν μετὰ τοὺς πρώτους ἀρότους νεάσωσι πάλιν τοῦ ἦρος μεταβάλλουσιν ὅπως τὴν ἀναφυομένην πόαν ἀπολέσωσιν, εἶτα θέρει ἀροῦσι καὶ πάλιν ὅταν μέλλωσι σπείρειν ὑπήροσαν ὡς δέον | |
5 | καθάπερ ἐλέχθη προκατεργάσασθαι καὶ περὶ τοῦτο μάλιστα σπουδάσαι. Δι’ ὃ καὶ τὴν ἀπὸ τῆς δικέλλης ἐργασίαν μᾶλλον ἐπαινοῦσιν, ἡ δ’ ἀπὸ τοῦ ἀρότρου δοκεῖ πολλὰ παραλείπειν. Θέτταλοι δ’ ἰσχυρότερον ἔτι τῆς δικέλλης ὄργανον ἔχουσιν ὃ καλοῦσι μίσχον ὃ | |
10 | μᾶλλον εἰς βάθος κατιὸν πλείω γῆν περιτρέπει καὶ κατωτέρωθεν. Αὕτη μὲν οὖν τῆς χώρας ἡ κατεργα‐ σία. | |
Caus Plant.3.20.9 | Συμβαίνει δὲ τοῖς εἰς ταῦτα πονήσασιν ἧττον ἐν τοῖς ἄλλοις κακοπαθεῖν· ὅσοι δ’ ἂν μαλακω‐ τέρως, ἀναγκάζονται πολλάκις καὶ σκάλλειν καὶ βο‐ τανίζειν ἅτε πολλῆς πόας ἐκφυομένης. Οὕτω γὰρ | |
5 | ἀπόλλυται τὰ σπέρματα, προτερεῖ δὲ τοῦ σίτου διά τε τὴν ἰσχὺν καὶ τὸ προϋπάρχειν· ἐπεὶ πρότερον αὐξη‐ θέντος τοῦ σίτου πολλὰ καταπνίγεται καὶ ἀπόλλυται καὶ τὸ ὅλον οὐχ ὁμοίως βλάπτει τὰ σπέρματα. | |
Caus Plant.3.21.1 | Τὰ δ’ οἰκεῖα τῇ μὲν ἐπόμβρῳ καὶ ψυχρᾷ τὰ ἀνοστιμώτατα πρὸς τὴν σιτοποιΐαν ὁμοίως καὶ πυρῶν καὶ κριθῶν καὶ τῶν ἄλλων· ἀραιὰ γὰρ ταῦτα. Τὰ δ’ ἄλλα πλείονος ὄμβρου δεῖται· καὶ τὰ μέλανα τῶν | |
5 | λευκῶν. Ἐν δὲ ξηρᾷ καὶ ἐρυθρᾷ καὶ ἐν ψυχροῖς τό‐ ποις πολύνοστα· καὶ τὰ λευκὰ μᾶλλον τῶν μελάνων ὅπως ἁδρύνηται πρὸ τῆς ἀπολείψεως τῶν ὑδάτων· αὔξεται γὰρ καὶ φθάνει τὰ λευκὰ μᾶλλον τῶν μελά‐ νων. Ἐν δὲ ταῖς εὐκρασίαις τὰ ἀνὰ μέσον. Οἱ μὲν | |
10 | οὖν οὕτω διαιροῦσιν οἱ δ’ ἄλλως. | |
Caus Plant.3.21.2 | Ὡς δ’ ἁπλῶς εἰπεῖν ἡ μὲν λεπτὴ κριθοφόρος ἀμείνων, ἡ δὲ πίειρα πυροφόρος· αἱ μὲν γὰρ ἐλάττους καὶ κουφοτέρας δέον‐ ται τροφῆς, οἱ δὲ πλείονος καὶ σωματωδεστέρας. Τῶν | |
5 | δὲ πυρῶν ὁ μὲν τρίμηνος ἐν τοῖς λεπτογείοις καλλίων· σύμμετρος γὰρ ἡ τροφὴ κούφη κούφοις· ὁ δὲ λιβυκὸς καὶ ὁ δρακοντίας καὶ ὁ στραγγίας καὶ ὁ σελινούσιος ἐν ἀγαθῇ, πολύτροφοι γάρ· σημεῖον δ’ ὅτι κάλαμον ἔχουσι παχύν· ἁπλῶς δὲ καὶ εἴ τις ἄλλος τοιοῦτος. | |
10 | Εἰ δέ τις πολυχίτων ὥσπερ ὁ θρᾴκιος, ἐν τοῖς χειμε‐ ρινοῖς· ἀπαθὴς γὰρ ὑπὸ τοῦ ψύχους· ὁ δὲ χαῦνος καὶ μανὸς ὥσπερ ὁ καγχρυδίας, ἐν τοῖς ἐπόμβροις· τροφῆς γὰρ πολλῆς καὶ οὗτος δεῖται, δι’ ὃ καὶ παχυ‐ κάλαμος. | |
Caus Plant.3.21.3 | Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν χεδροπῶν. Ἡ μὲν γὰρ γλίσχρα καὶ μελάγγεως ἐρέβινθον, ἡ δὲ κούφη κύαμον φέρει καλλίω, σύμμετρα γὰρ ἑκατέρῳ τὰ τῆς τροφῆς. Καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρό‐ | |
5 | πον ἀεὶ πρὸς τὰ τῆς τροφῆς ἀνακτέον συμπαραλαμ‐ | |
βάνοντα καὶ τὰ τοῦ ἀέρος. Ἡ γὰρ εὔειλος καὶ ἁπλῶς ἡ εὐδιεινὴ τὰ ἀσθενέστερα ἐκφέρει μᾶλλον ἡ δ’ ἐναντία τὰ ἰσχυρά. Καὶ ἡ ἀνύφαμμος δὲ καὶ πηλώδης τὰ ὀλιγότροφα καὶ ξηρὰ καθάπερ τὴν ἀχιλληΐδα· καὶ | 240 | |
10 | γὰρ λευκαίνει μᾶλλον ἐκπέττουσα τὰς τροφάς· καὶ φέρει δὲ καὶ τεράμονα τὰ ξηρὰ καὶ τὰ πρόσειλα, πέτ‐ τει γὰρ ὁ ἥλιος μᾶλλον, ἐν δὲ τοῖς εὐγείοις καὶ πίοσιν οὐχ ὁμοίως. | |
Caus Plant.3.21.4 | Πυρὸς δὲ κριθῆς ἐν τοῖς ὀμβρώδε‐ σιν εὐθενεῖ μᾶλλον καὶ τὸ ὅλον δὲ πρὸς τὰς ἐπομβρίας ἰσχυρότατος. Φέρει δὲ καὶ ἐν τοῖς ἀκόπροις μᾶλλον· αἴτιον δὲ ὅτι θερμὸς ὢν ἐκπέττειν δύναται μᾶλλον καὶ | |
5 | κόπρον οὐκ ἐπιζητεῖ διὰ τὸ ἔχειν ἐν ἑαυτῷ ὃ ἔδει ἐκ τῆς κόπρου γίνεσθαι καὶ τὸ ὅλον ἰσχυρότατός ἐστι καὶ πρωϊσπορεῖται καὶ ἐν τοῖς ψυχροῖς καταβάλλεται μᾶλ‐ λον. Ἡ δὲ ἰσχὺς θερμότητι καὶ τῷ μᾶλλον πολυχί‐ τωνα εἶναι· δι’ ὃ καὶ ἡ διὰ χρόνου γεωργουμένη γῆ | |
10 | πυροὺς φέρει μᾶλλον ἢ κριθάς· κατακρατεῖ γὰρ τῆς τροφῆς ἰσχυροτέρας οὔσης ὁ πυρὸς μᾶλλον. Ἐνιαχοῦ δ’ οὐχ ὁμοίως ἐθέλει φέρειν μὴ ἐμπρησθείσης τῆς ὕλης· οὕτως δ’ ὥσπερ μανοῦται καὶ κοπρίζεται. | |
Caus Plant.3.21.5 | Ὡς δὲ ἁπλῶς εἰπεῖν πάντα ἐν ταύταις μεγίσταις καὶ κοινοτάταις ἐστὶν διαφοραῖς, ἐν τῇ τῆς χώρας φύσει τῇ τῶν σπερμάτων ἰσχυῒ καὶ ἀσθενείᾳ καὶ ἐν τῇ τοῦ ἀέρος κράσει, δι’ ὃ σκεπτέον ταῦτα. Χειμῶνες δὲ | |
5 | ἐπιγινόμενοι πανταχοῦ μὲν χρήσιμοι· ῥιζοῦται γὰρ καὶ καρκινοῦται μᾶλλον ὥστ’ εἰς τὸ ἔαρ σύμμετρον ἀπο‐ δίδοται μέγεθος. Μάλιστα δ’ ἐν ταῖς ἀγαθαῖς χώραις· τὰ γὰρ νότια καὶ ὅταν εὐδία ταχὺ ἀναδιδόασι καὶ ποιοῦσι λοχαίαν καὶ καρπὸν ἐρυσιβώδη. Τὰ δὲ πυκ‐ | |
10 | νόσπορα πρότερον ἀποχεῖται τῶν μανοσπόρων ὅτι τὰ μὲν ῥιζοῦται καὶ εἰς τὰ κάτω σχίζεται διὰ τὸ ἔχειν τόπον τὰ δ’ εὐθὺς εἰς τὸ ἄνω τρέχει. | |
Caus Plant.3.22.1 | Χρὴ δὲ καὶ τὰ οἰκεῖα σπέρματα πρὸς εὐφο‐ ρίαν καὶ τὰ νοσήματα τὰ συμβαίνοντα λαμβάνειν οἷον ἐρυσίβας· ἐπεὶ ἐν τοῖς κοίλοις καὶ ἀπνόοις γίνεται. (Τὰ ἐρυσιβούμενα, ἐν δὲ τοῖς εὐπνόοις) τὰ μὴ ἐρυσιβού‐ | |
5 | μενα· τοιαῦτα δὲ τὰ ἐπικλινῆ τῷ στάχυϊ καὶ μὴ ὀρθά. Διὰ τοῦτο δὲ καὶ τὸ ἐπικύπτειν συμφέρει τὸν στάχυν ὅπως ἀπορρέῃ καὶ μὴ ἐμμένῃ τὸ ὕδωρ καὶ ἡ δρόσος. Ἐπικλίνουσι δὲ οἱ μακροὶ στάχυες μᾶλλον οἱ δὲ πλατεῖς καὶ βραχεῖς ὀρθότεροι δι’ ὃ καὶ ἐρυσιβοῦνται ταῦτα | |
10 | διυγραινόμενα. Καὶ ὧν ὁ στάχυς ἀπήρτηται πολὺ τῶν φύλλων· ἐν γὰρ τοῖς φύλλοις ἐμμένει μᾶλλον ἡ ὑγρότης ὥστε πλησίον μὲν ὄντος εὐθὺς ἅπτεται πόρρω δὲ οὐχ ὁμοίως. | |
Caus Plant.3.22.2 | Δι’ ὃ καὶ ἡ μὲν ἀχιλληῒς κριθὴ καὶ λευκὴ καὶ μέλαινα ἐρυσιβώδης, ὀρθοὶ γὰρ οἱ στά‐ χυες, ἡ δ’ ἐτεόκριθος ἀσφαλὴς, ἀπονεύει γάρ. Τὰ δὲ προσήνεμα τῶν χωρίων ἧττον ἐρυσιβοῦνται· διὰ γὰρ | |
5 | τὴν κίνησιν ἀποσείεται καὶ ἀποπίπτει τὸ ὑγρόν. Ἐπεὶ καὶ ὅταν ὕσαντος πνεῦμα ἐπιγένηται καὶ πάλιν ἐπι‐ λαμβάνῃ νὺξ ἧττον· τὸ μὲν γὰρ διέσεισεν ὁ δ’ ἥλιος (οὐκ) εὐθὺς ἐπιγενόμενος οὐκ ἐποίησε σῆψιν ἀλλ’ ἀνε‐ ξηράνθη πρότερον. Ἡ δ’ ἐρυσίβη σαπρότης τις οὐδὲν | |
10 | δὲ σαπρὸν ἄνευ θερμότητος ἀλλοτρίας. Μάλιστα δὲ | |
ἐρυσιβοῦται σῖτος ταῖς πανσελήνοις διὰ τὸ καὶ τὴν σε‐ λήνην τῇ θερμότητι σήπειν τῇ ἑαυτῆς. Ἀσθενέστερα δὲ καὶ ἐπικηρότερα πάνθ’ ὡς ἁπλῶς εἰπεῖν τὰ λευκὰ τῶν μελάνων καὶ ἐπὶ τῶν φυτῶν ἐστι καὶ ἐπὶ τῶν | 241 | |
15 | ζώων. Ὅτι μὲν οὖν οἰκεῖα τὰ σπέρματα ταῖς χώραις ληπτέον φανερὸν ἐκ πολλῶν. | |
Caus Plant.3.22.3 | Νοσήματα δὲ γί‐ νεται πᾶσι τοῖς σπέρμασιν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσυμμετρίαν τῆς τροφῆς τε καὶ τοῦ περιέχοντος ἀέρος ὅταν ἡ μὲν πλείων ἡ δὲ ἐλάττων ὁ δὲ κάτομβρος ἢ | |
5 | κατάξηρος ἄγαν ἢ μὴ κατὰ καιρὸν ἀνυγραινόμενος τύχῃ· τότε γὰρ καὶ οἱ σκώληκες ἐγγίνονται τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς καὶ αἱ κάμπαι τοῖς ἐρεβίνθοις ὅταν οἱ μὲν ἀνυγρανθῶσι καὶ μεταξὺ ἐγγί‐ νωνται θερμημερίαι· τῶν δὲ ἐρεβίνθων ὅταν ἡ ἅλμη | |
10 | κατακλυσθῇ καὶ ἀναγλυκανθῶσι· πανταχοῦ γὰρ ἡ φύσις ζωογονεῖ μιξαμένη πως τῇ ὑγρότητι τὸ θερμὸν καθάπερ ὕλην οὖσαν τὴν ὑγρότητα τῷ θερμῷ πρὸς τὴν σῆψιν. | |
Caus Plant.3.22.4 | Ὃ καὶ ἐπὶ τῶν πυρῶν συμβαίνει κατὰ τοὺς σκώ‐ ληκας· γίνονται γὰρ ἐν ταῖς ῥίζαις ὅταν νότια πλείω μετὰ τοὺς σπόρους ἐπιγένηται· τότε γὰρ ἀνυγραινο‐ μένης τῆς ῥίζης καὶ τοῦ ἀέρος ὄντος θερμοῦ ζωοποιεῖ | |
5 | πως ἡ θερμότης συσσήπουσα τὴν ῥίζαν, ὁ δὲ γενόμενος εὐθὺς κατεσθίει. Πέφυκε γὰρ ἐκ τῶν αὐτῶν ἑκάστοις ἡ γένεσις καὶ ἡ τροφή. Ἕτερος δ’ ὅταν ἀποχυθῆναι διὰ τὸν αὐχμὸν μὴ δύνηται τὸ ἐγκατακλειόμενον ὑγρὸν ὑπὸ τοῦ θερμοῦ σήψεως γινομένης ἐζωοποίησεν, εἶθ’ | |
10 | ὁμοίως ἡ τροφὴ διὰ τοῦ αὐτοῦ. | |
Caus Plant.3.22.5 | Ταὐτὸ δ’ ἔοικε τοῦτο καὶ ἐπὶ τῶν μηλέων καὶ ὅλως ἐπὶ τῶν δένδρων συμβαίνειν ὅσα σκωληκοῦται διψήσαντα· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ ὑγρὸν καὶ μένειν ἐν τῷ δένδρῳ θερμαι‐ | |
5 | νόμενον σῆψιν ἐποίησεν ἐξ ὧν ὁ σκώληξ. Σημεῖον δὲ ὅταν ἄφθονος ἡ τροφὴ γίνηται· τότε γὰρ καὶ ἡ ἐπιρροὴ πρὸς τὰ ἄνω διαδίδοται καὶ πλείων οὖσα κατακρατεῖ καὶ οὐ σήπεται. Παραπλήσιον δὲ τὸ συμβαῖνόν ἐστι καὶ τῇ ἀμπέλῳ· καὶ γὰρ ἐν ταύτῃ τοῖς νοτίοις οἱ ἶπες | |
10 | γίνονται μᾶλλον ἅτε διυγραινομένης καὶ τοῦ ἀέρος γο‐ νεύοντος· εἶτ’ εὐθὺς ἐξεσθίουσι τὸ ὁμογενές. | |
Caus Plant.3.22.6 | Ὡσ‐ αύτως δὲ καὶ ἐπὶ τῶν ἐλαῶν αἱ κάμπαι καὶ ἐφ’ ὧν ἄλλα ἐγγίνεται ζῶα περὶ τὴν βλάστησιν ἢ τὴν ἄνθησιν ἢ καὶ ὕστερον· πάντα γὰρ ἐκ παραπλησίας αἰτίας ἐστὶ | |
5 | συνιστάμενα. Τῇ δ’ ἀμπέλῳ μάλιστα τοῦτο συμ‐ βαίνει δι’ ὅτι φύσει ὑγρόν ἐστι καὶ ἡ ὑγρότης αὐτῆς ἄχυλος καὶ ὑδατώδης· εὐπαθεστάτη γὰρ ἡ τοιαύτη. Ἐνιαχοῦ δὲ οὐ γίνονται τὸ ὅλον ἶπες ὅταν εὔπνους τε καὶ μὴ ἔνυγρος μηδ’ εὔτροφος ὁ τόπος ὑπάρχῃ. Καὶ | |
10 | περὶ μὲν νοσημάτων ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥη‐ τέον. | |
Caus Plant.3.23.1 | Σπείρειν δὲ κελεύουσιν οἱ μὲν πρὸ πλειάδος· ξηρὰν γὰρ ἄνικμόν τε οὖσαν διαφυλάττειν τὸ σπέρμα τὴν γῆν. Οἱ δ’ ἅμα πλειάσι δυομέναις ὥσπερ καὶ Κλείδημος· ἐπιγίνεσθαι γὰρ ὕδατα τὰ πολλὰ τῇ ἑβ‐ | |
5 | δόμῃ μετὰ τὴν δύσιν. Ἄριστον δὲ ἴσως καὶ ἀσφαλέ‐ στατον εἰς ὀργῶσαν τὴν γῆν ἐμβληθῆναι εὐλαβούμενον ὅπως μήτ’ ἐμβληθῇ πηλῷ μήτ’ (εἰς) ἡμιβρεχῆ καὶ | |
ἡμίειλον ἣν δὴ καλοῦσί τινες ἀμφίεργον. Ἡ μὲν γὰρ ὑγρὰ καὶ πηλώδης διαχεῖ καὶ ἐκγαλακτοῖ καὶ ἐὰν ξη‐ | 242 | |
10 | ρανθῇ συναλείφει καὶ οὐ διαδίδωσιν, ἡ δὲ ἡμιβρεχὴς κατασήπει· τοσοῦτον γὰρ ἔχει τὸ θερμὸν καὶ τὸ ὑγρὸν ὥστε κινῆσαι μὲν μὴ ἐκβιάσασθαι δὲ μηδ’ ἐκβλαστεῖν. | |
Caus Plant.3.23.2 | Καὶ χείριστος οὗτος τῶν σπόρων. Ὁ γὰρ ἐν ξηρᾷ σπόρος γινόμενος καθ’ ὥραν ἔτους οὐκ ἀπόλλυσι τὸ σπέρμα· τοὺς δὲ περὶ τροπὰς σπόρους Κλείδημός φησιν ἐπισφαλεῖς εἶναι· διερὰν γὰρ οὖσαν καὶ βαρεῖαν τὴν | |
5 | γῆν ἀτμιδώδη γίνεσθαι καὶ ἐοικέναι ἐρίοις κακῶς ἐξαμμένοις· ἔτι δ’ οὐ δύνασθαι τὰς ἀτμίδας ἕλκειν οὐδὲ διαπέμπειν ἅτε θερμὸν οὐκ ἔχουσαν ἱκανὸν καὶ ἐπαλεί‐ φειν ἔλαττον. Ἀλλὰ τὰ ὄψια δεῖ σπείρειν ὑπὸ τροπάς. | |
Caus Plant.3.23.3 | Συμφέρει δὲ σπειρομένοις καὶ σπαρεῖσιν εὐδίας ἐπιγίνεσθαι πλείους ἡμέρας ὅπως διαβλαστῶσι, μετὰ δὲ ταῦτα ψύχη βόρεια καὶ μέτρια λεπτὰ χειμῶνος ἰσχυρῶς ἐρριζωμένων ἤδη καὶ ταρρουμένων· ἀνθέξουσι | |
5 | γὰρ μᾶλλον· ἐπεὶ πιλούμενά γε βελτίω καὶ ἐγκαρπό‐ τερα. Τῆς γὰρ ῥίζας ἰσχυούσης ἥ τε τροφὴ πλείων καὶ ἡ αὔξησις μετὰ ταῦτα θᾶττον· τὰ γὰρ εὐθὺς ἀνα‐ τρέχοντα λεπτὰ καὶ ἀσθενῆ γίνεται καὶ ἅμα πρὸ τῆς ὥρας κυϊσκόμενα καὶ ἀποχεόμενα φθείρεται. Τὸ γὰρ | |
10 | ὅλον ἡ πάρωρος εὐτροφία σφαλερὰ δι’ ὃ καὶ ἐπιτέμνουσιν οἱ δὲ κείρουσιν. | |
Caus Plant.3.23.4 | Ἀγαθὸν δὲ καὶ ἡ χιὼν ὅτι ἀναζυμοῖ καὶ μανοῖ τὴν γῆν καὶ τροφήν τε παρέχει καὶ ἐγκα‐ τακλείουσα τὸ θερμὸν αὔξει τε καὶ ἰσχύειν ποιεῖ τὴν ῥίζαν. ᾟ καὶ τὸ ἀπορούμενον οὐκ ἀφανὲς διὰ τί αἱ | |
5 | ψυχειναὶ χῶραι καὶ αἱ θερμαὶ σιτοφόροι καθάπερ ἡ Θρᾴκη καὶ ὁ Πόντος καὶ ἡ Λιβύη καὶ ἡ Αἴγυπτος. Πρὸς γὰρ τοῖς ἄλλοις ποιεῖ τι ὁ χειμὼν καὶ τὰ καύ‐ ματα καθάπερ ἐν ταῖς ἐργασίαις ἐλέχθη τῆς γῆς. Οὐδὲν δὲ ἔλαττον ἀλλὰ πάντων μέγιστον ὁ περιέχων | |
10 | ἀὴρ πρὸς εὐκαιρίας ὑδάτων καὶ βίας χειμώνων καὶ πνευμάτων. Ὁποῖα γὰρ ἂν ᾖ ταῦτα καὶ τὰ σπέρματα οὕτως ἐκτελεῖται ὃ καὶ ἡ παροιμία καλῶς “ἔτος φέρει οὔτι ἄρουρα.” | |
Caus Plant.3.23.5 | Μέγα δὲ καὶ ἡ θέσις τῆς χώρας ἡ πρὸς τὰ πνεύματα καὶ τὸν ἥλιον ὥσπερ καὶ ἐπὶ τῶν δένδρων ἐλέχθη· πολλαὶ γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελέσφοροι γίνονται διὰ τὸ πρὸς ταῦτα κεῖσθαι καλῶς. | |
5 | Ὡς δ’ ἁπλῶς εἰπεῖν ἡ ἀγαθὴ χῶρα καὶ χειμώνων δεῖται πολλῶν· ἂν γὰρ εὐδίαι καὶ τὰ νότια ἐνισχύωσι λοχαίους ποιοῦσιν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐρυσιβώδεις. Ὁ δὲ χειμὼν πιλώσας καὶ καρκινώσας τὰς ῥίζας σύμμετρον εἰς τὸ ἔαρ ποιεῖ τὸ μέγεθος ὅλως δὲ καὶ | |
10 | τὴν χώραν ἂν εἰργασμένην λάβῃ μανοῖ. Διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ εἰς τὸ ἔαρ αἱ αὐξήσεις ταχεῖαι γί‐ νονται καὶ ἐκφύσεις καὶ τελειώσεις ὥστε δοκεῖν μὴ κατὰ λόγον ἀπολείπεσθαι τῶν ἐν ταῖς ἀλεειναῖς ἀλλὰ καὶ προτερεῖν ὥσπερ καὶ τὰ περὶ Ἑλλήσποντον. | |
15 | Ἰσχυρᾶς γὰρ τῆς ὁρμῆς γενομένης διὰ τὸν ἀθροισμὸν καὶ τοῦ ἀέρος ὑπηρετοῦντος ταχεῖαι καὶ αἱ ἐπιδόσεις καὶ αἱ τελειώσεις γίνονται. Ταῦτα μὲν οὖν ἐν ταῖς τῆς χώρας διαφοραῖς ἐστι. | |
Caus Plant.3.24.1 | Τὰ δὲ σπέρματα καθάπερ ἐπὶ τῶν δένδρων | |
ἐκ τῶν ὁμοίων ἢ τῶν χειρόνων ληπτέον ὅπως δὴ μη‐ δεμία μεταβολὴ, ἢ ἐπὶ τὸ βέλτιον γίνηται. Καίτοι φασὶν ἐκ τῆς ἀγαθῆς ἰσχυρότερα εἶναι δι’ ὃ καὶ ἐπὶ δύο | 243 | |
5 | ἔτη διαμένειν τὴν δύναμιν. Εἰ δὲ τοῦτο ἀληθὲς ὅμοιον ἂν εἴη καὶ τὸ ἐπὶ τῶν φυτευμάτων τὸ τὰ κάλλιστα καὶ ἰσχυρότατα λαμβάνειν ὥστ’ ἀμφοτέρως ἂν ἔχοι λόγον. | |
Caus Plant.3.24.2 | Χρὴ δὲ καὶ ταῖς τοῦ ἀέρος ἀνωμαλίαις προσέχειν. Οὔτε γὰρ τὰ ἐκ τῶν εὐείλων καὶ πρωΐνων εἰς τοὺς ὀψίους καὶ διαχειμέρους οὔτε τὰ ἐκ τούτων εἰς ἐκείνους ἁρμόττει. Τὰ μὲν γὰρ προτερεῖν δοκεῖ | |
5 | τὰ δ’ ὑστερεῖν ὥστε τὰ μὲν ὑπὸ χειμῶνος τὰ δ’ ὑπ’ αὐχμῶν ἀπόλλυται καὶ ἀνυδρίας· ὄψια γὰρ ὄντα βρα‐ δέως τε κυΐσκεται καὶ ἀποτίκτει δι’ ὃ καὶ ὑστερεῖ. Ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν σπερμάτων ὅσαπερ εὐβλαστεῖ καὶ ταχὺ παραγίνεται καθάπερ τὰ | |
10 | τριμηνιαῖα. | |
Caus Plant.3.24.3 | Σπαρέντα γὰρ πρώϊα προτερεῖ καιρῶν εἰ μή τι τοιοῦτον ὥστε προλαβεῖν τοὺς χειμῶνας πρὸς τὴν ῥίζωσιν ὥσπερ καὶ τὸν κύαμον διὰ τοῦτο πρωϊ‐ σποροῦσι καὶ ἅμα διὰ τὸ φιλεῖν ἀνθοῦντα βρέχεσθαι | |
5 | καὶ ἀπανθεῖν πολὺν χρόνον· ὀψὲ γὰρ σπειρόμενος οὐκ ἂν βρέχοιτο. Τὸ δὲ ὕδωρ ἐν τῷ ἀνθεῖν τούτῳ μὲν συμφέρει διὰ τὴν μανότητα, τῷ σίτῳ δὲ ἀσύμφορον διὰ τὴν λεχθεῖσαν πρότερον αἰτίαν, τοῖς δὲ ἄλλοις χεδροποῖς ἀβλαβὲς πλὴν ἐρεβίνθῳ, τοῦτον δὲ ἀπολλύει· | |
10 | καταπλυθείσης γὰρ τῆς ἅλμης ὥσπερ συμφύτου τινὸς στερόμενος σφακελίζει τε καὶ ὑπὸ καμπῶν κατεσθίεται· ζωογονεῖται γὰρ ὥσπερ εἴρηται. | |
Caus Plant.3.24.4 | Βραχέντος δὲ οἴνῳ τοῦ σπέρματος ἧττον δοκεῖ νοσεῖν, ὅπερ οὐκ ἄλογον ἔχοντά τινα δριμύτητα· διατηροῦσι γὰρ αὗται. Τὸ γὰρ ὅλον ἐάν τις ἀλλοιώσας μεταβάλῃ τὸ σπέρμα | |
5 | καθάπερ πρότερον ἐλέχθη μεταβάλλειν καὶ τὰ φυτὰ καὶ τοὺς καρποὺς οὐκ ἄλογον· οἵα γὰρ ἡ ἀρχὴ τοιαῦτα καὶ τὰ ἀπὸ τῆς ἀρχῆς. Ἔτι δ’ ὁρῶμεν ὅτι καὶ ταῖς τροφαῖς ἀλλοιούμενα μεταβάλλει καὶ ὅλα γένη τῶν δένδρων ὥσπερ ἐξ ἀγρίων ἥμερα γινόμενα καὶ ἐκ με‐ | |
10 | λάνων λευκά· καὶ κατὰ τοὺς καρποὺς ὁμοίως ὥστε καὶ πρὶν πεσεῖν αὐτὸ ποιόν τι γινόμενον οὐκ ἄτοπον ἀλ‐ λοιοῦν καὶ τὴν ῥίζαν εὐθὺς καὶ τὸν καυλὸν καὶ τὸν καρπόν. Ἀπηνθηκότος δ’ οὐ συμφέρει κατὰ μικρὸν ἐφύειν οὐδ’ ἥλιον ἐπιλαμβάνειν ἀλλὰ ψύχη γίνεσθαι | |
15 | καὶ ἐπινεφεῖν ὅπως μὴ ἐπικαθήμενον τὸ ὕδωρ ἐπιλαβὼν ὁ ἥλιος ἐρυσιβώσῃ σῆψιν ποιήσας. Δι’ ὃ καὶ αἱ δρο‐ σοβόλοι χῶραι καὶ ἔγκοιλοι καὶ ἀπνεύματοι μάλιστα ἐρυσιβώδεις. | |
Caus Plant.4t1 | ΒΙΒΛΙΟΝ Δʹ. | |
Caus Plant.4.1.1 | Ἐπειδὴ πλείους αἱ γενέσεις τῶν φυτῶν τούτων δὲ κοινοτάτη πᾶσιν ἡ ἀπὸ σπέρματός ἐστιν ὅσα ἔχει σπέρμα καὶ καρπὸν, ἀπορήσειεν ἄν τις διὰ τί ποτε οὐκ ἀνὰ λόγον ἡ ἰσχὺς ἑκάστῳ ἐστὶ τῶν σπερμάτων | |
5 | ἀλλ’ ἀσθενεστέρα τῶν ἰσχυροτέρων οἷον τὰ τῶν δένδρων | |
τῶν ἐπετείων. Ἀμφοτέρως γὰρ φαίνεται τὸ ὁμολο‐ γούμενον· καὶ εἰ ἀπὸ τῶν ἀσθενεστέρων ἰσχυρότερα (τὰ) γινόμενα· τὰ γὰρ σπέρματα γεννᾷ τὰ δένδρα· τῆς δὲ ἀσθενείας καὶ τῆς ἰσχύος ἐκεῖνα σημεῖα· τὰ μὲν γὰρ | 244 | |
10 | ἐπέτεια ὅταν σπαρῇ διαμένει τὰ αὐτὰ καὶ ἐξομοιοῖ τοὺς καρποὺς τὰ δὲ τῶν δένδρων μεταβάλλει καὶ χείρω ποιεῖ, καὶ τὰ μὲν ταχεῖαν ἀποδίδωσι τὴν τελείωσιν τὰ δὲ χρόνιον καὶ βραδεῖαν. | |
Caus Plant.4.1.2 | Καὶ ἀνάπαλιν δὲ λαμ‐ βανομένων· ἰσχυρότερα γὰρ ὄντα τὰ δένδρα βραδύ‐ τερον ἐκπέττει τοὺς καρπούς. Ἔτι δὲ τὰ μὲν ἐν κε‐ λύφεσι δερματικοῖς καὶ ξυλώδεσιν· τὰ δ’ αὐτὰ πάλιν | |
5 | ἐν περικαρπίοις σαρκώδεσιν οἷον τὸ τῆς ἐλάας καὶ τὸ τῆς κοκκυμηλέας καὶ τὰ τῆς ἀπίου καὶ ἀμπέλου καὶ μηλέας· ἔνια δ’ ἐν ξυλώδεσιν ἅμα καὶ σαρκώδεσιν καὶ ὅλως ὅσα κάρυον ἐντὸς ἔχει τῆς σαρκός. Τὰ δὲ τοῦ σίτου γυμνὰ καὶ μάλιστα τοῦ πυροῦ καὶ τῆς κριθῆς, | |
10 | εἰ δὲ μὴ χιτῶσί γε περιέχεται λεπτοῖς. Ἀεὶ δὲ τὸ ἀσθενέστερον ἡ φύσις εἰς πλείω τίθεται φυλακήν. Αἱ μὲν οὖν ἀπορίαι σχεδὸν τοιαῦται. | |
Caus Plant.4.1.3 | Δεῖ δὲ λαβεῖν πρὸς αὐτὰς ἀρχὴν τήνδε, τὸ σπέρμα μὴ μόνον ἔχειν δύναμιν τοῦ ποιεῖν ἀλλὰ καὶ τοῦ πάσχειν, ὅπερ καὶ κατὰ πάντων τῶν τῆς φύσεως ἀληθὲς, καὶ κατ’ αὐτὴν | |
5 | δὲ τὴν γένεσιν ἀμφοῖν εἶναι τὴν ἐνέργειαν καὶ τρόπον τινὰ οὐχ ἧττον τοῦ πάσχειν· τότε γὰρ καὶ ἡ ἐν τοῖς σπέρμασι κινεῖται δύναμις οἷον διαθερμαινομένων. Δι’ ὃ καὶ οὐ πάντα βλαστάνει κατὰ τὴν αὐτὴν αἰτίαν ἀλλ’ ὅταν ἡ οἰκεία τοῦ ἀέρος κατάσχῃ κράσις. Ὑπο‐ | |
10 | κειμένου δὲ τούτου φανερὸν ὡς οὐκ ἰσχύος ἀλλ’ ἀσθε‐ νείας μᾶλλον ἡ ταχυβλαστία· τὸ γὰρ ἀσθενὲς εὐπαθέ‐ στερον. Δι’ ὃ καὶ τὰ εὐπαθέστερα ἐπέτει ταχυβλα‐ στότερα καὶ ἅμα τὸ κοινὸν αὐτοῖς ὥσπερ ἕτερον εἰς τὸ παθεῖν. | |
Caus Plant.4.1.4 | Ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῆς τελειώ‐ σεως, τὰ ἀσθενέστερα ῥᾷον ἐκτελεώσασθαι καὶ τῷ περιέχοντι καὶ ταῖς ἐν αὐτοῖς ἀρχαῖς. Ὃ καὶ περὶ ζώων ἐστίν· αἰεὶ γὰρ τὰ ἰσχυρότερα χρονιωτέρας ὡς | |
5 | ἐπὶ πᾶν ποιεῖται καὶ τὰς κυήσεις καὶ τὰς τροφάς. Ἅμα δ’ [ὥσπερ ἐὰν] τὰ μὲν αὐτοῦ τοῦ [χειμῶνος] σπέρ‐ ματος γεννητικὰ σώματα [οὐ δὲ] μικρὰ ὑπόκειται, τὰ δὲ ἐν ὄγκοις μείζοσιν οἱ καταναλίσκουσι καὶ ἀντισπῶσιν εἰς ἑαυτοὺς τὰς τροφὰς ὥστε τὰ μὲν ὀλιγόκαρπα τὰ δὲ | |
10 | ὅλως ἄκαρπα ποιεῖν ὡς ἐπὶ τῶν ζώων συμβαίνει τῶν ἐκπαχυνομένων καὶ εὐτροφουμένων. | |
Caus Plant.4.1.5 | Τοῦ μὲν οὖν θᾶττον ἐκτελεοῦν οὐχ ἡ ἰσχὺς ἀλλὰ ταῦτα τὰ αἴτια, δι’ ὃ καὶ πολυγονώτερα. Καίτοι τάχ’ ἄν τις ἀντείποι περὶ τοῦ πλήθους φάσκων πλείω τὰ ἀπὸ τῶν δένδρων | |
5 | εἶναι. Πολλὰ γὰρ ἕκαστον ἔχειν τῶν περικαρπίων τὸ δὲ δένδρον ἀφ’ ἑνὸς γεγενῆσθαι σπέρματος. Ἀλλὰ ταῦτα μὲν ἐλαφρότερα καὶ οἷον ἀπηρτημένα ἂν φανείη. Τὸ δὲ μὴ δύνασθαι τηρεῖν τὰ γένη μηδ’ ἐξομοιοῦν ἐν ἀμφοῖν ἂν ἔχοι τὸ αἴτιον, καὶ τῷ πλείω χρόνον τὰ κατὰ | |
10 | γῆς μᾶλλον κατακρατεῖσθαι καὶ τῷ τοὺς σωματικοὺς ὄγκους ἀντισπᾷν. | |
Caus Plant.4.1.6 | Ὃ γοῦν καὶ τῆς ἀκαρπίας αἴτιον καὶ τῆς κακοκαρπίας εὐλόγως, φανερὸν δὲ μάλιστα ἐκ τῶν ἀμυγδαλῶν, εἴπερ ἀφαιρουμένης τῆς ὑγρότητος | |
καὶ τῆς εὐτροφίας μεταβάλλουσι. Τὰ δ’ ἐπέτεια | 245 | |
5 | βραχύν τινα χρόνον ἐν τῇ γῇ γίνεται καὶ ὀλίγην ἕλκει τροφὴν δι’ ὃ καὶ οὐκ ἐξίσταται μιᾷ σπορᾷ τῶν γενῶν, ἀλλ’ εἰ τῇ τρίτῃ, τότε γὰρ ποιεῖται τὴν μεταβολήν· ὥσθ’ ὅπερ ἐκείνοις διὰ τὸ πλῆθος τῆς τροφῆς εὐθὺς τοῦτο τοῖς σπέρμασι χρονισθεῖσι κατὰ λόγον· πλὴν ὅτι | |
10 | τὰ μὲν εἰς τὸ χεῖρον ἀεὶ μεταβάλλει τὰ δὲ καὶ ἐπὶ τὸ βέλτιον ἐὰν ἡ χώρα τοιάδε καὶ ὁ ἀήρ· ἀλλὰ δὴ τοῦτο μὲν ἕτερον. | |
Caus Plant.4.1.7 | Εἰς ἄλλο δ’ ἐξίσταται γένος μάλιστα τῶν σπερμάτων τὰ ἰσχυρότερα καθάπερ ὁ πυρὸς καὶ ἡ κριθή· μόνα γὰρ ἐξαιροῦνται· μᾶλλον δ’ ὁ πυρὸς ἰσχυρότερον ὄν. Ὥστε καὶ τοῦτο ὁμολογούμενον τῷ | |
5 | πλείω τροφὴν ἕλκειν. Ὁ γὰρ θέρμος ὥσπερ ἄπεπτόν τι τὸ ὅλον. | |
Caus Plant.4.2.1 | Τὰ μὲν οὖν κατὰ τὴν βλάστησιν ἐν τούτοις ἂν εἴη. Πρὸς δὲ τὴν ἔξω διαμονὴν φυλαττομένων ἄλλοις μὲν ἄλλως συμβαίνει κατὰ τοὺς χρόνους. Οὐ μὴν ἀλλ’ οὐδ’ ἄλογον ἔνια προτερεῖν τῶν δενδρικῶν εἰς τὴν | |
5 | φθορὰν οἷον ὅσα ἐν περικαρπίοις ἐστὶ σαρκώδεσιν [οἷον] ὅταν χωρισθῇ καὶ σαπῇ· γυμνούμενα γὰρ ἀναξηραί‐ νεται καὶ θνήσκει· τὰ δὲ ἐν δερματικοῖς καὶ μὴ χωρι‐ ζόμενα· καὶ γὰρ ὑγρότερα καὶ παρεισδέχεται τὸν ἀέρα. Μάλιστα δὲ διαμένει τὰ ἐν ξυλώδεσι καὶ τούτων ὅσα | |
10 | πυκνόν τε τὸ κέλυφος ἔχει καὶ αὐτὰ λιπαρὰ καθάπερ τὰ κάρυα τὰ ἡρακλεωτικὰ, πλὴν ἐκπικροῦται· τὰ δ’ ἀμύγδαλα ἐλάττω χρόνον· ἐλάχιστον δὲ τὰ βασιλικὰ μένει, μανότατον γὰρ τὸ πέριξ καὶ ἥκιστα συμφυές. Διαμένει δὲ καὶ τὸ τῆς ἐλάας καὶ εἴ τι ἄλλο τοιοῦτον· | |
15 | τῶν δ’ ἐν σαρκώδεσι περικαρπίοις χρονιώτατον τὸ τοῦ φοίνικος ἅτε ξηρότατον ὂν καὶ πυκνόν. | |
Caus Plant.4.2.2 | Τὰ μὲν οὖν τῶν δένδρων διὰ ταύτας τὰς αἰτίας τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον διαμένει. Σχεδὸν δὲ καὶ τὰ τῶν σιτωδῶν διὰ παραπλησίας αἰτίας. Ἢ γὰρ τῷ περιέχεσθαι | |
5 | πλείοσι χιτῶσιν ἡ διαμονὴ καθάπερ ὁ κέγχρος, ἢ τῷ λίπος ἔχειν ὥσπερ τὸ σήσαμον ἢ τῷ δριμύτητά τινα καὶ πικρότητα χυλοῦ καθάπερ ὁ θέρμος καὶ ὁ ἐρέβινθος καὶ ὁ ὄροβος· μόνα γὰρ δὴ καὶ οὐ ζωοῦται τῶν χε‐ δροπῶν ὁ θέρμος καὶ ὁ ἐρέβινθος· ἀλλ’ ὅ γε ἐρέβινθος | |
10 | μέλας γίνεται διαφθειρόμενος. Ὁ δὲ πυρὸς μᾶλλον τῆς κριθῆς καὶ τῶν χεδροπῶν διὰ τὸ θερμότερον εἶναι καὶ χιτῶνας ἔχειν πλείους· ἡ γὰρ [αὖ] κριθὴ καθάπερ γυμνόν. Τὰ δὲ χεδροπὰ παχέα μὲν τοῖς κελύφεσιν ἀλλὰ μανὰ καὶ γλυκύτητά τινα ἔχοντα φαίνεται· οὐχ | |
15 | ἧττον δ’ αἴτια ταῦτα τῆς φθορᾶς. Δι’ ὃ καὶ ὁ κύαμος καὶ ὁ ὦχρος τάχιστα κόπτεται. | |
Caus Plant.4.2.3 | Τάχα δ’ ἀληθέ‐ στερον εἰπεῖν ὡς κατὰ τὰς χώρας· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον πολλά φασιν ἔτη διαμένειν τοὺς κυάμους, πολλὰ δὲ καὶ περὶ Κύζικον. Ἀλλὰ περὶ μὲν | |
5 | τῆς τούτων διαμονῆς καὶ τὸ ὅλον τῆς φύσεως τάχ’ ἂν ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥηθείη· πρὸς δὲ τὰ τῶν δένδρων συγκρινόμενα ταύτας ἔχει τὰς διαφοράς. | |
Caus Plant.4.3.1 | Ἐν δὲ τοῖς τῶν λαχανωδῶν τὰ μὲν ἄλλα τὴν ἐξομοίωσιν ἀποδίδωσι, ῥάφανος δὲ καὶ μαλάχη δοκεῖ παραλλάττειν καὶ δενδρικώτερα· τὰς δ’ ἐκφύσεις πλέον | |
ἀλλήλων ἔτι ταῦτα παραλλάττει τῶν σιτηρῶν. Τὰ | 246 | |
5 | μὲν γὰρ τριταῖα διαβλαστάνει καθάπερ ὤκιμον, σίκυος, κολοκύντη, τὰ δὲ πεμπταῖα ἢ ἑκταῖα, τὰ δὲ πεντεκαιδε‐ καταῖα καθάπερ πράσον, τὸ δὲ σέλινον τεσσαρακοσταῖον ἐνιαχοῦ δὲ πεντηκοσταῖον, δυσφυέστατον γὰρ τοῦτο πάντων. Δυσφυὲς δὲ καὶ τὸ κορίαννον, οὐ γὰρ βλα‐ | |
10 | στάνει μὴ βρεχθὲν, αἰτία δ’ ἡ σκληρότης, ὥσπερ γὰρ ξυλῶδές ἐστι τὸ περιέχον. | |
Caus Plant.4.3.2 | Ἡ δὲ τῶν τευτλίων ἀνωμαλία τῷ τὰ μὲν ὕστερον μηνὶ ἐκβλαστάνειν τὰ δὲ δυοῖν τὰ δὲ πλείοσι τὰ δὲ καὶ ἐνιαυτῷ σημαίνειν ἔοικε τῶν σπερμάτων αὐτῶν ἀτεραμνότητά τινα πρὸς τὴν | |
5 | βλάστησιν. Τὰ δὲ θερινὰ σπειρόμενα δῆλον ὡς δι’ ἀσθένειαν· δι’ ὃ ταχύ τε παραγίνεται καὶ ταύτην τὴν ὥραν φύεται φέρειν οὐ δυνάμενα τὸν χειμῶνα, τὰ μὲν ὄντα ξηρὰ καθάπερ καὶ τὸ ὤκιμον τὰ δ’ ὑγρὰ καὶ ψυχρὰ καθάπερ ὁ σίκυος καὶ ἡ ἀνδράχνη. Θαυμαστὸν δ’ ἂν | |
10 | δόξειε τὸ τοῦ ἀβροτόνου μάλιστα δι’ ὅτι θερμὸν ὂν τὴν ἀλέαν διώκει· αἰτία δὲ ἡ ἀσθένεια· πρὸς ἄμφω γὰρ ἀσθενεῖ καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα. | |
Caus Plant.4.3.3 | Τὸ δ’ ὅλον οὐ ποιεῖ ἡ θερμότης μάλιστα εὐβλαστεῖν εἴπερ θερμὰ τὰ δριμέα· καὶ γὰρ τὸ πράσον καὶ τὸ γή‐ τειον καὶ ἔτι μᾶλλον ἡ θύμβρα καὶ ἡ ὀρίγανος δυσ‐ βλαστῆ· δεῖ γὰρ ἔχειν τινὰ ὑγρότητα καὶ οὐχ ἧττον | |
5 | ἀλλὰ μᾶλλον ἴσως εὐκρασίαν τὸ εὐβλαστὲς πρὸς τὸ ποιεῖν καὶ πάσχειν. Ὅλως δ’ ὡς ἐν γένει λαβεῖν ξη‐ ρότατα τῶν σπερμάτων τὰ στεφανωματικὰ καὶ τὰ τῶν λαχάνων ὅθεν καὶ τάχιστα τὰς ἰκμάδας ἕλκει· δι’ ὃ καὶ κρεμαννύουσιν αὐτὰ καὶ οὐ ῥαίνουσι τὰ οἰκήματα | |
10 | οὐδ’ ὕδωρ εἰσφέρουσιν ὅλως. | |
Caus Plant.4.3.4 | Ἡ δὲ διαμονὴ θη‐ σαυριζομένων πρός τε τοὺς σπόρους καὶ πρὸς τὰς ἄλλας χρείας παραπλησία καὶ τοῖς σιτηροῖς, γόνιμα μὲν εἰς τετραετίαν μάλιστα χρήσιμα δὲ πρὸς τἆλλα πλείω | |
5 | χρόνον ὥσπερ ὁ σῖτος εἰς τροφήν. Καὶ τοῦτο δὲ καὶ κατὰ λόγον ὥσπερ καὶ τοῖς ζώοις πρῶτον ἀπολιπεῖν τὴν τῆς γονῆς (δύναμιν). Καὶ γὰρ ἐν τούτοις ἡ ἀρχὴ τοῦ γεννᾷν ὅπερ ἄν τις ὡς σπέρμα θείη τὸ δὲ λοιπὸν ὡς τροφὴν καὶ ὕλην προσηρτημένην· ἀλλὰ τὸ ὅλον | |
10 | καλεῖται σπέρμα δι’ ὃ καὶ ζῆν αὐτά φασι καὶ μὴ ζῆν ὅταν διαμένῃ ταύτῃ ἢ φθαρῇ καθάπερ καὶ τὰ ὠά· συμβαίνει δὲ [καὶ] τοῦτο καὶ τοῖς βαλανώδεσι καὶ τοῖς ἄλλοις. Εἰς βλάστησιν δὲ τὰ ἔνα τῶν νέων οὐκ ἄλογον εἶναι βελτίω, ξυνεστηκότα τε καὶ οἷον αὐτὰ αὑτῶν ὄντα | |
15 | μᾶλλον. Πρόσεστι γάρ τις καὶ τούτων πέψις ἀπο‐ πνεύσαντος τοῦ ἀλλοτρίου· χρονιζομένου δὲ πάλιν γῆ‐ ρας καὶ φθίσις. | |
Caus Plant.4.3.5 | Περὶ δὲ τοῦ ἐκκαυλεῖν τάχιστα μὲν τὰ ἀπὸ τῶν ἀκμαζόντων ὡς ἰσχυροτάτων, τελέωσις γάρ τις ἡ ἐκκαύλησις εἴπερ ὁ καρπὸς ὡς τέλος, οὐκ ἄλογον. Δευτέρα δὲ ἐκ τῶν παλαιοτέρων, καὶ γὰρ ἐκ | |
5 | τούτων οἷον καθαρωτέρα τις καὶ πλείων ἡ δύναμις. Ἐν δὲ τοῖς νέοις ἀναμεμιγμένη καὶ τὸ πλέον εἰς τὴν τροφὴν ἄγουσα καθάπερ ἐν τοῖς ἄλλοις· αἰεὶ γὰρ ὀψιαίτερα τὰ πολύτροφα· δι’ ὃ καὶ εἰ μὴ τὰ ἀπὸ τῶν ἀκμαζόντων ἐκκαυλεῖ πρῶτα ἀλλὰ τὰ ἀπὸ τῶν παλαιο‐ | |
10 | τέρων οὐκ ἄλογον. | |
Caus Plant.4.3.6 | Περὶ οὗ δὴ καὶ ἀντιλέγουσί | |
τινες. Ἐκκαυλεῖν γάρ φασι τὰ ἀσθενέστερα μᾶλλον ὥσπερ ἐπὶ τῶν λαχάνων. Αἴτιον δὲ ὅτι εὐπαθέστερά τε καὶ ἐλάττω τροφὴν ἔχοντα τελειοῖ τὸ δὲ ἐκκαυλεῖν | 247 | |
5 | ὥσπερ τελέωσις, δι’ ὃ καὶ τῶν δένδρων τὰ πρεσβύτερα θᾶττον πέττει καὶ μᾶλλον τοὺς καρποὺς, τὰ δὲ ἐν ἀκμῇ πλείους μὲν καὶ καλλίους ἔχει βραδύτερον δέ. Φαίνεται δ’ οὖν εἰ τοῦτο ἀληθὲς ὅτι ταχυγονώτερα τὰ παλαιό‐ τερα. Μεμίχθαι γάρ τις ἐν τοῖς σπέρμασι δοκεῖ οἷον | |
10 | ὕλη καὶ τροφὴ ταῖς ἀρχαῖς ἣν δεῖ προκατειργάσθαι πρότερον ἢ εἰς τὴν βλάστησιν ἐλθεῖν. | |
Caus Plant.4.3.7 | Εἴη δ’ ἂν κἀκεῖνο λέγειν πρός γε τὸ ἐκκαυλεῖν ὡς ἧττον ῥιζου‐ μένων τῶν παλαιῶν εἰς δὲ τὸ ἄνω μᾶλλον φερομένων ταχεῖαν ποιεῖ τὴν τελείωσιν ὥσπερ σχεδὸν καὶ ἐπὶ τῶν | |
5 | ὀλιγοχρονίων πάντων ἐστὶ καθάπερ καὶ ἐπὶ τριμήνων λέγεται. Τοὺς δὲ χρόνους δῆλον ὅτι ταὶ τὰς ἀκμὰς κατὰ τὰς φύσεις ἑκάστων ληπτέον. Ἀλλὰ γὰρ ταῦτα μὲν ὁμοιότητά τινα ἔχει. Τὰ δ’ ἴδια καθ’ ἕκαστον γένος αὐτὰ καθ’ ἑαυτὰ λέγουσιν ἐπὶ πλέον. Ῥητέον | |
10 | δὲ τοῖς τῶν δένδρων καὶ πρὸς αὐτὰ καὶ πρὸς τὰ ἄλλα θεωροῦσιν. | |
Caus Plant.4.4.1 | Ἄτοπον δ’ ἂν δόξειε καὶ ἅμα θαυμαστὸν εἰ ἀπὸ τῶν ἀτελῶν ἔνια γεννᾷ καὶ ταῦτα δένδρων φύσεις με‐ γάλας οὕτως οἷον ἰτέας καὶ πτελέας· ἀτελὲς γὰρ τὸ ὠμόν. Ἆρ’ οὖν εἴπερ τοῦτ’ ἀληθὲς διαιρετέον τὴν | |
5 | τελειότητα τήν τε πρὸς ἡμᾶς καὶ τὴν πρὸς γένεσιν. Ἡ μὲν γὰρ πρὸς τροφὴν ἡ δὲ πρὸς δύναμιν τοῦ γεν‐ νᾷν· ἔνια δὲ ἄτροφα γεννητικὰ δὲ, τὰ δ’ ἴσως ἀνάπα‐ λιν. Τάχα δ’ ἐκείνη πρός γε τὰ νῦν ἡ διαίρεσις ὅτι τὴν πέψιν τιθέμεθα χρώμασι καὶ χυλοῖς καὶ πυκνότητι | |
10 | καὶ τοῖς τοιούτοις· ἐπεὶ τό γ’ ἐδώδιμον ὑπάρχει καὶ τοῖς τῆς πτελέας καὶ ἄλλοις· ἀλλ’ οὐ τοῦτο κύριον ἀλλὰ τὸ γεννᾷν· ἕκαστον γὰρ τῷ ἔργῳ κρίνεται. Καὶ ταῦτα μὲν ὡς πρὸς ὑπόθεσιν. | |
Caus Plant.4.4.2 | Ἐκεῖνο δὲ ἀτοπώ‐ τατον εἰ τελεούμενα γένους τινὸς ἄγονα γίνεται τὸ ὅλον καίτοι ἀπὸ σπέρματος γινομένου τοῦ δένδρου κα‐ θάπερ ἐπὶ τῆς κυπαρίττου. Τὸ γὰρ ἄρρεν γένος ὅλως | |
5 | ἄγονον πολλὰ δὲ καὶ τῶν θηλειῶν. Ἐπεὶ τό γε μὴ καρποφορεῖν ἔνια τῶν ὁμογενῶν ἧττον ἄτοπον. Καὶ πάλιν ἐπὶ τῶν σπερμάτων αὖ τὸ πηρωθὲν ἄγονον, ἀλλ’ ἴσως τοῦτό γε καὶ ἀναγκαῖον. Τὸ δὲ μηδὲν ὅλως γόνιμον ὥσπερ ἐλέγχει τὴν φύσιν ὅτι ποιεῖ μάτην, ὃ | |
10 | καὶ ἡμῖν ὑπεναντίον πρὸς τὰ πρότερον. | |
Caus Plant.4.4.3 | Καὶ τὰ μὲν τῆς πτελέας ἀμφισβητούμενα καὶ τῆς ἰτέας. Ὁ δ’ ἐρινεὸς ὁμολογουμένως γεννᾷ καὶ ἄπεπτον εἰς τὴν ἡμετέραν τροφήν. Γεννᾷ δὲ καὶ τὸ θύμου ἄνθος καὶ | |
5 | ἄλλων ἃ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἀφανῆ τὸ δ’ ἄν‐ θος μόνον φανερόν. Ἀλλὰ τὸ μὲν τῶν δένδρων τινῶν ἔτι καὶ ἄλλας ἴσως ἀπορίας ἔχει. Καὶ γὰρ τὸ περὶ τοὺς φοινίκας ἄτοπον καὶ λόγου δεόμενον, καὶ τὸ οὕ‐ τως ἀμενηνά τινων εἶναι τὰ σπέρματα καθάπερ καὶ | |
10 | τῆς κυπαρίττου. | |
Caus Plant.4.4.4 | Τὰ γὰρ τοιαῦτα δίδωσί τινα ἔννοιαν καὶ ὑπὲρ τοῦ μὴ ἔχειν ἔνια τροφὴν πρὸς ἑαυ‐ τοῖς· πλὴν ἴσως ἄλλοις ἄλλη καὶ ὕλη καὶ τροφὴ καὶ ἱκανόν τισιν ἂν ἔχῃ τὸ διατηρῆσον. Ὑπὲρ δὲ | |
5 | τῶν σιτηρῶν καὶ ὅλως τῶν ἐπετείων αἱ μὲν τοιαῦται διαφοραὶ ῥᾴους οἷον αἱ κατὰ τὰς βλαστήσεις καὶ τε‐ λειώσεις καὶ τὰ λοιπὰ πάθη τὰ συμβαίνοντα τοῖς τοιού‐ τοις. | 248 |
Caus Plant.4.4.5 | Περὶ δὲ τῆς ἐξαλλαγῆς εἰς ἕτερον γένος ὥσ‐ περ ἐκ πυρῶν εἰς αἴρας καὶ εἰ δὴ πάλιν τῶν αἰρῶν εἰς πυροὺς καὶ τῶν ζειῶν εἰς βρόμον ἄτοπον αὐτῷ τε τῷ συμβαίνοντι καὶ τῷ ἰδίῳ· μόνα γὰρ δὴ ταῦτα μετα‐ | |
5 | βάλλει τῶν σπερμάτων φυσικῶς· ὁ γὰρ ἐκ τῆς τίφης καὶ τῆς ζειᾶς πυρὸς παρασκεύῃ πως καὶ τέχνῃ καθά‐ περ οἱ τὰ σπέρματα προβρέχοντες εἰς τὴν γλύκανσιν. | |
Caus Plant.4.4.6 | Ἄτοπον δὲ πρὸς τῷ μόνα καὶ ὅτι ἰσχυρότερα δο‐ κοῦντα τῶν χεδροπῶν εἶναι· τὸ γὰρ ἀσθενὲς εὐφθαρ‐ τότερον, φθορὰ δέ τις ἡ ἔκστασις· καὶ μᾶλλον πυρὸς εἰ κριθῆς ἰσχυρότερον. Ἔτι δὲ τὰ μὲν ἰσχυρότερα εἰς | |
5 | τὸ ἀσθενέστερον μεταβάλλειν· ἡ δὲ αἶρα καὶ πυροῦ καὶ κριθῆς ἰσχυρότερον ὥσθ’ ἅμα συμβαίνει καὶ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἰσχυρότερον. | |
Caus Plant.4.4.7 | Ἡ δὲ διαφθορὰ καὶ ἡ μεταβολὴ δυοῖν θάτερον ἢ ἐν τοῖς σπέρμασιν ἢ ἐν τῇ χλόῃ. Σπέρματος μὲν οὖν γαλάκτωσις, σῆψις, ὅλως διάχυσις ὧν οὐδὲν φύσιμον. Ἡ δὲ χλόη ῥιζωθέντων ἤδη, | |
5 | τὰς δὲ ῥίζας μεταβάλλειν ἄτοπον. Ὅθεν δὴ τοῖς τοιούτοις παραπεπεισμένοι τινὲς ὡς ἀλόγοις ὅλως οὐδὲ γίνεσθαί φασιν τὴν ἔκστασιν ἀλλ’ ἐπομβρίαις φύεσθαι καὶ συνίστασθαι τὴν αἶραν ὃ καὶ καθ’ αὑτὴν φαίνεται ποιοῦσα μὴ σπαρέντων πυρῶν ἢ κριθῶν ἐν ταῖς ἐπομ‐ | |
10 | βροτάταις χώραις. | |
Caus Plant.4.4.8 | Αἱ μὲν οὖν ἐναντιώσεις αὗται δοκοῦσιν ἐλέγχεσθαι τοῖς ἔργοις· πολλοὶ γὰρ ὥς φασι σπείραντες πυροὺς ἢ κριθὰς ἐθέρισαν αἴρας. Τὴν δὲ ἔκστασιν καὶ τὴν μεταβολὴν θείη τις ἂν ἀμφοτέρως | |
5 | γίνεσθαι καὶ τοῦ σπέρματος ἀλλοιουμένου καὶ τῶν ῥιζῶν· ἡ γὰρ ἐν τῇ χλόῃ μεταβολὴ δι’ ἐκείνας· συμ‐ φυεῖς δ’ οὔσας οὐκ ἄλογον συμπάσχειν. Ἐπεὶ τό γε σπέρμα διαφθαρὲν οὐ φύσιμον ὅλως ἦν· τοῦτο μὲν κοινόν· οὐδὲ γὰρ ῥίζαι φθαρεῖσαι τρέφοιεν ἄν. | |
Caus Plant.4.4.9 | Τὴν δὲ τοῦ σπέρματος φθορὰν οὐδεμίαν τῶν εἰρημέ‐ νων ὑποληπτέον, σῆψιν ἢ γαλάκτωσιν, ἀλλ’ ἑτέραν ἣ γίνεται διὰ πλῆθος τῆς τροφῆς ἐκτηκομένων· αὕτη δὲ τὸ μὲν ὅλον οὐκ ἀπόλλυσι μεθίστησι δὲ εἰς ἕτερον ἐπι‐ | |
5 | κρατοῦσα πως τῆς ἀρχῆς. Τὸ δὲ συμβαῖνον ὅμοιον τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων ὡς κατ’ ἀναλογίαν ἂν τὸ θῆλυ κρατήσῃ τοῦ ἄρρενος ἢ καὶ ἔτι μείζων ἐναλλαγὴ γένηται πρὸς τὸ παρὰ φύσιν. | |
Caus Plant.4.4.10 | Δεῖ γὰρ δὴ τὴν γῆν ὥσπερ τὸ θῆλυ νοῆσαι καὶ τὸ ἀνάλογον οὕτω λαμβάνειν. Ὅταν οὖν ἐκ ταύτης ἡ τροφὴ πλείων γίνηται διὰ τὰς ἐπομβρίας τότε τὴν ἔκστασιν συμβαί‐ | |
5 | νειν οὐ φθείρουσαν μὲν ὅλως τὴν γεννητικὴν δύναμιν ἐξαλλοιοῦσαν δ’ εἰς ἑτέραν. Εὐζώου δὲ τῆς φύσεως οὔσης, εὐζωότερα γὰρ πολὺ τῆς τῶν ζώων, εὔλογον καὶ διαμένειν μᾶλλον ταύτην. Ἐπεὶ καὶ ἄνευ σπερ‐ ματικῆς ἀρχῆς αὐτόματα πολλὰ συνίσταται καὶ τῶν | |
10 | ἐλαττόνων καὶ τῶν μειζόνων φυτῶν. | |
Caus Plant.4.4.11 | Ὅθεν καὶ τοῦτο ἂν εἴη φανερὸν εἴ τις ἀκολουθήσει τῇ ἀναλογίᾳ δι’ ὅτι τῇ τῶν σπερμάτων ἀλλοιώσει καὶ οὐ τῇ τῆς χλόης μεταβολῇ· καὶ γὰρ ἐπὶ τῶν ζώων οὕτω γίνεται. | |
5 | Καὶ ἅμα δὴ τότε ἀσθενέστατον ὅταν ἐν μεταβολῇ τυγχάνῃ τῇ κατὰ τὴν βλάστησιν, ἤδη δ’ ἐκβεβλασ‐ τηκὸς καὶ ἐρριζωμένον ὥσπερ γέγονε. Τούτου δὲ καὶ μείωσις εἰς αὔξησιν καὶ τροφὴν ἢ καὶ τὴν ὅλην φθορὰν οὐκ εἰς μεταβολήν. Ἔτι δὲ καί φασιν οἱ ἔμπειροι | 249 |
10 | φανερὸν εὐθὺς εἶναι τὸ φύλλον ἀνατέλλον τῆς αἴρας λιπαρώτερον ὂν καὶ ποιωδέστερον καὶ στενότερον καὶ οὐχ ὕστερον τοιοῦτον γινόμενον. | |
Caus Plant.4.4.12 | Ἐκ μὲν οὖν τούτων δόξειεν ἂν τοῖς σπέρμασιν. Οὐ μὴν οὐδὲ θά‐ τερον ἀδύνατον οὐδ’ ἄλογον ὥστε ἐν τῇ χλόῃ μεταβάλ‐ λειν ἀλλοιουμένων τῶν ῥιζῶν· τοῦτο γὰρ ἀνάγκη συμ‐ | |
5 | βαίνειν εἴπερ ἅπαν ἀπὸ τῆς ἀρχῆς ἑτέρας ἕτερον. Φαίνεται δὲ τοῦτο καὶ ἐφ’ ἑτέρων συμβαίνειν ὥσπερ τῶν δένδρων ὅσα μεταβάλλει ταῖς θεραπείαις τοὺς καρποὺς ἐξ ὀξέων καὶ πικρῶν εἰς γλυκεῖς καὶ ποτίμους ἢ ἐκ πολυπυρήνων εἰς ἀπυρήνους. | |
Caus Plant.4.4.13 | Ἡ δ’ αἰτία τῆς μεταβολῆς ὁμοίως καὶ ταύτης πλήθει τροφῆς ὅταν ἐπομβρίαι γίνωνται καὶ ὥς γε δή τινές φασι μάλιστα τοῦ ἦρος ἐὰν ἥλιοι συνεπιλάμψωσιν ὡς ἐξ | |
5 | ἀμφοῖν γινομένης τῆς μεταστάσεως. Ἐνιαχοῦ γὰρ ἔν τισι τόποις ἑλώδεσιν ὅλως τοῦτο συμβαίνει καὶ τό τε φύλλον μεταβάλλει ὥστε πᾶσιν εἶναι φανερόν. Ἐὰν δὲ (ὕδα)τα ἐαρινὰ μὴ γίνηται πολὺ γίνεσθαι πυρῶν πλῆθος. Ὥστε τοῦτο μὲν οὐδ’ ἑτέρως ἄλογον. Εἰ | |
10 | δὲ καὶ ἀμφοτέρως συμβαίνει τάχ’ ἂν οὐδ’ ἄτοπον εἴη διαφοράν τινα συναιτίαν εἶναι καὶ τῶν ἐδαφῶν καὶ τοῦ ἀέρος· ἐπεὶ καὶ σπαρέντων εὐθὺ μεγάλη βλάβη πολυϋδρίαν ἐπιγίνεσθαι. Συμβαίνει γὰρ ἀσθενεστέ‐ ρας εἶναι τὰς ῥίζας, τὸ δ’ ἀσθενὲς εὐπαθέστερον. Ἡ | |
15 | μὲν οὖν ἐξαλλαγὴ διὰ τοῦτ’ ἂν εἴη. | |
Caus Plant.4.5.1 | Τὸ δὲ μόνα ταῦτα πάσχειν ἔτι δ’ ἰσχυρότατα δοκοῦντ’ εἶναι, καὶ γὰρ ἡ ζειὰ ἰσχυρὸν, μιᾷ τινι λύοιτ’ ἂν αἰτίᾳ καὶ τῇ αὐτῇ· διὰ γὰρ τὸ ἰσχυρότατα καὶ πολυρριζότατα εἶναι πλείστην ἔχοντα τροφὴν καὶ | |
5 | μάλιστα πάσχοντα ὑπομένει τὰ δ’ ἄλλα φθείρεται τε‐ λέως. Ἔτι δ’ ἡ ὥρα καθ’ ἣν ὁ σπόρος ἐπομβροτέρα καὶ πλείω χρόνον ἐν τῇ γῇ γίνεται, τὰ δὲ πρὸς τὸ ἔαρ καὶ διαγελῶντος ἤδη τοῦ ἀέρος ἐν εὐκρασίᾳ μᾶλλον καὶ εὐθὺς εἰς τὴν βλάστησιν ἡ ἀναδρομή· | |
Caus Plant.4.5.2 | δι’ ὃ καὶ οὐδ’ ἕτερον οὐδὲν ἐκ τῆς διαφθορᾶς αὐτῶν ἄν ποτε διαφ‐ θαρῇ γίνεται. Τὸ μὲν γὰρ εἰς αἶραν ἀξιοῦν ἄτοπον· εἰς γὰρ τὸ σύνεγγυς καὶ ὁμογενές πως αἱ μεταβολαί· | |
5 | τὸ δὲ μηδὲ εἰς ἕτερον μηδὲν εἰς ἀσθένειαν ἀνακτέον ὡς ὅλως φθειρομένων· ἀλλὰ τοῖς ὁμοιοπύροις ἂν εἴη καὶ ὁμοιοκρίθοις μᾶλλον εἰς αἶραν. Τούτων δὲ τὰ μὲν ὅλως οὐχ ὑπομένει διὰ τὴν ἀσθένειαν ὥσπερ ἡ τίφη, τὰ δὲ εἰς τὸ σύνεγγυς μᾶλλον μεταβάλλει καθάπερ ἡ ζειὰ | |
10 | πρὸς τὸν βρόμον. | |
Caus Plant.4.5.3 | Ὁ δὲ πυρὸς εἰς τίφην οὐ μετα‐ βάλλει καὶ ζειὰν ἐξαμβλούμενος ὅτι πλείων ἡ τροφὴ καὶ ἰσχυροτέρα δι’ ἣν συμμένει. Τοιαύτη δ’ οὖσα οὐκ ἂν ἐκθηλύνειεν ἀλλ’ εἰς τὸ σφοδρότερον ἀγάγοι καὶ | |
5 | ὅλως ἐκστήσειε τοῦ γένους. Ἐπεὶ μᾶλλον ἄν τις εὐλόγως θαυμάσειεν ὅτι οὐκ εἰς τὸν ἄγριον πυρὸν ὥσ‐ περ καὶ ἄλλα. Τυγχάνει δὲ καὶ τούτου παραπλησία τις ἡ αἰτία· μετακινεῖ γὰρ ἁπλῶς ἡ φύσις. | |
Caus Plant.4.5.4 | Ἄτο‐ πον δὲ καὶ λόγου δεόμενον εἰ καὶ τὸ λίνον ἐξαιροῦται· μεγάλη γὰρ ἡ διάστασις· εἰ μὴ ἄρα καὶ τοῦτο τῆς τροφῆς ὄγκῳ· φιλεῖ γοῦν χώραν ἀγαθὴν ὥστ’ ἐκ τῆς | 250 |
5 | ὑπερβολῆς ἡ ἔκστασις. Ὁ δὲ θέρμος ἰσχυρὸς ὢν καὶ πρώϊος σπειρόμενος οὐδὲ εἰς ἓν μεταβάλλει διὰ τὴν ἄγαν ἰσχύν· ἐπικρατεῖ γάρ· δεῖ δὲ τὸ μέλλον μετα‐ βάλλειν μὴ ἀπαθὲς εἶναι μήτ’ ἄγαν εὐπαθές· τὸ μὲν γὰρ οὐ μετακινεῖται τὸ δ’ ὅλως ἀσθενὲς ὂν φθείρεται | |
10 | καθάπερ ἐλέχθη. | |
Caus Plant.4.5.5 | Σκεπτέον δὲ καὶ εἴ τι τῶν ἄλ‐ λων σπερμάτων ἢ τῶν ἀγρίων ἢ τῶν ἡμέρων δέχεται τὴν τοιαύτην ἀλλοίωσιν. Καὶ περὶ μὲν αἰρῶν ἀρ‐ κείτω τὰ εἰρημένα. Τὰς γὰρ ἐν αὐτοῖς τοῖς γένεσι | |
5 | τῶν πυρῶν μεταβολὰς, οἷον εἰ ἐκ τοιῶνδε τοιοίδε γί‐ νονται, καὶ κριθαὶ καὶ τἆλλα ὡσαύτως οὐκέτι ζητοῦ‐ μεν οὐδὲ τοῦτ’ ἔχει τι θαυμαστόν. Ἡ γὰρ ὥρα καὶ αἱ τροφαὶ καὶ ὁ ἀὴρ καθάπερ εἴρηται ποιοῦσι τὰς ἀλλοιώ‐ σεις ὁμοίως ζώων καὶ φυτῶν· | |
Caus Plant.4.5.6 | ὃ καὶ πρὸς τὴν ἔκ‐ στασιν ὅλως τοῦ γένους χρῆναί φαμεν μετενεγκεῖν, ποιάν τινα καὶ ποσὴν ποιήσαντες τὴν τροφήν· ἐπεὶ καὶ τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν αἱ ἐν ταῖς ἱστορίαις εἰρημέ‐ | |
5 | ναι μεταβολαὶ διὰ ταύτας γίνονται τὰς αἰτίας ὥσπερ ἐν τοῖς πρότερον ἐλέχθη· τῶν μὲν ἀτροφούντων ἐν μὴ οἰ‐ κείαις τροφαῖς καὶ θεραπείαις· ὥσπερ τὸ σισύμβριον ὅταν εἰς μίνθαν· ἀπόλλυται γὰρ τὸ δριμὺ τῆς ὀσμῆς καὶ οἷον ἀποθηλύνεται, διὰ τὴν τροφὴν δὲ καὶ ἀργίαν | |
10 | ἡ ἀπαγρίωσις· ἔνια δ’ ὅλως καὶ ἀπόλλυσιν ὥσπερ τὴν μίνθαν καταπνιγομένων τῶν ῥιζῶν ὑφ’ αὑτῶν. | |
Caus Plant.4.5.7 | Ἡ δὲ λεύκη τὸ μὲν ὅλον οὐ πόρρω τῆς αἰγείρου καὶ τῇ ὅλῃ μορφῇ καὶ τοῖς φύλλοις· ἀπογηράσκουσαν δὲ ἐξο‐ μοιοῦσθαι τῷ καταξηραίνεσθαι καὶ μᾶλλον ἀτροφεῖν οὐκ ἄλογον. Ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις διὰ | |
5 | πλειόνων εἴρηται, καὶ ὅτι δὲ καὶ περὶ τὰ ζῶα κατὰ μὲν τὰς γενέσεις τοιοῦτόν τι συμβαίνει, τελεσθεισῶν δὲ τῶν νεοσσιῶν οὐκέτι, πλὴν εἴ τις τὰς κατὰ τὰς ὀρ‐ νίθας ἀλλοιώσεις ἅμα ταῖς ὥραις γινομένας λέγοι. Φαίνονται δὲ αὗταί γε πάθεσι μᾶλλον ὅμοιαι σωμα‐ | |
10 | τικοῖς ἢ μεταβολαῖς. | |
Caus Plant.4.6.1 | Τῶν δὲ ἄλλων τῶν περὶ τὰ σπέρματα μάλιστα ἄπορον εἴπερ ἀληθὲς τὸ παρὰ μέρος καὶ μὴ ἅμα γεν‐ νᾷν ἔνια καθάπερ ἐπί τε τοῦ αἰγίλωπος λέγεται καὶ τοῦ λωτοῦ καὶ τοῦ βολβοῦ. Τοῦτο δ’ οἱ μέν φασιν | |
5 | εἶναι ψεῦδος ἀλλ’ ἀπὸ τῆς ῥίζης βλαστάνειν τῷ ὕστε‐ ρον ἔτει ἢ ἀπὸ τοῦ σπέρματος ὑπολαμβάνουσιν· οἱ δ’ ὡς ἀληθὲς διατείνονται σημεῖα φέροντες ἄλλα τε καὶ ὅτι ἀπολλύντες τὸν αἰγίλωπα διετῆ τὸν ἀργὸν ποιοῦσι ὅπως ἀμφότερα τὰ σπέρματα ἐκβλαστήσῃ καὶ ἐπινε‐ | |
10 | μηθῇ τε καὶ ἐκθερισθῇ τὸ ὅλον ὁ καρπός. | |
Caus Plant.4.6.2 | Ἔχει δέ τινα καὶ ἄλλως ἀπορίαν ἡ παρ’ ἔτος βλάστησις καὶ εἴπερ συνεχὲς ὂν καὶ δίκρουν ὥσπερ φαίνεται καὶ ἅμα πίπτον τὸ μὲν ἀλλοιοῦται καὶ διαβλαστάνει τὸ δ’ ἀπα‐ | |
5 | θὲς διαμένει πάντα τὸν ἐνιαυτόν· ὅσῳ γὰρ ἀσθενέστε‐ ρον τὸ ἔλαττον ὃ δή φασι διαμένειν τοσούτῳ καὶ εὐ‐ παθέστερον ἐχρῆν εἶναι καὶ εἰς τὴν διαβλάστησιν καὶ | |
εἰς τὴν ὅλην φθοράν. Ἀνάγκη δὲ δῆλον ὅτι καὶ ὅταν ἐκβλαστήσῃ θάτερον χωρίζεσθαι· μὴ γὰρ χωρισθὲν | 251 | |
10 | καὶ εἰ μὴ γίνεται συμπαθὲς, ἀλλ’ ἐξαιρουμένων γε τῶν ῥιζῶν συναίροιτ’ ἂν, πολλάκις δὲ τοῦτο δρῶσιν οἱ γεωργοὶ καὶ οὔ φασι φθείρειν. | |
Caus Plant.4.6.3 | Τὸ δὲ διαρκεῖν ἀπαθὲς ἐν τῇ γῇ μέχρι μὲν τῆς οἰκείας ὥρας εἰς τὴν ἔκφυσιν εὔλογόν τε καὶ ἐπὶ πολλῶν γινόμενον· τὸ δ’ ὅλον ἐνιαυτὸν ἐπισχεῖν ἤδη θαυμασιώτερον. Ἀλλὰ | |
5 | μὴν καὶ τὸ μὲν τέλεον τὸ δὲ ἀτελὲς αὐτῶν εἶναι τε‐ λεοῦσθαι δὲ παρ’ ἐνιαυτὸν ἄλογον· οὔτε γὰρ ἀσθενὲς ἀλλ’ ἰσχυρὸν ὁ αἰγίλωψ ὥστε ἐκτελεοῦν δύνασθαι πλείω καὶ ἔνια δὴ καὶ τῶν ἀσθενεστέρων τοῦτο δρᾷ· ἥ τε αὖ τελέωσις ἡ κατὰ φύσιν οἰκειοτάτη τάχα δὲ | |
10 | καὶ μόνη· τροφὴν γὰρ τότε λαμβάνει τὴν αὑτοῦ διὰ δὲ τῆς τροφῆς ἡ αὔξη καὶ τὸ τέλεον, χωρισθὲν δὲ ἤτοι φθείρεται πάμπαν ἢ ἀναυξὲς καὶ ἀνεπίδοτον ἔσται. Πολυχίτωνι δ’ εἶναι καὶ τῷ βρόμῳ καὶ τῇ ζειᾷ συμβέ‐ βηκεν ὥστ’ ἐχρῆν καὶ ταῦτα διαμένειν ἀπαθῆ. | |
Caus Plant.4.6.4 | Τὰ μὲν οὖν ἀντιβαίνοντα σχεδὸν ταῦτ’ ἐστίν. Οὐ μὴν ἀλλ’ εἰ δεῖ λέγειν τὴν αἰτίαν ἐκείνην ἄν τις ἴσως μά‐ λιστα εἴποι τὴν φάσκουσαν μὴ τελεοῦσθαι ἄμφω πρὸς | |
5 | τὸ φύσιμα ποιεῖν, ἀλλ’ ὅμοιόν τι ξυμβαίνειν καὶ τῶν ὠοτόκων καὶ τῶν σκωληκοτόκων τισί· τὰ γὰρ ὠὰ ἀποτικτόμενα τρέφεται καὶ ἐκτελεοῦται τὰ μὲν ἐν τῷ ὕδατι καὶ τῇ θαλάττῃ τὰ δὲ ἐν τῇ γῇ καὶ τῷ ἀέρι καὶ ταῦτα δεχόμενα ζωοποιεῖ, τὰ δὲ φύσαντα καὶ ἐκτε‐ | |
10 | κόντα ἐξαδυνατεῖ. | |
Caus Plant.4.6.5 | Φαίνεται δὲ τοῦτό γε καὶ ἄλ‐ λως ἀληθὲς ὡς οὐκ εὐθὺς ἀλοηθέντα τὰ σπέρματα βελτίω τῶν χρονισθέντων οὐδὲ τὰ νέα τῶν ἔνων ὥσπερ εἴπομεν ἀλλὰ δεῖ τινα λαβεῖν ἐν ἑαυτοῖς οἷον πέψιν | |
5 | καὶ δύναμιν ἀποπνεύσαντος τοῦ ἀλλοτρίου. Τί οὖν ἴσως ἄν τις φαίη κωλύει καὶ ἐπὶ τῶν ἀπορουμένων τοιοῦτόν τι συμβαίνειν ὥστε καὶ τελέωσιν λαμβάνειν καὶ δύναμιν ἐκπεττόμενά πως τῇ θερμότητι τῇ τε ἐν ἑαυτοῖς καὶ τῇ περιεχούσῃ. | |
Caus Plant.4.6.6 | Ἢ τοῦτο παράλογον ὡς μᾶλλον ἐν τῇ γῇ κατακλειομένη ἡ θερμότης ἐκ‐ πέττει τὴν τροφὴν τὴν ἐν τῷ σπέρματι καὶ τελεοῖ τῆς ἐν τῷ ἀέρι, καὶ ταῦτα πεφυκότων ἐν τούτῳ τελεοῦ‐ | |
5 | σθαι καὶ ἅμα λαμβανόντων τροφὴν οὐκ ὠμὴν ἀλλὰ προπεπονημένην ὑπὸ τοῦ καυλοῦ καὶ τῶν ῥιζῶν; | |
Caus Plant.4.6.7 | ἔτι δὲ τῶν μὲν ὠῶν μία τις ἡ πέψις καὶ τελέωσις ἁπάντων, εἶθ’ ὑπὸ τῶν ἔξω· συμβαίνει γὰρ ὥσπερ τὸ μὲν κατὰ φύσιν τὸ δὲ παρὰ φύσιν· καὶ ταῦτ’ ἰσχύοντος ἔτι τοῦ φυτοῦ καὶ οὐ περιλαμβανομένον τῇ ὥρᾳ πρὸς | |
5 | τὴν πέψιν. Πλὴν εἴ τις λέγοι ὅτι προεκπηδᾷ τὰ σπέρματα πρὶν τελειωθῆναι διὰ τὸ τὴν φύσιν ἔχειν ἀσθενῆ. Συμβαίνει μὲν δὴ τοῦτο καὶ πολὺ προτερεῖ τῶν κριθῶν ὥστε κενὸν ἑστάναι τὸν κάλαμον· τοῦτό τε οὖν εἰς τὴν οὐσίαν ἀνακτέον καὶ τὸ συνεκτρέφεσθαι | |
10 | δὲ καὶ τελειοῦσθαι τοῖς περιέχουσιν οὐκ ἄλογον. Ἐπεὶ τό γε διαμένειν ἀπαθὲς ἄλλως τε καὶ ἐν χιτῶσι τοσού‐ τοις ἧττον θαυμαστόν. Πολλὰ γοῦν φαίνεται καθάπερ ἐλέχθη καὶ τῶν ἄλλων μᾶλλον δὲ πάντα διατηρούμενα πρὸς τὴν οἰκείαν ὥραν. Ἐκεῖνο γὰρ ἔτι θαυμασιώτε‐ | |
15 | ρον ὅπερ εἴρηται περὶ τῶν τευτλίων ὅτι οὐ μόνον ἑνὶ μηνὶ καὶ δυοῖν καὶ τρισὶν ὕστερον ἀλλ’ ἐνιαυτῷ δια‐ βλαστάνει τινὰ καὶ ταῦτα βρεχομένου καὶ κηπευομέ‐ νου τοῦ τόπου. | 252 |
Caus Plant.4.6.8 | Ἔστι δὲ καὶ τὸ τοῦ λωτοῦ σπέρμα τοιοῦτον ἢ τό γε περιέχον τὸν καρπὸν διὰ τὸ μὴ εὐ‐ χώριστον εἶναι μηδ’ ὁμοίως ἀφαδρύνεσθαι. Τὸ δὲ τοῦ βολβοῦ καὶ τῷ μεγέθει διάφορον, σκεπτέον δὲ | |
5 | ὑπὲρ αὐτοῦ. Εἰ δ’ οὖν οὕτως ἔνια δυσφυῆ τῶν σπερ‐ μάτων ὥστε πολλοῖς ὕστερον χρόνοις ἀνατέλλειν δῆλον ὅτι ταῦτα πέττεται καὶ τελειοῦται πρὸς τὴν βλάστη‐ σιν ἐν τῇ γῇ δι’ ὃ καὶ αὕτη τις ἂν εἴη συνεργοῦσα πίστις. Ἀντιβαίνει δ’ αὐτῇ τὸ καὶ πρότερον λεχθὲν | |
10 | ὅτι καὶ τελειοῦταί τινα κατὰ τὴν πρόσφυσιν ἃ καὶ σπειρόμενα διαβλαστάνει παραχρῆμα. | |
Caus Plant.4.6.9 | Μεῖζον δ’ ἔτι καὶ τῶν περὶ τὰ σπέρματα καὶ τοὺς καρποὺς ἀπορημάτων οὐχ ὑποπίπτον δὲ ὑπὸ τὴν αἰτίαν ταύτην τὸ περὶ τὸν λωτὸν συμβαῖνον· τοῦτο δέ ἐστι δένδρον | |
5 | παρόμοιον ἔχον τὸν καρπὸν τῷ λωτῷ· καὶ τὸ περὶ τὸν τιθύμαλλον τὸν μυρτίτην καλούμενον· τοῦτο δ’ οὐ δένδρον ἀλλὰ θάμνος ἐπιγειόκαυλος· ἀμφότερα γὰρ ταῦτά φασι παρὰ μέρος φέρειν ἐξ ἑκατέρων τῶν βλασ‐ τῶν ὥστ’ ἀνάγκη τὸν μερισμὸν τῶν δυνάμεων ἐν ταῖς | |
10 | ῥίζαις ποιεῖν. Ἀλλὰ περὶ μὲν τούτων ἐπισκεπτέον. | |
Caus Plant.4.7.1 | Τῶν δὲ σιτηρῶν σπερμάτων εἴ τινες διαφοραὶ κατὰ τὴν ἔκφυσιν ἢ τοὺς καρποὺς ἢ τὴν ἄλλην οὐσίαν δεῖ πειρᾶσθαι λέγειν. Οἷον ὅτι πυρὸς μὲν καὶ κριθὴ καὶ τὰ ὅμοια πρωϊσπορεῖται, χεδροπὰ δὲ πρὸς τὸ ἔαρ | |
5 | πλὴν κυάμου καὶ θέρμου. Τοῦτο γὰρ ποιοῦσιν ὅτι τὰ μὲν σιτώδη ῥιζωθῆναι δεῖ πρὸς τὸ μὴ μονόκαυλα γίνεσθαι τῆς ἀναφορᾶς εὐθὺ ἄνω γινομένης. Ῥιζοῦ‐ ται δὲ κατεχόμενα καὶ πιλούμενα τοῖς χειμῶσιν ὥστε πολλὰς ἀρχὰς λαμβάνειν τῆς βλάστης. | |
Caus Plant.4.7.2 | Τὰ δὲ χεδροπὰ μονόρριζά τε καὶ ἰσχυρόρριζα καὶ εὐθὺς τὴν ὁρμὴν ἄνω ποιούμενα προσφόρως ἔχει τῇ ὥρᾳ· τὸ γὰρ πολὺ τῆς φύσεως ἐν τῷ ἀέρι. Τὸν δὲ κύαμον πρωϊ‐ | |
5 | σποροῦσιν ὥσπερ εἴρηται διὰ τὴν ἀσθένειαν ὅπως ῥι‐ ζωθεὶς ἐν ταῖς εὐδίαις ἀντέχῃ τοῖς χειμῶσι, τὸν δ’ αὖ θέρμον εὐθὺς ἀπὸ τῆς ἅλω δι’ ὅτι μὴ καταβληθεὶς ἔτι θερμῆς οὔσης τῆς γῆς κακοβλαστὴς γίνεται. Τούτου δ’ αἴτιον ὅτι ἀτέραμον φύσει καὶ ὥσπερ ἄπεπτον· δη‐ | |
10 | λοῖ δ’ ἡ πικρότης δι’ ὅτι πολλῆς δεῖται θερμότητος. | |
Caus Plant.4.7.3 | Ἐὰν μὲν οὖν προσλάβῃ τὴν ἐκ τῆς χώρας δύναται κατεργασθῆναι καὶ εὐβλαστεῖν, εἰ δὲ μὴ κακοβλαστεῖ καὶ παρόμοιον τὸ ξυμβαῖνον ὥσπερ εἴ τις ὀλίγῳ πυρὶ τὸ ἰσχυρότατον κρέας ὀπτᾷν ἐπιχειροίη. Διὰ τοῦτο | |
5 | δ’ ἔοικεν οὐδὲ τὴν ἀγαθὴν χώραν φιλεῖν ἀλλὰ τὴν ὕφαμμον· εὐθερμαντοτέρα γὰρ αὕτη καὶ οἷον εὐκατερ‐ γαστοτέρα. Καὶ κρύπτεσθαι οὐκ ἐθέλει κατὰ βά‐ θους ἀλλ’ ἐπιπολῆς, ὅπως μᾶλλον ἀπολάβῃ τῆς θερ‐ μότητος τῆς ἀπὸ τοῦ ἀέρος καὶ μετέωρος ὢν ἐκβλασ‐ | |
10 | τάνῃ καὶ καθίῃ τὴν ῥίζαν. | |
Caus Plant.4.7.4 | Καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὥσπερ γεωργικά· τὰ δὲ αὖ τῆς φύσεως οἷον ὅτι τῶν μὲν χεδροπῶν ἐκ τοῦ αὐτοῦ μέρους ἥ τε ῥίζα καὶ ὁ καυλὸς ἐκβλαστάνει καὶ τὸ μὲν εὐθὺς ἄνω τὸ δὲ | |
5 | κάτω νεύει καὶ ὁρμᾷ, πυροῦ δὲ καὶ κριθῆς καὶ ὅλως τῶν σιτωδῶν ἐξ ἑκατέρων τῶν ἄκρων, ἀπὸ μὲν τοῦ παχέος ᾗ πρὸς τῷ στάχυϊ προσπέφυκεν ἡ ῥίζα, ἀπὸ δὲ τοῦ λεπτοῦ ὅθεν ὁ ἀθὴρ ὁ καυλὸς, ὡς ὂν ἑκάτερον ἀνὰ λόγον τὸ μὲν ἀπὸ τοῦ ἄνω τὸ δὲ ἀπὸ τοῦ κάτω, | 253 |
10 | καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς οὕτω. | |
Caus Plant.4.7.5 | Τὴν δ’ αἰ‐ τίαν εὐθὺς ἐν τῇ φύσει ληπτέον ὅτι τὰ μὲν χεδροπὰ δίθυρα ὄντα μίαν τινὰ καὶ τὴν αὐτὴν ἀρχὴν ἀμφοῖν ἔχει κατὰ τὸ ἄκρον ὃ καὶ φαίνεται προσπεφυκὸς ὥσ‐ | |
5 | περ ἔξωθεν ᾗ καὶ συνάπτουσι πρὸς τὸν λόβον. Ἅτε γὰρ ἐναγγειόσπερμα ὄντα ταύτην μὲν ἐξ ἀνάγκης ἔχει, τρέφεσθαι γὰρ ἄλλως οὐκ ἦν, τὴν δ’ ἐκ τοῦ ἑτέρου μέρους ἀδύνατον συνεχῆ τ’ ἀλλήλοις ὄντα καὶ περιε‐ χόμενα τῷ λοβῷ· τὸ δ’ εἶναι τοιαῦτα τῆς οὐσίας. | |
Caus Plant.4.7.6 | Ὥστε τούτων μὲν εἰκότως ἡ φύσις εἰς ταὐτὸ τὰς ἀρ‐ χὰς ἔθηκε, τῶν δὲ σιτωδῶν καθ’ αὑτά τε πεφυκότων καὶ περιεχομένων ἔτι δ’ ὥσπερ εὐθέων πως ὄντων τὴν μορφὴν ἐχώρισε τὴν ἔκφυσιν ἀπὸ μιᾶς μὲν ἀρ‐ | |
5 | χῆς ἀμφοτέρας ποιήσασα συνεχοῦς δέ τινος οὔσης καὶ διηκούσης ἐφ’ ἑκάτερον τῶν ἄκρων ὥσπερ καὶ κατὰ τὴν βλάστησιν φανερὰ διατείνουσα κατὰ τὴν ἐντομήν. Τοῦ μὲν οὖν μὴ ὁμοίως ἔχειν ταύτην ὑποληπτέον τὴν αἰτίαν· | |
Caus Plant.4.7.7 | ἐκεῖνο δ’ ὁμοίως ἐν ἀμφοῖν ἐστιν ὥστε τὴν τῆς ῥίζης φύσιν ἀπὸ τοῦ αὐτοῦ κατὰ τὴν ἐν τῷ στάχυϊ καὶ τῷ λοβῷ γίνεσθαι πρόσφυσιν ἀφ’ οὗ ἀμ‐ φοτέρων αἱ τροφαὶ, τοῦ μὲν καλάμου καὶ τῆς πρώτης | |
5 | βλάστης ἡ ῥίζα τῶν δὲ καρπῶν ἡ πρόσφυσις ἥ τε πρὸς τὸν λοβὸν καὶ πρὸς τὸν στάχυν ... πίπτοι δὲ τῶν καρυωδῶν καὶ βαλανωδῶν. Καὶ τὰ μὲν περὶ τὴν ἔκφυσιν οὕτως ἄν τις διέλοι. | |
Caus Plant.4.8.1 | Τὴν δὲ ταχυβλαστίαν τοῖς χεδροποῖς ἀπο‐ δοίη τις ἂν διὰ τὴν ὥραν ὅτι μαλακωτέρα καὶ γονιμω‐ τέρα τῆς χειμερινῆς· ἀλλὰ μᾶλλον τούτου αἰτιάσαιτ’ ἄν τις τὴν ἀσθένειαν δι’ ἣν καὶ σπείρονται πρὸς τὸ ἔαρ | |
5 | καὶ διαβλαστάνουσι θᾶττον· τὸ γὰρ ἀσθενέστερον ὥσπερ πολλάκις ἐλέγομεν εὐπαθέστερον. Τάχα δὲ καὶ τῆς πολυκαρπίας, πολυχούστερα γὰρ δὴ τὰ χε‐ δροπὰ, τὴν αὐτὴν ἢ παραπλησίαν, καὶ τοῦ θᾶττον δὲ ἐκτελεοῦν καὶ μὴ καρπίζεσθαι τὴν γῆν ἀλλὰ νειὸν | |
10 | ποιεῖν· ἅπαντα γὰρ ταῦτα ἢ τὰ τοιαῦτα συμβαίνει σχεδὸν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσθένειαν. | |
Caus Plant.4.8.2 | Καὶ γὰρ ἐκθρέψαι καὶ τελειῶσαι ῥᾷον τὸ ἀσθενέστερον ὥστε καὶ πολυκαρπεῖν καὶ τὴν γῆν ἧττον καρπίζεσθαι καὶ τὴν ἔκφυσιν δὲ τὴν πρώτην ῥᾴω καὶ θάττω ποιεῖσθαι. | |
5 | Πλὴν εἴ τι κωλύεται διὰ τὴν ἰσχὺν τοῦ περιέχοντος ὥσπερ ὁ κύαμος· αἰτία γὰρ τούτῳ τῆς δυσφυΐας ἡ τοῦ κελύφους παχύτης· ἐὰν δὲ καὶ ἐφύσῃ σπαρέντι δυσ‐ φυέστερον ἔτι καθάπερ ἐδαφιζομένης τῆς γῆς. Ἐν δὲ τοῖς σιτηροῖς καὶ ταῦθ’ ὁμολογούμενα πρός τε τὴν | |
10 | χρονιότητα τῆς πέψεως καὶ πρὸς τὸν καρπισμὸν τῆς γῆς οἷον ἥ τε πολυρριζία καὶ ἡ γλισχρότης τῶν καρ‐ πῶν· βραδέως γὰρ τὰ γλίσχρα καὶ καθαρὰ καὶ ἐν τοῖς δένδροις πεπαίνεται. | |
Caus Plant.4.8.3 | Δι’ ὃ καὶ πυροὶ κριθῶν ὀψιαίτεροι καὶ ὀλιγοχούστεροι· καὶ αἱ ῥίζαι δὲ τῶν σι‐ | |
τηρῶν πολλαὶ καὶ κατὰ βάθους οὖσαι καρπίζονται μᾶλλον τὸ ἔδαφος, τῶν δὲ χεδροπῶν ὅ τε καρπὸς γεω‐ | 254 | |
5 | δέστερος καὶ ἡ ῥίζα μία καὶ ἐπιπολῆς καὶ ἡ σπορὰ μανή. Πάντα δὲ ταῦτα συνεργεῖ καὶ πρὸς πλῆθος καρποῦ καὶ πρὸς κουφότητα τῆς γῆς καὶ τὸ (μὴ) ὁμοίως καρπίζεσθαι πρὸς ταχύτητα πέψεως. Ἅπασα γὰρ ἡ δύναμις ἄνω φερομένη καὶ οὐκ ἀντισπώσης τῆς | |
10 | ῥίζης πλῆθος ἀποδίδωσι καὶ συνεργοῦντος τοῦ ἀέρος ἐκπέττει ῥᾳδίως. Ἐπεὶ ὧν τε πλείων ἡ ῥίζα καὶ κατὰ βάθους καὶ οἱ καρποὶ ξυλώδεις τάχιστα ἐκκαρ‐ πίζεται τὰ ἐδάφη καθάπερ ὁ ἐρέβινθος δι’ ὃ καὶ μόνος οὐ ποιεῖ νειὸν οὐδ’ ἐστὶ τῆς τυχούσης χώρας ἀλλ’ ἀγα‐ | |
15 | θῆς. | |
Caus Plant.4.8.4 | Ἄλογον δὲ ἐπὶ τούτου φαίνεται τὸ ταχὺ τελειοῦσθαι εἴπερ ἐν τετταράκοντα ἡμέραις ἢ μικρῷ πλείοσι τέλειος. Αἰτίαν δ’ ἄν τις ὑπολάβοι τὴν ἰσχὺν ᾗ δύναται τῶν τε ἄλλων κρατεῖν καὶ πρὸς τοῦτο διαρ‐ | |
5 | κεῖν, εἴπερ καὶ ὕδατος ἐλαχίστου δεῖται πρὸς τὸ δια‐ βλαστεῖν μόνον εἶτα αὐτὸς αὑτὸν ἐκτρέφει, εἰ μὴ ἄρα τι καὶ ἡ ἅλμη πρὸς τὴν τελείωσιν συμβάλλεται κατα‐ ξηραίνουσα καὶ ἐξικμάζουσα τὴν ὑγρότητα τὴν πλείω τῆς συμμέτρου. Φαίνεται δὲ συνεργεῖν πως τῇ γενέ‐ | |
10 | σει καὶ οἰκεῖον εἶναι· σημεῖον δ’ ὅτι καὶ οἱ πρὸς τῇ θαλάττῃ βελτίους γίνονται καὶ ὅτι καταπλυθείσης τῆς ἅλμης ἀπόλλυται καὶ ἐκζωοῦται· δι’ ἣν δ’ αἰτίαν μό‐ νον τοῦτο σκεπτέον εἰ μὴ ἄρα τῆς οὐσίας. | |
Caus Plant.4.8.5 | Μόνα δ’ ἀπὸ τῶν ῥιζῶν ἀποφύεται τῷ ὕστερον ἔτει πυρὸς καὶ κριθὴ καὶ αὐτοετεῖς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν σπαρέντων ἑτέρου καλάμου παραβλαστάνοντος· αἴτιον | |
5 | δ’ ὅτι μόνοις ὕπεστι πλῆθος ῥιζῶν καὶ δύναμις, τὰ χεδροπὰ δὲ μονόρριζα καὶ ξυλώδη καὶ ἐπιπολῆς. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν καταπατουμένων ὑπὸ τῶν στρατοπέδων ὥστε μηδὲν εἶναι δῆλον. Ἐξ ἁπάντων δὲ οἱ στάχυες μικροὶ καὶ ἀτελεῖς ἅτε παλιμβλαστεῖς | |
10 | ὄντες. | |
Caus Plant.4.9.1 | Περὶ δὲ τοῦ εἶναι βαρύτερα τὰ χεδροπὰ πρὸς τὰς τροφὰς ἢ τὸν σῖτον ἡμῖν καίπερ ἐλάττω χρόνον ἐν τῇ γῇ γινόμενα, —δοκεῖ δὲ καὶ πρὸς κουφότητα δια‐ φέρειν τοῦτο, δι’ ὃ καὶ τῶν πυρῶν οἱ τρίμηνοι κουφό‐ | |
5 | τατοι καὶ τῶν κριθῶν ὁμοίως ὡς ἐλάττονος ἐνυπάρχον‐ τος τοῦ γεώδους διὰ τὴν βραχύτητα τοῦ χρόνου, — τοῖς δὲ ἄλλοις ζώοις καὶ προσφιλῆ καὶ ἄλυπα ταῦτ’ εἶναι ἃ χαλεπώτατα ἡμῖν καὶ πάλιν ἃ ἡμῖν εὐκατέρ‐ γαστα ταῦτ’ ἐκείνοις χαλεπώτατα καίπερ ἰσχυροτέ‐ | |
10 | ροις οὖσι. Πολλὰ γοῦν ἀπόλλυται χορτασθέντα πυ‐ ρῶν· καίτοι τὸ γεῶδες ἐλάχιστον ἔχουσι. | |
Caus Plant.4.9.2 | Πρὸς δὴ ταύτας τὰς ἀπορίας καὶ εἴ τις ἄλλη παραπλησία ταύταις καθόλου μὲν καὶ κοινὴν τήνδε λαβεῖν χρὴ τὴν ἀρχὴν ὡς οὐ πᾶσι ταὐτὰ πρόσφορα κατὰ τὰς τροφὰς | |
5 | ἀλλ’ ἑκάστοις κατὰ τὰς ἰδίας φύσεις. Ὅπερ ἐν πολ‐ λοῖς μὲν φανερὸν ἐκ πλείστης δ’ ἀποφάνσεως ὡς εἰπεῖν τῶν γε γνωρίμων τὸ περὶ τὰς ἐλάφους αἳ τοὺς ἔχεις ἐσθίουσιν ὑφ’ ὧν τὰ ἄλλα θνήσκουσι πολὺ μείζω καὶ ἰσχυρότερα τὴν φύσιν ὄντα· καὶ ἐπ’ ἄλλων δὲ τό γε | |
10 | τοιοῦτόν ἐστι ὥστ’ ἀναιρεῖσθαι ταῖς πληγαῖς ὑφ’ ὧν | |
οὐδὲν ἄνθρωποι πάσχουσι καθάπερ οἱ ὄφεις ὑπὸ τῶν σκορπίων. | 255 | |
Caus Plant.4.9.3 | Ὑποκειμένου δ’ οὖν τούτου καὶ τῶν ἄλλων γεωδεστέρᾳ τροφῇ χρωμένων οὐκ ἄλογον ἐκείνην μᾶλλον αὐτοῖς ἁρμόττειν, ταύτην δ’ ἀλλοτριωτέραν εἶναι καὶ ἀπρόσφορον καὶ διὰ τὴν γλυκύτητα καὶ τὴν | |
5 | ἡδονὴν πλείω προσενεγκαμένων ῥήγνυσθαι. Τοῦτο μὲν οὖν καθόλου καὶ κοινόν. Ἴδιον δ’ ὅτι καὶ συμ‐ βαίνει τὰς κοιλίας ἐκπνευματοῦσθαι ἢ πᾶσιν ἢ τοῖς ἔχουσιν ἐχῖνον· φυσῶδες γὰρ καὶ οὐκ εὐκατέργαστον ὁ πυρὸς ὠμὸς ὢν ἔτι δ’ ἧττον τὸ ἄχυρον· μέγα δὲ καὶ | |
10 | τὸ ἀσύνηθες εἶναι· τὰ γὰρ ξένα κἂν ᾖ κοῦφα διατα‐ ράττει πλῆθος λαμβάνοντα. | |
Caus Plant.4.9.4 | Διὰ δὴ ταύτας τὰς αἰτίας ὡς ἁπλῶς εἰπεῖν οὐκ ἀλόγως μὲν ἔχει δοκεῖ δὲ τῇ παραλλαγῇ· ὡς δὲ [ἁπλῶς] εἰπεῖν τύπῳ πρὸς βα‐ ρύτητα καὶ κουφότητα τροφῆς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις | |
5 | τῆς κατὰ φύσιν ἑκάστοις οἰκείας αἱ χῶραι καὶ ὁ ἀὴρ ποιεῖ τὰς διαφοράς· τὰ μὲν γὰρ ἐκ τῶν εὐείλων καὶ εὔπνων καὶ λεπτογείων κουφότατα· τὰ δ’ ἐκ τῶν ψυ‐ χρῶν καὶ ἐπόμβρων βαρύτερα διὰ τὸ πλείω τροφὴν καὶ ἰσχυροτέραν ἔχειν. | |
Caus Plant.4.9.5 | Καὶ διὰ τοῦτο τοῦ μὲν ἄλλου πυροῦ δοκεῖ τοῦ Ἀθήναζε καταπλέοντος ὁ σικελικὸς ἰσχυρότατος εἶναι, τούτου δ’ ἔτι βαρύτερος μᾶλλον ὁ βοιώτιος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται· καὶ γὰρ ἡ | |
5 | χώρα πίειρα καὶ ὁ ἀὴρ ψυχρός. Καὶ τὰ ἄλλα γένη τῶν καρπῶν παραπλησίως ἔχει τῇ βαρύτητι. Ἐν δὲ ταῖς Πιεσάγγαις ὁ διαρρηγνύων ὃν εἴπαμεν ὑπερ‐ βάλλων δῆλον ὅτι τῇ βαρύτητι. Ὁ δὲ ποντικὸς κου‐ φότατος καὶ σκληρότατος καίπερ ψυχροῦ τοῦ ἀέρος | |
10 | ὄντος ὅτι καὶ τὰ σπέρματα καὶ τὰ ἐδάφη κουφότερα καὶ ἡ χιὼν συνεκπέττει μᾶλλον. | |
Caus Plant.4.9.6 | Ὅτι δὲ καὶ τὰ σπέρματα ῥοπὴν οὐ μικρὰν ἔχει φανερὸν ἐκ τῶν τρι‐ μήνων καὶ εἴ τινες ἐν ἐλάττονι χρόνῳ τελειοῦνται τού‐ του· οὐ πολὺ γὰρ τοῦ γεώδους ἕλκοντες ἀλλὰ κουφο‐ | |
5 | τέρᾳ τῇ τροφῇ χρώμενοι κουφοτέραν ποιοῦσι καὶ τὴν προσφοράν. Ἔοικε δὲ καὶ ἡ ὥρα τι συμβάλλεσθαι πρὸς τὸ μὴ χρονίζειν. Οἷον γὰρ εἰς ὀργῶσαν πίπτει τὴν γῆν καὶ παραπλήσιον τὸ συμβαῖνον ὥσπερ τὰ ἐπὶ τὸ ζέον ἐμβαλλόμενα τῶν ἑψομένων· οὐδεμίαν γὰρ | |
10 | οὐδὲ κἀκεῖνα λαμβάνει μόλυνσιν. Εἰ δέ τινες τῶν ὀλιγοχρονίων τούτων βαρεῖς ὥσπερ φασὶ τοὺς περὶ Λῆ‐ μνον ἐνταῦθα τοῦ σπέρματος τὴν φύσιν αὐτοῦ κατά‐ λοιπον αἰτιᾶσθαι. Καὶ περὶ μὲν τούτων ἀρκεῖ τὰ εἰρημένα. | |
Caus Plant.4.10.1 | Τὴν δὲ ἄνθησιν πολυχρονιωτέραν ποιοῦνται τὰ χεδροπὰ τῶν σιτωδῶν ὅτι τῶν μὲν ἀσθενὲς τὸ ἄνθος· εἴρηται δὲ ὅτι τὰ ἀσθενέστερα πανταχοῦ θᾶττον τε‐ λεοῦται. Δι’ ὃ καὶ βρέχεσθαι τὰ μὲν οὐ δύναται τὰ | |
5 | δὲ καὶ ζητεῖ καὶ ὀνίναται· τάχα δὲ τοῦτό γε κατὰ συμ‐ βεβηκὸς ὅτι τὸ ὅλον φυτὸν εὐτραφεῖ βρεχόμενον, ὁ δὲ καρπὸς δεῖται βοηθείας πρὸς τὴν τελέωσιν, μάλιστα δ’ ὁ κύαμος ὅτι μανότατον καὶ πολυανθέστατον καὶ πολυκαρπότατον. Ὁ δὲ ἐρέβινθος ἀπόλλυται διὰ τὴν | |
10 | εἰρημένην αἰτίαν. | |
Caus Plant.4.10.2 | Ἀλλὰ περὶ μὲν τοῦ σίτου τῆς διαφθορᾶς λεκτέον. Αἰτιάσαιτο δ’ ἄν τις μάλιστα | |
τὴν ἀσθένειαν· οὐχ ὑποφέρει γὰρ ἀλλὰ φθείρεται καὶ ἀποπίπτει καθάπερ καὶ τῶν δένδρων ἐνίων ὁτὲ μὲν οἷον | 256 | |
5 | ἐρυσιβούμενα ὁτὲ δὲ ἐξυγραινόμενα λίαν. Εὐλόγως δὲ καὶ ἡ ἄνθησις οὐχ ἅμα πᾶσι τοῖς μέρεσι· κεχώρι‐ σται γὰρ ἐκτὸς τῶν λοβῶν καὶ διὰ τὴν εὐτροφίαν· τὰ μὲν γὰρ ἤδη κύει καὶ ἀνθεῖ τὰ δ’ ἄνω προσαύξεται· δι’ ὃ καὶ τὰ μὲν αὖα καὶ τέλεια καίπερ ἐγγυτάτω τῆς | |
10 | τροφῆς ὄντα τὰ δ’ ἐπὶ τῶν ἄκρων χλωρά· | |
Caus Plant.4.10.3 | τοῦτο δ’ οὐκ ἴδιον ἀλλὰ καὶ ἑτέρων καὶ πλειόνων κοινόν· πολλὰ γὰρ ἀνθεῖ καὶ γονεύει κατὰ μέρος καὶ ἅμα τὴν βλά‐ στην ἀφίησιν εἰς τὸ ἄνω, δι’ ὃ καὶ τὰ μὲν τέλεα τὰ δ’ | |
5 | ἀτελῆ τὰ δὲ μέλλοντα. Καὶ οὐκ ἐμποδίζεται τὰ κάτω διὰ τὴν ἐπιρροὴν καὶ τὴν ἀναφορὰν τὴν εἰς τὸ ἄνω. Καθάπερ γὰρ ὑποκείμενόν τι πᾶσιν ὁ καυλὸς ἐξ οὗ τὴν τροφὴν ἔχουσιν ὥσπερ ὀχετοῦ τινος. Ἡ μὲν οὖν ἄν‐ θησις εὐλόγως χρόνιός τε καὶ ἀβλαβὴς αὐτοῖς ὑπὸ τῶν | |
10 | ὑδάτων· ἐν δὲ τοῖς ἄλλοις ὅταν ἀπανθήσῃ σχεδὸν ἐπι‐ σινέστερα τοῦ σίτου διὰ τὴν ἀσθένειαν καὶ μάλισθ’ ὁ κύαμος, ἀσθενέστερον γάρ. Καὶ περὶ μὲν τῶν πρὸς ἄλληλα διαφορῶν τοσαῦτα εἰρήσθω. | |
Caus Plant.4.11.1 | Περὶ δὲ τῶν ὁμογενῶν τάχα ἄν τις ἀπορήσειε τίποτ’ οὐκ ἐν ἴσοις χρόνοις ἅπαντα τελειοῦται ἀλλ’ οἱ μὲν τρίμηνοι τῶν πυρῶν οἱ δὲ δίμηνοι καὶ τῶν κρι‐ θῶν ὡσαύτως. Εἰ δὲ καὶ ἐν ἐλάττονί τινες χρόνῳ | |
5 | πλείων ἡ διαφορὰ πρὸς τοὺς χειμοσπόρους. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μάλιστα δὲ ἐπὶ τῶν εἰρημένων τάχα δὲ καὶ μόνων αἱ διαφοραί. Καὶ τοῦτ’ εὐλόγως· τὰ μὲν γὰρ ὄσπρια σπαρέντα χειμῶνος οὐκ ἂν ὑπο‐ μείνειε διὰ τὴν ἀσθένειαν πλὴν εἴ τινων ὀλίγων. Ὄρο‐ | |
10 | βον γὰρ σπείρουσι καὶ πρώϊον ὥστε μὴ ὥρα καταλεί‐ πεται· ἡ κριθὴ δὲ καὶ ὁ πυρὸς ἀμφοτέρως καὶ ὅσα μήτρην ἁπλῆν ἐλάττους καὶ ἀσθενεστέρους φέρει τοὺς στάχυς. Τοῦτο μὲν οὖν ὡς καθόλου τῷ γένει πρὸς τὸ γένος. | |
Caus Plant.4.11.2 | Τὸ δὲ μὴ ἰσοχρονίους εἶναι κοινὸν καὶ ἐπὶ τῶν δένδρων· ἔστι γὰρ ἐν ἑκάστοις τὰ μὲν πρώϊα τὰ δ’ ὄψια καθάπερ ἄμπελος, συκῆ, μηλέα, ἄπιος. Αἴτιον δ’ ἐν ἀμφοῖν ὅτι τῆς ἰδίας φύσεως ἡ διαφορὰ τὸ δ’ | |
5 | ὄνομα κοινὸν, ὥσπερ καὶ ἐν τοῖς ζώοις ἐπὶ τῶν κυνῶν, οὐδὲ γὰρ ἐκεῖνο τὸ γένος ἕν. Ἡ δ’ αἰτία παραπλησία καὶ διὰ τί τὰ μὲν πρώϊα τὰ δ’ ὄψια. Εἴτε γὰρ θερ‐ μότης εἴτε ψυχρότης εἴθ’ ὅτι ποτὲ καὶ ἐνταῦθ’ ὁμοίως τὸ αἴτιον. | |
Caus Plant.4.11.3 | Καὶ καθόλον μὲν οὕτω. Τοῖς δὲ σπέρμασι καὶ ἐμφανέστερον ἐκ τῶν συμβαινόντων τὸ αἴτιον. Ὁ μὲν γὰρ χειμοσπορούμενος πυρὸς πολύρ‐ ριζος ὢν καὶ ἐνταῦθα πρῶτον ἀποδοὺς τὴν δύναμιν | |
5 | ἀποδίδωσι πλῆθος καλάμου, καὶ γὰρ πολυκάλαμος. Ὁ δὲ τρίμηνος καὶ δίμηνος ὀλιγόρριζος καὶ ὀλιγοκά‐ λαμος δι’ ὅτι τήν τε ἀναφορὰν εὐθὺς ἄνω ποιεῖται καὶ τὴν τελείωσιν ταχεῖαν, ῥᾷον γὰρ τὸ ἔλαττον ἀποτε‐ λεῖσθαι· δι’ ὃ καὶ ὁ μὲν πολύχους, ὁ δ’ ὀλιγόχους καὶ | |
10 | κοῦφος. Ὁ δὲ βαρὺς ὥσπερ ἐλέχθη πλείω τὴν τρο‐ φὴν ἕλκων καὶ θολερωτέραν ἡ δ’ ἀναδρομὴ ταχεῖα κατὰ λόγον ἅτε καὶ μὴ χρονίζοντος ἐν ταῖς ῥίζαις δι’ ὀλιγότητα. | |
Caus Plant.4.11.4 | Μέγα δὲ καὶ ἡ ὥρα συνεργεῖ· καὶ γὰρ | |
ὁ πολύρριζος σπαρεὶς ἐν ταύτῃ θᾶττον ἀναβλαστάνει καὶ ὀλιγοκαλαμώτερος καὶ ὁ στάχυς μικρὸς καὶ ὀλιγό‐ πυρος. Ὁ δὲ τρίμηνος πρωϊσπορηθεὶς οὐκ ἂν ὑπο‐ | 257 | |
5 | μείνειε διὰ τὴν ἀσθένειαν. Ἄτοπον δὲ καὶ ὑπεναντίον τὸ συμβαῖνον εἰ βαρεῖς οἱ ὀλιγοχρόνιοι καθάπερ οἱ περὶ Αἶνόν φασι τοὺς ἰσημερίνους. Λοιπὸν γὰρ αἰ‐ τιᾶσθαι τὴν ἰδίαν φύσιν ἣν ὁρῶμεν ἐν πλείοσι μεγάλας ἔχουσαν διαφορὰς καὶ κατὰ τὴν ἔκφυσιν καὶ τελείωσιν | |
10 | καὶ κατὰ τὰς ἰδίας μορφὰς οἷον μεγέθους καὶ μικρό‐ τητος καὶ σχήματος· καὶ τὸ πολυάχυρον εἶναι καὶ μὴ κατωφελῆ τὸ πρὸς ἡμᾶς κατὰ τροφὴν καὶ σίτησιν. | |
Caus Plant.4.11.5 | Τάχα δὲ καὶ τὰ γένη ποιοῦσιν αἱ χῶραι ἤτοι πάντα ἢ ἔνια· συνεξομοιοῦσι γάρ πως ἑαυταῖς ἢ δια‐ φορὰν γενῶν ἐμποιοῦσιν καὶ πρὸς τὸ χρήσιμον, ὥσπερ τῷ θρᾳκίῳ πυρῷ τὸ πολύλοπον εἶναι καὶ ὀψιβλαστῆ· | |
5 | διὰ τοὺς γὰρ χειμῶνας ἄμφω συμβαίνει. Καὶ διὰ ταῦτα καὶ ἐν ταῖς ἄλλαις πρωϊσπορούμενος ὁ θρᾴκιος ὀψὲ διαβλαστάνει καὶ ἐξαύξεται καὶ πάλιν ὁ παρὰ τῶν ἄλλων ἐκεῖ σπειρόμενος ὀψὲ βλαστάνει· γέγονε γὰρ οἷον φύσις ἤδη τὸ ἔθος. | |
Caus Plant.4.11.6 | Οἷον ἐν τοῖς Ἐπισυ‐ νάγγαις καλουμέναις τῆς Ἀσίας οἱ διαρρηγνύναι λεγό‐ μενοι καὶ οἱ τὰ μεγέθη τοῖς πυρῆσιν ἴσοι χώρας ἰδιό‐ τητι καὶ φύσει τὰς δυνάμεις ἔχουσι ταύτας καὶ οὐκ ἂν | |
5 | τηροῖεν μετενεχθέντες. Ὃ γὰρ ἐπὶ τῶν ἀμπέλων λέγουσιν ὡς ὅσα χώρας εἴδη τοσαῦτα καὶ ἀμπέλων τοῦτ’ ἀληθὲς καθόλου. Καὶ οὐχ ἧττον ἐφ’ ἑτέρων ἐὰν ἅμα τῇ χώρᾳ καὶ τὸν ἀέρα τις προσθῇ. Διὰ τοῦτο γὰρ αἵ τε ἀνωμαλίαι τῶν καρπῶν ἀπὸ τῶν αὐ‐ | |
10 | τῶν φυτευομένων αἵ θ’ ὅλως ἀκαρπίαι μὴ φερούσης τῆς χώρας. | |
Caus Plant.4.11.7 | Ἐκ δυοῖν γὰρ ἢ καὶ πλειόνων ὅταν γένηταί τι δύναμιν ἐχόντων ἀνάγκη κατὰ τὰς τούτων διαφορὰς καὶ τὸ ὅλον διαφέρειν, ὃ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· καὶ γὰρ καὶ τῷ ἄρρενι καὶ τῷ θήλει καὶ τῇ | |
5 | χώρᾳ καὶ τῷ ἀέρι καὶ ἁπλῶς ταῖς τροφαῖς λαμβά‐ νουσι διαφορὰς ὅθεν καὶ γενῶν ἰδιότητες γίγνονται καὶ πολλάκις τὸ παρὰ φύσιν ἐγένετο κατὰ φύσιν ὅταν χρο‐ νισθῇ καὶ λάβῃ πλῆθος. Ἀλλὰ γὰρ τοῦτο καθό‐ λου μὲν καὶ κοινόν. | |
Caus Plant.4.11.8 | Αἱ δὲ τῶν σπερμάτων δια‐ φοραὶ γίνονται διὰ τὰς εἰρημένας αἰτίας· ἐπεὶ καὶ τοῦ θᾶττον τελειοῦσθαι παρά τισιν, ὥσπερ ἐν Αἰ‐ γύπτῳ φασὶ μηνὶ πρότερον ἢ ἐν τῇ Ἑλλάδι, τὸν ἀέρα | |
5 | τις ἂν αἰτιάσαιτο μαλακὸν ὄντα καὶ εὐτραφῆ· τὸ δ’ ὅλον ἐν δυοῖν τούτοιν θετέον τὰς αἰτίας ὥσπερ εἴρηται ἀέρι καὶ ἐδάφει. Τὸ γὰρ αὖ περὶ Μῆλον συμβαῖνον τῆς τελεώσεως ὥστε τὸν ὕστατον σπείροντα θερίζειν ἅμα τοῖς πρώτοις ἐπὶ τὴν χώραν ἀνοιστέον ὡς εὔτρο‐ | |
10 | φον, ὁ γὰρ ἀὴρ παραπλήσιος. | |
Caus Plant.4.11.9 | Τὸ γὰρ μὴ ἰσο‐ χρονεῖν τὰ σπέρματα καθάπερ καὶ τὰ ζῶα παρὰ πᾶσιν ὁποιασοῦν οὔσης τῆς χώρας οὐδὲν ἄτοπον. Ἐκεῖνα μὲν γὰρ ἐν ἑαυτοῖς ἔχει τὰς ἀρχὰς τὰς κυριωτάτας τὸ | |
5 | δὲ σπέρμα καὶ ὅλως τὸ φυτὸν ἐν τῷ ἀέρι μᾶλλον. Εἰ δὲ μὴ τήν γε πρὸς βλάστησιν καὶ ὅλως γένεσιν καὶ διαφθοράν. Διόπερ οἷον ἂν ᾖ τὸ ἔτος ἀκολουθεῖ καὶ τὰ τῶν καρπῶν ἔν τε τοῖς ἄλλοις καὶ ἐν τῇ πρωϊό‐ τητι καὶ ὀψιότητι. | |
Caus Plant.4.11.10 | Σύμφωνον δὲ τρόπον τινὰ καὶ οὐ πόρρω τούτων καὶ τὸ μὴ κινεῖσθαι πρότερον μήτε σπέρμα μηδὲν μήτε φυτὸν ἀλλὰ κατὰ τὴν οἰκείαν ὥραν. Ὃ καὶ θαυμάζεται περὶ τῶν σπερμάτων ὅτι | 258 |
5 | διαμένει πρὸς τὸ θέρος ἔνια καὶ οὐ διαφθείρεται πολ‐ λῶν ὑδάτων καὶ εὐδιῶν γενομένων. Ἐπεὶ τό γε μὴ διαβλαστάνειν ἧττον ἄλογον μὴ ἔχοντα τὴν οἰκείαν κρᾶσιν. Αἴτιον δὲ τούτου πως ὑποληπτέον, ἐς ἀσφαλὲς τῆς φύσεως πρὸς ἄμφω τιθεμένης ἐν τῇ τῶν περιεχόν‐ | |
10 | των ἰσχύϊ· φαίνεται γὰρ τὰ μὲν ξυλώδη καθάπερ τὰ ἀνθικὰ τὰ δὲ πολυχίτωνα τὰ δ’ ἄλλας τοιαύτας ἔχοντα φυλακάς. Καὶ ταῦτα μὲν δὴ κοινά πως τῆς φύσεως. | |
Caus Plant.4.12.1 | Ὑπὲρ δὲ τῶν σπερμάτων πῶς ποτε τὰ τερά‐ μονα ἢ ἀτεράμονα γίνεται πότερα διὰ τὴν χώραν ἢ διὰ τὸν ἀέρα καὶ τὰς ἰδίας διαθέσεις ἢ δι’ ἄλλο τι πά‐ θος καὶ πάντα ἢ ἔνια. Δοκεῖ γὰρ δὴ καὶ μάλιστα ἐπὶ | |
5 | τῶν κυάμων καὶ φακῶν συμβαίνειν, πολλάκις δὲ καὶ τὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα τῆς αὐτῆς ἐργασίας τυγχάνον· καὶ τῶν συνεχῶν αὔλα‐ κος μόνον διειργούσης τὸ μὲν ἀτεράμονα τὸ δὲ τερά‐ μονα· καὶ τῶν σπερμάτων ὁτὲ μὲν ἐκ τῶν ἀτεραμό‐ | |
10 | νων τεράμονα γίνεσθαι ὁτὲ δ’ ἐκ τῶν τεραμόνων ἀτεράμονα. Κατὰ δὲ τὴν ἔκφυσιν καὶ βλάστησιν καὶ τὴν ἁδρότητα καὶ εὐκαρπίαν οὐδὲν διαφέρει τὸ ἀτέ‐ ραμον ὡσάν τι νενοσηκὸς ἢ πεπονηκός. | |
Caus Plant.4.12.2 | Ὑπὲρ δὴ τούτων ἢ εἰ ἄλλο τι συνάπτει πρὸς τὴν ἀπορίαν ταύτην πρῶτον ἐκεῖνο λεκτέον ὅτι τὸ τεράμον καὶ ἀτεράμον πρὸς τὴν πύρωσιν λέγεται καὶ διάχυσιν καὶ ὡς ἁπλῶς | |
5 | εἰπεῖν πρὸς τὴν τροφὴν τὴν ἡμετέραν. Τὸ μὲν γὰρ εὐδιάχυτον καὶ τῇ ἑψήσει ταχὺ ἀλλοιούμενον τεράμον τὸ δ’ ἀδιάχυτον ἢ ἀναλλοίωτον ἢ βραδέως ἀλλοιούμε‐ νον ἀτεράμον. Τοιοῦτον δ’ ἑκάτερον εἰ τὸ μὲν μανὸν εἴη καὶ μαλακὸν τὸ δὲ πυκνὸν καὶ σκληρόν· οὕτω | |
10 | (γὰρ) ἂν τὸ μὲν δέχοιτο τὴν θερμότητα καὶ ὑγρότητα δι’ ὧν ἡ διάχυσις τὸ δ’ οὐ δέχοιτο ἀλλ’ ἀποστέγοι τῇ πυκνότητι καὶ σκληρότητι. | |
Caus Plant.4.12.3 | Διῃρημένου δ’ οὕτω τοῦ τεράμονος καὶ ἀτεράμονος σκεπτέον παρὰ τίνας καὶ ποίας τινὰς αἰτίας ταῦτα συμβαίνει. Τὸ μὲν οὖν ἁπλοῦν ἐκεῖνο καὶ (νῦν) ἀληθὲς ὃ καὶ ἐπὶ τῶν πρότε‐ | |
5 | ρον εἴρηται δι’ ὅτι παρὰ τὴν τροφὴν τὰ τοιαῦτα γίνε‐ ται πάντα τῷ ποιάν τε καὶ ποσὴν εἶναι. Μεθί‐ στησι γὰρ αὕτη· συμβαίνει γὰρ τὰ μὲν ἐν τοῖς ἀλεει‐ νοῖς καὶ διακόπροις καὶ λεπτογείοις καὶ ἡλιοβόλοις κούφην τε τὴν τροφὴν καὶ εὐκατέργαστον ἔχειν ὥστε | |
10 | καὶ τὰ ξυνιστάμενα μανὰ καὶ μαλακὰ γίνεσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ λήμνια τεράμονα δι’ ὅτι τοιαῦτα τὰ ἐδάφη. Τὸ γὰρ ὅλον τὴν γῆν τεράμονά τινες καλοῦσι τὴν τοιαύτην, ἐν δὲ τῇ τεράμονί φασι γίνεσθαι (τερά‐ μονα). Τεράμονα δὲ καὶ τὰ ἐν Αἰγύπτῳ διά τε τὸ | |
15 | ἔδαφος καὶ διὰ τὸν ἀέρα· τὸ γὰρ θερμὸν οἰκεῖον τῇ τε‐ ραμότητι καὶ ὅλως τῇ πέψει· δι’ ὃ καὶ τὰ κοπριζόμενα προτερεῖν φασι τῶν ἀκοπρίστων σχεδὸν εἴκοσιν ἡμέ‐ ραις. | |
Caus Plant.4.12.4 | Τὰ μὲν οὖν ἐν τῇ ἀλεεινῇ καὶ κούφῃ διὰ ταύτας τὰς αἰτίας τεράμονα τὰ δ’ ἐν τῇ ψυχρᾷ καὶ | |
πιείρᾳ καὶ γλίσχρᾳ καὶ ὥσπερ κεραμίᾳ καὶ ἔτι δὲ τῇ λειμωνίᾳ καὶ ἐφύδρῳ καὶ ἑλώδει πάντ’ ἀτεράμονα διά | 259 | |
5 | τε τὸ πλῆθος καὶ τὴν ἰσχὺν τῆς τροφῆς πυκνά τε καὶ βαρέα καὶ σκληρὰ τοῦ γεώδους τε πολλοῦ καὶ τοῦ ψυ‐ χροῦ καταμιγνυμένων· ἡ γὰρ δὴ πῆξις καὶ ἡ πύκνω‐ σις ἐκ τούτων ἐξ ὧνπερ καὶ ἡ σκληρότης. Ἐν δὲ τοῖς ἑλώδεσι καὶ ἐφύδροις ἀχρεῖα τὸ ὅλον· οὐ γὰρ ἐν‐ | |
10 | διδοῖ βρεχόμενα δι’ ὃ καὶ καταχρῶνται πρὸς τὰς ὗς. Αἱ μὲν οὖν ἐκ τῶν ἐδαφῶν αἰτίαι σχεδὸν αὗται. | |
Caus Plant.4.12.5 | Ἐπεὶ δὲ καὶ τὰ ὕδατα τὰ οὐράνια καὶ ὁ ἀὴρ συνερ‐ γεῖ ταῖς τροφαῖς διὰ τοῦτο ταῖς γε ἐπομβρίαις ἀτερά‐ μονα μᾶλλον γίνεται πλέονος οὔσης καὶ ἀπεπτοτέρας τῆς τροφῆς. Σχεδὸν γὰρ τοῦτο συμβαίνει καὶ εἰ ἐκ | |
5 | τῆς τοιαύτης γῆς καὶ εἰ τοιαύτη τοῦ ἀέρος ἡ ψυχρότης ὥστε ἔνυδρός τις εἶναι καὶ μὴ πνευματική· πῆξιν γὰρ οὕτω ποιήσει καὶ πύκνωσιν. Διῃρημένων δ’ εἰς ταῦτα τῶν αἰτίων οὐδὲν κωλύει καὶ τὸ αὐτὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα μὴ ὁμοίων | |
10 | ἀλλ’ ἐναντίων γινομένων τῶν ἐκ διὸς καὶ τῶν διειργο‐ μένων αὔλακι τὰ μὲν τεράμονα τὰ δὲ ἀτεράμονα γί‐ νεσθαι εἴπερ τοῦ μὲν τοιόνδε τοῦ δὲ τοιόνδε τὸ ἔδα‐ φος. | |
Caus Plant.4.12.6 | Ὥσπερ γὰρ ἐν τοῖς μετάλλοις ῥάβδους οὕτως κἀν τοῖς ἐργασίμοις ὑπολαβεῖν χρὴ διατετάσθαι τὴν μὲν τοιάνδε τὴν δὲ τοιάνδε παρ’ ἀλλήλας ὥστε τῶν αὐτῶν ἐκ τοῦ ἀέρος γινομένων ταῖς ἰδίαις δυνά‐ | |
5 | μεσι ποιεῖν τὰς διαφορὰς, ὁτὲ δὲ καὶ τοῦ αὐτοῦ χωρίου μικρόν τι μέρος εἶναι τοιοῦτον· ὡσαύτως δὲ καὶ εἴ τις ἀέρος ἢ πνεύματος προσπέσοι τοιαύτη ψυχρότης ὥστε ποιῆσαι πῆξιν ἢ καθ’ ὅλον ἢ κατὰ μόριον. Ὃ καὶ κατὰ τὴν φθορὰν συμβαίνει τῷ τὰ μὲν παραλλάττειν | |
10 | τὰ δ’ ἐπιβαίνειν. Καὶ εἴ τις ἐν αὐτοῖς τοῖς σπέρμα‐ σιν ἀνομοία διάθεσις ὑπάρχει· τὰ γὰρ ἀσθενέστερα δῆλον ὡς εὐπαθέστερα, τὸ δ’ ἀσθενὲς κἂν φύσει γί‐ νοιτο τῷ λαμβάνειν τινὰ μεταβολὴν ἐν ἑαυτῷ. | |
Caus Plant.4.12.7 | Δι’ ὃ καὶ τῶν ἐπὶ τοῦ αὐτοῦ καυλοῦ κυάμων οὐδὲν κωλύει τῶν μὲν ἀτεράμονα τὸν λοβὸν εἶναι καὶ ἐν τῷ αὐτῷ λοβῷ καθάπερ τινές φασι εἴπερ λέγουσιν ἀληθῆ· τὸν | |
5 | μὲν γὰρ ἀσθενέστερον εἶναι τὸν δὲ ἰσχυρότερον ἐνδέ‐ χεται. Τῆς δ’ ἀσθενείας τοῦ κυάμου κἀκεῖνο σημεῖον ἄν τις λάβοι· μόνος γὰρ δοκεῖ μεταβάλλειν τὴν χρόαν ἐκ λευκοῦ μέλας. | |
Caus Plant.4.12.8 | Ὅτι δὲ πῆξίς τις καὶ πύκνωσίς ἐστιν ὑπὸ τοῦ ψυχροῦ δι’ ἣν ἀτεράμονα γίνεται μαρ‐ τυρεῖ καὶ τὸ περὶ Φιλίππους συμβαῖνον περὶ τοὺς κυά‐ μους· ἐκεῖ γὰρ σφόδρα ψυχροὶ ἄνεμοί τινες γίνονται· | |
5 | ἐὰν οὖν ἐν τοῖς ἀχύροις μὴ ἠλοημένοι ἐν τῇ ἅλῳ κατα‐ τεθῶσιν οὐ μεταβάλλουσιν ἀλλὰ τεράμονες· ὁτὲ μὲν γὰρ ὑπὸ τῶν ἀχύρων ὁτὲ δ’ ὑπὸ τῆς πρὸς ἀλλήλους συναφῆς σκεπάζονται καὶ ἅμα τῇ τῆς γῆς θερμότητι· ὅταν δὲ μετέωροι ληφθῶσι τό τε πνεῦμα μᾶλλον ἰσχύει | |
10 | καὶ οὐδαμόθεν ἐχόντων σκέπην εἰσδύεται καὶ πήγνυ‐ σιν· ἅμα δὲ καὶ ἀσθενέστατοι τότε γίγνονται γυμνού‐ μενοι πρῶτον τῶν ἀχύρων καὶ τῆς θερμότητος τῆς περιεχούσης. Αἱ δὲ μεγάλαι μεταβολαὶ μάλιστα κινοῦσιν. | |
Caus Plant.4.12.9 | Ἐπιγενομένου δὲ χρόνου καὶ ὥσπερ ἤδη | |
συνεστηκότων ἐὰν διϊκμῶνται πάλιν μηδὲν πάσχειν ὑπὸ τοῦ πνεύματος· ἰσχυρότερόν τε γὰρ ἤδη καὶ τὸ κέλυφος τὸ περιέχον. Τὸ δὲ πλείω χρόνον ἐᾷν ἠλοη‐ | 260 | |
5 | μένους ὑπαιθρίους ποιεῖν ἀτεράμονα ὥσπερ τινές φασιν οὐκ ἄλογον· ἀποψύχονται γὰρ δῆλον ὅτι μᾶλλον τοῦ συμμέτρου καὶ ἅμα κατασκληρύνονται. Ἀκόλουθον δέ πως τούτῳ καὶ ὅτι τὸ μετὰ τὴν σπορὰν εὐθὺς ἐπι‐ γινόμενον ὕδωρ ἀτεράμονας ποιεῖ· ἀσθενῆ γὰρ αὐτὸν | |
10 | λαβὸν ἐν τῷ διαβλαστάνειν ὄντα κατέψυξεν ὃ πρὸς μὲν τὴν φύσιν οὐκ ἔβλαπτε πρὸς δὲ τὴν ἕψησιν. | |
Caus Plant.4.12.10 | Ἐν ἑτέροις δὲ καὶ δι’ ἄλλα τῆς δυνάμεως οὔσης οὐκ ἄλογον τὸ μὲν ὑπάρχειν τὸ δὲ μή. Τό τε γὰρ ἀβλα‐ στὲς καὶ ἄγονον ἢ καὶ δυσαυξὲς ὅταν κακωθῇ πρὸς τὴν γέννησιν οὐκ ἄλογον. Οὐδ’ ἐξ ἀτεραμόνων τερά‐ | |
5 | μονα γίνεσθαι σπαρέντα πάλιν· ὑπὸ γὰρ τῶν αὐτῶν ἐναντίως διατιθεμένων ὥσπερ εἴπομεν οὐκ ἄλογος ἡ τεραμότης. Ὥστ’ εἰ ὁ ἀὴρ καὶ τὰ ὕδατα καὶ τὰ ἐδάφη τοιαῦτα τί κωλύει καὶ τὰ σπέρματα μεταβάλ‐ λειν; | |
Caus Plant.4.12.11 | Εἰ δὲ συμβαίνει τὰ μὲν τεράμονα μᾶλλον ἐνδεδωκέναι τὰ δὲ ἀτεράμονα περιτετάσθαι τῷ κελύ‐ φει καθάπερ τινές φασι καὶ καταχασμωμένων τὰ μὲν μεταβάλλειν τὴν χρόαν τὰ δὲ μὴ καὶ τὰ ἐγχυλότερα | |
5 | θεριζόμενα τεραμονέστερα γίνεσθαι, καὶ γὰρ τοῦτο λέγουσιν, οὐθὲν ἄτοπον· ἥ τε γὰρ περίτασις σκληρό‐ τητος καὶ πήξεως καὶ ἁδρύνσεως οὐθὲν δὲ τούτων ἀλλό‐ τριον τοῖς ἀτεράμοσιν. Τό τε μὴ ἀλλοιοῦσθαι κατα‐ πνεόμενα σημαίνει σκληρότητά τινα καὶ ἀπάθειαν, | |
10 | θάτερον δὲ τοὐναντίον· καὶ τὸ μὴ ἔγχυλα θερίζεσθαι σκληρότητα πλέω καὶ πῆξιν· τὸ δὲ ἄγαν σκληρὸν οὐκ εὐδιάχυτον. | |
Caus Plant.4.12.12 | Ὃ καὶ ἐπὶ τῆς ἅλω φασί τινες ἂν συμβῇ γίνεσθαι ἀτεράμονα οὐκ ἄγαν τοῦτό γε λέγον‐ τες πιθανόν. Ἡ γὰρ ἀπὸ τοῦ ἡλίου ξηρότης ἀχυλό‐ τερα μὲν ποιεῖ καὶ ἧττον ἡδέα εὐεψητότερα δὲ οὐδὲν | |
5 | ἧττον ἀλλὰ μᾶλλον. Τὰ γοῦν ἐρέγματα διηλιωθέντα θᾶττον διαχεῖται. Εἰ δ’ ἄρα καὶ τοῦτ’ ἀληθὲς οὐκ ἐναντιοῦται τοῖς πρότερον. Οὐδ’ εἰ παλαιούμενα γί‐ νεται μᾶλλον ἀτεράμονα· καὶ γὰρ οὕτω ξηρότερα συμ‐ βαίνει γίνεσθαι διά τε τοῦ περιέχοντος καὶ ὑπὸ τῆς | |
10 | διεκπνοῆς τοῦ θερμοῦ ὃ συνεξάγει καὶ τὸ ὑγρόν. Εὔ‐ λογον δὲ καὶ θᾶττον καὶ μᾶλλον κόπτεσθαι τὰ τερά‐ μονα· καὶ γὰρ γλυκύτερα, ταῦτα δὲ μᾶλλον ζωοποιεῖ, καὶ πεπεμμένα, μεταβολὴ δὲ καὶ τούτων θᾶττον. Καὶ ταῦτα μὲν ἂν ἔχοι τὰς εἰρημένας αἰτίας. | |
Caus Plant.4.12.13 | Τὸ δὲ μόνα τῶν ὀσπρίων ἢ καὶ τοῦ παντὸς σίτου κύαμον καὶ φακὸν ἀτεράμονα γίνεσθαι ψεῦδος ὑποληπτέον ἀλλὰ μάλιστα διαπειρώμενοι τούτων διὰ τὴν χρείαν ταῦτα | |
5 | μόνα φαμὲν ὅτι τοῖς μὲν ἀλήθοντες χρώμεθα τοῖς δ’ ὅλοις· αὕτη δ’ οὐ μικρὰ διαφορά· καὶ γὰρ ἐπ’ ἐκείνων εἰ λεπτύνοντες οὐκ ἂν ὁμοίως ἔνδηλον ἦν. Ἐκφαί‐ νεται γοῦν καὶ ἐπὶ τῶν ἐρεβίνθων καὶ τῶν ἄλλων ἑψομένων ὅλων τὸ ἀτεράμον. Εἰ δ’ ἀτεράμονα μόνα | |
10 | ταῦτα οὐδὲ τοῦτ’ ἄλογον· ἀσθενέστερα γὰρ ὡς εἰπεῖν, τὸ δ’ ἀσθενὲς παθητικώτερον. Ὃ δὲ λέγουσιν οἱ πολλοὶ ὅτι τὸ κερασβόλον ἀτεράμον γίνεται μή ποτ’ | |
ἄγαν εὐηθὲς ᾖ· σκληρότερος γὰρ ὁ λίθος πρὸς ὃν πολ‐ λάκις προσπίπτει τὰ σπέρματα. Κἂν μὴ προσκόψῃ | 261 | |
15 | μηδὲ βουσὶν ἀροτριᾷ τις οὐδὲν ἧττον ἀτεράμον γίνεται. Περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω. | |
Caus Plant.4.13.1 | Ὅσα δὲ τῶν ὁμογενῶν μὴ ἅμα διαβλαστάνει τοῖς ἄλλοις ἀλλ’ ὕστερον πολλῷ καθάπερ ἐλέχθη| περὶ τοῦ τευτλίου παραπλησία τις ἡ αἰτία ταύτῃ καθάπερ εἴπομέν ἐστιν· ὥσπερ γὰρ πρὸς ἕψησιν καὶ ὅλως πύ‐ | |
5 | ρωσιν ἀτεράμονα, καὶ πρὸς ἔκφυσιν οὕτω καὶ πρὸς βλάστησιν· ἡ γὰρ τοιαύτη ἀτέλειά τις τῶν σπερμάτων. Ὁμοίως δὲ ἐπὶ πάντων ὧν τοῦτο συμβαίνει. Περὶ μὲν οὖν τούτων ἐπισκεπτέον. | |
Caus Plant.4.13.2 | Περὶ δὲ τοῦ ἰσχυ‐ ρότερα καὶ εὐχυλότερα γίνεσθαι καὶ νοστιμώτερα ἢ ἀνοστότερα καὶ πρὸς τὴν σίτησιν βελτίω ἢ χείρω τὰ μὲν τοῖς τόποις διαφέρει καθάπερ εἴρηται τῷ ξηρότερα | |
5 | ποιεῖν καὶ πυκνότερα καὶ ξυνεστηκότα μᾶλλον οἷον τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ ἔτι μᾶλλον τῶν ἐπόμβρων· εὐπνούστερά τε γὰρ καὶ ἐν τροφῇ συμμετρότερα. Νο‐ στιμώτερα δ’ ἐκ τῆς αὐτῆς παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν· οὐ γὰρ πάντως ὅταν πλεῖστος καὶ ἁδρότατος γένηται | |
10 | καὶ νοστιμώτατος ἀλλ’ ἑτέραν δεῖ διάθεσιν ἔχειν. | |
Caus Plant.4.13.3 | Δοκεῖ δὲ μεγάλα συμβάλλεσθαι καὶ ἡ σκάλσις πρὸς τὸ νοστιμώτερον ποιεῖν καὶ τὸ ἐγχυλότερα θερίζειν· ἐξα‐ ναλωθέντος γὰρ παντὸς τοῦ ὑγροῦ καὶ χείρω πρὸς τὴν σίτησιν καὶ ἐλάττω. Τὰ δ’ ὄσπρια θερίζουσιν ἐγχυ‐ | |
5 | λότερα καὶ πρὸς τὸ δύνασθαι συλλέγειν, ξηρανθέντα γὰρ καταρρεῖ. Τὸν δὲ θέρμον ἤδη λήγοντος τοῦ θέ‐ ρους ἀνυγραινομένου τοῦ ἀέρος κατὰ τὸ ἑωθινόν· ἂν γὰρ πρότερον θίγῃ τις ἐκπίπτει καὶ οὐκ ἔστι λαβεῖν. Καὶ ταῦτα μὲν ὡς γεωργικά. | |
Caus Plant.4.13.4 | Τὰ δὲ τῆς φύσεως οἷον τὸ ἁδρύνειν τὰ πνεύματα καὶ τὸ βόρεια μᾶλλον καὶ ὅλως ἃ ἑκάστοις ψυχρὰ καὶ τἀναντία δὴ φθείρειν καὶ ὅσα δὴ τοῖς ὕδασιν ἢ τοῖς πνεύμασιν ἀπόλλυνται | |
5 | τοῖς παρώροις, ὥσπερ ἐλέχθη περὶ ἐρεβίνθων τῶν ἀνθούντων. Ὁ δὲ κύαμος ἐὰν πνεῦμα ἐπιγένηται λαμπρὸν καὶ ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ ἀπηνθηκότα ὑγρὰ δ’ ἔτι ἂν ληφθῇ· διαπνεῖται γὰρ καὶ κοπτόμενα πρὸς ἄλληλα κενοῦται. Τελεουμένων δὲ ἐπιγινόμενον ὕδωρ | |
10 | ἐναντίως τὴν μὲν κριθὴν βλάπτει τὸν δὲ πυρὸν ὠφελεῖ μᾶλλον· καὶ γὰρ γυμνὴ καὶ τὸ ὅλον ἀσθενὴς, ὁ δὲ καὶ ἐν χιτῶσι καὶ πυκνότερον καὶ ἰσχυρότερον ὥστε τὴν μὲν ὀλίγης δεῖσθαι τροφῆς καὶ σχεδὸν τῆς ἀπὸ τοῦ ἀέρος μόνης τὸν δὲ πλείονος· | |
Caus Plant.4.13.5 | ἔτι δὲ ἰσχυρότερος ὢν καὶ κατακρατεῖ καὶ συμπέττει μᾶλλον καὶ τὸ ὅλον οὐδὲ πολλὴν δέχεται διὰ τὴν πυκνότητα καὶ τοὺς χιτῶνας, ἡ δὲ πλείω τε ἕλκει μανὴ τὴν φύσιν οὖσα καὶ ταύτην | |
5 | οὐ καταπέττει δι’ ἀσθένειαν καὶ ὑγρᾶς γενομένης ὁ ἥλιος ἅμα τῇ ἐπιγενομένῃ συνεξάγει τὴν οἰκείαν ὑγρότητα συνεφελκομένην. Καὶ τὰ πνεύματα δὲ κόπτοντα φθείρει μᾶλλον διὰ τὴν ἀσθένειαν. | |
Caus Plant.4.13.6 | Ἀπορεῖται δὲ καὶ διὰ τί ἁδροῦ ὄντος τοῦ σίτου καὶ σχεδὸν ὥσπερ ξηροῦ ἐφυσθεὶς οὐχ ὅτι βελτίων ἀλλὰ καὶ χείρων γίνε‐ ται, ἐὰν δὲ θερισθεὶς εἰς θωμοὺς συντεθῇ ἁδρότερος | |
5 | καὶ βελτίων· ἔνιοι δὲ καὶ ῥαίνουσιν. Αἴτιον δὲ ὅτι | |
τότε μὲν ἀνυγραίνεται καὶ ὁ ἥλιος ὅταν ἀναλάμψῃ συνεξάγει τὴν οἰκείαν ὑγρότητα καὶ ἰσχάνει· ὅταν δὲ εἰς θωμοὺς συντεθῇ συνικμάζεταί τι καὶ ἡ ἀναγομένη ἀτμὶς λεπτὴ καὶ πνευματώδης οὖσα παρεισδύεται καὶ | 262 | |
10 | ἁδρύνει τοὺς ὄγκους. | |
Caus Plant.4.13.7 | Τἀυτὸ τὲ τοῦτο συμβαίνει καὶ ὅταν εἰς τὰ οἰκία τεθῇ χύδην, δι’ ὃ καὶ τὸ ἐπίμε‐ τρον ποιεῖ· τὸν γὰρ ἀτμὸν τὸν ἀνιόντα λεπτὸν ὄντα δέχεται καὶ διὰ τοῦτο εἰς βάθος καταβάλλουσιν ὅπως | |
5 | πλέον ἀνίῃ· πάντα δὲ ταῦτα διασημαίνει καὶ ἔτι πρὸς τούτοις ἡ ἐμβαλλομένη γῆ καὶ ἄκοπον παρέχουσα καὶ ἀνοιδίσκουσα ὅτι δύναταί τινα δι’ αὑτῶν ἕλκειν τροφὴν ἄνευ τῶν ῥιζῶν, ὅθεν καὶ ἡ ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ἀέρος οὐκ ἄλογος. | |
Caus Plant.4.14.1 | Τὸ δὲ τῆς ἐρυσίβης κοινὸν οὐχ ἧττον ἀλλὰ μᾶλλον ἅπτεται τῶν σιτωδῶν, κριθῆς δὲ μᾶλλον ἢ πυροῦ διά τε τὸ γυμνοτέραν εἶναι τὸν δ’ ἐν χιτῶσι πλείοσι καὶ διὰ τὸ ἐγγυτέρω τοῦ στάχυος ἔχειν τὸ | |
5 | φύλλον ὅθεν ἡ ἀπόχυσις ἐν ᾧ μένει καὶ ἡ ὑγρότης ὥστε σαπεῖσα μᾶλλον ἅπτεται· καὶ ἔτι τὸν στάχυν ὀρθὸν εἶναι καὶ πυκνότερον· ἀπορρεῖ γὰρ ἧττον δι’ ὃ καὶ ἐπι‐ κύπτειν ξυμφέρει· καὶ ἀπολλύει τὸ συνεχὲς θᾶττον, ἐν δὲ τῷ μανῷ πρὸς τοῖς ἄλλοις καὶ διεκπίπτει ἡ ὑγρότης. | |
10 | Ἡ δ’ αὐτὴ αἰτία καὶ τῇ λευκῇ πρὸς τὰς ἄλλας, ἅπαντα γὰρ μάλιστα ἔχει τῶν ἄλλων. | |
Caus Plant.4.14.2 | Τῶν δ’ ὀσπρίων μάλιστα ἐρυσιβᾷ κύαμος καὶ διὰ τὸ πολύφυλλος εἶναι πολλαχόθεν καὶ διὰ τὸ πυκνοσπορεῖσθαι καὶ διὰ τὸ τὴν ὑγρότητα μάλισθ’ ἕλκειν εἰς ἑαυτὸν διὰ τὴν μάνωσιν | |
5 | καὶ ἔτι διὰ τὸ πρὸς τῇ γῇ μάλιστα τὸν καρπὸν ἔχειν· σήπεται γὰρ μάλιστα τὰ κάτω διὰ τὴν ἄπνοιαν. Καὶ ὅλως δὲ τῶν χεδροπῶν τὰ τοιαῦτα. | |
Caus Plant.4.14.3 | Ἐρυσίβη δὲ σῆψίς τίς ἐστι τοῦ ἐφισταμένου ὑγροῦ, δι’ ὃ πολὺ μὲν ὕσαντος οὐ γίνεται, καταπλύνεται γάρ· ἐὰν δὲ ψεκάδες ἢ καὶ δρόσοι πλείους γένωνται καὶ ὁ ἥλιος ἐπιλάβῃ καὶ | |
5 | ἄπνοια τότε σήπεται· δι’ ὃ καὶ ἐν τοῖς εὔπνοις καὶ με‐ τεώροις ἧττον ἐν δὲ τοῖς κοίλοις καὶ δροσοβόλοις μᾶλλον. Καὶ πανσελήνοις δὲ μᾶλλον ὅτι συνεργεῖ καὶ ἡ τῆς σελήνης θερμότης καὶ ὅλως ὁ ἀὴρ ὑγρότερος. | |
Caus Plant.4.14.4 | Πάντων δ’ ἐπικηρότατον ὁ πίσος· πρὸς μὲν τὰς ἐρυ‐ σίβας ὅτι πολύφυλλον καὶ χαμαισχιδὲς καὶ εὐαυξές· συμπληροῖ γὰρ τὸν τόπον κἂν ἀραιὸς ᾖ· πρὸς δὲ τὰ ψύχη καὶ τοὺς πάγους ὅτι ἀσθενόρριζον. Σκωληκοῦται | |
5 | δὲ μάλιστ’ ἢ μόνα πυρὸς καὶ ἐρέβινθος, οὐκ ἐν τοῖς αὐτοῖς δὲ ἑκάτερος, ἀλλ’ ὁ μὲν ἐν τῷ καρπῷ ὁ δὲ ἐν ταῖς ῥίζαις, ἄμφω δὲ διὰ γλυκύτητα. Ὁ μὲν ἐρέ‐ βινθος ὅταν ἡ ἅλμη περιπλυθῇ καθάπερ εἴρηται, ὁ δὲ πυρὸς ὅταν ἡ ῥίζα ὑγρανθῇ. | |
Caus Plant.4.14.5 | Ζωοποιεῖ δὲ σηπό‐ μενα τὰ γλυκέα· γλυκύτερον γὰρ ὁ πυρὸς κριθῆς δι’ ὃ καὶ τὸ ἄχυρον ἥδιον. Ὁ δὲ σκώληξ γινόμενος ὅταν ἐξαναλώσῃ τὴν ἐν τῷ καλάμῳ τροφὴν αὐτὸς ἢ ὥστε | |
5 | ὅλον ἐξαπολλύναι τὸν στάχυν ἢ κατὰ θάτερον μέρος. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα καθάπερ νοσήματος ἔχει χώραν ὧν οὐ χαλεπὸν τὰς αἰτίας ἰδεῖν. | |
Caus Plant.4.15.1 | Περὶ δὲ τῶν θερινῶν σπερμάτων οἷον σησάμου, ἐρυσίμου, κέγχρου, ἐλύμων, ἐπὶ τοσοῦτον μὲν εἰπεῖν | |
ἐστι παντὶ πρόχειρον ὅτι δι’ ἀσθένειαν ταύτην τὴν ὥραν σπείρεται καὶ διὰ τὸ ταχὺ τελεοῦν· ἡ δὲ φύσις αὐτῶν | 263 | |
5 | ποία τις ἂν εἴη σκεπτέον· οὐδὲ γὰρ γεώδης ὥσπερ τῶν ὀσπρίων οὔτε πάντη κούφη· τὸ γὰρ σήσαμον λιπαρὸν καὶ δεόμενον πέψεως. Καὶ τοῦτο μὲν μονόρριζον ὁ δὲ κέγχρος καὶ πολύρριζον καὶ βαθύρριζον καὶ πολυ‐ κάλαμον ὥστ’ εἰς ἀμφότερα μεριζομένης τῆς τροφῆς | |
10 | καὶ τῆς δυνάμεως χρονιώτερον ἐχρῆν εἶναι. Τὸ γὰρ σήσαμον ἐπεὶ μονόρριζον καὶ βαθύρριζον ἄνω πᾶσαν ἀφίησι τὴν δύναμιν· ἀλλ’ ἀντίκειται τούτῳ τὸ λιπαρόν· τὰ γὰρ αὖ γλίσχρα πλείονος πέψεως δεῖται. Ταῦτα δ’ ὥσπερ εἴρηται πάντα πολύκαρπα. Περὶ μὲν οὖν τούτων | |
15 | σκεπτέον. | |
Caus Plant.4.15.2 | Ἐπεὶ δ’ ὅλως εἰπεῖν τὰ μικρόκαρπα πολυ‐ καρπότερα καθάπερ τά τε νῦν εἰρημένα καὶ οἱ φακοὶ δὴ καὶ ὅσα τοιαῦτα καὶ ἐπὶ πᾶσι τὰ πολυχούστατα λεγόμενα κύμινόν τε καὶ μήκων καὶ ὅλως δὴ τὰ λαχανώδη πάντα | |
5 | καὶ τὰ ἐναγγειόσπερμα πολύχοα τίς ἂν οὖν αἰτία τούτων εἴη; πότερον ὅτι τὰ μικρὰ ῥᾷον ποιῆσαι· καὶ γὰρ ζῶά φαμεν ἔνια τοιαῦτα καὶ μάλιστα δὴ τὰ ὠοτόκα καὶ σκωληκοτόκα· ἢ αὕτη μὲν ἔξωθεν ἄλλην δέ τινα οἰκειο‐ τέραν ζητητέον; ἐπεὶ καὶ τῇδε διαφέρει τῶν περὶ τὰ | |
10 | ζῶα· τῶν μὲν γὰρ ἐκτρέφει τὰ ὠὰ καὶ τελειοῖ καὶ ὅλως ζωογονεῖ τὸ περιέχον ὥσπερ καὶ ἐν τοῖς πρότερον εἴ‐ ρηται. Τῶν δὲ καρπῶν ἐν αὐτοῖς τοῖς φυτοῖς ἡ ἐκτροφὴ καὶ τελείωσις ὥστε πλείονος δεῖ δυνάμεως. | |
Caus Plant.4.15.3 | Πρὸς δὲ θησαυρισμὸν ἄριστα μὲν κέγχρος καὶ ἔλυμος καὶ σήσαμον καὶ θέρμος καὶ ἐρέβινθος, τὰ μὲν ὅτι πο‐ λυχίτωνα καὶ ξηρὰ, τὸ δ’ ὅτι λιπαρὰ, ὁ δὲ θέρμος καὶ ὁ ἐρέβινθος ὅτι πικρότητά τινα ἔχουσι καὶ δριμύτητα. | |
5 | Διατηροῦσι δ’ αὗται τὸ ἀπαθὲς ὥσπερ εἴρηται ὅθεν καὶ διαφθειρόμενα (μόνα) τῶν σιτωδῶν οὐ ζωοῦται καθάπερ οὐδὲ τὰ τῶν λαχάνων· καὶ γὰρ ταῦτα ἄζωα καὶ ὅσα δὴ τῇ ξηρότητι ἢ τῇ δριμύτητι. | |
Caus Plant.4.15.4 | Συμβαίνειν γὰρ ὥσπερ ἀνάμιξίν τινα γίνεσθαι τοῦ ἔξωθεν. Σηπόμενον δὲ ἕκαστον ἴδιον γεννᾷ ἐκ τῆς οἰκείας ὑγρότητος οἷον οἱ μὲν πυροὶ καὶ αἱ κριθαὶ τοὺς κίας ὁ δὲ κύαμος τὸν | |
5 | ὑπό τινων καλούμενον μίδαν· ὡσαύτως δὲ καὶ οἱ φακοὶ καὶ αἱ ἀφάκαι καὶ πίσοι καὶ ἄλλα. Τὸ δὲ αἴτιον κοινὸν πλειόνων· οὐ γὰρ μόνον ἐν τοῖς καρποῖς ἀλλὰ καὶ ἐν τοῖς δένδροις καὶ μετὰ ταῦτα τοῖς ξύλοις· καὶ ὅλως ὅσα τῶν ἀψύχων ζωογονεῖται διαφόρους ποιεῖ πάσας τὰς | |
10 | μορφὰς ὡς ἂν ἐξ ἑτέρας ὕλης. | |
Caus Plant.4.16.1 | Ὁ δὲ κονιορτώδης σῖτος θᾶττον σήπεται καὶ ὁ ἐν τοῖς κονιατοῖς ἢ ἀκονιάτοις οἰκήμασι διὰ τὸ πλείω θερμότητα ἔχειν. Καὶ γὰρ ὁ κονιορτὸς θερμὸς ἅτε ξηρὸς ὢν καὶ τὸ κονίαμα ὅταν ἀναδέξηται τηρεῖ τὴν | |
5 | θερμότητα· ἐπεὶ καὶ ἀθρόος καὶ κατὰ βάθους ὢν, πλείων γὰρ ἡ θερμότης. Θᾶττον δὲ πολὺ κόπτεται κριθὴ πυροῦ διὰ τὸ μανότερον εἶναι καὶ γυμνότερον. Τά‐ χιστα δ’ ὁ κύαμος· θερισθεὶς γὰρ εὐθὺς καὶ συντεθεὶς ἐνιαχοῦ καθάπερ ἐν Θετταλίᾳ. | |
Caus Plant.4.16.2 | Φαίνεται δὲ κατὰ τοὺς τόπους. Παρ’ ἐνίοις γὰρ ἀσηπτότατος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται περὶ Ἀπολλωνίαν καὶ περὶ Τά‐ ραντα. Καὶ ἀναπληροῦσθαι δέ φασι κοπέντα. Τοῦτο | |
5 | μὲν οὖν σκεπτέον. Ἀκόπως δὲ ἔχει τάδε· θέρμος, κέγχρος, αἰγίλωψ, αἶρα, σήσαμον, ἐρέβινθος καὶ ὅλως τὰ δριμέα. Ὁ μὲν οὖν αἰγίλωψ πολυχίτων, ἡ δ’ αἶρα γυμνὴ, δι’ ὃ καὶ ἄλλῃ τινὶ δυνάμει. Τὸ δ’ ὅλον ἄκοπα τὰ μὲν ξηρότητι δι’ ὃ καὶ ἡ κάχρυς χρονιώτερον, | 264 |
10 | τὰ δὲ ἀμιξίᾳ καὶ καθαρότητι καθάπερ ὁ χόνδρος, τὰ δὲ χυμῶν φύσει καὶ δυνάμει φυσικῇ καθάπερ ἐρέβινθος, θέρμος, σήσαμον, τὰ δὲ τῷ πολὺ τὸ ἀποστέγον ἔχειν ὥσπερ ὁ ὦχρος, ἅμα δὲ τοῦτό γε καὶ ξηρὸν καὶ θερμόν. Τῷ δὲ σίτῳ κοπέντι βοήθεια ταχίστη τὸ εἰς τὴν ἅλω | |
15 | φέροντας ἀπικμῆσαι. Καὶ τούτων μὲν σχεδὸν ἐνταῦθά που τὸ αἴτιον. | |
Caus Plant.4.16.3 | Ὃ δὲ παρά τινων ζητεῖται διὰ τί ποτε ὁ κεκομμένος σῖτος καὶ παλαιὸς ὕδατος μὲν ἐπι‐ χεομένου θερμοῦ διαβλαστάνει, —ταύτην γὰρ δὴ διά‐ πειραν λαμβάνουσιν εἰ φύσιμος ὅταν ἐμβάλλοντες εἰς | |
5 | σκαφίον ἐπιχέωσι, —σηπόμενος δ’ οὐ διαβλαστάνει, —καίτοι ἡ σῆψις ὑπὸ θερμοῦ καὶ ἐν ὑγρῷ ἐστι, —κο‐ μιδῆ δόξειεν ἂν παρ’ ὁμωνυμίαν εἶναι. Διαφέρει γὰρ ἥ τε φθαρτικὴ καὶ ἡ γόνιμος θερμότης καὶ ἡ ὑγρότης δὲ ὡσαύτως. Ἔστι δ’ ἡ μὲν σήπουσα ἀλλοτρία καὶ | |
10 | φθαρτικὴ, ἡ δὲ τοῦ ὕδατος τοῦ θερμοῦ συμμετρίαν τινὰ ἔχουσα· δεῖται γὰρ τοιαύτης πρὸς τὴν βλάστησιν. | |
Caus Plant.4.16.4 | Ἐπεὶ τρόπον τινὰ παρόμοιον καὶ εἴ τις ἀποροίη διὰ τί ἡ θερμότης καὶ ἡ ὑγρότης καὶ ὑγείαν ἐν τοῖς σώμασι ποιοῦσι καὶ νόσον· δῆλον δ’ ὡς οὐχ αἱ αὐταὶ ἀλλ’ ὡς ἕτεραι καὶ ἐναντίαι. Θερμὸν δ’ ἐπιχέουσι διὰ | |
5 | τὴν ἀσθένειαν τῶν σπερμάτων ὅπως μὴ καθάπερ ἐκ‐ παγῇ διά τε τὸ θᾶττον ἀποδηλοῦν· ἐπεὶ οἵ γε μὴ παν‐ τελῶς διεφθαρμένοι καὶ ἐν ψυχρῷ διαβλαστάνουσι. Συμβαίνει δὲ καὶ κόπτεσθαι καὶ σήπεσθαι δι’ ἀλλο‐ τρίας θερμότητος. | |
Caus Plant.5t1 | ΒΙΒΛΙΟΝ Εʹ. | |
Caus Plant.5.1.1 | Τῶν δ’ ἐν τοῖς δένδροις καὶ φυτοῖς τὰ μὲν αὐτό‐ ματα γίγνεται, τὰ δὲ ἐκ παρασκευῆς καὶ θεραπείας, ἑκάτερα δὲ αὐτῶν ἔχει διαίρεσιν· τῶν γὰρ αὐτομάτων τὰ μέν ἐστι φύσει, τὰ δὲ παρὰ φύσιν· καὶ γὰρ ἐν τοῖς | |
5 | φυτοῖς ὑπάρχει τι τοιοῦτον ὥσπερ καὶ ἐν τοῖς ζώοις· οἷον ἐάν τι μὴ τὸν οἰκεῖον ἐνέγκῃ βλαστὸν ἢ καρπὸν ἢ μὴ κατὰ τὴν τεταγμένην ὥραν ἢ μὴ ἐκ τῶν εἰωθότων μερῶν ἤ τι τοιοῦτον ἕτερον· ἅπαντα γὰρ ταῦτα παρὰ φύσιν· τῶν δὲ ἐκ τέχνης καὶ θεραπείας τὸ μέν ἐστι | |
10 | συνεργοῦν τῇ φύσει πρὸς εὐκαρπίαν καὶ πλῆθος, τὸ δὲ εἰς ἰδιότητα καὶ τὸ περιττὸν τῶν καρπῶν, οἷον τὸ ποιῆσαι βότρυν ἀγίγαρτον ἢ ἐκ τοῦ αὐτοῦ κλήματος μέλανα καὶ λευκὸν φέρειν ἢ καὶ ἐν αὐτῷ τῷ βότρυϊ καὶ ὅσα δὴ τοιαῦθ’ ἕτερα ποιοῦσι, πλείω γάρ ἐστιν· | |
Caus Plant.5.1.2 | περὶ μὲν οὖν τῶν κατὰ φύσιν καὶ τῶν συνεργούντων τῇ φύσει πρότερον εἴρηται· περὶ δὲ τῶν παρὰ φύσιν καὶ ὅσα πρὸς τὸ περιττὸν ἥκει νῦν λεκτέον καὶ πρῶτον μὲν ὑπὲρ τῶν παρὰ φύσιν ἢ ὄντων δοκούντων· καὶ γὰρ | |
5 | τούτων ἐστί τις αἰτία καθάπερ ἐν τοῖς ζώοις· οἷον ὅσαι | |
πάρωροι καρποτοκίαι καὶ μὴ ἐκ τῶν αὐτῶν μερῶν γί‐ νονται· λέγω δ’ οἷον εἴ ποτε συκῆ κατὰ χειμῶνα τοῦ ἦρος ὑποφαίνοντος ἤνεγκε καρπὸν καὶ ῥόα καὶ ἄμπελος ἐκ τῶν ἀκρεμόνων καὶ ἐκ τοῦ στελέχους καὶ εἰ δή τι | 265 | |
10 | παραπλήσιον τουτοισί· | |
Caus Plant.5.1.3 | πρὸς δὴ ταῦτα λαβεῖν δεῖ πρῶτον ὅτι συμβαίνει τὰ τοιαῦτα τοῖς πολυκάρποις καὶ ὑγροῖς οἷον ἀμπέλῳ καὶ τοῖς εἰρημένοις· ἅπαντα γὰρ ταῦτα ὑγρὰ καὶ πολύκαρπα· ξηρῷ δ’ οὐδενὶ καὶ | |
5 | ὀλιγοκάρπῳ. Δεύτερον δὲ πρός τε τὰς βλαστήσεις καὶ καρποτοκίας τὰς παρώρους ὅτι πάντων ἔχουσί τινας ἀρχὰς ἐν αὑτοῖς βλαστητικὰς ἢ κλῶνες ἢ πτόρθοι ἢ ἀκρεμόνες ἢ ὅτι χρὴ καλεῖν τὰ ἐσχατεύοντα τῶν δένδρων· οὐδὲν γὰρ ἐπὶ πᾶσι κοινὸν, ἀλλ’ ἔνια προση‐ | |
10 | γορίας τινὰς ἔχει καθάπερ θαλία, κράδη, κλῆμα· κα‐ λοῦσι δέ τινες καὶ κλῶνας. | |
Caus Plant.5.1.4 | Ὅτι δὲ ἔχουσιν ἀρχάς τινας τοῦ βλαστάνειν φανερὸν ἐκ τῶν καταπηγνυμένων ἃ πολλάκις ἀρριζώτων ὄντων τῶν κάτω μεθίησι βλα‐ στὸν. [Οἷον κλήματα καὶ κράδαι καὶ ἐλάας χάρακες] | |
5 | ἐνίοτε δὲ καὶ μὴ καταπαγέντα, ἀλλ’ ἀφῃρημένα κα‐ θάπερ τά τε κλήματα καὶ τὰ τῆς ἐλάας ξύλα. Τρίτον δ’ ὅτι συμβαίνει τὴν πάρωρον βλάστησιν γίνεσθαι χειμώνων μαλακῶν ἢ νοτίων γενομένων· ἐκ τούτων γὰρ οὐκ ἂν δόξειεν ἄλογον εἶναι τὸ συμβαῖνον ἠθροι‐ | |
10 | σμένης τῆς γονίμου δυνάμεως καὶ ὑγρότητος ὁτὲ μὲν καθ’ αὑτὴν, ὁτὲ δὲ λειπομένης τῆς· ἔμπροσθεν, ἀφ’ ἧς ὁ καρπὸς ἦλθεν. Ὥσπερ συμβαίνει καὶ ἐπὶ τῆς συκῆς. Ὑπολειπομένης γὰρ πλείονος τῆς τοιαύτης ὑγρότητος ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμὸς, | |
15 | ἐξεκαλέσατο τὴν βλάστησιν. | |
Caus Plant.5.1.5 | Ὅτι δὲ τοῦτο συμ‐ βαίνει φανερὸν εἰ ἐκ τούτου τοῦ μέρους ὁ καρπὸς ἀνίεται ὅθεν καὶ οἱ πρόδρομοι. Τάχα δὲ καὶ οἱ πρόδρομοι διὰ τὴν μαλακότητα τοῦ ἀέρος προτεροῦσί τε καὶ πέτ‐ | |
5 | τονται μᾶλλον· εἰ δ’ ἄρα μὴ τοῦτο, ἀλλὰ τἆλλά γε πάντα διὰ τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ἐστὶν ἤτοι γενομένων τινῶν ὑπολειμμάτων ἢ καθ’ αὑτὰ συν‐ ισταμένων ἀμφοῖν· | |
Caus Plant.5.1.6 | οὐκ ἄλογον δὲ, οὐδ’ ἕτερον· προϋπάρχει γὰρ ἡ τοῦ δένδρου πρὸς ἄμφω φύσις ὑγρά τις οὖσα καὶ πρόβλαστος ὥστ’ ἂν εὐδίαι πλείω χρόνον ἐπιγένωνται καὶ τοῦ χρώματος ποιεῖν τὴν μεταβολήν· | |
5 | ἐπεὶ τόν γε χυλὸν οὐ δύναται πέττειν οὐδαμῶς, ἀλλ’ ἡ φαντασία σχεδὸν γίνεται κατὰ τὴν χρόαν. Οἱ δ’ ὄλυνθοι συνεργούσης ἤδη τῆς ὥρας πεπαίνονται μέχρι τινός· ἔτι δ’ οὗτοί γε κατὰ φύσιν πώς εἰσιν. Ἀεὶ γὰρ γίνονται τὴν αὐτὴν καὶ τεταγμένην ὥραν ὥσπερ καὶ ὁ | |
10 | τῶν διφόρων συκῶν λεγομένων καρπός· | |
Caus Plant.5.1.7 | ἀλλ’ ἐπὶ τοσοῦτον τὸ ὅμοιον ληπτέον ὅτι παραπλησία τις ἡ αἰτία πάντων ἐκ τοῦ συνίστασθαι τὴν τοιαύτην ὑγρότητα καὶ δύναμιν δι’ ὃ καὶ ὄπισθεν τοῦ φύλλου πάντα ταῦτα | |
5 | γίνεται καὶ οὐχ ὥσπερ τὸ σῦκον ἔμπροσθεν· ἀλλ’ αἱ μὲν φύουσαι τοὺς προδρόμους ἀσθενέστεραι τυγχά‐ νουσιν ὥστε οὐδ’ ἐπιμένειν δύνανται τῆς βλαστήσεως γινομένης ἐκεῖσε· | |
Caus Plant.5.1.8 | ὅλως δὲ πολυειδές τι τὸ τῶν συκῶν ἐστιν· αἱ μὲν γὰρ ὀλυνθοφόροι μόνον σῦκα δ’ οὐ φέρουσιν οἷον αἱ τοὺς λευκοὺς ὀλύνθους φέρουσαι τοὺς | |
ἐδωδίμους. Ἕτεραι δὲ φέρουσι καὶ σῦκα καὶ ὀλύν‐ | 266 | |
5 | θους μέλανας, ἀβρώτους δὲ τούτους ἢ καὶ ἐδωδίμους φέρουσαι δὲ τὸν ὄλυνθον ὄπισθεν τοῦ θρίου· γίνονται δ’ ἐν αὐτοῖς καὶ ψῆνες· αἱ δ’ ὅλως οὐ φέρουσιν ὀλύν‐ θους. Πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν οἷον ἥ τε λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι | |
10 | πλείους, αἱ δ’ οὐ φέρουσιν· τῶν δὲ φερουσῶν οὐ συν‐ εχὴς, ἀλλὰ παραλλάττουσα ἡ φορὰ κατὰ τὴν διάθεσιν. Ὁτὲ μὲν γὰρ ἤνεγκαν, ὁτὲ δ’ οὐκ ἤνεγκαν, ἐὰν δὲ κακῶς οὐκ ἤνεγκαν. | |
Caus Plant.5.1.9 | Φέρουσι δὲ οὐ παρ’ αὐτὸ τὸ θρίον μόνον, ἀλλὰ καὶ κατωτέρω πολὺ καὶ ἔνιαί γε ἐκ τῶν παχέων σφόδρα· συμβαίνει δὲ ἐνίους καὶ ἐκπέτ‐ τειν τινὰς τῶν ὕστερον· οὐ γὰρ ἅμα πάντας, ἀλλὰ τοὺς | |
5 | μὲν πρότερον φέρουσι, τοὺς δὲ μικρῷ πρὸ τῶν ἐρινῶν· ἐγγύτεροι δὲ οὗτοι τοῦ βλαστοῦ καὶ τῶν σύκων· ἀπο‐ πίπτουσι δ’ ἐκεῖνοι πρότερον καὶ ἧττον ἐκπέττονται· τὰ μὲν οὖν συμβαίνοντα ταῦτ’ ἐστὶν, οὐκ ἀλόγως δ’ ἂν δόξειεν οὐδέν. | |
Caus Plant.5.1.10 | Τὸ γὰρ μὴ πάσας φέρειν, ἀλλ’ ὅσαι ὑγρότεραι καὶ ἰσχὺν ἔχουσαι εἰς τὴν ἐπίσπασιν εὔλογον· ἐκ γὰρ τῆς ὑπολοίπου τροφῆς ἐβλάστησεν ἡ σύστασις· ἐφελκυσαμένη δὲ πλέον οὐκ ἄλογον τὸ μὴ | |
5 | πᾶσαν καταπέψαι τότε· τό τε μὴ ἐνδελεχὲς αὐτῶν τούτων διὰ τὸ μὴ ὁμοίας εἶναι τὰς διαθέσεις. Ἀσθε‐ νεστέρως γὰρ ἔχουσα καὶ χεῖρον θεραπευθεῖσα δῆλον ὡς ἐλάττω λήψεται τὴν ὑγρότητα, μὴ λαβοῦσα δὲ πλῆθος, οὐδ’ ὑπόλειμμα ποιήσει· ἐπεὶ γεωργηθεῖσα | |
10 | ὁμοίως καὶ τῶν ἐκ τοῦ ἀέρος συνεργησάντων ἀποδώσει καὶ τὸ ὕστερον. | |
Caus Plant.5.1.11 | Ἐνίοτε δὲ κἀκεῖνο συμβαίνει μὴ τυχούσης θεραπείας ὥστε τοὺς μὲν προδρόμους ἐνεγκεῖν, τὸν δὲ καρπὸν μὴ δύνασθαι. Τοῦτο δ’ ὅτι τὸ μὲν ὑπῆρχε προκατειργασμένον, θάτερον δ’ ὥσπερ | |
5 | ἐκ καινῆς ἔδει ποιεῖν· ἀλλὰ μὴν οὐδὲ τὸ μὴ ἐκπέττειν τοὺς ἐκ τῶν παχέων, ἀλλὰ τοὺς ἄνω μᾶλλον· ἡ γὰρ τροφὴ ἅμα καὶ ἡ θερμότης ἄνω φέρεται καὶ ὅλως ἡ τοῦ δένδρου ὁρμὴ πρὸς τὴν βλάστησιν· ὥσθ’ ἅμα συν‐ αναφερομένου καὶ τοῦ θερμοῦ δι’ ἀμφοτέρων ἡ ὑπό‐ | |
10 | λειψις· δι’ ὃ καὶ αἱ βλαστήσεις καὶ αἱ κατὰ μέρος ἀνθήσεις καὶ αἱ καρποτοκίαι τῶν αὐτῶν ὕστερον· ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω. | |
Caus Plant.5.1.12 | Παραπλήσιον δὲ καὶ τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ἀμπέλων ἐστίν· καὶ γὰρ αὗται προβλαστάνουσιν ἐνίοτε συνηθροισμένης τῆς γονίμου καὶ βλαστητικῆς ἀρχῆς· ὁ δὲ τόπος ὡρι‐ | |
5 | σμένος αὐταῖς, ἐκ τῶν ὀφθαλμῶν γὰρ ἡ βλάστησις· ὁποῖα δ’ ἂν καὶ τὰ τοῦ ἀέρος ἐπιγένηται καὶ ἐπὶ πόσον χρόνον, οὕτω καὶ τὰ τῆς αὐξήσεως ἀκολουθεῖ. Σχεδὸν δὲ καὶ ὅσα πρωϊβλαστῆ καὶ πρωϊανθῆ φύσει ταὐτὸ τοῦτο πάσχει· κυϊσκόμενα γὰρ ἐν ὥρᾳ προκαλουμένων | |
10 | τῶν εὐδιῶν πολλάκις ἀποτίκτει πρὸ τῶν καιρῶν καὶ προάγει μέχρι οὗ ἂν ὁ ἀὴρ ὁμαλίζῃ· τὰς μὲν οὖν παρ‐ ώρους βλαστήσεις ἐν ταύταις ὑποληπτέον ταῖς αἰτίαις εἶναι. | |
Caus Plant.5.2.1 | Τὰς δὲ μὴ ἐκ τῶν οἰκείων μερῶν, ἀλλ’ οἷον ἀκρεμόνων καὶ στελέχους οὐ πόρρω ταύτης ὅταν ἀθροισμὸς εἰς ταῦτα γένηται τῆς γονίμου δυνάμεως· | |
ἀρχῆς γὰρ ἐπισυστάσης ἡ ἐπιρροὴ τῆς τροφῆς ἐξο‐ | 267 | |
5 | μοιοῦται τῷ ὑποκειμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. Ἡ δὲ σύστασις οὐκ ἄλογος εἰς τοιαύτην τινὰ κατὰ μόριον ἔλαβε κρᾶσιν, ἀλλ’ εὐλογωτέρα πολὺ τῆς ἐν ζώοις γινομένης οἷον εἰ κέρας ἐκ τοῦ στήθους ἤ τι τοιοῦτον ἕτερον· αὕτη γὰρ μείζων ἡ παραλλαγὴ τῶν ἐν τοῖς φυ‐ | |
10 | τοῖς ὅσῳ μᾶλλον ὁμοιομερῆ τὰ φυτὰ τῶν ζώων· | |
Caus Plant.5.2.2 | ἐὰν δὲ δὴ καὶ προβλάστημά τι γένηται τῷ καρπῷ ἔλαττον ἔτι τὸ ἄτοπον· ἐνίοτε γὰρ καὶ φύεται κλῆμα ἐκ τοῦ στελέχους ἰσχύσαντα δὲ καρποτοκῆσαι ταῦτ’ οὐκ ἄλογον. Ἀλλ’ ὅταν αὐτὸς ὁ καρπὸς ἐκ τοῦ ἀκρε‐ | |
5 | μόνος ἢ τοῦ στελέχους ἀτοπώτερον ὥσπερ ἐπὶ τῶν ῥοῶν· αἰτίαν δὲ τὴν εἰρημένην ὑποληπτέον. Αἱ δὲ τοιαῦται παραλλαγαὶ τῶν τόπων ἐλάττους εἰσὶν οἷον εἴ ποτε συκῆ τις ἤνεγκεν ἐκ τοῦ ὄπισθεν τοῦ θρίου τὸν καρπόν· μικρὰ γὰρ ἡ μεταβολὴ καὶ ὁ τόπος ὅλως | |
10 | οὐκ ἀλλότριος τοῦ συμβαίνοντος. | |
Caus Plant.5.2.3 | Αἴτιον δὲ ὅτι τὴν μὲν ἐπιβλάστησιν ἀσθενῆ, τὴν δ’ ἐνταῦθα συρ‐ ροὴν ἰσχυροτέραν ἔσχεν ὥστ’ ὀψιαιτέρας γενομένης τῶν προδρόμων ἐπένειμέ τε καὶ ἐξέπεψεν. Φαίνεται | |
5 | δὲ καὶ τῇδε ἧττον ἄτοπον ὅτι γένος τί φασιν εἶναι τοιοῦτον ὃ δὴ καλοῦσιν ὀπισθοκάρπιον· εἰ γὰρ ὅλως τι πέφυκεν οὕτω καρποτοκεῖν τῶν ὁμογενῶν οὐκ ἄτοπον συμβῆναί ποτε καὶ τοῖς μὴ πεφυκόσι τῆς ὁμοίας δια‐ θέσεως γενομένης. | |
Caus Plant.5.2.4 | Ἐπεὶ καὶ τὸ ἐκ τῶν ἀκρεμό‐ νων ἐνεγκεῖν τινα ὁμοιότητα ἔχει τῇ ἐν Αἰγύπτῳ συ‐ καμίνῳ· φέρει γὰρ δὴ κἀκείνη τὸν καρπὸν ἐκ τοῦ στελέχους, οὐκ ἐκ τῶν ἀκρεμόνων εὐβλαστής τις οὖσα | |
5 | καὶ εὔτονος ὡς ἔοικε πρὸς καρποτοκίαν· σημαίνει δὲ τὸ πλεονάκις ἀπὸ τῶν αὐτῶν φέρειν ἀφαιρουμένων Οὐ πεπαίνει δὲ καλῶς μὴ ἐπικνισθέντων καὶ περια‐ λειφθέντων ἐλαίῳ καθάπερ ἐλέχθη διὰ τὴν εὐτροφίαν καὶ τὸ πλῆθος τῆς ἐπιρροῆς· ἀφαίρεσίς τε γὰρ γίνεται | |
10 | τῇ ἐπικνίσει καὶ τὸ ἔλαιον ἅμα διαθερμαῖνον καὶ ὁ ἥλιος ἀνεῳγμένων ταχεῖαν ποιεῖται τὴν πέψιν. | |
Caus Plant.5.2.5 | Ἔοικε δὲ παραπλήσιον τρόπον τινὰ τὸ συμβαῖνον τοῖς κατὰ μέρος ἀνθοῦσιν ἀπὸ τῶν κάτωθεν ἀρχομένοις. Ἐκείνων τε γὰρ τὰ μὲν ἰσχύοντα καὶ οἷον τετελεωμένα καὶ ἀνθεῖ καὶ καρπογονεῖ, τὰ δ’ ἀσθενέστερα καὶ ἐπάνω | |
5 | προσαύξεται καὶ βλαστάνει καὶ ἀεὶ τὸ τελεούμενον ἀνθεῖ, τὴν δὲ τῆς τροφῆς ἐπιρροὴν ἕκαστον εἰς τὴν ἑαυτοῦ φύσιν καταμερίζεται καὶ δύναμιν· καὶ τούτων ὁμοίως μὲν εἰς τὴν βλάστησιν φέρεταί τι τῆς τροφῆς, ἡ δ’ εἰς τὸ ἰσχυρὸν ἤδη καὶ καρπογονοῦν· ἐκεῖνο δ’ | |
10 | οὔπω δύναται διὰ τὴν ὑγρότητα καὶ τὴν ἀτέλειαν· καὶ περὶ μὲν τούτων ἀρκείτω τὰ εἰρημένα. | |
Caus Plant.5.3.1 | Τὰς δὲ μεταβολὰς τῶν καρπῶν εἴ τινες ἢ ἐκ λευκῶν μέλανες ἢ ἐκ γλυκέων ὀξεῖς ἢ ἀνάπαλιν καθά‐ περ φασὶν ἐπί τε συκῆς καὶ ἀμπέλου καὶ ῥόας τοῦτο συμβαίνειν ἐνιαχοῦ μὲν οὐδὲν θαυμαστὸν οὐδ’ ὅλως | |
5 | ἄτοπον φαίνεται τὸ τὴν φύσιν, ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως καὶ τοῖς μέρεσιν ἀνομοίως φέρειν οἷον τὴν κάπνεον ἄμπελον καλουμένην· αὕτη γὰρ δοκεῖ τοὺς μὲν λευκοὺς ἐνίοτε, τοὺς δὲ μέλανας καὶ ὁτὲ μὲν πάν‐ | |
τας τοιούτους, ὁτὲ δὲ τοιούτους φέρειν. Δι’ ὃ καὶ | 268 | |
10 | οὐδ’ οἱ μάντεις εἰώθασι τοῦτο κρίνειν ὡς τέρας· τὸ γὰρ εἰωθὸς οὐ τέρας. | |
Caus Plant.5.3.2 | Αἴτιον δὲ τῆς παραλλαγῆς ὅτι τὸ χρῶμα τούτων τῶν βοτρύων οὔτε μέλαν οὔτε λευ‐ κόν ἐστιν ἀλλὰ καπνῶδες, ὅθεν καὶ τὴν προσηγορίαν ἔσχεν. Ἐὰν οὖν μικρά τις ἐναλλαγὴ γένηται δοκεῖ | |
5 | μεταβεβληκέναι τὴν χρόαν· οὐδ’ ἕτερον δ’ εἰλικρινὲς οὔτε τὸ μέλαν οὔτε τὸ λευκὸν ἔχει δι’ ὃ καὶ ἐνίοτε τῶν βοτρύων ἑτερόχροοί τινες, οἱ μὲν εἰς τὸ λευκὸν, οἱ δ’ εἰς τὸ μέλαν μᾶλλον ἀποκλίνοντες. Αἰτία δ’ ἡ τροφὴ καὶ ἡ διάθεσις αὐτῆς τῆς ἀμπέλου. | |
Caus Plant.5.3.3 | Τοῦτο μὲν οὖν ὥσπερ ἐλέχθη συγχωρεῖται τῷ μὴ θαυμαστῷ. Τὸ δ’ ἐπὶ τῶν ῥοῶν εἰ μὲν ὅλων τῶν δένδρων γίνονται μεταβολαὶ παρόμοιον ἄν τι τὸ συμβαῖνον εἴη τοῖς | |
5 | περὶ Κιλικίαν καὶ Αἴγυπτον εἴπερ αὐτόματος ἡ μετα‐ βολή. Τῆς γὰρ χώρας τὸ πάθος καὶ ἡ δύναμις. Εἰ δὲ μὴ ὅλων ἀλλά ποτε τοῦτο συνέβη τῇ τροφῇ καὶ τῇ διαθέσει τὴν αἰτίαν ἀποδοτέον ὡς ἐκ τοιαύτης γεγε‐ νημένῃ καὶ κραθείσῃ ἐν τῇ ἀνθήσει. Εἰ δ’ ἀνωμά‐ | |
10 | λους ἤνεγκεν ἐν ταῖς ῥίζαις ἡ αἰτία καὶ εἴ τι μέρος ἄλλο κύριον τῷ τὰ μὲν τοιαύτην, τὰ δὲ τοιαύτην λα‐ βεῖν ἢ καὶ ποιῆσαι καὶ ἀναδοῦναι τὴν τροφήν· ἅμα δὲ καὶ τὸν ἀέρα συνεργεῖν τι, καὶ γὰρ ὑπὸ τούτων γίγνονται διαφοραί. | |
Caus Plant.5.3.4 | Δόξειε δ’ ἂν ἀτοπώτατον ἐνταῦθα εἶναι τὸ μερίζεσθαι τὰς ῥίζας· ἐνίοτε γὰρ ἐκ θατέρου μέρους οὐκ ἔχει τὸ δένδρον ἢ ἐλάττους, ὁ δὲ καρπὸς ὁμοίως πανταχόθεν ὡς ἀναμιγνυμένης δῆλον | |
5 | ὅτι πανταχοῦ τῆς τροφῆς. Οὐ μὴν ἀλλ’ ἴσως ἐὰν μὲν ἐκλείπωσί τινες ἀπὸ τῶν ἑτέρων ἡ τροφὴ πᾶσιν. Ἐὰν δὲ πανταχόθεν ἔχῃ τῷ καθ’ αὑτὴν ἑκάστην οὐ κατὰ λόγον ὡς ἄν τις φράσειεν εὐθυπορούντων πως τῶν πόρων· ἔνια γὰρ συμβαίνει καὶ ζῆν τῶν φυτῶν ἐκ | |
10 | θατέρου μέρους· αὐξανόμενα γὰρ συμπληροῦν πως τὸ ὅλον τὰ μὲν ἐμπεριλαμβάνοντα, τῶν δὲ καὶ ἀποπιπ‐ τόντων διὰ τὸ αὖον· εἰ δέ τις καὶ αὕτη πίστις ἐστὶν ἐκ τῶν συντιθεμένων κλημάτων μὴ ὁμογενῶν ὅτι μία μὲν ἡ ἄμπελος, φέρει δ’ ἑκάτερον τῶν μερῶν τὸν | |
15 | οἰκεῖον καρπὸν ὡς οὐ μιγνυμένης ἀλλ’ εὐθυπορούσης τῆς τροφῆς εἴη δ’ ἂν καὶ ταύτῃ χρῆσθαι· τοῦτο μέν‐ τοι ἥκιστα γινόμενον καὶ ἥκιστα πίστιν ἔχον ἐστίν· | |
Caus Plant.5.3.5 | αἱ δ’ ἄλλαι μεταβολαὶ μάλιστα τὰς εἰρημένας ἂν ἔχοιεν αἰτίας ὁμοίως ἐπὶ πάντων εἴτε χρώμασιν εἴτε χυλοῖς εἴτε ἄλλῳ τινὶ μεταβάλλουσιν. Αἱ γὰρ τροφαὶ τὰς δια‐ θέσεις ἀλλοιοῦσι καὶ μεθίστασιν ὁτὲ μὲν κρατούμεναι, | |
5 | ὁτὲ δὲ κρατοῦσαι καθάπερ καὶ ἐν τοῖς ἀπὸ τῶν σπερ‐ μάτων φυομένοις, πλὴν ἐνταῦθα ἡ ἔκστασις ἀεὶ πρὸς τὸ χεῖρον, ἀλλ’ ἐπὶ τῶν ἐξειργασμένων καὶ ἡμερωμέ‐ νων ἔχει τὴν ὁμοίωσιν. | |
Caus Plant.5.3.6 | Ἁπλῶς δ’ ὥσπερ ἐλέχθη μι‐ κράν τινα χρὴ νομίζειν ἐν τούτοις εἶναι τὴν μεταβολὴν ὅπου μὴ χώρα μεταβάλλει· τὰ δὲ τοιαῦτα χρόνῳ γί‐ γνεται καὶ οὐκ ἐπέτεια καθάπερ οὐδὲ τὰ ἡμερούμενα | |
5 | καὶ ἀγριούμενα. Μέγα δ’ οὖν πρὸς πίστιν τῆς μετα‐ βολῆς τῆς παρὰ τὰς χώρας καὶ ὅτι θεραπεῖαί τινες τῶν ῥιζῶν καὶ τῆς τροφῆς ποιοῦσι μεταβολὰς, ἀλλὰ | |
τὸ οὕτως ἐν βραχεῖ χρόνῳ καὶ ταχέως ἄπιστον εἰ μή τις ἄμφω ταῦτα συνθήσει καὶ τὸν χρόνον λανθάνειν | 269 | |
10 | καὶ τὴν μεταβολὴν εἶναι βραχεῖαν· | |
Caus Plant.5.3.7 | ἐπεὶ ἔν γε τοῖς ἐπετείοις οὐκ ἄλογον οὐδ’ ὁμοίως ἐφ’ ὧν συμβαίνει θαυμαστὸν εἴπερ ἄρα συμβαίνει καθάπερ ὅταν ἐκ πυ‐ ρῶν αἶρα γένηται διά τε τὸ πολλάκις γίνεσθαι καὶ διὰ | |
5 | τὸ τὴν αἰτίαν οἴεσθαί πως· αἱ γὰρ ὑπερομβρίαι ποιοῦ‐ σιν· εἰ δὲ καὶ ἐκ τῶν αἰρῶν εἰς πυροὺς πάλιν ἀποκα‐ θίσταται, τοῦτο θαυμασιώτερον· εἴη δ’ ἂν ὥσπερ ἀ‐ σθένειά τις ἢ νόσος γεγενημένη τοῦ σπέρματος ἥτις ἀπολύεται μεθισταμένων ἄρα τῶν περὶ τὸν ἀέρα καὶ | |
10 | τὴν τροφήν. Ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ πλέον εἴρηται συμπαραλαμβάνοντα πρὸς τὴν τῆς αἰτίας πίστιν τὰ ὁμολογούμενα. | |
Caus Plant.5.4.1 | Τὸ δ’ ἐνεγκεῖν ἄμπελόν ποτε καρπὸν ἄνευ φύλλων ὡς μὲν ὅλως εἰπεῖν οὐ πιθανὸν, ὡς δὲ μικρᾶς τινος γενομένης βλαστήσεως καὶ ταύτης διὰ τὴν ἀσθέ‐ νειαν ἀπορρυείσης μᾶλλον πιθανὸν ὡς ἐνταῦθα πλείονος | |
5 | καὶ σφοδροτέρας τῆς ὁρμῆς γινομένης· ὅπερ ἐπί γέ τι‐ νων δένδρων ἀεὶ συμβαίνει σχεδὸν ὅταν εὐκαρπήσωσιν ὥσπερ ἐπὶ τῆς ἀμυγδαλῆς· διὰ γὰρ τὸ πλῆθος οὐδὲ φαί‐ νεται τὰ φύλλα καὶ ἄλλα μικρὰ καὶ ἀσθενῆ γίνεται τῆς φύσεως ἐνταῦθα ὡρμηκυίας. Ὥσπερ καὶ ἐν τῷ ἀνθεῖν ἡ | |
10 | ἄμπελος ὅταν ὀψίσῃ [καὶ] διατηρεῖ τὸν καρπὸν ἄνευ τῶν οἰνάρων ὥσπερ καὶ ἡ συκῆ τῶν θρίων· | |
Caus Plant.5.4.2 | ἰσχυ‐ ρότεροι γὰρ ὅταν ἅπαξ συστῶσι γίνονται τῶν φύλλων, οἱ μὲν διὰ τὸν μίσχον καὶ τὴν προσάρτησιν, οἱ δὲ διὰ τὸ πιλοῦσθαι τῷ ψύχει. Τῶν μὲν γὰρ φύλλων ἐξαι‐ | |
5 | ρεῖται τὴν ὑγρότητα καὶ τὸν ὀπὸν, τῶν δὲ καρπῶν διὰ τὸ πλῆθος καὶ τὸ μᾶλλον ἔχειν θερμότητα τοῦτο μόνον δύναται συμπυκνῶσαι καὶ πιλῶσαι. Παραπλήσιον δὲ τούτῳ καὶ εἴ ποτέ τις ἐλάα τὰ μὲν φύλλα ἀπέβαλε, τὸν δὲ καρπὸν ἐξήνεγκεν. Ἀσθενέστερον γὰρ ὂν μᾶλ‐ | |
10 | λον ὑπήκουσε τοῦ ψύχους ἢ εἴ τι πάθος εἴη ἕτερον· πεπανθεὶς μὲν γὰρ ὁ καρπὸς αὐτόματος ἀπορρεῖ, πρὸ δὲ τοῦ πεπανθῆναι μᾶλλον ἰσχύει καὶ προσήρτηται. Δι’ ὃ καὶ ῥαβδίζουσι τὰς ἐλάας. | |
Caus Plant.5.4.3 | Ταῦτα μὲν οὖν καὶ ὅσα ἄλλα τοιαῦτα φυσικάς τινας ἀρχὰς τὰ μὲν ἐξ αὐτῶν, τὰ δ’ ἐκ τοῦ περιέχοντος ἔχει· ἐπεὶ καὶ τὰ αὐτόματα διαβλαστάνοντα ξύλα, καθάπερ τὰ ἐλάϊνα | |
5 | καὶ εἴ τι ἄλλο τοιοῦτον ἅπερ εἰς τέρατα καὶ σημεῖα ἀνάγουσιν οὐκ ἔστιν ἄλογον· φύσει τε γὰρ εὔζωα καὶ βλαστητικὰ διὰ πυκνότητα καὶ τὸ ἔγχυμον. Καὶ ὅταν ἔξωθεν ἰκμάδα τινὰ λάβῃ, ταχὺ ἀναδίδωσιν, ὡς δ’ ἐπὶ τὸ πολὺ κατορυττόμενα καὶ ἐν ὑγρῷ τόπῳ βλα‐ | |
10 | στάνει πλὴν εἴ τι κοπὲν ὕστερον μικρῷ διεβλάστησεν ἔχον ἐν ἑαυτῷ συνηθροισμένην τὴν γόνιμον ὑγρότητα ἅμα δὲ καὶ τῆς ὥρας ὑπογυίου τῆς βλαστητικῆς οὔσης. | |
Caus Plant.5.4.4 | Τούτῳ δὲ ὅμοιον τρόπον τινὰ τὸ ἐπὶ τῆς σκίλλης καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔξω βλαστανόντων· ὡσαύτως δὲ καὶ τὰ ἐκ τῶν ξύλων ἐκφυόμενα καὶ μάλιστα ἐκ τῶν ἐλατίνων ἃ καλοῦσιν οἱ μάντεις εἰλειθυίας· ἀνει‐ | |
5 | μένου γὰρ ὄντος καὶ μαλακοῦ τοῦ ἀέρος ἐκφύεται μά‐ λιστα ὁπότε ἡ ἐνυπάρχουσα ὑγρότης συρρευῖσα καὶ ἡ | |
ἔξωθεν προσπίπτουσα συνεπάγη καὶ ἐποίησεν οἷον σφαιροειδές. Ὁμοίως δὲ καὶ ὅσα ἰδίει τῶν ξύλων· καὶ γὰρ ταῦτα νοτίου καὶ ὑγροῦ τοῦ ἀέρος ὄντος τουτὶ | 270 | |
10 | πάσχει καὶ οὐ πάντα, ἀλλ’ ἐν οἷς ἐστι λιπαρότης οἷον κέδρου, κυπαρίττου, ἐλάας, ἃ δὴ καὶ σημεῖα καὶ τέρατα νομίζουσιν. | |
Caus Plant.5.4.5 | Ὅσα δὲ ἄλλα συμβαίνει καὶ προφέρεται τῶν τοιούτων οἷον ὥς ποτέ φασιν ἐν πλατάνῳ φῦναι δάφνην ἢ ἁπλῶς περὶ τὰς ἐμβλαστήσεις τὰς ἐν ἀλλή‐ λοις ἐκ λανθανούσης ἀρχῆς ὑποληπτέον γίνεσθαι κα‐ | |
5 | θάπερ ἐλέχθη· τὸ γὰρ αὐτοῦ τοῦ δένδρου τοιαύτην τινὰ γίνεσθαι σῆψιν ἢ ἀλλοίωσιν ἄλλως τε καὶ πολὺ διε‐ στώσης οὐκ εὔλογον· οἱ δὲ τρόποι τοιοῦτοι· λέγω δὲ λανθανούσης εἰ ἐπιπέσοι σπέρμα καὶ ἔμβιον γένοιτο σῆψιν ἔχοντος γεώδη τινὰ τοῦ δένδρου· βλαστοίη γὰρ | |
10 | ἂν οὕτως ἕτερον ἐν ἑτέρῳ· ἀλλ’ ἡ τοιαύτη βλάστη‐ σις ὁμοία τῇ τῶν ἰξιῶν· ἢ ὡς διὰ πλείονος ἐπὶ τῇ πλα‐ τάνῳ ἐκ τοῦ χαλκοῦ τρίποδος· μᾶλλον δ’ ἀμφότεραι τῇ ἐκ τῆς γῆς· | |
Caus Plant.5.4.6 | οὐ γὰρ οἷόν τε φῦναι μὴ γεώδους τινὸς ἐνυπάρχοντος ὥσπερ οὐδ’ ἐκ τῶν τοίχων τῶν λιθίνων ἐὰν μὴ τοιαύτη τις συρροὴ γένηται καὶ σῆψις ἐξ ἧς πέ‐ φυκε βλαστάνειν ἔτι δ’ ὕστερον ἐπιρροήν τινα λαμβάνῃ | |
5 | τῆς τροφῆς· οὕτω γὰρ αὐτῶν ἡ αὔξησις. Ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ αὐτομάτως ἢ πάντα ἢ ἔνια γίνεται, τάχα δὲ καὶ σπερμάτων τινῶν καταρρυέντων ἅμα τῇ σήψει καὶ συστάσει· δάφνη δὲ καὶ εἴ τι τοιοῦτον ἕτε‐ ρον ἀπὸ τῶν καρπῶν· εἰ δ’ ἄρα καὶ τοῦτο ἀπὸ σήψεώς | |
10 | τινος οὐδὲν διαφέρει πρὸς τὴν αἰτίαν. | |
Caus Plant.5.4.7 | Εἰ δέ ποτε δένδρον ἐκπεσὸν ὑπὸ χειμῶνος ἀνέστη πάλιν αὐτόμα‐ τον ὥσπερ ἐν Φιλίπποις μὲν ἰτέα, ἐν δὲ Ἀντάνδρῳ πλάτανος καὶ τῆς μὲν οὐδὲν ἀφῃρέθη πλὴν ὅσοι τῶν | |
5 | ἀκρεμόνων κατεκλάσθησαν ἐν τῇ πτώσει, τῆς πλατά‐ νου δὲ ἀφῃρέθη καί τι παρεπελεκήθη τήνδ’ αἰτίαν ὑπελάμβανον ὅτι πεσοῦσα ἐπὶ θάτερον μέρος ἀνέσπασε πολλὴν γῆν, ἐπιγενομένου δὲ εἰς νύκτα τότε πνεύμα‐ τος ἐναντίου καὶ μεγάλου κινήσαντος αὐτὸ διὰ τὸ ἐμ‐ | |
10 | πίπτειν τοῖς ἀκρεμόσι ῥοπὴν ἐποίησεν ἐγκείμενον τὸ μέρος καὶ κατασπάσαν ὤρθωσεν· οὕτω γὰρ συνέβη τῷ ἐν Φιλίπποις· τὸ δ’ ἕτερον ἐκινήθη μὲν ὁμοίως καὶ τὴν ἀνάσπασιν εἶχε τῆς γῆς, διὰ δὲ τὴν περικοπὴν ἀνέστη ῥᾷον· ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἔξω φυσικῆς αἰτίας | |
15 | ἐστίν· ὑπὲρ δὲ τῶν ἐν αὐτοῖς φυτοῖς ἐκ τῶν εἰρημένων πειρατέον μετιέναι καὶ θεωρεῖν. | |
Caus Plant.5.5.1 | Ἑπόμενα δέ πώς ἐστι τούτοις εἰπεῖν ὅσα δὴ διὰ τέχνης καὶ παρασκευῆς γίνεται τῶν περιττῶν ὑπὲρ ὧν φανερωτέρας ἄν τις ὑπολάβοι τὰς αἰτίας εἶ‐ ναι καθάπερ καὶ εἰσίν. Ἀγιγάρτους μὲν γὰρ ποιοῦσι | |
5 | τοὺς βότρυς ἐξαιροῦντες τὴν μήτραν, ἀφ’ ἧς γίνεται τὸ γίγαρτον. Ἐκ τοῦ αὐτοῦ δὲ κλήματος φέρειν λευ‐ κὸν καὶ μέλανα βότρυν ἢ ἐν αὐτῷ τῷ βότρυϊ τὰς ῥᾶ‐ γας τὰς μὲν τοιαύτας, τὰς δὲ τοιαύτας, ὅταν διελόν‐ τες συνθῶσιν ἑκατέρου τὸ ἥμισυ πλὴν τοῦ κάτω μέρους | |
10 | καὶ συνδήσαντες καταπήξωσι· συμφύεται γὰρ ἀλλήλοις· | |
Caus Plant.5.5.2 | σύμφυτον μὲν γὰρ ἅπαν τὸ ζῶν τῷ ζῶντι καὶ μά‐ λιστα τὸ ὁμογενὲς, ὅταν ἀφελκωθῇ καὶ γένηται μία | |
τις φύσις. Ἑκάτερον δὲ καθ’ ἑαυτὸ τὴν τροφὴν διΐη‐ σιν ὥστε μὴ ἐπιμιγνυμένης ἀποδιδόναι τὸν οἰκεῖον | 271 | |
5 | καρπόν· ὅπερ καὶ οἱ ποταμοὶ ποιοῦσιν οἱ συμβάλλοντες ἀλλήλοις ὥσπερ ὅ τε Κηφισὸς ἐν τῇ Βοιωτίᾳ καὶ ὁ Μέλας· ἑκάτερος γὰρ ῥεῖ τὸν αὑτοῦ πόρον. Ἐνταῦθα δ’ οὐδὲ συμβάλλουσιν, ἀλλὰ παρ’ ἀλλήλας ὀχετεύον‐ ται καὶ ῥέουσιν αἱ τροφαί. | |
Caus Plant.5.5.3 | Ταυτὸ δὲ καὶ παρα‐ πλήσιον τούτῳ καὶ ὅταν τὸ αὐτὸ δένδρον παντοδαπὰς φέρῃ ῥόας ἢ μῆλα· τῇ σφυρᾷ γὰρ οἷον μαλάξαντες τὰς ῥάβδους ἵνα συμφύωσιν (ἢ) διὰ τὴν ἀφέλκωσιν συνδή‐ | |
5 | σαντες ἐφύτευσαν, εἶτα γίνεται τὸ μὲν δένδρον ἓν τῇ συμφύσει, διατηρεῖ δὲ ἕκαστον τὸ γένος ἕλκον καθ’ αὑτὸ καὶ πέττον τὴν τροφὴν, οὐδὲν δὲ ἄλλο ἢ τῆς συμφύσεως κοινωνοῦν. Σχεδὸν δὲ καὶ παρόμοιον τούτῳ καὶ ἐπὶ τῶν μειζόνων γίνεται καὶ μάλιστα | |
10 | ἐπὶ τῶν ἀγρίων τῇ φύσει· περιπλακεῖσα γὰρ συκῆ καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι συμφύεται τε καὶ ἓν ποιεῖ τὸ στέλεχος· | |
Caus Plant.5.5.4 | καὶ τούτων τὰ μὲν ἐξεπίτηδες ποιοῦσιν, ἔνια δὲ καὶ αὐτομάτως λαμβάνει τοιαύτην σύμφυσιν, ὅσα προσφιλῆ τε καὶ μὴ ἐναντία ἀλλήλοις· ὅταν γὰρ ἅπαξ συμπλακῇ καὶ δέξηται, καθάπερ φύ‐ | |
5 | σις τις αὕτη μία γίνεται, δι’ ὃ κἂν ἀφαιρῇ κᾂν λύῃ τις αὐαίνονται, καθάπερ καὶ τῶν μὴ ὁμογενῶν τὰ ὁμο‐ βλαστῆ καὶ σύντροφα γενόμενα ἀλλήλοις ὥσπερ ἐπὶ τῆς ἀναδενδράδος ἐλέχθη καὶ τῆς συκῆς. Ἐπεὶ ὅσα γε βλάπτει περιφυόμενα καὶ ἐμφυόμενα, καθάπερ ὁ | |
10 | κιττὸς, ἐκ τούτων γε οὐ γίνεται μία φύσις· αὐαίνεται γὰρ θάτερον. Πολυφορεῖν μὲν οὖν ταὐτὸ διὰ ταύτας ὑποληπτέον τὰς αἰτίας· ὅμοιον γὰρ τρόπον τινὰ καὶ ὥσπερ εἴ τις ἐνοφθαλμίσειε δένδρον ἓν ἀπὸ πλειόνων καὶ διαφόρων· ἀρχὰς γὰρ πεποίηκε καὶ φύσεις πλείους | |
15 | ἀπὸ μιᾶς οὐσίας, ἐκεῖνο δὲ ἐξ ἀρχῶν πλειόνων μίαν οὐσίαν τῇ φύσει. | |
Caus Plant.5.6.1 | Τὰ δὲ τῶν καρπῶν μεγέθη τῶν κατορυττομέ‐ νων ἐν ταῖς χύτραις ὅταν καταθῶσι τοὺς ἀκρεμόνας, οἷον ῥοῶν καὶ μήλων εὐλόγως γίνεται. Τό τε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος ἀφαιρούμενον ἡ χύτρα | |
5 | κωλύει ἀποστέγουσα καὶ ἅμα τὴν ἐκ τῆς γῆς ἕλκει νοτίδα δι’ ἧς τρέφεται· τὴν γὰρ ἀπὸ τοῦ δένδρου ἐπιρ‐ ροὴν οὐκ εὔλογον γίνεσθαι πάρωρον οὖσαν ἢ βραχεῖάν τινα πάμπαν, δι’ ὃ καὶ ὁ μὲν κόκκος οὐδὲν μείζων τῆς ῥόας γίνεται, τὸ δὲ σίδιον παχύτερον ὡς οὐ διικνουμέ‐ | |
10 | νης εἰς ἐκεῖνον τῆς τροφῆς· ἔοικε γὰρ ὁ οἰκεῖος χυλὸς τῇ φυσικῇ δυνάμει πάντων γίνεσθαι καὶ πεπαίνεσθαι, δι’ ὃ καὶ τὰ μῆλα χείρω καὶ ἀχυλότερα γίνεται· τὸ δὲ σίδιον καὶ ἐκ τῶν ἔξωθεν λαμβάνει τὴν αὔξησιν ὡς ἀλλοτριώτερον τῆς φύσεως. | |
Caus Plant.5.6.2 | Ἡ δ’ ὁλκὴ τῆς νοτί‐ δος, ἐξ ἧς ἡ τροφὴ καὶ ἐπίδοσις οὐκ ἄλογος ὥσπερ τοῦ ἄρου καὶ ἑτέρων ὥσπερ πρότερον εἴπομεν. Ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐν τοῖς λαχάνοις, ἐφ’ ὧν πα‐ | |
5 | χύνουσι τὰς ῥίζας τῶν μὲν ἀφαιροῦντες τὰ φύλλα, καθάπερ τῆς ῥαφανίδος, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, καὶ κατασάττοντες τὴν γῆν ὥστε καὶ τὸ ὕδωρ ἀποστέγειν· ἐν γὰρ τῷ θέρει γίνονται θαυμασταὶ τῷ πάχει. | |
Caus Plant.5.6.3 | Τοῦ δὲ σελίνου περιορύξαντες κάτω μέχρι τῶν ῥιζῶν καχρύδιον περιβάλλοντες καὶ ἄνωθεν τὴν γῆν. Αἴτιον δὲ ὅτι τὴν τροφὴν ἅπασαν αὗται λαμβάνουσιν καὶ οὐ διδόασιν εἰς τοὺς βλαστούς· μὴ | 272 |
5 | μεριζομένης δὲ πλείων ἡ αὔξησις. Ὅσα μὲν οὖν παραβλαστικὰ οἷον κρόμυα ῥίζας ἑτέρας ἀφίησι καὶ ἄλλα δὲ τῶν ἀγρίων· ἡ δὲ ῥαφανὶς μὴ οὖσα παρα‐ βλαστικὴ, τροφὴν δὲ λαμβάνουσα καὶ οὐ διαπέμπουσα εἰς τὸ ἄνω παχύνεται καὶ μείζων γίνεται. Τοῦ δὲ | |
10 | μὴ συμβαίνειν φθορὰν καὶ σῆψιν ἡ ἐπίσαξις αἰτία τῆς γῆς ἀποστέγουσα τὸ ὕδωρ καὶ ὅλως πᾶν τὸ ἀλλό‐ τριον· τοῖς δὲ σελίνοις τὸ καχρύδιον θερμὸν καὶ χαυνὸν ὂν συνανέλκει μὲν τῇ χαυνότητι τὴν τροφὴν, κατέχει δὲ καὶ οὐ διαδίδωσιν εἰς τὸ ἄνω καὶ ἅμα τῇ θερμότητι | |
15 | πέττει· πολλῆς οὖν τροφῆς γινομένης καὶ πεττομένης πολλὴ καὶ αὔξησις. | |
Caus Plant.5.6.4 | Παραπλήσια δὲ τούτοις καὶ τὰ περὶ τοὺς σικύους καὶ τὰς κολοκύντας γινόμενα κατά τε τὴν ἁπαλότητα καὶ τὴν αὔξησιν οἷον ἐάν τις μικρὰς οὔσας κρύψῃ κατὰ τῆς γῆς· οὐδὲν γὰρ ἀφαι‐ | |
5 | ρεῖται τῆς τροφῆς, ὁ δ’ ἥλιος καὶ τὰ πνεύματα ἀνα‐ ξηραίνοντα τοὺς ὄγκους ἐλάττους ποιοῦσιν ὥσπερ καὶ τῶν δένδρων τῶν ἐν τοῖς προσηνέμοις καὶ εὐείλοις. Ὡσαύτως δὲ καὶ οἱ ἐν τοῖς ἀγγείοις τιθέμενοι καθάπερ ἐν νάρθηκι καὶ καλυπτῆρσιν. Ἡ μὲν γὰρ τροφὴ | |
10 | πλείων διὰ τὸ μήτ’ ἀποπνεῖσθαι μήτ’ ἀποξηραίνεσθαι μηδὲν, ἡ δ’ αὔξησις εἰς μῆκος καὶ διὰ τὸ εὐροεῖν τὴν τροφὴν εὐθυποροῦσαν καὶ διὰ τὸ μηδὲν ἀντισπᾷν μηδ’ ἀντιπίπτειν. | |
Caus Plant.5.6.5 | Ὁμοία δ’ αἰτία καὶ τοῦ διαμένειν χλωροὺς ἐάν τις φυτεύσας περὶ φρέαρ ὅταν ὦσιν ὡραῖοι καθεὶς ἀποστεγάσῃ· ἡ μὲν γὰρ ἀπὸ τοῦ ἡλίου καὶ τοῦ πνεύματος οὐ γίνεται ξηρότης, ἅμα δὲ καὶ ἡ | |
5 | ἀπὸ τοῦ ὕδατος ἀτμὶς οἷον θάλλοντάς τε παρέχει καὶ κωλύει ξηραίνεσθαι. Τροφὴν δὲ λαμβάνοντες δια‐ μένουσι σωζομένων τῶν ῥιζῶν· ἔμβιοι δὲ γίνονται καὶ θεραπευόμεναι πλείω χρόνον δι’ ὃ καὶ ἄν τις πε‐ ριτεμὼν τὴν βλάστησιν ὅταν καρποτοκήσωσι περισάξῃ | |
10 | γίνονται πάλιν ἐκ τῶν ῥιζῶν σίκυοι καὶ πρωίτεροι πολὺ τῶν σπειρομένων ὅτι προϋπάρχει τὸ τῶν ῥιζῶν. | |
Caus Plant.5.6.6 | Ἔτι δὲ ἡ περίσαξις ἀλέαν παρέχουσα θᾶττον ἀνιέναι ποιεῖ βλαστόν· μέγα γὰρ καὶ ἡ ἀλέα πρὸς τὸ πρωϊβλαστεῖν. Σημεῖον δὲ καὶ τοῦτο φανερόν· ἐὰν γάρ τις χειμῶνος ἐν ταλάροις φυτεύσῃ σικύου σπέρ‐ | |
5 | ματα καὶ ἄρδῃ τε θερμῷ καὶ πρὸς τὸν ἥλιον ἐκφέρῃ καὶ πρὸς τὸ πῦρ τιθῇ καὶ ὅταν ἡ ὥρα τοῦ σπείρειν καθήκῃ σὺν αὐτοῖς ταλάροις φυτεύσῃ πρώϊοι σφόδρα γίνονται· ταῦτα μὲν οὖν διὰ τὰς εἰρημένας αἰτίας συμβαίνει. | |
Caus Plant.5.6.7 | Τῷ δὲ σχήματι καὶ τῇ μορφῇ μετα‐ βάλλει τὸ σέλινον ἐὰν σπαρὲν καταπατηθῇ καὶ ἐπικυ‐ λινδρωθῇ· γίνεται γὰρ οὖλον διὰ τὸ μὴ διϊέναι τὴν βλάστησιν, ἀλλὰ ... ἐξομοιοῦται γὰρ ἐν ᾧ ἂν | |
5 | τεθῇ ἀγγείῳ· τοῦτο δ’ ὅτι ἡ τροφὴ κωλυομένη καὶ ἀποστεγομένη τῷ πέριξ φέρεται πρὸς τὸ ἐφελκόμενον καὶ εὐοδοῦν, οἷον γὰρ ὀχετεία τίς ἐστιν, ὥστε λαμβά‐ νειν τὴν ὁμοιότητα τῷ περιέχοντι. Συμβαίνει δὲ | |
τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων τοῦτο κατὰ μικρότητα | 273 | |
10 | καὶ μέγεθος καὶ βραχύτητα καὶ μῆκος· μεμορφωμένα γὰρ εὐθὺς ἐκεῖνα ταῦτα δ’ ἅμα τῇ γενέσει μορφοῦται· δι’ ὃ καὶ τὸ σέλινον ὅταν μεταφυτεύηται κελεύουσιν ὁπόσον ἄν τις βούληται ποιῆσαι τηλικοῦτον πάτταλον κατακρούειν ὥστ’ ἐκπληροῦν πάντα τὸν τόπον τὴν | |
15 | ῥίζαν. | |
Caus Plant.5.6.8 | Ὅμοιον δὲ τρόπον τινὰ τούτῳ καὶ ἡ τῶν ῥι‐ ζῶν αὔξησις ἐν τοῖς ἡμερώμασιν· εὐοδοῦσαι γὰρ καὶ ἔχουσαι τροφὴν αὔξονται μᾶλλον καὶ εἰς μῆκος καὶ εἰς πάχος. | |
Caus Plant.5.6.9 | Ποιεῖ δὲ μεγάλας καὶ τὰς ῥίζας καὶ τὰς βλάστας καὶ ἐὰν πλείω τις εἰς ταὐτὸ σπέρματα ξυνδή‐ σας εἰς ὀθόνιον φυτεύσῃ, δι’ ὃ καὶ ἐπί τινων τοῦτο ποιοῦσι, καθάπερ ἐπὶ τοῦ πράσου καὶ σελίνου καὶ | |
5 | ἑτέρων· ἰσχύει γὰρ τὰ πλείω δῆλον ὅτι μᾶλλον καὶ ἐξ ἁπάντων γίνεται μία τις φύσις. Ἔνια δὲ κατὰ τὴν σπορᾶς ὥραν λαμβάνει μορφὴν ἀλλοίαν, οἷον ἡ γογγυ‐ λὶς ἂν εὐθύς τις ἐπὶ τῆς ἅλω φυτεύσῃ πλατεῖα γίνεται· οὕτω δ’ ἧττον ῥιζοῦται καὶ διευρύνεται μᾶλλον. | |
Caus Plant.5.6.10 | Ὅσα δ’ ἐν σχίνῳ φυτεύουσιν ἢ σκίλλῃ πάντα τῆς εὐβλαστίας ἕνεκα καὶ εὐτροφίας φυτεύουσιν· ἔχει γάρ τινα ἄμφω θερμότητα καὶ ὑγρότητα καὶ γίνεται κα‐ θάπερ ἐμφυτεία τις. Ὁμοίως δὲ καὶ εἴ τι ἕτερον ἐν | |
5 | ἑτέρῳ καθάπερ τὸ πήγανον ἐν συκῇ, δοκεῖ γὰρ δὴ κάλλιστον γίνεσθαι. Φυτεύεται δὲ παρὰ τὸν φλοιὸν παραπηγνύμενον καὶ τῇ γῇ κατακρύπτεται· καὶ ξυμ‐ βαίνει δὲ τὸν ὀπὸν ἅμα τῇ τροφῇ διὰ θερμότητος καὶ βοήθειάν τινα ἔχειν εὔκαιρον ὥσπερ καὶ τὴν τέφραν | |
10 | παραπαττομένην εἶτ’ οὖν πρὸς τὸ μὴ σκωληκοῦσθαι τὰς ῥίζας εἴτε καὶ πρὸς τὸ τρέφεσθαι ἅλμῃ· ἔχει γάρ τινα ὁμοίαν θερμότητα. | |
Caus Plant.5.6.11 | Μέγεθος δὲ γίνεται φακῶν καὶ ἐρεβίνθων τῶν μὲν ἂν ἐν βολίτῳ φυτεύη‐ ται τὸ σπέρμα· συντρέχει γὰρ τῇ θερμότητι καὶ ξηρό‐ τητι· τῶν δ’ ἐρεβίνθων ἐὰν μετὰ τῶν κελύφων βρεχ‐ | |
5 | θέντες· ἔλαττον γὰρ τὸ ἀποσηπόμενον καὶ ἡ τροφὴ πλείων ἡ πρώτη· πρώϊοι δὲ ἂν ἅμα τοῖς ἄλλοις σπα‐ ρῶσι· καὶ ταῦτα μὲν δή τι θαυμαστὸν ἔχει καὶ ἔνια δοκεῖ καὶ παρὰ φύσιν. | |
Caus Plant.5.6.12 | Αἱ δὲ τοιαῦται μεταβο‐ λαὶ καὶ αὐτόματοι γίνονται καὶ τέχνῃ καὶ κατὰ φύσιν· οἷον ἐπὶ τίφης καὶ ζειᾶς περιπλαττομένοις πυροῖς, ὥσπερ καὶ ὅσα τῶν σπερμάτων ἢ ἐν λίτρῳ προβρεχό‐ | |
5 | μενα τεραμονέστερα ἢ ἐν μέλιτι καὶ γάλακτι γλυκύ‐ τερα γίνεται· πέφυκε γὰρ οἷον ἂν σπαρῇ τοιοῦτον καὶ γεννᾷν· σπείρεται δὲ διηλλοιωμένον καὶ μεταβεβηκός· ἐν ἀμφοῖν δέ πως ἢ ἐν ἅπασι συμβαίνει μετακινεῖσθαι τὴν ἀρχὴν, ἔνθα μὲν κατὰ τὸ ποιὸν, ἔνθα δὲ καθάπερ | |
10 | ταῖς τίφαις καὶ ζειαῖς καὶ τῷ μορίον τι μὴ ἔχειν ὅπερ ἐξ ἀρχῆς μὲν περιαιρεθὲν οὐκ ἀδυνατεῖ γεννᾷν· πλεο‐ νάκις δὲ τοῦτο παθοῦσα καὶ ὥσπερ τελέως γυμνωθεῖσα καὶ παθητικωτέρα γινομένη τῷ τε ποιῷ μεταβάλλει καὶ τὸ πλῆθος οὐκ ἴσχει τοῦ ἀχύρου· | |
Caus Plant.5.6.13 | συμβαίνει δὲ καὶ ἐν ἄλλοις μορίων τινῶν ἀφαιρουμένων ποιεῖν τινα διαφορὰν ὥσπερ ταῖς ἀμπέλοις ὅταν ἡ μήτρα τοῦ κλήματος ξυσθῇ τοὺς βότρυς ἀγιγάρτους εἶναι· καὶ πίστιν ταῦτα παρά‐ | |
5 | σχοιτ’ ἂν ἴσως τοῖς ἀφ’ ἑκάστου τῶν μερῶν λέγουσιν | |
ἀπιέναι σπέρμα· λύσις δ’ ἥπερ εἴρηται καὶ ἐπὶ τῶν ζώων. | 274 | |
Caus Plant.5.7.1 | Αἱ μὲν οὖν τούτων μεταβολαὶ διὰ τὰς εἰρη‐ μένας αἰτίας. Ἡ δὲ τοῦ σισυμβρίου εἰς μίνθαν ὥσπερ ἐναντία δι’ ἀργίαν γινομένη· συμβαίνει γὰρ ὅταν μή τις ἐξεργάζηται μηδ’ ἀποδιδῷ τὴν οἰκείαν θεραπείαν | |
5 | ῥιζοῦσθαι μᾶλλον εἰς τὸ κάτω, ῥιζούμενον δὲ καὶ τὴν δύναμιν ἐκεῖσε τρέπον πᾶσαν ἀσθενέστερον ἄνωθεν γίνεσθαι καὶ τὴν δριμύτητα ἀποβάλλειν τῆς ὀσμῆς ὥστε ἐξ ἀμφοτέρων ἡ ὁμοιότης τῆς τε βλάστης καὶ τῆς ὀσμῆς· τῆς γὰρ δριμύτητος ἀφαιρουμένης ἡ κατά‐ | |
10 | λοιπος ὀσμὴ μαλακή τις οὖσα καὶ ἀνειμένη προσεμ‐ φερὴς τῇ μίνθῃ γίνεται, δι’ ὃ μεταφυτεύειν κελεύουσι πολλάκις ὅπως τοῦτο μὴ συμβαίνῃ· καὶ τοῦ μὲν σι‐ συμβρίου τοιαύτην τὴν αἰτίαν ὑποληπτέον. | |
Caus Plant.5.7.2 | Τὸ δ’ ὤκιμον τὸ ἐν ἡλίῳ πολλάκις κείμενον ἀφερπυλλοῦ‐ ται διὰ τὸ καταξηραίνεσθαι μᾶλλον· καὶ γὰρ τὸ φύλλον ἔλαττον γίνεται καὶ ἡ ὀσμὴ δριμυτέρα τῶν ξηρῶν· | |
5 | ἐλάττων γὰρ καὶ ἡ τροφή· δεῖ δὲ τὰς μεταβολὰς τοιαύ‐ τας ὑπολαμβάνειν ὡς ἂν ὁμοιότητά τινα ἐχούσας οὐχ ὡς τελέας (ὥσπερ καὶ ἡ ἐξαιγειρουμένη λεύκη). Ἡ δὲ λεύκη πλατυφυλλότερόν τε τῆς αἰγείρου καὶ λειο‐ φλοιότερον καὶ τὸ ὅλον εὐτροφώτερον· ἀπογηράσκου‐ | |
10 | σαν δὲ καὶ ἐλάττονι τροφῇ χρωμένην οὐκ ἄλογον καὶ τὸ φύλλον στενότερον καὶ τὸν φλοιὸν τραχύτερον ἔχειν καὶ εἴ τι ἄλλο συνακολουθεῖ τοῖς μὴ ὁμοίως εὐτρόφοις. | |
Caus Plant.5.7.3 | Τὸ δ’ ὅλον οὐκ ἄγαν ἴσως τὸ συμβαῖνον θαυμαστὸν τῷ τε εἰς τὸ σύνεγγυς καὶ τὸ ὅμοιόν πως μεταβάλλειν καὶ ἔτι τῷ ὁρᾷν καὶ ἐπί γε τῶν ζώων γινομένας τοιαύ‐ τας τινὰς μεταβολὰς τὰς μὲν κατὰ τὴν γέννησιν οἷον | |
5 | ἐπ’ ἄλλων καὶ ἐπὶ τῶν καλουμένων ψυχῶν· ἐκ κάμ‐ πης γὰρ χρυσαλλὶς, εἶτα ἐκ ταύτης ἡ ψυχή· τοῦτο δὲ πλὴν τῶν ψυχῶν ἐπ’ οὐδενὸς συμβαίνει. Τῶν δὲ καὶ τετελειωμένων ἤδη κατὰ τὰ πάθη καὶ τὰς διαθέσεις τοῦ σώματος, αἳ γίνονται διὰ τὰς ἐπετείους ὥρας ὥσ‐ | |
10 | περ ταῖς ὄρνισιν· ἐπὶ τούτων γὰρ μάλιστα καὶ λέγεται καὶ ἔνδηλος τῶν χρωμάτων μεταβολὴ καὶ τῶν ὅλων σωμάτων ὥστε δοκεῖν ἑτέρους εἶναι. Ταῦτα μὲν οὖν ὥσπερ εἴρηται φυσικῶς ὑποληπτέον· τὰ δ’ ἐξ ἀρχῆς λελεγμένα μᾶλλον κατὰ φύσιν. | |
Caus Plant.5.8.1 | Ἀκόλουθα δέ πως τοῖς εἰρημένοις καὶ ὥσπερ ἐσχάτης θεωρίας περὶ νοσημάτων καὶ φθορᾶς εἰπεῖν ἀμφοτέρων μετέχοντα καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν. Φθοραὶ μὲν γὰρ εὐθὺς αἱ μὲν οὕτως, αἱ | |
5 | δ’ ἐκείνως λέγονται, νόσοι δὲ τῇ μὲν ὅλως δόξαιεν ἂν εἶναι παρὰ φύσιν, ἔκβασις γάρ τις αἰεὶ καὶ σύγχυσις τοῦ κατὰ φύσιν ἡ νόσος, τῷ δ’ εἰωθέναι καὶ πολλάκις συμβαίνειν κατὰ φύσιν λέγομεν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς, αὐτὰ ταῦτα διαιροῦντες τὰ βίαια πάθη καὶ | |
10 | φανερῶς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν, οἷον τραυμάτων καὶ πληγῶν· τὰ γὰρ ὑπὸ ψύχους ἢ καύματος ἤ τινος ἑτέ‐ ρου συμβαίνοντα τῶν ἐν τῷ ἀέρι παθημάτων οὐ λέγο‐ μεν παρὰ φύσιν· καίτοι βίαιά γέ πως καὶ ταῦτα καὶ ἀπὸ τῶν ἔξωθέν ἐστιν· ἀλλὰ γὰρ τοῦτο μὲν οὔτ’ ἴδιόν ἐστιν | |
15 | ἐπὶ τῶν φυτῶν ἀλλὰ καὶ ἐπὶ τῶν ζώων οὔτε διάφορον πρὸς ὃ νῦν ζητοῦμεν· | |
Caus Plant.5.8.2 | τῶν δὲ νόσων ἀρχαὶ καθάπερ τοῖς ζώοις ἢ ἀπ’ αὐτῶν ἢ ἀπὸ τῶν ἔξωθεν καὶ ἡ φθορὰ ἢ ὅλως ἢ εἰς καρπογονίαν. Ἀπ’ αὐτῶν μὲν ὅταν ἢ πλῆθος ἢ ἔνδεια τῆς τροφῆς ἢ ποιότης, ἀπὸ δὲ τῶν | 275 |
5 | ἔξωθεν ὅταν ἢ χειμῶνες ὑπερβάλλοντες ἢ καύματα ἢ ἐπομβρίαι ἢ ἄλλη τις δυσκρασία τοῦ ἀέρος· ἔτι δὲ ὅσα διὰ πληγὴν ἢ ἕλκωσιν ἐκ σκαπάνης ἢ ἐκτομῆς ἢ δια‐ καθάρσεως ἢ ἐξ ἄλλης τοιαύτης αἰτίας· ὧν γ’ ἔνιαι καὶ ἀπὸ τοῦ δαίμονος συμβαίνουσι καθάπερ ἡ χαλα‐ | |
10 | ζοκοπία· εἰ δὲ καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολὴ τῆς τροφῆς τῶν ἔξωθεν ὥς τινές φασιν οὐδὲν ἂν διαφέροι. | |
Caus Plant.5.8.3 | Πάντα δὲ ἰσχύει μᾶλλον τὰ ἀπὸ τοῦ ἀέρος ἐν τοῖς ἀ‐ σθενῶς διακειμένοις· τὰς γὰρ ὑπερβολὰς ἧττον δύνανται φέρειν. Ἀσθενεστάτη δὲ διάθεσις μελλόντων τε καὶ ἀρχομένων βλαστάνειν καὶ πάλιν μετὰ τὴν καρποτο‐ | |
5 | κίαν ὥσπερ ἐξηραμμένων· τότε γὰρ ἐν μεγίστῃ μετα‐ βολῇ· δι’ ὃ καὶ τὰ ἄγρια μάλιστα πονεῖ πρὸ τῆς βλα‐ στήσεως ἢ ὑπ’ αὐτὴν τὴν βλάστησιν ὅταν χαλαζοκο‐ πηθῇ ἢ πνεύματα ἐπιγένηται ψυχρὰ σφόδρα ἢ θερμά. Κρατεῖται γὰρ ταῖς ὑπερβολαῖς. Οἱ δ’ ὡραῖοι χει‐ | |
10 | μῶνες ὠφελοῦσι καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα· καὶ γὰρ ἰσχὺν ἐμποιοῦσι καὶ τῇ πιλήσει καὶ πυκνώσει καὶ εὐ‐ βλαστίαν. | |
Caus Plant.5.9.1 | Ταῦτα μὲν οὖν ἀμφοῖν κοινά. Νοσήματα δὲ τῶν ἀγρίων οὐ λέγεται, τῶν δ’ ἡμέρων λέγεται πλείω, τάχα δὲ καὶ ἔστι διὰ τὴν ἀσθένειαν ὧν τὰ μὲν ἀνώ‐ νυμα, τὰ δὲ ὠνομασμένα, καθάπερ ἡ ψώρα καὶ ὁ | |
5 | σφακελισμὸς καὶ ἀστρόβλητα καὶ σκωληκόβροτα γί‐ νεσθαι. Ἀστρόβλητα μὲν οὖν μάλιστα γίνεται τὰ φυτὰ καὶ οἱ μόσχοι διὰ τὴν ἀσθένειαν. Συμβαίνει δὲ τὸ πάθος ὅταν ἡ γῆ ξηρανθῇ καὶ μὴ ἔχωσιν ἕλκειν ὑγρότητα, δι’ ὃ καὶ ὑπὸ τὸ ἄστρον πλεῖστα· | |
Caus Plant.5.9.2 | τὰ δὲ πρεσβύτερα διὰ τὴν ἰσχὺν ἀντέχει τε μᾶλλον καὶ ἕλκει πόρρωθεν, ἔτι δ’ ὑγρότης ἡ οἰκεία πιοτέρα καὶ λιπαρωτέρα καὶ πρωϊκαρπότερα τῶν νέων καὶ ὅσα ἂν | |
5 | προδείξωσιν πάντ’ ἐκφέρουσιν· ὅλως δὲ πᾶσαν μεταβο‐ λὴν ἧττον δύναται τὰ ἀσθενέστερα φέρειν, ὑπὸ δὲ τὸ ἄστρον καὶ διυγραίνεταί πως μᾶλλον τὰ δένδρα, κα‐ θάπερ πρότερον ἐλέχθη, δι’ ὃ καὶ ἡ ἐπιβλάστησις· ἡ μὲν οὖν ἀστροβολία διὰ ταῦτα συμβαίνει καὶ ἔτι διὰ | |
10 | τὰς πληγὰς τὰς ἔξωθεν καὶ τὰς ἑλκώσεις· ἀσθενέστερα γὰρ διὰ ταῦτα γίνεται καὶ ἐπὶ πλέον αὐτῶν αἱ δυνά‐ μεις διϊκνοῦνται· | |
Caus Plant.5.9.3 | σκωληκοῦται δὲ μᾶλλον τὰ πρεσ‐ βύτερα. Συμβαίνειν δὲ δοκεῖ καὶ τοῦτο τὸ πάθος ἢ διὰ τὰς ἑλκώσεις τῶν περισκαπτομένων ἢ ὅταν ἐκ‐ διψήσῃ διὰ τοὺς αὐχμούς· ἐκ μὲν γὰρ τῆς πληγῆς | |
5 | σήπεται, ἀλλοιούμενα δὲ τῇ σήψει ζωογονεῖ καθάπερ καὶ τὰ ἄλλα· ἐκ δὲ τοῦ διψῆσαι διὰ τὸ ἔλαττον ἔχειν τοῦ συμμέτρου τὸ ὑγρόν· οἷον γὰρ ἔκστασις γίνεταί τις ἐκ φύσεως, ἐν δὲ τῇ ἐκστάσει μεταβολὴ καὶ ἀλλοίω‐ σις, ἐν δὲ τῇ μεταβολῇ διὰ τὴν σῆψιν ἡ ζωογονία. | |
10 | Συμβαίνει δὲ τοῦτο καὶ ἐν ταῖς ἀφαυαινομέναις· ἐνισχύει γὰρ τότε τὸ θερμόν. Σκωληκοῦνται δὲ μά‐ λισθ’ αἱ μηλέαι δι’ ὃ κἀν τοῖς ἐμπύροις φαῦλαι· ταχὺ γὰρ αἱ ῥίζαι ξηραίνονται. | |
Caus Plant.5.9.4 | Κοινότατα δὲ φαίνεται τῶν νοσημάτων εἶναι τοῦτό τε καὶ ἡ ἀστροβολησία. Πάντα γὰρ ὡς εἰπεῖν σκώληκα ἴσχει πλὴν τὰ μὲν πλείους καὶ θᾶττον ἀπόλλυται, καθάπερ μηλέα, συκῆ, | 276 |
5 | ἄπιος, τὰ δ’ ἐλάττους καὶ βραδύτερον. Ἥκιστα δὲ σκωληκοῦται τὰ δριμέα οὐχ ὅτι ἄσηπτα μόνον, ἀλλ’ ὅτι καὶ ἡ δριμύτης κωλύει ζωογονεῖν· σημεῖον δὲ τὸ τῆς δάφνης· αὕτη μὲν γὰρ σήπεται ταχέως, σκωλη‐ κοῦται δ’ οὐχ ὁμοίως· ἐπεὶ διὰ τοῦτο οὐδ’ ἐρίνεος | |
10 | ὁμοίως τῇ συκῇ· δριμύτερος γὰρ ὁ ὀπός. | |
Caus Plant.5.9.5 | Ὅλως γὰρ τὰ γλυκέα σήπεται θᾶττον, εὐμετάβλητος γὰρ ὁ χυλὸς ἀσθενέστερος ὢν, δι’ ὃ καὶ αἱ μηλέαι καὶ αἱ ῥόαι μᾶλλον αἱ γλυκεῖαι τῶν ὀξειῶν· πάντων δὲ αἱ ἠριναὶ μᾶλλον διὰ | |
5 | τὴν ἀσθένειαν τοῦ τε χυλοῦ καὶ τῆς ὅλης φύσεως. Ἐν σχίνῳ δὲ φυτευόμενα πάνθ’ ἧττον σκωληκόβρωτα διά τε τὴν θερμότητα καὶ τὴν ὀσμήν. Ταῦτα μὲν οὖν τὰ νοσήματα συμβαίνει διὰ τὰς ῥηθείσας αἰτίας. | |
Caus Plant.5.9.6 | Οἴονται δέ τινες καὶ τὸν σφακελισμὸν ἀπὸ τῶν πλη‐ γῶν καὶ τῶν ἔξωθεν γίνεσθαι τραυμάτων καθάπερ καὶ ἐπὶ τῶν ζώων· μετενεχθῆναι γὰρ τοὔνομα κατὰ τὴν ὁμοιότητα τοῦ πάθους. Οὐ μὴν ἔοικεν ἀληθὲς οὐδὲ | |
5 | τοῦτ’ ἐπὶ πάντων εἴπερ ὁ ἐρέβινθος ἀπόλλυται σφακε‐ λίσας ὅταν ἀνθοῦσιν ὕδωρ ἐπιγινόμενον ἀποκλύσῃ τὴν ἅλμην· τὸ γὰρ ἔφαλμα οἷον σφακελίζειν ἐστίν· φαίνε‐ ται δὲ καὶ ἄλλα χωρὶς πληγῆς πάσχειν τοῦτο τὸ πά‐ θος. | |
Caus Plant.5.9.7 | Ἔνιοι δὲ καὶ τὸ ἀστροβολεῖσθαι σφακελίζειν καλοῦσι· τοῦτο μὲν οὖν τάχ’ ἂν ὀνόματος εἴη διαφορά· δι’ ὑπερβολὴν γὰρ καὶ ἔνδειαν τροφῆς καὶ οὕτως ἀπόλ‐ λυται τὰ δένδρα, τάχα δὲ μᾶλλον δι’ ἀπεψίαν καὶ τὴν | |
5 | ἔξωθεν δύναμιν οἷον ὅταν μετὰ τὴν καρποτοκίαν λεπ‐ τῆς οὔσης ἔτι τῆς ὑγρότητος διὰ τὴν ἀσθένειαν ἐπιγέ‐ νηται πάγος ἰσχυρός· ἀποθνήσκει γὰρ καταψυχόμενα· τὸ γὰρ ὀρρῶδες καὶ λεπτὸν ψυχρὸν, τὸ δὲ παχὺ καὶ ὥσπερ πῖον θερμόν. Αὕτη μὲν οὖν εἴτε διὰ πλῆθος | |
10 | εἴτε δι’ ἀπεψίαν εἴτε δι’ ἄμφω καὶ ἔτι ἀσθένειαν ἡ φθορά. | |
Caus Plant.5.9.8 | Δι’ ἔνδειαν δὲ κατ’ ἄλλον τε τρόπον καὶ ὅταν αἱ ῥίζαι μετέωροι γένωνται καὶ ἐπιφανεῖς· οὐ γὰρ δύναν‐ ται παρέχειν ἰκμάδα διὰ τὸν ἥλιον ὥστε συγκάεται καὶ παχύνεται μᾶλλον τοῦ δέοντος ὁ ὀπὸς, ἐκ τούτου | |
5 | δὲ νόσος καὶ φθορά. Παραπλήσιον δὲ τὸ συμβαῖνον καὶ ὅταν ἐξαυχμῶσι δι’ ἀνυδρίαν, οὐδὲ γὰρ τότε δια‐ διδόασιν. Βοήθεια δὲ καὶ φυλακὴ πρὸς τὰς ἐνδείας τὸ κινεῖν ἀεὶ καὶ ὁμαλίζειν τὴν γῆν· οὕτω γὰρ τοῦ θέ‐ ρους ἕλξει τινὰ ἰκμάδα καὶ τοῦ χειμῶνος ἐνυπάρξει | |
10 | μᾶλλον τὸ θερμὸν, ὃ διαδίδωσι τὴν τροφήν. | |
Caus Plant.5.9.9 | Ἐξ ὑπερβολῆς δὲ διὰ τὴν ἐπομβρίαν. Τότε γὰρ διὰ τὴν ἀτροφίαν, —ἀτροφεῖ γὰρ τὸ μὴ κρατοῦν μηδὲ πέτ‐ τον, —ἐκλευκαίνεταί τε καὶ ἀπόλλυται τὰ δένδρα, | |
5 | καθάπερ ὁ σῖτος· ἐνίοτε δὲ οὐκ ἀπόλλυται μὲν, εἰς δὲ τὴν καρπογονίαν νοσοῦσιν· ἀκαρπεῖ γὰρ τὸ μὴ πέττον μηδὲ κρατοῦν. Τῇ δὲ συκῇ καὶ νόσημά τι συμβαίνει περὶ τὰς ῥίζας, ὃ καλοῦσι λοπᾷν· τοῦτο δ’ οἷον μάδισίς τίς ἐστι τῶν ῥιζῶν καὶ (τῶν) μικρὸν ἐπάνω διὰ τὴν | |
10 | πολυϋδρίαν. | |
Caus Plant.5.9.10 | Ἐξ ὑπερβολῆς δὲ καὶ τὸ τραγᾷν | |
τῆς ἀμπέλου καὶ ὅσοις ἄλλοις ἀκαρπεῖν συμβαίνει διὰ τὴν εὐβλάστειαν· οὐ δύνανται γὰρ οὐδὲ ταῦτ’ ἐκπέτ‐ τειν, ἀλλ’ εἰς τὴν βλάστησιν ἡ ὁρμὴ τρέπεται, καθά‐ | 277 | |
5 | περ ἐπισπωμένη διὰ τὸ πλῆθος. Ὡς ἐπὶ πολὺ δὲ ἐκ τῶν τοιούτων συμβαίνει συκῇ μὲν ψωριᾷν, ἐλάᾳ δὲ λειχηνιᾷν, ἀμπέλῳ δὲ ῥεῖν ὥσπερ καὶ Κλείδημός φη‐ σιν· λεπτὸς γὰρ ὁ καρπὸς ἄπεπτος ὢν καὶ ῥοώδης. | |
Caus Plant.5.9.11 | Ἡ βοήθεια δ’ ἐν δυεῖν ἔν τε τῷ παραιρεῖσθαι τὴν εὐ‐ τροφίαν ὥσπερ καὶ τὰς ἀμυγδαλᾶς καὶ τὰς ῥόας τινὲς κολάζουσι καὶ ἐν τῷ δύναμίν τινα προστιθέναι τῷ δένδρῳ καὶ ἰσχύν. Τοῦτο γὰρ αἵ τε διακόψεις ποιοῦσι | |
5 | τῆς συκῆς, ὅταν ἄρχηται βλαστάνειν, ὅπως μὴ πα‐ λίσκιος οὖσα παχύνῃ τὸν ὀπὸν καὶ αἱ ἀποψιλώσεις τῶν ἀμπέλων καὶ ἀποκνίσεις τῶν οἰνάρων τῶν με‐ γίστων παρ’ ὅλον τὸ θέρος ὥς τινες κελεύουσιν· καὶ αἱ περικαθάρσεις δὲ τῶν ἀνωτάτων ῥιζῶν καὶ τὰ | |
10 | κλήματα ἐπιβαλλόμενα καὶ ἀποκατώρυγες καθιέμε‐ ναι· καὶ ἡ σκαπάνη βοηθεῖ γενομένη καιρία γυμνοῦσα τὰς ῥίζας, ὅπως ἐθισθῶσι πνεύματι καὶ ψύχει, κα‐ θάπερ ἔνιοι κελεύουσι πάγον εὐλαβουμένους καὶ μετὰ ταῦτα δὲ τὴν κατεργασίαν ἀποδιδόναι. Πάντα γὰρ | |
15 | ταῦτα τῆς τροφῆς ἀφαιρεῖ καὶ συναύξει τὴν δύνα‐ μιν. Ἐναντίως δὲ τοῖς ἐξησθενηκόσι διὰ τὴν ἔν‐ δειαν ἡ κατεργασία καὶ ἡ ἄλλη θεράπεια τήν τε δύ‐ ναμιν ἅμα καὶ τὴν εὐτροφίαν ἀποδίδωσιν. | |
Caus Plant.5.9.12 | Τὴν δὲ ψώραν οἴονταί τινες γίνεσθαι καὶ ἄλλως οἷον ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· τότε γὰρ ἀνα‐ ζυμοῦται τὰ ἀναθερμαινόμενα καὶ δίεισιν ἔξω καθά‐ | |
5 | περ τὰ ἐξανθήματα· ἐὰν δὲ πολὺ γένηται, ἀπο‐ κλύζεται τὰ αἴτια, τάχα δὲ καὶ διαδίδωσιν εἰς τὰ ἐντὸς καὶ παύει· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ καὶ τοὺς ὀλύνθους ἀπορρεῖν· διϊκνεῖται γὰρ εἰς ταῦτα ἡ ὑγρότης· τῆς μὲν οὖν ψώρας ταῦτ’ αἴτια τῇ συκῇ λέ‐ | |
10 | γουσιν· τῇ δὲ ἀμπέλῳ τοῦ τραγᾷν, ὅταν ἢ ὑπὸ πνεύ‐ ματος βλαστοκοπηθῇ, ἢ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ, ἢ τρίτον ὅταν ὑπτία τμηθῇ· συμβαίνει γὰρ πλείω τὸν ἀθροισμὸν γινόμενον μᾶλλον εἰς τὴν βλάστησιν σφο‐ δροτέρως ὁρμᾷν, ὥστε μὴ δύνασθαι καρπογονεῖν. | |
Caus Plant.5.9.13 | Τοῦ δὲ ῥυάδα γίνεσθαι δύο αἴτια ἢ ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἢ ὅταν κρειττωθῇ· τοῦτο δ’ εἰ ἀληθὲς ἔοικε κατὰ μὲν τὴν ἀπάνθησιν ὑγρότερος ὢν ὁ ἀὴρ ὥσπερ ἀπερυσιβοῦν, ἡ δὲ κρείττωσις οἷον ἀντισπᾷν | |
5 | καὶ μεθιστάναι τὴν τροφὴν, ὥστε ἐξ ἀμφοτέρων εὔ‐ λογον ἀπορρεῖν τὰς ῥάγας καὶ τὰς ἐπιμενούσας μικρὰς εἶναι. Ἡ δ’ ἄμβλωσις τῶν ὀφθαλμῶν ὅταν ῥιγῶσι ταὐτὸν καὶ παραπλήσιόν ἐστιν, ὅπερ ἐπὶ τῶν ἀγρίων προβλαστάνειν ἀρχομένων ἐὰν ἐπιγένηται χειμών. | |
10 | Πάσχει δὲ τοῦτο καὶ ἡ πρὸ ὥρας ἄνθησις· ἐπ’ ἀσθενεῖ γὰρ πνεύσας ἄνεμος ψυχρὸς ἀπέκαυσεν. Ταῦτα μὲν οὖν τῶν δένδρων αὐτῶν ἐστι νοσήματα καὶ πάθη. | |
Caus Plant.5.10.1 | Τὰ δὲ τῶν καρπῶν οἷον τῶν μὲν βοτρύων ὁ καλούμενος κράμβος· τοῦτο δ’ ὅμοιον τῇ ἐρυσίβῃ· γί‐ νεται γὰρ ὅταν ἐπούσης ὑγρότητος μετὰ τὰς ψεκάδας ἐπικαύσῃ σφοδροτέρως ὁ ἥλιος, ὅπερ συμβαίνει καὶ | |
5 | ἐπὶ τῶν οἰνάρων. Μηλέας δὲ καὶ ἐλάας καὶ συκῆς καὶ σκωληκοῦνται οἱ καρποί. Καὶ τὰς μὲν μηλέας καὶ συκᾶς ἀεὶ διαφθείρουσιν οἱ σκώληκες· τὰς δὲ ἐλάας, ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένωνται, διαφθείρουσιν· ἐξεσ‐ θίουσι γάρ· ἐὰν δ’ ἐν τῷ ἔσω τὸν πυρῆνα διαφάγωσιν, | 278 |
10 | ὠφελοῦσιν· ἐντὸς γὰρ ὄντες οὐχ ἅπτονται τῆς σαρκός. Κωλύονται δ’ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ’ ἀρ‐ κτούρῳ γενομένου· καταψυχόμενοι γὰρ φεύγουσιν. Νο‐ σεῖ δὲ πολλάκις καὶ τὰ σῦκα καὶ οἱ ἄλλοι καρποί. | |
Caus Plant.5.10.2 | Τὸ δ’ αἴτιον, ὡς ἁπλῶς εἰπεῖν, ἐν δυοῖν· ἢ γὰρ ἀπ’ αὐτοῦ τοῦ δένδρου καὶ τῆς τούτου διαθέσεως ὥσ‐ περ ὅταν ἐν ταῖς ἀμυγδαλαῖς ἡ ὑγρότης κομμιδώδης ὑπογένηται, ἢ ἀπὸ τῶν κατὰ τὸν ἀέρα ξυμβαινόντων· | |
5 | τῇ δ’ οὖν ἐλάᾳ καὶ τὸ ἀράχνιον ἐμφύεται δι’ ὑγρασίαν τινὰ τοῦ ἀέρος τοῦ περὶ αὐτὰς, ὃ καὶ διαφθείρει τὸν καρπόν. Ἡ δὲ ἐκ τοῦ ἔνου βλάστησις ὑδάτων ἐπιγι‐ νομένων γίνεται, δι’ ἣν ἀποβάλλει τὸν καρπὸν ἐνταῦθα τῆς τροφῆς ῥεούσης, ἅτε μὴ ἰσχύοντος τοῦ καρποῦ, | |
10 | τῆς δ’ ὑγρότητος ἠθροισμένης. ... τῆς βλαστήσεως. Χείριστον δ’ ἐὰν ἀνθούσαις ἐφύσῃ καὶ ἐλάαις καὶ ἀμ‐ πέλοις καὶ τοῖς ἄλλοις· ἀπορρεῖ γὰρ τὰ ἄνθη καὶ οἱ καρποὶ δι’ ἀσθένειαν. | |
Caus Plant.5.10.3 | Ἐνιαχοῦ δὲ ἴδια πάθη συμ‐ βαίνει, καθάπερ ἐν Μιλήτῳ καὶ Τάραντι περὶ τὰς ἐλάας. Ἐν Μιλήτῳ μὲν γὰρ, ὅταν περὶ τὸ ἀνθεῖν ὦσι, νοτίου ἀέρος ὄντος καὶ εὐδιεινοῦ κάμπαι γε‐ | |
5 | νόμεναι κατεσθίουσιν αἱ μὲν τὰ φύλλα, αἱ δὲ τὰ ἄνθη ἕτεραι οὖσαι τῷ γένει. Βοηθεῖ δὲ πρὸς ταῦτα, ἐὰν ἐπιγένηται καῦμα· διαρρήγνυνται γάρ. Ἐν Τάραντι δὲ περὶ τὴν ἄνθησιν ὁτὲ μὲν ἀπερυσι‐ βοῦνται διὰ τὴν ἄπνοιαν, ὁτὲ δὲ πνεῦμά τι πνέον ἐκ | |
10 | τῆς θαλάττης ὁμιχλῶδες καὶ παχὺ προσίζον ἐν τοῖς ἄνθεσιν ἀπόλλυται τὰ ἄνθη τῇ ἅλμῃ· διὰ τοῦτο καλλί‐ στων ὄντων καὶ μεγίστων τῶν δένδρων ἐλάχιστος παρ’ αὐτοῖς ὁ καρπός. | |
Caus Plant.5.10.4 | Ὅλως δὲ ἕκαστοι τῶν τόπων ἰδίας ἔχουσι κῆρας, οἱ μὲν ἐκ τοῦ ἐδάφους, οἱ δ’ ἐκ τοῦ ἀέρος, οἱ δ’ ἐξ ἀμφοῖν. Ἐκείνη δὲ αἰτία κοινὴ πᾶσιν ἡ ἀπὸ τῶν πνευμάτων κατὰ τὰς χώρας ἑκάστας, | |
5 | ὅσα θερμὰ τοῦ θέρους πνεῖ καὶ τοῦ ἦρος ψυχρὰ σφό‐ δρα τῶν δένδρων ἄρτι βλαστανόντων καὶ ὑπὸ τὴν ἄν‐ θησιν· τὸ γὰρ ὅλον ἀληθὲς καὶ ἐπὶ τούτων, ὅτι δι’ ὑπερβολὴν καὶ ἔνδειαν τροφῆς καὶ καύματος καὶ ψύ‐ χους νοσοῦσιν· | |
Caus Plant.5.10.5 | ἔτι δ’ ἂν μὴ κατὰ καιρὸν τὰ πνεύ‐ ματα καὶ τὰ ὕδατα οὐράνια γένηται. Συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδά‐ των, ὥσπερ τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι ση‐ | |
5 | πομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀποξηραινομέ‐ νους παρὰ τὸ δέον. Ἐπὶ καὶ καύματα ἔνια καὶ βότρυν καὶ ἐλάαν ἀποκάει καὶ ἄλλους καρπούς· τῶν δὲ σκω‐ λήκων πολλοὶ διαφέρουσι μὲν ταῖς μορφαῖς οὐ μὴν ἀλλ’ ἐκείνη μείζων ἡ διαφορὰ τὸ μὴ δύνασθαι τὰ ἐξ | |
10 | ἑτέρου δένδρου καὶ καρποῦ μετατεθέντα ἐν ἑτέρῳ γέ‐ νει σώζεσθαι· τοῦτο δ’ εὔλογον· ἑκάστῳ γὰρ ἐκ τῆς οἰκείας ὕλης ἡ τροφή· πλὴν ἴδιον τὸ περὶ τὸν κεράσ‐ την καλούμενον ξυμβαῖνον· τοῦτον γάρ φασι καὶ ἐν τῇ | |
ἐλάᾳ γίνεσθαι καὶ εἰς τὴν συκῆν ἐντίκτειν· ἔχει δὲ ἡ | 279 | |
15 | συκῆ καὶ ἐξ ἑαυτῆς σκώληκας καὶ τοὺς ἐντικτομένους τρέφει, πάντα δ’ εἰς κεράστην ἀποκαθίστανται· φθέγ‐ γονται οἷον τριγμόν· περὶ μὲν οὖν νοσημάτων ἱκανῶς εἰρήσθω. | |
Caus Plant.5.11.1 | Περὶ δὲ φθορᾶς ἁπλῶς τῶν δένδρων ἐκεῖνο πρῶτον δεῖ διελεῖν ὅτι εἰσὶν αἱ μὲν κατὰ φύσιν, (αἱ δὲ παρὰ φύσιν). Κατὰ φύσιν μὲν αἱ γήρᾳ καὶ δι’ ἀσθένειαν αὐάνσεις ὥσπερ ἀποπνεόντων καὶ ἀπομα‐ | |
5 | ραινομένων αὐτομάτων· παρὰ φύσιν δὲ αἱ ἀπὸ τῶν ἔξωθεν, τούτων δὲ αἱ μὲν βιαιότεραι φαίνονται καθά‐ περ ἐὰν κοπὲν ἢ πληγὲν, αἱ δ’ ἧττον αἱ διὰ χειμῶνας ἢ πνεύματα, πασῶν δ’ ἥκισθ’ αἱ διὰ νόσον ὥσπερ ἐπὶ τῶν ζώων· ἐγχρονίζουσι γὰρ αὗται μάλιστα δι’ ὃ καὶ | |
10 | οὐδὲ φαίνονται παρὰ φύσιν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς εἴπερ ἐκείνη τῆς φύσεως ἡ ἔκλειψις. | |
Caus Plant.5.11.2 | Ἔστι δέ τις καὶ ἑτέρα ἡ διὰ τὴν εὐκαρπίαν καὶ πολυκαρ‐ πίαν· ταῦτα μὲν οὖν, ὥσπερ ἐλέχθη, φύσει βραχύβια ἐξαναλισκομένης ἐνταῦθα τῆς οὐσίας, ὅσα πολυκαρπή‐ | |
5 | σαντα ἀφαυαίνεται καθάπερ ἐλέχθη· συμβαίνει γὰρ τοῦτο πλείοσιν· ἐπεὶ καὶ ἐλάαι αἱ νέαι δοκοῦσι φθεί‐ ρεσθαι δι’ εὐκαρπίαν ὅτι οὔπω τετελεσμέναι τὴν τῆς αὐξήσεως τροφὴν ἐξαναλίσκουσιν εἰς τοὺς καρπούς· ταύτην δ’ οὐ τῶν κατὰ φύσιν ἄν τις θείη τὴν φθορὰν | |
10 | οὐδ’ ὡς ἀπὸ τῶν ἔξωθεν καὶ βιαίως, ἀλλ’ ὡς ἀπ’ αὐ‐ τῶν διὰ τὴν ἐπὶ πλέον ὁρμὴν τοῦ συμμέτρου πρὸς τὸν καρπὸν ᾗ συναίτιός πως καὶ ὁ ἀὴρ καὶ ἡ τοῦ ὅλου κατάστασις· εὐκαρπία γὰρ γίνεται τοιαύτη διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν· ταύτην μὲν οὖν εἴτε κατὰ φύσιν | |
15 | εἴτε παρὰ φύσιν εἴτε καὶ μέσην τινὰ χρὴ λέγειν οὐδὲν διαφέρει. | |
Caus Plant.5.11.3 | Τάχα δὲ καὶ γένει τινὶ δένδρων ἔνιαι κατὰ φύσιν αὐτομάτως τε γινόμεναι καὶ οὐ κακουμέ‐ νοις, ἀλλ’ εὐθενοῦσι, οἷον τῆς πεύκης ὅταν αἱ ῥίζαι δᾳδωθῶσι· πάσχουσι μὲν γὰρ τοῦτο δι’ εὐτροφίαν καὶ | |
5 | ὑπερβολὴν, ἅμα δὲ τῇ δᾳδώσει τὴν τροφὴν οὐ διεῖσαι φθείρονται. Καὶ ἔοικε παραπλήσιον τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ζώων, ὅταν ὑπερπαχυνθῶσιν· οὐ δυνά‐ μενα γὰρ ἕλκειν τὴν πνοὴν οὐδ’ ὅλως τῷ πνεύματι χρῆσθαι διὰ τὴν σύμφραξιν καὶ τὴν πύκνωσιν ἐκεῖνά | |
10 | τε ἀποπνίγονται καὶ αἱ πεῦκαι δι’ ὃ καὶ οὐ κακῶς οἱ ὀρείτυποι τοὔνομα τέθεινται· φασὶ γὰρ ἀποπνίγεσθαι τὴν πεύκην διὰ τὴν πιότητα· πάντα γὰρ ὡς ἔοικε δεῖται πνεύματός τινος ἢ μανώσεως ἢ πόρων. Τὰς μὲν οὖν τοιαύτας μᾶλλον ἄν τις θείη φυσικὰς ἐκείνας | |
15 | δὲ ὁποτέρως δεῖ προσαγορεύειν μηδὲν διαφερέτω κα‐ θάπερ ἐλέχθη. | |
Caus Plant.5.12.1 | Περὶ δὲ τῶν κατὰ φύσιν λεκτέον ἐπείπερ αἱ κατὰ φύσιν ἁπλαῖ τινές εἰσι καὶ φανεραί. Τούτων δὲ σχεδὸν ἐν δυοῖν αἱ αἰτίαι τῶν κατὰ τὸν ἀέρα γινομέ‐ νων ὑπερβολῇ ψύχους τε καὶ καύματος· αἱ γὰρ δι’ | |
5 | ἔνδειαν τροφῆς οἷον ἢ λειψυδρίαν ἢ χώρας κακίαν ἕτερον εἶδος ἔχουσι καὶ φανεραὶ ἐκ τῶν εἰρημένων. Αἱ μὲν οὖν ὑπὸ καύματος ἐλάττους ἂν μή τις αὐχμὸς ὑπερβάλλων γένηται, καὶ οὗτος δὲ μᾶλλον τἆλλ’ | |
ἀπόλλυσιν ἢ τὰ δένδρα, ταῦτα δ’ ἂν συνεχὴς γίνηται | 280 | |
10 | καὶ πλείω χρόνον· ἀλλ’ οἷα δὴ τὰ ἐπέτεια καύματα γίνεται κατὰ τὸν οἰκεῖον καιρὸν οἷον ὑπὸ κύνα ἀπόλ‐ λυται τὰ φυτὰ ἀστροβολούμενα καὶ ἐὰν ἄρα τι τύχῃ πεπηρωμένον ἢ ἀσθενές· οὐδὲ γὰρ ταῦτ’ ὑπομένει. | |
Caus Plant.5.12.2 | Ὑπὸ δὲ τοῦ χειμῶνος πλείω καὶ κατὰ πλείους τρό‐ πους, ὁτὲ μὲν γὰρ αἱ αἰθρίαι καὶ πάγων σφοδρότητες ἐκπηγνύουσιν, ὁτὲ δ’ ἄνεμοι ψυχροὶ πνεύσαντες ἀπέ‐ καυσαν· ἐνίοτε δὲ καὶ ἀπνοίας οὔσης ἢ μετρίας πνοῆς, | |
5 | οὐ καθαροῦ δὲ τοῦ ἀέρος, ἀλλὰ θολεροῦ καὶ ἐπινεφοῦς. Καὶ σχεδὸν οὕτως ἥ γε τῶν δένδρων γίνεται πῆξις ἐάν τε μὴ ὁ οὐρανὸς ᾖ. Γίνεται δὲ περὶ μὲν Ἀρκα‐ δίαν καὶ Εὔβοιαν αἰθρίας καὶ πνεύματος, περὶ δὲ Θετταλίαν καὶ τούτους τοὺς τόπους ἀπνοίας καὶ ἐπι‐ | |
10 | νεφοῦς, οὐ μὴν ἀλλὰ καὶ πνευμάτων ὄντων συμβαίνει τὸ πάθος, ὅτανπερ τὰ ὄρη λάβῃ χιόνα τὰ περικείμενα καθ’ ἑκάστους τόπους· ἀφ’ ἑκάστου γὰρ αἱ ἀπόπνοιαι καὶ τὸ ψύχος τὸ ἀποκάον, ὁτὲ δὲ νηνεμίας οὔσης εἰσ‐ δυόμενος ὁ ἀήρ. | |
Caus Plant.5.12.3 | Ὃ δὲ λέγουσιν, ὡς ἧττον γίνε‐ ται περὶ Εὔβοιαν καὶ τὴν Βοιωτίαν, ὅταν ἡ ὀρχομενία λίμνη πληρωθῆ, τάχ’ ἄν τις ἀμφοτέρως λάβοι καὶ ὡς κατὰ συμβεβηκὸς, ὅτι ἔπομβρα συμβαίνει τότε μᾶλ‐ | |
5 | λον εἶναι τὰ ἔτη καὶ χιόνα μὴ πίπτειν καὶ ὡς ὑδρω‐ δεστέραν τὴν ἀναθυμίασιν γινομένην διὰ τὸ ἀπὸ πλέονος· ἡ τοιαύτη δ’ ἧττον ψυχρὰ καὶ κακοποιός· καὶ φανερὸν ἔν τισι τόποις γέγονεν· ἀλεεινότεροι γὰρ γεγένηνται λιμνωθέντων τῶν πλησίον· | |
Caus Plant.5.12.4 | πνεῖ δὲ τὰ πνεύματα τὰ ἀποκαίοντα περί γε τοὺς κατὰ τὴν Ἑλ‐ λάδα τόπους ἀπὸ δυσμῶν ὥσπερ ὁ Ὀλυμπίας ὁ ποιῶν ἄλλοθί τε καὶ ἐν Χαλκίδι τὸν καλούμενον καυθμόν· ἐν | |
5 | Θετταλίᾳ γὰρ ἀμφοτέρωθεν πνέοντες ἐκπηγνύουσιν· ἡ δ’ ὥρα τῆς πνοῆς μάλιστά πως περὶ τροπὰς ὑπὸ τὰς τετταράκοντα· τότε γὰρ καὶ ὁ ἀὴρ ὅλως ψυχρότατος. Τὰ μὲν οὖν γινόμενα ταῦτ’ ἐστὶν, ἡ δ’ αἰτία σχεδὸν ὡς καθόλου γε εἰπεῖν φανερά· τὸ γὰρ θερμὸν ἐξελαυ‐ | |
10 | νόμενον ὑπὸ τοῦ ψύχους συνεξάγει καὶ τὸ ὑγρὸν ὥστε διαπνεῖσθαι. | |
Caus Plant.5.12.5 | Συμβαίνει δὲ τοῦθ’ ὡς ἐπὶ τὸ πλέον ἐν τοῖς ὑπὲρ γῆν, τὰ δὲ κατώτατα περὶ τὰς ῥίζας ἀπαθῆ, πολλάκις δὲ καὶ αὐτοῦ τι τοῦ στελέχους· οὐ μὴν ἀλλ’ ἐνίοτε διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας ὥσθ’ | |
5 | ὅλως ἐξαυαίνειν τὸ δένδρον· ἁπλῶς γὰρ ἄνωθεν ἡ ἀρχὴ καὶ ἡ παρείσδυσις τοῦ ψύχους εἶτ’ ἀπὸ τούτων ὥσπερ ὀχετῶν τινων καταβαίνει πρὸς τὰ κάτω δι’ ὃ καὶ παρ’ οἷς συμβαίνει τὸ πάθος κατακρύπτουσι τὰς ἀμπέλους καὶ τὰς συκᾶς θαμνώδεις ποιοῦσιν· οὐδὲν δὲ | |
10 | δεῖ πολλῆς γῆς, ἀλλὰ μετρία τις ἐποῦσα δύναται διατηρεῖν· | |
Caus Plant.5.12.6 | ἔνιοι δὲ μόνον παρὰ τὰ ἄκρα τῶν κλη‐ μάτων καὶ τὰς κράδας αὐτὰς καθάπερ ἔν τε τῷ Πόντῳ καὶ περὶ Μήδειαν οἷον ἐμφράττοντες τὰς ἀρ‐ χάς· ἐὰν γὰρ ταῦτα συγκλεισθῇ καίπερ τἆλλα ὄντα | |
5 | γυμνὰ οὐδὲν πάσχουσι διὰ τὸ μὴ ἔχειν εἴσοδον. Διϊκ‐ νεῖται γὰρ ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω καὶ τὰς ῥίζας· ἡ δ’ ἰδιότης ἰσχυρὰ καθάπερ ὑφ’ ἡλίου καὶ χρόνου πολλοῦ διὰ τὴν σφοδρότητα καὶ τὴν ἰσχὺν τοῦ ψύχους· | |
ἐξάγει γὰρ μᾶλλον καὶ ἀθροώτερον τὸ ὑγρὸν ἅμα τῷ | 281 | |
10 | θερμῷ. | |
Caus Plant.5.12.7 | Τὸ δὲ πονεῖν μάλιστα τῶν τόπων ὅσοι κοῖλοι καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ ὅλως τοὺς ἀπνευστοτάτους οὐκ ἄλογον. Ἵσταται γὰρ μάλιστα ἐνταῦθα φερόμενον τὸ πνεῦμα καὶ πλεῖστον διατρίβει | |
5 | χρόνον ὥστε καὶ μάλιστα ἀπεργάζεται. Καὶ γὰρ ὅπου μὴ διὰ πνεύματα τὸ πάθος, ἀλλὰ διὰ παρουσίαν καὶ στάσιν τινὰ τοῦ ἀέρος γίνεται καθάπερ ἐν Μακεδονίᾳ τε καὶ Θετταλίᾳ ἐνιαχοῦ καὶ περὶ Φιλίππους ἐνταῦθα οἱ κοῖλοι τόποι μάλιστα πονοῦσιν· ἐφεστηκὼς γὰρ ὁ ἀὴρ | |
10 | πήγνυται καὶ πήγνυσιν καὶ τὸ ὅλον πλείω χρόνον ἐρ‐ γάζεται. Κατὰ δὲ τοὺς ὑπτίους οὐδὲ γίνεται πῆξις ὅλως ὥσπερ ἡ τοῦ ὕδατος ἢ πνεύματος· κωλύει γὰρ ἡ κίνησις. | |
Caus Plant.5.12.8 | Ἀλλ’ ἐκεῖνο θαυμαστὸν καὶ λόγου δεό‐ μενον ὅτι οὐ τὰ ἀσθενέστατα μάλιστα πονεῖν εἴωθεν, ἀλλ’ ἐνίοτε τὰ ἰσχυρὰ μᾶλλον· ἐλάαν γὰρ καὶ συκῆν οὐδὲν ἄλογον ἀποκαυθῆναι· τῆς μὲν γὰρ μετέωροι, τῆς | |
5 | δὲ μαναὶ αἱ ῥίζαι, ὥστε καὶ ἄνωθεν τὸ ψύχος διϊκ‐ νεῖσθαι· καὶ ἡ ἄμπελος δὲ ἔχει τινὰ αἰτίαν ἐκ τῆς φύ‐ σεως καὶ ἐκ τῆς ἑλκώσεως τῆς περὶ τὴν τομήν· ἀλλὰ τὸ τὸν κότινον μᾶλλον πονῆσαι τῆς ἐλάας ἄτοπον καὶ τὸ τὴν ῥόαν μηδὲν παθεῖν ἀσθενῆ πρὸς τοὺς χειμῶνας | |
10 | οὖσαν· ἐκπήγνυσθαι γὰρ τάχιστα δοκεῖ. | |
Caus Plant.5.12.9 | Καὶ γὰρ εἰ διαφέρουσιν αἱ ἐκπήξεις αἱ ὑπὸ τῶν πάγων καὶ τῶν πνευμάτων ὅλως οὐκ ἄλογον ἀμφοτέρων τὰ ἀσθενέσ‐ τατα μάλιστα ὑπακούειν, εἰ μὴ ἄρα τὸ αὐτὸ γίνεται | |
5 | καὶ ἐνταῦθα τῷ πρότερον εἰρημένῳ· μᾶλλον γὰρ ἐφίσ‐ ταται καὶ ἐμμένει τοῖς πυκνοῖς ἢ τοῖς μανοῖς, τὰ δὲ μανὰ διΐησιν ὃ καὶ τοῦ μὴ ἐκπήγνυσθαι τὰς μηλέας αἴτιον ἢ ἧττόν γ’ ἑτέρων ἀσθενεῖς οὔσας ὥσπερ καὶ περὶ Θετταλίαν· τῇ γὰρ μανότητι διΐησιν καὶ οὐκ | |
10 | ἀποστέγει· τὸ δὲ μὴ χρονιζόμενον μηδὲ ἀθρόον οὐδ’ ἐργατικὸν, ὥσπερ οὐδ’ ἐν τοῖς κεραυνοῖς. Δεῖ δὲ δυοῖν θάτερον ἢ μὴ δέχεσθαι, καθάπερ τὰ πυκνὰ καὶ ἰσχυρὰ, τοιοῦτον γὰρ ἡ ἄπιος καὶ τὰ ἄγρια δὲ καὶ τὰ ἄκαρπα ἔτι μᾶλλον οἷον πτελέα, ὀστρύη, ἢ δεξάμενον | |
15 | διϊέναι καὶ μὴ κατέχειν. Ὑπὲρ μὲν οὖν τούτων ἐν‐ ταῦθά που τὸ αἴτιον. | |
Caus Plant.5.12.10 | Ἡ δὲ τοῦ πνεύματος φορὰ, καθ’ ὃν ἂν γένηται τόπον, ἐπέκλυσεν οἷον ποταμός τις ῥυεὶς, ὥσπερ ἐν τοῖς λοιμοῖς δι’ ὃ καὶ τὰ ἁπτόμενα καὶ τὰ σύνεγγυς ἀπαθῆ πολλάκις, ἐνίοτε δ’ οὕτως εἰς | |
5 | ἀκριβὲς διῆλθεν, ὥστε τῶν ἐπὶ τοῦ αὐτοῦ κλήματος ὀφθαλμῶν οἱ μὲν ὑγιεῖς, οἱ δὲ πεπηγότες εἰσίν· πολ‐ λάκις δὲ κεκρυμμένης ὑπὸ χιόνος ὅλης τῆς ἀμπέλου, γίνεται γὰρ τοῦτο ἐν τοῖς ψυχροῖς τόποις, ἐὰν λάβῃ γυμ‐ νὰ τὰ ἄκρα κλήματα, ταῦτα ἀπέκαυσε καὶ ἀπὸ τούτων | |
10 | διαδίδωσι πρὸς τὰς ῥίζας ... ὡστ’ ἐνίοτε ζῆν· | |
Caus Plant.5.12.11 | περὶ δὲ τὸν Πόντον ὑπὸ τῶν πνευμάτων ἔκπηξις γίνε‐ ται, ὅταν αἰθρίας οὔσης (λεπίδες) καταφέρωνται· ταῦτα δέ ἐστι πλατέα ἄττα φερόμενα μὲν φανερὰ, πεσόντα δ’ οὐ διαμένει· δῆλον δὲ ὅτι πῆξίς τις τῆς | |
5 | ὑγρότητος ἐν τῷ ἀέρι, καθάπερ τῆς πάχνης· ὅταν οὖν τοιοῦτος ὁ ἀὴρ προσπίπτων ὑπὸ τοῦ πνεύματος ᾖ καὶ ταῦτα συγκαταφέρηται, κατὰ λόγον ἡ ἔκπηξις | |
γίνεται. Τὰ δὲ πνεύματα τοῖς μὲν ψυχροῖς φύσει τῶν τόπων, ὥσπερ ἐγχώρι’ ἄττ’ ἂν εἴη, καθάπερ ἐν τῷ | 282 | |
10 | Πόντῳ καὶ τῇ Θράκῃ, τοῖς δ’ ἀλεεινοτέροις ἐκ τῶν ἔξωθεν ἡ ἐπιφορὰ, καθάπερ ἐν Εὐβοίᾳ· δηλοῖ δὲ καὶ ἡ φύσις, ὡς οὐκ αὐτόθεν καὶ οὐκ ἐκ στασίμου τινὸς καὶ ὅλου πνεύματος, ἀλλ’ ᾗ ἂν τοῦτο τύχῃ, ῥυέν· οὐδὲ γὰρ ἂν ἦν ἀκέραια τὰ πλησίον· τῶν μὲν οὖν πνευμά‐ | |
15 | των καὶ αὕτη τις ἰδιότης. | |
Caus Plant.5.13.1 | Ὁ δὲ τῆς γῆς πάγος χαλεπώτατος, ὅταν περιβεβοθρωμένα καὶ γυμνὰ λάβῃ τὰ δένδρα, μάλιστα δὲ ἐὰν καὶ ὕδωρ ἐνεστηκός· ἐὰν διαμένῃ πλείω χρό‐ νον, ἐξέπηξεν εἰς ἀσθενεῖς τε καὶ γυμνὰς τὰς ῥίζας | |
5 | εἰσδυόμενος· ἐπεὶ καὶ ὅλως ἂν διειργασμένην λάβῃ τὴν γῆν, χαλεπώτερος· μανῆς γὰρ οὔσης, ἐσικνεῖται μᾶλλον· ἀπαθέστεραι δὲ, ἐὰν κεκοπρισμένη τύχῃ· θερμὴ γὰρ ἡ κόπρος οὖσα βοηθεῖ· εὐλόγως δὲ καὶ χιό‐ νος πεσούσης καὶ ἐὰν ἀναζυμωμένης τῆς γῆς ἐπιγένη‐ | |
10 | ται ψύχη καὶ πάχνη καὶ πάγος ἐκπήγνυσιν· καὶ δια‐ δύεται διὰ τὴν μανότητα καὶ αὐτὴν τὴν γῆν πήγνυσιν. | |
Caus Plant.5.13.2 | Ὁ δὴ τῆς γῆς πάγος ὀλεθριώτερος τοῖς δένδροις· ἅπτεται γὰρ μᾶλλον τῶν ῥιζῶν· ὁ δὲ τοῦ ὕδατος καὶ ἧττον· χαλεπώτερος δὲ καὶ οὗτος κἀκεῖνος, ὅταν ἀνίῃ καὶ πάλιν ἐπιπηγνύηται καὶ τοῦτο ποιῇ πολλάκις· | |
5 | ἐξαιρεῖται γὰρ τὴν δύναμιν· ὁ δὲ συνεχὴς ἐγκατακλεί‐ σας τὸ θερμὸν οὐχ ὁμοίως πλὴν ἐὰν ὑπερβάλλῃ τῷ χρόνῳ· καὶ χαλεπώτερος δ’ ὅλως ὁ κάτωθεν πάγος ταῖς μὴ εὐγείοις μηδὲ πυκναῖς μηδ’ ἐνίκμοις· οὐδὲ γὰρ ὁμοίως θερμαίνει, καὶ διαδύεται δὲ πορρωτέρω καὶ | |
10 | ἅπτεται τῆς ῥίζης. | |
Caus Plant.5.13.3 | Συμβαίνει δὲ τὰς μὲν τῶν βλαστῶν ἐκπήξεις καὶ ἁπλῶς τῶν ἄνω πολλάκις γίνεσ‐ θαι, τὰς δὲ τῶν ῥιζῶν καὶ ὅλων τῶν δένδρων ὀλιγάκις καὶ παρ’ ὀλίγοις· αἴτιον δὲ τὸ ἔχειν προβολὴν καὶ οἷον | |
5 | ἀποστέγασμα τοῦ ψύχους τὴν γῆν, εἰς ἣν καὶ συνε‐ λαύνεται τὸ θερμόν· ἐνίοτε δ’ οὐκ ἀπόλλυται οὐδὲ τὰ ἄνω, ἀλλὰ μᾶλλον ἐπικάεται. Καὶ ταῦτ’ οὐκ εὐθὺς ἀφαιρεῖν δεῖ· πολλάκις γὰρ ἅμα τῇ ὥρᾳ διεβλάστησε καὶ αὐτὰ τὰ φύλλα δοκοῦντα αὖα εἶναι πάλιν ὑγράνθη | |
10 | καὶ ἐγένετο χλωρά. | |
Caus Plant.5.13.4 | Δι’ ὃ καὶ οὐκ ἄτοπον, εἴ τι συνέβη τοιοῦτον, ὥστε ἐλάας αὐανθείσης καὶ αὐτῆς καὶ τῶν φύλλων πάλιν ἀναβλαστῆσαι· οὐ γὰρ ἦν αὔανσις, ἀλλὰ φαινομένη τις ξηρότητι καὶ τῇ ἄλλῃ | |
5 | χρόᾳ, πρὸς δὲ τὴν ἀρχὴν οὔτε τὴν τῶν φύλλων διῆκεν, ἔτι δὲ ἧττον τῶν βλαστῶν καὶ τῶν ἀκρεμόνων. Ὁμοίως δὲ καὶ ἐπ’ ἄλλων τινῶν τοῦτο ξυμβαίνει, μάλιστα δ’ εἰκὸς ὧν τὸ φύλλον σαρκῶδες καὶ αὐτὰ τῇ φύσει θερμά· τὰ γὰρ ἀσθενῆ καὶ λεπτὰ τοῦτ’ οὐ | |
10 | πάσχει, καθάπερ τὰ τῶν μυρρίνων, ἀλλὰ καὶ τάχιστα ἀποκάεται· λεπτὰ γὰρ καὶ αὐτὰ τὰ κλωνία καὶ ἁπαλὰ τῇ φύσει καὶ ὅλον τὸ δένδρον οὐ θερμὸν, δι’ ὃ καὶ ἐκπήγνυται τάχιστα· ἡ γὰρ αὖ δάφνη, καίπερ οὖσα μανὴ, καὶ διαμένει διὰ τὸ θερμὸν, ἡ δὲ ῥόα καὶ ἡ | |
15 | συκῆ μαναί τε καὶ ὑγραὶ καὶ οὐχ ὁμοίως θερμαί· | |
Caus Plant.5.13.5 | ταχεῖα δὲ ἡ ἐκ τῶν ἐκπηγνυμένων ἀναβλάστησις, ὅτι συμβαίνει τὴν ῥίζαν ἰσχυρὰν γίνεσθαι καὶ πλήρη συν‐ | |
ηθροισμένης τῆς ἔνης τροφῆς ἣν οὐ διέδωκεν, ἔτι δὲ τὴν πρότερον οὐ πολλὴν καὶ ἰσχυρὰν διανεμομένην | 283 | |
5 | τότ’ εὔλογον ἀναλίσκεσθαι, ὥστ’ εὐλόγως καὶ ἡ αὔ‐ ξησις ταχεῖα καὶ ἡ καρποτοκία. Τοῦτο μὲν οὖν ὁμολογουμένως γίνεται παρὰ πᾶσιν. | |
Caus Plant.5.13.6 | Ὃ δέ τινες θαυμάζουσιν, ὅτι ἡ μὲν χιὼν οὐκ ἐκπήγνυσιν, ἡ δὲ πάχνη μετριωτέρα τῆς χιόνος οὖσα, οὐδὲν ἄτοπον· πρῶτον μὲν ὅτι ἡ μὲν οὐκ ἐπιμένει, ἀλλ’ ἀποτήκεται | |
5 | ἀπὸ τῶν κλημάτων καὶ τῶν βλαστῶν, ἡ δὲ πάχνη ταῦτ’ ἀποκάει· ἔπειτα καὶ ἡ διάθεσις αὐτὴ τοῦ κλήμα‐ τος· ἡ μὲν γὰρ ἀβλαστοῦς, ἡ δὲ βεβλαστηκότος ἄρτι πίπτει ὅτε ἀσθενέστατον ἐνίοτε δὲ ἀνοιδοῦντος πρὸς τὴν βλάστησιν ὅτε οὐχ ἧττον ὡς εἰπεῖν ἐπίκηρον ἐπὶ | |
10 | πᾶσι διϋγραινομένου ἤδη καὶ μανουμένου· ἔτι καὶ λεπτοτέρα τῆς χιόνος, ὥστε δι’ ἄμφω σφοδροτέραν τὴν πῆξιν εἶναι. | |
Caus Plant.5.13.7 | Ἡ δὲ χιὼν ὅλως οὐδ’ ἂν ἐπιμεί‐ νειεν ἐπὶ τοῖς κλήμασι μὴ κατακρυπτομένης ὅλης. Ὅταν δὲ τοῦτο πάθῃ, σκεπάζει τῷ ἐπιμένειν ἐγκα‐ τακλείουσα τὴν θερμότητα καὶ ἀποστέγουσα τὴν ἔξω, | |
5 | καθάπερ καὶ τὴν γῆν· τὸ δ’ ὅλον καὶ τμητικωτέρα δο‐ κεῖ ἡ πάχνη τῆς χιόνος εἶναι, δι’ ὃ καὶ τὰς νεοὺς οἴονταί τινες βελτίους ταύτην ποιεῖν· διαχεῖν γὰρ τὰς βώλους διαδυομένην καὶ δάκνουσαν τῷ συνεστάναι μᾶλλον· λεπτοτέρα δ’ ἐστὶ τῆς χιόνος ὅτι ἡ μὲν ἐκ νέφους καὶ | |
10 | οἷον ἀφρός τις ἐμπεριειληφυῖα πνεῦμα, ἡ δ’ αὐτὴ καθ’ αὑτὴν συνεστηκυῖα καὶ ἐκ λεπτοτέρου τινὸς ἀέρος καὶ ὑγροῦ· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας. | |
Caus Plant.5.14.1 | Αἱ δ’ ἐκπήξεις ὅλως πότερον διὰ τὴν παχύ‐ τητα τοῦ ἀέρος ἢ διὰ τὴν λεπτότητα γίνονται καὶ εἰ δι’ ἄμφω, διὰ πότερον μᾶλλον, ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ οὐδὲ τοῦ ἀέρος γίνεται πῆξις, ὅταν μὴ | |
5 | αἴθριος ὁ ἀὴρ, μηδ’ ἂν τοῦ παχέος δόξειεν· ὁ γὰρ αἴ‐ θριος λεπτότερος, ἅμα δὲ καὶ διαδυτικώτερος ὁ λεπ‐ τὸς, ἡ δ’ ἔκπηξις εἰσδυομένου τοῦ τέμνοντος, ἔτι δ’ εὐψυχότερος καὶ εὐπαθέστερος ὅλως ὁ λεπτός· διὰ τοῦτο γὰρ καὶ τὰ ὕδατα προθερμανθέντα ψύχεται καὶ | |
10 | πήγνυται θᾶττον ὅτι λεπτύνεται τῇ θερμότητι. | |
Caus Plant.5.14.2 | Συνεπιμαρτυρεῖν δὲ καὶ οἱ τόποι δοκοῦσιν οἱ ἐναίθριοι λεγόμενοι· πλείω γὰρ ἐκπήγνυται καὶ πλεονάκις ἐν τούτοις ἐνιαχοῦ μὲν καὶ μικρὸν πάνυ διεχόντων, ὥσ‐ περ ἐν Κορίνθῳ τὸ Κράνιον καὶ τὸ Ὀλύμπιον. Σκλη‐ | |
5 | ραὶ γὰρ αἱ αἰθρίαι σφόδρα περὶ τὸ Κράνιον, ὥστε καὶ τοῖς φυτοῖς καὶ τῇ αἰσθήσει δῆλον εἶναι. Ἐνιαχοῦ δὲ καὶ ἐπὶ πλείονι διαστήματι. Καὶ ὅλως οἱ πρότερον οὐκ ἐκπήγνυντες τόποι παχέος ὄντος τοῦ ἀέρος νῦν ἐκπηγνύουσι, καθάπερ οἱ περὶ Λάρισσαν τὴν ἐν Θετ‐ | |
10 | ταλίᾳ· τότε μὲν γὰρ ἐνεστηκότος ὕδατος πολλοῦ καὶ λελιμνωμένου τοῦ πεδίου παχὺς ὁ ἀὴρ ἦν καὶ ἡ χώρα θερμοτέρα· τούτου δ’ ἐξαχθέντος καὶ ἐνίστασθαι κωλυ‐ θέντος ἥ τε χώρα ψυχροτέρα γέγονε καὶ ἐκπήξεις πλείους· | |
Caus Plant.5.14.3 | σημεῖον δὲ λέγουσιν, ὅτι τότε μὲν ἦσαν ἐλάαι καὶ ἄλλοθι καὶ ἐν αὐτῷ τῷ ἄστει μεγάλαι καὶ καλαὶ νῦν δὲ οὐδαμοῦ, καὶ αἱ ἄμπελοι τότε μὲν οὐκ | |
ἐξεπήγνυντο νῦν δὲ πολλάκις. Ὅτι δὲ τὸ ὕδωρ οὐκ | 284 | |
5 | ἀεὶ ψυχροτέρας ποιεῖ, ἀλλ’ ὅπερ καὶ τὸ πρότερον ἐλέχθη σημεῖον τὸ περὶ Αἶνον γενόμενον· αὕτη γὰρ ἀλεεινοτέρα δοκεῖ νῦν γεγονέναι πλησιαίτερον ὄντος τοῦ Ἕβρου· ταύτῃ μὲν οὖν δόξειεν ἂν ὁ λεπτὸς ἀὴρ πηκτικώτερος εἶναι· τῇ δὲ πάλιν ὁ παχύτερος· ἀκινη‐ | |
10 | τότερος γὰρ, ὁ δ’ ἀκίνητος εὐπηκτότερος· | |
Caus Plant.5.14.4 | ἔτι δὲ αἱ στύγες ἐν τοῖς τοιούτοις γίνονται τόποις, αἵπερ μάλιστα εἰσδύονται εἰς τὰ σώματα· φυλάξασθαι γὰρ οὐκ ἔστιν οὐδ’ ἐν τοῖς στρώμασι κατακείμενον· ἐπιβε‐ | |
5 | βαιοῖ δὲ καὶ τὸ ἐν τοῖς ὄρεσιν ἧττον, ἢ ἐν τοῖς πεδίοις ἔκπηξιν γίνεσθαι· λεπτότερος γὰρ ὁ ἀὴρ καὶ εὐκινητό‐ τερος. Οἱ δὲ καθ’ ἕκαστα τόποι καὶ ἐπὶ τούτων πίσ‐ τιν ἔχουσι· τῆς τε γὰρ Θετταλίας περὶ Κίθρον μά‐ λισθ’ ὡς εἰπεῖν ἔκπηξίς ἐστιν· ὁ δὲ τόπος κοῖλος καὶ | |
10 | ἔφυδρος· | |
Caus Plant.5.14.5 | ἔν τε Φιλίπποις πρότερον μὲν μᾶλλον ἐξεπήγνυντο, νῦν δ’ ἐπεὶ καταποθεὶς ἐξήρανται τὸ πλεῖστον ἥ τε χώρα πᾶσα κάτεργος γέγονεν ἧττον πολύ· καίτοι λεπτότερος ὁ ἀὴρ δι’ ἄμφω καὶ διὰ τὸ | |
5 | ἀνεξηράνθαι τὸ ὕδωρ καὶ διὰ τὸ κατειργάσθαι τὴν χώραν· ἡ γὰρ ἀργὸς ψυχροτέρα καὶ παχύτερον ἔχει τὸν ἀέρα διὰ τὸ ὑλώδης εἶναι καὶ μήτε τὸν ἥλιον ὁμοίως διϊκνεῖσθαι μήτε τὰ πνεύματα διαπνεῖν ἅμα δὲ καὶ αὐτὴν ἔχειν ὑδάτων συρροὰς καὶ συστάσεις πλείους· | |
Caus Plant.5.14.6 | ὃ καὶ περὶ τὰς Κρηνίδας ἦν τῶν Θρᾳκῶν κατοι‐ κούντων. Ἅπαν γὰρ τὸ πεδίον δένδρων πλῆρες ἦν καὶ ὑδάτων· ὁπότε νῦν μᾶλλον πρότερον ἐκπήγνυσιν ἐξηραμμένων τῶν ὑδάτων οὐ τὴν λεπτότητα τοῦ ἀέρος | |
5 | αἰτιατέον ὥς τινές φασιν. Αἱ μὲν οὖν αἰτίαι ὑπὲρ ἑκατέρου καὶ τοιαῦταί τινες. Ἴσως δ’ ἀμφοτέρων γι‐ νομένων ἐκπήξεων, τοῦτο γὰρ φανερὸν ἐκ τῶν εἰρη‐ μένων, διαφέρει καὶ τόπος τόπου (καὶ ἀὴρ ἀέρος) τῷ μᾶλλον παχύνεσθαι καὶ λεπτύνεσθαι· ὁ γὰρ ὑδα‐ | |
10 | τώδης καὶ θολερὸς οὐχ ὁμοίως ἐργατικός· οὐδ’ αὖ πά‐ λιν ὁ λεπτὸς, καὶ γὰρ εὐκίνητος καὶ οὐκ ἔμμονος· | |
Caus Plant.5.14.7 | ἡ πῆξις δὲ δεῖται χρόνου, ἔτι δὲ καὶ τὰ ἐπιγινόμενα δεῖ ποῖ’ ἄττα εἶναι καὶ τὴν ὅλην κατάστασιν καὶ εἴ τι ἄλλο τῶν ἔξωθεν· εἰ γὰρ αἱ μεταβολαὶ ταχεῖαι πρὸς τὰς ἀνέσεις, κωλύοιντ’ ἂν αἱ πήξεις. Ὡς δ’ ἁπλῶς | |
5 | εἰπεῖν εὐπαθέστερος μὲν εἰς τὸ πάσχειν ὁ λεπτός· ὅταν μέντοι καταψυχθῇ ὁ παχύτερος ψυχρότερος, ὥσπερ καὶ θερμότερος· ἔμμονος γὰρ μᾶλλον ἡ θερμότης καὶ ἡ ψυχρότης ὥσπερ καὶ ἐν τοῖς ἄλλοις τοῖς σωματωδε‐ στέροις. Δι’ ὃ καὶ εἴ που μὴ ὑδατώδης, ἀλλ’ ἅμα τῷ | |
10 | πάχει ξηρὸς οὐκ ἄλογον εἰ μᾶλλον ἐκπηκτικός. Ἀλλὰ γὰρ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω. | |
Caus Plant.5.14.8 | Ἡ δὲ τοῦ καύματος ὑπερβολὴ τὰ μὲν φυτὰ καὶ τὰ παντελῶς νέα φθείρει διὰ τὴν ἀσθένειαν, ὥσπερ καὶ τὰ ἐπέτεια, τὰ δ’ ἐρριζωμένα καὶ ἔχοντα μέγεθος οὐ φθείρει διὰ τὸ | |
5 | μὴ δύνασθαι διαδύεσθαι μηδὲ ὁμοίως θιγγάνειν τῆς ἀρχῆς, ἀλλ’ εἴπερ τοὺς βλαστοὺς καὶ τοὺς καρποὺς ἐπικάει. Καὶ τὸ ὅλον ἴσως ἀλλοτριώτερον τῇ φύσει τὸ ψυχρόν· ἐπεὶ ὥς γ’ ἁπλῶς εἰπεῖν ἐπὶ πάντων γίνε‐ ται ἡ φθορὰ ταῖς ὑπερβολαῖς ὅσα συνεργεῖ πρὸς τὸ | |
10 | ζῆν· | |
Caus Plant.5.14.9 | καὶ γὰρ χώρα τις ἄφορος ἡ μὲν διὰ λιπαρό‐ τητα, ἡ δὲ διὰ λεπτότητα καὶ ἀὴρ κωλύει περισκελὴς ὢν ἐφ’ ἑκάτερα καὶ ὕδατος ἔνδεια καὶ πλῆθος· φθείρει γὰρ καὶ τὸ στάσιμον ἐὰν ὑπεραίρῃ τὸ μέγεθος τοῦ | 285 |
5 | δένδρου, καθάπερ ἐν ταῖς ἐπομβρίαις καὶ τοῖς λιμνου‐ μένοις τόποις, ὃ καὶ περὶ Φενεὸν ξυνέβαινεν· ὅπου δ’ ἀπορροὴ γίνεται κᾂν ἔχῃ βάθος διαφέρουσι μᾶλλον· βοηθεῖ γὰρ ἡ κίνησις καὶ τῷ ἱκανὸν ἀεὶ τὸ προσπί‐ πτον εἶναι· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς | |
10 | αἰτίας. | |
Caus Plant.5.15.1 | Λοιπὸν δ’ ἐστὶν εἰπεῖν περί τε τῶν βιαίων παθῶν καὶ εἴ τις ἄλλη μὴ ὑπὸ τοῦ ἀέρος καὶ τῶν τῆς φύσεως ἀλλ’ ὑφ’ ἡμῶν γίνεται· καθάπερ ἥ τε διὰ τὸν περιφλοϊσμὸν καὶ διὰ τὴν ἕλκωσιν τῶν φυτῶν καὶ ὅσα | |
5 | παραβαλλόμενα παρὰ τὰς ῥίζας αὐαίνει, καθάπερ τὰ τῶν κυάμων κελύφη καὶ εἴ τι ἄλλο τοιοῦτον ἕτερον. Καὶ πρῶτον ὑπὲρ τῶν κυάμων λέγωμεν· φθείρει γὰρ τὰ τῶν κυάμων κελύφη περιβαλλόμενα ταῖς ῥίζαις καὶ τοῖς βλαστοῖς οὐ πάντα, ἀλλὰ τὰ ἄρτι ἀναφυό‐ | |
10 | μενα, ταῦτα γὰρ ἀσθενέστερα· φθείρει δὲ ὅτι τῇ σκληρότητι καὶ τῇ ξηρότητι ἀφαιρεῖται τὴν τροφὴν τὴν μὲν ἕλκοντα αὐτὰ, τὴν δ’ ἀποστέγοντα· μὴ τρεφόμενα γὰρ φθείρεται. | |
Caus Plant.5.15.2 | Καὶ ταῦτα καὶ εἴ τι τοιοῦτον ἕτερον ὥσπερ ἐναντία πρὸς τὴν βλάστησιν ὄντα φθείρει· ἔνια δὲ καὶ τῶν οἰκείων καὶ συνεργούν‐ των, ἐὰν πλείω συνενεχθῇ τῶν συμμέτρων ἢ ἰσχυ‐ | |
5 | ρότερα ἢ μὴ κατὰ καιρὸν οἷον ἡ κόπρος ἢ συνεχῶς ἢ πλείων ἢ ἰσχυροτέρα παραβαλλομένη καθάπερ ἡ σκυτοδεψική· πάντα γὰρ ὡς εἰπεῖν αὕτη δοκεῖ φθεί‐ ρειν ἄκρατος οὖσα ἢ μὴ καλῶς κραθεῖσα· καὶ ὅσαι δὲ θερμαὶ καὶ ξηραὶ καὶ ἰσχυραὶ τὸ ὅλον καὶ μὴ οἰκεῖαι | |
10 | πρὸς ἕκαστον. | |
Caus Plant.5.15.3 | Εἰσὶ γὰρ ὥσπερ εἴπομεν αἱ πρὸς τὰς φυτείας ἁρμόττουσαι καὶ οὐχ ὥσπερ τὸ ὕδωρ πᾶσι κοινόν· ἀλλὰ τοῦτο ἐνίοτε τῷ πλήθει διαφ‐ θείρει σῆπον τὰς ῥίζας καὶ λίαν ἐκμεθύσκον· ἐὰν δὲ | |
5 | δὴ νέα τύχῃ καὶ μὴ ἄγαν ὄντα φίλυδρα καθάπερ ἡ κυπάριττος καὶ τἆλλα τὰ ξηρὰ καὶ μᾶλλον. Καὶ ἐὰν δή τις μὴ κατὰ καιρὸν ἢ τούτοις ἢ τῇ διακαθάρ‐ σει ἢ τῇ σκαπάνῃ χρήσηται· πάντα γὰρ συναίτια γί‐ νεται φθορᾶς· ὁ δὲ καιρὸς καὶ πρὸς αὐτὰ καὶ πρὸς τὰ | |
10 | ἐπιγινόμενα παρὰ τοῦ θεοῦ κατὰ τὰς ὥρας. Αὗται μὲν ἐν τοῖς οἰκείοις αἱ φθοραὶ δι’ ὑπερβολὴν ἢ δι’ ἔλ‐ λειψιν τροφῆς ἢ ἀκαιρίαν ἔργων. | |
Caus Plant.5.15.4 | Αἱ δ’ ἀπὸ τῶν παραφυτευομένων ἢ παραβλαστανόντων αὐτομάτων τῷ ἀφαιρεῖσθαι τὰς τροφὰς θᾶττον δ’ ἐὰν ἰσχυρότερα καὶ πλείω, καθάπερ τὰ ἄγρια καὶ ὅσα δὴ πολύρριζα | |
5 | καὶ πολύτροφα καὶ ἐπισχίζοντα καὶ περιπλεκόμενα καὶ καταπνίγοντα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττός. Ἐπεὶ καὶ ἡ ἰξία δοκεῖ καὶ ὅλως τὰ ἐμβλαστάνοντα φθείρειν· ὁ δὲ κύτισος καὶ τὸ ἅλιμον τῇ τε πολυτροφίᾳ καὶ τῇ ἁλμυρίδι τῇ περὶ αὐτά· ἰσχυρότερον δὲ τὸ ἅλιμον | |
10 | διὰ τὸ πλείω ἔχειν. | |
Caus Plant.5.15.5 | Φθοραὶ δὲ καὶ ἄλλοις ὑπ’ ἄλ‐ λων εἰσὶν ἴδιαι καθάπερ ἐν τοῖς ἐλάττοσιν· καὶ γὰρ ἡ ὀροβάγχη καλουμένη φθείρει τὸν ὄροβον τῷ περιπλέκε‐ | |
σθαι καὶ καταλαμβάνειν καὶ τὸ λειμόδωρον τὸ βού‐ | 286 | |
5 | κερας εὐθὺς τῇ ῥίζῃ παραφυόμενον καὶ ἄλλα δ’ ἄλλων. Καὶ ὅσα δὴ συγγεννᾶται καθ’ ἕκαστον σπέρμα οἷον αἶρα καὶ αἰγίλωψ καὶ πυροῖς καὶ κριθαῖς καὶ ἀπαρίνη φακοῖς καὶ ἕτερα δ’ ἑτέροις· ἅπαντα δὲ τῷ τὰς τροφὰς ἀφαιρεῖσθαι τάς τε ἐκ τῆς γῆς καὶ τὰς ἀπὸ τοῦ ἡλίου | |
10 | καὶ τοῦ ἀέρος. Καὶ τούτων μὲν σχεδὸν φανεραί τινες αἱ αἰτίαι. | |
Caus Plant.5.15.6 | Ἡ δ’ ὑπὸ τοῦ ἐλαίου καὶ τῆς πίττης καὶ τοῦ στέατος, —καὶ γὰρ ταῦτα φθείρει καὶ μάλιστα τὰ φυτὰ τὰ νέα· καὶ οὐκ ἐῶσιν ἅπτεσθαι καὶ περιπλέ‐ κουσιν, —ἐν ἐκείναις ἐστὶ δὲ ταῖς αἰτίαις, ὅτι θερμὰ | |
5 | καὶ λεπτὰ τὴν φύσιν ὄντα διαδύεταί τε πόρρω καὶ πυκνοῖ καὶ ἐπικάει τὸν φλοιόν· σημεῖον δ’ ὅτι σκλη‐ ρύνεται καὶ ἀφίσταται· πονήσαντος δὲ καὶ ἀποσκλη‐ ρυνθέντος καὶ τούτου καὶ τοῦ ἐντὸς οὐ δύναται διϊέναι ἡ τροφή· τοῦ δ’ ἐπικάειν καὶ διαδύεσθαι πόρρω κἀκεῖνο | |
10 | σημεῖον· οἱ γὰρ ἡμεροῦντες τοῦ θέρους ἐπὶ τὰ ὑπολείμ‐ ματα τῶν ῥιζῶν ἔλαιον ἢ πίτταν ἐπιχέουσιν ἢ τῷ στέατι ἀλείφουσιν, ἅπερ ὅλως ξηραίνουσι καὶ μαλισθ’ ἡ πίττα διὰ τὸ ἰσχυροτάτη εἶναι. | |
Caus Plant.5.16.1 | Λοιπαὶ δὲ τῶν φθορῶν αἱ βίαιοι λεγόμεναι· αὗται δὲ γίνονται πληγῇ ἢ περιαιρέσει τινῶν ἢ κο‐ λούσει ἢ τὸ ὅλον ἀφαιρέσει. Ἔνια μὲν γὰρ ἑλκού‐ μενα βαθύτερον ἀπόλλυται διὰ τὴν ξηρότητα καὶ | |
5 | ἀσθένειαν· ὁ δὲ φοῖνιξ καὶ τιτρωσκόμενος εἰς τὸν ἐγ‐ κέφαλον, ἐν τούτῳ γὰρ ἡ ζωὴ καὶ ἡ βλάστησις· ὅταν οὖν ἀναξηρανθῇ ἢ τὸ ὅλον ἀλλοιωθῇ, παρεισπεσόντος ἀέρος τε καὶ ἀλλοτρίου θερμοῦ διαφθείρεται καὶ διαφ‐ θειρόμενος διΐησιν εἰς τὰ κάτω· τούτου μὲν οὖν καὶ | |
10 | ἰδία τις ἡ φύσις ὥστε καὶ ἐμφανὲς εἶναι τὸ κύ‐ ριον τοῦ ζῆν. | |
Caus Plant.5.16.2 | Ἔνια δ’ οὐ πρὸς πληγὴν ἀπαθῆ μόνον, ἀλλὰ καὶ ξύλων ἐξαιρουμένων ἐκ τοῦ στελέχους οἷον ὅσα φύσει καὶ εὐβλαστῆ καὶ ὑγρὰ, καθάπερ πτε‐ λέα, πλάτανος, τὰ πολλὰ τῶν παρύδρων· ἡ δὲ πεύκη | |
5 | καὶ δᾳδοκοπουμένη σώζεται· μέγα δὲ ταύτῃ καὶ ἡ λιπαρότης. Ἅπαντα δὲ ταῦτα καὶ τἆλλα μέγεθος ἔχοντα ὑπομένει δι’ ὃ καὶ ἐκσηπόμενα σώζεται καὶ ζῇ. Ἐπεὶ καὶ τὴν πεύκην γ’ οὐ νέαν δᾳδουργοῦσι, ἀλλ’ ὅταν ἐν ἀκμῇ καὶ πορρωτέρω γένηται· νέα γὰρ | |
10 | οὐκ ἔχει διὰ τὸ μὴ πέττειν μηδὲ συναθροίζειν τὸ ὑγρὸν ἀλλ’ εἰς τὴν βλάστησιν καὶ τὸ μῆκος καταναλίσκειν· ἅμα γὰρ τῇ εἰς βάθος αὔξῃ καὶ ἡ τοιαύτη διάθεσις καὶ δύναμις ἔοικεν ἀκολουθεῖν. | |
Caus Plant.5.16.3 | Ὅσα δὲ καὶ τετρω‐ μένα καὶ κολαζόμενα βελτίω γίνεται καὶ καρπιμώτερα δῆλον καὶ ταῦθ’ ὑπομένειν. Πληγὴν μὲν οὖν καὶ διαίρεσιν τὰ τοιαῦτα δέχεται· σχίσιν δὲ τοῦ στελέχους | |
5 | πρὸς τούτοις ἄμπελος καὶ συκῆ καὶ ῥόα καὶ μηλέα, τὰ δὲ ἄλλα ἀπόλλυται· ὅσα γὰρ αὖ πληγέντα καὶ σχισθέντα συμμύει πάλιν καὶ συμφύεται ταῦθ’ ὥσπερ ὑγιασθέντα ζῇ καὶ οὐχ ὥσπερ ἐκεῖνα διεσχισμένα (μένει)· τῆς δ’ ὑπομονῆς αἴτιον ἡ ὑγρότης καὶ ἡ φύ‐ | |
10 | σει μανότης· τροφήν τε γὰρ ἱκανὴν λαμβάνουσι καὶ οὐκ ἀναξηραίνεται διὰ τὴν σχίσιν, ὑπὸ δὲ τοῦ ψύ‐ χους οὐδὲν πάσχουσιν. | |
Caus Plant.5.16.4 | Εἰ δ’ οὕτω δεῖ λαβεῖν τὴν | |
σχίσιν ὥστε ἀνέχεσθαι μὲν ἃ μόνα δοκεῖ τῶν ἡμέ‐ ρων τοῦτο δύνασθαι συκῆ, ἄμπελος, ἐλάα, ἀμυγ‐ δαλῆ διὰ τὸ συμμύειν τάχιστα ... δι’ ὃ καὶ δύσχιστα | 287 | |
5 | τῷ κολλώδη τὴν ὑπόστασιν ἔχειν· καὶ γὰρ ὁ ὀπὸς καὶ τὸ τῆς ἐλάας τοιοῦτο καὶ πᾶν τὸ λιπαρὸν, τὸ δὲ τῆς ἀμπέλου ξύλον αὐτὸ τοιοῦτον· σημεῖον δὲ ὅτι καὶ σχιζόμενα τὰ κλήματα καὶ τῆς ἐντεριώνης ἐξαιρου‐ μένης τάχα συμφύεται· καὶ τούτου γε μᾶλλον ὁ κάλα‐ | |
10 | μος, καὶ γὰρ συνέρχεται αὐτόματος· φασὶ δὲ καὶ τὴν ἄπιον σχίζεσθαι· περὶ μὲν οὖν τούτων σκεπτέον. | |
Caus Plant.5.17.1 | Ἡ δὲ τοῦ φλοιοῦ περιαίρεσις κοινὴ πάντων ἢ τῶν πλείστων ἐστὶ φθορὰ, περὶ ἧς εἴρηται πρότερον. Εἴτε γὰρ ἐν τοῖς κυρίοις ἐστὶ τοῦ ζῆν εἴτε καὶ ἀπὸ τούτων πυκνουμένων διϊκνεῖται πρὸς τὸ ὅλον εὔλογον | |
5 | καὶ οὕτως. Ἡ δὲ μήτρα μέχρι μέν τινος ἐξαιρου‐ μένη οὐ φθείρει, δι’ ὅλου δὲ φθείρει καθάπερ οἱ περὶ Ἀρκαδίαν φασὶ καὶ πεύκην καὶ ἐλάτην καὶ ἀλλ’ ὅτι ἄν· οὐκ ἄλογος δ’ οὐδὲ ταύτης ἡ αἰτία· καὶ ταῦτ’ εἴη τῶν εἰρημένων· ὑγρότατον γὰρ δοκεῖ καὶ ὥσπερ μά‐ | |
10 | λιστα εἶναι ζωτικόν. | |
Caus Plant.5.17.2 | Σημεῖον δ’ ὅτι καὶ τὰ ξύλα τὰ ἔμμητρα διαστρέφεται κατειργασμένα ἤδη μέχρι οὗ ἂν τελέως ἀναξηρανθῇ, δι’ ὃ καὶ ἔνσχιστα καὶ οὐκ ἔμμητρα ποιοῦσι τὰ τῆς ἐλάτης καὶ τῆς πεύκης. | |
5 | Ταύτης δ’ οὖν μέχρι μέν τινος ἐξαιρουμένης οὐκ ἄτοπον διαμένειν τὸ δένδρον ὥσπερ καὶ τοῦ φλοιοῦ μέχρι τινὸς ἀφαιρουμένου, τελέως δ’ ἐξαιρεθείσης αὐαίνεσθαι καθάπερ ἀρχῆς τινος ἢ καὶ οἰκείας ὑγρό‐ τητος συμφύτου στερούμενον. | |
Caus Plant.5.17.3 | Περὶ δὲ τῆς ἐπι‐ κοπῆς καὶ τῆς κολούσεως ἐν ὀλίγοις ἡ σκέψις· ὀλίγα γὰρ τὰ φθειρόμενα κατὰ μὲν τὴν ἐπικοπὴν, ἐλάτη, πεύκη, πίτυς, φοῖνιξ, ἔνιοι δὲ καὶ κέδρον καὶ κυπά‐ | |
5 | ριττόν φασιν· καλοῦσι δ’ ἐπικοπὴν, ὅταν ἀφαιρεθείσης τῆς κόμης ἐπικόψῃ τις τὸ ἄκρον· οὐκ ἀλόγως δ’ ἂν δόξειε φθείρεσθαι ξηρά τε τῇ φύσει καὶ εὐθυπορώτατα μὲν, μονόρριζα δ’ ὄντα. Καὶ γὰρ αἱ ἑλκώσεις πόνον παρέχουσι καὶ εὐπαθέστερα ποιοῦσιν εἰς τὸ διϊκνεῖσθαι | |
10 | καὶ τὸ καῦμα καὶ τὸ ψῦχος ἄλλως τε καὶ πανταχόθεν οὖσαι καὶ διὰ τὴν ὀρθότητα καὶ διὰ τὴν εὐθυπορίαν ταχὺ διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας, ὥστε πολλαχόθεν ἡ φθορά· | |
Caus Plant.5.17.4 | φύσει δὲ ἀπαράβλαστα πάντα καὶ διὰ τὴν ξηρότητα τῶν ῥιζῶν καὶ διὰ τὴν εἰς τὸ ἄνω φορὰν καὶ ἔτι τῷ μονόρριζα εἶναι καὶ τῷ βαθυτέρας ἔχειν. Οὐδαμοῦ γὰρ οὐδὲν περιττὸν οὐδὲ παροχετευόμενον | |
5 | ἐκπίπτει τῆς τροφῆς ὥστε μὴ εἶναι βλαστήσεως ἀρ‐ χήν· ὅταν οὖν πάντα ταῦθ’ ὑπάρχῃ πᾶσι σχεδὸν ἀναγκαῖον τὴν φθορὰν εἶναι τελείαν· | |
Caus Plant.5.17.5 | αἱ δὲ κολού‐ σεις φθείρουσιν ὅλως ὀλίγα· μόνον γὰρ μάλιστα τὸ τῆς ἀμπέλου φυτὸν ἀπόλλυται καὶ εἴ τι ἕτερον ἁπα‐ λὸν καὶ ἀσθενὲς καὶ εὐθύπορον· ταῦτα γὰρ αἴτια τοῖς | |
5 | τοιούτοις τῆς φθορᾶς· χείρω δὲ ποιοῦσι πλείω· καὶ γὰρ ἡ ἀμυγδαλῆ πικρὰ γίνεται καὶ ἡ ῥόα σκληροτέρα καὶ ἕτερ’ ἄττα μεταβάλλει· τὸ δ’ αἴτιον εἴρηται πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης συναλλοιοῦται καὶ τὸ τέλος· | |
Caus Plant.5.17.6 | χαλεπαὶ δὲ καὶ αἱ ἐπιβοσκήσεις ὅτι συνεπι‐ | |
κάουσιν ἅμα τῇ τομῇ καὶ ἀφαιρέσει δι’ ὃ καὶ ὁ πόνος πλείων. Ἴδιον δὲ τὸ περὶ τὸν φοίνικα καὶ τὴν πίτυν· ὅταν γάρ τι κολουσθῇ ταῦτ’ οὐκ ἀπόλλυται μὲν, ἄκαρπα | 288 | |
5 | δὲ γίνεται· τὴν δ’ αἰτίαν παραπλησίαν ὑποληπτέον εἶναι τοῖς πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης καὶ ἀσθενεστέρας γινομένης ἀφαιρεῖταί (τι) τῆς δυνά‐ μεως καὶ μάλιστα τὸ ἔσχατον καὶ τελεώτατον ὁ καρ‐ πός. Ἅμα δὲ καὶ ἡ μὲν βλάστησις ὑπάρχει καὶ | |
10 | ὥσπερ ἤδη γέγονεν, ἐκεῖνον δὲ δεῖ γίνεσθαι· τὸ δ’ ἐν γενέσει καὶ μέλλον εἶναι τοῦ ὄντος ἀσθενέστερον· ἐπὶ τούτων δὲ μάλιστ’ ἢ μόνων ὅτι ὀλιγόκαρπα καὶ βρα‐ δύκαρπα κατά γε τὴν παρ’ ἡμῖν φυτείαν· ἐν δὲ ταῖς οἰκείαις χώραις ἴσως οὐκ ἀκαρπεῖ οὐδὲ θαυμαστὸν εἰ | |
15 | μὴ ἀκαρπεῖ ταῦτ’ ἐκεῖ κολουόμενα. | |
Caus Plant.5.17.7 | Τὰ δὲ τῆς ἀρχῆς ὅτι μεγάλα πολλαχόθεν μὲν φανερόν· εἰ δὲ μὴ καὶ ἐκ τῶν βλαστήσεων ὅταν κακωθῶσιν ἐν ἄλλοις τε καὶ οὐχ ἥκιστα ἐν τῇ ἀμπέλῳ· κατεδεσθεῖσα γὰρ ὑπὸ | |
5 | τῶν κτηνῶν οὐκέτι δύναται βλαστάνειν, ἀλλ’ αὐτὴ ἡ τῆς βλαστήσεως ἐπιρροὴ παύεται καὶ ἀποσβέννυται, ᾧ φαίνεται ὥσπερ τυφλουμένη καὶ πηρουμένη πως· ἰσχυρὸν δὲ ἐν ἅπασιν ἡ ἀρχὴ καὶ ἀσθενὲς οὐ τὸν αὐ‐ τὸν δὲ τρόπον· ἐπεὶ ὅτι γε βλαστητικὸν ἄμπελος καὶ | |
10 | αἱ εἰς τὸν ὕστερον χρόνον ἐπιβλαστήσεις μηνύουσιν. | |
Caus Plant.5.18.1 | Φθοραὶ δὲ καὶ τῶν σπερμάτων εἰσί τινες τῶν μὴ κατὰ φύσιν σπειρομένων ὁμοίως τῶν τε δεν‐ δρικῶν καὶ τῶν σιτηρῶν καὶ τῶν ἄλλων, ὧν καὶ χρό‐ νοι τινές εἰσιν ὡρισμένοι· πάντα γὰρ ζῇ μέχρι τινὸς | |
5 | εἶτ’ ἀπόλλυται· ζῆν δὲ λέγω δυνάμει· φθείρονται δὲ φυσικῶς ἀποξηραινόμενα καὶ ὥσπερ διαπνεούσης ἅμα τῆς θερμότητος καὶ ὑγρότητος· αἱ δὲ ἄλλαι πᾶσαι παρὰ φύσιν οἷον ὅσα θηριοῦται καὶ ἀνυγραίνεται καὶ ἄλλως πως ἐξίσταται· | |
Caus Plant.5.18.2 | δι’ ὃ καὶ τὰ μὲν πολύλοπα καὶ πολυχίτωνα καὶ λιπαρὰ καὶ δριμέα καὶ πικρὰ καὶ ὀστώδη καὶ ξηρὰ πάντα πολυχρόνια· τὰ δ’ ἄλλα ταχὺ ἐξίσταται· τὰ μὲν γὰρ ὑπ’ ἀλλήλων θερμαινόμενα κα‐ | |
5 | θάπερ ὁ σῖτος καὶ τὰ χεδροπὰ, τὰ δ’ ὑπὸ τοῦ ἀέρος καὶ τῶν ἔξωθεν ὑγραινόμενα καθάπερ τὰ τῶν λαχά‐ νων καὶ τῶν στεφανωμάτων· οἷον γὰρ μαδᾷ καὶ εἰς διαβλάστησιν ὁρμᾶται· ζωοῦται δὲ θᾶττον καὶ φθείρε‐ ται τῶν χεδροπῶν τὰ τεράμονα· γλυκύτερα γὰρ ἐν | |
10 | τούτῳ δὲ ἡ ζωοποιΐα· καὶ ἅμα θᾶττον ἐξίσταται δι’ ἀσθένειάν τε καὶ διὰ τὸ ὥσπερ ἐν πέρατι εἶναι· καὶ τοῦ σίτου δὲ ὡσαύτως ὁ γλυκύτερος. | |
Caus Plant.5.18.3 | Μέγα δ’ οἱ τόποι διαφέρουσιν εἰς φυλακὴν ἐὰν ὦσι ξηροὶ καὶ ψυχροί. Διαμένουσι γὰρ πλείω χρόνον ὥσπερ ἔν τε Μηδείᾳ καὶ Παφλαγονίᾳ καὶ τούτων ἐν τοῖς ὑψηλο‐ | |
5 | τάτοις χωρίοις ὡσαύτως δὲ καὶ εἴπου ἄλλοθι τοιοῦτον· ἀμφότερα γὰρ ἐξείργονται τὰ διαφθείροντα τό τε θερ‐ μὸν καὶ τὸ ὑγρόν· ἐπεὶ καὶ ἡ διαπαττομένη γῆ τοῦτο ποιεῖ, ξηραίνει τε καὶ ψύχει. | |
Caus Plant.5.18.4 | Τῶν δὲ δενδρικῶν ὅσα μὲν μαλακὰ καὶ σαρκώδη καθάπερ ἡ ἀμυγδαλῆ καὶ τὸ κάρυον καὶ ἡ βάλανος τοῖς περιέχουσι σώζεται, τὰ δὲ ξηρὰ καὶ ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ τὰ | |
5 | τοιαῦτα καὶ ἑαυτοῖς. Ὡς δ’ ἁπλῶς εἰπεῖν πάντα πο‐ | |
λυχρονιώτερα διὰ τὸ περιέχον· ἐπεὶ καὶ τὸ γίγαρτον καὶ ἡ κεγχραμὶς καὶ τὰ ἄλλα τὰ τοιαῦτα πολλῷ μᾶλλον ἀποξηραίνεται γυμνούμενα. Μάλιστα δὲ διαμένει τῶν τοιούτων ὅσα πυρῆνι περιέχεται, καθάπερ τὸ τῆς | 289 | |
10 | ἐλάας καὶ εἴ τι ξυλῶδες ἢ ὀστῶδες τυγχάνει, καθάπερ τὸ τοῦ φοίνικος καὶ ὁ κνῆκος καὶ τἆλλα τὰ κνηκώδη. πυκνὰ γὰρ πάντα καὶ προβολὴν ἔχοντα· τὸ δὲ σπέρμα τὸ ἔντος ὁτὲ μὲν κεχωρισμένον τι καὶ φανερὸν, ὁτὲ δὲ ἀχώριστον καὶ ἀφανὲς, ὥσπερ τὸ τῶν φοινίκων. | |
Caus Plant.6t1 | ΒΙΒΛΙΟΝ Ζʹ. | |
Caus Plant.6.1.1 | Περὶ δὲ χυλῶν καὶ ὀσμῶν, ἐπειδὴ καὶ ταῦτα τῶν φυτῶν οἰκεῖα, πειρατέον ὁμοίως ἀποδοῦναι τοῖς πρότερον τά τε συμβαίνοντα περὶ ἕκαστον εἶδος καὶ διὰ τίνας αἰτίας. Ἡ μὲν οὖν φύσις ποία τις ἑκατέρου | |
5 | τοῦ γένους ἐν ἄλλοις ἀφώρισται καὶ ὅτι μικτά πως ἄμφω κατὰ λόγον ἐστί. Χυμὸς μὲν ἡ τοῦ ξηροῦ καὶ γεώδους τῷ ὑγρῷ ἐναπόμιξις ἢ ἡ τοῦ ξηροῦ διὰ τοῦ ὑγροῦ διήθησις ὑπὸ θερμοῦ· διαφέρει δ’ ἴσως οὐδέν. Ὀσμὴ δὲ τοῦ ἐν χυμῷ ξηροῦ ἐν τῷ διαφανεῖ· τοῦτο | |
10 | γὰρ κοινὸν ἀέρος καὶ ὕδατος. Καὶ σχεδὸν τὸ αὐτὸ πάθος ἐστὶ χυμοῦ τε καὶ ὀσμῆς οὐκ ἐν τοῖς αὐτοῖς δὲ ἑκάτερον. Ταῦτα μὲν οὖν οὕτω κείσθω κατὰ τὸν εἰρημένον ἀφορισμόν. | |
Caus Plant.6.1.2 | Τὰ δ’ εἴδη τῶν χυμῶν ὡς μὲν εἰς ἀριθμὸν ἀποδοῦναι ῥᾴδιον οἷον γλυκὺς, λιπαρὸς, αὐστηρὸς, στρυφνὸς, δριμὺς, ἁλμυρὸς, πικρὸς, ὀξύς. Ὡς δὲ κατὰ τὴν οὐσίαν ἑκάστου χαλεπώτερον. Αὐτὸ | |
5 | γὰρ τοῦτο πρῶτον ἔχει τινὰ σκέψιν πότερον [γὰρ] τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις ἀποδοτέον ἢ ὥσ‐ περ Δημόκριτος τοῖς σχήμασιν ἐξ ὧν ἕκαστοι· εἰ μὴ ἄρα καὶ ταῦτα συνάπτει πως εἰς τὰς δυνάμεις κἀκεί‐ νων λέγεται χάριν· ἢ καὶ εἴ τις ἄλλος τρόπος ἐστὶ | |
10 | παρὰ τούτους. | |
Caus Plant.6.1.3 | Λέγω δὲ τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις οἷον εἴ τις ἀποδοίη γλυκὺν μὲν τὸν δια‐ κριτικὸν τῆς ἐν τῇ γλώττῃ συμφύτου ὑγρότητος ἢ χυμὸν λεαντικὸν ἢ λεπτὸν ἢ λεῖον· στρυφνὸν δὲ τὸν | |
5 | ξηραντικὸν ἢ πηκτικὸν ἠρέμα ταύτης· δριμὺν δὲ τὸν πηκτικὸν ἢ δηκτικὸν ἢ ἐκκριτικὸν τῆς ἐν τῇ συμφύτῳ ὑγρότητι θερμότητος εἰς τὸν ἄνω τόπον ἢ ἁπλῶς χυ‐ μὸν καυτικὸν ἢ θερμαντικόν· ἁλμυρὸν δὲ τὸν δηκτικὸν καὶ ξηραντικόν· πικρὸν δὲ τὸν φθαρτικὸν τῆς ὑγρότη‐ | |
10 | τος ἢ τηκτικὸν ἢ δηκτικὸν ἢ ἁπλῶς τραχὺν ἢ μάλιστα τραχύν· αὐστηρὸν δὲ τὸν ῥυπτικὸν τῆς αἰσθήσεως ἢ τῆς ὑγρότητος τῆς ἐν αὐτῇ ἢ τῆς ἐπιπολῆς ὑγρότητος δηκτικὸν ἢ πηκτικὸν ἢ ξηραντικὸν ἢ ἁπλῶς στρυφνό‐ τητά τινα ἠρεμαίαν καὶ μαλακήν. | |
Caus Plant.6.1.4 | Ἢ πάλιν ὡς Πλάτων καθόλου τὰς διαφορὰς τῶν δυνάμεων ἀποδί‐ δωσι τῷ συγκρίνειν καὶ διακρίνειν κεχρημένος τραχύ‐ τητι καὶ λειότητι καθ’ ἑκάστας δὲ διαιρεῖ τοῖς εἴδεσιν. | |
5 | Ὅσα μὲν οὖν κάει τὰ φλέβια καὶ ἀποξηραίνει τραχύ‐ νοντα στρυφνά· αὐστηρὰ δὲ τὰ τούτων ῥυπτικώτερα καὶ πᾶν τὸ περὶ τὴν γλώτταν ἀποπλύνοντα· ὅσα δὲ | |
ῥύπτει πέρα μὲν τοῦ μετρίου ὥστε καὶ ἀποτήκειν αὐτῆς τι τῆς φύσεως οἷον ἡ τῶν νίτρων δύναμις πικρά· | 290 | |
10 | τὰ δὲ ὑποδεέστερα τούτων καὶ ἐπὶ τὸ μέτριον τῇ ῥύ‐ ψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν. | |
Caus Plant.6.1.5 | Τὰ δὲ τῇ τοῦ στόματος θερ‐ μότητι κοινωνήσαντα καὶ λεαινόμενα καὶ συνεκπυρού‐ μενα καὶ πάλιν ἀντικάοντα φερόμενα δ’ ὑπὸ κουφότη‐ τος ἄνω πρὸς τὰς τῆς κεφαλῆς αἰσθήσεις καὶ τέμνοντα | |
5 | δριμέα· τὰ δὲ προλελεπτυσμένα ὑπὸ σηπεδόνος εἰς δὲ τὰς στενὰς φλέβας εἰσδυόμενα καὶ ἀνακυκῶντα καὶ ἀναζυμοῦντα καὶ ἀφρίζειν ποιοῦντα καὶ ἕλκειν ὀξέα. Τὸ δὲ σύμπασι τοῖς περὶ ταῦτα πάθος ἐναντίον οἰκεῖόν ἐστι τῆς γλυκύτητος· ὅταν γὰρ λεαίνῃ ἐπαλεῖφον τὰ | |
10 | τραχυθέντα καθιστᾷ δὲ καὶ συνάγῃ τὰ παρὰ φύσιν κεχυμένα τὰ δ’ αὖ συνεστῶτα διαχαλᾷ καὶ ἅπανθ’ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, γλυκύ. Οὗτος μὲν οὖν ὁ τρόπος ταῖς δυνάμεσι ἀφορίζει. | |
Caus Plant.6.1.6 | Δημόκριτος δὲ σχῆμα περιτιθεὶς ἑκάστῳ γλυκὺν μὲν τὸν στρογγύλον καὶ εὐμεγέθη ποιεῖ· στρυφνὸν δὲ τὸν μεγαλόσχημον τραχύν τε καὶ πολυγώνιον καὶ ἀπεριφερῆ· ὀξὺν δὲ κατὰ | |
5 | τοὔνομα τὸν ὀξὺν τῷ ὄγκῳ καὶ γωνοειδῆ καὶ κάμπυλον καὶ λεπτὸν καὶ ἀπεριφερῆ· δριμὺν δὲ τὸν περιφερῆ καὶ λεπτὸν καὶ γωνοειδῆ καὶ κάμπυλον· ἁλμυρὸν δὲ τὸν γωνοειδῆ καὶ εὐμεγέθη καὶ σκολιὸν καὶ ἰσοσκελῆ· πικρὸν δὲ τὸν περιφερῆ καὶ λεῖον ἔχοντα σκολιότητα | |
10 | μέγεθος δὲ μικρόν· λιπαρὸν δὲ τὸν λεπτὸν καὶ στρογ‐ γύλον καὶ μικρόν. Οἱ μὲν οὖν τρόποι τοσοῦτον δια‐ φέρουσι. | |
Caus Plant.6.2.1 | Τάχα δ’ ἂν δόξειεν ὥσπερ ἐλέχθη καὶ οὗτος ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων (ὁ) οὕτως ἀποδιδοὺς οἴεται τὰς αἰτίας ἀποδιδόναι δι’ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν ὁ δὲ λεαίνει καὶ | |
5 | ὁμαλύνει καὶ καθίστησιν ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δρᾷ. Πλὴν ἴσως ἐκεῖνα ἄν τις ἐπι‐ ζητήσειε παρὰ τούτων ὥστε καὶ τὸ ὑποκείμενον ἀπο‐ διδόναι ποιόν τι· δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν ἀλλὰ καὶ τὸ πάσχον ἄλλως τ’ εἰ καὶ μὴ πᾶσιν ὁ αὐ‐ | |
10 | τὸς ὁμοίως φαίνεται καθάπερ φησίν. Οὐθὲν γὰρ κω‐ λύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως. | |
Caus Plant.6.2.2 | Δῆλον γὰρ ὡς ἐν τῷ αἰσθητηρίῳ τίς ἐστιν ἑτέρα διάθεσις. Ἐπεὶ τό γε τοῦ χυμοῦ σχῆμα ταὐτὸ καὶ ἐν ἄλλῳ ἔοικεν οὐ ταὐτὸ δύνασθαι πανταχοῦ ποιεῖν. Εἰ δὲ τοῦτο ἀληθὲς | |
5 | δεῖ τι ἀνομοιότητος εἶναι τῶν ὑποκειμένων δι’ ὃ δὴ καὶ λεκτέον ὑπὲρ αὐτῶν. Ἅμα δὲ κἀκεῖνο φανερὸν ὡς οὐ μία τις δύναμις τοῦ αὐτοῦ σχήματος εἴ γε τἀ‐ ναντία πέφυκε ποιεῖν ἐν ἄλλῳ καὶ ἄλλῳ· τὸ μὲν γὰρ μὴ πάντα πρὸς τὴν αὑτοῦ δύναμιν ἄγειν οὐχ ὁμοίως | |
10 | ἄτοπον ὥσπερ οὐδὲ τὸ πῦρ κάειν. Εἰ δὲ καὶ ἐναντίως ἔνια διατίθεται τοῦτο πλείονος λόγου δεῖται. Καίτοι κἀκείνου δεῖ τινα λέγειν αἰτίαν. | |
Caus Plant.6.2.3 | Ἐπὶ γοῦν τοῦ πυ‐ ρὸς ὅσα μὴ δύναται κάειν ἢ τὸ ὕδωρ ὑγραίνειν ἔστι τις αἰτία καὶ λόγος· εἰ δὲ καὶ τοὐναντίον ἑκάτερον ἐποίει μᾶλλον ἂν ἐδεῖτο καὶ πλειόνων· τούτοις μὲν οὖν ὑπὲρ | |
5 | ἁπάντων τούτων λεκτέον· τοῖς δὲ κατὰ τὰς δυνάμεις ἐκεῖνο μόνον ἀναγκαῖον ποῖόν τι τῶν αἰσθητηρίων ἕκαστον. Δεῖ γὰρ εἰδέναι καὶ τὴν τούτων φύσιν καὶ διάθεσιν ἐπείπερ οὐχ ὁτιοῦν μόριον αἰσθητικὸν, ἴσως δὲ καὶ ὅταν ἐκ πλειόνων ἕν τι γένηται τὴν ἐκ θατέρου | 291 |
10 | δύναμιν καὶ οὐσίαν οὐ δεῖ λανθάνειν. Ἄτοπον δὲ κἀκεῖνο τοῖς τὰ σχήματα λέγουσιν ἡ τῶν ὁμοίων δια‐ φορὰ κατὰ μικρότητα καὶ μέγεθος εἰς τὸ μὴ τὴν αὐτὴν ἔχειν δύναμιν. | |
Caus Plant.6.2.4 | Οὐ γὰρ ἐπὶ τῆς μορφῆς ἀλλὰ τῶν ὄγκων αἱ δυνάμεις ... οὓς εἰς μὲν τὸ διαβιάσασθαι καὶ ἁπλῶς τὸ μᾶλλον καὶ τὸ ἧττον τάχ’ ἄν τις ἀποδοίη εἰς δὲ τὸ μὴ ταὐτὸ δύνασθαι μηδὲ ποιεῖν οὐκ εὔλογον· ἐπεὶ | |
5 | ἐν τοῖς σχήμασιν αἱ δυνάμεις· εἰ γὰρ ὁμοιοσχήματα ταὐτὸν ἂν εἴη τὸ ὑπάρχον ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Τὸ γὰρ τρίγωνον τὸ ποδιαῖον καὶ τὸ μυριόπουν ὁμοίως δυσὶν ὀρθαῖς καὶ τὸ τετράγωνον τέτταρσιν ὀρ‐ θαῖς. Καὶ ταῦτα μὲν καὶ κατὰ τὸ ποσὸν διάφορα· τὰ | |
10 | δὲ λόγῳ μὲν ὄντα τὰ αὐτὰ οἷον ἡ ἀσυμμετρία τῆς διαμέτρου τὸ δὲ ποσὸν διάφορον· ὥστ’ εἰ ἐκ τούτων ἢ ἀπὸ τούτων ἐγίνετο τὸ μὲν ποσὸν διάφορον ἂν ἦν τῷ δ’ εἴδει ἀδιάφορον. Ἀλλὰ γὰρ αἱ μὲν κατὰ τὰ σχή‐ ματα καὶ τὰς μορφὰς δυνάμεις πλείω καὶ περὶ πλειό‐ | |
15 | νων ἔχουσιν ἀπορίαν. | |
Caus Plant.6.3.1 | Ὅτι δ’ ἐναπομίξει πως ὁ χυμὸς καὶ ἡ ὀδμὴ καὶ ἐκ τῶνδε φανερόν· οὐδὲν γὰρ φαίνεται τῶν ἁπλῶν ἔχειν χυμὸν οὐδ’ ὀδμὴν ἐὰν μὴ λάβῃ μίξιν οἷον ὁ ἀὴρ ἢ πῦρ ἢ ὕδωρ· ἄχυμον γὰρ καὶ τὸ ὕδωρ καθ’ αὑτὸ, | |
5 | δι’ ὃ καὶ οἱ παλαιοί φασι δι’ οἵας ἂν γῆς ῥέῃ τοιοῦτον καὶ εἶναι. Καὶ ἡ θάλαττα δὲ καὶ τὰ νιτρώδη καὶ σαπρὰ καὶ ὀξέα τῶν ὑδάτων ἔχει τινὰ μίξιν ὧν ἐνίοις καὶ ἡ ὀσμὴ μάλιστα δὲ τῇ θαλάττῃ συνακολουθεῖ. Γῆ δὲ καὶ λίθος ἄχυμα πλὴν ἐάν τινα τοιαύτην λάβῃ μίξιν. | |
Caus Plant.6.3.2 | Καίτοι φαίνεταί γε ταῦτα μᾶλλον ἔχειν οἷον ὅσαι θ’ ἁλμώδεις καὶ ὅσαι καὶ ὡς ἡ τέφρα πικραὶ καὶ ἔνιαι γλυκεῖαι δοκοῦσιν εἶναι ὥσπερ καὶ ἡ ἄργιλος. Ἅμα δὲ καὶ οὐκ ἄλογον εἴπερ τῇ τοῦ γεώδους ἐναπομίξει | |
5 | γίνεται χυμός. Τὰ δὲ δὴ μεταλλευόμενα καὶ λίθων ἔνια γένη καὶ ὀσμὰς ἔχει πρὸς τοῖς χυμοῖς. Ἅπαντα δ’ οὖν ταῦτα μίξει τινὶ καὶ ἀλλοιώσει ἔγχυμα φαίνε‐ ται καὶ ὀσμώδη. Καὶ γὰρ ἡ τέφρα διὰ τὴν κατάκαυ‐ σιν ἐξαλλοιουμένη καὶ ὅσα πυροῦται λαμβάνει τινὰ | |
10 | χυμὸν τὰ μὲν ἁπλᾶ τὰ δὲ μιγνύμενα τοῖς ὑγροῖς. Ἡ μὲν οὖν φύσις ὅτι τοιαύτη καὶ πρότερον εἴρηται καὶ νῦν. | |
Caus Plant.6.3.3 | Ἐπεὶ δ’ ἐν τρισὶν οἱ χυμοὶ, —φυτοῖς τε γὰρ καὶ ζώοις εἰσί τινες καὶ ὀσμαὶ καὶ χυμοὶ κατὰ τὰς κράσεις, ἔτι δ’ ἐν τοῖς κατὰ τέχνης παρασκευήν τινα μιγνυμένοις ἢ καὶ αὐτομάτως ἀλλοιουμένοις ὁτὲ μὲν | |
5 | ἐπὶ τὸ βέλτιον ὁτὲ δ’ ἐπὶ τὸ χεῖρον ὥσπερ τῶν σηπο‐ μένων, —τὸ μὲν ὑπὲρ ἁπάντων τούτων εἰπεῖν κοινό‐ τερόν τε καὶ καθόλου μᾶλλόν ἐστιν ὑπὲρ δὲ τῶν φυσι‐ κῶν πρῶτον λεκτέον, ἀρχὴ γὰρ ἐν ἅπασιν ἡ φύσις, καὶ τούτων ὅσοι κατά τε τὰ ἁπλᾶ φαίνονται καὶ ὅλως | |
10 | τὰ ἄψυχα καὶ ὅσοι κατὰ τὰ φυτὰ καὶ τοὺς καρπούς. Καὶ γὰρ ταῦτα πρότερ’ ἄν τις τιθεῖτο τῶν ζώων ἅμα | |
δὲ καὶ ἡμῖν ἡ σκέψις ὑπὲρ τούτων οἷον συνεχὴς οὖσα τοῖς πρότερον. | 292 | |
Caus Plant.6.3.4 | Οἱ μὲν οὖν ἐν τῇ γῇ ξυνιστάμενοι χυμοὶ τῶν ὑγρῶν, οὗτοι γὰρ ἐμφανέστατοι, λέγω δ’ οἷον ὀξεῖς καὶ (ἁλμυροὶ) γινόμενοι μὲν δῆλον ὅτι διὰ τὰς αὐτάς πως ἢ παραπλησίας ἀνάγκας δι’ ἃς καὶ ἐν | |
5 | τοῖς φυτοῖς, οὐ μὴν οὔτε ἴσοι τὸ πλῆθος οὐδ’ ὅμοιοι τούτοις ἀλλὰ θολερώτεροι διὰ τὸ μὴ τὴν αὐτὴν πέψιν μηδ’ ὁμοίαν ἔχειν. Τὸ δὲ πλῆθος οὐ συμβλητοί. Πολλοὶ γὰρ οἱ τῶν καρπῶν καὶ ἀνόμοιοι χυμοὶ καὶ οὐδαμῶς ἔνιοί γε ἐμφαινόμενοι τοῖς ἐκ τῆς γῆς οἷον ὁ | |
10 | αὐστηρὸς καὶ δριμὺς καὶ ἄλλοι δὲ πλείους. | |
Caus Plant.6.3.5 | Εἰ μή τις λέγοι τῇ μίξει καὶ τῇ κράσει τῶν ἄλλων γίνεσθαι τούτους τοῖς δὲ γένεσιν εἶναι τοὺς αὐτούς· οὕτω δ’ ἂν εἴησαν ἄπειροι, ἄπειροι γὰρ οἱ λόγοι τῶν μίξεων. | |
5 | Καὶ ἔτι δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ διαφοραὶ δι’ ὃ καὶ οἱ ὁμογενεῖς πλείους οἷον αὐστηροὶ, λιπαροὶ, πι‐ κροὶ, γλυκεῖς, ὅθεν καὶ οἱ παλαιοὶ τῶν φυσιολόγων ἀπείρους ἐτίθεντο τοὺς χυμοὺς ὥσπερ καὶ Μενέστωρ· ὁποία γὰρ ἄν τις ἡ μίξις καὶ ἡ πέψις γένηται τοῦ | |
10 | ὑγροῦ ἐμφύτου τοιοῦτον εἶναι καὶ τὸν χυμόν. Οὐ μὴν ἀλλὰ βέλτιόν γε οἱ ὡρισμένους λέγοντες ἐκ τούτων δ’ ἤδη κατὰ τὰς μίξεις ποιοῦντες τὰς διαφοράς. Ἴδιος γοῦν τῶν ἐκ τῆς γῆς ὁ ἁλμυρός· οὐδ’ ἑνὸς γὰρ καρποῦ τοιοῦτος ἀλλ’ εἴπερ φύλλου καὶ καυλοῦ καὶ κελύφους. | |
15 | Ἀλλὰ περὶ μὲν τούτου τὴν αἰτίαν ὕστερον λεκτέον. | |
Caus Plant.6.4.1 | Αἱ δὲ ἰδέαι τῶν χυμῶν ἑπτὰ δοκοῦσιν εἶναι καθάπερ καὶ τῶν ὀσμῶν καὶ τῶν χρωμάτων, τοῦτο δὲ ἄν τις τὸν ἁλμυρὸν οὐχ ἕτερον τιθῇ τοῦ πικροῦ καθά‐ περ καὶ τὸ φαιὸν τοῦ μέλανος· ἐὰν δὲ χωρίζῃ συμβαί‐ | |
5 | νει τοῦτον ὄγδοον εἶναι. Γλυκὺς γὰρ καὶ λιπαρὸς καὶ πικρὸς καὶ αὐστηρὸς καὶ δριμὺς καὶ ὀξὺς καὶ στρυφνὸς ἀριθμοῦνται· προστίθεται δὲ καὶ ὁ ἁλμυρὸς ὄγδοος. Οἴονται δέ τινες καὶ τὸν οἰνώδη δεῖν. Ἔν τε γὰρ τοῖς καρποῖς ὑπάρχει πλείοσι καὶ ἐκ τῆς γῆς ἀναπιδύει | |
10 | τις ἐνιαχοῦ τοιοῦτος χυμός· ἔτι δ’ οὐδ’ ὥσπερ ὁ γαλακ‐ τώδης εἰς τὸν γλυκὺν ἂν τεθείη, —καὶ γὰρ οὗτος ἐν ἐνίοις ὡς εἶδος ἄν τι τιθοῖτο τοῦ γλυκέος, —οὕτω τὸν οἰνώδη τῶν ἄλλων τινὶ προσνεῖμαι ῥᾴδιον ἀλλ’ ἰδία τις ἡ φύσις καθ’ αὑτὴν ἐπιδεχομένη καὶ τὸ γλυκὺ καὶ τὸ | |
15 | στρυφνὸν καὶ αὐστηρόν. | |
Caus Plant.6.4.2 | Ἀλλὰ γὰρ τοῦτο μὲν οὐκ ἂν ἴσως διαφέροι πρὸς τὴν τῶν ἄλλων θεωρίαν. Ὁ δὲ ἀριθ‐ μὸς ὁ τῶν ἑπτὰ καιριώτατος καὶ φυσικώτατος. Πότερον δὲ τοὺς μὲν ὥσπερ ἀρχὰς τοὺς δὲ ὡς στερήσεις δεῖ | |
5 | λέγειν οἷον τὸν μὲν γλυκὺν καὶ λιπαρὸν καὶ ὅσοι σύ‐ στοιχοι τούτοις ἀρχὰς, ἐκ τούτων γὰρ αἱ γενέσεις καὶ αἱ τροφαὶ, τοὺς δ’ ἄλλους στερήσεις, ἢ πάντας φυσι‐ κούς; ἔοικε γὰρ εἰ μὲν εἰς τὸ ἄριστον δεῖ τάττειν τὴν φύσιν ἐν τούτοις εἶναι μόνον, ἅμα δὲ καὶ τὸ τῆς τρο‐ | |
10 | φῆς καὶ γενέσεως ἀληθινόν. Οὐδὲν γὰρ ὡς εἰπεῖν οὔτε τρέφεσθαι δοκεῖ διὰ τῶν ἑτέρων οὔτε γίνεσθαι. Εἰ δ’ εἰς τὸ πλείονα εἴδη εἶναι ἐκεῖνοί γε μᾶλλον ἢ οὐχ ἧττον κατὰ φύσιν, ὀλίγοι γὰρ ἐν τούτῳ τῷ μέρει. | |
Caus Plant.6.4.3 | Σχεδὸν δέ τι παρόμοιόν ἐστι τὸ ζητούμενον καὶ ἐπὶ τῶν ἄλλων ζώων πρὸς τὸν ἄνθρωπον πότερα | |
κατὰ φύσιν ἢ κατὰ στέρησιν τἆλλα. Καθάπερ γὰρ καὶ τούτων ἴδιαί τινες αἱ οὐσίαι καὶ τῶν φυτῶν | 293 | |
5 | ὁμοίως. Εἰ οὖν ἡ μὲν στέρησις ἐν ἀτελείᾳ τινὶ καὶ ἐνδείᾳ ταῦτα δὲ καὶ γεννᾷ καὶ ἐκτρέφει τὰ ὅμοια καὶ ἰσχυρότερα πολὺ τῶν ἑτέρων οὐκ ἂν εἴησαν κατὰ στέρησιν. Ἔτι δὲ ἔν γε τοῖς φυτοῖς ἅμα συμβαίνει μὴ τελεοκαρπεῖν καὶ ἧττον εἶναι πικρὰ τὰ ἐν τούτῳ | |
10 | τῷ γένει, καθάπερ ἐπὶ τοῦ κενταυρίου καὶ ἀψινθίου καὶ τῶν τοιούτων, ὡς ἐκεῖσε τῆς φύσεως φερομένης καὶ τὴν γλυκύτητα καθάπερ ἀπεψίαν τινὰ οὖσαν ἢ ἔλλειψιν πέψεως. | |
Caus Plant.6.4.4 | Ἀεὶ γὰρ ἡ φύσις ἐξομοιοῦν ἐθέλει τῷ ὑποκειμένῳ τοῦτο καὶ ἐν τοῖς ζώοις καὶ ἐν τοῖς φυτοῖς. Ποιεῖται γὰρ καὶ τροφὴ γίνεται πᾶσιν ὅταν κρατηθῇ τὸ λαμβανόμενον. Εἰ δὲ δὴ καὶ ἔνια | |
5 | τρέφεται διεφθαρμένοις τισὶν ὥσπερ καὶ τῶν ζώων ὧν καὶ ἡ γένεσις ἐκ τούτων οὐδ’ ἂν ἡ τῆς τροφῆς ἱκανὴ πίστις εἴη πρὸς τὸ κατὰ φύσιν οὐδ’ ἂν ἡ πρώτη σύ‐ στασις ἀλλ’ ἑκάστοις μεμερισμέναι κατὰ τὰς μίξεις. | |
Caus Plant.6.4.5 | Ἐπεὶ οὐδ’ οἱ γλυκεῖς χυμοὶ τρόφιμοι πάντες ἡμῖν, ἀλλ’ οἱ μὲν ἐκστατικοὶ καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ ῥίζα καὶ ἄλλαι τινὲς, οἱ δ’ ὑπνωτικοὶ πλείους δὲ δι‐ δόμενοι καὶ θανατηφόροι καθάπερ ὁ μανδραγόρας ἔνιοι | |
5 | δὲ ὁμολογουμένως ἐπιθάνατοι· πολλοὶ γὰρ ἤδη καὶ πολ‐ λαχοῦ ῥίζας φαγόντες ἃς ἠγνόουν γλυκείας τε τῇ γεύσει καὶ ἡδείας ἀπέθανον καὶ ἄλλα τοιαῦτα πλείω τυγχά‐ νει τὰ μὲν βλάπτοντα τὰ δὲ καὶ ὅλως ἀναιροῦντα τῶν κατὰ τὴν προσφορὰν ἡδέων ἢ ἀλύπων. | |
Caus Plant.6.4.6 | Ἔνια δὲ πάλιν ὠφελοῦντα τῶν ἀηδῶν καὶ πικρῶν οἷον καὶ τὰ ἄρτι λεχθέντα κενταύριον καὶ ἀψίνθιον καὶ ὅσα δὴ φαρμακωδεστέρους ἔτι τοὺς χυμοὺς ἔχει· πολλὰ γὰρ | |
5 | καὶ τούτων ὀνίνησι. Τῶν δὲ καὶ ὅλως ὁ χυμὸς ἄτρο‐ φος ὢν ὡσπερεὶ ἥδυσμα τῆς τροφῆς ἐστιν οἷον ὁ ἁλ‐ μυρὸς καὶ ὀξύς· οὐδὲ γὰρ δυνάμεθα κρατεῖν ἀκράτου καθάπερ οὐδὲ τῶν ἄλλων ἔνια ζώων δι’ ὃ καὶ τούτοις παρέχομεν τοὺς ἅλας. Ἔνια δὲ καὶ αὐτὰ ἑαυτοῖς | |
10 | εὑρίσκει τὰ πρόσφορα πρὸς τὴν τοιαύτην ἐπικουρίαν ὥσπερ καὶ οἱ ὀρνίθες ἤδη. Καὶ φανερὸν ἂν δόξειεν ὡς οὐκ ἔστιν ἁπλῶς μεμερισμένα τὸ μὲν ὥσπερ φυσικὸν τὸ δ’ ὡς ἐν στερήσει καὶ παρὰ φύσιν. | |
Caus Plant.6.4.7 | Ἀλλὰ καὶ τὸ ἡμῖν ἄτροφον ἑτέροις τρόφιμον καὶ τὸ ἄλλοις τρόφιμον ἄλλοις ἄτροφον. Ὡς γὰρ ἂν αἱ φύσεις ἔχωσι κατὰ τὰς κράσεις οὕτως καὶ αἱ τροφαὶ καθ’ ἕκαστον ἁρμόσουσιν. | |
5 | Ὁμοίως δὲ καὶ αἱ ἡδοναὶ καὶ αἱ λύπαι καὶ αἱ βοήθειαι πρὸς τὰ πάθη καὶ τὰς διαθέσεις ὃ καὶ φανερὰ ποιοῦντα πολλὰ τῶν ζώων ἐστὶν οὐ πρὸς τὰ συμβαίνοντα πάθη μόνον αὐτομάτως ἀλλὰ καὶ κατ’ αὐτὰς τὰς ἐδωδὰς ὅταν ἄλλο φάγωσιν ἕτερον ἐπεσθίοντα καθάπερ οἱ | |
10 | ἔχεις τὸ πήγανον ὅταν τὸν σκόρδον. | |
Caus Plant.6.5.1 | Ἔχει δὲ καὶ κατὰ τὰς ὀσμὰς ὁμοίως· ἄλλαι γὰρ ἄλλοις ἐναντίαι καὶ οὐ πρόσφοροι καὶ οὐ μόνον εἰς τὸ μὴ δεῖσθαι μηδὲ ζητεῖν ἀλλ’ ὑπὸ τῶν ἡδίστων ἡμῖν ἀναι‐ ρεῖσθαι καθάπερ οἱ γύπες ὑπὸ τῶν μύρων καὶ οἱ κάνθα‐ | |
5 | ροι ὑπὸ τῶν ῥόδων. Πολεμοῦσι δὲ δὴ σφόδρα καὶ αἱ μέλιτται τοῖς μεμυρισμένοις. Ὅλως μὲν γὰρ ἢ οὐδὲν ἢ | |
βραχύ τι πάμπαν ἐστὶν ἐν τοῖς ἄλλοις ζώοις τὸ τὴν εὐωδίαν δίωκον αὐτῆς χάριν, ἀλλ’ εἴπερ κατὰ συμβεβηκὸς ὧν ἡ τροφὴ τοιαύτη· πρὸς ταύτην γὰρ ἦν ἡ ἐπιθυμία καὶ | 294 | |
10 | ταύτης. | |
Caus Plant.6.5.2 | Εἰ δ’ ἄρα καὶ τοιοῦτόν ἐστιν ἡμῖν γε οὐ σαφές. Ἐπεὶ καὶ τὴν πάρδαλιν τοῖς μὲν ἄλλοις ἡδύ φασιν ὄζειν δι’ ὃ καὶ θηρεύειν αὐτὴν κατακειμένην καὶ ταύτῃ προσαγομένην, ἡμῖν δ’ οὐδεμίαν εὐωδίαν | |
5 | ἐμφαίνει· εἰ μὴ κἀκεῖνο ἀληθὲς ὥσπερ ἐστὶν ἀληθὲς ὅτι χειρίστην ἔχομεν πάντων τὴν ὄσφρησιν. Καὶ διὰ τοῦτο ὡς εἰπεῖν πολλαὶ λανθάνοιεν ἂν ἡμᾶς ὀσμαὶ καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ τὰ κατὰ ταύτας. | |
Caus Plant.6.5.3 | Ὃ δ’ ἄν τῳ δόξειεν ἄτοπον εἶναι τὸ τὰ ἄλλα ζῶα σαφεστέ‐ ραν ἔχοντα μηδ’ αἰσθάνεσθαι μηδὲ κρίνειν τὰς εὐωδίας οὐκ ἔστιν ἄτοπον. Τάχα μὲν γὰρ καὶ αἰσθάνονται | |
5 | πρὸς δὲ τὴν φύσιν αὐτῶν οὐχ ἁρμόττουσιν ἀλλὰ καὶ ἐναντίαι καθάπερ ἐπὶ τῶν γυπῶν ἐλέχθη καὶ ὡς τὰ ἔντομα πάντα ὑπὸ τοῦ ἐλαίου βαρύνεται· φεύγει γὰρ αὐτὰ τὴν ὀσμήν. Ἕτερα δ’ ὑφ’ ἑτέρας τινὸς ἴσως. Ἄλογον δ’ ἐνταῦθα δόξειεν ἂν συμβαίνειν πρὸς ἐκείνην | |
10 | τὴν ὑπόθεσιν εἰ ὁ λιπαρὸς τοῦ γλυκέος εἶδος ἔνια δὲ προσφιλέστατα τῷ γλυκεῖ καθάπερ οἱ κνῖπες ... οὐδὲν γὰρ τῶν οἰκείων φθαρτικὸν εἰ μὴ ταῖς ὑπερβολαῖς. | |
Caus Plant.6.5.4 | Ἀλλὰ τούτου μὲν τὴν αἰτίαν ἐν τῇ δριμύτητι ληπτέον ὥσπερ καὶ τῆς ὀριγάνου καὶ τῶν τοιούτων· ἅπαντα γὰρ φεύγει. Τὸ δὲ μὴ αἰσθάνεσθαι καθάπερ λέγουσιν οὐ σαφὲς ἡμῖν· εἰ μὴ ἄρα καὶ τοὺς πόρους ἐνταῦθα | |
5 | ἄν τις αἰτιάσαιτο καθάπερ ἔνιοι τῶν φυσικῶν τῷ ἢ ἁρμόττειν ἢ μή· δι’ ὃ καὶ διαιροῦσι τοῖς μεγέθεσι τὰ μὲν μικρὰ φάσκοντες τῶν τοιῶνδε αἰσθάνεσθαι τὰ δὲ μείζω τῶν τοιῶνδε μᾶλλον οὐχ ἱκανὴν οὐδ’ οἰκείαν ἴσως διαίρεσιν διαιροῦντες. Οὐδ’ ἐν τοῖς πόροις ἡ | |
10 | αἴσθησις ἀλλὰ μᾶλλον πρὸς τὴν διάθεσιν καὶ τὴν κρᾶ‐ σιν τό τε πάθος ἀποδοίη καὶ τὴν ἀπάθειαν ἐν οἷς τὸ ἡδὺ καὶ τὸ λυπηρόν. | |
Caus Plant.6.5.5 | Ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ἀνθρώπων· οὐ γὰρ πᾶσιν αἱ αὐταὶ προσφιλεῖς ἀλλὰ μᾶλλον ἐν ταῖς κακώδεσι καὶ βαρείαις ὧν ἔνιαί γε κοιναὶ πᾶσιν οἷον αἱ ἔκ τινων ἐκπνέουσαι χασμά‐ | |
5 | των καὶ ἄντρων θανατηφόροι τοῖς προσπελάζουσιν. Εἰ δ’ ἄρα καὶ αὗται τοῖς ἀναπνευστικοῖς μόνον ἀλλὰ τοῦτό γε φανερὸν ὥσπερ ἐπὶ τῶν χυμῶν ὅτι καὶ ὀσμαί τινες ἑκάστοις εἰσὶν οἰκεῖαι καὶ ὅτι τὸ εὐῶδες τὸ μὴ κατὰ τὴν τροφὴν ὀλίγοις ἢ οὐδενὶ προσφιλές· εἰ δὲ δή | |
10 | τινι καὶ συμφέρον ἀδηλότερόν ἐστιν. Ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ πλέον εἴρηται τῶν ὑποκειμένων, ὅθεν δὲ ὁ λόγος ἐκεῖσε ἐπανιτέον. | |
Caus Plant.6.5.6 | Ἑκάστου τῶν χυμῶν καὶ τῶν ὀσμῶν ἐστί τις φύσις ὥσπερ καὶ τῶν ζώων ἣ πρὸς ἑκάστην διάθεσιν ἁρμόττει καὶ κρᾶσιν. Οὐ μὴν ἀλλ’ ὥστε καθόλου καὶ κοινῶς εἰπεῖν οἱ γλυκεῖς καὶ οἱ | |
5 | κατὰ ταύτην τὴν συστοιχίαν τροφιμώτεροι καὶ μᾶλλόν εἰσι κατὰ φύσιν· ἐναντίον μέντοι, τάχα δ’ οὐκ ἀκόλου‐ θον ἔσται τὸ ἀνάλογον, ὅτι χυμὸς μὲν ἅπασι προσ‐ φιλὴς ὁ γλυκὺς ὀσμὴν δὲ οὐκ ἔστιν οὕτω λαβεῖν, οὕτω γε τῷ γένει λαμβάνοντας εἰ μή τις ἄρα λανθά‐ | |
10 | νει διὰ τὴν ἡμετέραν ἀσθένειαν τῆς αἰσθήσεως. | |
Ἴσως δ’ οὐδὲ τὸ περὶ τοῦ γλυκέος εἰρημένον ἁπλῶς ἀληθές. Ὑπὲρ μὲν οὖν τούτων ἀρκείτω τὰ εἰρη‐ μένα. | 295 | |
Caus Plant.6.6.1 | Τῶν δὲ φυτῶν μᾶλλον δὲ πάντων ἐν οἷς οἱ χυμοὶ διὰ τί μὲν ἕκαστα τούτους ἔχει λέγω δ’ οἷον γλυκεῖς ἢ πικροὺς ἢ λιπαροὺς τὴν πρώτην αἰτιατέον σύστασιν ὑπὲρ ἧς οἱ μὲν τοῖς σχήμασι διορίζοντες | |
5 | ὥσπερ Δημόκριτος οἴονται λέγειν τινὰς αἰτίας ὁμοίως δὲ καὶ εἴ τις κατ’ αὐτὴν ἔχει τὸν ἴδιον ἀποδοῦναι περὶ ἑκάστου λόγον· οἱ δὲ κατὰ πέψιν καὶ ἀπεψίαν διαι‐ ροῦντες τὰ γλυκέα καὶ τὰ πικρὰ καὶ τὰ ἄλλα τάχ’ ἂν δόξειαν κωλύειν τὰ μικρῷ πρότερον ἡμῖν εἰρημένα· | |
10 | πέψει γὰρ πρότερόν τινι φαίνεται πάντ’ ἐξομοιοῦσθαι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζώοις. | |
Caus Plant.6.6.2 | Ἀλλὰ τούτοις ὁμοίως λεκτέον ὅτι καὶ οἱ γλυκεῖς καὶ οἱ ἁπλῶς τρόφιμοι χυ‐ μοὶ καὶ αἱ ὀσμαὶ αἱ εὐώδεις πέψει τινὶ γίνονται καὶ κατεργασίᾳ καὶ ὅτι μᾶλλον ὡς τῷ γένει λαβεῖν πε‐ | |
5 | πεμμένα τῶν ἑτέρων· δηλοῖ δὲ καὶ ἐπ’ αὐτῶν τῶν ὁμογενῶν· καὶ γὰρ εὐχυλότερα καὶ εὐοσμότερα τὰ πεπεμμένα τῶν ἀπέπτων ἑκατέρων πεττομένων κατὰ τὴν οἰκείαν πέψιν. Ὑπὲρ μὲν οὖν τούτων ἐν τοῖς ἑπομένοις ἔσται φανερώτερον. | |
Caus Plant.6.6.3 | Τῶν δ’ ἄλλων ἐκεῖνο δεῖ λαβεῖν πρῶτον ὃ κοινόν ἐστι τῆς τῶν φυτῶν οὐσίας. Πάντα γὰρ ἐν τῇ γενέσει τῶν χυμῶν μεταβάλλει κατὰ τὴν πέψιν ἐξ ἄλλων εἰς ἄλλους χυ‐ | |
5 | μοὺς ὡς μὲν ἁπλῶς εἰπεῖν ἐκ τῶν στερητικῶν εἰς τοὺς κατ’ εἶδος οἷον ἐκ πικρῶν καὶ στρυφνῶν εἰς γλυκεῖς καὶ λιπαροὺς καὶ εἴ τις ἄλλος ὁμόστοιχος· ὡς δὲ καθ’ ἕκαστον ὡς ἂν ἡ διάκρισις ἔχῃ τῆς φύσεως, καὶ τὰ μὲν εἰς πλείους τὰ δ’ εἰς ἐλάττους· τὰ μὲν γὰρ ἐκ τοῦ | |
10 | πικροῦ καθάπερ ἐλάα συνεκβαίνουσα πρὸς τὸ στρυφνόν. Τὰ δ’ ἐκ τοῦ στρυφνοῦ καθάπερ ἄπιοι καὶ τἆλλα· καὶ γὰρ τὰ ὀξέα πρότερον στρυφνά· τὰ δ’ ἐκ τοῦ στρυφνοῦ πρῶτον εἰς τὸν ὀξὺν εἶτ’ ἐκ τοῦ ὀξέος εἰς τὸν γλυκὺν ὥσπερ βότρυς. | |
Caus Plant.6.6.4 | Ὡς γὰρ ὅλως εἰπεῖν πλείστας ἀλλοιώσεις οὗτος λαμβάνει καὶ ὅλως οἱ οἰνώδεις χυλοί. Τὸ μὲν γὰρ πρῶτον ὥσπερ ὑδατώδης γίνεται μετὰ δὲ ταῦτα στρυφνὸς εἶτ’ ὀξὺς εἶτ’ ἔσχατον γλυκύς. Ὡσαύ‐ | |
5 | τως δὲ καὶ τὸ συκάμινον· ἐκ στρυφνοῦ γὰρ ὀξὺ καὶ ἐξ ὀξέος γλυκὺ καὶ ἐπ’ ἄλλων δὲ τοῦτο συμβαίνει· τῆς γὰρ οἰνώδους γλυκύτητος ἐγγυτάτω κεῖται τὸ ὀξύ. Δι’ ὃ καὶ οἱ ἀποροῦντες δι’ ὅτι τὸ συκάμινον ἐρυθρὸν ὂν ὀξύτερόν ἐστιν ἢ λευκὸν ἐγγυτέρω τῆς πέψεως ὂν οὐκ | |
10 | ὀρθῶς ἀποροῦσι· τότε γὰρ οἷον γένεσίς ἐστιν αὐτοῦ τοῦ οἰκείου χυμοῦ. Λευκοῦ δ’ ὄντος ἡ στρυφνότης πλέον ἀπηρτημένη καὶ κοινοτέρα. Διὰ τοῦτο γὰρ καὶ ἐνταῦθα ὅταν ᾖ ξηρότερόν ἐστιν· ἐρυθραινόμενον δὲ ἐξυγραίνεται καθάπερ ἔγχυλον γινόμενον. | |
Caus Plant.6.6.5 | Ὅλως γὰρ πᾶν τὸ περικάρπιον ξηρὸν (ὂν) τὸ πρῶτον ἀνυγραίνεται καὶ ἔστι γένεσις αὕτη τῶν χυλῶν ἐπιρρέοντος καὶ ὥσπερ διηθουμένου πλείονος ἀεὶ τοῦ ὑγροῦ καὶ ἀεὶ συναύξον‐ | |
5 | τος ᾗ καὶ στρυφνὰ τὰ πολλὰ κατ’ ἀρχὰς οὐκ ἀλόγως ἅτε καὶ ξηρὰ ὄντα. Ξηρότατα δὲ δοκεῖ τῶν ὑγρῶν ὧν ὀπώδης ἡ ὑγρότης ὥσπερ τῆς συκῆς κατὰ τὸ πά‐ | |
χος. Τούτοις μὲν οὖν ὥσπερ ὑλικοί τινές εἰσιν οἱ κατὰ τὰς στερήσεις ἐξ ὧν ἡ μετάβασις εἰς τὴν πέψιν, τοῖς | 296 | |
10 | δ’ οἷον οὐσία ταῦτα καὶ τέλη· πολλοὶ γὰρ καὶ πικροὶ καὶ στρυφνοὶ κατὰ φύσιν καὶ ὀξεῖς ὧν ἐξ ἀρχῆς ἧττον ἔγχυμος ἡ ὑγρότης. | |
Caus Plant.6.6.6 | Ἅπαντες δέ πως ἐμφαίνου‐ σιν οἱ καρποὶ καὶ τὸν τοῦ φυτοῦ χυλὸν, ὅπερ ἴσως ἀναγκαῖον ἐξ ἐκείνου γενομένους, ὠμοὶ μὲν ὄντες μᾶλ‐ λον πεπαινόμενοι δ’ ἧττον ἅτε καὶ τῆς ἐκκρίσεως ἀεὶ | |
5 | καθαρωτέρας γινομένης. Καὶ τῶν μὲν τοιαύτη τις σύστασις. Ἐνίων δ’ ὥσπερ ἄχυμος ἡ πρώτη καὶ ὑδατώδης οἷον τῶν σιτωδῶν ὥσπερ πυροῦ καὶ κριθῆς καὶ τῶν ὁμοίων. Ὧν δὴ καὶ ἡ τελέωσις εὐθὺς ἐκ ταύτης οὐ λαμβάνουσα πλείους μεταβολάς. Οὐ γὰρ οὐδ’ | |
10 | ἡ γλυκύτης πόρρω ταύτης ὥστε μὴ δεῖσθαι πλειόνων. | |
Caus Plant.6.6.7 | Δι’ ὃ καὶ φαίνεται διττή τις ἡ γένεσις εἶναι τῶν χυμῶν ἑκατέρα κατὰ τὰς ὑποκειμένας φύσεις· ἡ μὲν γὰρ ἐξ ἀπέπτων καὶ πλειόνων μεταβάλλουσα πρὸς τὴν τελέωσιν ἡ δὲ ὥσπερ ἄχυμος καὶ ἀειδὴς ἐν ἁπλῇ | |
5 | τινι γενέσει καὶ ἀλλοιώσει διὰ τὴν ὑποκειμένην φύσιν· ὧν ἑκάτερον ὡς ἁπλῶς εἰπεῖν τὸ μὲν ἐν τοῖς ἐπετείοις μᾶλλον τὸ δ’ ἐν τοῖς δένδροις ἐστὶν ὡς πλείονος δεομέ‐ νων πέψεως. | |
Caus Plant.6.6.8 | Τάχα δ’ ἀληθέστερον ἐκείνως ἀπο‐ δοῦναι καὶ μὴ ἐπετείοις καὶ δένδροις ἀλλ’ ὅλως τῇ κράσει διορίζοντας· ὁποία γὰρ ἄν τις αὕτη τυγχάνῃ αἱ μεταβολαὶ συνακολουθήσουσι κατὰ λόγον· ἐπεὶ καὶ | |
5 | ἡ ἀμυγδάλη τὸ πρῶτον ὑδατώδης ἕως ἂν ᾖ χλωρὰ, ξηραινομένη δὲ λῖπος λαμβάνει· καὶ ἄλλα δέ τινα τῶν καρυωδῶν· ὧν καὶ τὰ κελύφη στρυφνὰ τῶν δὲ καὶ ὀξέα καθάπερ τῶν ἀμυγδαλῶν ὡς ἐνταῦθα παντὸς ἐκ‐ κρινομένου τοῦ περιττωματικοῦ καὶ γεώδους. | |
Caus Plant.6.6.9 | Ἡ δ’ οὖν φύσις ἔοικεν ὥσπερ ἐκ μεμιγμένων τινῶν χυ‐ μῶν ἐκκρίνειν τῇ πέψει τὸν ἁπλοῦν ᾗ καὶ δόξειεν ἂν ἐναντίως ἢ ἐπὶ τῶν ἄλλων. Ἐν μὲν γὰρ τοῖς ἄλλοις | |
5 | ἐκ μίξεως ἡ γένεσις ἐνταῦθα δ’ ὥσπερ ἐξ ἀφαιρέσεως καὶ χωρισμοῦ, καὶ ἔνθα μὲν ἐκ τῶν ἀρχῶν ἔνθα δ’ αὐτῆς τῆς ἀρχῆς· ἀρχὴ γὰρ τὸ γλυκὺ, τούτου δ’ ἡ πέψις ὡς ἁπλῶς εἰπεῖν. | |
Caus Plant.6.6.10 | Ἀλλὰ ταῦτα μὲν ἴσως ἄλλην τινὰ ἔχει θεωρίαν. Ἔπειτα κἀκεῖνο ἄτοπον εἰ οἱ χυμοὶ πάντες ἐκ τοῦ πικροῦ καὶ γλυκέος μιγνυ‐ μένων ὥσπερ ἐκ τῶν στοιχείων τὰ σώματα. Πάλιν | |
5 | δ’ αὖθ’ ἕτερον εἰ ἐκ μὲν τούτων μηδὲν ταῦτα δὲ ἐκ τῶν ἄλλων· οὐ γὰρ ἀρχῶν ἡ τοιαύτη φύσις· εἰ μὴ ἄρα πλεοναχῶς αἱ ἀρχαὶ καὶ κατὰ πλείους τρόπους ὅπερ ἔοικεν ὥσπερ κατὰ συστοιχίαν ἐνίων λεγομένων. Ἀλλ’ οὖν δὴ τούτων μὲν πέρι λόγος ἕτερος. | |
Caus Plant.6.7.1 | Αἱ δὲ γενέσεις τῶν χυμῶν ἐν τοῖς εἰρημένοις τρόποις ἢ ἐκ τοῦ εἴδους εἰς εἶδος ἢ ἐκ τῶν ἐναντίων εἰς τοὺς ἐναντίους ἀλλοιουμένων. Κοινὴ δ’ ἡ ὕλη πάντων τὸ ὑγρόν· ἀλλοιοῖ δὲ καὶ ποιεῖ τὸ θερμὸν τὸ ἐν | |
5 | αὐτῷ καὶ τὸ τοῦ ἡλίου. Τοῦτο γὰρ ὥσπερ εἴρηται μάλιστα τῶν φυτῶν οἰκεῖον οὐχ ὥσπερ τῶν ζώων τὸ ἐν αὐτοῖς· ἐπεὶ μεταβολαί γε καὶ ἀλλοιώσεις καὶ ἐν ἐκείνοις εἰσὶ τῶν χυλῶν. | |
Caus Plant.6.7.2 | Δημοκρίτῳ μέν γε πῶς ποτε ἐξ ἀλλήλων ἡ γένεσις ἀπορήσειεν ἄν τις. Ἀνάγκη | |
γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρ‐ | 297 | |
5 | χόντων τῶν τε τοῦ στρυφνοῦ καὶ ὀξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι τὰ τῶν πρότερον ἀεὶ θάτερα δὲ ὑπο‐ μένειν τὰ οἰκεῖα καθ’ ἕκαστον, ἢ τρίτον τὰ μὲν ἐξιέναι τὰ δ’ ἐπεισιέναι. Ἐπεὶ δ’ ἀδύνατον μετασχηματί‐ ζεσθαι, τὸ γὰρ ἄτομον ἀπαθὲς, λοιπὸν τὰ μὲν εἰσιέναι | |
10 | τὰ δ’ ἐξιέναι ἢ τὰ μὲν ὑπομένειν τὰ δ’ ἐξιέναι. Ἄμφω δὲ καὶ ταῦτα ἄλογα· προσαποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν. Ἀλλὰ γὰρ τούτου μὲν ὑπὲρ πλειόνων ἴσως ὁ λόγος· ἁπάντων γὰρ οὕτω ποιεῖ τὰς γενέσεις οἷον οὐσίας, ποσοῦ, ποιότητος. | |
Caus Plant.6.7.3 | Τῶν δ’ ἄλλων ἡ ὑπὸ τοῦ θερμοῦ πέψις γινομένη τὰ μὲν ἐκ‐ κρίνει καὶ διατμίζει τὰ δὲ παχύνει καὶ συνίστησι τὰ δὲ λεπτύνει τὰ δ’ ὡς ἁπλῶς εἰπεῖν ἀλλοιοῖ καθάπερ | |
5 | καὶ ἐν τοῖς πυρουμένοις. Ὅλως δὲ τοῦτο ληπτέον ὅτι πάντες ἐνυπάρχουσιν οἱ χυμοὶ δυνάμει, προσιούσης δὲ μεταβολῆς τότε γίνεσθαι καὶ εἶναι κατ’ ἐνέργειαν· πεφθέντων δ’ οἱ μὲν εὐθὺς φανεροὶ τῇ αἰσθήσει καθά‐ περ ὁ γλυκὺς καὶ ὁ λιπαρός· καὶ γὰρ ἀποπιεζόμενος | |
10 | οὗτός γε ἐξ ἐνίων ῥεῖ καὶ χωρισμὸς ἔκ γε τῶν πλείσ‐ των οὕτως αὐτοῦ. | |
Caus Plant.6.7.4 | Οἱ δ’ οὐχ ὁμοίως ἔνδηλοι κα‐ θάπερ ὁ οἰνώδης ἐν τῷ μύρτῳ· ἔτι δ’ ἧττον ὁ λιπαρός· ἔχει γὰρ καὶ τοιοῦτον ὃς ἐφίσταται τῷ οἴνῳ σακκιζο‐ μένῳ καὶ ἀφαιροῦσιν αὐτὸν καὶ κάουσιν ἐπὶ τῶν | |
5 | λύχνων. Ἀκρατέστεροι δὲ πάντες γίνονται χωρισθέντες τῶν περικαρπίων καὶ ὅσοι δὲ χρονίζονται μᾶλλον. Τότε γὰρ ἥ τε τοῦ ὑδατώδους ἀποπνοὴ καὶ ἡ τοῦ γεώδους ὑπόστασις καὶ τὸ ὅλον ἡ τοῦ θερμοῦ τοῦ ἐν αὐτῷ δύναμις· ἐπεὶ καὶ ἀφαιρεθέντων τῶν καρπῶν ἐν | |
10 | αὐτοῖς τούτοις ἀλλοιοῦνται καὶ τά γε κάρυα καὶ ὅσα γε τοῦτον τὸν τρόπον ἐλαιώδη χρονιζόμενα μᾶλλον ἐξε‐ λαιοῦται διὰ τὰς εἰρημένας αἰτίας | |
Caus Plant.6.7.5 | ᾟ καὶ φανερὸν ὥσπερ ἐλέχθη δι’ ὅτι δυνάμει πάντες ἐνυπάρχουσι τὰς δ’ ἐνεργείας αἱ ἀλλοιώσεις ποιοῦσιν. Εἰσὶ δ’ ὥσπερ ἐν αὐτοῖς τοῖς περικαρπίοις ὡρισμέναι μεταβολαὶ χωρισ‐ | |
5 | θέντων ὁμοίως εἴς τε τοὺς κατὰ τὰς πέψεις καὶ εἰς τοὺς κατὰ τὰς φθοράς. Μάλιστα δὲ τοῦτ’ ἔνδηλον ἐπὶ τοῦ οἴνου· καὶ γὰρ παριστάμενος καὶ ἐξιστάμενος καὶ οἷον γηράσκων ἐν ὡρισμένοις τισὶ μεταβάλλει χυμοῖς· ἀλ‐ λοιωθεὶς γὰρ ὁ μὲν ὥσπερ κατὰ φύσιν ὁ παλαιούμενος | |
10 | ἐκπεπίκρωται. Τοῦτο δὲ συμβαίνει δι’ ὅτι τὸ πότιμον ὁ ἀὴρ ἐξάγει καὶ τὸ περιέχον· ἀπιόντος γὰρ τούτου κα‐ ταλείπεται τὸ γεῶδες καὶ πικρόν. Ὁ δ’ ὥσπερ βίᾳ καὶ παρὰ φύσιν εἰς τὸ ὀξὺ, τοῦτο γὰρ ἐναντίον. Ἔχει δὲ καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως. | |
Caus Plant.6.7.6 | Συμβαίνει δὲ τῷ οἴνῳ τὴν ἐκστατικὴν ταύτην ποιεῖσθαι φθορὰν ἐξ οὗπερ καὶ ἡ φυσικὴ γένεσις· ἐκ γὰρ τοῦ ὀξέος καὶ εἰς τὸ ὀξὺ καθάπερ εἰς τὴν ὕλην ἀναλυόμενον μεταβάλ‐ | |
5 | λει. Καὶ ἀποκαθίστασθαι πάλιν συμβαίνει μὲν ὡσαύ‐ τως, σπανίως δὲ καὶ μάλισθ’ ὅταν ἢ θαλαττωθῇ ἢ ἐπὶ τῆς τοῦ ἄστρου ἐπιτολῆς παρακινήσῃ· καὶ γὰρ τότε παραπλήσιον τὸ πάθος ἂν μὴ γένηται σφοδρόν· ἀλλ’ ὑπὲρ μὲν τῶν τοιούτων ἐν τοῖς ἑπομένοις οἰκειότερον | |
10 | ἐπελθεῖν. | |
Caus Plant.6.7.7 | Ἡ δὲ φθορὰ καὶ ἡ ἀλλοίωσις ἐν τεταγ‐ μένοις πάθεσιν· ἐπεὶ καὶ τὸ μὲν διαφθειρόμενον ἐξυ‐ γραίνεται, πολλάκις δὲ ἐξοξύνεται, γηράσκον δὲ καὶ χρονιζόμενον ἀποξηραίνεται καταλειπομένου καὶ ἐν‐ | 298 |
5 | ταῦθα τοῦ γεώδους. Ὅλως δ’ αἱ φθοραὶ πάντων ἢ καταμίξει τοῦ ἀλλοτρίου ἢ ἐκλείψει τοῦ οἰκείου διὰ χρόνον. Αἱ δὲ καταμίξεις ὁτὲ μὲν τῶν ἔξω τινὸς μιχθέντος ὁτὲ δὲ τῶν αὐτοῦ νοσήσαντός τινος καὶ πλεο‐ νάσαντος. Τάχα δ’ ἀληθέστερον εἰπεῖν ὅτι κινηθέν‐ | |
10 | τος τινὸς καὶ διαφθαρέντος ὑπὸ τῶν ἐκτός. | |
Caus Plant.6.7.8 | Οὕτως γὰρ καὶ ἡ τῶν περικαρπίων φθορὰ καὶ αὐτῶν τῶν ὑγρῶν οἷον οἴνου, γάλακτος. Οὐδὲν δ’ ἧττον τεταγ‐ μένη καὶ ἐπὶ τούτων ἡ μετάβασις· ἐναντία γὰρ πᾶσιν, | |
5 | αἱ δὲ ἐναντιότητες πλείους· ὥστε τοῦτο μὲν φανερόν. Ἡ δὲ πέψις πάντων τῶν καρπῶν γίνεται μὲν ὑπὸ τοῦ θερμοῦ καθάπερ εἴρηται, δοκεῖ δὲ τῶν ὀψικάρπων ὑπὸ τοῦ ψύχους διὰ τὴν ὥραν. Πέττει γὰρ ὥσπερ ἀεὶ λέγομεν τὸ θερμὸν ἀντιπεριϊστάμενον. | |
Caus Plant.6.8.1 | Ἴδιον δ’ ἐπὶ τῆς ἐλάας τὸ συμβαῖνον εἴπερ ἀληθές· λέγουσι γὰρ ὡς οὐδὲν πλεῖον ἴσχει τοὔλαιον μετ’ Ἀρκτοῦρον ἢ ὅσον λαμβάνει τοῦ θέρους· ἅμα δὲ καὶ ὁ πυρὴν τότε γίνεται σκληρὸς μεθ’ ὃν οὐκέτι δύ‐ | |
5 | νανται τὸ ὑγρὸν ἐξελαιοῦν. Ὥστ’ εἰ μὲν τῷ φυσικῷ δεῖ πάθει καὶ συμπτώματι τὸν ὅρον λαμβάνειν τῷ πυρῆνι ληπτέον, εἰ δὲ τῇ ὥρᾳ τῇ τοῦ ἄστρου δύσει. Τάχα δ’ ἄμφω συμβαίνει διὰ τὴν αὐτὴν αἰτίαν τοῦ μὲν οἷον πεττομένου ... | |
Caus Plant.6.8.2 | Διαμφισβητοῦσι δέ τινες τῷ εἰκότι προσάγοντες ὡς ἄτοπον τὸ μηδὲν πληθύεσθαι τῆς τροφῆς καὶ ὑδάτων ἐπιγινομένων καὶ τῇ αἰσθήσει· φανερὸν γὰρ εἶναι καὶ τῇ πείρᾳ· λευκὰς γὰρ τριβομέ‐ | |
5 | νας ἔλαττον ἀφιέναι· πασῶν γὰρ ἄριστα ῥεῖν τὰς ἐσχά‐ τας συλλεγομένας καὶ κεχεισμασμένας τε μάλιστα καὶ τετελεωμένας· διὰ γὰρ τὴν τελέωσιν καὶ διὰ τὸ κεχειμάσθαι τοῦ ὑδατώδους ἀφῃρημένου τὸ λοιπὸν ἐκ‐ πέττεσθαι μᾶλλον· ὁ μὲν οὖν λόγος ὁ ἀντιλεγόμενος | |
10 | οὗτος. | |
Caus Plant.6.8.3 | Ἐνδέχεσθαι δὲ δοκεῖ καὶ φαίνεσθαι πλεῖον διὰ τὸ ὑδατῶδες καὶ τὴν ἀμόργην· ἐπεὶ ὅτι γε ἔχουσι τὸ ἔλαιον πρὸ τοῦ μελανθῆναι φανερὸν καὶ ὅτι καθα‐ ρώτερον καὶ λευκότερον· ἐκ γὰρ τῶν φαυλίων ὠμῶν τὸ | |
5 | λευκόν· τὸ δ’ ἐμφαίνειν τινὰ πικρότητα τῶν λευκῶν θλιβομένων οὐδὲν ἄτοπον εἰ ὕστερον ἐκπεφθεῖσα παύε‐ ται. Τοῦτο γὰρ οὐκ ὀλιγότητος καὶ πλήθους σημεῖον ἀλλ’ ὅτι συναπολαύει τι τοῦ πέριξ ὁ χυλὸς ὥσπερ καὶ τῶν ἀγγείων. Ὅτι δὲ οὐκ ἀναμένει τὴν τοῦ περικαρ‐ | |
10 | πίου πέψιν φανερόν· ῥεῖ γὰρ ἐκ τῶν λευκῶν. Ὥστε οὐδὲ δυνάμει καὶ ἐνεργείᾳ διαιρεῖν ἐστιν ὅτι τὴν ὕλην ἐς ἧς μέλλει πρότερον ἔχει. | |
Caus Plant.6.8.4 | Τίς οὖν ἡ αἰτία καὶ τίς ὁ τρόπος εἴπερ ἀληθὲς (τοῦ) ἢ ἁπλῶς (μὴ) ἢ ὡς βραχεῖ τινι πλέον; ἀμφότερα γὰρ ἄλογα, μεῖζον δὲ θάτερον. Ἢ πρῶτον μὲν οὐχ ἡ αὐτὴ πέψις τοῦ τε | |
5 | χυλοῦ καὶ τοῦ περικαρπίου πρὸς ἐδωδήν· τὸ μὲν γὰρ δεῖ προσφιλὲς εἶναι τῇ γεύσει τοῦτο δ’ ἐν ἀλλοιώσει τοῦ γεώδους, ὡς δ’ ἔνιοί φασι σήψει, καὶ γὰρ ἡ δρυ‐ πεπὴς ἐν σήψει· τὸ δ’ ἔλαιον αὐτῇ τῇ τοῦ χυλοῦ με‐ | |
ταβολῇ· τοῦτο δ’ ὅσῳ χαλεπώτερον οὐκ ἄλογον ὑπὸ | 299 | |
10 | τοῦ πλείονος θερμοῦ δημιουργεῖσθαι καὶ εὐθὺς ἀναπο‐ μίκτῳ χυλῷ τῷ γεώδει καὶ ὑδατώδει. | |
Caus Plant.6.8.5 | Πρὸς Ἀρ‐ κτοῦρον μὲν οὖν ἄμφω ταῦτ’ ἐστίν· καὶ γὰρ ἡ ὥρα θερμοτέρα καὶ ὁ χυλὸς ἀμιγέστερος. Μετ’ Ἀρκτοῦρον δ’ ἐναντίως· αὔξεται γὰρ ἡ σὰρξ τότε καὶ τελεοῦται. | |
5 | Ὅτι δ’ οὐκ ἐν πλήθει τροφῆς οὐδ’ ἐν εὐσαρκίᾳ τῶν ἐλαῶν τὸ τοῦ ἐλαίου πλῆθος ἐκ πολλῶν φανερόν· αἵ τε γὰρ ἐπομβρίαι ποιοῦσιν ἔλαττον, αἵ τ’ ἀρδόμεναι χεῖρον ῥέουσιν· ὧν δὲ ἡ σὰρξ πολλὴ ὁ δὲ πυρὴν μικρὸς ὀλι‐ γοέλαιοι καθάπερ αἱ φαυλίαι ὡς ἐνταῦθα τῆς φύσεως | |
10 | κεκμηκυίας. Οὐδὲ δὴ ἐν τοῖς ψυχροῖς ἴσχουσιν ἀλλὰ σάρκα πολλήν. | |
Caus Plant.6.8.6 | Ὃ καὶ ἀποροῦσιν διὰ τί ἡ μὲν ἄμπελος ἐν τοῖς χειμεριωτάτοις (ἔχει) χυλὸν ἡ ἐλάα δ’ οὔ. Αἴτιον δὲ τό τε νῦν εἰρημένον ὅτι εἰς τὴν σάρκα ἡ δύναμις, τοῦ βότρυος δ’ ὁ χυλὸς ἐν αὐτῇ τῇ | |
5 | σαρκὶ καὶ ἔτι πρότερον ἴσως καὶ κυριώτερον ὅτι ἡ θερμότης ἡ ποιοῦσα τοὔλαιον ἀσθενής· ἦρι μὲν γὰρ οὐ γίνεται, τὸ δὲ θέρος οὐ καλὸν ἀλλὰ τὸ μετόπωρον, οὐκέτι (δὲ) δύναται ἐν τούτῳ κατακρατεῖν ὁ ἥλιος, ὃ καὶ σημεῖον ἄν τις λάβοι διὰ τί τοῦ θέρους γίνεται· τὸν | |
10 | μὲν γὰρ οἰνώδη καὶ ὑδατώδη χυλὸν δύναται τὸ ψύχος ἐκπέττειν τὸν ἐλαιώδη δ’ ἀδύνατον. | |
Caus Plant.6.8.7 | Τὰ ὕδατα δὲ τὰ ἐκ διὸς γινόμενα καὶ τὰ ἐκ τῶν ὀχετῶν ἄρδοντα τὴν σάρκα πληθύει καθάπερ εἴρηται, τὸ δ’ ἔλαιον ἄμικτον ὥσπερ καὶ ὅταν τοῦ περικαρπίου χωρισθῇ. | |
5 | Ἐν Αἰγύπτῳ δὲ τὸ μὲν τῶν αἰγυπτίων καλουμένων ἐλαῶν γένος τῶν πολυσάρκων τε καὶ μεγάλων ἀνέ‐ λαιόν ἐστι θάτερον δ’ ἐλαιῶδες· πολλὰ γὰρ εἴδη ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται. Περὶ μὲν οὖν τῆς τοῦ ἐλαίου γενέσεως τοιαύτην τιν’ ὑποληπτέον τὴν αἰτίαν. | |
10 | Περὶ δὲ τῶν ἄλλων τῶν λιπαρῶν ὥσπερ αὐταὶ συμφω‐ νεῖται ἐκ πάντων. | |
Caus Plant.6.8.8 | Εἰ δ’ ἔνια κατ’ ἄλλην ὥραν διαιρετέον ἢ τὰς φύσεις ἑκάστων ἢ ποῖόν τι τὸ λιπα‐ ρὸν ἢ τὸν τρόπον τῆς γενέσεως· πλὴν (εἰ) χρονιζόμενα καθάπερ τὰ καρυώδη· ταῦτα γὰρ δύναμιν μὲν ἔχει κα‐ | |
5 | θάπερ ἐλέχθη τὴν δ’ ἐνέργειαν ὁ χρόνος ἀποδίδωσι τοῦ μὲν ὑδατώδους ἀποκρινομένου τοῦ λιπαροῦ δὲ ξυνιστα‐ μένου καὶ πεττομένου. Τῶν δὲ καὶ κομιδῆ ξηρά τις ἡ λιπαρότης εἰ μὴ ἄρα καὶ ἀντιπεριϊστάμενον τὸ θερ‐ μὸν ἔν τισιν ἐνδέχεται ταὐτὸ τοῦτο ποιεῖν. | |
Caus Plant.6.9.1 | Ἁπάντων δ’ ὅσα χυμὸν ἔχει τὰ μὲν εὐθὺ καὶ ὀσμώδη τυγχάνει τὰ δὲ πολλὰ συνεμφαίνει τινὰ γευ‐ ομένοις ὀσμὴν ἔνια δὲ καὶ θλιβόμενα μόνον καὶ κινού‐ μενα. Καὶ πάλιν τὰ ὀσμώδη διαμασωμένοις καὶ | |
5 | γευομένοις χυμὸν σύνεγγυς τῶν αἰσθήσεων κειμένων. Ἀλλὰ τρόπον τινὰ καὶ τῶν αἰσθητῶν, ἧ καὶ οὐ κακῶς ἂν δόξειε λέγεσθαι τὸ κατὰ τοὺς χυλοὺς τελεῖν τὰς ὀσμάς· αὕτη γὰρ εἰς ἐκεῖνον φέρει τὴν δόξαν ὡς ἐχόν‐ των τινὰ συγγένειαν καὶ ἀπὸ ταὐτοῦ πῶς γινομένων. | |
10 | Ἃ δὴ καὶ δεῖ διελεῖν εἴ τι ἑκάτερον ἢ πῶς ταὐτὸ δια‐ φέρον. | |
Caus Plant.6.9.2 | Οὐ μὴν ἴσως κατά γε τὰς προσηγορίας ἀποδοθήσονται πᾶσαι· πικρὰν γὰρ ὀδμὴν καὶ ἁλμυρὰν καὶ λιπαρὰν καὶ στρυφνὴν οὐκ ἂν ἐθέλοις λέγειν· | |
οὐδὲ γὰρ οἱ χυμοὶ πάντες κατὰ τὰς ὀσμάς. Ἀλλ’ | 300 | |
5 | οὐδὲν ἧττόν ἐστί πως κατάλληλα καὶ συνακολουθεῖ καὶ θατέρῳ θάτερον. Ἑκάστου δὲ τῶν χυμῶν ἰδέαι πλείους οἷον γλυκέος, πικροῦ, τῶν ἄλλων· καὶ γὰρ με‐ λιτώδης καὶ οἰνώδης καὶ γαλακτώδης καὶ ὑδατώδης ἐστὶν, τάχα δὲ καὶ τῷ μᾶλλον καὶ ἧττον διαφέρου‐ | |
10 | σαι κυριωτάτως δὲ τῇ καταμίξει τῶν ὑποκειμένων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Ταῦτα μὲν οὖν σχε‐ δὸν συμφωνοῦσι πάντες. | |
Caus Plant.6.9.3 | Ἡ δὲ τῇ γεύσει τῶν ὀσμῶν αἴσθησις οὐκ ἄλογος ἥπερ μάλιστα ἔνδηλος ἐπὶ τῶν εὐστόμων λεγομένων τῶν τε λαχανηρῶν ὥσ‐ περ ἀνήθου, μαράθου, μύριδος. Ἐνίων δ’ οὐδ’ ἐχόν‐ | |
5 | των ὅλως ὀσμὴν καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ξηρῶν ἀόσ‐ μων δὲ τελέως οἷον φακοῦ, κνίκου, τῶν τοιούτων· δια‐ θραυόμενα γὰρ ἅμα τῇ μασήσει καὶ διαθερμαινόμενα ποιεῖ τινα ἀτμὸν ὃς ἀναπέμπεται λεπτὸς ὢν διὰ τῶν πόρων εἰς τὴν ὄσφρησιν· ἐμφαίνεται δὲ καί τινων δια‐ | |
10 | μασωμένων χυμός. | |
Caus Plant.6.9.4 | Ὡς ἐπὶ πᾶν δὲ τά γ’ εὔοσμα πάντα πικρά· τούτου μὲν οὖν τὴν αἰτίαν ὕστερον λεκ‐ τέον. Ἔοικε δὲ δυοῖν ὄντοιν ἐναντίων οἷον τοῦ τε γλυκέος καὶ πικροῦ τὸ μὲν οἷον εὐχυλίας ἀρχὴ τὸ δ’ εὐοσμίας | |
5 | εἶναι καὶ τρόπον τινὰ μᾶλλον τὸ πικρὸν τῆς εὐοσμίας. Εὔοσμον γὰρ ἔργον λαβεῖν μὴ πικρὸν εὔχυμα δὲ πολλὰ καὶ μὴ γλυκέα. Σχεδὸν δὲ ταῦτα καὶ ὀσμώδη κατὰ τὴν γεῦσιν καὶ τὴν πρόσφοραν ἡ δὲ γλυκύτης σπανίως καὶ ἥκιστα εὔοσμον ὡς οὐ μιγνυμένων ἅμα | |
10 | τοῦ γλυκέος καὶ εὐόσμου· καίτοι ἄμφω γε διὰ πέψεως. Ἀλλὰ περὶ μὲν τούτων ὕστερον. | |
Caus Plant.6.10.1 | Ἐπεὶ δ’ οἱ χυμοὶ πλείους ἀπορήσειεν ἄν τις διὰ τί ποθ’ οἱ μὲν ἄλλοι πάντες ἐν τοῖς φυτοῖς καὶ καρ‐ ποῖς γίνονται, καὶ γὰρ πικρὸς καὶ δριμὺς καὶ ὀξὺς, ὁ δ’ ἀλμυρὸς οὐκέτι· οὐδὲν γὰρ τῶν φυομένων ἁλυκὸν | |
5 | ὥστε καὶ ἐν ἑαυτῷ τοιοῦτον ἔχειν τὸν χυλὸν, ἀλλ’ ἐν τοῖς περὶ τὰ ἔξω γίνεταί τις ἁλμυρὶς οἷον καὶ τοῖς ἐρεβίνθοις, αὐτοὶ δὲ γλυκεῖς. Αἴτιον δ’ ὅτι ἄτροφον καὶ ὥσπερ ἀγέννητον τὸ ἁλμυρόν. Σημεῖον δ’ ὅτι οὐδὲ φύεται οὐδὲν ὡς εἰπεῖν ἐν ταῖς τοιαύταις χώραις· | |
10 | διεσθίει γὰρ καὶ ἐξαιρεῖται τὰς δυνάμεις ὥστε κωλύειν τὴν σύστασιν. | |
Caus Plant.6.10.2 | Ὃ δὲ καὶ τοῖς ἄλλοις τούτου αἴ‐ τιον εὔλογον μηδὲ καθ’ αὑτὸ γεννᾷν· ἐπεὶ καὶ τὰ ἐν τῇ θαλάττῃ φυόμενα γλυκύτητί τινι καὶ ἑτέροις χυμοῖς φύεται καὶ συνίσταται καθάπερ ἰχθῦς καὶ τἆλλα ζῶα | |
5 | τὰ ἐν αὐτῇ. Καθόλου μὲν οὖν τοιαύτη τις ἡ αἰτία· δεῖ γὰρ ἐξ οὗ τι μέλλει γίνεσθαι μεταβλητικὸν εἶναι· τὸ δ’ ἁλμυρὸν ἀσαπὲς καὶ ἀμετάβλητον δι’ ὅπερ οὔτε φύεται οὐδὲν ἐξ αὐτοῦ οὔτε αὐτοτελὲς οὐδέν. | |
Caus Plant.6.10.3 | Ὅλως δὲ ἐν τοῖς καθ’ ἕκαστα καὶ ἐν τοῖς παρακολου‐ θοῦσι καὶ τὰ τοιαῦτα δόξειεν ἂν συμφωνεῖν· οἷον ὅτι ὁ ἥλιος καὶ τὸ ἐν ἑκάστῳ θερμὸν ἕλκει τὸ κουφότατον καὶ τὸ τροφιμώτατον· τὸ δ’ ἁλμυρὸν βαρὺ φύσει καὶ | |
5 | ἄτροφον ἔπειτα ἀσαπὲς καὶ ἀναλλοίωτον· καταλειπό‐ μενον οὖν καὶ οὐ συνελκόμενον ὑπὸ τῶν ῥιζῶν οὐκ ἀναμίγνυται τοῖς φυτοῖς· ἔτι δ’ ἐπείπερ ἀπερίττωτον τὸ φυτὸν οὐδ’ ἐπισπᾶσθαι καὶ ἕλκειν εἰκὸς τὸ ἄτροφον· | |
ἔδει γὰρ καὶ ἔκκρισίν τινα γίνεσθαι ... καὶ διὰ τοῦτο | 301 | |
10 | ἥκιστά τε ὑπὸ τοῦ ἡλίου ἀνάγεσθαι καὶ ἐπιπολάζειν. Πανταχοῦ γὰρ πλατέα καὶ μεγάλα τοῖς ὑγροῖς ἐπι‐ φέρεσθαι, ἀσύμπλεκτα δὲ καὶ ἄκολλα διὰ τὸ μηδὲν ἔχειν σκαληνὲς, ἀλλὰ γωνοειδῆ τε εἶναι καὶ πολυκαμπῆ. Ταῦτα μὲν εἰ κωλύει πρὸς τὴν τῶν φυτῶν κατάμιξιν | |
15 | ἔξεστι σκοπεῖν. | |
Caus Plant.6.10.4 | Πρὸς δὲ τὰ πρότερον εἰρημένα ζητήσειεν ἄν τις περὶ τὰ καθόλου λεχθέντα διὰ τί ποτε ἐνίοις ἐγγίνεταί γε καὶ πόθεν ἡ ἁλμυρίς. Εἰ μὲν γὰρ ἐν αὐτοῖς ὑπάρχει δῆλον ὡς οἰκεῖον ἄν τι τῆς τροφῆς | |
5 | εἴη καὶ τῆς φύσεως· εἰ δ’ ἔξωθεν ἐπιγίνεται καὶ τοῦτο μὲν ἧττον ἐκεῖνο δ’ ἄν τις ὁμοίως ἀπορήσειε πόθεν καὶ ὑπό τινος· ἀνάγκη γὰρ ἐκ τοῦ ἀέρος ἢ ἐκ τῆς ἀτμίδος τῆς ἀναφερομένης ἢ κατὰ τὰς ῥίζας ἑλκυσθὲν ἐξανθεῖν οἷον περίττωμά τι. Φαίνεται δ’ ἡ ἅλμη καὶ ὅλως τὸ | |
10 | ἁλμῶδες ἐπιπολάζειν. | |
Caus Plant.6.10.5 | Εἰ μὲν οὖν οὕτω φανερὸν ὅτι ἕλκοιεν ἂν εἰ δ’ ἐκείνως ἄτοπον διὰ τί μόνον ἐπι‐ καθίζει τούτοις οἷόνπερ ἐρεβίνθῳ καὶ ἁλίμῳ καὶ τοῖς τοιούτοις. Ὅσα γὰρ ἁλμᾷ νοσηματικῶς ὥσπερ ἡ ῥοδωνία | |
5 | καὶ ἄλλ’ ἄττα περὶ τούτων ἕτερος λόγος, τῷ δ’ ἐρεβίν‐ θῳ καὶ οἰκεῖον φαίνεται καὶ χρήσιμον· ἀποπλυθέντων γοῦν ὅταν ἀνθοῦσιν ἐφύσῃ καὶ ἄρτι συνισταμένοις ἀπόλλυνται καὶ διαφθείρονται σφακελίσαντες ὥστε πρὸς σωτηρίαν ἡ φύσις ἐπάγοιτ’ ἂν τὰ τοιαῦτα (ὡς) | |
10 | συγγενῆ. | |
Caus Plant.6.10.6 | Φαίνεται δὲ καὶ ὅλως τινὰ ἔχειν τοιοῦ‐ τον χυλὸν ἔν τε τοῖς φύλλοις καὶ τοῖς κλωσὶν ὃς καὶ ἀποπλυθέντων ὅλως ἔνδηλός ἐστι κατὰ τὴν γεῦσιν οὐ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν αὐτῷ τῷ καρπῷ. Δῆλον | |
5 | δὲ τοῦτο ἐν τῇ γεύσει γίνεται ἐάν τις ἐπὶ τὴν γλῶτ‐ ταν ἐπιθῇ μὴ διαμασησάμενος ὅλως· ἐν τῷ κελύφει γὰρ ἡ ἁλμυρὶς οὐκ ἐν τῷ ἐντὸς ἣ καὶ συνδιατηρεῖ πρὸς τὸ ἄκοπον εἶναι. Καὶ φαίνεται τὴν αὐτὴν ἔχειν τάξιν ἥπερ καὶ πεφυκότος· | |
Caus Plant.6.10.7 | καὶ γὰρ ἐν ἀμφοῖν ἔξω καὶ ὥσπερ φυλακῆς χάριν· χλωροῦ μὲν οὖν ὄντος ἐν τῷ καυλῷ καὶ λοβῷ καθάπερ εἴρηται. Ξηραινομένου δὲ καὶ τὸ κέλυφος λαμβάνει τοιοῦτον χυλὸν ὥσπερ | |
5 | ἐκκρινόμενον ἀπὸ τοῦ ἐντός· ἔξω γὰρ ἀμφίστασθαι τὰ τοιαῦτα εὔλογον ὡς ἂν ἀλλότρια καθάπερ καὶ ἐν τοῖς σικύοις ἡ ἐν τῷ χνοῒ πικρότης, καὶ ὡς ἐν Καρίᾳ φασὶν ἄπιόν τιν’ ἔχειν χνοῦν ἁλμώδη θαυμαστῶς ὥστε ἐὰν μὴ ἀποπλύνῃ τις μὴ δύνασθαι ἐσθίειν. Οὐδὲν δὲ ἄτο‐ | |
10 | πον οὐδ’ εἰ πλείω τοιαῦτ’ ἐστίν. Ἐπεὶ οὐδὲ τοῦτο πόρρω τῶν εἰρημένων οἷον τὸ ταῖς βαλάνοις ἐπὶ τῶν ἄκρων τὴν πικρίαν εἶναι (καὶ) τοῖς βολβοῖς ἐν τῇ καλουμένῃ κορυφῇ καὶ τοῖς σκόρδοις τὴν δριμύτητα ἐν τῷ διήκοντι τῆς γελγίδος· πλὴν ταῦτα μὲν ὡς καθ’ | |
15 | ὁμοιότητά τινα εἰρήσθω. | |
Caus Plant.6.10.8 | Ὅτι δὲ φαίνεται φυ‐ σικόν τι καὶ συγγενὲς ἐκεῖθεν δῆλον· ὅπου γὰρ ἂν σπαρῇ καὶ φυῇ πανταχοῦ λαμβάνει τὴν ἁλμυρίδα κἂν μὴ τὸ ἔδαφος ᾖ τοιοῦτον· ἐπεὶ καὶ τά γ’ ἐν τοῖς ἁλ‐ | |
5 | μώδεσι φυόμενα [τὸ] ἔχειν ἁλμυρίδα τινὰ οὐκ ἄλογον ὥσπερ ἄλλα τε καὶ τὸ ἅλιμον, ἔνια δὲ καὶ εὐχυλότερα καὶ βελτίω γίνεσθαι καθάπερ τὴν ῥάφανον· ἐξεσθίει γὰρ αὕτη τὴν δριμύτητα καὶ τὴν πικρότητα τὴν ἐνυ‐ | |
πάρχουσαν ἅμα δὲ καὶ εὐμέριστόν τινα ποιεῖ παραι‐ | 302 | |
10 | ρουμένη τὴν ὑγρότητα τὴν πλείω· δεινοὶ γὰρ οἱ ἅλες ἀφελεῖν· | |
Caus Plant.6.10.9 | ἐμφανὲς δὲ τοῦτο καὶ ὠμῆς οὔσης· πιπ‐ τούσας γὰρ ἐπὶ τὴν γῆν ἐνίας θραύεσθαί φασιν. Ὅταν οὖν τοιαύτη καὶ οὕτως ἔχουσα παραδοθῇ τῷ πυρὶ κατὰ λόγον ἤδη τοῦ χυλοῦ εἶναι γλυκεῖαν καὶ ἁπαλήν. | |
5 | Ἐπεὶ καὶ οἱ τὸ λίτρον ἐμβάλλοντες τοῦτο βούλονται ποιεῖν ἀλλ’ ἐξ ὀλίγου ποιοῦσιν, ἡ δὲ φύσις ἐκ πολλοῦ καὶ κατὰ μικρὸν ποιήσασα τοιαύτην ἀπέδωκεν. Ὅθεν οὐδὲ τοῦτο ἄλογον τὸ περὶ τροπὰς καὶ περὶ τὸ ἄστρον ἐνιαχοῦ καὶ ὅλως τοῦ θέρους εἶναι βελτίω καθάπερ ἐν | |
10 | Ἐρετρίᾳ· τότε γὰρ μᾶλλον ἡ ἁλμυρὶς ἐργάζεται καὶ κρατεῖ αὐτὴ μὲν οὖσα πλείων τῆς δ’ ὑγρότητος ἐλάτ‐ τονος γινομένης ἐν ἐκείνῃ· | |
Caus Plant.6.10.10 | κατὰ λόγον δὲ καὶ τὸ ἐν Αἰγύπτῳ καὶ τὸ ἐν ἅπασι τοῖς τοιούτοις τόποις εἶναι χρηστήν. Ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἐπὶ πλέον εἴ‐ ρηται. Ἡ δ’ ἁλμυρὶς εἴθ’ ὑπὸ τῶν ῥιζῶν ἕλκεται εἴθ’ | |
5 | ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος ἀναφέρεται κατ’ ἀμφο‐ τέρους τοὺς τρόπους οὐκ ἂν ἀκίνητον ἀπὸ τῆς γῆς εἴη περὶ οὗπερ ἦν ὁ ἐξ ἀρχῆς λόγος. Ἀλλὰ περὶ μὲν τούτων ἅλις. | |
Caus Plant.6.11.1 | Ἐκεῖνο δ’ ὡς οἰκεῖον τῶν χυλῶν πειρᾶσθαι δεῖ διαιρεῖν οἷον ποῖον μᾶλλον καθ’ ἕκαστον γένος ἢ τὸ ξηρὸν ἢ τὸ ὑγρὸν, ὥσπερ ὁ ὀξὺς ὑγροῦ δοκεῖ μᾶλλον καὶ ὁ αὐστηρὸς ὁ δὲ δριμὺς ξηροῦ καὶ ὁ γλυκύς· παχυνόμενα | |
5 | δ’ οὖν τὰ ὑγρὰ γλυκύτερα. Ὁ δὲ πικρός ... τάχα δὲ οὐθὲν ἂν ταῦτα διαφέροι γινομένων γε πάντων ἐξ ἀμφοῖν εἰ μὴ αὐτῶν τούτων θάτερον μᾶλλον ὑλικόν. | |
Caus Plant.6.11.2 | Οὕτω δὲ πάντες ἀπὸ τοῦ αὐτοῦ καί εἰσιν ὥσπερ ἐλέχθη πάντες ἐν ξηροῖς. Ἀλλὰ τοὺς μὲν ἀποχωρί‐ ζομεν αὐτῶν καθάπερ τοῦ βότρυος καὶ τῆς ἐλάας· τοῦτο δὲ [οὐ] πρὸς τὴν χρείαν ὁρῶντες. Ἐνίους δὲ | |
5 | καὶ ὕδωρ ἐπιχέοντες λαμβάνουσιν ὥσπερ τοὺς ἀπὸ τῶν ἀκροδρύων καὶ σύκων· τοὺς δὲ καὶ ἐξίσταντες τῆς φύ‐ σεως καὶ ὑποσήποντες εἰς χυλοὺς ἄγουσι ποτίμους οἷον ὡς οἱ τοὺς οἴνους ποιοῦντες ἐκ τῶν κριθῶν καὶ τῶν πυρῶν καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον ζῦθος. Ἁπάν‐ | |
10 | των δὲ τούτων αἱ μὲν ἀρχαὶ καὶ αἱ δυνάμεις φυσικαὶ τὰ δὲ γινόμενα τέχνης μᾶλλον καὶ συνέσεως. Ἀλλὰ περὶ μὲν τῶν ἀπὸ διανοίας καὶ τέχνης γινομένων αὐτὰ καθ’ αὑτὰ δεῖ θεωρεῖν, τῶν δὲ φυσικῶν χυλῶν τὰ πάθη καὶ τὰς γενέσεις ἐκ τῶν εἰρημένων θεωρητέον. | |
Caus Plant.6.11.3 | Ὑποκειμένων δ’ οὖν καὶ δεδειγμένων τούτων ἀπο‐ ρήσειεν ἄν τις διὰ τί ποτ’ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσιν ἡ εὐχυμία καὶ ἡ εὐοσμία γίνεται πᾶσιν ἀλλὰ τοῖς μὲν ἐν τοῖς ἄνω τοῖς δὲ ἐν τοῖς κάτω καὶ περὶ τὰς ῥίζας. | |
5 | Καὶ οὐδὲ τῶν ἄνω πάντων ἐν τοῖς αὐτοῖς ἀλλὰ τῶν μὲν ἐν τοῖς περικαρπίοις τῶν δὲ ἐν τοῖς φύλλοις τῶν δὲ ἐν τοῖς ἄνθεσι καὶ τοῖς κλωσὶν, καὶ μᾶλλον αἱ ὀσ‐ μαὶ τῶν χυμῶν· ἐπεὶ καὶ ἐν τοῖς φλοιοῖς ἐνίων· ἐπὶ δὲ τῶν εὐόσμων ὅλως ἥκισθ’ ὡς εἰπεῖν εὔοσμα τὰ ἄνθη | |
10 | καθάπερ ἑρπύλλου, σισυμβρίου, ἑλενίου· | |
Caus Plant.6.11.4 | καίτοι κατὰ λόγον ἦν ὃ καὶ τοῖς ἄλλοις εὐοσμότατον ἀόσμοις οὖσι τοῦτο καὶ ἐν τοῖς εὐόσμοις εὐωδέστατον εἶναι. Θαυ‐ | |
μαστὸν δὲ καὶ τὸ ἐνίων τὸ μὲν ἄνθος ἥδιστον ὄζειν τῶν | 303 | |
5 | δ’ ἄλλων μορίων ὅλως μηδὲν ὥσπερ ἐπὶ τῶν ἴων καὶ τῶν ῥόδων. Ἔχει δὲ καὶ τὸ πρῶτον λεχθὲν ἀπορίαν ὅσων ἐν ταῖς ῥίζαις ἡ εὐχυμία καὶ ἡ εὐοσμία τυγχάνει· ἄμφω μὲν γὰρ ταῦτα πέψει γίνεται. Τὸ δὲ πλείστην ἔχον καὶ ἀεὶ καινὴν τροφὴν ἀφ’ οὗ τοῖς ἄλλοις ἡ διά‐ | |
10 | δοσις ἥκιστ’ εὔλογον εἰς πέψιν ἥκειν ἢ εὐχυλίας ἢ εὐοσμίας ὡς οὐδὲ τῶν ζώων αἱ κοιλίαι. | |
Caus Plant.6.11.5 | Περὶ δὴ τούτων καὶ τῶν τοιούτων ἀρχῇ χρωμένους τῇ πολλά‐ κις εἰρημένῃ διότι πέψει τινὶ ταῦτα γίνεται τὸ μετὰ τοῦτο δεῖ λαβεῖν ἐπὶ τοῦ τευτλίου λεχθὲν τὸ πρῶτον | |
5 | ὅτι αἱ ῥίζαι (οὐχ) ὡς κοιλίαι τοῖς φυτοῖς εἰσι πάντως· εἰ δὲ καὶ τοῦτό τις θείη διὰ τὸ τὴν τροφὴν ἀλλοιοῦσθαί πως ἐν αὐταῖς, ἀλλ’ ἐκεῖνό γε φανερὸν ὡς οὐκ ἔχου‐ σιν οὐδὲν περίττωμα δύναμιν δὲ ἔχουσιν εἰς τὸ πέτ‐ τειν. Τοιαύτας δ’ οὔσας οὐδὲν κωλύει εὐχυμίαν καὶ | |
10 | εὐοσμίαν ἔχειν ὅσαι κρᾶσιν εἰλήφασι τοιαύτην. Ἐπεὶ καὶ ἐν ταῖς τῶν ζώων κοιλίαις περιττώματα ἔχουσιν ὅμως ὕπεστιν ὑγρότης, εὐχυλία τις οὖσα καὶ πέψις ὡς μάλιστα τῆς τοιαύτης ἀλλοιώσεως ἐνταῦθα γινομένης. | |
Caus Plant.6.11.6 | Καὶ ἐπὶ τῶν δένδρων ὅσα πίονα τυγχάνει καθάπερ ἡ πεύκη· πᾶσα γὰρ ἔνδᾳδος ταῖς ῥίζαις ὥσπερ ἐλέχθη καὶ πρότερον· αἴτιον δ’ ὕπερ ἐπὶ τῶν ζώων ὅτι τὸ διαθερμαινόμενον ἀεὶ καὶ πεττόμενον καθαρώτατον ὂν | |
5 | προσίζει καὶ ἀθροιζόμενον καὶ πυκνωθὲν ἐποίησέ τινα πιότητα. Τὸ δὲ διϊὸν εἰς τὰ ἄνω μέρη τροφὴ γίνε‐ ται τοῖς ὑπὲρ γῆς οὐ διὰ τῆς πιότητος ταύτης ἀλλ’ ἔχον τινὰς ἑτέρους πόρους· ἐπεὶ πάντων γε δᾳδωθέν‐ των ἀπόλλυται τὰ δένδρα καθάπερ ἐλέχθη συμπνιγό‐ | |
10 | μενα καὶ οὐδεμίαν ἔχοντα δίοδον τῷ πνεύματι. | |
Caus Plant.6.11.7 | Τοῦτο δὲ συμβαίνει καὶ ἐπὶ τῶν ζώων ὅσα διαπιαίνε‐ ται· ξυμφράττονται γὰρ οἱ πόροι διὰ τὴν πυκνότητα τῆς πιμελῆς ὥστε μὴ διϊέναι εἰς τέλος τὴν πνοήν· οἷς μὲν οὖν μὴ ἔνεστιν ὅλως λιπαρότης καὶ πιότης ἢ αὕτη | |
5 | μὴ πολλὴ μηδὲ σωματώδης τούτοις οὐ γίνεται τοιαύτη πάχυνσις· οἷς δ’ ἔνεστι γίνεται κατισχυούσης τῆς θερ‐ μότητος. | |
Caus Plant.6.11.8 | Παρόμοιον δὲ τούτῳ καὶ τὸ περὶ τὴν οὐλότητα τῶν ξύλων ἐστίν· οὐλότερα γὰρ ἀεὶ τὰ μὲν ἐν τοῖς στελέχεσιν τῶν ἄνω, τούτων δὲ αὐτῶν τὰ κάτω καθάπερ καὶ πυκνότατα καὶ παχύτατα. Συμ‐ | |
5 | βαίνει δὲ τοῦτο διὰ τὸ μᾶλλον καταλύειν καὶ ξυνίστα‐ σθαι τὴν τροφὴν ὥσπερ ὅλως καὶ ἡ εἰς βάθος αὔξησις· ἡ δ’ εἰς τὸ ἄνω διϊοῦσα πρὸς τὴν βλάστην καὶ τὸ μῆ‐ κός ἐστιν. Ἐφισταμένης οὖν καὶ ὥσπερ εἰλουμένης ἐνταῦθα καὶ ἡ πυκνότης καὶ ἡ οὐλότης γίνεται τῶν | |
10 | ξύλων, ἐκείνη δὲ ἀεὶ διΐεται πρὸς τὸ πόρρω. Δι’ ὃ καὶ οὐκ ἐν τοῖς νέοις ἐστὶν οὐλότης ἅτε καὶ ἐπ’ αὔξη‐ σιν ὡρμηκότων ἀλλ’ ὅταν στῇ τὰ τοῦ μήκους ὥσπερ ἐπὶ τῶν ζώων. | |
Caus Plant.6.11.9 | Ἡ αὐτὴ δὲ καὶ σύνεγγυς αἰτία καὶ διὰ τί δᾷδα καὶ πίτταν καὶ ῥητίνην ὅλως οὐκ ἔχει τὰ νέα· καταναλίσκεται γὰρ ἡ τροφὴ πᾶσα πρὸς τὴν αὔξησιν καὶ καρπογονίαν· ὕστερον γὰρ ἐκδᾳδοῦνται | |
5 | καὶ ὅλως τὴν τοιαύτην ὑγρότητα (μετὰ) τὴν καρπογο‐ νίαν λαμβάνουσιν ὥστε γε καὶ πλῆθος εἰπεῖν· τότε γὰρ | |
οἷον περίττωμα γίνεται τοῦτο φυσικὸν ἀφῃρημένης μὲν τῆς εἰς τὸ μῆκος ὁρμῆς, ἰσχυόντων δὲ μᾶλλον τῶν ῥιζῶν καὶ τοῦ ὅλου δένδρου. Τοῦτο μὲν οὖν διὰ | 304 | |
10 | τὸ συγγενὲς τῆς αἰτίας ἔλαβε τὴν χώραν ταύτην. | |
Caus Plant.6.11.10 | Ἡ δ’ εὐχυμία καὶ ἡ γλυκύτης καὶ ἡ εὐοσμία ἐνίων ῥιζῶν ἄνευ τῶν ἄλλων μερῶν διὰ τὴν εἰρημένην αἰτίαν γίνεται. Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐλαττόνων ἐστιν οἷον ποιωδῶν καὶ λαχανωδῶν καὶ ἐνίων ὑλημα‐ | |
5 | τικῶν ὧν αἱ μὲν ῥίζαι γλυκεῖαι τὰ δὲ ὑπὲρ γῆς οὐχ ὅμοια, λέγω δ’ οἷον ἀγρωστίδος, κυπείρου, τευτλίου, σελίνου, ἱπποσελίνου, τῶν ἐν ταῖς λίμναις καὶ τῶν ἐν τοῖς ποταμοῖς τούτων φυομένων ἐδωδίμων· αἱ μὲν γὰρ ῥίζαι γλυκεῖαι πολλῶν καὶ ἐδώδιμοι καὶ οἱ καυλοὶ, τὰ | |
10 | φύλλα δ’ οὔ. | |
Caus Plant.6.11.11 | Τὸ δ’ αἴτιον ἐπὶ πάντων τῶν τοι‐ ούτων ἐν δυσίν. Ἢ γὰρ ὑγρότερα καὶ ὑδατωδέστερα καθάπερ ἐπὶ τοῦ τευτλίου καὶ τῶν λιμναίων· ἅμα γὰρ ὑδατώδη καὶ λεπτὰ καὶ οὐκ ἔχει πέψιν μὴ ἔχοντα δ’ | |
5 | οὐδὲ χυλὸν ἔνδηλον εἰς ἡδονὴν, ἡ δὲ ῥίζα καὶ ὁ καυλὸς ἔχουσιν. Ἢ πάλιν διὰ ξηρότητα τῶν ἄνω καθάπερ ἡ ἄγρωστις καὶ ἁπλῶς πάντα τὰ καλαμώδη· ξηρὰ γὰρ τὰ ἐπάνω, τὰ κάτω δ’ ἔνυγρα· χυλὸς δὲ οὔτε ἐν ξηρότητι οὔτε ἐν ὑγρότητος πλήθει δι’ ὃ καὶ τῆς ἀγρω‐ | |
10 | στίδος καὶ τοῦ σισυριγχίου καὶ τῶν ἄλλων τῶν τοιού‐ των αἱ μὲν ῥίζαι γλυκεῖαι, τὰ δ’ ἄνω ξηρὰ καὶ οὐχ ἡδέα καθάπερ ἄχυλα. Ταὐτὸ δὲ καὶ ἐπὶ τῶν σελίνων καὶ ἱπποσελίνων· αἱ μὲν γὰρ ῥίζαι σαρκώδεις καὶ εὔ‐ στομοι, τὰ δὲ φύλλα ξηρότερα καὶ ὥσπερ δριμύτερα· | |
15 | καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἅπαντα δ’ ὡς εἰπεῖν ἐν ταύταις ταῖς αἰτίαις ἐστί. | |
Caus Plant.6.11.12 | Δι’ ὃ καὶ ὅπου πλείων εὐτροφία καὶ τὰ ἄνω τῶν φύσει ξηρῶν ἐδώδιμα καθά‐ περ ἐν Αἰγύπτῳ τοῦ καλάμου τοῦ ἐν τοῖς ἕλεσιν· ἔχει μὲν γάρ τινα γλυκύτητα καὶ ἄλλος ἐπὶ τῶν ἄκρων ἀλλ’ | |
5 | ἐπὶ βραχὺ πάντως, ἐκεῖνος δὲ διὰ τὴν εὐτροφίαν ἁπα‐ λός τε ἐπὶ πλεῖόν ἐστι καὶ γλυκύς. Ἔχουσι δὲ καὶ αἱ ῥίζαι τὴν γλυκύτητα μέχρι οὗ ἂν ξηρανθῶσιν ἀναξη‐ ρανθεῖσαι δὲ οὐκέτι· τὸ γὰρ ξηρὸν οὔτε ἐδώδιμον οὔτ’ ἔγχυμον, δι’ ὃ καὶ τῶν καυλῶν ἀκμή τις. | |
Caus Plant.6.11.13 | Ἡ δ’ ὀσμὴ σχεδὸν ἀνάπαλιν ἐπί γε τούτων· χλωραὶ μὲν γὰρ οὐκ ὄζουσιν ἢ οὐχ ὁμοίως, ἀποξηρανθεῖσαι δ’ ὄζουσιν ὥσπερ καὶ τῆς ἴριδος καὶ ἡ τῶν καλάμων δὲ καὶ | |
5 | σχοίνων καὶ ἁπλῶς τῶν ἐνύγρων. Ἐπεὶ καὶ τὸ κύ‐ πειρον καίπερ ὀσμῶδες ὂν καὶ μὴ ξηρὸν ὂν ἧττον ὄζει πρόσφατον. Ἀκμὴ δέ τις καὶ τούτων ὥστ’ ἀπομαραι‐ νόμενα μᾶλλον ἀοσμότερα γίνεσθαι. | |
Caus Plant.6.11.14 | Ἀλλὰ τοῦτο μὲν ὥσπερ σύμφωνον, οἱ δὲ χυμοὶ καὶ ἐν τοῖς ἄλλοις ὁμοίως ἔχουσι τὰς δυνάμεις. Ἐνίων γὰρ ἐν ταῖς ῥί‐ ζαις μάλιστά εἰσι καθάπερ τῶν δριμέων οἷον σκόρδων, | |
5 | κρομύων, ῥαφανίδων, ὡσαύτως δὲ καὶ τῶν φαρμακω‐ δῶν· ἅπασαι δὲ καὶ αὗται σαρκώδεις, οὐ μὴν ἀλλὰ διαμένουσιν αἱ δυνάμεις τῶν φαρμακωδῶν ἀποξηραι‐ νομένων μέχρι τινὸς, εἶτ’ ἀκμάζουσιν· ἐπεὶ τό γ’ ὅλον ἰσχυρότεραι ξηρανθεῖσαι διὰ τὸ ἀφῃρῆσθαι τὸ | |
10 | ὑδατῶδες· οὕτω γὰρ καὶ οἵ γ’ ὀποὶ πάντες χρήσιμοι καὶ σωματωθέντες· ἡ δὲ σωμάτωσις ἐκκρινομένου τοῦ | |
ὑδατώδους, δι’ ὃ καὶ παρασκευάζουσιν αὐτοὺς τὰ μὲν ἐγχυλίζοντες καὶ ξηραίνοντες τὰ δ’ ἐντέμνοντες ὅπως ὁ ἥλιος καὶ ὁ ἀὴρ πήξῃ καθάπερ τὰς ῥητίνας καὶ ὅσα | 305 | |
15 | ἄλλα τοιαῦτα καὶ τὸν λιβανωτὸν καὶ τὴν σμύρναν καὶ τὸν ὀπὸν τοῦ σιλφίου. | |
Caus Plant.6.11.15 | Ἔστι δὲ [καὶ] τῶν μὲν καὶ ἄνω καὶ ἐν ταῖς ῥίζαις ἡ ἐντομὴ καθάπερ φαρμα‐ κωδῶν τέ τινων καὶ τοῦ σιλφίου· καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἑκατέρωθεν ὁ ὀπός· τῶν δὲ | |
5 | μεμερισμένη τῶν μὲν ἐν ταῖς ῥίζαις τῶν δὲ ἐν μὲν τοῖς καυλοῖς ὡς ἂν ἔχωσιν ἑκατέρα τῆς φύσεως· ἐὰν μὲν τὰς ῥίζας εὐχυλοτέρας ταύτας ἐὰν δὲ τὰ ἄνω τοὺς καυλούς· ἐπεὶ ὧν γε ξηραὶ καὶ ξυλώδεις οὐκ ὀπίζουσιν. Ὁμοίως δὲ καὶ τῶν αὐτομάτως ἐπιπηγνυμένων δα‐ | |
10 | κρύων οἷον ἐπί τε τῆς σχίνου κἀν ἀκάνθαις τισὶ καὶ εἴ τι τῶν δένδρων διαδίδωσιν ὥσπερ ἀμυγδαλῆ καὶ ἡ ἄρ‐ ρην ἐλάτη καὶ τέρμινθος· τούτων δὲ καὶ τὰ μὲν καὶ εὔστομα καὶ εὐώδη τὰ δ’ ἄχυμα καὶ ἄοσμα καθάπερ τὸ κόμμι τὸ τῆς ἀκάνθης τῆς ἐν Αἰγύπτῳ. | |
Caus Plant.6.11.16 | Κα‐ λοῦσι δὲ τὰ μὲν ὀποὺς τὰ δὲ δάκρυα, κοινότερον δὲ ὀπὸς, διαφέρει δὲ ἴσως οὐδέν· ἐπεὶ τό γε κοινότατον ἀνωνύμως λεγόμενον ἡ ὑγρότης ἡ οἰκεία καθ’ ἕκαστον | |
5 | πέψιν ἔχουσα. Διὰ δὲ τὸ σωματωδεστέρας εἶναι καὶ γλίσχρας τὰς δ’ ὑδατώδεις ἀγλίσχρους τῶν μὲν γίνεται πῆξις, τῶν δ’ οὔ. Πρὸς ἐνίας δὲ καὶ παρεμβάλλουσί τι τοῦ πῆξαι καὶ συλλέγειν. | |
Caus Plant.6.12.1 | Ὅτι δὲ τὰ μὲν ἐν ταῖς ῥίζαις τὰ δ’ ἐν τοῖς καυλοῖς τὰς δυνάμεις ἔχει ταύτας ἐκείνην χρὴ τὴν αἰ‐ τίαν ὑπολαβεῖν τὴν μικρῷ πρότερον λεχθεῖσαν. Ὧν ἡ φύσις ἑκατέρων σύμμετρος εἰς τὴν δύναμιν ἔνθα μὲν | |
5 | ὑγρὸν ἱκανὸν ἔνθα δὲ ἔλαττον ἔχουσα ξηρὸν καὶ ὡσαύ‐ τως, ἔτι δ’ ὧν ἡ οὐσία μᾶλλον ἐφ’ ἑκάτερα ῥέπει, — καὶ γὰρ ἐπὶ τῆς αὐξήσεως καὶ τοῦ μεγέθους τοῦτ’ ἐστί· —τὰ μὲν ἐν τοῖς ἄνω τὰ δ’ ἐν ταῖς ῥίζαις ἔχει μᾶλ‐ λον. Οἱ μὲν γὰρ σίκυοι καὶ κολοκύνται καὶ ἄλλ’ ἄττα | |
10 | πλείω τὰ ἄνω μείζω ῥίζαν δὲ μικρὰν ἔχουσι, σκίλλα δὲ καὶ βολβὸς καὶ ἁπλῶς τὰ κεφαλόρριζα τὰ μὲν ἄνω λεπτὰ καὶ ἀσθενῆ τὰς δὲ ῥίζας μεγάλας καὶ σαρκώδεις. | |
Caus Plant.6.12.2 | Οἷς δ’ ἐνυπάρχει δριμύτης ἢ καὶ ἄλλη τις τοιαύτη δύναμις ἐν ταῖς ῥίζαις γίνεται μᾶλλον ὥστε τοῖς κρο‐ μύοις καὶ τοῖς σκόρδοις καὶ ταῖς σκίλλαις· τοῦτο δ’ εὐλόγως ἐνταῦθα τῆς φύσεως ὡρμηκυίας μᾶλλον· ἀκο‐ | |
5 | λουθοῦσι γὰρ ταύτῃ καὶ αἱ δυνάμεις ὃ καὶ ἐπὶ τῶν φαρμακωδῶν ἐστὶ σχεδὸν τῶν πλείστων· αἱ γὰρ ῥίζαι φαρμακωδέστεραι καὶ μᾶλλον ἔχουσι τὴν δύναμιν. Ἡ δ’ αἰτία ἐν δυοῖν ἐκείνοιν ἅπερ εἴρηται τῷ τε μὴ κά‐ θυγρα καὶ τῷ μὴ κατάξηρα γίνεσθαι. Τὰ μὲν γὰρ | |
10 | οὐκ ἔχει πέψιν διὰ τὸ πλῆθος τὰ δ’ οἷον ὕλην εἰς τὴν πέψιν διὰ ξηρότητα. Πέψις δὲ ἑκάστων ἐστὶν ὥσπερ εἴρηται πρὸς τὴν οἰκείαν φύσιν καὶ δύναμιν. | |
Caus Plant.6.12.3 | Ὅτι μὲν οὖν ὥσπερ ἐναντίως τῶν μὲν ἄνω τῶν δὲ κάτω συμβαίνει τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς καὶ ἁπλῶς τὰς τοιαύτας δυνάμεις ἐκ τῶν εἰρημένων δεῖ θεωρεῖν. Ὅτι δ’ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσι τοῖς ἄνω πᾶσιν οὔθ’ οἱ | |
5 | χυμοὶ τυγχάνουσιν οὔθ’ αἱ ὀσμαὶ σχεδὸν οὐ πόρρω τῶν | |
εἰρημένων αἰτιῶν ἐστίν· ὡς μὲν γὰρ ἁπλῶς εἰπεῖν ἔχει τιν’ ὁμοιότητα καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς ὀσμὰς ἕκαστον τῶν μερῶν διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον. | 306 | |
Caus Plant.6.12.4 | Ἐμφανὲς δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἀκρατεστέρων ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς οἷον ἐλάτης, πεύκης, κυπαρίττου, πίτυος, ἔτι δὲ τῶν ἡμέρων συκῆς. Ἐν δὲ τοῖς ὑδαρεστέροις οὐχ ὁμοίως ἀλλ’ ἐν τούτοις | |
5 | διαφέρουσιν ὥστε τὰ μὲν ἔγχυμα τὰ δὲ ἄχυμα καὶ δύσχυμα καὶ εὔοσμα τὰ δ’ ἄοσμα γίνονται. Καὶ δια‐ φέροντα δὲ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς ὥσπερ τῆς ἀμπέλου τό τε οἴναρον καὶ ὁ βότρυς. Καὶ ἁπλῶς δὲ πάντων καὶ τῶν φύλλων καὶ τῶν καρπῶν. | |
Caus Plant.6.12.5 | Αἴτιον δ’ ὅτι τὸ μὲν ἄπεπτον τὸ δὲ πεπεμμένον, τάχα δὲ μᾶλλον ὅτι οὐδ’ ἐκ τῆς αὐτῆς ὕλης ἑκάτερον ἀλλὰ τὸ μὲν ὥσπερ ἐκ καθαρᾶς τινος καὶ εἰλικρινοῦς τὰ δ’ ἐκ | |
5 | περιττωματικῆς. Εἰσὶ δ’ ἐκ βλοσυρωτέρας καὶ σω‐ ματωδεστέρας οἱ βλαστοὶ καὶ ἀκρεμόνες καὶ ὁ ὅλος ὄγκος, ὥστ’ ἀνομοίων οὐσῶν ἀνόμοιον καὶ τὸ τέλος ἑκάστου πρὸς τὴν ἰδίαν φύσιν ὥσπερ ἐν τοῖς ζώοις· ἴσως δ’ ἀνάπαλιν, ἐπεὶ καὶ τὸ τέλος ἑκάστου ἴδιον | |
10 | καὶ ἡ ὕλη διάφορος, ὡς δὲ ἁπλῶς εἰπεῖν πάντων πρὸς τὴν ὑποκειμένην φύσιν. | |
Caus Plant.6.12.6 | Ἐπεὶ δ’ αὗται διάφοροι καὶ κατὰ χυμοὺς καὶ ἀχυμίας καὶ ὀσμὰς καὶ ἀοσμίας ἡ δ’ ἀναφορὰ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἐν ταύτῃ παραλλαγὴ γίνεται τῶν μερῶν· οὐδὲν γὰρ κωλύει τὴν | |
5 | μὲν ἐν τοῖς φύλλοις κρᾶσιν ἐνίοτε σύμμετρον εἶναι τῇ γεύσει τὴν δ’ ἐν τοῖς καρποῖς ἀσύμμετρον καὶ σφοδρο‐ τέραν ἢ κατὰ στρυφνότητα καὶ αὐστηρίαν ἢ κατὰ πικρότητα καὶ ἄλλην τινὰ διάθεσιν. Ὅπερ φανερὸν καὶ ἐπὶ τῶν λαχάνων ἐστί· τὰ μὲν γὰρ φύλλα σύμμε‐ | |
10 | τρα καὶ προσφιλῆ τὰ δὲ σπέρματα δριμέα καὶ πικρό‐ τερα καὶ ὅλον ἰσχυρότερα πρὸς τὴν αἴσθησιν ὥστε σχεδὸν ἀνάπαλιν ἔχειν· | |
Caus Plant.6.12.7 | καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τοῦ σίτου· τῶν μὲν γὰρ οἱ καρποὶ χρήσιμοι τὰ δὲ φύλλα ἀχρεῖα τῶν δὲ ταῦτα μόνον χρήσιμα τὰ δὲ ἄλλα ὡς ἂν ἐν φαρμάκου λόγῳ. Ὅπερ οὖν ἐπὶ τούτων | |
5 | οὐδὲν κωλύει (εἰ) καὶ ἐπὶ τῆς φιλύρας καὶ ἐπ’ ἄλλων δένδρων τινῶν ὁ μὲν καρπὸς ἄβρωτος τὸ δὲ φύλλον γλυκὺ καὶ βρωτόν· ἐκεῖνος μὲν γὰρ τὸ ἄκρατον ἔχων καὶ καθαρὸν τῆς φύσεως, εἴτε ξηρὸς ὢν ἄγαν καὶ ξυλώ‐ δης εἴτ’ αὐστηρὸς καὶ πικρὸς ἢ κακώδης ἢ καὶ ἄλλην τινὰ | |
10 | ἔχων δυσχέρειαν ἄβρωτος γίνεται, τὸ δὲ φύλλον ὑγρό‐ τερον ὂν καὶ ἅμα κεκραμένον ἔχει τινὰ συμμετρίαν. | |
Caus Plant.6.12.8 | Ὃ καὶ ἐπὶ τοῦ σιλφίου καὶ ἄλλων δριμέων ἐστίν· ἡδὺ γὰρ τὸ φύλλον αὐτοῦ καὶ ὁ καρπὸς ἁπαλὸς ὢν διὰ τὴν ὑπάρχουσαν ὑγρότητα· σύμμετρος γὰρ ἡ δριμύτης γίνεται κραθεῖσα τῷ ὑδατώδει καὶ ποιεῖ τινα χυμὸν, | |
5 | ἀποξηραινομένου δὲ σφοδροτέρα, καὶ ἡ τοῦ σπέρματος δ’ ἔτι μᾶλλον. | |
Caus Plant.6.12.9 | Ὅλως δ’ ἐν πολλοῖς τοῦτ’ ἔστιν ὥστε χλωρὰ μὲν ὄντα βρωτὰ γίνεσθαι καὶ ἔχειν τινὰ χυμὸν διὰ τὸ ἀναμεμίχθαι τῷ ὑδατώδει, καταξηραι‐ νόμενα δὲ καὶ λυομένης τῆς κράσεως ἄβρωτα· καὶ γὰρ | |
5 | οἱ τῶν ἀμπέλων βλαστοὶ τοιοῦτοι καὶ οἱ τῶν ἀσφαρά‐ γων ἔτι δὲ ἄλλων τινῶν ἀκανθωδῶν ὄντων καὶ τῶν | |
χεδροπῶν ἐνίων οἷον ὤχρων κυάμων καὶ ἁπλῶς ὅσα γλυκύτητά τινα ἔχει. Σχεδὸν δ’ ἐστὶ κοινὸν τοῦτο ἐπὶ πάντων ὧν στρυφνότεροι καὶ δριμύτεροι καὶ πικρό‐ | 307 | |
10 | τεροι καθ’ αὑτοὺς οἱ χυλοί· κεραννύμενοι γὰρ ὑπὸ τῆς φύσεως τῷ ὑδατώδει βελτίους καὶ γλυκυτέρους ποιοῦσι τοὺς χυλοὺς, ὅπερ καὶ ἐπὶ τῶν μύρτων γίνεται καὶ τῶν ῥοῶν. | |
Caus Plant.6.12.10 | Εἰ δέ τις τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων τοιαύτη φύσις ἐστὶν ὥστε τοὺς μὲν καρποὺς ἀμίκτους ποιεῖν ἔχοντας τὴν οἰκείαν δύναμιν καθαρὰν τὰ δὲ φύλλα καὶ ἄλλο τι τῶν μορίων μικτὰ τούτων | |
5 | οὐδὲν κωλύει καθάπερ εἴρηται τὰ μὲν φύλλα βρωτὰ τὸν δὲ καρπὸν ἄβρωτον εἶναι. Παραπλήσιον δέ τι τούτοις καὶ ἐπὶ τῶν ῥιζῶν τῶν ἐδωδίμων ἐστὶν ὧν τὰ μὲν φύλλα σχεδὸν ἄβρωτα διὰ τὸ ξηρὰ εἶναι καὶ ἀκαν‐ θώδη οἱ δὲ καυλοὶ ἐδώδιμοι αὐταὶ δὲ αἱ ῥίζαι καὶ | |
10 | ἡδεῖαι. | |
Caus Plant.6.12.11 | Τῶν δ’ ἀνάπαλιν τὰ μὲν ἄλλα βρωτὰ καὶ ἔχοντα τιν’ ἡδονὴν αἱ ῥίζαι δὲ ἄβρωτοι διὰ τὸ ξυλῶδες ἢ πικρὸν ἢ ὅλως δύσχυμον ἢ ἄχυμον· διαφορὰ δὲ οὐ μικρὰ καὶ διὰ τὰς φύσεις τῶν ζώων· τὰ μὲν γὰρ ἡμῖν | |
5 | ἄχυμα τοῖς ἄλλοις ἔγχυμα φαίνεται διὰ τὴν ἰσχὺν καὶ τὴν κατεργασίαν· (ἄλλα δὲ) ἄλλοις κἀκείνων προσφιλῆ καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς διαθέσεις· | |
Caus Plant.6.12.12 | χαίρει γὰρ τὰ μὲν τοῖς ἁπαλοῖς τὰ δὲ τοῖς ξηροῖς μᾶλ‐ λον· ἔνια δὲ καὶ ἀνάπαλιν ἁπαλὰ μὲν ὄντα ἄβρωτα ξηραινόμενα δὲ ἐδώδιμα διὰ τὸ συνεκπέττεσθαι καὶ ἐκκρίνεσθαι τὸ πικρὸν ὑπὸ τοῦ ἡλίου καθάπερ τὸ σή‐ | |
5 | σαμον καὶ τὸ ἐρύσιμον· τούτων γὰρ χλωρῶν ὄντων οὐ‐ δὲν ἅπτεσθαι δοκεῖ ζῶον διὰ τὴν πικρότητα καὶ δυσ‐ χυμίαν, ξηρανθέντων δὲ μᾶλλον, οἱ δὲ δὴ καρποὶ καὶ ἡδεῖς. Ἀλλὰ δὴ τούτων μὲν τοιαῦταί τινες αἱ αἰτίαι. | |
Caus Plant.6.13.1 | Περὶ δὲ δὴ τῶν καρπῶν τῶν τροφίμων δῆ‐ λον ὅτι ῥᾴων ὁ λόγος· οὗτοι γὰρ καθαροὶ καὶ εἰλικρι‐ νεῖς οἷον ἐξηθημένοι πως ὑπὸ τῆς φύσεως ὥστε πλείοσι καὶ μᾶλλον ἁρμόττειν. Ἀλλ’ ἐπὶ τῶν φαρμακωδῶν | |
5 | καὶ ὅλως (τῶν) κατὰ τὰς δυνάμεις θεωρητέον· καὶ γὰρ ἐν τούτοις οὔθ’ αἱ αὐταὶ δυνάμεις οὔτ’ ἴσαι πάντων εὐθὺς ἀπὸ τῶν ῥιζῶν ἀρχομένοις· οὐδὲ δὴ τῶν ἄνω πᾶσιν οἷον φύλλοις καὶ κλωσὶ καὶ καρποῖς. Καὶ τὸ μὲν τῷ μᾶλλον καὶ ἧττον διάφορον ἔχει τιν’ εὐλογίαν | |
10 | τὸ δ’ ὅλως ἔνια μηδὲ δύνασθαι ποιεῖν ὥσπερ τὰ τῶν ῥιζῶν [τὰ] σπέρματα καὶ τοὺς καυλοὺς ἢ πάλιν τὰ τῶν φύλλων τοὺς καρποὺς καὶ τὰς ῥίζας μᾶλλον ἄν τις θαυμάσειε. | |
Caus Plant.6.13.2 | Τὰς δ’ αἰτίας καὶ τούτων ἐν τοῖς εἰ‐ ρημένοις ἀνασκεπτέον. Ἑκάστου γὰρ ἰδία κρᾶσις οὖσα καὶ φύσις διαφόρους ποιεῖ καὶ τὰς δυνάμεις ὥστε τὰ μὲν συντήκειν καὶ διακρίνειν τὰ δὲ μὴ, καὶ τὰ μὲν | |
5 | μᾶλλον τὰ δ’ ἧττον καὶ θερμαίνειν καὶ πέττειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ τἆλλα ὡσαύτως. Τὸ δὲ δὴ μάλιστα τοὺς καρποὺς εἶναι τοιούτους οὐκ ἄλογον εἴ‐ περ μηδ’ ἡ ὅλη φύσις ὁμοία ῥίζης τε καὶ καρποῦ καὶ τῶν ἄλλων μορίων ἀλλὰ τὰ μὲν ὅλως ἄπεπτα τὰ δὲ | |
10 | πεπεμμένα καὶ ὅλως ἐκ πλειόνων σύνθετα δι’ ὃ καὶ τοῖς χυλοῖς καὶ ταῖς δυνάμεσιν ἕτερα. | |
Caus Plant.6.13.3 | Τοῦτο γὰρ | |
καὶ ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὁρῶμεν, ὧν αἱ ῥίζαι πικραὶ καὶ ὀπώδεις τούτων τοὺς καρποὺς γλυκεῖς ὄντας ὡς ἂν ἐξ ἀπέπτου τινὸς πεπεμμένους ὄντας· | 308 | |
5 | ταὐτὸν δὲ καὶ ἐν ταῖς τῶν φαρμάκων δυνάμεσιν ὑπο‐ ληπτέον συμβαίνειν ὥστ’ οὐκ ἄλογον εἰς ἔνια μὲν τὰς ῥίζας ἰσχύειν μᾶλλον εἰς ἔνια δὲ τῶν λοιπῶν τι με‐ ρῶν. Ἐπεὶ καὶ ῥίζαι ῥιζῶν ἐν τοῖς ὁμογενέσι καὶ σπέρματα σπερμάτων καὶ τἆλλα μέρη πολὺ διαφέ‐ | |
10 | ρουσιν ἰσχύϊ διὰ τὸν ἀέρα ἑκάστης χώρας, ὥσπερ καὶ ὁ σῖτος καὶ οἱ ἄλλοι καρποὶ τῇ βαρύτητι καὶ κου‐ φότητι διὰ τὰς τροφάς. | |
Caus Plant.6.13.4 | Καὶ διὰ τοῦτο φάρ‐ μακα φαρμάκων ἀμείνω κατὰ τοὺς τόπους οὐ μα‐ κρὰν ἀπέχοντας· οἷον ὁ ἐκ τῆς Οἴτης ἐλλέβορος τοῦ ἐν τῷ Παρνασῷ· δοκεῖ γὰρ ἰσχυρότερος εἶναι οὗτος καὶ | |
5 | οὐχ ἁρμόττειν εἰς τὴν χρείαν. Ἡ δὲ ἰσχὺς ἐκ παρα‐ πλησίας τινὸς αἰτίας γίνεται καὶ ἐπὶ τῶν καρπῶν· καὶ γὰρ ἐνταῦθα σκληρότητί τε τοῦ ἀέρος καὶ πλήθει τῆς τροφῆς βαρεῖς γίνονται διὰ τὸ πολὺ τὸ γεῶδες ἔχειν ὥσπερ οἱ ἐν τῇ Βοιωτίᾳ· κἀκεῖ διὰ τὰς ὁμοίας αἰτίας. | |
Caus Plant.6.13.5 | Ἄλλη δὲ πρὸς ἄλλην δύναμιν οἰκεία χώρα καθά‐ περ ἐπὶ τῶν καρπῶν· ἔνιαι γὰρ οὐδὲ ἐκπέττουσιν ὅλως τὰς φαρμακώδεις δυνάμεις· ἐπεὶ πολλαχοῦ καὶ μέλας ἐλλέβορός ἐστι καὶ ἄλλαι τῶν ῥιζῶν ἀλλ’ ἀμβλεῖαι | |
5 | καὶ ἀδύνατοί τινες. ᾟ καὶ δόξειεν ἂν ψυχροῦ τινος ἀέρος ἅμα καὶ εὔπνου δεῖσθαι καὶ ἔτι τροφῆς συμμέ‐ τρου· φαίνεται δ’ οὖν ἐν τοῖς ὄρεσι πλεῖστα φάρμακα γίνεσθαι καὶ ἐν τοῖς ὑψηλοτάτοις καὶ μεγίστοις μά‐ λιστα. Καὶ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω. | |
Caus Plant.6.14.1 | Περὶ δὲ τῶν ὀδμῶν ἐπειδὴ καὶ αὗται κατὰ μέρη γίνονται τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ὑπο‐ ληπτέον· ἡ γὰρ πέψις τοῖς μὲν ἐν τῷ ἄνθει μᾶλλον τοῖς δὲ καὶ ἐν τῷ καρπῷ τοῖς δὲ καὶ ἐν τοῖς φύλλοις καὶ | |
5 | ἐν τοῖς κλωσὶ γίνεται. Τοῖς μὲν ἐν τοῖς ὑδαρέσι καὶ ὥσπερ ἐν τοῖς ἀχύλοις ἢ δριμέσιν. Ἐν τοῖς ἄνθεσιν οἷον ῥόδῳ, κρόκῳ καὶ τοῖς τοιούτοις. Ὅσα δὲ αὐτῶν μὴ εὔχυλα καὶ ἐν ταῖς ὀσμαῖς ἐμφαίνει τινὰ βαρύτητα καθάπερ τὸ κρίνον καὶ τὸ λείριον καὶ τὰ παραπλήσια | |
10 | τούτοις. | |
Caus Plant.6.14.2 | Ἔνια δ’ ὅλως οὐδ’ εὐοσμίαν ἀλλὰ βαρύ‐ τητα ἔχει κατὰ τὴν ὄσφρησιν καὶ φανερὸν ὡς ἀπὸ τοῦ χυλοῦ πως γίνεται καὶ οὐκ ἔστιν ἀπηρτημένον τὸ τῆς ὀσμῆς. Ὅσα γὰρ ὑδαρῆ καὶ ἄχυμα καὶ ἄοσμα ὡς | |
5 | ἐπὶ πᾶν· ἐν δυσὶ γὰρ τούτοιν ὡς εἰπεῖν ἡ ἀοσμία τῷ τε τὸν χυλὸν ὑδαρῆ τιν’ ἔχειν φύσει καὶ τὸ πολὺ ὑδα‐ τῶδες. Τὸ μὲν γὰρ ὥσπερ ἄμικτον τὰ δ’ ὑπὸ τοῦ πλή‐ θους ἀφανίζεται δι’ ὃ τρόπον τινὰ καὶ τοῦθ’ ὥσπερ ἄμικ‐ τον· ἐν μίξει δέ τινι καὶ τὸ τῆς ὀσμῆς. Ὅσα δὲ ἐν | |
10 | τροφῇ πλείονι καὶ βλοσυρωτέρᾳ καθάπερ τὰ λιμναῖα ταῦτα καὶ τὰς ὀσμὰς ἔχει παραπλησίας βαρείας τινὰς καὶ θολεράς. | |
Caus Plant.6.14.3 | Ἐπεὶ οὖν τῶν μὲν ἐν ταῖς ῥίζαις ἡ τοιαύτη μίξις καὶ συμμετρία τῶν δ’ ἐν τοῖς κλωσὶ καὶ τοῖς φύλλοις τῶν δ’ ἐν τοῖς καρποῖς πλείστων δ’ ἐν τοῖς ἄνθεσιν εὐλόγως εὔοσμα ταῦθ’ ἑκάστων. Καὶ διὰ | |
5 | τοῦτ’ ἐν τοῖς δένδροις τὰ ἐλάττω τῶν ἀνθῶν εὔοσμα καὶ ἧττον ἐν τοῖς ἄλλοις καὶ τὸ γεῶδες πλέον καὶ ἡ | |
ὑγρότης. Εἰ δὲ μὴ ζητητέον αἰτίαν. Ἴσως μὲν οὖν καθόλου καὶ ἁπλῶς εἴρηται. Εἰ δὲ καθ’ ἕκαστον δεῖ σκοπεῖν τὰς εἰρημένας συμμετρίας οὐκ ἂν δόξαιεν | 309 | |
10 | ἀλόγως ἐν τῷ ἄνθει τοῖς πλείστοις· ἐνταῦθα γὰρ οἷον πρώτη καὶ ἐλαφροτάτη πέψις (τοῦ ὑγροῦ) ἀποξηραι‐ νομένου θ’ ἅμα καὶ μεταβάλλοντος· | |
Caus Plant.6.14.4 | ὅταν δ’ εἰς τὸν καρπὸν ἔλθῃ πλείονος τῆς ὑγρότητος οὔσης οὐκέτι δια‐ μένει τὸ τῆς ὀσμῆς ἐφ’ ὧν μὴ φύσει τοιοῦτος ὁ χυλός. Ὡς δ’ ἐπὶ τὸ πᾶν ἔν τε τῶν οἰνωδῶν τισι καρπῶν ἡ | |
5 | εὐοσμία, τοιοῦτο γὰρ καὶ τὸ μῆλον καὶ τὸ ἄπιον καὶ τὸ μέσπιλον· καὶ τῶν εὐστόμων διὰ δριμύτητός τινος οἷον κεδρίδος τε καὶ τερμίνθου καὶ τῶν τοιούτων· καὶ τῶν λιπαρῶν ὥσπερ ὅ τε τῆς ἐλάτης καὶ τῆς πεύκης καὶ τῆς πίτυος καὶ τῆς δάφνης. | |
Caus Plant.6.14.5 | Τῶν δὲ γλυκέων οὐδεὶς ὡς εἰπεῖν ἢ ἐπὶ μικρόν· ἐπεὶ καὶ τὰ μῆλα τὰ γλυκέα πάντων ἥκιστα εὔοσμα καὶ ὅσῳ ἂν γλυκύτερα ἧττον· ἅμα δὲ καὶ ταῦτ’ ἔχει πως οἰνώδη τὸν χυλόν· | |
5 | αἴτιον δ’ ὅτι παχύτερος καὶ γεωδέστερος ὁ γλυκὺς χυ‐ λὸς ἄλλως τε καὶ ἐν τῷ περικαρπίῳ μεμιγμένος. Ἡ δὲ ὀσμὴ λεπτοτέρου καὶ ξηροτέρου καὶ διαπνεομένων μᾶλλόν ἐστιν ὑπὲρ ὧν καὶ ὕστερον διασαφητέον. | |
Caus Plant.6.14.6 | Ἀλλ’ ὡς ἐπὶ κεφαλαίων ἐν τούτοις τοῖς γένεσιν ἡ εὐο‐ σμία. Τῶν δὲ φύλλων καὶ κλωνῶν καὶ ὅλως τῶν δέν‐ δρων καὶ ὑλημάτων ἐν οἷς καὶ δριμύτης τις ὑπάρχει καὶ λιπαρότης ὥσπερ ἀμέλει καὶ οἱ προειρημένοι καρποὶ | |
5 | καὶ ἐπὶ τῶν οἰνωδῶν ἐνίων· ὁ γὰρ τοῦ μυρρίνου καρπὸς εὐώδης, εὔοσμος δὲ καὶ αὐτὴ καὶ εἴ τις ἄλλη τοιαύτην ἔχει δριμύτητα εἴτε λιπαροῦ τινος εἴτ’ οἰνώδους εἴτε καὶ ἄλλου χυλοῦ κατὰ τοὺς καρπούς. | |
Caus Plant.6.14.7 | Ὁμοίως δὲ καὶ ἐπὶ τῶν στεφανωμάτων οἷον ἑρπύλλου, σισυμβρίου καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ λαχάνων οἷον πηγάνου, σελίνου, μίνθης τό τε ξηρὸν καὶ δριμὺ καὶ στυπτικόν | |
5 | πως ἔνδηλον οὐκ ἐπὶ τοῖς καρποῖς οὐδ’ ἐν τοῖς ἄλλοις ἐχόντων τὴν ὑγρότητα τοιαύτην. Ἐν ἅπασι δ’ ἐνυ‐ πάρχει καὶ τούτοις τὸ κατὰ τὸν διωρισμὸν τοῖς εὐώ‐ δεσιν ὥστε τὸ ἔγχυλον ξηρῷ ἀπομιγνύμενον ἐμφαίνειν τινὰ δύναμιν. | |
Caus Plant.6.14.8 | Εὐοσμότερα δὲ καὶ ἡδίω καὶ ὅλα καὶ κατὰ μέρος ἐν τοῖς εὔπνοις καὶ ξηροῖς τόποις ἀφῃ‐ ρημένου τοῦ ὑδατώδους καὶ τοῦ καταλοίπου πεπεμμέ‐ νου μᾶλλον. Ὡς γὰρ ἁπλῶς εἰπεῖν ἡ ξηρότης οἰκειο‐ | |
5 | τέρα ταῖς ὀσμαῖς καὶ μᾶλλον ἐνταῦθ’ ἀποκλίνει πάντα· σημεῖον δὲ καὶ τὸ ἐν ταῖς θερμοτέραις χώραις πλείω γίνεσθαι καὶ μᾶλλον τὰ εὔοσμα· πεπεμμένα γὰρ δῆλον ὅτι μᾶλλον· καὶ ἔνια ξηραινόμενα ὄζει, χλωρὰ δ’ οὐκ ὄζει καθάπερ ὁ κάλαμος καὶ ὁ σχοῖνος, τὰ δὲ καὶ | |
10 | μᾶλλον ὄζει ξηρανθέντα καθάπερ ἴρις καὶ ὁ μελίλωτος· οὗτος δὲ καὶ οἴνῳ ῥανθεὶς εὐοσμότερος. | |
Caus Plant.6.14.9 | Οὐ μὴν πάνθ’ οὕτως ἀλλ’ ἔνια καὶ ἀνάπαλιν· ἃ δεῖ διαιρεῖν· ἁπλῆ δέ τις ἡ διαίρεσις· τῶν μὲν γὰρ ἀσθενεῖς αἱ ὀσ‐ μαί· τοιαῦτα δὲ ὡς ἐπὶ πᾶν τὰ ἄνθη μάλιστα· ταῦτα | |
5 | μὲν εὐοσμότερα χλωρὰ καὶ πρόσφατα, χρονιζόμενα δὲ ἀμβλύνεται διὰ τὴν ἀποπνοήν· ὧν δ’ ἰσχυρότεραι, τοιαῦτα δὲ ὅσα γεωδέστερα καὶ ἐν γεωδεστέροις καὶ οὗ μέμικταί τις ὑδατώδης δύναμις, ταῦτ’ ἀποξηραινόμενα | |
καὶ παλαιούμενα μέχρι τινὸς, ὡς καὶ τὰ μῆλα τὰ | 310 | |
10 | κυδώνια καὶ ὅσα τῶν στεφανωματικῶν δριμείας ἔχει τὰς ὀσμὰς οἷον τὸ ἀβρότονον μάλιστα καὶ τὸ ἀμάρακον καὶ ὁ κρόκος· | |
Caus Plant.6.14.10 | ἅμα γὰρ ἀποπνεῖταί τε τὸ ὑδατῶδες καὶ ἡ τῆς τροφῆς ἐπιρροὴ παύεται καὶ ὥσπερ πέψιν ἐν ἑαυτοῖς ἔνιά γε λαμβάνει καὶ ἀφαιρεθέντα ἀπὸ τῶν φυτῶν εὐωδέστερα καθάπερ τὰ μῆλα καὶ ἄλλ’ ἄττα. | |
5 | Συμβαίνει δὲ καὶ τῶν ποιωδῶν ἔνια χλωρὰ μὲν ὄντα μὴ ὄζειν διὰ τὴν ὑγρότητα, ξηρανθέντα δὲ καθάπερ ἄλλα τε καὶ τὸ βούκερας. Ἐπεὶ καὶ ὁ οἶνος τότε μά‐ λιστα παρίσταται καὶ ὀσμὴν λαμβάνει ὅταν ἀποκριθῇ τὸ ὑδατῶδες αὐτοῦ. Τὰ μὲν οὖν τοιαῦτα πάντα πα‐ | |
10 | λαιούμενα εὐοσμότερα. | |
Caus Plant.6.14.11 | Τὰ δ’ ἀσθενῆ ταχὺ δια‐ πνεῖται καθάπερ τὰ ἴα· καὶ τά γε λευκὰ πικρὰ καὶ κα‐ κώδη παλαιούμενα καὶ οὐχ ὥσπερ τὰ ῥόδα διατηρεῖ τὴν εὐοσμίαν ἀποξηραινόμενα μέχρι οὗ ἂν ἐκλίπῃ· | |
5 | πλὴν τὰ μὲν χλωρὰ καὶ πόρρωθεν ὄζει, ταῦτα δ’ οὔ· τὸ δ’ αἴτιον ὅτι κατέσκληκέ πως ἐλλελοιπότος τοῦ οἰ‐ κείου θερμοῦ καὶ οὐ δίδωσιν ἀποπνοήν· ἐπεὶ πρός γε τὰς χρείας οἱ μυρεψοὶ καὶ ταῦτα ἀποξηραίνουσι μέχρι τινὸς ὅπως ἄκρατον καταλίπωσι τὴν ὀσμήν. Ὁ δὲ | |
10 | μελίλωτος καὶ εἰς πλείω χρόνον εὔοσμος διαμένει. | |
Caus Plant.6.14.12 | Οὐ μὴν ἀλλ’ ἔνιά γε τῶν εὐωδῶν ἄγαν καταξηραινό‐ μενα χείρους ἴσχει τὰς ὀσμὰς τῷ δριμυτέρας εἶναι καὶ σκληροτέρας· ἔστι γάρ τις ὥσπερ καὶ οἴνου καὶ ἁπλῶς χυλοῦ σκληρότης καὶ ἰσχὺς οὕτω καὶ ὀσμῶν ὃ καὶ τῶν | |
5 | ἀγρίων ἔνια ὁμογενῆ δοκεῖ πρὸς τὰ ἥμερα πεπονθέναι καθάπερ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τῶν λαχα‐ νωδῶν μάλιστα τὸ πήγανον· σκληραὶ γὰρ αἱ ὀσμαὶ καὶ ἀγλυκεῖς, αἱ δὲ τῶν ἡμέρων ἔχουσί τινα ἅμα τῷ ὑφειμένῳ γλυκύτητα καὶ εὐμένειαν. Ἔστι γὰρ ὥσ‐ | |
10 | περ ἐν χυμοῖς καὶ ἐν ὀσμαῖς γλυκύτης. Σχεδὸν δὲ καὶ αἱ ἄλλαι προσηγορίαι τῶν εἰδῶν ὡς οὐ πόρρω τῆς φύσεως ἑκατέρας οὔσης. | |
Caus Plant.6.15.1 | Ἀλλὰ γὰρ ποῖαι μέν τινες ὀσμαὶ χρόνιοι καὶ ποῖαι ξηραινομένων εὐοσμότεραι καὶ τἆλλα τὰ τούτοις ὅμοια διὰ τῶν εἰρημένων θεωρείσθω· καὶ γὰρ ὅσα μὴ εἴρηται ῥᾴδιον ἐκ τούτων συνιδεῖν. Ὅσα δὲ μὴ κατὰ | |
5 | μέρος εὔοσμα ἀλλ’ ὅλα τυγχάνει περὶ τούτων ἀπορή‐ σειεν ἄν τις ὃ καὶ πρότερον ἐλέχθη, διὰ τί τὸ ἄνθος οὐκ εὔοσμον αὐτῶν ἢ οὐ κατὰ λόγον. Ἔδει γὰρ καὶ τοῖς ἄλλοις μὴ οὖσιν εὐόσμοις τούτοις μάλιστα διὰ τὸ προϋπάρχειν τὴν φύσιν. | |
Caus Plant.6.15.2 | Αἴτιον δὲ φαίνεται δι’ ὅτι πέψις τις ἡ ἄνθησις τὸ δὲ πεττόμενον ἐν μεταβολῇ τοῦ ὑπάρχοντος. Ὅσα μὲν οὖν αὐτὰ μὴ ὀσμώδη τούτων πεττομένων τῶν χυλῶν λαμβάνει τινὰ τὸ ἄνθος | |
5 | εὐοσμίαν ἐπείπερ ἡ πέψις ἐν μεταβολῇ· ὅσα δ’ εὔοσμα τούτων διὰ τὴν μεταβολὴν ἀναγκαῖον ἐξαλλάττειν τὴν ὀσμήν· ὀσμωδῶν δὲ ὄντων ἧττον εὔοσμον ἔσται τὸ ἄν‐ θος. Αὕτη γὰρ ἡ ἐξαλλαγὴ ἔοικεν ὥσπερ ἐξάτμισίς τις εἶναι τῆς προϋπαρχούσης ὀσμῆς καὶ δυνάμεως, δι’ | |
10 | ὃ καὶ ἧττόν φασιν ὄζειν τότε. Τοῦτο μὲν οὖν εἰ γί‐ νεται σκεπτέον· φέρει γάρ τινα πίστιν. | |
Caus Plant.6.15.3 | Φαίνε‐ ται δὲ παρόμοιον συμβαίνειν ὥσπερ ἐπὶ τῶν χυλῶν | |
τῶν τοιούτων τῶν ἐν τέλει καὶ πεπεμμένων πρὸς τοὺς ἀπέπτους ὅταν πυρῶνται καὶ ἡλιῶνται· μεταβολῆς | 311 | |
5 | γὰρ γινομένης οἱ μὲν εἰς τὸ βέλτιον οἱ δὲ εἰς τὸ χεῖρον μεταβάλλουσι· τοὺς μὲν γὰρ πέττει τοὺς δ’ οἷον ἐξίσ‐ τησι τὸ θερμόν· ἀνάγκη γὰρ ὅταν ἐν τῷ τέλει γίνηται τὴν μεταβολὴν εἶναι πρὸς τὸ χεῖρον, ὃ δὴ καὶ ἐνταῦθα φαίνεται συμβαῖνον μαλακωτέρας τῆς ὀσμῆς γινομέ‐ | |
10 | νης· οἷον γὰρ ἄνεσίς τις γίνεται τῆς ἀκράτου. Ἅμα δὲ καὶ διυγραίνεσθαι συμβαίνει ξηρὸν ὂν φύσει κατὰ τὴν ἄνθησιν· | |
Caus Plant.6.15.4 | ὧν γένεσις οὐκ ἄνευ τούτων κἂν ταύτῃ γίνοιτό τις ἄνεσις· εἰ δὲ μὴ ὑγρότης ἀλλ’ οἷον γλυκύ‐ της ἐγγίνεται πρὸς τὴν τοῦ καρποῦ γένεσιν· ἅπαντα γὰρ ἐκ γλυκέος γεννᾶται, δι’ ὃ καὶ τὰ πολλὰ τῶν ἀν‐ | |
5 | θῶν ἐστι γλυκέα. Καὶ τοῦτο κατὰ λόγον ἐκλελυμένην τε καὶ θηλυτέραν εἶναι τὴν ὀσμὴν οἷον ἐπιγλυκαίνου‐ σαν ἀφῃρημένης τῆς ἀκράτου δριμύτητος. Τούτων μὲν οὖν τοιαύτην τινὰ αἰτίαν ὑποληπτέον. | |
Caus Plant.6.16.1 | Διὰ τί δ’ οἱ ἄγριοι καρποὶ τῶν ἡμέρων εὐοσ‐ μότεροι τῶν ὁμογενῶν οἷον μῆλά τε καὶ ἀχράδες καὶ οὖα καὶ μέσπιλα καὶ τἆλλα καὶ αὐτῶν δὲ τῶν μήλων ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις τὰ στρυφνότατα | |
5 | εὐοσμότατα, —καίτοι διὰ πέψιν γινομένης τῆς ὀσμῆς προσῆκεν εὐοσμεῖν τὰ μάλιστα πεπεμμένα, —περὶ δὴ τούτων ἔστι μὲν ἁπλῶς εἰπεῖν ὅτι τὰ ἄγρια ὡς σκληρό‐ τερα εὐοσμότερα καθάπερ ἐν τοῖς ἄλλοις. Ἔστι δὲ καὶ οἰκειοτέρως εἴ τις δύναιτο διελεῖν τὰς πέψεις τήν | |
10 | τε τοῦ χυλοῦ καὶ τὴν τῆς ὀσμῆς ἐν τίνι ἑκατέρα γίνε‐ ται· φαίνεται γάρ τινα ἔχειν διαφορὰν εἴθ’ ἑτέρων ὄν‐ των εἴτε τοῦ αὐτοῦ μεταβάλλοντος. | |
Caus Plant.6.16.2 | Τοῦτο μὲν οὖν καθόλου διαίρεσιν ἔχει, πρὸς δὲ τὸ νῦν ἱκανὸν το‐ σοῦτον ὅπερ καὶ φανερὸν ὅτι ἡ μὲν γλυκύτης καὶ ὅλως ἡ εὐστομία παχύνσει τῶν χυλῶν δι’ ὃ καὶ γηράσκοντες | |
5 | οἱ καρποὶ καὶ ἡλιούμενοι πάντες γλυκύτεροι· παχύ‐ νονται γὰρ ἀφαιρουμένου τοῦ ὑδατώδους. Ἡ δὲ τῶν ὀσμῶν ἐν προτέρᾳ τινὶ καὶ ἀτελεστέρᾳ πέψει. Ση‐ μεῖον δὲ καὶ ὅτι αὐτὰ τὰ εὐώδη καθάπερ ἄπιοι καὶ μῆλα καὶ τὰ ἄλλα μᾶλλον εὔοσμα γίνεται μὴ τελέως | |
10 | ἐκπεπανθέντα. Καίτοι τότε τοῦ χυλοῦ μάλιστα πέ‐ ψις. | |
Caus Plant.6.16.3 | Καὶ ἔοικεν ἐν ταῖς προτέραις μεταβολαῖς τῶν χυλῶν, πλείους γὰρ, εὐοσμία γίνεσθαι καθάπερ ἅμα πνευματική τις οὖσα καὶ οὔπω τοῦ χυλοῦ τὴν οἰκείαν ἔχοντος φύσιν· ὅταν δ’ εἰς ταύτην ἐπέλθῃ παχυνθεὶς | |
5 | καὶ πεφθεὶς τὰ μὲν τῆς ὀσμῆς ἐλάττω τὴν δὲ γλυκύ‐ τητα τὴν οἰκείαν καὶ ὅλως τὴν τῇ αἰσθήσει πρόσφο‐ ρον λαμβάνει. Τὰ μὲν οὖν ἄγρια μέχρι τῆς προτέρας προϊόντα καὶ τὴν εὐωδίαν ἔχει κατὰ λόγον. Τὰ δὲ ἥμερα τελεούμενα τῇ πέψει καὶ εὐτροφοῦντα διὰ τὴν | |
10 | κατεργασίαν μεταβάλλει τοὺς χυλοὺς εἰς γλυκύτητα καὶ εὐστομίαν. | |
Caus Plant.6.16.4 | Ἅμα δὲ καὶ τὴν ὑγρότητα καὶ τὴν ξηρότητα καὶ τὴν πολυτροφίαν καὶ τὴν ὀλιγοτρο‐ φίαν καὶ τὴν εὔπνοιαν εἰκός τι συμβάλλεσθαι πρὸς τὰς ὀσμὰς εἴπερ ὅλως καὶ τὰ ξηρὰ καὶ ἐν ξηροῖς καὶ | |
5 | ὀλιγότροφα καὶ ἐν εὔπνοις εὐοσμότερα· μιγνυμένη γὰρ ἡ πλείων ὑγρότης ἀμβλύνει τὴν ὀσμήν· δι’ ὃ καὶ ἐν | |
τοῖς παλισκίοις καὶ ἐφύδροις οὐκ εὔοσμα καὶ μάλιστα δὴ τῇ παχύνσει καθάπερ εἴρηται λαμβάνει τὴν μετα‐ βολήν. | 312 | |
Caus Plant.6.16.5 | Ὡς δ’ ἁπλῶς εἰπεῖν καὶ ξηρότερα τὰ ἄγρια καὶ ὀλιγοτροφώτερα καὶ ἐν εὐπνοίᾳ μᾶλλον καὶ ἐν ἡλιώσει καὶ ἔτι λεπτοχυλότερα καὶ οὐχ ὁμοίως τὸν χυλὸν ἀναμεμιγμένον ἔχοντα τῇ σαρκὶ τοῖς ἡμέροις· | |
5 | ἅπαντα δὴ ταῦτα συμβάλλεται πρὸς εὐοσμίαν. Ἰδεῖν δὲ τοῦτ’ ἔστι καὶ ἐπὶ τῶν οἴνων· οἱ μὲν γὰρ γλυκεῖς ὅλως ἄοσμοι καὶ οἱ μαλακοὶ, τῶν δὲ ἄλλων οἱ λεπτοὶ μᾶλλον εὐώδεις καὶ θᾶττον τῶν πιόνων παριστάμενοι καὶ παχέων· | |
Caus Plant.6.16.6 | ἔτι δὲ ἅμα τῇ εὐοσμίᾳ συμβαίνει καθάπερ χωρισμόν τινα γίνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ γεώδους ὑφισταμένης τῆς τρυγὸς καὶ πρὸς τούτοις ἀποπνοὴν τοῦ ὑδατώδους ὥστε διὰ πάντων εἶναι τὴν | |
5 | εὐωδίαν λεπτότητός τε καὶ χωρισμοῦ καὶ διαπνοῆς· ἐπεὶ καὶ αὐτοῦ τοῦ κεραμίου τὸ πρὸς τῇ τρυγὶ ἧττον εὔοσμον. Ἡ δ’ αὐτὴ αἰτία καὶ τοῦ θᾶττον παρίστα‐ σθαι τοὺς ἠθητικοὺς τῶν οἴνων· λεπτότεροι γὰρ καὶ ὥσπερ εὐθὺς ἄμικτοι. Συνεπιμαρτυρεῖ δὲ καὶ τὸ ἐκ | |
10 | τῶν λεπτοτέρων καὶ εὐείλων καὶ εὐπνόων εὐωδεστέ‐ ρους γίνεσθαι καὶ ἐκ τῶν πρεσβυτέρων ἢ νεωτέρων· ἔτι δ’ ὅσοι πολύοσμοι καὶ ἰσχυροὶ ταῖς ὀσμαῖς οὐκ ἔχουσιν ἐν τῇ γεύσει τὸ μαλακὸν ὡς οὐκ οὔσης ἅμα τῆς τε κατὰ τὸν χυλὸν εὐστομίας καὶ πολυοσμίας καὶ | |
15 | ἰσχύος. | |
Caus Plant.6.16.7 | Ὅπερ καὶ ἐπὶ τῶν μύρων καὶ ἐπὶ τῶν θυμιαμάτων καὶ ἐπὶ τῶν στεφανωμάτων καὶ ἐπὶ τῶν ἄλλων τῶν εὐόσμων συμβαίνει· πάντα γὰρ μικρὰ καὶ δύσχυμα τὰ τοιαῦτα καθάπερ αἱ ἀμυγδάλαι. Καὶ οἱ | |
5 | ὀρεινοὶ δὲ τῶν οἴνων ὀσμὴν μὲν ἔχουσιν ἔνιοι σκληροὶ δὲ καὶ οὐκ εὔχυλοι. Ἐξ ἁπάντων οὖν τούτων δῆλον ὡς ἕτερον τὸ τὴν εὐοσμίαν ποιοῦν. Ἐὰν οὖν συμμε‐ τρίαν τινὰ λάβῃ τῆς κράσεως ἥδιστον τὸ ἐξ ἀμφοῖν ἄλλως τε καὶ ὧν κατὰ τὴν γεῦσιν ἡ ἀπόλαυσις. Ἐπεὶ | |
10 | καὶ τῶν ἐν ταύτῃ ἀγρίων τινῶν ἔφαμεν λυπεῖν τὸ δριμὺ καὶ ἄκρατον ὥσπερ ἐρπύλλου καὶ ἀβροτόνου καὶ πηγά‐ νου· μιχθείσης δὲ ὑγρότητος συμφύτου μᾶλλον εὔστο‐ μον γίνεται εὐχυλοτέρων γινομένων· ἐὰν δὲ ὑπεραίρῃ θάτερον ἐπιζητοῦμεν τὸ ἐλλεῖπον· ἅμα γάρ πως ἡ | |
15 | ἀπόλαυσις ἐν τοῖς τοιούτοις τῶν γευστῶν ὀσμῶν καὶ χυλῶν. | |
Caus Plant.6.16.8 | Χρὴ δὲ πειρᾶσθαι καθόλου διαιρεῖν ὥσ‐ περ εἴπομεν εἰ ἐν τῷ χυλῷ μὲν ἡ εὐστομία καὶ ἡ γλυκύτης ἀπὸ τοῦ χυλοῦ δὲ ἡ ὀσμὴ ποῖος ἑκάτερος καὶ πῶς ἔχων. Ἐκεῖνο δ’ οὖν φανερὸν ἐκ τῶν εἰρη‐ | |
5 | μένων ὅπερ ἐξ ἀρχῆς ἠπορήθη διὰ τί οἱ ἄγριοι τῶν καρπῶν εὐοσμότεροι. Φαίνεται δὲ κἀκεῖνο συμφω‐ νεῖν ὥστε ἐν τοῖς ἀτέλεσι καὶ τοῖς στερητικοῖς χυλοῖς μᾶλλον εἶναι τὴν εὐοσμίαν εἴ γε τὰ μὲν πικρὰ τὰ δὲ δριμέα τὰ δ’ αὐστηρὰ τὰ δὲ στρυφνὰ τὰ δὲ ἄλλας | |
10 | ἔχοντα δυσχερείας. Οὐκ ἀλόγως δ’ ἴσως· ἡ ἀπο‐ πνοὴ γάρ τις μᾶλλον ἀπὸ τούτων ὥστ’ ἐὰν μὲν εὔ‐ κρατα λάβῃ σύμμετρον εἶναι πρὸς τὴν ὄσφρησιν ἐὰν δὲ ὑπερβάλλοντα δυσχερῆ καὶ βαρεῖαν ἤδη. Καὶ οὐκ ἂν δόξειεν ἐν στερήσει τοιοῦτον εἶναι γένος ἀλλ’ | |
15 | ἑτέραν τινα φύσιν ἔχειν εἴ γε ἔνια ποιητικὰ τῶν ἄκ‐ | |
ρων. Ἡ μὲν οὖν εὐοσμία διὰ τοῦτο ἐν τοῖς μὴ γλυ‐ κέσι καὶ δυσχύλοις μᾶλλον ὡς εἰπεῖν. Τῶν δ’ ὀσμῶν ἡ μὲν ἰσχὺς ἑκάστων δῆλον ὅτι κατὰ τὴν ὑποκειμένην φύσιν. | 313 | |
Caus Plant.6.17.1 | Οὐ μὴν ἀλλ’ ἔνιά γε τῶν ἀνθέων ἐξ ἀπο‐ στάσεως ἢ πλησίον ἐλθοῦσιν εὐοσμότερα καθάπερ καὶ τὰ ἴα δοκεῖ. Τὸ δ’ αἴτιον ὅτι πρὸς μὲν τὰ πόρρω καθαρὰ φέρεται καὶ ἀμιγὴς ἡ ὀσμὴ πλησίον δ’ ὄντων ὅτι συν‐ | |
5 | απορρεῖ τινα καὶ ἀπὸ τῶν ἄλλων μορίων ἅπερ οὐ διϊκνεῖται πρὸς τὰ πόρρω διὰ τὸ γεωδέστερα καὶ πα‐ χύτερα εἶναι. Καθόλου γὰρ ταῖς μὲν ἀσθενέσι τῶν ὀσμῶν ἡ ἀμιξία τῶν δ’ ἰσχυροτέρων ἐνίαις αἱ μί‐ ξεις αἱ οἰκεῖαι χρησιμώτεραι καθάπερ τοῖς χυλοῖς οἷον | |
10 | καὶ τῇ σμύρνῃ· | |
Caus Plant.6.17.2 | δοκεῖ γὰρ ἄμεινον θυμιᾶσθαι κα‐ ταβραχεῖσα μελικράτῳ ἢ γλυκεῖ· μαλακωτέρα γὰρ ὀσμὴ κεραννυμένη καὶ γλυκυτέρα γίνεται. Ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν χυλῶν. Ἔνιοι γὰρ δέονται | |
5 | μίξεως πρὸς εὐστομίαν. Ὡς δ’ ἁπλῶς εἰπεῖν ἕωθεν καὶ ὀσμαὶ πλεῖσται καὶ ἀκρατέστεραι, προσιούσης δὲ τῆς μεσημβρίας ἧττον, μεσημβρίας δ’ ἥκιστα διὰ τὸ ἀναξηραίνειν τὸν ἥλιον. | |
Caus Plant.6.17.3 | Ὡς δ’ ἐν ταῖς τῆς ἡμέρας ὥραις ὁμοίως καὶ ἐν ταῖς τοῦ ἐνιαυτοῦ κατὰ λόγον πλὴν εἴ τινων ὀσμαὶ καὶ πεπάνσεις κατ’ ἄλλην ὥραν ἢ εἴ τινων αἱ κράσεις τοῦ ἀέρος σύμμετροι πρὸς τὰς ὀσμὰς, | |
5 | ὅπερ καὶ καθ’ ἑσπέραν ἐστὶν ἐπὶ τῆς ἑσπερίδος καλου‐ μένης· αὕτη γὰρ τῆς νυκτὸς ὄζει μᾶλλον. Κατὰ δὲ τὰς ἡλικίας οὐκ ἐν ταῖς ἄκραις ἀλλ’ ἐν ταῖς ἀκμαῖς εὐοσμότατα μικρόν τε παρεγκλίνοντα τὴν ἀκμήν. | |
Caus Plant.6.17.4 | Οὐ γὰρ ἴσως ἡ αὐτὴ χυλοῦ καὶ ὀσμῆς πέψις. Τὸ μὲν γὰρ νέον ἅτε πλείω τροφὴν ἐπισπώμενον οὐ πέττει τὸ δὲ γεγηρακὸς ἐξασθενεῖ δι’ ἔνδειαν θερμότητος. Οὐ μὴν ἀλλὰ ταῦτά γε εὐοσμότερα τῶν νέων· ἐλάττων | |
5 | γὰρ ἡ ὑγρότης ὥστ’ ἐπικρατεῖ μᾶλλον ὥσπερ καὶ τὰ ἐν ταῖς χώραις ταῖς λεπτογείοις. Ὡς δ’ ἁπλῶς εἰπεῖν τὰ ἐν τῇ ἀκμῇ καὶ πρὸς εὐχυλίαν ἄριστα καὶ πρὸς εὐοσμίαν ὧν ἑκατέροις ἐνταῦθα τὸ τέλος. | |
Caus Plant.6.17.5 | Ἐν δὲ τοῖς ψύχεσι καὶ πάγοις ἀμβλύτεροι καὶ οἱ χυλοὶ καὶ αἱ ὀσμαὶ διὰ τὴν πῆξιν· πεπηγότα γὰρ οὐ διαδίδωσιν. Ἅμα δὲ καὶ ἀφανίζεταί πως ὑπὸ τοῦ ψύχους κατακρατοῦντος | |
5 | μᾶλλον κἀκεῖνα καὶ ἡ αἴσθησις· ἀμφότερα γὰρ ἐξίστη‐ σιν ἐκεῖνα δὲ μᾶλλον. Ἐπεὶ καὶ τῶν καρπῶν ἐξαιρεῖ‐ ται τὴν γλυκύτητα διατμίζον τῇ πήξει καὶ ἐξαεροῦν. Ὡσαύτως δὲ καὶ ἡ τῶν καυμάτων ὑπερβολὴ τοὺς χυ‐ λοὺς λυμαίνεται· τὰ μὲν γὰρ κατακάει τὰ δὲ οὐ πέττει | |
10 | τὰ δ’ ὥσπερ σήπει καὶ διυγραίνει καθάπερ καὶ ἐπὶ τῶν συκῶν ἐλέχθη· | |
Caus Plant.6.17.6 | τὰς δ’ ὀσμὰς ἴσως ἐνίων μᾶλλον διατηρεῖ. Τάχα δὲ καὶ ποιεῖ τάς γε ἐν τοῖς ξηροῖς γινομένας, ἄκρατοι γὰρ αὗται. Πολλὰς δὲ καὶ φθεί‐ ρει· τὰς δ’ ἐν τοῖς καρποῖς ἐγχυλοτέρας καὶ μεμιγμέ‐ | |
5 | νας τινὰς εἶναι μὴ πεπαινομένων δὲ καλῶς οὐ γίνε‐ σθαι. Τὸ δ’ ὅλον ἐν συμμετρίᾳ τινὶ τὴν μίξιν ὑπάρχειν καὶ ἐμφαίνεσθαί πως τὴν τοῦ ξηροῦ φύσιν ἐν ταῖς ὀσμαῖς. Τοῦτο γὰρ τὸ τὰς ὀσμὰς ποιοῦν ἢ πάντων ἤ τινων· ὅπερ φανερὸν εὐθὺ καὶ ἐπὶ τῆς γῆς ἐστιν ἐν τοῖς | |
10 | τοιούτοις ὑετοῖς. Διακεκαυμένης γὰρ ἐν τῷ θέρει τὸ θερμόν πως καὶ τὸ ὕδωρ ποιεῖ τὴν εὐωδίαν. | 314 |
Caus Plant.6.17.7 | Ταῦτα δὲ ποιεῖ καὶ ἐν ἄλλοις. Καὶ γὰρ τὸ περὶ τὴν ἶριν λεγόμενον ὡς ὅπου ἂν κατάσχῃ ποιεῖ τὰ δένδρα καὶ τὸν τόπον εὐώδη τοιοῦτόν ἐστι· ποιεῖ γὰρ οὐ πάν‐ τως ἀλλ’ ἐὰν ὕλη τις ᾖ νεόκαυτος οὐδ’ ἴσως καθ’ αὑ‐ | |
5 | τὴν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός· ἐφύει γὰρ ὅπου ἂν ἐπιστῇ· πεπυρωμένης γὰρ τῆς ὕλης ἡ κατά‐ μιξις ποιεῖ τινα ἀτμίδα καὶ εὐωδίαν· οὐδὲ γὰρ οὐδὲ γίνεται πλῆθος ὕδατος ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ ψεκὰς ὥστε συμμετρίαν εἶναι πρὸς τὴν θερμότητα καὶ ξη‐ | |
10 | ρότητα. Δεῖ δὲ καὶ αὐτὴν τὴν ὕλην ποιάν τινα προϋπάρχειν, οὐ γὰρ ἐν πάσῃ καὶ πάντως. | |
Caus Plant.6.17.8 | Ὅλως δὲ καὶ ἐν ἄλλοις ἡ πύρωσις καὶ ἡ κατάμιξις τῶν πε‐ πυρωμένων ποιεῖ τινας εὐωδίας καὶ τὸ ὅλον ὀσμὰς ἐὰν ἔχῃ τὸ σύμμετρον. Ἐπεὶ καὶ τὰ θυμιάματα | |
5 | ταῦτα πυρώσει ἀνίει εὐωδίας μαλακῇ δὲ καὶ οὐ κατα‐ καιούσῃ· τὸ γὰρ σύμμετρον οὕτω πρὸς ὀσμὴν ἐκείνως δὲ φθορά. | |
Caus Plant.6.17.9 | Πάρεγγυς δὲ καὶ ταὐτό πως τούτῳ εἰ ἔστι μὲν τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων εὔοσμα πολλὰ ζῶον δὲ οὐδὲν εἰ μὴ τὴν πάρδαλίν φασι καθά‐ περ ἐλέχθη τοῖς θηρίοις. Τὰ μὲν γὰρ θερμὰ καὶ ξηρὰ | |
5 | τὴν φύσιν ὥστε λεπτοτέρα καὶ καθαρωτέρα τις ἡ αὐ‐ τῶν ἀποπνοὴ, τὰ δ’ ἐν ὑγρότητι πλείονι καὶ ὑλωδεσ‐ τέρᾳ δι’ ὃ καὶ ἡ ἀποπνοὴ τοιαύτη καὶ ὅλως ἡ τροφὴ τῶν μὲν ἁπλῆ καὶ ἀπερίττωτος τῶν δὲ ποικίλη καὶ περιττωματική. | |
Caus Plant.6.17.10 | Συμβάλλεται δέ τι καὶ τοῦτο πρὸς εὐοσμίαν ὅταν ἡ φύσις ἅμα προϋπάρχῃ ποιά τις, ἀρχὴ γὰρ αὕτη καὶ πρῶτον· ἐπεὶ οὐδὲ τὰ δένδρα πάντα εὐώδη διὰ τὸ μὴ τὰς ὁμοίας ἔχειν κράσεις. | |
5 | Τάχα δὲ καὶ ἡμῖν οὐκ ἔνδηλον ἐκ τῶν ζώων τὸ εὔοσμον διὰ τὸ χειρίστην εἶναι τὴν ὄσφρησιν· ἐπεὶ τά γ’ ἄλλα καὶ πόρρωθεν αἰσθάνεται καὶ τὸ σύνεγγυς ἀκριβέστε‐ ρον· ἢ καὶ τὰ μὲν ἴσως αὐτοῖς εὐώδη τὰ δὲ καὶ ἀηδῆ πάντα φαίνεται καθάπερ καὶ ἡμῖν ἕτερα ἑτέρων | |
10 | μᾶλλον ἔνια δὲ καὶ ὅλως φεύγομεν. | |
Caus Plant.6.17.11 | Ἀλλ’ ἐκεῖνο ἄτοπον ὃ καὶ πρότερον εἴπομεν εἰ τὸ ἡμῖν κακῶδες καὶ ἄοσμον ἐκείνοις εὔοσμον γίνεται· τάχα δ’ οὐκ ἄτοπον. Ὁρῶμεν δ’ οὖν τοῦτο καὶ ἐφ’ ἑτέροις | |
5 | συμβαῖνον οἷον ἐν αὐταῖς εὐθὺ ταῖς τροφαῖς ὧν μάλιστ’ ἄν τις αἰτιάσαιτο τὰς κράσεις ἀνωμαλεῖς γε οὔσας. Ἐπεὶ τά γε σχήματα Δημοκρίτου καθάπερ ἐλέχθη τεταγμένα ἔχοντα τὰς μορφὰς τεταγμένα καὶ τὰ πάθη καὶ ... ἐχρῆν ποιεῖν. Ἀλλὰ ταῦτα μὲν οὕτω λεκ‐ | |
10 | τέον. | |
Caus Plant.6.17.12 | Ὃ δὲ καὶ μικρῷ πρότερον ἐλέχθη καὶ νῦν πάλιν εἴπωμεν ὅτι καὶ ἡ εὐοσμία καὶ ἡ εὐχυμία ζητεῖ τινα καὶ χώρας καὶ ἀέρος ποιότητα καὶ τροφῆς. Δεῖ γὰρ μήτε ὑπερβάλλειν μήτ’ ἐλλείπειν μήτε ἀλλοτρίαν | |
5 | εἶναι τοῖς ὑποκειμένοις τὴν τροφὴν ὡς τὸ μὲν πλῆθος κωλύει τὴν πέψιν τὸ δ’ ἐνδεὲς οἷον ὕλην οὐκ ἔχει τὸ δὲ μὴ οἰκεῖον οὐ ποιεῖ τὸ τῆς φύσεως. Τοῦτο δὲ μάλιστα ἐν τῳ ποιόν τι τὸ ἔδαφος εἶναι καὶ τὸν ἀέρα καὶ τὴν θερμότητα τοῦ ἡλίου· ταῦτα γάρ ἐστι τὰ τὰς τροφὰς | |
10 | καὶ τὰς πέψεις οἵας δεῖ ποιοῦντα. Πρὸς ἑτέρους | |
δὲ καρποὺς καὶ χυλοὺς ἑτέρα καὶ διάφορος. | 315 | |
Caus Plant.6.17.13 | Ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον ἐκ πολλῶν φανερόν. Ἄλλα γὰρ ἐν ἄλλῃ χώρᾳ καὶ εὔοσμα καὶ εὔχυλα καὶ κάρπιμα καὶ ἄκαρπα καὶ βλαστητικὰ καὶ ἀβλα‐ στῆ. Καὶ γὰρ ἂν ταῦθ’ ὑπὸ τὴν αἰτίαν τὴν αὐ‐ | |
5 | τὴν πίπτοι περὶ ὧν οὐδὲν ἕτερον ἄν τις αἰτιάσαιτο παρὰ τὴν ἐκ τοῦ ἀέρος κρᾶσιν καὶ τὴν ἐκ τοῦ ἐδάφους τροφήν. Καὶ γὰρ τὰ κωλύοντα καὶ αὔξοντα ταῦτα καὶ τὰ τὴν πέψιν ποιοῦντα καὶ εὐχυλίαν. Ἐπεὶ δὲ καὶ αἱ ὀσμαὶ καὶ οἱ χυλοὶ πολυειδεῖς διὰ τοῦτ’ οὐ μία | |
10 | κρᾶσις οὐδὲ μία τροφὴ πᾶσι πρόσφορος ἀλλ’ ἑκάστοις ἡ πρὸς τὴν ἰδίαν φύσιν. | |
Caus Plant.6.18.1 | Ὅθεν καὶ ταύτης τῆς ἀπορίας λύσις διὰ τί ποτε μᾶλλον ὄντων εὐόσμων τῶν θερμῶν τόπων οὐχ ἅπαντα ἐν ἅπασι τοῖς θερμοῖς τὰ εὔοσμα, ἔτι δὲ μᾶλλον διὰ τί ποτε τὰ μὲν παρὰ τοῖς ἄλλοις ἄοσμα | |
5 | παρὰ τούτοις εὔοσμα καθάπερ κάλαμος καὶ σχοῖνος ἐν Συρίᾳ, τὰ δὲ παρὰ τοῖς ἄλλοις εὔοσμα παρ’ ἐκεί‐ νοις οὐδὲν μᾶλλον ὡς δέ τινές φασι καὶ ἧττον· καίτοι κατὰ λόγον καὶ ταῦτα μᾶλλον· ὑπὸ γὰρ τὴν λεχθεῖσαν αἰτίαν ἅπαντα ταῦτ’ ἐστίν. Ἡ γὰρ ἀνωμαλία τοῦ | |
10 | ἀέρος καὶ τῆς τροφῆς ἑτέρων ὄντων τῶν εἰδῶν ἄλλη πρὸς ἄλλους ἁρμόττει. | |
Caus Plant.6.18.2 | Διὰ τοῦτο γὰρ καὶ αὐτῆς τῆς Συρίας βραχύς τις τόπος καὶ τοῦ καλάμου καὶ τοῦ σχοίνου. Καὶ πάλιν τὸ ὀποβάλσαμον καὶ τῶν ἄλλων τῶν τὰς εὐοσμίας ποιούντων πρὸς μὲν τὴν οἰκείαν ... πρὸς | |
5 | δὲ τὰ παρὰ τοῖς ἄλλοις εὐώδη παραπλησίαν ἢ χείρω κρᾶσιν ἔχει. Καθάπερ συμβαίνει καὶ ἐπὶ καρπῶν· οὐ γὰρ ἴσης πάντα δεῖ θερμότητος οὐδ’ ὁμοίας ἀλλὰ τὰ μὲν πλείονος τὰ δὲ ἐλάττονος καὶ μαλακωτέρας ὥσπερ καὶ ἐπὶ τῶν ἑψομένων καὶ ὅλως τῶν κατὰ τὰς | |
10 | τέχνας γινομένων. | |
Caus Plant.6.18.3 | Ἐνιαχοῦ δὲ καὶ τοῖς καθ’ ἕκαστα εὔδηλον· ἐν Αἰγύπτῳ γὰρ χείριστα τὰ ἄνθη καὶ τὰ στεφανώμαθ’ ὡς εἰπεῖν ὅτι ὁ ἀὴρ ὁμιχλώδης καὶ δροσοβόλος. Ἐν δὲ ταῖς τοιαύταις χώραις οὐ γί‐ | |
5 | νεται τὸ ὅλον εὐωδία διὰ τὸ μὴ γίνεσθαι πέψιν ἀλλὰ μᾶλλον ἐν ταῖς καταξήροις, ἐν ταύτῃ γὰρ ἐκπέττου‐ σιν· ἐπεὶ τὰ περὶ Κυρήνην διὰ ταῦτα εὔοσμα τά τ’ ἄλλα καὶ μάλιστα τὸ ῥόδον καὶ ὁ κρόκος. Ἡ γὰρ χώρα λεπτὴ καὶ ξηρὰ καὶ οὐκ ἄγαν θερμὴ καθαρῷ δὲ | |
10 | τῷ ἀέρι καὶ ἀνύδρῳ. Πρὸς εὐωδίαν δὲ αἱ τοιαῦται τροφαὶ συμμετροῦνται· τὸ δὲ ῥόδον καὶ ὁ κρόκος ὀλι‐ γότροφα δι’ ὃ καὶ τῶν ἄλλων εὐοσμότερα. | |
Caus Plant.6.18.4 | Θαυ‐ μασιώτερον δ’ ἐν Αἰγύπτῳ τὸ περὶ τὰς μυρρίνας ὅτι τῶν ἄλλων ὄντων ἀόσμων ὑπερβάλλουσιν αὗται τῇ εὐοσμίᾳ· καὶ γὰρ ἡ ξηρότης καὶ ἡ θερμότης οὐχ ἧτ‐ | |
5 | τον ἀλλὰ μᾶλλον ἔν τισιν ὑπάρχει τῶν λοιπῶν καὶ τὰ ἄλλα δὲ σχεδὸν τὰ κατὰ τὴν αἴσθησιν. Ἔστι μὲν δὴ καί τι γένος ἴσως ὃ μεταφυτευόμενον εἰς ἑτέρας χώρας οἷον Κύπρον, Ῥόδον, Κνίδον, ἐμφαίνει τι τῆς δυνάμεως· οὐθὲν μέντοι τῶν αὐτῶν ἀλλὰ καὶ πλατυ‐ | |
10 | φυλλοτέρα γίνεται, λεπτὴ γὰρ ἐκείνη, καὶ τὴν εὐω‐ δίαν οὐκ ἐγγὺς πρὸς ἐκείνην. | |
Caus Plant.6.18.5 | Οὐ μὴν ἀλλὰ τό γε πλεῖστον ἐν τῇ χώρᾳ τὸ αἴτιον καὶ τὴν ἰδιότητα ποιεῖ | |
πρὸς τὰ ἄλλα τὴν θαυμαζομένην. Τὸ γὰρ αὖ πάλιν μι‐ κρόκαρπον εἶναι μήτε λευκὴν ἀλλὰ μέλαιναν οὐχ | 316 | |
5 | ὑπεναντίον πρὸς τὴν εὐωδίαν· ἄμφω γὰρ ἡ ξηρότης· αἰτιῶνται δὲ ὡς μικρόμυρτον διὰ τὸ μὴ γίνεσθαι τὸ οὐράνιον ὕδωρ ὡς ἐπιζητοῦντα τὸν καρπὸν, τὰς δὲ δρόσους οὐ βοηθεῖν. | |
Caus Plant.6.18.6 | Τοῦτο μὲν οὖν καὶ εἴ τι τοιοῦτον ἕτερον ᾧ συμβαίνει δυνάμεις ἰδίας ἔχειν παρὰ τὰ ἄλλα κατὰ τόπους ἐνίους ἰδιωτέρων δεῖται λόγων. Ὁ γὰρ κοινὸς ὅτι πολλὰς ἀνωμαλίας αἱ χῶραι φέρου‐ | |
5 | σιν ἀληθὴς μὲν προσαπαιτεῖ δὲ καὶ τὰς οἰκείας δυνάμεις καὶ διαφοράς. Ἔοικεν οὖν ὁμοίως καὶ τὸ ἐν Κιλικίᾳ περὶ τὰς ῥόας συμβαῖνον· ὡς γὰρ ἐκεῖ περὶ τὸν χυλὸν ἐνταῦθα περὶ τὴν ὀσμὴν ἡ δύναμις καὶ ἡ ἰδιότης. | |
Caus Plant.6.18.7 | Ἐκεῖ μὲν οὖν αἰτιάσαιτ’ ἄν τις τὴν τοῦ ποταμοῦ γειτ‐ νίασίν τε καὶ φύσιν· ἡ γὰρ ῥόα φίλυδρον καὶ μεταβάλ‐ λειν φασὶν ἐξ ὀξέος εἰς γλυκὺν ἐὰν ἔχῃ πολυϋδρίαν ὥστ’ εἰ διαρρέων ὁ ποταμὸς ἅμα τῷ πλήθει καὶ τῇ ποιότητι | |
5 | ποιεῖ τοιαύτην μεταβολὴν οὐδὲν ἄτοπον. Ἐνταῦθα δὲ πειρᾶσθαί γέ τινα δεῖ ζητεῖν αἰτίαν ἥτις οἰκεία πρὸς τὴν εὐοσμίαν· ἔοικε δὲ μάλιστα τοιαύτη τις εἶναι συν‐ τιθεμένων εἰς ταὐτὸ πάντων οἷον τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου γένους τῆς μυρρίνης καὶ τοῦ ἐδάφους καὶ τοῦ | |
10 | ἀέρος. | |
Caus Plant.6.18.8 | Αὐτό γε τὸ φυτὸν ὅλως ξηρὸν καὶ τὸ γένος τοῦτο μᾶλλον τῶν ἄλλων. Δηλοῖ δὲ ἡ στενοφυλλία καὶ ἡ μικροκαρπία καὶ ἡ χρόα τοῦ καρποῦ, πάντα γὰρ ταῦτα ξηρότητος. Τὸ δὲ ξηρὸν ὀλίγον ὑγρὸν ἔχει τὸ | |
5 | δ’ ὀλίγον εὔπεπτον, ἡ εὐωδία δ’ ἐν πέψει τῇ πρὸς ὄσ‐ φρησιν αὕτη δ’ ἀγλυκὴς καὶ οὐκ εὔχυλος. | |
Caus Plant.6.18.9 | Ἀπὸ μὲν οὖν τοῦ φυτοῦ ταῦτα προϋπάρχοντα ἀπὸ δὲ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος ὅτι τὸ μὲν ξηρὸν ὁ δ’ ἀὴρ μα‐ λακὸς ἄμφω δὲ ταῦτ’ εἰς πέψιν τὸ μὲν τῷ συνέψειν ὁ | |
5 | δὲ τῷ καθυγραίνειν. Ἐπεὶ καὶ ἐνταῦθα αἱ ἄγριαί τε τῶν ἡμέρων εὐοσμότεραι καὶ αἱ ἐν προσείλοις τῶν ἐν παλισκίοις καὶ μάλισθ’ αἱ πρὸς μεσημβρίαν. Ἅπασαι δ’ αὗται τροφὴν ἐλάττω καὶ τὸ πέττον πλέον ἔχουσιν δι’ ὃ καὶ οὐδ’ εὐαυξεῖς εἰς μῆκος ἀλλὰ θαμ‐ | |
10 | νωδέστεραι. Καὶ γὰρ πάχος λαμβάνουσι καὶ σχί‐ ζονται μᾶλλον διὰ τὸ πολλὰς λαμβάνειν ἀρχὰς πέτ‐ τοντος τοῦ θερμοῦ καὶ μερίζονται πανταχῆ· τῶν δὲ ἐν τοῖς παλισκίοις εἰς ἓν μόνον ἡ ὁρμὴ δι’ ὃ καὶ μήκη μὲν αἱ ῥάβδοι μᾶλλον λαμβάνουσι πάχη δ’ οὔ, καὶ | |
15 | ἐκ τούτων αἱ βακτηρίαι καθάπερ ἄλλοθί τε καὶ ἐν Σκιάθῳ. Κοινὸν δὲ τοῦτο ἴσως ἐπὶ πάντων τῶν δέν‐ δρων ἐστί. | |
Caus Plant.6.18.10 | Λοιπὸν δ’ οὖν εἰπεῖν διὰ τί ταῦτα οὐκ εὐώδη· τούτων δ’ αἰτιατέον δρόσον τὴν πρόσειλον. Αὕτη δὴ πολλὴ πίπτουσα καθυγραίνει τὰ μὲν ἄνθη καὶ ὑγρότερα τὴν φύσιν ὄντα μᾶλλον τὰ δὲ ἄμικτα | |
5 | καὶ ξηρὰ ἐλάττω καὶ ἀσθενέστερα, δι’ ὃ καὶ κρατεῖται μᾶλλον ἀπὸ τῆς αὐτῆς ὑγρότητος. Ὁ δὲ μύρρινος ... σημεῖον δὲ καὶ τὸ εἰρημένον ὑπὲρ αὐτοῦ· μικρόκαρπος γὰρ εἶναι δοκεῖ διὰ τὸ μὴ λαμβάνειν τὸ κατὰ κεφαλῆς ὕδωρ ἱκανόν. Ὥστε τοῦ μὲν μυρρίνου διὰ τούτων | |
10 | πειρατέον ἀναζητεῖν τὰς αἰτίας. | |
Caus Plant.6.18.11 | Τῶν δ’ ἐν τοῖς ψυχροῖς εὐόδμων τὴν θερμότητα τὴν ἐν τῇ γῇ νομισ‐ | |
τέον εἶναι· πανταχοῦ γὰρ τὸ θερμὸν τὸ πέττον ἄλλοτε μὲν ἐκτὸς προσπίπτον ὁτὲ δὲ κατακλειόμενον ὥσπερ | 317 | |
5 | καὶ ἐν τῇ τῆς ὀπώρας πεπάνσει· παραπλήσιον γὰρ τὸ συμβαῖνον· ἀντιπεριϊσταμένη γὰρ ἡ θερμότης εἰς τὴν γῆν καὶ συνελαυνομένη πέττει. Δεῖ δὲ καὶ τὴν γῆν μήτε πηλώδη μήτε πίειραν εἶναι μήτε γλίσχραν· διὰ γὰρ τὴν ὑγρότητα καὶ τὴν γλισχρότητα οὐχ ὁμοίως | |
10 | ἐργάσεται τὸ θερμὸν, ἀλλὰ χρὴ τοιαύτην ὥστε μήτε τὸ ἐκ τοῦ ἀέρος δέχεσθαι ψυχρὸν τό τε ἐν αὐτῇ θερμὸν ἀποστέγειν καὶ τηρεῖν. | |
Caus Plant.6.18.12 | Διὰ τοῦτο γὰρ καὶ ἐν τῇ Ἰλλυρίδι βελτίων ἡ ἴρις ἢ ἐν Μακεδονίᾳ, ἐν δὲ τῇ Θράκῃ καὶ ταῖς ἔτι ψυχροτέραις ἅμα καὶ ἀπεπτοτέραις ὅλως ἄοσμος· καὶ γὰρ ἡ γῆ πίειρα καὶ ἡ ὑγρότης πολλὴ | |
5 | καὶ ὁ χειμὼν ἔκτοπος· ἐν δὲ ταῖς ἀλεειναῖς καὶ λεπ‐ ταῖς διὰ τὴν μαλακότητα τοῦ ἀέρος ἄοδμος· οὐκ ἴση γὰρ ἡ ἀντιπερίστασις. Ἐξ ἀμφοῖν δὲ ζητητέον ὥσ‐ περ καὶ ἐν τοῖς ὑπὲρ γῆς εὐόδμοις καὶ ἐκ τοῦ ἐδάφους καὶ ἐκ τοῦ ἀέρος τὰς δυνάμεις τὰς εἰς τὴν πέψιν συν‐ | |
10 | εργούσας. Ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω. | |
Caus Plant.6.19.1 | Τὰς δ’ ὀσμὰς ἤδη τὰς ἀπ’ ἀλλήλων οἱ καρποὶ μὲν οὐχ ἕλκουσιν οὐδ’ ὅλως οὐδὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὥστε γε καὶ ποιεῖν τι δῆλον. Ὥστε καὶ παρα‐ φυτεύομέν γ’ ἔνια τῶν δριμέων οἷον σκόρδα καὶ κρό‐ | |
5 | μυα τοῖς στεφανώμασι· φασὶ γὰρ ὠφελεῖν εἰς εὐωδίαν. Τοῦτο δ’ εἴπερ ἀληθὲς δυοῖν θάτερον αἰτιάσαιτ’ ἄν τις ὡς τὸ κακῶδες ἀφαιρουμένων. Ἕκαστον γὰρ δὴ τρέ‐ φεται τῷ οἰκείῳ καὶ ἕλκει τὸ συγγενὲς, ἀφαιρεθέντος δὲ τοῦ ἀλλοτρίου καθαρώτερον καὶ εὐωδέστερον τὸ | |
10 | λοιπόν· ἢ ὡς καταξηραινόντων τὸν τόπον διὰ τὴν θερ‐ μότητα καὶ πολυτροφίαν· ἐν δὲ τοῖς ξηροῖς ἅπαντα εὐοδμότερα. Τοῦτο μὲν οὖν ὡς ἂν καθ’ ὑπόθεσιν εἰ‐ ρήσθω. | |
Caus Plant.6.19.2 | Οἱ δὲ χυλοὶ χωρισθέντες ἕλκουσι, καὶ μάλιστα τό τε ἔλαιον καὶ ὁ οἶνος. Ὃ δὴ καὶ ἄλογον φαίνεται τί δή ποτε τὸ μὲν ὕδωρ καὶ λεπτομερὲς ὂν τοῦτο καὶ ἄοδμον καὶ ἄχυμον καὶ ὅλως ὂν διειδὲς οὐ | |
5 | δέχεται τὰ δὲ καὶ ἔγχυμα καὶ ὀδμώδη καὶ παχύτερα δέχεται, ὁ δὲ οἶνος καὶ μὴ ἐμβαλλομένων ἀλλὰ πλη‐ σίον ὄντων· ἕλκει γὰρ τῷ ἔχειν τινὰ θερμότητα ἐν ἑαυτῷ· τοῦτο γὰρ τὸ ἕλκον, τὸ δ’ ὕδωρ ἥκιστα ἔχει, φύσει γὰρ ψυχρόν. | |
Caus Plant.6.19.3 | Δεῖ δὲ τὸ δεξόμενόν τε ἅμα καὶ διατηρῆσον μὴ οὕτω λεπτόν τι ὡς στεγνὸν καὶ φυλακτικόν τι εἶναι· τὸ μὲν γὰρ διΐησιν ὥσπερ ἠθμὸς οὐκ ἔχον ᾧ στέγει· τὸ δὲ σωματωδέστερον καὶ | |
5 | πυκνότερον εἴς τε τὸ δέξασθαι καὶ τηρεῖν εὐφυὲς πρὸς ἄμφω συμμετρίαν ἔχον, ἅπερ ἀμφότερα τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ συμβέβηκε. Καὶ οἱ μυρεψοὶ δὲ τὰς ὀσμὰς εἰς τὸ ἔλαιον τίθενται· καὶ γὰρ ἄλλως ἁρμόττον πρὸς τὴν χρείαν καὶ ἅμα δύναται μάλιστα θησαυρίζειν διὰ | |
10 | τὴν ἀμεταβλησίαν· τὸ δὲ ὕδωρ εὐθὺς διαπνεῖ καὶ ὥσ‐ περ ἐκπλύνει καὶ διΐστησιν. Ἡ δὲ λεπτότης ὥσπερ εἴπομεν οὐ χρήσιμος, ἐπεὶ οὐδ’ ὁ ἀὴρ δύναται κατέ‐ χειν ἀλλὰ διαπέμψαι μόνον. | |
Caus Plant.6.19.4 | Τῶν δὲ ξηρῶν μά‐ λιστα μὲν ὅσα μανὰ καὶ ἄοσμα καὶ ἄχυλα καθάπερ ἔρια καὶ τὰ ἱμάτια καὶ εἴ τι ἄλλο τοιοῦτον· οὐ μὴν | |
ἀλλὰ καὶ ὅσα χυλοὺς ἔχει καὶ ὀσμὰς ὥσπερ καὶ τὸ | 318 | |
5 | μῆλον· καὶ γὰρ τοῦτο δέχεται καὶ ἕλκει τὰς ἐκ τῶν χυλῶν ὀσμάς· ἔγχυλον γὰρ αὐτὸ μᾶλλον· χρὴ γὰρ ὡς ἁπλῶς εἰπεῖν μήτε κατάξηρον εἶναι τὸ δεξόμενον ὥσ‐ περ τέφραν ἢ ἄμμον μήτε κάθυγρον· τὸ μὲν γὰρ διϊὸν οὐχ ἅπτεται ἐν τῷ δὲ διαχεῖται καὶ ἐκκλύζεται. | |
Caus Plant.6.19.5 | Διὰ τοῦτο γὰρ καὶ τὰ ἴχνη τῶν λαγῶν εὐσημότερα ψεκασθέντα μαλακῶς ὑπ’ αὐτὴν τὴν κυνηγίαν· ἐμμένει γὰρ μᾶλ‐ λον διὰ τὸ σφοδρῶς ἀπερείδεσθαι καὶ εἰς βάθος καὶ | |
5 | οὐχ ὥσπερ ξηρᾶς οὔσης ἐπιπολῆς οὐδ’ αὖ πηλώδους ὥσπερ ἐφ’ ὕδατι καὶ νότῳ. Ἐναντία γὰρ καὶ τὰ ὕδατα καὶ ἀπόλλυσιν ἄμφω τὰς ὀσμάς. Ἀλλὰ δεῖ καθάπερ τὰ ἀπομάγματα τῶν δακτυλίων μέσην τινὰ κρᾶσιν ἔχειν. Καὶ περὶ μὲν τούτων ἅλις. | |
Caus Plant.6.20.1 | Ἐπεὶ δὲ τὰ μὲν ἥμερα τὰ δ’ ἄγρια τῶν εὐό‐ σμων οὐκ ἀκολουθεῖ κατὰ τὸ γένος ἀλλ’ ἔνθα μὲν εὔο‐ σμον τὸ ἥμερον καθάπερ τὸ ῥόδον ἔνθα δὲ τὸ ἄγριον ὥσπερ ἴον τὸ μέλαν καὶ ὁ κρόκος. Ὁ δὲ ἕρπυλλος | |
5 | καὶ τὸ ἑλένιον δριμύτερα καθάπερ καὶ τῶν λαχανωδῶν τὸ πήγανον. Αἴτιον δὲ ὡς μὲν εἰπεῖν καθόλου τὸ καὶ πρότερον λεχθὲν ὅτι τὴν συμμετρίαν ἑκάτερα λαμβά‐ νει δι’ ἑκατέρου τῆς ὑγρότητος καὶ ξηρότητος ἐξ ὧν αἱ ὀσμαί. | |
Caus Plant.6.20.2 | Ὡς δὲ καθ’ ἕκαστα φανερὸν ἐπισκο‐ ποῦσι. Τὸ μὲν γὰρ ἴον τό γε μέλαν καὶ ὁ κρόκος οὔτε πολλῆς δεῖται τροφῆς ἐξ αὑτῶν θ’ ἱκανήν ... κεφαλόρριζα γὰρ ὥστ’ ἐν τοῖς ἡμέροις ἡ πλείων ἀπεπ‐ | |
5 | τοτέρα. Διὰ τοῦτο γὰρ καὶ τοῖς μὲν τέφραν περι‐ βάλλουσι τοῖς δ’ ἐπιπάττουσι. Τὸ δὲ ῥόδον καὶ ὁ ἕρπυλλος καὶ ὅσα ὅμοια τούτοις ἄγρια μὲν ὄντα ξηρό‐ τερα τοῦ συμμέτρου γίνεται δι’ ὃ τὸ μὲν ῥόδον ἀσθενὲς οἷόν τι ἄοδμον καὶ ἄνικμον· οὐδὲ γὰρ τὸ ἴον τὸ λευκὸν | |
10 | ἐν ταῖς ἄγαν ξηραῖς καὶ λεπταῖς εὔοσμον οὐδ’ ὅπου θερμὸς σφόδρα καὶ ἔμπυρος ὁ ἀήρ· ἀναξηραίνει γάρ. | |
Caus Plant.6.20.3 | Ὁ δ’ ἕρπυλλος καὶ τὸ ἑλένιον καὶ τἆλλα τὰ τοιαῦτα διὰ τὴν ξηρότητα δριμείας ἄγαν ἴσχει καὶ σκληρὰς τὰς ὀδμὰς ἡμερούμενα δὲ μαλακωτέρας. Ἡ δὲ συμμετρία δι’ ὅτι καὶ πέψιν ποιεῖ φανερόν. Ἐπεὶ | |
5 | καὶ τῶν εὐωδῶν ὀσμαὶ πρὸς τῇ τοῦ ἐδάφους καὶ τὴν τοῦ ἀέρος εὐκρασίαν ἀπαιτοῦσιν ὥστ’ ἀναμίγνυσθαι μήτε κωλύεσθαι μήθ’ ὑφ’ ἑνός. | |
Caus Plant.6.20.4 | Ἔοικε γὰρ τοιοῦ‐ τόν τι συμβαίνειν καὶ περὶ τὰ ἴχνη τῶν λαγῶν ὧν καὶ ἀρτίως ἐμνήσθημεν. Οὔτε γὰρ θέρους εὔοσμα οὔτε χειμῶνος οὔτε ἦρος ἀλλὰ μάλιστα τοῦ φθινοπώρου. | |
5 | Χειμῶνος μὲν γὰρ ὑγρὰ θέρους δ’ αὖ ξηρανθέντα δι’ ὃ καὶ μεσημβρίας χείριστα· τοῦ δ’ ἦρος αἱ τῶν ἀνθῶν ὀσμαὶ παρενοχλοῦσι· τὸ δὲ μετόπωρον σύμμετρον ἔχει πρὸς ἅπαντα τὴν κρᾶσιν. Περὶ μὲν οὖν ὀσμῶν καὶ χυλῶν τῶν ἐν τοῖς φυτοῖς καὶ καρποῖς ἐκ τούτων θεω‐ | |
10 | ρητέον. Ὅσα δ’ ἤδη κατὰ τὰς μίξεις καὶ τὰ πάθη πρὸς | |
ἄλληλα καὶ τὰς δυνάμεις ταῦτα καθ’ αὑτὰ λεκτέον. | 319 |