TLG 0093 010 :: THEOPHRASTUS :: Fragmenta THEOPHRASTUS Phil. Fragmenta
Citation: Fragment — section — (line) | ||
4t | ΠΕΡΙ ΟΣΜΩΝ | |
4.1 | Αἱ ὀσμαὶ τὸ μὲν ὅλον ἐκ μίξεώς εἰσι καθάπερ οἱ χυμοί· τὸ γὰρ ἄμικτον ἅπαν ἄοδμον ὥσπερ ἄχυμον, διὸ καὶ τὰ ἁπλᾶ ἄοδμα, οἷον ὕδωρ, ἀὴρ, πῦρ. Ἡ δὲ γῆ μάλιστ’ ἢ μόνη ὀδμὴν ἔχει, διὸ μάλιστα μικτή. | |
5 | Τῶν δ’ ὀδμῶν αἱ μὲν ὥσπερ ἀειδεῖς καὶ ὑδαρεῖς κα‐ θάπερ ἐπὶ τῶν χυμῶν, αἱ δ’ ἔχουσαί τινας ἰδέας. Αἱ δ’ ἰδέαι δοκοῦσι μὲν ἀκολουθεῖν ταῖς τῶν χυμῶν, οὐ μὴν ἔχουσί γε πᾶσαι τὰς αὐτὰς προσηγορίας, ὥσπερ ἐν τοῖς πρότερον εἴπομεν, οὐδ’ ὅλως οὕτω διωρισμέναι | |
---|---|---|
10 | τοῖς εἴδεσιν ὥσπερ οἱ χυμοὶ ἀλλ’ ὡς ἂν τοῖς γένεσιν, ὅτι τὰ μὲν εὔοσμα τὰ δὲ κάκοσμα. | |
4.2 | Τῆς δ’ εὐωδίας καὶ κακωδίας οὐκέτι τὰ εἴδη κατωνόμασται καίπερ ἔχοντα διαφορὰς μεγάλας ἐπί γ’ αὐτῶν τῶν γλυκέων καὶ πικρῶν [μᾶλλον], ἀλλὰ δριμεῖα λέγεται καὶ ἰσχυρὰ | |
5 | καὶ μαλακὴ καὶ γλυκεῖα καὶ βαρεῖα ὀδμή· κοιναὶ δ’ ἔνιαι τούτων καὶ τῶν κακωδῶν. Ἡ δὲ καθόλου καὶ ὥσπερ ἐπὶ πᾶσι τοῖς διαφθειρομένοις σαπρότης. Ἅπαν γὰρ τὸ σηπόμενον κακῶδες, εἰ μή τις τὴν ὀξύτητα λέγει τοῦ οἴνου σαπρότητα τῇ ὁμοιότητι τῆς φθορᾶς. | |
4.3 | Ἐν ἅπασι δ’ ἐστὶν ἡ τοῦ σαπροῦ κακωδία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν τοῖς ἀψύχοις· ἐν ἅπασι δὲ διαφθειρομένοις ὧν μὴ ἡ σύστασις εὐθὺς ἐκ τοιαύτης ὕλης, ἔχει γὰρ ἔνια καὶ τὴν τῆς ὕλης ὀσμὴν, οὐ μὴν | |
5 | ἐπὶ πάντων γε τοῦτ’ ἀκολουθεῖ. Πολλὰ γὰρ οὐ κα‐ κώδη τὰ ἐκ τῶν σαπρῶν, ὡς οὐδ’ οἱ μύκητες οἱ ἐκ τῆς κόπρου φυόμενοι· τὰ δ’ ἐκ σήψεως φυόμενα καὶ συνι‐ στάμενα κακώδη. Εὔοσμα μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν τὰ πεπεμμένα καὶ λεπτὰ καὶ ἥκιστα γεώδη· τὸ γὰρ | |
10 | τῆς ὀσμῆς ἐν ἀναπνοῇ· κακώδη δὲ δηλονότι τἀναντία. Πολλὰ δὲ ὥσπερ τῶν γλυκέων ἐμφαίνει τινὰ πικρότητα, καὶ τῶν εὐωδῶν βαρύτητα ταῖς ὀσμαῖς. | |
4.4 | Ἔχει δὲ ἕκαστον ὀσμὴν ἰδίαν καὶ ζώων καὶ φυτῶν καὶ τῶν ἀψύχων ὅσα ὀσμώδη· πολλὰ δ’ ἡμῖν οὐ φαίνεται διὰ τὸ χειρίστην ἔχειν τὴν αἴσθησιν ταύτην ὡς εἰπεῖν. Ἐπεὶ τοῖς γε ἄλλοις καὶ τὰ παντελῶς | |
5 | ἄοδμα φαινόμενα δίδωσί τινα ὀσμὴν, ὥσπερ αἱ κριθαὶ τοῖς ὑποζυγίοις αἱ ἐκ τῆς Κεδροπόλιος, ἃς οὐκ ἐσθίουσιν διὰ τὴν κακωδίαν. Ἡμᾶς δὲ καὶ αἱ τῶν ζώων λαν‐ θάνουσιν τῶν ὀσμωδῶν δοκούντων. Εὐωδίᾳ μὲν οὖν οὐθὲν φαίνεται καθ’ αὑτὸ χαίρειν ὡς εἰπεῖν, ἀλλ’ ὅσα | |
10 | πρὸς τὴν τροφὴν καὶ τὴν ἀπόλαυσιν. Πονεῖν δ’ ἔνια φαίνεται ταῖς ὀσμαῖς καὶ ταῖς εὐωδίαις, εἴπερ ἀληθὲς τὸ ἐπὶ τῶν γυπῶν καὶ τῶν κανθάρων. Τοῦτο δὲ δῆλον ὡς δι’ ἐναντίωσιν τῆς ἐν αὐτοῖς φύσεως. Ὡς δὲ καθ’ ἕκαστον ἅμα δεῖ τήν γε κρᾶσιν τὴν ἑκάστου καὶ τὴν | 364 |
15 | τῆς ὀσμῆς λαμβάνειν δύναμιν. | |
4.5 | Εἰσὶ μὲν οὖν ἔνιαι τῶν εὐόσμων καὶ ἐν ταῖς τροφαῖς οἷον αἱ τῶν ἀκρο‐ δρύων καὶ ἀπίων καὶ μήλων· αὗται γὰρ ἄνευ τῆς προσ‐ φορᾶς ἡδεῖαι, καὶ μᾶλλον ὡς εἰπεῖν. Οὐ μὴν ἀλλ’ | |
5 | ὥς γ’ ἁπλῶς διελεῖν αἱ μέν εἰσι καθ’ αὑτὰς αἱ δὲ κατὰ συμβεβηκός· αἱ μὲν τῶν χυλῶν καὶ τῆς τροφῆς κατὰ συμβεβηκὸς, αἱ δ’ ὥσπερ τῶν ἀνθῶν καθ’ αὑτάς. Ὡς δ’ ἐπίπαν τὰ εὔοσμα καθάπερ καὶ πρότερον ἐλέχθη δύσχυμα καὶ στρυφνὰ καὶ ὑπόπικρα. Ἔνια δὲ τῶν | |
10 | εὐχύμων καὶ κακώδη, καθάπερ καὶ τὸ αἰγύπτιον κα‐ λούμενον σῦκον, γλυκὺ ὂν, καὶ εἰ μὴ πανταχοῦ ἀλλ’ ἐνιαχοῦ. Καὶ ἡ ἄρκευθος ἐμφαίνει τινὰ τῇ μασήσει κακωδίαν γλυκεῖα οὖσα· τὸ δ’ οὖρον ποιεῖ εὐῶδες. | |
4.6 | Ἐπεὶ δὲ τῶν ὀσμῶν αἱ μὲν ἐν φυτοῖς καὶ τοῖς τούτων μορίοις, οἷον κλωσὶ, φύλλοις, φλοιοῖς, καρποῖς, δακρύοις, αἱ δὲ ὥσπερ διείλομεν ἐν ζώοις [καὶ φυτοῖς] καὶ τοῖς ἀψύχοις, αὗται μὲν φανερὸν ὅτι πέψιν ἕκασται | |
5 | λαμβάνουσιν ἐν τοῖς οἰκείοις· [αἷς] καὶ τὸ εὐῶδες καὶ κακῶδες ἀκολουθεῖ κατὰ τὰς οἰκείας φύσεις, ἡ δὲ πέψις τῷ οἰκείῳ θερμῷ. Ἐν δὲ τοῖς ἀψύχοις ταῖς τῶν ἁπλῶν δυνάμεσι καὶ γίνονται καὶ μεθίστανται καθάπερ οἱ χυμοί. | |
4.7 | Ὅσαι δὲ δὴ κατὰ τέχνην καὶ ἐπίνοιαν γί‐ νονται περὶ τούτων πειρατέον εἰπεῖν ὥσπερ καὶ περὶ τῶν χυλῶν. Ἐν ἀμφοῖν δὲ δῆλον ὡς ἀεὶ πρὸς τὸ βέλτιον [ἦν] ἡμῖν ἡ ἀναφορά· πᾶσα γὰρ τέχνη στοχάζεται | |
5 | τούτου. Εἰσὶ μὲν οὖν καὶ τοῖς ἀμίκτοις ὀσμαί τινες πρὸς ἃς συνεργεῖν πειρῶνται καὶ ταῖς παρα(σκευαῖς, ὡς καὶ) ταῖς τῶν χυμῶν εὐστο(μίαις). Οὐ μὴν ἀλλ’ ὥς γ’ ἁπλῶς εἰπεῖν ἐν μίξει τὸ πλέον, καὶ οὕτως αἱ ... δυοῖν μὲν ὡς τῷ γένει λαβεῖν, ὑγροῦ καὶ ξηροῦ· τριχῶς | |
10 | δὲ γί(νονται), ὅταν ἢ ὁμογενὲς ὁμογενεῖ, ἢ παράλλαττον τῷ παραλλάττοντι, ἢ ὑγρῷ ὑγρὸν ἢ ξηρῷ ξηρὸν, (ἢ ὑγρῷ ξηρόν). | |
4.8 | Ἐκ δυοῖν γὰρ τούτων καὶ ἡ τῶν χυλῶν καὶ τῶν ὀσμῶν γένεσις· ὡς μὲν οἱ τὰ ἀρώματα καὶ τὰ διαπάσματα συντιθέντες ξηροῖς πρὸς ξηρά· ὡς δ’ οἱ τὰ μύρα κεραννύντες ἢ τῷ οἴνῳ ἐπιχέοντος ὑγροῖς | |
5 | πρὸς ὑγρά. Τὸ δὲ τρίτον, ὃ καὶ πλεῖστόν ἐστιν, ὡς οἱ μυρεψοὶ ξηροῖς πρὸς ὑγρά· παντὸς γὰρ μύρου καὶ χρίσματος ἡ σύνθεσις αὕτη. Δεῖ δ’ εἰδέναι ποῖαι ποίοις εὔμικτοι καὶ ποῖαι ποίοις συνεργοῦσιν εἰς τὸ ποιεῖν μίαν ὥσπερ ἐπὶ τῶν χυμῶν. Καὶ γὰρ ἐκεῖ | |
10 | ταὐτὸ τοῦτο ζητοῦσιν οἱ μιγνύντες καὶ οἷον ἀρτύοντες. Ταῦτα μὲν οὖν ἐν οἷς καὶ δι’ ὧν αἱ τέχναι ποιοῦνται τὰ τέλη. | |
4.9 | Μίγνυνται δὲ τὰ μὲν αὐτῆς τῆς ὀσμῆς ἕνεκα καὶ πρὸς ταύτην τὴν αἴσθησιν, τὰ δ’ ὥσπερ ἡδύ‐ νειν βουλόμενα τὴν γεῦσιν οἷον ὡς οἱ τὰ μύρα τοῖς οἴνοις ἐπιχέοντες ἢ τὰ ἀρώματα ἐμβάλλοντες. Αἱ | |
5 | γὰρ αἰσθήσεις σύνεγγυς οὖσαι ποιοῦσί τινα ἀπόλαυσιν | |
ἀλλήλων, ὅθεν καὶ αὐτοῖς τοῖς γευστοῖς ζητοῦσι τὰς εὐοσμίας. | 365 | |
4.10 | Ἀπορήσειε δ’ ἄν τις ἴσως διὰ τί ποτε μύρον καὶ τἆλλα εὔοσμα τοὺς μὲν οἴνους ἡδύνει τῶν δὲ βρωμάτων οὐδὲν ἀλλὰ πάντα λυμαίνεται καὶ ἀπύ‐ ρωτα καὶ πεπυρωμένα. Τὸ δ’ αἴτιον ὑποληπτέον ὅτι | |
5 | συμβαίνει τῶν μὲν ξηρῶν ἀφαιρεῖσθαί τε τὸν οἰκεῖον χυλὸν διὰ τὴν ἰσχὺν καὶ ἅμα συνεπιφαίνειν τὸν αὑτοῦ ὄντα στρυφνὸν καὶ ὑπόπικρον· ἅπαν γὰρ τὸ εὔοσμον τοιοῦτον, διαμασωμένοις δὲ μᾶλλον ἐμφανὲς διά τε τὴν θλίψιν καὶ τομὴν καὶ ἔτι τῷ χρονίζεσθαι. | |
4.11 | Τὸν δ’ οἴνου οὐδέτερον ποιεῖ· καὶ γὰρ ὁ χυλὸς ἰσχυρότατος καὶ πλείων εἰς τὸ μὴ κρατεῖσθαι καὶ οὐδένα τῇ γεύσει χρόνον ἐπιδιατρίβων ἀλλ’ ὅσον ἐπιθιγγάνων, ὥστε τὸ | |
5 | μὲν ἡδὺ ἐνδιδόναι τῇ αἰσθήσει τὸ δὲ πικρὸν καὶ δύσ‐ χυμον τῇ γεύσει μὴ ἐμφαίνειν ἀλλὰ συμβαίνειν τῷ ὄντι καθάπερ ἥδυσμα γίνεσθαι τῷ πόματι τὴν ὀσμήν· τῷ μὲν γλυκεῖ καὶ μάλιστα δεομένῳ διὰ τὸ μηδὲν ἔχειν, τοῖς δ’ ἄλλοις ὥσπερ μιᾶς ἐξ ἀμφοῖν γενομένης | |
10 | διὰ τὴν μίξιν. Ὁ γὰρ οἶνος ὥσπερ καὶ πρότερον ἐλέχθη δεινὸς δέξασθαι τὰς ὀσμάς. | |
4.12 | Ἔχει δ’ ἀπό‐ ρησιν καὶ τόδε, διὰ τί τὰ μὲν ἄνθη καὶ τὰ στεφανώ‐ ματα ἀσθενέστερα ὄντα ταῖς ὀσμαῖς καὶ πόρρωθεν ὄζει, ἡ δ’ ἴρις καὶ τὸ νάρδον καὶ τἆλλα τὰ εὔοσμα τῶν | |
5 | ξηρῶν ἰσχυρότερα ἐγγύθεν· καὶ ἔνιά γε προσενεγκαμέ‐ νοις, ἔνια δὲ καὶ τρίψεως προσδεῖται καὶ διαιρέσεως, τὰ δὲ καὶ πυρώσεως ὥσπερ ἡ σμύρνα καὶ ὁ λιβανωτὸς καὶ πᾶν τὸ θυμιατόν. | |
4.13 | Αἴτιον δ’ ὅτι τῶν μὲν ἀνθῶν ἐπιπολῆς τὸ ποιοῦν τὴν ὀσμὴν ἅτε μανῶν ὄντων καὶ οὐκ ἐχόντων βάθος, τῶν δὲ ῥιζῶν καὶ πάντων τῶν στερεῶν ἐν βάθει, τὰ δ’ ἔξωθεν ἀπεξηραμμένα καὶ | |
5 | πεπυκνωμένα· διὸ καὶ ἀφιᾶσι πόρρω τὰς ἀποπνοίας, τὰ δ’ οἷον ἀνοίξεως δέονται τῶν πόρων, ὅθεν διαιρούμενα καὶ κοπτόμενα πάντ’ εὐωδέστερα, τὰ δ’ ἄνθη κακω‐ δέστερα τριβόμενα· τὰ μὲν γὰρ ἐκφαίνει τὸ οἰκεῖον τὰ δὲ προσλαμβάνει τὸ ἀλλότριον. Ὁ δὲ λιβανωτὸς καὶ | |
10 | ἡ σμύρνα πυκνοτέραν ἔτι τὴν φύσιν ἔχοντα προσδέονται πυρώσεως μαλακῆς ἣ κατὰ μικρὸν ἐκθερμαίνουσα ποιή‐ σει τὴν ἀναθυμίασιν. Ἐὰν γὰρ κόπτῃ τις ἢ τρίβῃ ταῦτα προσοίσονται μὲν ὀσμὴν οὐχ ὁμοίως δὲ ἡδεῖαν οὐδ’ εὐταμίευτον. Τούτων μὲν οὖν τοιαῦταί τινες αἱ αἰτίαι. | |
4.14 | Τῶν δὲ μύρων ἡ σύνθεσις καὶ ἡ κατασκευὴ τὸ ὅλον οἷον εἰς θησαυρισμόν ἐστι τῶν ὀσμῶν· διόπερ εἰς τοὔλαιον τίθενται· τοῦτο γὰρ χρονιώτατον καὶ ἅμα πρὸς τὴν χρείαν μάλισθ’ ἁρμόττον. Ἐπεὶ φύσει | |
5 | ἥκιστα δεκτικὸν ὀσμῆς διὰ τὴν πυκνότητα καὶ τὸ λίπος, αὐτῶν δὲ τούτων τὸ λιπαρώτατον οἷον τὸ ἀμυγδάλινον· τὸ δὲ σησάμινον καὶ τὸ ἐκ τῶν ἐλαιῶν μάλιστα. | |
4.15 | Χρῶνται δὲ μάλιστα τῷ ἐκ τῆς βαλάνου τῆς αἰγυπ‐ τίας καὶ συρίας, ἥκιστα γὰρ λιπαρόν· ἐπεὶ καὶ τῷ ἐκ τῶν ἐλαιῶν μάλιστα χρῶνται τῷ ὠμοτριβεῖ τῆς φαυ‐ λίας· δοκεῖ γὰρ ἀλιπέστατον ἔχειν καὶ λεπτότατον· | |
5 | καὶ τούτῳ νέῳ καὶ μὴ παλαιῷ· τὸ γὰρ ὑπὲρ ἐνιαυτὸν ἀχρεῖον, παχύτερον καὶ λιπαρώτερον γενόμενον. Ἔλαιον μὲν οὖν τοιοῦτον οἰκειότατον, ἀλιπέστατον γάρ. Φασὶ | |
δέ τινες καὶ (ἐν) τῷ χρίσματι τὸ ἐκ τῶν πικρῶν ἀμυγ‐ δάλων· πολλὰ δὲ γίνεται περὶ Κιλικίαν καὶ ποιοῦσιν | 366 | |
10 | ἐξ αὐτῶν χρίσμα. | |
4.16 | Φασὶ δὲ καὶ εἰς τὰ σπουδαῖα τῶν μύρων ἁρμόττειν ὥσπερ καὶ τὸ ἐκ τῆς βαλάνου καὶ τοῦτο. Ποιεῖ δὲ (τὰ) κελύφη αὐτῶν εὔοσμον εἰς τὸ ἔλαιον ἐμβαλλόμενα· ἐπεὶ καὶ τὰ τῶν πικρῶν. * | |
5 | Ἤδη δὲ πῶς οὐκ ἐναντίον ἅμα μὲν τὸ ἀοσμότατον ζητεῖν ὥσπερ καὶ τὸ ὠμοτριβὲς ἐκ τῶν φαυλιῶν, ἅμα δ’ ἐν τούτοις ποιεῖν; δριμύτητα γὰρ ἔχει τὸ τῶν ἀμυγ‐ δάλων· εἰ μὴ ἄρ’ ὅτι τὸ ἔλαιον ἑψόμενον κακῶδες. Ταῦτα μὲν οὖν ἐπισκεπτέον. | |
4.17 | Χρῶνται δὲ πρὸς πάντα τοῖς ἀρώμασι, τοῖς μὲν ἐπιστύφοντες τὸ ἔλαιον τοῖς δὲ καὶ τὴν ὀσμὴν ἐκ τούτων ἐμποιοῦντες. Ὑπο‐ στύφουσι γὰρ πᾶν εἰς τὸ δέξασθαι μᾶλλον τὴν ὀσμὴν | |
5 | ὥσπερ τὰ ἔρια εἰς τὴν βαφήν. Ὑποστύφεται δὲ τοῖς ἀσθενεστέροις τῶν ἀρωμάτων, εἶθ’ ὕστερον ἐμβάλλουσιν ἀφ’ οὗ ἂν βούλωνται τὴν ὀσμὴν λαβεῖν· ἐπικρατεῖ γὰρ ἀεὶ τὸ ἔσχατον ἐμβαλλόμενον καὶ ἂν ἔλαττον ᾖ· οἷον ἐὰν εἰς κοτύλην σμύρνης ἐμβληθῇ μνᾶ καὶ ὕστερον | |
10 | ἐμβληθῶσι κιναμώμου δραχμαὶ δύο, κρατοῦσιν αἱ τοῦ κιναμώμου δύο δραχμαί. | |
4.18 | Θαυμάσειε δ’ ἄν τις ἴσως τοῦτό τε καὶ διὰ τί ποτε τὰ ἀρώματα προεμβαλ‐ λόμενα δεκτικώτερον ποιεῖ τοὔλαιον ὀσμὴν ἔχοντα· δεῖ γὰρ ἀῶδες εἶναι τὸ δεξόμενον, τὸ δὲ κατειλημμένον | |
5 | ὑφ’ ἑτέρου οὐκ ἀῶδες, ὥσθ’ ἧττον ἐχρῆν εἶναι δεκτικόν. Αἴτιον δ’ ἀμφοτέρων ἢ πάντων τὸ αὐτό. Ξηρὰ γὰρ ὄντα τὸ λίπος ἕλκει πρὸς ἑαυτὰ καὶ ἀναδέχεται, διὸ καὶ τὴν συνέχειαν ἐξαιρεῖ· μανὸν δὲ γενόμενον καὶ τοῦ λίπους ἀφαιρεθέντος ἐν ᾧ καὶ ἡ οἰκεία μάλιστα | |
10 | ὀσμὴ, δεκτικώτερον ἐγένετο τοῦ ἐπιβαλλομένου διὰ τὸ μὴ ἀντιστατεῖν. | |
4.19 | Ἡ δὲ ἀπὸ τῶν ἀρωμάτων ὀδμὴ καὶ ἀσθενὴς ἅτε εἰς τὸ λιπαρὸν ἀνηλωμένη, καὶ ἔτι κατέχεται τούτῳ διὰ τὸ πληρῶσαι τοὺς πόρους. Ὥστε κατὰ λόγον κἂν ἔλαττον ᾖ τὸ ἐπιβαλλόμενον | |
5 | ἐπικρατεῖν τὴν τούτου ὀσμήν· εἰς ἀσθενέστατον γὰρ ἐμπίπτει καὶ δεκτικώτερον. Ἀνὰ λόγον δ’ ἔχει καὶ ἡ πολυχρονιότης ἡ ἐν ἑκάστῳ καὶ ἡ πρὸς τὴν πύρωσιν εὐσθένεια καὶ τἆλλα τὰ τοιαῦτα. Τὸ γὰρ δεκτικώ‐ τατον οἷον τῆς βαλάνου καὶ χρονιώτατον, καὶ διὰ τὴν | |
10 | αὐτὴν αἰτίαν· μάλιστα γὰρ ὥσπερ ἓν γίνεται καὶ συμφυὲς τὸ μάλιστα δεχόμενον· ἀεὶ γὰρ τὸ τοιοῦτον διαμονώτατον, διὸ καὶ πυρούμενον μάλιστα ἀπαθές. | |
4.20 | Ὡσαύτως δὲ καὶ τῶν ἄλλων τὸ σησάμινον διὰ τὴν λιπαρότητα· πυρούμενον δὲ ἐξόζει σησάμου καθάπερ ἀναλυόμενον. Αἱ μὲν οὖν τῶν ἐλαίων φύσεις καὶ δυ‐ νάμεις τοιαῦται. | |
4.21 | Τὰ δ’ ἀρώματα πάντα σχεδὸν καὶ εὔοσμα πλὴν τῶν ἀνθῶν ξηρὰ καὶ θερμὰ καὶ στυπτικὰ καὶ δηκτικά. Τὰ δὲ καὶ ἔχοντά τινα πικρότητα, καθά‐ περ καὶ ἐν τοῖς πρότερον εἴπομεν, ὥσπερ ἴρις, σμύρνα, | |
5 | λιβανωτὸς, ὡς δ’ ἁπλῶς εἰπεῖν καὶ τὰ μύρα. Κοινό‐ ταται δὲ τῶν δυνάμεων τό τε στυπτικὸν καὶ τὸ θερ‐ μαντικὸν ἃ δὴ καὶ ἐργάζονται. | |
4.22 | Ὑποστύφονται μὲν οὖν πάντα πυρούμενα, τὰς δ’ ὀσμὰς τὰς κυρίας | |
ἔνια λαμβάνει ψυχρὰ καὶ ἀπύρωτα. Καὶ ἔοικεν ὥσπερ τῶν ἀνθῶν τὰ μὲν ψυχροβαφῆ τὰ δὲ θερμοβαφῆ | 367 | |
5 | παραπλησίως ἔχειν καὶ ἐπὶ τῶν ὀσμῶν. Πάντων δὲ ἡ ἕψησις εἴς τε τὴν ὑπόστυψιν καὶ τὰς κυρίας ὀσμὰς ἐνισταμένων τῶν ἀγγείων ὕδατι γίνεται καὶ οὐκ αὐτῷ τῷ πυρὶ χρωμένων· τοῦτο δὲ, ὅτι μαλακὴν εἶναι δεῖ τὴν θερμότητα, καὶ ἀπουσία πολλὴ γένοιτ’ ἂν τῇ | |
10 | φλογὶ χρωμένων, καὶ ἔτι καῦσιν ἂν ὄζοι. | |
4.23 | Ποιεῖ δ’ ἐλάττω τὴν ἀπουσίαν ὅσα πυρούμενα λαμβάνει τὰς κυρίας ὀσμὰς μᾶλλον ἢ ὅσα ψυχρὰ διὰ τὸ προφυρᾶσθαι τὰ πυρούμενα, τὰ μὲν οἴνῳ εὐώδει, τὰ δὲ ὕδατι· ἧτ‐ | |
5 | τον γὰρ ἀναπίνει· τὰ δὲ ψυχρὰ ξηρὰ ὄντα μᾶλλον κα‐ θάπερ ἴρις κοπεῖσα. Λαμβάνοντος γὰρ τοῦ ἀμφο‐ ρέως ξηρᾶς ἴριδος κεκομμένης μέδιμνον καὶ δύο ἡμίεκτα πολλὴν ποιεῖν φασὶν ἀπουσίαν, ἐὰν δὲ μετρίως φυράση λείπειν ὅσον δύο χόας τοῖς δὲ πολλοῖς ἔλαττον. | |
4.24 | Γίνεται δὲ τὸ βέλτιον ἴρινον ἐὰν ᾖ ξηρὰ καὶ ἀπύρωτος ἡ ἴρις· ἀκρατεστέρα γὰρ ἡ δύναμις ἢ ἐὰν φυραθεῖσα καὶ πυρουμένη. Συμβαίνει δὲ ὥσπερ καὶ ἐκθλίβε‐ σθαι μᾶλλον ἐκ τῶν προπεφυραμένων διὰ τὸ ἧττον | |
5 | ἀναδέχεσθαι καὶ ἕλκειν εἰς αὑτό· προστύφοντες δὲ οὐ πολὺν χρόνον ἐῶσι τὰ ἀρώματα ἀλλ’ ἐξαιροῦσιν ὅπως μὴ πολὺ ἐκπίνωσιν. | |
4.25 | Πρὸς ἕκαστον δὲ τῶν μύρων ἐμβάλλουσι τὰ πρόσφορα τῶν ἀρωμάτων, οἷον εἰς μὲν τὴν κύπρον καρδάμωμον, ἀσπάλαθον ἀναφυράσαντες τῷ εὐώδει. Εἰς δὲ τὸ ῥόδινον σχοῖνον, ἀσπάλαθον, | |
5 | κάλαμον· ἡ δ’ ἀναφύρασις ὁμοίως. Καὶ τοῖς ἄλ‐ λοις ἀεὶ τὰ ἁρμόττοντα. Τῷ ῥοδίνῳ δ’ ἐμβάλλονται καὶ ἅλες πολλοὶ καὶ τοῦτ’ ἴδιον παρὰ τἆλλα, διὸ καὶ πλείστη ἀπουσία γίνεται· μίγνυται γὰρ εἰς τὸν ἀμφορέα δύο μέδιμνοι. | |
4.26 | Τῆς δὲ κύπρου ἡ μὲν ἐργασία παραπλησία τῇ τοῦ ῥοδίνου· πλὴν ἀλλ’ ἐάν τις μὴ τα‐ χέως ἐξαίρῃ καὶ ἀποθλίβῃ σῆψις ἐγγινομένη φθείρει τὰ μύρα διὰ τὴν δυσωδίαν· ποιεῖ γὰρ σῆψιν ἀνυγραι‐ | |
5 | νομένη. Παραπλησία δ’ ἐργασία καὶ τοῦ μηλίνου· προστυφέντος γὰρ ἐλαίου καὶ τὰ μῆλα ἐμβάλλουσιν εἰς ψυχρὸν, εἶτ’ ἐξαιροῦσι πάλιν πρὸ τοῦ μελαίνεσθαι κατὰ πάσας τὰς ἐμβολάς· μελαινομένων γὰρ σῆψις διὰ τὸ ἀνυγραίνεσθαι καθάπερ καὶ ἐπὶ τῆς κύπρου. | |
4.27 | Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν ἀπ’ ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς τὰ δ’ ἀπὸ ῥίζης τὰ δ’ ἀπὸ ξύλων τὰ δ’ ἀπὸ καρποῦ τὰ δ’ ἀπὸ δακρύων. Μικτὰ δὲ πάνθ’ ὡς εἰπεῖν. Ἀπ’ ἀν‐ | |
5 | θῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ λευκόϊνον. Καὶ τὸ σούσινον· καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων· ἔτι δὲ τὸ σι‐ σύμβρινον καὶ τὸ ἑρπύλλινον καὶ ἡ κύπρος καὶ πρὸς τούτοις τὸ κρόκινον· βέλτιστος δ’ ἐν Αἰγίνῃ καὶ Κιλι‐ κίᾳ. Ἀπὸ δὲ τῶν φύλλων οἷον τό τε μύρρινον καὶ τὸ | |
10 | οἰνάνθινον· αὕτη δ’ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πο‐ λύοδμος· ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοδμον. | |
4.28 | Ἀπὸ ῥιζῶν δὲ τό τε ἴρινον καὶ τὸ νάρ‐ δινον καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου· τοῦτο γὰρ ὀνομάζουσι τὴν ῥίζαν. Τὸ δὲ χρίσμα τὸ ἐρετρικὸν ἐκ τοῦ κυπείρου. Κομίζεται δὲ ἀπὸ τῶν Κυκλάδων | |
5 | τὸ κύπειρον. Ἀπὸ ξύλου δὲ ὁ φοίνιξ καλούμενος· ἐμβάλλουσι γὰρ τὴν ὀνομαζομένην σπάθην ξηράναντες. Ἀπὸ καρπῶν δὲ τό τε μήλινον καὶ τὸ μύρτινον καὶ τὸ δάφνινον· τὸ δ’ αἰγύπτιον ἐκ πλειόνων ἔκ τε τοῦ κινα‐ μώμου καὶ ἐκ σμύρνης καὶ ἐξ ἄλλων. | 368 |
4.29 | Ἔτι δ’ ἐκ πλειόνων τούτου τὸ μεγαλεῖον· καὶ γὰρ ἐκ κιναμώμου ... καὶ ἐκ τῆς σμύρνης κοπτομένης ἔλαιον ῥεῖ· στακτὴ γὰρ καλεῖται διὰ τὸ (κατὰ) μικρὸν στάζειν. Ὃ δὴ | |
5 | μόνον τινές φασιν ἁπλοῦν εἶναι καὶ ἀσύνθετον τῶν μύ‐ ρων τὰ δ’ ἄλλα πάντα σύνθετα, πλὴν τὰ μὲν ἐκ πλειόνων τὰ δ’ ἐξ ἐλαττόνων, ἐξ ἐλαχίστων δὲ τὸ ἴρι‐ νον. Οἱ μὲν οὖν οὕτω λέγουσιν, οἱ δὲ τὴν ἐργασίαν τῆς στακτῆς εἶναι τοιάνδε· τὴν σμύρναν ὅταν κόψωσι | |
10 | καὶ διατήξωσι ἐν ἐλαίῳ βαλανίνῳ πυρὶ μαλακῷ ὕδωρ ἐπιχεῖν θερμόν· συνιζάνειν δ’ εἰς βυθὸν τὴν σμύρναν καὶ τοὔλαιον καθάπερ ἰλύν· ὅταν δὲ τοῦτο συμβῇ τὸ μὲν ὕδωρ ἀπηθεῖν τὴν δ’ ὑπόστασιν ἀποθλίβειν ὀργά‐ νοις. | |
4.30 | Τὸ δὲ μεγαλεῖον ἐκ ῥητίνης κεκαυμένης συντίθεσθαι καὶ ἐλαίου βαλανίνου· μίγνυσθαι δὲ κα‐ σίαν, κινάμωμον, σμύρναν. Πλείστην δὲ πραγματείαν περὶ τὸ μεγαλεῖον καὶ τὸ αἰγύπτιον εἶναι, πλείστων | |
5 | γὰρ μίξιν καὶ πολυτελεστάτων. Τῷ δὲ μεγαλείῳ καὶ τὸ ἔλαιον ἕψεσθαι δέχ’ ἡμέρας καὶ δέκα νύκτας, εἶτα οὕτως τὴν ῥητίνην ἐμβάλλεσθαι καὶ τἆλλα· δεκ‐ τικώτερον γὰρ ἀφεψηθέν. Τὸ δ’ ἀμαράκινον τὸ χρη‐ στὸν ἐκ τῶν βελτίστων ἀρωμάτων συντίθεσθαι χωρὶς | |
10 | ἀμαράκου· τούτῳ δ’ οὐ χρῆσθαι μόνῳ τῶν ἀρωμάτων τοὺς μυρεψοὺς οὐδ’ εἰς ἓν μύρον, ἀλλὰ ψευδώνυμός τις ἡ ἐπίκλησις. | |
4.31 | Ποιοῦσι δὲ καὶ τὰ μὲν ἀχρω‐ μάτιστα τὰ δὲ κεχρωματισμένα. Χρωματίζουσι δὲ ἀμαράκινον, ῥόδινον, μεγαλεῖον, ἀχρωμάτιστα δὲ τῶν μὲν πολυτελῶν αἰγύπτιον, μήλινον, κύπρος, τὰ δ’ εὐ‐ | |
5 | τελῆ πάντα· ταῦτα δὲ ἀχρωμάτιστα διότι τὸ μὲν αἰ‐ γύπτιον καὶ τὴν κύπρον λευκὰ εἶναι βούλονται, τῷ δὲ μηλίνῳ τὴν τῶν μήλων χρόαν, τοῖς δ’ εὐτελέσιν οὐ λυσιτελεῖ τὸ χρῶμα προστιθέναι. Χρωματίζουσι δὲ τὰ μὲν ἐρυθρὰ τῇ ἀγχούσῃ, τὸ δ’ ἀμαράκινον τῷ κα‐ | |
10 | λουμένῳ χρώματι· τοῦτο δ’ ἐστὶ ῥιζίον ὃ ἄγουσιν ἐκ τῆς Συρίας. | |
4.32 | Συνεργεῖν δὲ δοκοῦσι πρὸς τὰς γεύσεις οὐχ αἱ ὀδμαὶ μόνον ἀλλὰ καὶ αἱ δριμύτητες καὶ αἱ θερμότητες ἐνίων, διὸ καὶ τῶν οἴνων τισὶ τὰ τοιαῦτα μιγνύντες ὥσπερ κέντρον ἐμποιοῦσιν. Ἔστι δὲ ἡ | |
5 | μὲν σμύρνη θερμὴ καὶ δηκτικὴ μετὰ στύψεως, ἔχει δὲ καὶ πικρίαν. Τὸ δὲ κινάμωμον δριμύτητά τινα με‐ τρίαν μετὰ θερμότητος. Παραπλησίως δὲ καὶ τὸ κόστον. Ἡ δὲ κασία τούτων ὑπερβάλλει θερμότητι καὶ δριμύτητι καὶ στύψει. Θερμὴ δὲ καὶ στυπτικὴ | |
10 | καὶ ἡ ἴρις, καθ’ ὑπερβολὴν δὲ καὶ πικρὰ νέα οὖσα καὶ τὸν χρῶτα τῶν ἐργαζομένων ἀφελκοῖ. Δηκτικὸν δὲ καὶ τὸ καρδάμωμον μετὰ θερμότητος. Τοῦ δὲ βαλ‐ σάμου ὁ μὲν ὀπὸς καὶ τὸ καρπίον ἀνδρικώτερα πρὸς ἀμφότερα ταῦτα τὸ δὲ ξύλον ἀσθενέστερον. Παρα‐ | |
15 | πλησίαν δ’ ἔχει τούτῳ δύναμιν καὶ τὸ ἄμωμον. | |
4.33 | Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου καὶ θερ‐ μότερον, στυπτικὰ δὲ ὁμοίως ἄμφω. Τούτων δὲ στυπτικώτερον τὸ κύπειρον. Στύφει δὲ καὶ ἡ ἀσπά‐ λαθος ἡ εὐώδης. Ἡ δὲ νάρδος δηκτικὴ μετὰ θερμό‐ | 369 |
5 | τητος. Τὸ δὲ μάρον καὶ τὸ χρῶμα τὸ εἰς τὸ ἀμαρά‐ κινον ἐμμιγνύμενον θερμαντικά. Συνεργεῖ δὲ καὶ τῆς ἀγχούσης τὸ ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ τῆς ἴριδος. | |
4.34 | Νέα μὲν οὖν ὄντα τῶν ἀρωμάτων ἔνια δυνάμεις μὲν εὐθὺς ἔχει βαρείας καὶ δριμείας, παλαιούμενα δὲ μέχρι τῆς ἀκμῆς γλυκαίνεται, εἶτ’ ἀναλύεται πάλιν. Οἷον ἡ ἶρις εἰς μὲν τὴν ἐργασίαν | |
5 | ἀκμάζει μετὰ τὴν συλλογὴν τρία ἔτη. Τὸ δὲ μάρον ἔτη δύο. Ἡ δὲ σμύρνα δέκα ἔτη διαμένει βελτίων γενομένη. Παραπλησίως δὲ τούτοις ἡ τῆς ἀκμῆς διαμονὴ καὶ τοῦ κιναμώμου καὶ τοῦ κόστου καὶ τῆς κασίας. Σχοῖνος δὲ καὶ κάλαμος παρακμάζει ταχύ. | |
10 | Τῶν δ’ ἀνθῶν τὰ μὲν εὐθὺς χλωρὰ ὄντα τὰς δυνάμεις ἔχει καθάπερ τὸ ῥόδον, τὰ δὲ ξηρανθέντα καθάπερ ὁ κρόκος καὶ ὁ μελίλωτος· χλωρὰ γὰρ ὑγρότερα. | |
4.35 | Τὰς μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν ἀρωμάτων ἐκ τούτων θεωρητέον. Δοκεῖ δὲ τὸ μεγαλεῖον ἀφλέγμαντον εἶναι παντὸς τραύματος· τὸ δὲ ῥόδινον ἄριστον πρὸς τὰ ὦτα. | |
5 | Ταῦτα δ’ οὐκ ἀλόγως. Τοῦ μὲν γὰρ ἡ σύνθεσις ἐκ ῥητίνης κεκαυμένης ὥσπερ ἐλέχθη καὶ κασίας καὶ κιναμώμου καὶ σμύρνης, ἅπαντα δὲ ταῦτα στυπτικὰ καὶ ξηραν‐ τικά. Τὸ δὲ ῥόδινον τοῖς ὠσὶν ἀγαθὸν ὅτι ἐν ἁλσὶν ἡ ποίησις· ἀναξηραίνει γὰρ καὶ ἐκθερμαίνει διὰ τοὺς | |
10 | ἅλας· διὸ καὶ ἡ ἁλοσάχνη ἀγαθόν. Ἀλλὰ τὸ τῆς στραγγουρίας λόγου δεῖται· καὶ γὰρ ταύτῃ λέγουσι μά‐ λιστα βοηθεῖν. Αἴτιον δ’ ἂν εἴη διότι πᾶν τὸ ὑπεξά‐ γειν μέλλον ἀναλῦσαι δεῖ πρότερον τὸ ὑπεξαχθησόμε‐ νον· τοῦτο δὲ οἱ ἅλες ποιοῦσιν, ἡ δ’ εὐωδία τὴν ὁρμὴν | |
15 | ἀπέδωκε. | |
4.36 | Διὰ τί δὲ τὸ ἴρινον εὔοσμον μὲν οὐ ποιεῖ δὲ τὴν ὁρμήν; ἢ διότι στυπτικὸν καὶ συνάγει τοὺς πόρους ὥστε συγκλείσει κωλύειν τὴν δίοδον; ἀλλὰ καὶ κοιλίας λυτικὴ διά τε τὴν θερμότητα καὶ διὰ τὸ | |
5 | ἀποστύφειν τοὺς ἐπὶ τὴν κύστιν πόρους· ἀποκλειομένων γὰρ τούτων εἰς τὴν κοιλίαν ἡ συρροή. Τὸ δὲ ὅλον φαρμακῶδες καὶ τὸ ἴρινον καὶ ἄλλα τῶν μύρων. Ἡ δ’ αἰτία πάντων ὡς καθόλου εἰπεῖν ἐν ταῖς δυνάμεσι ταῖς εἰρημέναις ὅτι στυπτικὰ καὶ θερμαντικά· τὰ | |
10 | ἀρώματα γὰρ τὰ τοιαῦτα φαρμακώδη. Ταῦτα μὲν οὖν ἔξω τῆς τέχνης. | |
4.37 | Κρᾶσις δὲ καὶ μίξις οὐκ ἔστιν ὡρισμένη τῶν ἀρωμάτων ὥστ’ ἐκ τῶν αὐτῶν ἀεὶ χρηστὰ καὶ ὅμοια γί‐ νεσθαι, ἀλλοῖα δὲ συμβαίνει διὰ τὴν ἀνωμαλίαν τῶν δυνάμεων τῶν ἐν τοῖς ἀρώμασι. Τῆς δ’ ἀνωμαλίας αἰτίαι | |
5 | πλείους. Μία μὲν, ἥπερ καὶ τοῖς ἄλλοις καρποῖς, ἡ τοῦ ἔτους κατάστασις· αὕτη γὰρ πολυχουστέρας ὁτὲ δ’ ἀσθε‐ νεστέρας τὰς δυνάμεις (ποιεῖ). Ἑτέρα δὲ ἐν τῇ συλλογῇ, τὸ προτερῆσαι τῆς ἀκμῆς ἢ ὑστερῆσαι· καὶ γὰρ τοῦτο οὐ μικρὸν διαφέρει. Τρίτη δ’ ἡ μετὰ τὴν συλλογὴν, | |
10 | ὅσα χρόνου δεῖται πρὸς τὴν ἀκμὴν ὥσπερ ἐλέχθη· καὶ γὰρ ἐνταῦθά ἐστι τὸ προτερεῖν καὶ ὑστερεῖν· | |
4.38 | τού‐ των δὲ τὸ μὲν τῶν ἐτῶν οὐκ ἐφ’ ἡμῖν, πλὴν εἰς τὸ εἰδέναι τὰ ποῖα σφοδροτέρας καὶ ἀσθενεστέρας ἔχει τὰς δυνάμεις· τὰ δὲ κατὰ τὰς ἀκμὰς τῆς τε συλλογῆς | 370 |
5 | καὶ μετὰ τὴν συλλογὴν ἐφ’ ἡμῖν ἐστὶ, τῷ εἰδότι μᾶλ‐ λον τὸ ἐπιτυγχάνειν. Ἡ μὲν οὖν γένεσις καὶ σύνθε‐ σις τῶν μύρων ἐκ τούτων. Πολυχρονιώτατον δ’ ἐστὶ τό τ’ αἰγύπτιον καὶ τὸ ἴρινον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρδινον, πάντων δὲ μάλιστα ἡ στακτὴ, διαμένει | |
10 | γὰρ ὁποσονοῦν χρόνον. Μυροπώλης δέ τις ἔφη παρ’ αὐτῷ μεμενηκέναι αἰγύπτιον μὲν ὀκτὼ ἔτη, ἴρινον δὲ εἴκοσι καὶ ἔτι διαμένειν βέλτιον ὂν τῶν ἀκμαζόντων. Ἡ μὲν οὖν χρονιότης ἐν τούτοις. | |
4.39 | Τὰ δ’ ἄνθινα πάντα ἀσθενῆ. Συμβαίνει δὲ τοῖς ἀνθίνοις ἀκμά‐ ζειν μὲν ὡς ἐπὶ τὸ πᾶν μετὰ δίμηνον, μεταβάλ‐ λειν δ’ ἐπὶ τὸ χεῖρον ἐνιαυτοῦ προελθόντος καὶ περικα‐ | |
5 | ταλαβούσης τῆς ὥρας ἐν ᾗ τὴν ἀκμὴν λαμβάνει τὸ ἄνθος. Ἀνὰ λόγον δὲ τῇ ἀσθενείᾳ καὶ τὸ εὐπέπαντα εἶναι καὶ ὅλως εὐδιάπνευστα· τὰ δ’ ἐκ τῶν ῥιζῶν καὶ τῶν λοιπῶν χρονιώτερα· πλείων γὰρ ἡ ὀσμὴ καὶ ἰσχυ‐ ροτέρα καὶ σωματωδεστέρα. | |
4.40 | Διαφθείρει δὲ τὰ μύρα καὶ ὥρα θερμὴ καὶ τόπος καὶ ὁ ἥλιος ἂν τεθῶσι· διὸ καὶ οἱ μυροπῶλαι ζητοῦσι τὰς οἰκίας ὑπερῴους καὶ μὴ προσηλίους ἀλλ’ ὅτι μάλιστα παλισκίους· ἀφαι‐ | |
5 | ρεῖται γὰρ τὰς ὀσμὰς ὁ ἥλιος καὶ τὸ θερμὸν καὶ ὅλως ἐξίστησι τῆς φύσεως μᾶλλον τοῦ ψυχροῦ· τὸ δὲ ψυχρὸν καὶ ὁ πάγος εἰ καὶ ἀοσμότερον ποιεῖ διὰ τὸ συστέλλειν, ἀλλ’ οὐκ ἀφαιρεῖταί γε τὴν δύναμιν τελέως. Ἡ πονηρὰ γὰρ φθορὰ καθάπερ τῶν οἴνων καὶ τῶν ἄλλων | |
10 | χυλῶν τῷ τὸ οἰκεῖον ἀφαιρεῖσθαι θερμόν. | |
4.41 | Διὸ καὶ εἰς ἀγγεῖα μολυβδᾶ ἐγχέουσι καὶ τοὺς ἀλαβάστρους ζητοῦσι τοιούτου λίθου· ψυχρὸν γὰρ καὶ πυκνὸν καὶ ὁ μόλυβδος καὶ ὁ λίθος ὁ τοιοῦτος· καὶ ἄριστος τοῖς | |
5 | μύροις ὁ μάλιστα τοιοῦτος. Ὥστε δι’ ἄμφω τηροῦσι, καὶ τῷ ψυχρῷ καὶ τῷ πυκνῷ, μήτε διιέντες ἔξω τὴν ὀσμὴν μήθ’ ὅλως ἐπιδεχόμενοι μηδέν. Καὶ γὰρ ἡ ἀναπνοὴ φθείρει καὶ τὸ ἔξωθεν ἐπεισιὸν καὶ ἀλλότριον· ἐπεὶ καὶ τὰ πνεύματα φθείρει καὶ καταναλίσκει καθά‐ | |
10 | περ ἐλέχθη τὰς ὀσμὰς, ἄλλως τε καὶ τὰς μὴ φυσικάς. | |
4.42 | Κεφαλαλγῆ δὲ τῶν μὲν πολυτελῶν τὸ ἀμαράκινον καὶ τὸ νάρδινον καὶ μεγαλεῖον, τῶν δ’ εὐ‐ τελῶν ὅλως μὲν τὰ πλεῖστα μάλιστα δὲ τὸ δάφνινον. Ἐλαφρότατα δὲ τὸ ῥόδινον καὶ ἡ κύπρος, ἃ καὶ τοῖς | |
5 | ἀνδράσι μάλιστα ἁρμόττειν δοκεῖ, καὶ πρὸς τούτοις τὸ κρίνον· ταῖς δὲ γυναιξὶν ἡ στακτὴ καὶ τὸ μεγα‐ λεῖον καὶ τὸ αἰγύπτιον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρ‐ δινον· διὰ γὰρ τὴν ἰσχὺν καὶ τὸ πάχος οὐκ εὐαπόπνοα οὐδ’ εὐαφαίρετα· ζητοῦσι (γὰρ) τὰ χρόνια. | |
4.43 | Ἐπεὶ δὲ τὰ μὲν ἀσθενῆ τὰ δ’ ἰσχυρὰ καὶ ἰσχυρότερα τὰ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ ἄλλα τὰ προειρημένα, διὰ τοῦτο τὰ μὲν ἄνθινα μὴ τριβόμενα εὐοσμότερα, τὰ | |
5 | δ’ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ λοιπὰ τριβόμενα· τὰ μὲν γὰρ διαπνεῖταί τε καὶ ἅμα διαθερμαινόμενα διὰ τὴν τρίψιν ἐξίσταται καὶ ἀλλοιοῦται τὰ δὲ διὰ τὴν ἰσχὺν ὥσπερ | |
ἀνοιγομένων τινῶν πόρων ἐκ τῆς τρίψεως ἐμφανεστέ‐ ραν ποιεῖ τὴν ὀσμήν. | 371 | |
4.44 | Ὃ καὶ ἐπ’ αὐτῶν τῶν ῥι‐ ζῶν καὶ ὅλως τῶν στερεῶν συμβαίνει καθάπερ ἐλέχθη. Κατὰ δὲ τῶν ἀνθῶν ἐναντίως ὥστε ἠκολούθηκεν ἑκά‐ τερα τῇ ἀρχῇ. Τὰ δ’ ἐκ τῆς σμύρνης εὐλογώτατα | |
5 | δι’ ἄμφω· καὶ γὰρ μίγνυται μᾶλλον καὶ (ἡ) θερμότης ἡ τῆς τρίψεως οὐκ ἀλλοτρία μαλακή τις οὖσα· καὶ γὰρ (ἡ) σμύρνα ζητεῖ τινα πύρωσιν. Ἁπλῶς δὲ πᾶν τὸ πολύοδμον ἄντ’ εὐῶδες ἄντε κακῶδες ἄντ’ ὀξὺ ἄνθ’ ὁποιονοῦν τυγχάνῃ κινούμενον ἐμφανέστερον· τότε γὰρ | |
10 | ὥσπερ ἐνεργείᾳ ἀναμίγνυται μᾶλλον τῷ ἀέρι. Τῶν δὲ μύρων τὸ αἰγύπτιον καὶ ἡ στακτὴ καὶ εἴ τι ἄλλο πολύοδμον καὶ μιγνύμενα τῷ οἴνῳ τῷ εὐώδει ἡδίω· παραιρεῖται γὰρ ἡ βαρύτης αὐτῶν· ἐπεὶ καὶ ἡ σμύρνη αὐτὴ πρὸς τὴν ἀναθυμίασιν βρεχθεῖσα ἐν τῷ γλυκεῖ | |
15 | καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη. | |
4.45 | Πρὸς δὲ τὰς δυνάμεις σκοπουμένοις δόξειεν ἂν ἄτοπον εἶναι τὸ συμ‐ βαῖνον ἐπὶ τοῦ ῥοδίνου· κουφότατον γὰρ ὂν καὶ ἀσθε‐ νέστατον ἀφανίζει τὰς τῶν ἄλλων ὀσμὰς ὅταν προμυ‐ | |
5 | ρισθῶσι· διὸ καὶ οἱ μυροπῶλαι τοὺς ἐπιδιστάζοντας καὶ μὴ ὠνουμένους παρ’ αὐτῶν ἐπιμυρίζουσι τούτῳ πρὸς τὸ μὴ αἰσθάνεσθαι τὰ παρὰ τῶν ἄλλων. Αἴτιον δ’ ὅτι λεπτότατον ὂν καὶ προσφιλὲς τῇ αἰσθήσει διὰ τὴν κουφότητα μάλιστα διικνεῖται καὶ συμπληροῖ τοὺς | |
10 | πόρους, ὥσθ’ ἡ αἴσθησις κατειλημμένη καὶ πλήρης οὖσα κρίνειν ἀδυνατεῖ. | |
4.46 | Δύο γάρ εἰσι τρόποι τάχα δὲ τρεῖς οἱ κωλύοντες τὴν κρίσιν. Εἷς μὲν ὁ νῦν εἰρη‐ μένος· ἄλλος δ’ ὁ ἀπὸ τῶν ἰσχυρῶν ὥσπερ μεθύσκων τὴν αἴσθησιν καὶ καρηβαρᾶν ποιῶν. Τρίτος δ’ ὅταν | |
5 | προκαταληφθῇ τῷ βελτίονι· τὸ γὰρ ἐπεισάγειν τὸ χεῖρον οὐ ῥᾴδιον· οὐ δέχεται γὰρ ἡ αἴσθησις ὥσπερ οὐδ’ ἐπὶ τῶν χυλῶν καὶ ὅλως τῶν κατὰ τὴν τροφήν. | |
4.47 | Κατισχναί‐ νειν δὲ δοκεῖ τὸ ῥόδον καὶ τὴν σύνθετον ὀσμήν· ὅταν γὰρ ἀκμάζῃ τὸ ἄνθος ῥοδίζουσι τὰς συνθέσεις, ἀνοιγόμεναι δ’ ἐξόζουσι τούτου μόνου καὶ μάλιστα. Παύεται δὲ | |
5 | ταχὺ καὶ λήγει διὰ τὴν ἀσθένειαν καὶ λεπτότητα δι’ ἣν καὶ ἐξόζει τῶν ἄλλων· λεπτὴ γὰρ οὖσα ἡ ἀναπνοὴ καὶ ἠθροισμένη τῇ κατακλείσει προτερεῖ τε τῶν λοι‐ πῶν καὶ διαδίδοται πανταχοῦ. Διὰ ταὐτὸ δὲ τοῦτο καὶ ἀπολήγει ταχὺ καὶ κατακρατεῖται πάλιν· ἀσθενεῖ | |
10 | γὰρ τὸ λεπτὸν καὶ μαλακόν. | |
4.48 | Ποιοῦσι δέ τινες τοῦτο καὶ τῶν οἴνων ὥστε προποθέντες ἀφανίζειν τὴν τῶν ἄλλων ἡδονήν. Ἔνιοι δ’ ὥστε μὴ ἐπιδέχεσθαι ῥᾳδίως τοὺς ἄλλους ὥσπερ ὁ Ἐρυθραῖας ἁλυκός τις ὢν | |
5 | καὶ μαλακός. Τὴν αἰτίαν (δὲ) πειρατέον ἐκ τῶν ὁμοίων λαμβάνειν· ἔχει δὲ τοῦτ’ ἴδιον τὸ ῥόδινον ὥσ‐ περ σχεδὸν καὶ μικρῷ πρότερον εἴρηται· τὰ μὲν γὰρ ἄλλα πάντ’ ἢ τὰ πλεῖστα κεφαλαλγῆ, τοῦτο δ’ ὥσπερ ἐλέχθη λυτικὸν καὶ βάρους καὶ ἀλγηδόνος καὶ τῆς ἀπὸ | |
10 | τῶν μύρων. | |
4.49 | Ἡ δ’ αἰτία φανερὰ διὰ τῶν προει‐ ρημένων εἴπερ ἐπικρατεῖ καὶ διαδύεται πανταχοῦ. Τὰ μὲν γὰρ ἄλλ’ ὅσα κεφαλαλγῆ βαρέα διὰ τὸ ἐκ τοιού‐ των συγκεῖσθαι τὰ μὲν ῥιζῶν τὰ δ’ ὀπῶν· τοῦτο δὲ | |
5 | καὶ τῇ ὀσμῇ ἐλαφρὸν καὶ τῇ θερμότητι σύμμετρον εἰς | |
τὸ συμπέψαι καὶ διανοῖξαι τοὺς πόρους. Οἱ γὰρ δὴ πόνοι τῆς κεφαλῆς ἢ καθυγραινομένης ἢ πνευματουμέ‐ νης τῷ ἐναπολαμβάνεσθαι, ὥστε τὸ μὲν ἐκκρῖναι δεῖ τὸ δὲ πέψαι ἢ ἀφελεῖν. | 372 | |
4.50 | Πρὸς ἅπαντα δὲ ἡ θερ‐ μότης χρήσιμον καὶ εἰς ἀφαίρεσιν καὶ ἔτι μᾶλλον εἰς τὸ πέττειν καὶ διανοίγειν τοὺς πόρους, εἰς ἃ συμβάλ‐ λεται τὸ ἐν τῷ ἁλὶ πεποιῆσθαι· καὶ γὰρ ἀναστομοῦσι | |
5 | καὶ διαθερμαίνουσιν οἱ ἅλες. Ἡ δ’ εὐοσμία καὶ ὁρ‐ μήν τινα ποιεῖ πρὸς τὴν κίνησιν. Ἀγαθὸν δὲ καὶ δοκεῖ πρὸς τοὺς κόπους εἶναι τῇ θερμότητι σύμμετρον ὂν καὶ τῇ κουφότητι καὶ τῇ διαδύσει πρὸς τοὺς ἐντὸς πόρους· ὡς δέ τινές φασιν οὐχ ἧττον ἡ κύπρος ἔτι τού‐ | |
10 | του· μαλακὴ γὰρ ἡ ὀσμὴ καὶ προσφιλὴς τῷ χρωτὶ καὶ ἡ ταύτης. Καὶ ταῦτα μὲν καὶ τὰ ὅμοια τούτοις ὥσ‐ περ ἴδια ἂν εἴη. | |
4.51 | Τοῦ ῥοδίνου δὲ αἱ μίξεις καὶ ἐν ταῖς ὀσ‐ μαῖς καὶ ἐν τοῖς χυμοῖς ἐὰν ἡρμοσμέναι τυγχάνωσιν ἔχουσί τινα χρείαν, αἱ μὲν ἀφαιροῦσαι τὴν βαρύτητα καὶ τὴν ἰσχὺν, αἱ δ’ εὐοδμίαν τινὰ αἱ δὲ γλυκύτητα | |
5 | ἐμποιοῦσαι καθάπερ καὶ ἐπὶ τῶν οἴνων. Καὶ γὰρ ὁ ἐν Θάσῳ ὁ ἐν τῷ πρυτανείῳ διδόμενος, θαυμαστός τις ὡς ἔοικε τὴν ἡδονὴν, ἠρτυμένος ἐστίν· ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν μὲν ὀσμὴν ἀπ’ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ | |
10 | σταιτὸς λαμβάνειν τὸν οἶνον. | |
4.52 | Συμβαίνειν δὲ τοῦτο καὶ κατὰ τὰς τῶν οἴνων μίξεις· οἷον ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, κα‐ θάπερ τὸν ἡρακλεώτην καὶ τὸν ἐρυθραῖον, τοῦ μὲν τὴν | |
5 | μαλακότητα τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου· συμ‐ πίπτει γὰρ ἅμα τὰ κακὰ ἀλλήλων ἀφανίζειν τῇ μα‐ λακότητι θατέρου. Πολλὰς δὲ καὶ ἄλλας οἱ ἔμπειροι λέγουσι καὶ ἴσασι μίξεις. Ὃ καὶ ἐπὶ τῶν ὀσμῶν εὔ‐ λογον συμβαίνειν καὶ ἐπὶ τῶν χρωμάτων ἄν τις λαμ‐ | |
10 | βάνῃ τὰς ἁρμοττούσας μίξεις. Τοῦτο μὲν οὖν ἴδιον τοῦ ῥοδίνου. | |
4.53 | Τὸ δὲ κοινὸν ἐπὶ πάντων ἀπόρημα τί δή ποτε ἀπὸ τοῦ καρποῦ τῆς χειρὸς ἥδιστα φαίνεται, διὸ καὶ οἱ μυροπῶλαι τοῦτο μυρίζουσι τὸ μέρος. Τὴν δ’ αἰτίαν ἐκ τοῦ ἐναντίου ληπτέον ὅτι τὸ θερμὸν ἐξίσ‐ | |
5 | τησι καὶ ἀλλοιοῖ· ταχεῖα δ’ ἤδη ἡ αἴσθησις τοῖς μύ‐ ροις ἀναμιγνυμένοις τῷ χρωτί. | |
4.54 | Ἀπορεῖται δὲ δίοτι οἱ μὴ εἰωθότες μυρίζεσθαι μᾶλλον ἐξόζουσι τῶν συνεχῶς μυριζομένων· εἴη μὲν γὰρ ἂν λέγειν καὶ ὅτι φαντασίαι καὶ οὐκ ἀλήθειαι διὰ τὸ μὴ εἰωθός· εἰ δ’ | |
5 | οὖν καὶ ἀληθὲς ἔοικε τὸ μὲν οἷον συναναμίγνυσθαι πλείοσιν ὀσμαῖς ἑτέραις ὑφ’ ὧν ἀμαυροῦται, συγκα‐ ταμιγνυμένου καὶ τοῦ χρωτὸς, τὸ δὲ ὥσπερ ἀκέραιον δέχεσθαι τὸ μανὸν καὶ ἐκφαίνειν τῇ αἰσθήσει χρονιζό‐ μενον. Εἴη δ’ ἂν καὶ ἐναντίως λαβεῖν ὡς ἧττον δε‐ | |
10 | χομένου διὰ τὸ ἀσύνηθες, βραδύτερον δ’ ἀναμιγνύμενα πλείω χρόνον ἐξόζειν. Καὶ τοῦτο μὲν ἔλαττον καὶ οὐ φανερῶς ὁμολογούμενον. | |
4.55 | Ἅπτεται δὲ μά‐ λιστα τοῦ χρωτὸς καὶ κεφαλῆς καὶ τῶν ἄλλων καὶ πλεῖστον χρόνον ἐμμένει τὰ ἰσχυρότατα ταῖς ὀσμαῖς, οἷον μεγαλεῖον, αἰγύπτιον, ἀμαράκινον· τὰ δ’ ἀσθενῆ | |
5 | καὶ (οὐ) πολύοδμα κούφην ἔχοντα τὴν ἀναπνοὴν τα‐ χεῖαν ποιεῖ καὶ τὴν ἀπόλειψιν, ὥσπερ τό τε ῥόδινον καὶ ἡ κύπρος. | 373 |
4.56 | Ἔνια δὲ καὶ εἰς τὴν ὑστεραίαν οὐ χεῖρον ὄζει, διαπεπνευκυίας εἴ τις ἐνῆν βαρύτης. Τὰ δὲ καὶ ὅλως ἔμμονα μᾶλλον ὥσπερ ἡ νάρδος καὶ τὸ ἴρινον, πάντων δὲ μάλιστα (τὰ) ἰσχυρότατα. Καὶ | |
5 | τὰ μὲν ἔν τε τοῖς λουτροῖς καὶ τῇ ἀνέσει διατηρεῖ πως τὴν ὀσμὴν ἢ οὐ συγκακύνει· τὰ δὲ κακυνόμενα πλείω ποιεῖ δυσωδίαν αὐτῶν τῶν ἱδρώτων ὡς ἂν σήψεώς τινος ἢ διαφθορᾶς γινομένης. Καὶ τὰ μὲν περὶ τῆς τῶν μύρων ποιήσεώς τε καὶ δυνάμεως ἐπὶ τοσοῦτον | |
10 | εἰρήσθω. | |
4.57 | Τὰ δὲ περὶ τὴν τῶν ξηρῶν μίξιν ἐξ ὧν (τὰ) διαπάσματα καὶ αἱ συνθέσεις οὐκ ἔτι ζητεῖ μίξιν τῶνδέ τινων ὡρισμένων ἀλλ’ ὅσῳ ἄν τις πλείω καὶ ποικιλώτερα μίξῃ τοσούτῳ καὶ ἡ ὀσμὴ λαμπροτέρα | |
5 | καὶ ἡδίων, ὥσπερ καὶ ἐξ αὐτῶν τῶν ἀρωμάτων τῶν προχείρων· εἰς ταὐτὸ γὰρ μιγνύντες ἅπαντα χρῶνται. Ζητοῦσι δ’ ἐν τούτοις καὶ σπεύδουσιν ὥστε μὴ ἑνὸς ἀλλὰ πάντων κοινήν τινα τὴν ὀσμὴν εἶναι. Διὸ καὶ ἀνοίγοντες διά τινων ἡμερῶν τὸ ἐξόζον ἐξαιροῦσιν ἀεὶ | |
10 | καὶ τῶν ἰσχυρῶν ἐλάττω μιγνύουσιν ὥσπερ ... τὰ δ’ ὅλως οὐ μιγνύουσιν ὥσπερ τὸ ἐρυσίσκηπτρον ὑπὲρ οὗ καὶ ἀρτίως ἐλέχθη. | |
4.58 | Βρέχουσι δὲ συντιθέντες τῷ οἴνῳ τῷ εὐώδει· ἔοικε δ’ οὖν χρήσιμος εἶναι πρὸς τὰς εὐοσμίας εἴ γε καὶ οἱ μυρεψοὶ χρῶνται. Μένουσι δὲ πολὺν χρόνον αἱ συνθέσεις. Ἡ δὲ χρῆσις τούτων μὲν | |
5 | εἰς τὴν τῶν ἱματίων ὀσμὴν τῶν δὲ διαπασμάτων εἰς τὴν στρωμνὴν ὅπως πρὸς τὸν χρῶτα προσπίπτῃ· καὶ γὰρ ἅπτεται μᾶλλον καὶ ἐμμονώτερον τοῦτο καὶ ὥσπερ ἀντ’ ἐκείνου τοῦτο ποιοῦσιν. Οἱ δὲ πρότερον ἐνέβα‐ λον οἴνῳ καταβρέχοντες εὐώδει πρὸς τὸ παραιρεῖσθαι | |
10 | τὴν ὀσμὴν, ἔνια δὲ καὶ μελικράτῳ καὶ οἴνῳ μιγνύντες ἀνέδευον, τὰ δὲ καὶ αὐτῷ τῷ μελικράτῳ. Τὸ γὰρ ὅλον ἄμφω ταῦτα συνεργεῖ πρὸς εὐοσμίαν. Διαμένουσι δὲ αἱ συνθέσεις. Φανερὸν δ’ ἐκ τούτων ὅπερ καὶ πρότερον ἐλέχθη διότι τὰ ξηρὰ καὶ εὐοσμότερα πρὸς | |
15 | ἄλληλα (μιχθέντα) ταῖς ὀσμαῖς. | |
459,61 | Εὐλόγως δὲ τὰ μύρα φαρμακώδη διὰ τὴν τῶν ἀρωμάτων δύνα‐ μιν· καὶ γὰρ τὰ ἀρώματα τοιαῦτα. Δηλοῖ δὲ τά τε καταπλάσματα καὶ ἃ δή τινες μαλάγματα καλοῦσιν | |
5 | οἵας ἀποδείκνυται δυνάμεις τά τε φύματα καὶ τὰ ἀποστήματα διαχέοντα καὶ ἄλλα πλείω τῶν κατὰ τὸ σῶμα διαλλοιοῦντα ἐπιπολῆς μὲν ἀλλὰ καὶ τὰ ἐν βά‐ θει οἷον ἄν τις καταπλάσῃ τὰ ὑποχόνδρια καὶ τὸ στῆθος εὐθὺς σὺν τοῖς ἐρυγμοῖς ἀποδίδωσιν εὐώδεις | |
10 | τὰς ὀσμάς. | |
460,62 | Ἔνια δὲ καὶ εἰς οὔρησιν ἄγει συν‐ εξόζειν ποιοῦντα αὐτά. Ἔτι δὲ τούτου μεῖζον ὅτι καὶ ἀπὸ τῆς κεφαλῆς ἄν τις καταπλάσῃ δίδωσι τὴν ὀσμὴν εἰς τὰ οὖρα τὰ ἀπὸ τῶν ἀρωμάτων. Ἐπεί γε | |
5 | κοιλίαν κινεῖ καὶ ἡ ἴρις ὥσπερ ἐλέχθη. Πάντα δὲ ταῦτα ποιεῖ καθάπερ πολλάκις εἴρηται διὰ τὸ (τὰ) φύσει στρυφνὰ καὶ ὑπόπικρα θερμαντικὰ καὶ εὐδίοδα πρὸς τοὺς πόρους εἶναι. Τμητικὰ γὰρ ὄντα καὶ θερ‐ | |
μαντικὰ καὶ στύφειν ἅμα καὶ θερμαίνειν δυνάμενα | 374 | |
10 | καὶ ἐξάγειν καὶ ἐκπέττειν δύναται καὶ τὸ ὅλον ἀλ‐ λοιοῦν καὶ μεταβάλλειν. | |
461(59) | Αἱ δὲ τῶν ζώων ὀσμαὶ κατὰ τὰς ἰδίας γίνονται φύσεις· ἑκάστῳ γάρ ἐστί τις οἰκεία κατὰ τὴν κρᾶσιν. Αὗται δ’ ἡδεῖαι μὲν καὶ καθαραὶ [καὶ] κατὰ τὰς ἀκμὰς καὶ ὅταν εὖ ἔχωσιν ἑαυτῶν, ἔτι δὲ ἡδίους | |
5 | ἁπαλῶν καὶ νέων ὄντων. Πλεῖσται δὲ καὶ κακωδέ‐ σταται περὶ τὰς ὀχείας καὶ ὅλως συντηκομένων καὶ κα‐ μνόντων σωμάτων· διὸ καὶ οἱ τράγοι καὶ οἱ ἔλαφοι καὶ λαγοὶ καὶ τἆλλα τότε μάλιστα ὄζει. | |
462(60) | Θαυ‐ μαστὸν δὲ καὶ ἴδιον τὸ συμπάσχειν τὰς τραγέας ὅταν ἡ ὥρα καθήκῃ τῆς ὁρμῆς. Αἴτιον δὲ δηλονότι τὸ ὑπο‐ λείπεσθαί τινα ἐν τῷ δέρματι δύναμιν ἢ ὑγρότητα | |
5 | τοιαύτην ἀφ’ ἧς ἡ ὁρμὴ γίνεται καὶ ζώντων· κινουμέ‐ νης οὖν καὶ διαθερμαινομένης ταύτης ὑπὸ τοῦ ἀέρος εὔλογον καὶ τὰ δέρματα καθ’ ὅσον ἐπιβάλλει (κινεῖ‐ σθαι). Διὸ καὶ ὡς πρῶτον αἴτιον ἡ διάθεσις· τότε γὰρ καὶ οἱ μὴ ὀχεύοντες ὄζουσι καὶ οἱ ἄγονοι καὶ αἱ | |
10 | αἶγες ὅλως. Ἡ δ’ ὀχεία τότε μὲν μεγάλην μερίδα συμβάλλεται, καθ’ αὑτὴν δ’ αἰτία γίνεται ἡ διάθεσις. | |
4.63 | Συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐν ἄλλοις ἡ τοιαύτη συμπάθεια· καὶ γὰρ ὁ οἶνος ἅμα τῇ σταφυλῇ δοκεῖ συνανθεῖν καὶ τὰ σκόροδα καὶ τὰ κρόμυα τότε δριμύ‐ τατον ὄζειν ὅταν (τὰ) ἐν τῇ γῇ βλαστάνῃ· πλὴν τού‐ | |
5 | τοις ἅμα συμβαίνει καὶ αὐτοῖς βλαστάνειν. Ὅλως δὲ πάντα κινεῖται τὰ φλοιόριζα καὶ σαρκόριζα μὴ ἀπεξηραμμένα κατὰ τὰς βλαστητικὰς ὥρας· ἡ γὰρ ἐνυπάρχουσα δύναμις ἐν αὐτοῖς κινεῖται. Θαυμασιώ‐ τατον δὲ τῶν τοιούτων τὸ ἐπὶ τοῦ στέατος τῆς ἄρκτου | |
10 | συμβαῖνον, εἴπερ ἅμα ταῖς φωλίαις ἐπαίρεται καὶ ἐκ‐ πληροῖ τὰ ἀγγεῖα. | |
4.64 | Τί δή ποτε Δημόκριτος τοὺς μὲν χυμοὺς πρὸς τὴν γεῦσιν ἀποδίδωσι τὰς δ’ ὀσμὰς καὶ τὰς χρόας οὐχ ὁμοίως πρὸς τὰς ὑποκειμένας αἰσθήσεις; ἔδει γὰρ ἐκ τῶν σχημάτων. Ἢ τοῦτό γε πρὸς ἅπαν‐ | |
5 | τας κοινόν; ἅπαντες γὰρ οἱ μὲν μόνης οἱ δὲ μάλιστα ταύτης τὰ πάθη λέγουσι καὶ τὰς διαφορὰς, ὡς ἐν χρώ‐ μασι λευκὸν καὶ μέλαν, καὶ ἐν χυμοῖς γλυκὺ καὶ πι‐ κρὸν, οὐχ οὕτω δ’ ἐν ὀσμαῖς· οὐδὲν γὰρ πλὴν τό τ’ εὔοσμον καὶ τὸ κάκοσμον. Οὐδ’ ἐν ἁπτοῖς· πλείω | |
10 | γὰρ εὐθὺ τὰ ὑποκείμενα, σκληρὸν, μαλακὸν, τραχὺ, λεῖον. | |
4.65 | Ἀλλὰ μᾶλλον ἐν φωναῖς, ὀξὺ καὶ βαρύ. Ἔτι δὲ τὰ μὲν μικτὰ τὰ δ’ ἄμικτα. Ἄμικτοι χυλοὶ οἱ μὲν τῷ μὴ καταμερίζεσθαι ὥστ’ ἐξ ἀμφοῖν (ἓν γί‐ νεσθαι), οἷον ὕδωρ, ἔλαιον, φλέγμα, αἷμα, ὅλως πᾶν | |
5 | τὸ ἐπινέον ἢ τὸ διαιροῦν, ὥσπερ τὸ ὄξος καὶ τὸ γάλα. Τὸ γὰρ τῇ πιέσει καὶ τρίψει μιγνύμενον ἕτερον εἶδος. Ἄλλον δὲ τρόπον οἱ μὴ εὔμικτοι πρὸς τὴν χρείαν ἢ καὶ λυμαινόμενοι ἀλλήλους οἷον ἡ θάλαττα καὶ τὰ νι‐ τρώδη καὶ πικρὰ ὕδατα τοὺς οἴνους καὶ τὰ πότιμα ἐὰν | |
10 | μὴ εὐθὺς χρῆταί τις. | |
4.66 | Ὀσμαὶ δὲ αἱ μὲν οὕτως ἄμικτοι πλείους καὶ ὥστε καθόλου λαβεῖν αἱ κακώδεις ταῖς κακώδεσι. Ὡς δὲ βέλτιόν τι τὸ ἐξ ἀμφοῖν ἔργον | |
εὑρεῖν εἰ μὴ ἀδύνατον, εἰς τὴν τοιαύτην δὲ δύναμιν | 375 | |
5 | ἅπαν ὡς εἰπεῖν πρὸς πᾶν εὔοσμον. Ἀλλ’ ἔνθα μὲν ἴσως χείρω ποιεῖ ἔνθα δὲ βελτίω καθάπερ ἐπὶ τῶν μύ‐ ρων· τὰ μὲν γὰρ ἀφαιρεῖται τὸ ἄκρατον καὶ σκληρὸν, τὰ δ’ ἀποθηλύνει καὶ ὥσπερ ἐξυδατοῖ τὰς ὀσμάς. Ἐν δὲ τοῖς ξηροῖς ἅπασαι πάσαις μικταί. | |
4.67 | Τὰ γὰρ διαπάσματα ὅσῳ ἂν ᾖ πλειόνων ἀμείνω. Ποιεῖ δὲ καὶ ἡ τοῦ οἴνου κατάμιξις καὶ μύρα ἔνια καὶ θυμιά‐ ματα εὐοσμότερα καθάπερ τὴν σμύρναν. Δοκεῖ δὲ | |
5 | καὶ τὸ μύρον ἡδύνειν τοὺς οἴνους, διὸ καὶ οἱ μὲν ἐν τῇ οἰνοποιΐᾳ μιγνύουσιν οἱ δὲ οὕτως ἐπιχεόμενον πίνουσιν. Οὐκ ἄλογον δὲ συνέγγυς τὰς αἰσθήσεις οὔσας καὶ ἐν τοῖς αὐτοῖς ὑποκειμένοις ἔχειν τινὰ ἐπικοινωνίαν· ὡς γὰρ ἐπὶ τὸ πᾶν οὐδεὶς οὔτε χυλὸς ἄοσμος οὔτε ὀσμὴ | |
10 | ἄχυλος· τοῦτο δὲ ὅτι οὐδεμία ἐκ μὴ ἔχοντος χυλόν. | |
4.68 | Συμβαίνει δὲ καὶ μεταβάλλειν τὰς ὀσμὰς ἅμα τοῖς χυλοῖς ὥσπερ ἐπί τε τοῦ οἴνου καὶ ἐπὶ καρπῶν τινῶν· ἐνίων δὲ καὶ ἐν τῷ ἄνθει πρότερον ὥσπερ τῶν βοτρύων· ἡ δὲ τῶν μύρων εἰς ἀκμὴν μόνον καὶ οἷον | |
5 | φθίσιν. Μετακινοῦνται δ’ ἐν ταῖς ἐτείαις ὥραις πάνθ’ ὡς εἰπεῖν, μάλιστα δὲ τὰ ἀσθενέστατα, τὰ δ’ ἄνθινα καθ’ ἣν ὥραν ἀνθεῖ τὸ ἄνθος. | |
4.69 | Τὰς συνθέσεις ποιοῦσιν ἐκ τῶν ἀρωμάτων θραύσαντες πολλὰ καὶ μίξαντες εἰς ταὐτὸ κλείουσιν εἰς κιβώτιον, εἶτ’ ἀνοί‐ γοντες διά τινων ἡμερῶν ὅτι ἂν μάλιστα ὄζειν δοκῇ | |
5 | τοῦτ’ αἴρουσι, καὶ πάλιν δὲ καὶ πάλιν διαλείποντες χρόνον ὅπως ἂν μηδενὸς ἐξόζῃ. Θαυμαστὴν δ’ ὀσμὴν λαμβάνει τὰ ἱμάτια εἰς ταῦτα τιθέμενα. Τὸ δὲ τῆς βαλάνου τῆς αἰγυπτίας μύρον αὐτὸ μὲν οὐκ ἄγαν ἀνα‐ πνεῖ, μιγνύμενον δὲ ποιεῖ τἆλλα βελτίω μάλιστα δὲ | |
10 | τὴν ἴριν ... | |
4.70 | Ἐν τῇ ἐρυθρᾷ θαλάττῃ διακοπτομέ‐ νων τῶν λίθων ἔνδον ἐμπεφυκότα φαίνεται ἰχθύδια καὶ καρίδες καὶ ἄλλ’ ἄττα ζῶα ἐπικλη ... | |
4.71 | Ἀθή‐ νῃσι λέγειν εἰς ταῦτα χαλκὸν κοῖλον ἐμβάλλεσθαι σί‐ δηρον ὁμοίως ἐρυθρὸν καὶ λευκόν. Εἶναι δέ τινα λόγον πρὸς τὸν καττίτερον· συμβάλλεσθαι δ’ οὐ μεγέ‐ | |
5 | θους χάριν ἀλλὰ τῆς πικρότητος ... | |
5t | ΠΕΡΙ ΑΝΕΜΩΝ | |
5.1 | Ἡ τῶν ἀνέμων φύσις ἐκ τίνων μὲν καὶ πῶς καὶ διὰ τίνας αἰτίας γίνεται τεθεώρηται πρότερον· ὅτι δ’ ἑκάστοις αἱ δυνάμεις καὶ ὅλως τὰ παρακολουθοῦντα κατὰ λόγον ἀκολουθεῖ πειρᾶσθαι χρὴ λέγειν οἷσπερ | |
5 | σχεδὸν διαφέρουσιν ἀλλήλων. Αἱ γὰρ διαφοραὶ περὶ ταῦτα καὶ ἐν τούτοις, οἷον μέγεθος, μικρότης, ψυχρό‐ της, θερμότης, ἁπλῶς τὸ χειμερινὸν ἢ εὐδιεινὸν καὶ ὑέτιον ἢ αἴθριον· ἔτι δὲ τὸ πολλάκις ἢ ὀλιγάκις, καθ’ ὥραν ἢ τὸ μὴ ἀεὶ πνεῖν καὶ συνεχεῖς καὶ ὁμαλεῖς ἢ | |
10 | διαλείποντας καὶ ἀνωμαλεῖς. Καὶ ὅλως ἃ συμβαίνει περὶ τὸν οὐρανὸν ἢ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὴν θάλατταν διὰ τὴν πνοήν. Ὡς γὰρ [ἂν] ἁπλῶς εἰ‐ πεῖν ἐν τούτοις καὶ περὶ ταῦτα τυγχάνουσιν αἱ ζητή‐ | |
σεις, ἐν οἷς καὶ τὰ περὶ τῶν ζώων καὶ φυτῶν ἐμπε‐ | 376 | |
15 | ριλαμβάνεται. | |
5.2 | Ἐπεὶ δ’ ἑκάστου τόπος ἴδιος ὑπόκειται καὶ τοῦθ’ ὥσπερ τῆς οὐσίας, ἀπὸ τούτου ὡς ἁπλῶς εἰπεῖν καὶ αἱ διαφοραὶ καὶ αἱ δυνάμεις αἱ καθ’ ἕκαστον [εἰπεῖν], οἷον πρῶτον ἡ τοῦ μεγέθους καὶ | |
5 | σμικρότητος, καὶ ψυχρότητος καὶ θερμότητος, καὶ πλήθους καὶ ὀλιγότητος καὶ τῶν ἄλλων τῶν πλείστων. Ὑπάρχει δὲ ταὐτὰ τὰ δ’ ἐναντία τοῖς ἐναντίοις, ἀμ‐ φότερα δ’ εὐλόγως. Οἷον τῷ βορέᾳ καὶ τῷ νότῳ· μεγάλοι μὲν γὰρ ἄμφω καὶ πλεῖστον χρόνον πνέουσι | |
10 | διὰ τὸ συνωθεῖσθαι πλεῖστον ἀέρα πρὸς ἄρκτον καὶ μεσημβρίαν, πλαγίων ὄντων πρὸς τὴν τοῦ ἡλίου φορὰν τὴν ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· ἐξωθεῖται γὰρ ἐνταῦθα τῇ τοῦ ἡλίου δυνάμει, διὸ καὶ πυκνότατος καὶ συννε‐ φέστατος ὁ ἀήρ. Ἀθροιζομένου δ’ ἐφ’ ἑκάτερα πολ‐ | |
15 | λοῦ καὶ πλείων ἡ ῥύσις καὶ συνεχεστέρα γίνεται πλεο‐ νάκις, ἀφ’ ὧν τά τε μεγέθη, καὶ ἡ συνέχεια καὶ τὸ πλῆθος αὐτῶν καὶ ἄλλο τοιοῦτόν ἐστιν. | |
5.3 | Ἡ δὲ ψυχρότης καὶ θερμότης ἐμφανέσταται δόξαιεν ἂν εἶναι διὰ τοὺς τόπους γινόμεναι· ψυχρὰ γὰρ τὰ πρὸς ἄρκτον τὰ δὲ πρὸς μεσημβρίαν ἀλεεινὰ, τὸ δ’ ἀφ’ ἑκατέρων | |
5 | ῥέον ὅμοιον. Ἅμα γὰρ καὶ ἧττον ἀναπεπταμένον τὸ σύνεγγυς καὶ μὴ ἀναπεπταμένη ἡ φορὰ, τὸ δὲ διὰ στενοῦ καὶ σφοδροτέρως φερόμενον ψυχρότερον, τὸ δ’ εἰς τὸ πόρρω διακεχυμένον μᾶλλον καὶ ἀνειμένον. Διὸ καὶ ὁ νότος ἐκεῖ ψυχρότερος ἢ παρ’ ἡμῖν, ὡς δέ τινές | |
10 | φασι καὶ μᾶλλον ἢ βορέας. Ποιεῖ δέ τι καὶ ἡ μετα‐ βολὴ πρὸς φαντασίαν ἀλεεινοῦ προϋπάρχοντος τοῦ τόπου. | |
5.4 | Καὶ τοῦτο μὲν κοινὸν ὡς εἰπεῖν πᾶσι. Τὸ δ’ ὑέτιον καὶ αἴθριον ἑκατέρου καὶ τὸ κυματῶδες καὶ ἄκυμον καὶ πυκνὸν καὶ συνεχὲς καὶ ἀνωμαλὲς καὶ ὅμα‐ λον, ἔτι δὲ τὸ μέγεθος τοῦ μὲν ἀρχομένου τοῦ δὲ | |
5 | λήγοντος πρὸς τὴν ἀπόστασιν τῶν τόπων ἀποδίδοται μᾶλλον. Ὅθεν μὲν γὰρ ἕκαστος πνεῖ παρ’ ἐκείνοις αἴθριος, ὅποι δ’ ἀπωθεῖ τὸν ἀέρα παρ’ ἐκείνοις ἐπινε‐ φὴς καὶ ὑέτιος. Διόπερ ὁ μὲν βορέας καὶ μᾶλλον οἱ ἐτησίαι τοῖς πρὸς μεσημβρίαν καὶ ἀνατολὴν οἰκοῦσιν | |
10 | ὑέτιοι ὁ δὲ νότος καὶ ἁπλῶς εἰπεῖν οἱ ἐξ ἐκείνου τοῦ τόπου πνέοντες τοῖς πρὸς ἄρκτον. | |
5.5 | Οὐ μικρὰ δ’ ἐνταῦθα ἀλλὰ μεγίστη ῥοπὴ τὸ τὰς χώρας ὕψος ἔχειν, ὅπου ἂν προσκόψῃ τὰ νέφη καὶ λάβῃ στάσιν, ἐνταῦθα καὶ ὕδατος γένεσις. Διὸ καὶ τῶν σύνεγγυς τόπων | |
5 | ἄλλοι παρ’ ἄλλοις ὑέτιοι τῶν ἀνέμων. Ἀλλὰ περὶ μὲν ὑδάτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. Ἐκ τῆς αὐτῆς δ’ αἰτίας καὶ ὁ μὲν βορέας εὐθὺς ἀρχόμενος μέ‐ γας ὁ δὲ νότος λήγων, ὅθεν καὶ ἡ παροιμία συμβου‐ λεύει τὰ περὶ τοὺς πλοῦς. Ὁ μὲν γὰρ εὐθὺς οἷον | |
10 | ἐπίκειται τοῖς περὶ ἄρκτον οἰκοῦσιν ὁ δὲ μακρὰν ἀφέ‐ στηκε· χρονιωτέρα δ’ ἡ τῶν ἄπωθεν ἀπορροὴ καὶ ὅταν ἀθροισθῇ πλῆθος. Τοῖς γὰρ περὶ Αἴγυπτον καὶ τοὺς τόπους ἐκείνους ἀνάπαλιν ὁ νότος ἀρχόμενος μέ‐ γας, ὅθεν καὶ τὴν παροιμίαν ἐναντίως λέγουσιν. | |
5.6 | Ὡσαύτως δὲ καὶ τὸ πυκνὸν καὶ ἄκυμον καὶ συνεχὲς καὶ ὁμαλὲς ἐκείνοις ὁ νότος ποιεῖ μᾶλλον· ἀεὶ γὰρ τοῖς | |
ἐγγὺς ἕκαστος τοιοῦτος τοῖς δὲ πόρρω καὶ ἀνωμαλὴς καὶ διεσπασμένος. Τούτων μὲν οὖν τὰς εἰρημένας | 377 | |
5 | αἰτίας ὑποληπτέον αἵπερ ἐμφανεῖς καὶ κατ’ ἄλλους τόπους εἰσὶν ἐλάττους καὶ ἔλαττον ἀπέχοντας ἀλλήλων· τοῦτο δ’ ἂν καὶ δόξειεν ἄλογον εἶναι. Ὁ μὲν γὰρ νό‐ τος ἀεὶ τοῖς ἑαυτοῦ τόποις αἴθριος, ὁ δὲ βορέας ὅταν ᾖ χειμὼν μέγας ἐν μὲν τοῖς πλησίον συννεφὴς ἔξω δ’ | |
10 | αἴθριος. | |
5.7 | Αἴτιον δ’ ὅτι διὰ μὲν τὸ μέγεθος πολὺν ἀέρα κινεῖ τοῦτον δὲ φθάνει ἐκπηγνὺς πρὶν ἀπῶσαι· παγέντα δὲ μένει τὰ νέφη διὰ βάρος· εἰς τὰ ἔξω (δὲ) καὶ πορρωτέρω τὸ μέγεθος μᾶλλον ἢ ψυχρότης διαδί‐ | |
5 | δοται καὶ τοῦτο ἐργάζεται. Ὁ δὲ νότος ἧττόν τε ἔχων ὕλην καὶ ταύτην οὐ πηγνὺς ἀλλ’ ἀπωθῶν αἰθρίαν ἄγει τοῖς πλησίον· ὑετιώτερος δ’ ἀεὶ τοῖς πόρρω μέγας πνέων καὶ λήγων μᾶλλον ἢ ἀρχόμενος, ὅτι ἀρχόμε‐ νος μὲν ὀλίγον ἀέρα ἀπωθεῖται προϊὼν δὲ πλείω, καὶ | |
10 | οὕτως ἀθροιζόμενος ἐκνεφοῦταί τε καὶ πυκνωθεὶς ὑδάτι‐ νος γίνεται. Ἔτι δὲ καὶ τὸ ἀπ’ ἐλάττονος ἢ μείζονος ἀρχῆς ἄρχεσθαι διαφέρει· μικρᾶς μὲν γὰρ οὔσης αἴ‐ θριος, μεγάλης δ’ ἐπινεφὴς καὶ ὑέτιος διὰ τὸ πλείω συνωθεῖν ἀέρα. | |
5.8 | Τὸ δὲ μὴ πνεῖν κατ’ αὐτὴν τὴν Αἴγυπτον (τὴν) πρὸς θάλατταν τὸν νότον ὥς τινές φασι μηδ’ ὅσον ἡμέρας ἀπέχοντα καὶ νυκτὸς δρόμον, ἀλλὰ τὰ ὑπὲρ Μεμφίδος λαμπρὸν, ὁμοίως δὲ καὶ ἃ ἂν ἀπέχῃ | |
5 | τοσοῦτον, οὐκ ἀληθὲς μὲν εἶναί φασιν ἀλλὰ ψεῦδος· οὐ μὴν ἴσως γε ἀλλ’ ἔλαττον πνεῖ. Τὸ δ’ αἴτιον ὅτι κοίλη τὰ κάτω ἡ Αἴγυπτος ὥσθ’ ὑπερπίπτειν αὐτῆς, τὰ δ’ ἄνω ὑψηλοτέρα. Ἐπεὶ τό γε σύνεγγυς ἀπαιτεῖ τὸ μέγεθος· τὰ γὰρ τοιαῦτα μάλιστα ἐκ τῶν τόπων | |
10 | ἀποδοτέον ἅπερ κατὰ φύσιν ἔχει. Διαμένει δ’ ἐπι‐ νεφῆ καὶ αἴθρια τὰ πνεύματα ταῦτα ὁμοίως ὥσπερ ἀρτίως ἐλέχθη. | |
5.9 | Τὸ δὲ τὸν βορέαν ἐπιπνεῖν τῷ νότῳ, τὸν δὲ νότον μὴ τῷ βορέᾳ, πρὸς ἐκείνην τὴν αἰτίαν ἀνακτέον τὴν μερίζουσαν ἑκάτερα κατὰ τοὺς τόπους· παρ’ ἡμῖν γὰρ τοῦτο συμβαίνει καὶ ὅλως τοῖς | |
5 | ὑπὸ τὴν ἄρκτον οἰκοῦσιν, τοῖς δὲ πρὸς μεσημβρίαν ἀνάπαλιν. Αἴτιον δ’ ἀμφοῖν τὸ αὐτό· τοῖς μὲν γὰρ ὁ βορέας τοῖς δ’ ὁ νότος πλησίον, ὥστ’ εὐθὺς ἀρχόμενοι ποιοῦσιν αἴσθησιν, εἰς δὲ τὰ πόρρω βραδέως διικνοῦν‐ ται. | |
5.10 | Πλείστων δ’ ὄντων ὥσπερ εἴρηται βορείων καὶ νοτίων ἑκατέρων οἷον τάξις, ἐν οἷς χρόνοις μάλιστα πνέουσι κατὰ λόγον ... μέχρι τοῦ λήγειν, τοῖς δὲ νο‐ τίοις κατὰ χειμῶνά τε καὶ ἀρχομένου (ἔαρος) καὶ | |
5 | μετοπώρου λήγοντος. Καὶ γὰρ αἵ τε τοῦ ἡλίου φοραὶ συνεργοῦσιν ἀμφοτέροις καὶ ἡ ἀνταπόδοσις γίνεται κα‐ θάπερ παλιρροοῦντος τοῦ ἀέρος· ὃ γὰρ (ἂν) ἀπωσθῇ κατὰ χειμῶνα, —πλείους γὰρ ὡς ἐπίπαν βόρειοι πνέουσι, —καὶ ἔτι πρότερον τοῦ θέρους ὑπὸ τῶν ἐτη‐ | |
10 | σίων καὶ τῶν ἐπὶ τούτοις, ἀνταποδίδοται πάλιν τοῦ ἦρος εἰς τούσδε τοὺς τόπους, καὶ λήγοντος μετοπώρου καὶ περὶ πλειάδος δύσιν ἀνὰ λόγον. | |
5.11 | Ὅθεν καὶ τὸ θαυμαζόμενον ὡς οὐκ ὂν διὰ τί βορέαι μὲν ἐτησίαι γί‐ νονται νότοι δ’ οὐ γίνονται, φαίνεταί πως συμβαίνειν. | |
Οἱ γὰρ ἠρινοὶ νότοι καθάπερ ἐτησίαι τινές εἰσιν οὓς | 378 | |
5 | καλοῦσι λευκονότους· αἴθριοι γὰρ καὶ ἀσυννεφεῖς ὡς ἐπίπαν. Ἅμα δὲ καὶ τῷ μακρὰν ἡμῶν ἀπηρτῆσθαι λανθάνουσιν· ὁ δὲ βορέας εὐθὺς ἐν ἡμῖν. Ἥδε τῶν ἐτησίων φύσις. Διὰ τί δὲ ταύτην τὴν ὥραν καὶ τοσοῦ‐ τοι πνέουσι, καὶ διὰ τί λήγουσι τῆς ἡμέρας ληγούσης | |
10 | καὶ νύκτωρ (οὐ) πνέουσι σχεδὸν ἐν ταύταις λέγεται ταῖς αἰτίαις· ὡς ἄρα ἡ μὲν πνοὴ γίνεται διὰ τὴν τῆς χιόνος τῆξιν· ὅταν μὲν οὖν ὁ ἥλιος ἄρξηται λύειν τὸν πάγον καὶ κρατεῖν, οἱ πρόδρομοι, μετὰ δὲ ταῦτα οἱ ἐτησίαι. | |
5.12 | Τοῦ δὲ ἅμα τῇ καταφορᾷ τοῦ ἡλίου λήγειν καὶ νύκτωρ μὴ πνεῖν αἴτιον τὸ τὴν χιόνα τηκο‐ μένην παύεσθαι δυομένου καὶ νύκτωρ μὴ τήκεσθαι δε‐ δυκότος. Οὐ μὴν ἀλλ’ ἐνίοτε πνέουσιν ὅταν πλείων | |
5 | ἡ τῆξις γένηται· καὶ γὰρ τῆς ἀνωμαλίας αἴτιον τοῦτο ὑποληπτέον. Ὁτὲ μὲν γὰρ μεγάλοι καὶ συνεχεῖς ὁτὲ δὲ ἐλάττους καὶ διαλείποντες πνέουσι διὰ τὸ τὰς τήξεις ἀνωμαλεῖς γίνεσθαι. Κατὰ δὲ τὴν ὕλην ἡ φορά. Ταύτην δὲ τὴν ἀνωμαλίαν ἐνδέχεται καὶ τοῖς τόποις | |
10 | καὶ τῷ σύνεγγυς ἢ πόρρω καὶ ἄλλαις τοιαύταις διαφο‐ ραῖς συμβαίνειν. | |
5.13 | Εἰ δ’ οὖν ἀληθὲς, ὃ λέγουσιν ἄλλοι τε καὶ οἱ περὶ Κρήτην, ὡς ἄρα νῦν μείζονες οἱ χειμῶνες καὶ χιὼν πλείων πίπτει, τεκμήρια φέροντες ὡς τότε μὲν ᾠκεῖτο τὰ ὄρη καὶ ἔφερε καρπὸν καὶ τὸν | |
5 | σιτηρὸν καὶ τὸν δενδρίτην πεφυτευμένης καὶ διειργα‐ σμένης τῆς χώρας· ἔστι γὰρ πεδία ἐν τοῖς ἰδαίοις ὄρε‐ σιν εὐμεγέθη καὶ ἐν τοῖς ἄλλοις ὧν νῦν οὐδ’ ὁτιοῦν γεωργοῦσι διὰ τὸ μὴ φέρειν, τότε δ’ ὥσπερ εἴρηται καὶ ἐπῴκουν, ὅθεν καὶ ἡ νῆσος πλήρης ἦν ἀνθρώπων, | |
10 | ὄμβρων μὲν γενομένων κατ’ ἐκεῖνον τὸν χρόνον πολ‐ λῶν χιόνων δὲ καὶ χειμώνων μὴ γινομένων, —εἰ δ’ ἔστιν ἀληθῆ ταῦτα, ὅπερ λέγουσιν, ἀναγκαῖον καὶ τοὺς ἐτησίας εἶναι πλείους. | |
5.14 | Εἰ δέ ποτ’ ἐξέλιπον καὶ Ἀρισταῖος αὐτοὺς ἀνεκαλέσατο θύσας τὰς ἐν Κέῳ θυ‐ σίας τῷ Διῒ καθάπερ μυθολογοῦσι, κάτομβρα μὲν ἂν εἴη τὰ ἐπιχειμέρια οὐχ ὁμοίως οὐδὲ χιονώδη. Ταῦτα δ’ | |
5 | εἴ τινα ἔχει διαλλαγὴν εἴτε τεταγμένην εἴτ’ ἄτακτον εἴη ἂν καὶ τῶν πνευμάτων παῦλα καὶ μεταλλαγὴ κατὰ τοὺς αὐτοὺς χρόνους. Ἄτοπον δ’ ἂν δόξειεν εἰ μὴ καὶ τοῖς πρὸς μεσημβρίαν εἴη τοιαύτη τις ἐπικου‐ ρία κατὰ τὸ ἔτος· πολλῷ γὰρ ἐκπυρώτερος ὁ τόπος | |
10 | ἐκεῖνος. Δῆλον οὖν τοῦτο πλὴν εἰς ... μιση τὸν καρπόν. Οἱ δὲ προτεροῦσιν οἱ δ’ ἀπαθεῖς εἰσί. Περὶ μὲν τού‐ των σκεπτέον. | |
5.15 | Εἰ δὲ πάντων τῶν πνευμάτων ἡ αὐτὴ καὶ ὑπὸ τῶν αὐτῶν γένεσις τῷ τι παραλαβεῖν, ὁ ἥλιος ἂν ὁ ποιῶν εἴη. Τάχα δ’ οὐκ ἀληθὲς καθόλου εἰπεῖν ἀλλ’ ὡς ἡ ἀναθυμίασις, οὗτος δ’ ὡς συνεργῶν. Ἀλλ’ ὁ | |
5 | ἥλιος δοκεῖ καὶ κινεῖν ἀνατέλλων καὶ καταπαύειν τὰ πνεύματα· διὸ καὶ ἐπαυξάνεται καὶ πίπτει πολλάκις. Οὐ καθόλου δὲ τοῦτ’ ἀληθὲς, ἀλλ’ ἐφ’ ὧν γε συμβαί‐ νει ταύτην ὑποληπτέον τὴν αἰτίαν. Ὅταν μὲν γὰρ ἔλαττον ᾖ τὸ ἀνηγμένον ὑγρὸν, τούτου κατακρατῶν | |
10 | ἐξανήλωσε καὶ κατέπαυσεν ὁ ἥλιος, ὅταν δὲ πλέον | |
συμπαρώρμησε καὶ σφοδροτέραν ἐποίησε τὴν κίνησιν. | 379 | |
5.16 | Ἐνίοτε δὲ καὶ ἅμα τῇ δύσει κατέπαυσεν ἀφελό‐ μενος τὴν ἀπ’ αὐτοῦ κίνησιν ἣν ἔδωκεν. Ταύτην δὲ δῆλον ὡς ἔχειν τινὰ δεῖ συμμετρίαν ὥστε μήτ’ ἐξανα‐ λίσκεσθαι μήτ’ ἐξ αὐτῆς δύνασθαι κινεῖσθαι πλείω | |
5 | χρόνον. Ἔνια δὲ καὶ δύνοντος τοῦ ἡλίου πνεῖν οὐδὲν κωλύει μᾶλλον οἷον ὅσα κατέχεται τῇ θερμότητι καὶ ὥσπερ ἀναξηραίνεται καὶ ἐκκαίεται. Διὰ τοῦτο γὰρ καὶ ἐν μεσημβρίᾳ μάλιστ’ ἀπνεύματοι, παρεγκλίναν‐ τος δὲ τοῦ ἡλίου πνευματωδέστεραι. | |
5.17 | Ποιεῖ δὲ καὶ ἡ σελήνη ταὐτὰ πλὴν οὐχ ὁμοίως· οἷον γὰρ ἀσθε‐ νὴς ἥλιός ἐστι. Διὸ καὶ νύκτωρ δεινότεραι καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμερινώτεραι. Συμβαίνει δ’ | |
5 | οὖν ὁτὲ μὲν ἀνατέλλοντος τοῦ ἡλίου τὰ πνεύματα ἐπαίρεσθαι ὁτὲ δὲ λήγειν· καὶ ἐπὶ τῆς δύσεως ὁμοίως· ὁτὲ μὲν γὰρ κατέπαυσεν ὁτὲ δὲ ὥσπερ ἀφῆκεν. Εἰ δέ ποτε καὶ κατὰ σύμπτωμα γίνοιτο ταῦτα, καθάπερ καὶ τὰ ἐπὶ τῶν ἄστρων ἀνατολαῖς καὶ δύσεσιν, ἐπισκεπτέον, | |
10 | τοῦτ’ ἂν εἴη. | |
5.18 | Καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας καὶ διὰ μέσων νυκτῶν καὶ μεσημβρίας ἄπνοιαι γίνονται καὶ μάλιστα· συμβαίνει γάρ ποτε μὲν κρατεῖν ποτὲ δὲ κρατεῖσθαι τὸν ἀέρα τὸν τοιοῦτον ὑπὸ τοῦ ἡλίου· καὶ | |
5 | μέσων μὲν νυκτῶν κρατεῖ, πορρωτάτω γὰρ ὁ ἥλιος τότε· μεσημβρίας δὲ κρατεῖται· κρατῶν δὲ καὶ κρατού‐ μενος ἕστηκεν, ἡ δὲ στάσις νηνεμία. Συμβαίνει δὲ καὶ τὰς καταπαύσεις γίνεσθαι τῶν πνευμάτων κατὰ λόγον· ἄρχεται μὲν γὰρ ἢ περὶ ἕω ἢ περὶ δυσμάς· λήγει δὲ τὰ | |
10 | μὲν ἕωθεν ὅταν κρατηθῇ, κρατεῖται δὲ κατὰ μεσημβρίαν, τὰ δ’ ἀπὸ δυσμῶν ὅταν παύσηται κρατῶν, τοῦτο δὲ γίνεται μέσων νυκτῶν. | |
5.19 | Εἰ δέ τινες θαυμάζουσιν ὡς ἄλογον ὅτι τὰ πνεύματα ψυχρά ἐστιν ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως καὶ ἁπλῶς τοῦ θερμοῦ γινόμενα ψεῦδος τὸ φαινόμενον αὐτοῖς ἄλογον· οὔτε γὰρ ἁπλῶς ἀλλ’ ὡς | |
5 | συναιτίῳ προσαπτέον οὔτε πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ καὶ πυρώδης ἀλλ’ ἐὰν τρόπον τινὰ γίνη‐ ται. Ἀθρόως μὲν γὰρ ἐκπίπτουσα καὶ συνεχὴς αὐτῷ τῷ ἀφιέντι θερμή. Κατὰ μικρὸν δὲ καὶ διὰ στενοῦ τινὸς αὐτὴ μὲν θερμὴ ὁ δ’ ὑπὸ ταύτης κινούμενος ἀὴρ | |
10 | ὁποῖος ἄν ποτε τυγχάνῃ προϋπάρχων τοιαύτην καὶ τὴν κίνησιν ἀποδίδωσιν. | |
5.20 | Παράδειγμα δὲ ἱκανὸν τὸ ἐκ τῶν στομάτων ἀφιέμενον, ὅ φασιν εἶναι θερμὸν καὶ ψυ‐ χρὸν οὐκ ἀληθῆ λέγοντες, ἀλλ’ ἀεὶ μὲν θερμόν ἐστι, δια‐ φέρει δὲ τῇ προέσει καὶ ἐκπτώσει. Χανόντων μὲν γὰρ | |
5 | καὶ ἀθρόον ἀφιέντων θερμὸν, ἐὰν δὲ διὰ στενοῦ σφο‐ δρότερον φερόμενον ὠθῇ τὸν πλησίον ἀέρα κἀκεῖνος τὸν ἐχόμενον, ψυχρῶν ὄντων καὶ ἡ πνοὴ καὶ ἡ κίνη‐ σις γίνεται ψυχρά. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν πνευμάτων συμβαίνει· διὰ στενοῦ γὰρ οὔσης τῆς πρώτης κινή‐ | |
10 | σεως αὐτὸ μὲν τὸ πρῶτον οὐ ψυχρὸν, τὸ δ’ ὑπὸ τού‐ του κινούμενον ὡς ἂν ἔχον τυγχάνῃ πρὸς θερμότητα καὶ ψυχρότητα, ψυχροῦ μὲν ὄντος ψυχρὸν θερμοῦ δὲ θερμόν. Καὶ διὰ τοῦτο θέρους μὲν θερμὰ χειμῶνος δὲ ψυχρὰ τὰ πνεύματα. Καθ’ ἑκατέραν γὰρ τὴν | |
15 | ὥραν τοιοῦτος ὁ ἀήρ. | |
5.21 | Φανερὸν δ’ ὅπου διὰ | |
τὴν ... ἐκπεπυρωμένον οἷον τετύχηκεν· ἐὰν γὰρ ὅπου ... πνεῦμα καὶ ὁ πόθος ... θερμὸν εἴτε ψυχρὸν ὅμως ... διαφορὰ τοῦ ἀέρος ὁποῖος ἂν ᾖ τοιοῦτος φαί‐ | 380 | |
5 | νεται. Καὶ ἐν αὐτοῖς μὲν τοῖς τόποις καὶ τοῖς συνε‐ χέσιν ἔμπυρος ἡ πνοὴ γίνεται, πορρωτέρω δὲ προϊοῦ‐ σιν οὐχ ὁμοίως. Ἐνίοτε δὲ καὶ τὸ ἄλλοθεν ἐπιὸν, ἐὰν ἐξ ἐμπύρων ᾖ τόπων καὶ ἐχόντων ἀέρα παχὺν καὶ διακεκαυμένον. ὑπερβάλλον φαίνεται τῇ θερμότητι. | |
10 | Διὸ καὶ οἱ ὁδοιπόροι [μὲν] καὶ θερισταὶ πολλάκις ἀποθνήσκουσιν ὑπὸ τῶν τοιούτων πνευμάτων ἐν τοῖς πεδίοις καὶ ἐν τοῖς πνιγηροῖς τόποις, τὰ μὲν αὐτοῦ συνεργαζομένου τοῦ συνυπάρχοντος ἀέρος τὰ δὲ τοῦ διαφόρου διὰ τὴν πνοὴν καὶ τὴν πρόσπτωσιν ... | |
5.22 | Ὅτι δὲ οὔτ’ αὐτὸς ὑπ’ αὐτοῦ μόνον κινούμενος ὁ ἀὴρ οὔθ’ ὑπὸ τοῦ θερμοῦ κρατούμενος ταύτην φέρεται τὴν φορὰν κἀκεῖθεν δῆλον· εἰ μὲν γὰρ ὑφ’ αὑτοῦ διὰ τὸ ψυχρὸς εἶναι φύσει καὶ ἀτμιδώδης κάτω ἂν ἐφέρετο, | |
5 | εἰ δ’ ὑπὸ τοῦ θερμοῦ ἄνω· τοῦ γὰρ πυρὸς κατὰ φύσιν αὕτη ἡ φορά. Νῦν δ’ ὥσπερ ἐξ ἀμφοῖν μικτὴ διὰ τὸ μηδ’ ἕτερον κρατεῖν. | |
5.23 | Τούτῳ μὲν οὖν καθόλου τῷ κοινῷ, ὅτι ὁποῖος ἂν ὁ ἀὴρ ἢ ἡ ἀναθυμίασις καθ’ ἑκάστους ᾖ τόπους οὕτως ἕξει καὶ τὰ πνεύματα τῇ ψυχρότητι, καὶ τάδε συμμαρτυρεῖ. Ὅσα γὰρ ἀπὸ | |
5 | ποταμῶν ἢ λιμνῶν πάντα ψυχρὰ διὰ τὴν ὑγρότητα τοῦ ἀέρος· ἀποψύχεται γὰρ ἀπολείποντος τοῦ ἡλίου καὶ ἅμα παχύτερος ὁ ἀτμὸς, καὶ ἔτι (μᾶλλον) δ’ εἰ σύνεγγυς. Ὥσθ’ ὅταν προσπίπτῃ συμβαίνει καθά‐ περ ῥίγωσίν τινα γίνεσθαι τοῖς σώμασι. | |
5.24 | Καὶ διὰ τοῦτο πολλάκις ἔγκοιλοι καὶ εὐσκεπεῖς τινὲς ὄντες τόποι τῶν ἔξω πνευμάτων ὑπὸ τῶν ἐγχωρίων εἰσὶ ψυχροί· τὸ γὰρ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου μένειν οὔτε | |
5 | πεφυκὸς οὔτε δυνάμενον φέρεται καὶ ποιεῖ πνοήν. Ὅθεν αἵ τε ἀπὸ τῶν ποταμῶν καὶ λιμνῶν αὖραι καὶ ὅλως αἱ ἀπόγειαι πνέουσιν ἕωθεν ἀποψυχομένης τῆς ἀτμίδος διὰ τὴν ἀπόλειψιν τοῦ θερμοῦ· τὴν γὰρ αὔραν ταύτην αὐτὴν γίνεσθαι κατὰ λόγον ἐστὶ διά τε τἆλλα | |
10 | καὶ διὰ τὴν εὐδίαν. Καὶ ὅταν ψεκάδια καὶ ὑετοὶ μέ‐ τριοι γίνωνται μᾶλλον πνέουσι· προσγίνεται γὰρ ὕλη τότε πανταχοῦ καὶ μᾶλλον αἱ ἀπόγειαι γίνονται μετὰ τοῦτο. | |
5.25 | Ἀπὸ μόνου δὲ τοῦ Νείλου δοκοῦσιν οὐκ ἀποπνεῖν αὖραι ἢ ἐλάχισται διότι θερμὸς ὁ τόπος καὶ ἐξ οὗ καὶ εἰς ὃν ῥεῖ· αἱ δ’ αὖραι πυκνουμένου τοῦ ὑγροῦ εἰσί. Διὸ καὶ οὐδ’ ἀπὸ τῶν ἐν Λιβύῃ ποταμῶν | |
5 | οὐδ’ ἀφ’ ἑνὸς αὖραι οὐδαμῶς· ἅπαντες γὰρ θερμοί. Τοῦτο δὲ δῆλον ὅτι οὐδ’ ἀπὸ τῶν περὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ ὅλως πρὸς τοὺς ἐμπύρους τόπους. Καίτοι φασί γε θαυμαστῶς καταψύχεσθαι τὸν ἀέρα πρὸς τὴν ἕω. Τοῦτο μὲν οὖν ἐπισκεπτέον. Τάχα γὰρ ἀπο‐ | |
10 | ψύχεται μὲν, οὐ δύναται δὲ πορρωτέρω προϊέναι καὶ ποιεῖν αὔραν, ἐμπύρων εὐθὺ τῶν ὑποδεχομένων ὄντων τόπων. | |
5.26 | Ἀπὸ γοῦν τῆς ἀπογείας καὶ τῆς τοιαύτης αὔρας καὶ αἱ τροπαὶ γίνονται συναθροισθέντος τοῦ ὑγροῦ ἀέρος· ἡ γὰρ τροπὴ καθάπερ παλιμπνοή τίς | |
ἐστι πνεύματος ὥσπερ ἐν τοῖς εὐρίποις τῶν ὑγρῶν· | 381 | |
5 | ὅταν γὰρ ἀθροισθῇ καὶ πλῆθος λάβῃ μεταβάλλει πάλιν εἰς τὸ ἐναντίον. Μάλιστα δ’ ἐν τοῖς κοίλοις ταῦτα γί‐ νεται καὶ ὅπου πνέουσιν αἱ ἀπόγειαι. Τούτων δ’ ἑκάτερον εὐλόγως· ἐν μὲν γὰρ τοῖς κοίλοις ὁ ἀὴρ ἀθροι‐ σθήσεται προσπίπτων ἐν δὲ τοῖς ἀναπταμένοις διαχεῖ‐ | |
10 | ται. Τῶν δ’ ἀπογείων πνευμάτων ἀσθενὴς ἡ φύσις ὥστ’ οὐ δύνασθαι βιάζεσθαι πόρρω· συμβαίνει δὲ καὶ ἡ ἀνταπόδοσις ἀνὰ λόγον τοῦ τε πλήθους καὶ τοῦ μεγέ‐ θους ὡς ἂν αἱ ἀπόγειαι πνεύσωσιν. Ὁμοίως δὲ καὶ κατὰ τὰς ὥρας οἷον τὸ ὀψιαίτερον ἢ πρωϊαίτερον ἐμ‐ | |
15 | βάλλειν αὐτάς. | |
5.27 | Γίνεται δὲ καὶ ἀνάκλασίς τις τῶν ἀνέμων ὥστ’ ἀντιπνεῖν αὑτοῖς, ὅταν ὑψηλοτέροις τόποις προσπνεύσαντες ὑπερᾶραι μὴ δύνωνται. Διὸ ἐνιαχοῦ τὰ νέφη τοῖς πνεύμασιν ὑπεναντία φέρεται | |
5 | καθάπερ περὶ Αἰγειὰς τῆς Μακεδονίας βορέου πνέοντος πρὸς τὸν βορέαν. Αἴτιον δ’ ὅτι τῶν ὀρῶν ὄντων ὑψηλῶν τῶν τε περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν τὰ πνεύματα προσπίπτοντα καὶ οὐχ ὑπεραίροντα τούτων ἀνακλᾶται πρὸς τοὐναντίον, ὥστε καὶ τὰ νέφη κατώ‐ | |
10 | τερα ὄντα φέρουσιν ἐναντίως. Συμβαίνει δὲ καὶ αὐτὸ τοῦτο παρ’ ἄλλοις. | |
5.28 | Ἐνιαχοῦ δὲ καὶ ὑπ’ αὐτοὺς τοὺς ἐτησίας ἀντίπνοιαι γίνονται τῷ βορέᾳ διὰ τὴν περίκλασιν ὥστε καὶ ἐναντιοδρομεῖν τὰ πλοῖα, καθά‐ περ καὶ περὶ τὸν πόρον τὸν ἐκ Χαλκίδος εἰς Ὀρωπὸν, | |
5 | οὓς δὴ καλοῦσι παλιμβορέας. Γίνεται δὲ τοῦτο σχε‐ δὸν ὅταν ὦσι λαμπρότατοι· τότε γὰρ μάλιστα δύναν‐ ται ὡς πορρωτάτω διατείνειν ὅταν πλῆθος ᾖ τὸ ἀντι‐ κόπτον. Ἐνιαχοῦ δὲ διὰ τὸ προσκόπτειν σχίζεσθαι συμβαίνει τὸν ἄνεμον ὥστε τὸ μὲν ἐκεῖσε τὸ δὲ δεῦρο | |
10 | ῥεῖν καθάπερ καὶ τὸ ὕδωρ ὑπὸ μιᾶς πηγῆς καὶ τῆς αὐτῆς ῥέον. | |
5.29 | Ἁπλῶς δὲ οἱ τόποι πολλὰς ποιοῦσι τῶν πνευμάτων μεταβολὰς, ἄλλας τε καὶ τὸ σφοδρότερα καὶ ἠρεμέστερα γίνεσθαι, καθάπερ ἐὰν διὰ στενοῦ καὶ ἀχανοῦς πνέῃ. Σφοδρότερον γὰρ ἀεὶ καὶ λαμ‐ | |
5 | πρότερον τὸ διὰ τοῦ στενοῦ καθάπερ ὕδατος ῥεῖθρον· ἐκβιάζεται γὰρ καὶ διωθεῖ μᾶλλον ἀθρόον. Διὸ καὶ ἐν τοῖς ἄλλοις ἀπνοίας οὔσης ἐν τοῖς στενοῖς ἀεὶ πνεῦμα· μένειν γὰρ ὁ ἀὴρ οὐ δύναται διὰ τὸ πλῆθος, ἡ δὲ τούτου κίνησις ἄνεμος. Ὅθεν καὶ ἐν τοῖς στενωποῖς | |
10 | ὅταν κατακλεισθῶσι καὶ συμπέσωσι λαμπροὶ πνέουσι, καὶ ἐν ταῖς πύλαις, καὶ αἱ θυρίδες ἕλκουσιν ἀεὶ καὶ πνοὴν παρέχουσι. Πάντων γὰρ τούτων καὶ τῶν τοιούτων ἡ αὐτὴ καὶ μία τις ἡ εἰρημένη αἰτία. | |
5.30 | Πάλιν δ’ ἔνιοι τόποι διὰ τὴν κοιλότητα καὶ διὰ τὸ πε‐ ριέχεσθαι μείζοσιν ἐγγὺς ὄντες γε ἢ ἐγγυτέρω ἑτέρων ταῖς ἀρχαῖς ὅλως ἀποπνεύματοι τυγχάνουσιν. Οἱ δὲ πορρωτέρω πνευματώδεις· ὥσπερ καὶ περὶ Θεττα‐ | |
5 | λίαν καὶ Μακεδονίαν συμβαίνει κατὰ τοὺς ἐτησίας· οὐ γὰρ πνέουσι παρ’ αὐτοῖς ὡς εἰπεῖν, ἐν δὲ ταῖς νήσοις λαμπροὶ ταῖς μακρὰν ἀπηρτημέναις. Αἴτιον δὲ τὸ τὰς χώρας κοίλας καὶ ἐπισκεπεῖς εἶναι, ταῖς δὲ νήσοις οὐδὲν ἐπίπροσθεν τῆς φορᾶς. Κωλύονται δὲ καὶ οὗτοι | |
10 | καὶ ὅλως πᾶς ἄνεμος πνεῖν ἢ διὰ τὴν ἀπόστασιν, — | |
οὐ γὰρ δύνανται διατείνειν εἰς τὸ πορρωτέρω διὰ τὸ μῆκος, —ἢ δι’ ἐπιπρόσθησίν τινων, ἢ τρίτον εἴ τι πνεῦμα ἐγχώριον ἀντιπνεῖ καὶ κρατεῖ. | 382 | |
5.31 | Ὅτι δὲ συμβαίνει κατὰ τὴν ὥραν τοὺς ἐτησίας ἐπαίρεσθαι καὶ τὴν τροπαῖαν πνεῖν περὶ Μακεδονίαν ὥσπερ σύμ‐ πτωμα θετέον. Πανταχοῦ γὰρ τῆς μεσημβρίας | |
5 | ἀπολήγει τὰ πνεύματα διὰ τὸν ἥλιον, ἅμα δὲ τῇ δείλῃ πάλιν αἴρεται. Συμβαίνει δὲ κατὰ τὸν αὐτὸν καιρὸν τήν τε τροπαίαν πρὸς ταῖς ἀπογείαις αὔραις καὶ τοὺς ἐτησίας ἐπαίρεσθαι πάλιν· οὐ γὰρ δὴ τὴν ἀνάκλασιν τὴν ἀπὸ τοῦ Ὀλύμπου καὶ τῆς Ὄσσης τῶν ἐτησίων | |
10 | αἰτιατέον ἢν μὴ * ἑρμηνεύουσιν ἢ μέτριοι παντελῶς. Τὰ μὲν οὖν συμπτώματα πειρατέον ἅπασι διαιρεῖν. | |
5.32 | Ἐκεῖνο δ’ ἂν δόξειεν ἄτοπον καὶ παράλογον εἶναι διὰ τί τῶν ὑψηλῶν τόπων τὰ μὲν προσήνεμα πάντα ἀπνεύματα τυγχάνει τὰ δ’ ἐπισκεπῆ πνευμα‐ τώδη, καὶ οὐ μετρίως ἀλλὰ σφοδρῶς· οἷον ἐν Πλα‐ | |
5 | ταιαῖς τῆς Βοιωτίας κειμέναις πρὸς τὸν βορέαν ὁ μὲν βορέας εὐδιεινὸς, ὁ δὲ νότος μέγας καὶ χειμερινὸς καὶ ἐπιπροσθοῦντος τοῦ Κιθαιρῶνος. Καὶ πάλιν παρὰ μὲν τὰ κοῖλα τῆς Εὐβοίας ὑπὸ τοὺς ἐτησίας τροπαῖαι παραθέουσιν, ἐν Καρύστῳ δὲ τηλικοῦτοι πνέουσιν | |
10 | ὥστε ἐξαίσιον εἶναι μέγεθος. | |
5.33 | Ἔτι δὲ τῆς Κου‐ ριάδος ἐν τῷ καλουμένῳ Φαιστῷ κειμένῳ πρὸς νότον ὑψηλῷ καὶ ἀποτόμῳ θαυμαστόν τι κῦμα μὲν εἰσπίπ‐ τει, πνεῦμα δ’ οὐκ ἔστιν ἀλλὰ καὶ τὰ πλοῖα προσορ‐ | |
5 | μίζονται τοῖς λειωτοῖς ἀλιμένων ὄντων τῶν τόπων τῶν πλησίον, καὶ τὰ συμβαίνοντα θεωρεῖν ἐστί. Αἴ‐ τιον δὲ τοῦ μὲν μὴ διικνεῖσθαι τὸ πνεῦμα πρὸς τὴν γῆν τὸ μὴ ὑπάγειν τὸν ἀέρα μηδὲ ῥεῖν, ὅπερ συμβαί‐ νει διὰ τὸ ὕψος πρὸς κα ... οὐχ ὑπεραίρων. Ὅτι δ’ | |
10 | ὑπεξάγειν ἀεὶ δεῖ καὶ μὴ ἵστασθαι τὸν ἀέρα φανερόν· ἐν γὰρ τοῖς οἰκήμασιν οὗ τις ἂν κατακλείσῃ τὰς θύρας ἧττον διὰ θυρίδων ἡ πνοὴ φέρεται· πλῆρες γὰρ ὂν καὶ μὴ ὑπεξάγον οὐκ εἰσδέχεται τὸν ἔξωθεν ἀέρα· πρὸς γὰρ τὸ κενὸν ἡ φορά· διὸ καὶ τὸ ἕλκειν οὐ καλῶς | |
15 | λέγεται. | |
5.34 | Τὰ δὲ πρὸς βορέαν καὶ ὅλως κατ’ ἀνέ‐ μους ἐπισκεπῆ διὰ τοῦτο πνευματωδέστερα, διότι συμβαίνει συναθροιζόμενον ἐπὶ τὸ ὕψος οἷον ὑπερ‐ χεῖσθαι τὸ πνεῦμα καὶ ἐμπίπτειν ἀθρόον· ᾗ γὰρ ἂν | |
5 | ἐπιβρίσῃ ταύτῃ κατέρρηξεν ἀληθῶς ἀθρόον. Γίνονται δὲ καὶ αἱ καταιγίδες ἐν τοῖς τοιούτοις· συστροφαὶ γὰρ ἐνταῦθα καὶ ἀθροισμὸς πνεύματος. Ὥσθ’ ὅταν ἐκραγῇ καθάπερ πληγὴν ἐποίησεν. Ἰσχυρὸν γὰρ τὸ ἀθρόον καὶ συνεχὲς ὥσπερ καὶ ἐπὶ τῶν τυφώνων. Ἃ μὲν οὖν | |
10 | διὰ τοὺς τόπους συμβαίνει ταῦτα καὶ τοιαῦτα τυγχά‐ νει. Πολλὰ δ’ ἐστὶ καὶ πολλαχοῦ περὶ ὧν ἑκάστου τῆς ἱστορίας λέγειν. | |
5.35 | Τὰ δὲ τοιάδε κοινὰ πάντων τῶν ἀνέμων οἷον ὅσα σημειώδη καθ’ ἕκαστον ἐν τῷ μέλλειν· ὁ γὰρ ἀὴρ ἀχλυούμενος κατὰ πυκνότητα καὶ μανότητα ἢ κατὰ θερμότητα καὶ ψύξιν ἢ κατ’ ἄλλην τινὰ τοιαύτην | |
5 | διάθεσιν ἐξεδήλωσεν ἀεὶ τὴν ἐπιοῦσαν πνοήν· ὁμοιο‐ παθῆ γὰρ τὰ κατὰ τὸν ἀέρα καὶ προτερεῖ τῶν ἀνέμων | |
εἰς τὴν ἡμετέραν αἴσθησιν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς θαλάττης καὶ τῶν ὑδάτων ἐστί τισι τὰ αὐτὰ ση‐ μεῖα λαβεῖν· ἐπεὶ καὶ τὰ κύματα προανιστάμενα καὶ | 383 | |
10 | προεκπίπτοντα σημαίνει τοὺς ἀνέμους· προωθεῖται δ’ οὐ συνεχῶς ἀλλὰ κατὰ μικρόν· τὸ δὲ προωσθὲν ἄλλο προέωσε καὶ πάλιν ὑπ’ ἄλλης πνοῆς ἐκινήθη μαραν‐ θείσης τῆς πρώτης· εἶθ’ οὕτως ἀεὶ προωθούμενα προσ‐ έρχεται· παρόντος δὲ τοῦ κινουμένου φανερὸν ὅτι καὶ | |
15 | τὸ κινοῦν ἥξει. Συμβαίνει δὲ καὶ ὑστερεῖν τὰ κύματα τῶν πνευμάτων· ὕστερον γὰρ διαλύονται καὶ παρακ‐ μάζουσι διὰ τὸ δυσκινητότατον καὶ δυσκαταπαυστότε‐ ρον. | |
5.36 | Κοινὰ δὲ καὶ τὰ τοιαῦτα πλειόνων οἷον ἀστέρων τε διᾳττόντων καὶ παρηλίων φάσις καὶ ἀπο‐ μάρανσις ἢ ῥῆξις καὶ εἴ τι τοιοῦθ’ ἕτερον. Πρότερον γὰρ ὁ ἀὴρ ὁ ἄνω τῷ πάσχειν ἀποδηλοῖ τὴν τῶν πνευ‐ | |
5 | μάτων φύσιν. Ἔτι δὲ τὸ ἐπὶ τέλει μεγίστους εἶναι, καὶ γὰρ τοῦτο κοινὸν πλείοσιν· ὅταν γὰρ ἀθρόον ἐμ‐ πνεύσωσι μικρὸν γίγνεται τὸ λοιπόν. Τὰ μὲν οὖν τοιαῦτα καθάπερ εἴρηται κοινά πως τῆς οὐσίας. | |
5.37 | Ἔστι δὲ τὰ καθ’ ἕκαστον ἴδια κατὰ τὴν ἑκάστου φύσιν καὶ θέσιν, ὧν τὰ μὲν τοῖς τόποις μερί‐ ζεται καθ’ οὓς καὶ πρὸς οὓς αἱ πνοαὶ, τὰ δὲ ταῖς ἀρ‐ χαῖς ἀφ’ ὧν, τὰ δὲ ἄλλοις τοιούτοις. Ἰδιώτατα δ’ οὖν | |
5 | ὡς εἰπεῖν τὰ περὶ τὸν καικίαν [libri ἀπαρκτίαν] καὶ τὰ περὶ τὸν ζέφυρόν ἐστιν. Ὁ μὲν γὰρ καικίας [libri ἀπαρκτίας] μόνος ἐφ’ αὑτὸν ἄγει τὰ νέφη καθάπερ καὶ ἡ παροιμία λέγει, «ἕλκων ἐφ’ αὑτὸν ὥστε καικίας νέφη». | |
5.38 | Ὁ δὲ ζέφυρος λειότατος τῶν ἀνέμων καὶ πνεῖ δείλης καὶ ἐπὶ τὴν γῆν καὶ ψυχρὸς, τῶν ἐνιαυσίων ἐν δυοῖν μόνον ὥραις, ἐαρινῇ καὶ μετοπώρου. Πνεῖ δ’ ἐνιαχοῦ μὲν χειμέριος, ὅθεν καὶ ὁ ποιητὴς δυσαῆ προσηγόρευ‐ | |
5 | σεν. Ἐνιαχοῦ δὲ μέτριός ἐστι καὶ μαλακὸς διὸ καὶ Φιλόξενος ἡδεῖαν αὐτοῦ πεποίηκε τὴν πνοήν. (Καὶ τῶν καρπῶν) τοὺς μὲν ἐκτρέφει τοὺς δ’ ἀπολλύει καὶ διαφθείρει τελείως. | |
5.39 | Αἴτιον δὲ τῷ μὲν καικίᾳ διότι πέφυκε κυκλοτερεῖ φέρεσθαι γραμμῇ ἧς τὸ κοῖλον πρὸς τὸν οὐρανὸν καὶ οὐκ ἐπὶ τὴν γῆν ἐστὶν ὥσπερ τῶν ἄλλων διὰ τὸ κάτωθεν πνεῖν· πνέων δ’ ἐπὶ τὴν ἀρχὴν οὕτως | |
5 | ἐφ’ αὑτὸν ἄγει τὰ νέφη· πρὸς ὃ γὰρ ἡ πνοὴ καὶ τῶν νεφῶν ἐντεῦθεν (ἡ) φορά. | |
5.40 | Ὁ δὲ ζέφυρος ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀφ’ ἑσπέρας ἀπὸ θαλάττης καὶ πεδίων ἀναπεπταμένων, καὶ ἔτι μετὰ χειμῶνα τοῦ ἦρος ἄρτι τοῦ ἡλίου κρατοῦντος καὶ μετοπώρου πάλιν ὅτ’ οὐκέτι | |
5 | κρατεῖ. Τοῦ δὲ βορέου ἧττον ψυχρὸς διὰ τὸ ἀφ’ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν. Οὐ συνεχὴς δὲ διὰ τὸ μὴ κρατεῖσθαι τὸ γινόμενον πνεῦμα· οὐ γὰρ ὥσπερ ἐν γῇ ... ἀλλὰ πλανᾶται διὰ τὸ ἀφ’ ὑγροῦ βεβηκέναι ἐφ’ ὁμαλῆ διὰ τοῦτο καὶ λεῖός ἐστιν· | |
5.41 | (οὐ γὰρ ἀπ’ ὀρέων πνεῖ οὐδὲ βίᾳ τηκομένου ἀλλὰ ῥᾳδίως) ὥσπερ δι’ αὐλοῦ ῥέων. Τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον (ὀρεινὰ), πρὸς ἑσπέραν δ’ οὔτε ὄρος οὔτε γῆ ἐστὶν ἀλλὰ τὸ ἀτλαντικὸν πέλαγος, ὥστε ἐπὶ | |
5 | τῆς γῆς φέρεται. Τῆς δείλης δὲ ἡ πνοὴ διὰ τὸν τόπον· πάντα γὰρ μετὰ τοῦ ἡλίου διαχέοντος τὸ ὑγρὸν ἢ ἀτμί‐ | |
ζοντος γίνεται ἢ συνεργοῦντος εἰς τὴν ἀρχήν· ὅταν οὖν εἰς τὸν τόπον ἀφίκηται καὶ ἡ πνοὴ, καὶ τῆς νυκτὸς παύεται διὰ τὸ ἐλλείπειν τὴν τοῦ ἡλίου κίνησιν. | 384 | |
5.42 | Ἄγει δὲ καὶ νεφέλας μεγίστας ὅτι ἐκ πελάγους πνεῖ καὶ κατὰ θάλατταν ὥστε ἐκ πολλοῦ συνάγειν. Χει‐ μέριος δὲ καὶ δυσαὴς διὰ τὰ πρότερον εἰρημένα· μετὰ γὰρ χειμῶνα πνεῖ ψυχροῦ ἔτι τοῦ ἀέρος ὄντος· ἐπεὶ ὁ | |
5 | μετοπωρινὸς οὐ τοιοῦτος εἰ μὴ τῷ μεγέθει λαμβάνομεν τὸ χειμέριον· ἐν γὰρ τοῖς συνεχέσι τόποις μέγας πνεῖ καθάπερ καὶ οἱ ἄλλοι. Καὶ ληπτέον ἴσως οὕτω τὸ χειμέριον, οὐχ ὡς πᾶσιν· εἰ μὴ ἄρα καὶ παραλλάττοντές τινες ποιοῦνται τὴν προσηγορίαν τὸν θρασκίαν ζέφυρον | |
10 | καλοῦντες· χειμέριος γὰρ οὗτος. Ἀλλὰ ταῦτα ἐπι‐ σκεπτέον. | |
5.43 | Ἡ δὲ ὁμαλότης καὶ λειότης ὅταν ᾖ ποιεῖ τινὰ χάριν κατὰ τὴν κίνησιν καὶ φορὰν, ὥσθ’ ὅπου τοιοῦτος ἐνταῦθα καὶ ἡδύς. Ὅτι δὲ τοὺς καρποὺς οὓς μὲν φθείρει οὓς δὲ τρέφει καθόλου μὲν ἐκεῖνο | |
5 | ἀληθὲς εἰπεῖν ὃ καὶ κατὰ τῶν ἄλλων κοινὸν, ὅτι τρέφει μὲν ὅπου ψυχρὸς πνεῖ τοῦ θέρους, ἀπόλλυσι δὲ ὅπου θερμός. Καὶ πάλιν τοῦ χειμῶνος καὶ τοῦ ἦρος ὁμοίως ὅπου μὲν ψυχρὸς ἀπόλλυσιν, ὅπου δὲ θερμὸς τρέφει καὶ σώζει ἐναντίαν ταῖς ὥραις τὴν πνοὴν ἔχων. Τοῦτο | |
10 | δ’ ἐστὶν ὅταν ἐκ θαλάττης ᾖ· θερμὴ γὰρ αὕτη χειμῶνος, θέρους δὲ ψυχρά. Διὰ τοῦτο δὲ καὶ ὁ νότος ἐνιαχοῦ τοιοῦτος ὥσπερ καὶ ἐν Ἄργει, καὶ ὁ βορέας δὲ παρ’ ἄλλοις. | |
5.44 | Τὸ μὲν οὖν ἁπλοῦν καὶ κοινὸν ὥσπερ ἐλέχθη τοῦτο. Τὰ δὲ καθ’ ἑκάστους τόπους ἐκ τῆς θέσεως δεῖ καὶ τῶν ἄλλων τῶν συμβαινόντων ἀνασκοπεῖν καὶ θεωρεῖν· εὑρήσεις γὰρ σχεδὸν ἐν ταύταις ταῖς αἰτίαις | |
5 | τὴν διαφοράν· οἷον τῆς Ἰταλίας ἡ μὲν Λοκρὶς καὶ ἡ ταύτῃ συνεχὴς εὐθηνεῖ τῷ ζεφύρῳ διὰ τὸ ἐκ τῆς θα‐ λάττης προσπίπτειν. Ἄλλη δέ τις οὐχ ὁμοίως, ἔνιαι δὲ καὶ βλάπτονται. Καὶ πάλιν τῆς Κρήτης ἡ μὲν Γορτύνη τρέφεται, κεῖται γὰρ ἀναπεπταμένη καὶ προσ‐ | |
10 | βάλλει αὐτῇ ἐκ τοῦ πελάγους· ἑτέρα δέ τις ἀπόλλυται πρὸς ἣν ἐκ τῆς γῆς καὶ ὀρῶν τινῶν προσπίπτει. | |
5.45 | Φθείρει δὲ καὶ τὰ ἐν τῷ μαλακῷ κόλπῳ πάντα καὶ τὰ ἐπέτεια καὶ τὰ τῶν δένδρων καὶ τῆς Θεσσαλίας περὶ τὸν πιέριον· ἀμφοτέρων δὲ τῶν τόπων ἡ αὐτὴ φύσις καὶ τὰ περιέχονθ’ ὅμοια· κεῖνται μὲν γὰρ ἄμφω πρὸς | |
5 | ἀνατολὴν, περιέχονται δ’ ὄρεσιν ὑψηλοῖς, ὁ μὲν τῇ Οἴτῃ καὶ τοῖς συνεχέσιν (ὁ δὲ τῷ Πιέρῳ). Ὁ δὲ πνέων ζέφυρος ἀπὸ δυσμῆς ἰσημερινῆς τὴν ὑπὸ τοῦ ἡλίου θερμότητα προσπίπτουσαν τοῖς ὄρεσιν ἀνακλωμένην ἐξέτραπεν εὐθὺς εἰς πεδίον καὶ ἀπέκαυσεν. Ὁμοίως | |
10 | δὲ καὶ παρὰ τοῖς ἄλλοις οἷς τι τοιοῦτον ἢ παραπλήσιον τούτῳ συμβαῖνόν ἐστι καὶ τοῖς ἐναντίοις ἀνάπαλιν. | |
5.46 | Ὅλως γὰρ ὃ πολλάκις λέγεται τοῦτ’ ἀληθὲς ὅτι μέγα συμβάλλεται δι’ ὧν ἂν πνέῃ καὶ ὅθεν εἴς τε τἆλλα καὶ εἰς θερμότητα καὶ εἰς ψυχρότητα. Διὰ τοῦτο γὰρ καὶ ὁ νότος ψυχρὸς οὐχ ἧττον τοῦ βορέου | |
5 | κατὰ τὴν παροιμίαν, ὅτι διὰ τὸν ἀέρα κατεψυγμένον ἔτι καὶ ὑγρὸν ὑπὸ τοῦ χειμῶνος τοιαύτην ἀνάγκη τὴν πνοὴν προσπίπτειν οἷος ἂν ὁ ἀὴρ ᾖ. Ὁ δὲ βορέας ὁ | |
ἐπὶ τὸν πηλὸν (τῶν νότων), ὅν φησι πάλιν ἡ παροιμία χειμῶνα ποιεῖν, διὰ τὴν αὐτὴν αἰτίαν ποιεῖ· βρεχθεὶς | 385 | |
10 | γὰρ ὁ ἀὴρ ψυχρός· Ὡσαύτως δὲ καὶ ἀπὸ τῶν ποταμῶν αὖραι, ὥσπερ ἐλέχθη πρότερον. | |
5.47 | Ἡ μὲν (οὖν) τούτων ἰδιότης ἔχει τινὰ λόγον. Ὅτι δὲ τὰ πνεύματα τοῦ μὲν χειμῶνος καὶ τὸ ἑωθινὸν ἀπὸ τῆς ἕω πνεῖ, τοῦ δὲ θέρους καὶ τῆς δεί‐ λης ἀπὸ τῆς ἑσπέρας, ἐκείνην τὴν αἰτίαν ὑποληπτέον· | |
5 | ὅταν ὁ ἥλιος ἕλκων μηκέτι κρατῇ, τότε ἀφιέμενος ὁ ἀὴρ ῥεῖ· δυόμενος οὖν καταλείπει νέφη ἀφ’ ὧν τὰ ζεφύρια· καὶ ὅσον ἂν ἄγῃ τοῖς ἐν τῷ (κάτω) ἡμισφαιρίῳ κατοι‐ κοῦσιν (ἑωθινὸν) πνεῦμα γίνεται, τοὐναντίον δὲ ὅταν δύηται ἐν τῷ κάτω μέρει ζεφύρους μὲν ἐκείνοις ποιήσει | |
10 | τοῖς δ’ ἐνταῦθα ἑωθινὸν πνεῦμα ἀπὸ τοῦ συνεπομένου ἀέρος αὐτῷ. | |
5.48 | Διὰ τοῦτο καὶ ἐὰν λάβῃ πνέοντα ἄλλον ἄνεμον μείζων γίνεται διότι προσέθηκεν. Ὥσπερ (δ’) ὁ ζέφυρος ἀεὶ καὶ πόρρω πνεῖ τοῖς ἑσπερίοις οὕτω τοῖς κάτω πρὸς τὴν ἡμετέραν ἕω ἐκείνων δ’ ἑσπέραν | |
5 | ἄλλα πνεύματα. Ταῦτα μὲν οὖν παρὰ τὴν ὁμοιότητα παρ’ ἑκατέροις, ἥ τε (ἐν) τοῖς ἄκροις ἑκάστων πνοὴ γίνεται μὲν ὥσπερ καὶ τὰ ὕδατα καὶ τὰ ἄλλα κατὰ συμβεβηκὸς, οὐ μήν γε κατ’ ἀκρίβειαν ἀλλ’ ὡς ἐπὶ τὸ πᾶν. Εἴωθε δὲ ὥσπερ ἄλλο τι τῶν τεταγμένων καὶ | |
10 | ἐπὶ τῷ κυνὶ (ὁ νότος) πνεῖν. Αἴτιον δ’ ὅτι θερμὰ τὰ κάτω τοῦ ἡλίου παρόντος ὥστε γίνεται πολλὴ ἀτμίς. Ἔπνεον δ’ ἂν πολλοὶ μὴ κωλυόμενοι τοῖς ἐτησίαις· νῦν δ’ οὗτοι διακωλύουσιν. | |
5.49 | Οἱ δὲ νυκτερινοὶ βο‐ ρέαι τριταῖοι πίπτουσιν, ὅθεν ἡ παροιμία λέγεται ὡς, «οὔποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος», διότι ἀσθενῆ τὰ πνεύματα γίνεται τὰ ἀπὸ τῆς ἄρκτου νύκτωρ | |
5 | ἀρξάμενα· φανερὸν γὰρ ὡς (οὐ) πολὺς ὁ κινηθεὶς ἀὴρ ὅταν τηνικαῦτα πνέῃ τῆς θερμότητος ὀλίγης οὔσης, ὀλίγον γὰρ ὀλίγη κινεῖ. Τελευτᾷ δὲ πάντα ἐν τρισὶν, καὶ τὰ ἐλάχιστα δ’ ἐν τῇ πρώτῃ τριάδι. Ὅτι δ’ οὐκ αὐτὸ τοῦτο συμβαίνει καὶ ἐπὶ τοῦ νότου νυκτερινοῦ | |
10 | πνεύσαντος αἴτιον ὅτι ἐγγὺς ὁ ἥλιός ἐστι τῆς πρὸς νότον χώρας καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι· καὶ (πολὺς) ὁ κινούμενος ἀὴρ οὐδὲν ἔλαττον ἢ μεθ’ ἡμέραν, ἀλλ’ ὅσῳ θερμότεραι αἱ ἡμέραι κωλύουσι πνεῖν ξηραίνουσαι τὰς ὑγρότητας. | |
5.50 | Τάχα δὲ κἀ‐ κεῖνο τοῦ βορέου (αἴτιον) ὅτι ἀθρόως ἡ ἔκχυσις ὥσπερ τῶν ἐκνεφίων, ταχεῖα δ’ ἡ παῦλα τῶν ἀθρόων· ἀπ’ ἀσθενοῦς γὰρ ἀρχῆς οὐδὲν μέγεθος. Ἀεὶ δ’ ὡς ἐπίπαν | |
5 | λάβρος, μετὰ δὲ χιόνα καὶ πάχνην (νότος), ὅθεν καὶ ἡ παροιμία «φιλεῖ δὲ νότος μετὰ πάχνην», ὅτι πέψεώς τινος γενομένης καὶ ἀποκαθάρσεως ἑκάτερόν τι πίπτει· μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν εἰς τοὐναντίον ἡ μεταβολή· βορέᾳ δ’ ἐναντίος ὁ νότος. Τὸ αὐτὸ | |
10 | τούτῳ ὅτι μετὰ τὸν ὑετὸν καὶ τὴν χάλαζαν καὶ τὰς τοιαύτας χειμασίας ὡς ἐπὶ τὸ πολὺ πίπτει τὰ πνεύ‐ ματα. Πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα πέψεις καὶ ἀποκαθάρσεις τινές εἰσιν. | |
5.51 | Ἐπεὶ δὲ πρὸς τὰς χώρας ἑκάστοις καὶ τοὺς τόπους ἐπινεφῆ καὶ αἰθρίαι. Διὰ τοῦτο καὶ τῶν ἐν | |
παροιμίᾳ λεγομένων πρός τινας τόπους ἔνια, ὥσπερ τοῦ ἀργέστου καὶ λιβὸς, ᾗ χρῶνται μάλιστα περὶ | 386 | |
5 | Κνίδον καὶ Ῥόδον, «λὶψ ἄνεμος ταχὺ μὲν νεφέλας ταχὺ δ’ αἴθρια ποιεῖ, ἀργέστῃ δ’ ἀνέμῳ πᾶς’ ἕπεται νεφέλη.» Περὶ γὰρ τοὺς τόπους τούτους ὅ τε λὶψ ἀμφότερα τα‐ χέως ποιεῖ πνέων ἀπὸ τοιαύτης ἀρχῆς, ὅ τ’ ἀργέστης ταχὺ δασύνει τὸν οὐρανόν. | |
5.52 | Ἐνιαχοῦ δὲ καθάπερ τάξις τίς ἐστι τῶν πνευμάτων ὥστε θάτερον μετὰ θά‐ τερον πνεῖν ἐὰν μένῃ τινὰ χρόνον. Τάχα δὲ οὐδὲ τὸ ὅλον ἄτοπον τό γε τοιοῦτο, εἴπερ ἡ περίστασις ἀεὶ τῶν | |
5 | ἀνέμων εἰς τοὺς ἐφεξῆς, πάλιν μεταβάλλειν εἰς τοὺς ἐναντίους. Δύο γὰρ οὗτοι τρόποι μεταλλαγῆς ἢ πε‐ ριισταμένων ἢ ἐκπνευσάντων τελέως. Ὧν ἡ μὲν κατὰ τὴν περίστασιν * εὖρος εἰς τοὺς ἐφεξῆς, —ἐγγυτάτω γὰρ αὕτη μετάβασις ἐν ᾗ καὶ ἀναστρέφει πολλάκις ἐπὶ | |
10 | τὸν αὐτὸν ὅταν ὑπὸ χειμῶνος ἀοριστία τις ᾖ, —ἡ δὲ κατὰ τὴν μεταβολὴν εἰς τοὺς ἐναντίους. | |
5.53 | Καὶ ὅλως οὕτω πέφυκεν ἐπὶ πάντων καὶ ἐπὶ τούτων ἡ ἀν‐ ταπόδοσις καὶ οἷον ἡ ἀντίρροια κατὰ λόγον, ὃ περὶ τὰς ἀπογείας ὑπάρχει πρὸς τὰς τροπαίας. Αὕτη δὲ πολ‐ | |
5 | λαχοῦ καθάπερ ἐφήμερός ἐστι τάξις τῆς μεταβολῆς. Ἐνιαχοῦ δ’ οὐ τροπαία τὸ ἀντιπνέον ἀλλ’ ἕτερόν τι πνεῦμα πελάγιον ὥσπερ καὶ περὶ τὸν παμφυλικὸν κόλπον. Ἕωθεν μὲν γὰρ δύρις καλούμενος ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἰδύρου πνεῖ μέγας καὶ πολὺς, ἐπιπνεῖ δ’ | |
10 | αὐτῷ νότος καὶ εὖρος· ὅταν δ’ ἀντικόψωσιν ἀλλήλοις κύματός τε μέγεθος αἴρεται συνωθουμένης τῆς θαλάτ‐ της καὶ πρηστῆρες πολλοὶ πίπτουσιν ὑφ’ ὧν καὶ τὰ πλοῖα ἀπόλλυνται. | |
5.54 | Τὸ γὰρ ὅλον ὅπου τοιαύτη σύγκρουσις γίνεται τῶν ἀνέμων, καὶ κυμάτων μέγεθος αἴρεται καὶ χειμὼν γίνεται πολὺς, ὥσπερ ὅταν ἀντι‐ πνεόντων ἀλλήλοις μάχεσθαι φῶσι τοὺς ἀνέμους. | |
5 | Ἐπεὶ κἀκεῖνο κατὰ λόγον ἐστὶν, ὅταν ἐπιπέσωσιν ἀλ‐ λήλοις μήπω τελέως ἐκπεπνευκόσι τὸν χειμῶνα ποιεῖν· οἷον γὰρ ὕλην παρέθηκε θάτερος θατέρῳ. Μᾶλλον δὲ τοῦτ’ ἐμφανὲς ἐπὶ τοῦ βορέου· χειμεριώτερος γὰρ οὗτος καὶ εὐθὺ τὴν προσενεχθεῖσαν ἔπηξεν ὕλην. Ὡσ‐ | |
10 | αύτως δὲ καὶ ὁ νότος ἐξύγρανε καὶ ὑδατώδη ἐποίησεν. Ἐνιαχοῦ δὲ καὶ τοὺς νιφετοὺς δοκεῖ ποιεῖν ὥσπερ καὶ περὶ τὸν Πόντον καὶ τὸν Ἑλλήσποντον, ὅταν ὁ βορέας οὕτω γένηται ψυχρὸς ὥστε πήξας κατέχειν· οὐ μὴν ἀλλά γε τὸ πλεῖον διέπηξεν ἢ εἰς ὕδωρ διέλυσεν. | |
5.55 | Καὶ αὗται μὲν οἷον χειμεριναί τινες ἐπίπνοιαι καὶ ἀντικό‐ ψεις. Αἱ δ’ ἐπ’ Ὠρίωνος ἀνατολῇ καὶ δύσει τῶν πνευμάτων ἀκρισίαι συμβαίνουσιν ὅτι ἐν μεταβολαῖς | |
5 | ἀεὶ πάντα μάλιστα πέφυκεν ἀοριστεῖν. Ὁ δ’ Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας δύνει δ’ ἐν ἀρχῇ χει‐ μῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μηδεμίαν ὥραν, τῆς μὲν γιγνομένης τῆς δὲ παυομένης, ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα καὶ ἄκριτα εἶναι διὰ τὸ ἐπαμ‐ | |
10 | φοτερίζειν ἐξ ἑκατέρας, ὅθεν δὴ καὶ χαλεπὸς λέγεται καὶ δύνων καὶ ἀνατέλλων εἶναι διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη καὶ ἀνωμαλῆ εἶναι. | |
5.56 | Καὶ ταῦτα μὲν οὖν καὶ ὅσα ἄλλα τοιαῦτα | |
περὶ τὸν ἀέρα καὶ τὸν ὅλον οὐρανὸν συμβαίνει· τὰ δὲ ... εἰς τὰς ἡμετέρας διαθέσεις· οἷον βαρύτερον ἐν τοῖς νοτίοις ἔχουσιν (οἱ) ἄνθρωποι καὶ ἀδυνατώτερον· | 387 | |
5 | αἴτιον δὲ ὅτι ἐξ (ὀλίγου) πολὺ ὑγρὸν γίνεται (διατηκό‐ μενον διὰ τὴν ἀλέαν) καὶ ἀντὶ κούφου πνεύματος ὑγρότης βαρεῖα. Ἔτι δ’ ἡ μὲν ἰσχὺς καὶ δύναμις ἐν τοῖς ἄρθροις ἐστί· (ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων· τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κωλύει) | |
10 | κινεῖσθαι ἡμᾶς, ὑγρὸν δὲ λίαν οὐ συντείνεσθαι· τὰ δὲ βόρεια ποιεῖ τινὰ συμμετρίαν ὥστε καὶ ἰσχύειν καὶ συντείνεσθαι μᾶλλον. | |
5.57 | Καὶ πάλιν ξηροὶ καὶ μὴ ὑδατώδεις ὄντες οἱ νότοι πυρετώδεις· ὑγρότητα γὰρ ἐν τοῖς σώμασι θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι θερμοὶ φύσει καὶ ὑγροὶ ὄντες. Ἡ δὲ τοιαύτη διάθεσις πυρετώδης· | |
5 | ὁ γὰρ πυρετὸς ἐξ ἀμφοῖν τούτοιν ὑπερβολῆς ἐστίν· ὅταν (δὲ) ὑδάτινοι πνέωσι τὸ ὕδωρ καταψύχει τὴν ἕξιν. Τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα ἄλλα τῶν σωμάτων περὶ τὰς ἕξεις καθ’ ἑκάτερον συμβαίνει γίνεσθαι· πλείω γάρ ἐστι τοιαῦτα καὶ ἐν πλείοσιν ὧν ἁπάντων αἱ | |
10 | αὐταὶ καὶ παραπλήσιαί τινες αἰτίαι. | |
5.58 | Καὶ τῶν καρπῶν δὲ καὶ τῶν ἄλλων τῶν τοιούτων ὁμοίως· ἅπαντα γὰρ εἰς τὴν ὑγρότητα καὶ διάχυσιν καὶ τὴν πυκνότητα καὶ σύστασιν καὶ ὅσα ἄλλα τῆς συστοιχίας | |
5 | ἑκατέραν ἀναχθήσεται. Καὶ ἐπὶ τῶν ἀψύχων δ’ ὡσαύτως, οἷον αἱ ῥηγνύμεναι χορδαὶ καὶ οἱ ψόφοι τῶν κεκολλημένων καὶ ὅσα ἄλλα συμβαίνει διυγραινομένων καὶ ἀνιεμένων (οἷον) περὶ τὴν τοῦ σιδήρου κατεργα‐ σίαν· πλείω γάρ φασιν ἐξελαύνειν τοῖς νοτίοις ἢ βο‐ | |
10 | ρείοις· αἴτιον δὲ ὅτι τὰ μὲν βόρεια ξηραίνει καὶ σκλη‐ ρύνει, τὰ δὲ νότια ἀνυγραίνει καὶ διαίνει· πᾶν δὲ ἀργότερον διακεχυμένον ἢ ὑπεσκληρυμμένον· ἅμα δὲ καὶ μᾶλλον ἰσχύουσι καὶ συντονωτέρως τοῖς βορείοις. | |
5.59 | Ἁπλῶς δὲ τὰ μὲν τοιαῦτα σχεδὸν ἐμφανεῖς ἔχει τὰς αἰτίας οἷον ἀπὸ ἀρχῆς ἀνάλογον ἔχοντα τὸ ἐφεξῆς· ἐκεῖνο δ’ ἐν ἀπορίᾳ καὶ ζητήσει μᾶλλον γίνεται, καθ’ ἑκάτερον ὂν, οἷον εἰ μὴ σκληρότης μηδὲ ξηρότης μηδὲ | |
5 | πυκνότης τοῖς βορείοις ἀλλὰ τὰ ἐναντία, καὶ ἐπὶ τοῦ νότου ὡσαύτως· τὸ γὰρ παράλογον αἰτίαν ἐπιζητεῖ, τὸ δ’ εὔλογον καὶ ἄνευ αἰτίας συγχωροῦσιν οἱ ἄνθρωποι· δεινοὶ γὰρ προσθεῖναι τὸ ἐλλιπές. | |
5.60 | Ὅτι δὲ ψυχροὶ ὄντες οἱ ἄνεμοι ξηραίνουσι καὶ θᾶττον (ἢ) ὁ ἥλιος θερ‐ μὸς ὢν καὶ μάλισθ’ οἱ ψυχρότατοι, ταύτην ὑποληπτέον τὴν αἰτίαν, ὅτι ἀτμίδα ποιοῦσι καὶ ταύτην ἀπάγουσι | |
5 | καὶ οἱ ψυχρότεροι μᾶλλον, ὁ δ’ ἥλιος καταλείπει. Διὰ τί ποτε λέγεται, «μή ποτ’ ἀπ’ ἠπείρου δείσῃς νέφος ὡς ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπ’ ἠπείροιο μελαί‐ νης»; ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε εἴ τι (συνέστη, δῆλον ὅτι ἀπ’ ἀρχῆς) συνέστηκεν | |
10 | ἰσχυρᾶς; ἐλύθη γὰρ ἂν τῷ ἀέρι διὰ τὸ ἀλεεινὸν εἶναι τὸν τόπον. Τοῦ δὲ θέρους ἡ μὲν θάλαττα ψυχρὰ καὶ τὰ πόντια πνεύματα ἡ δὲ γῆ θερμή· ὥστε εἴ τι ἀπὸ γῆς (φέρεται, διὰ μείζονος ἀρχῆς) συνέστη· διελύθη γὰρ ἂν εἰ ἀσθενὲς ἦν. | |
5.61 | Τὸ δὲ μὴ πνεῖν νότον λαμπρὸν ἐν Αἰγύπτῳ μηδ’ ἡμέρας δρόμον ἀπέχοντι | |
καὶ νυκτὸς ψεῦδος. Δασύνειν δὲ τὸν οὐρανὸν μάλιστα βορέαν καὶ ἀργέστην τὸν δὲ νότον παραφέρειν· τοὺς δὲ | 388 | |
5 | ἕωθεν ἐπινεφεῖν καὶ δασύνειν ἄχρις ἂν ὁ ἥλιος ἀνίσχῃ· οὐχ ὕειν δὲ διὰ τὸ μὴ ἔχειν ὅπου προσκαθίζηται τὰ νέφη. Νότον δὲ καὶ εὖρον καὶ ὅσα ἀπὸ μεσημβρίας ἄρχεσθαι μὲν ἀπὸ ἀνατολῶν συμπαραχωρεῖν δὲ τῷ ἡλίῳ· βορέαν δὲ καὶ ἀργέστην ἀνάπαλιν ἀπὸ δυσμῶν | |
10 | ἐπ’ ἀνατολάς. | |
5.62 | Ἐν Σικελίᾳ δὲ καικίαν οὐ καλοῦσιν ἀλλ’ ἀπηλιώτην· δοκεῖ δ’ οὐχ ὁ αὐτὸς εἶναί τισιν ἀλλὰ διαφέρειν, ὅτι ὁ μὲν δασύνει τὸν οὐρανὸν ὁ δ’ οὔ. Ἀρ‐ γέστην δὲ οἱ μὲν [οὖν] ὀλυμπίαν, οἱ δὲ σκίρωνα καλοῦ‐ | |
5 | σιν, οἱ (δὲ) περὶ Σικελίαν δερκίαν. Τὸν ἀπηλιώτην δὲ ἑλλησποντίαν, κάρβαν δὲ Φοίνικες, βερεκυντίαν δ’ (οἱ) ἐν τῷ Πόντῳ. | |
6t | ΠΕΡΙ ΣΗΜΕΙΩΝ ΥΔΑΤΩΝ ΚΑΙ ΠΝΕΥΜΑ‐ ΤΩΝ ΚΑΙ ΧΕΙΜΩΝΩΝ ΚΑΙ ΕΥΔΙΩΝ | |
6.1 | Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθ’ ὅσον ἦν ἐφικτὸν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρ’ ἑτέρων οὐκ ἀδο‐ κίμων λαβόντες. Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυο‐ | |
5 | μένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν. | |
6.2 | Εἰσὶ δὲ δύσεις διτταί· οἵ τε γὰρ ἀφα‐ νισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ. Ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταὶ, αἱ μὲν ἑῷοι ὅταν | |
5 | προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δ’ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ. Αἱ μὲν οὖν τοῦ ἀρ‐ κτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν· ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετω‐ πορινὴ ἑῴα. Τῶν δ’ ἄλλων αἱ πλεῖσται τῶν ὀνομα‐ | |
10 | ζομένων ἑῷαι οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ κυνός. | |
6.3 | Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν· τῶν τε γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει | |
5 | πρὸς τοὺς τοιούτους τόπους καὶ μεθισταμένων εἰς τοὐναντίον ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει. Διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ. Ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων. | |
6.4 | Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ | |
5 | περὶ τὰς τροπὰς συνεῖδε, παρ’ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτὸν συνέταξεν. Ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνησιν ὁ δὲ Μέτων Ἀθη‐ ναῖος. Καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν. | |
6.5 | Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατ’ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, | |
μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης· ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι· διὸ καὶ αἱ σύνοδοι | 389 | |
5 | τῶν μηνῶν χειμέριοί εἰσιν ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱστα‐ μένου. Ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις. | |
6.6 | Δεῖ οὖν προσέχειν μάλιστα ταῖς ἀνατολαῖς ταῖς τούτων καὶ ταῖς δύσεσιν ὁποίας ἂν ποιῶνται τὸν βουλόμενον προ‐ γινώσκειν. Πρῶτον μὲν οὖν ληπτέον ὅτι αἱ διχοτομίαι | |
5 | διορίζουσι τὰς ὥρας ὥστε ἐπὶ τούτων δεῖ ἀθρεῖν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν. Διχοτομεῖ δὲ τὸν μὲν ἐνιαυτὸν Πλειάς τε δυομένη καὶ ἀνατέλλουσα· ἀπὸ γὰρ δύσεως μέχρι ἀνατολῆς τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἐστίν. Ὥστε δίχα τέμνεται ὁ πᾶς χρόνος. | |
6.7 | Ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν. Οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ | |
5 | τροπάς· ἐὰν δὲ μὴ μεταβάλλῃ διέχει ἕως ἰσημερίας, κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδας δύσεως. | |
6.8 | Ὡς δ’ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον· διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπ’ ἀρχῆς δεῖ σκοπεῖν. Με‐ | |
5 | ταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μὴ ἐν τῇ ὀγδόη, εἰ δὲ μὴ πανσελήνῳ· ἀπὸ δὲ πανσε‐ λήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν. | |
6.9 | Ὡς δ’ αὕτως καὶ ἐπὶ τῆς ἡμέρας ἔχουσιν αἱ μεταβολαὶ ὡς ἐπὶ τὸ πολύ. Ἀνατολὴ γὰρ καὶ πρωῒ καὶ μεσημβρία καὶ δείλη καὶ δύσις καὶ τὰ τῆς νυκτὸς μέρη τὰ ἀνάλογα | |
5 | ταὐτὸ ποιεῖ τοῖς εἰρημένοις περὶ πνευμάτων καὶ χει‐ μῶνος καὶ εὐδίας. Μάλιστα γὰρ ἐὰν μέλλῃ μετα‐ βάλλειν ἐν ταῖς διχοτομίαις μεταβάλλει. Καθόλου μὲν οὖν τὰς ὥρας οὕτω δεῖ παρατηρεῖν, καθ’ ἕκαστα δὲ τῶν σημείων κατὰ τὸν ὑπογεγραμμένον τρόπον. | |
6.10 | Ὕδατος μὲν οὖν σημεῖα τὰ τοιαῦτα δοκεῖ εἶναι. Ἐναργέστατον μὲν οὖν τὸ ἑωθινὸν ὅταν πρὸ ἡλίου ἀνα‐ τολῆς φαίνηται ἐπιφοινίσσον σημεῖον· ἢ γὰρ αὐθημε‐ ρινὸν ἐπισημαίνει ἢ τριῶν ἡμερῶν ὡς ἐπὶ τὸ πολύ. | |
5 | Δηλοῖ δὲ καὶ τὰ ἄλλα σημεῖα· ἐὰν γὰρ μὴ πρότερον τριταῖα μάλιστα σημαίνει τὸ ἐπιφοινίσσον καὶ δύνον‐ τος, ἧττον δὲ ἢ τὸ ἑωθινοῦ. | |
6.11 | Καὶ ἐὰν δύνῃ χει‐ μῶνος ἢ ἔαρος εἰς νεφέλιον τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει. Καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα. Καὶ ἐὰν ἀνίσχων | |
5 | μέλαν σημεῖον ἴσχῃ, καὶ ἐὰν ἐκ νεφελῶν (ἀν)έχῃ ὑδατικὸν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου. Καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος ὑφ’ οὗ ἐὰν σχίζωνται αἱ ἀκτῖνες χειμερινὸν τὸ σημεῖον. Καὶ | |
10 | ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται ὕδατος τὸ σημεῖον. | |
6.12 | Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ | |
μείς. Ἐὰν μὲν ᾖ πυρώδης πνευματώδη σημαίνει τὸν μῆνα, ἐὰν δὲ ζοφώδης ὑδατώδη· σημαίνει δὲ ὅτι ἂν | 390 | |
5 | σημαίνῃ τριταῖος ὢν ὁ μείς. | |
6.13 | Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διᾴττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ. Καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος σημεῖον (ὕδατος). | |
5 | Καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλεί‐ ποντος χρῶμα ἴσχωσιν ὕδατος σημεῖον. Καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν ὕδωρ σημαίνει. [Ὑετοῦ δὲ σημεῖα] πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ. Ὡς δ’ ἐπὶ | |
10 | τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότις σημαίνει ὕδατα. | |
6.14 | Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ ὕδωρ σημαίνουσι, σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον. Καὶ | |
5 | ὅταν χειμῶνος τὴν φλόγα (ὁ λύχνος) ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπ’ αὐτὸν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται. | |
6.15 | Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι. Καὶ φρύνη λουομένη καὶ βά‐ τραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ. Καὶ ἡ σαύρα φαινομένη ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ | |
5 | χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει. Χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ ση‐ μαίνουσι. Βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει. | |
6.16 | Κορώνη ἐπὶ πέτρας κορυσσο‐ μένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει· καὶ κολυμ‐ βῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει. Κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνὰς, τούτων ἐὰν | |
5 | ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήση καὶ τινάξῃ τὰ πτέρα ὕδωρ σημαίνει. Καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπ’ ἐλαίας. Καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμοὺς ὕδωρ σημαίνει. Ἐάν τε κόρακες ἐάν | |
10 | τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν ὕδωρ σημαί‐ νουσι. Καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἵῃ καὶ ἐπιρροιβδῇ ὕδωρ σημαίνει. | |
6.17 | Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται ὕδωρ σημαίνει. Καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φα‐ νῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ ὕδωρ σημαίνουσιν· | |
5 | ἐὰν δὲ μέτριοι ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ αὐχμὸν ἰσχυρόν. Ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον. | |
6.18 | Καὶ ἡ νῆττα ἥμερος (ἐὰν) ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται ὕδωρ σημαί‐ νει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται ὡς νῆττα ὕδωρ | |
5 | σημαίνει. Καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει· καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες. | |
6.19 | Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἕωθεν ὕδωρ σημαίνει ἢ χειμῶνα. Καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον. Καὶ | |
ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατικόν. Δελφὶς | 391 | |
5 | παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει. | |
6.20 | Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ ὕδατος ση‐ μεῖον· καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νε‐ φέλας ἄνωθεν καὶ ἐκ πλαγίου ὕδατος σημεῖον. Καὶ | |
5 | ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου. Καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ ὕδωρ σημαίνει. | |
6.21 | Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον (ἄνεμον ἢ) ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον. Ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται | |
5 | ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως. Καὶ ἐὰν ἀκρωρίας νότου πνέοντος νοτόθεν ἀστράψῃ ὕδωρ σημαίνει ἢ ἄνεμον. Καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει. Καὶ θέ‐ ρους αἱ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν | |
10 | ἢ τριῶν ἡμερῶν. Καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον. | |
6.22 | Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση ὕδωρ διὰ ταχέων. Καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νε‐ φέλη προσίζῃ ὅθεν ἂν προσίζῃ ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει. Ὅταν ἶρις γένηται ἐπισημαίνει· ἐάν τε | |
5 | πολλαὶ ἴριδες γένωνται σημαίνει ὕδωρ ἐπὶ πολύ. Ἀλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι ὅταν ἐκ νεφέλης. Μύρ‐ μηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ὠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον ὕδωρ σημαίνουσιν, ἐὰν δὲ καταφέρωσιν εὐδίαν. Ἐὰν παρήλιοι δύο γέ‐ | |
10 | νωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι. Καὶ ἅλως αἱ μέ‐ λαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης. | |
6.23 | Ἐν τῷ καρκίνῳ δύο ἀστέρες εἰσὶν, οἱ καλούμενοι ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ φάτνη καλουμένη. Τοῦτο ἐὰν ζοφῶδες γένηται ὑδατικόν. Ἐὰν μὴ ἐπὶ κυνὶ ὕσῃ ἢ | |
5 | ἐπὶ Ἀρκτούρῳ ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος. Καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα ὕδατος σημεῖον. Σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χει‐ μῶνα, δείλης δὲ ὕδωρ. | |
6.24 | Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρὰ ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν. Καὶ ἐὰν ἐν Αἰγίνῃ [καὶ] ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου | |
5 | νεφέλη καθίζηται ὡς τὰ πολλὰ ὕδωρ γίνεται. Ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινὰ τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δ’ αὐχμηρὸς ὁ χειμῶν τὸ ἔαρ ὑδατῶδες. Ὅταν χιόνες πολλαὶ γίνωνται ὡς τὰ πολλὰ εὐετηρία γίνεται. | |
6.25 | Φασὶ δέ τινες καὶ εἰ ἐν ἄστρασι (ἄνθραξι corr.) λαμπρὰ χάλαζα ἐπιφαίνηται χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοὶ, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ | |
5 | ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον. Ἔστι δ’ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζώοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις. Καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον. Καὶ ὅταν (πάλιν) ὀχεύωνται πρόβατα | |
10 | ἢ αἶγες χειμῶνος μακροῦ σημεῖον. | 392 |
6.26 | Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε. Ἀνατέλλων ὁ ἥλιος καυματίας κἂν μὴ ἀποστίλβῃ ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος ἀνέμου ἢ ὕδατος τὸ | |
5 | σημεῖον. Καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας αὐ‐ χμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει. Ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ὄντος κατ’ ὄρθρον κοινὸν ὕδατος καὶ ἀνέ‐ μου σημεῖόν ἐστιν. | |
6.27 | Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ τὰ μὲν μέλανα ὕδατος τὰ δ’ ἐρυθρὰ πνεύματος. Ἐὰν δὲ [καὶ] ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ ζέ‐ φυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ. | |
5 | Ὅταν μὲν ἡ κεραία (ἡ ἄνω) τοῦ μηνὸς ἐπικύπτῃ βό‐ ρειος ὁ μείς· ὅταν δ’ ἡ κάτωθεν νότιος· ἐὰν δ’ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος εἴωθε χειμάζειν μέχρι διχομηνίας. Σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα. | |
6.28 | Αἴθυιαι καὶ νῆτται [πτερυγίζουσαι] καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον. Οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προ‐ | |
5 | σημαίνουσι. Στρουθοὶ χειμῶνος ἀφ’ ἑσπέρας θορυ‐ βοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον. Ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώ‐ δης. | |
6.29 | Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει. Ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χει‐ μῶνα σημαίνει. Ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον. Ἐὰν μὲν γὰρ ἐκ βορείων | |
5 | πλημμύρα ἥκῃ εἰς νότιον μεταβάλλει, ἐὰν δ’ ἐκ νοτίων ἄμπωτις γίνηται εἰς βόρειον μεταβάλλει. Θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμώ‐ δης. Καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος. Παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἄνεμον | |
10 | σημαίνει. | |
6.30 | Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος. Βορείων δὲ γι‐ νομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει. Ἐὰν δὲ νοτίων ὄντων ψοφῇ (τι) τῶν κεκολλημένων εἰς τὰ | |
5 | νότια σημαίνει τὴν μεταβολήν· ἐὰν δὲ πόδες οἰδῶσι νοτία ἡ μεταβολή. Τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου. Καὶ ὀδαξῶν τὸν δεξιὸν ... ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δ’ ἂν ἀποφράττῃ ἐντεῦθεν | |
10 | πνεῦμα σημαίνει, ἐὰν δ’ ἀμφοτέρας ἀνέμου μέγεθος. | |
6.31 | Ἐὰν ὄρος πρὸς βορρᾷ ἄνεμον προσημαίνει. Ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται μετα‐ βολὴν πνεύματος ἢ ἐπίδοσιν. Ἐὰν ἄκραι μετέωροι φαίνονται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους νοτίαν μεταβο‐ | |
5 | λὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη (βόρειον) λευκὴ δὲ νότιον. Αἱ ἅλωνες περὶ τὴν σελήνην πνευ‐ ματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα. Ἐπινεφέλων ὅθεν ἂν ἀνατέλληται ἐντεῦθεν ἄνεμος. | |
10 | Αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι. | |
6.32 | Ἐὰν ἀστραπὴ πανταχόθεν γίνηται ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται. Θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· | 393 |
5 | ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ’ ἠρέμα καὶ μανῶς κατ’ ὀλίγον. Τοῦ δὲ χειμῶνος καὶ φθινοπώρου τοὐναντίον· παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταὶ τοσούτῳ | |
10 | μᾶλλον παύονται· τοῦ δ’ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος. | |
6.33 | Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ παύεται· ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδο‐ μαῖοι ἐνναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται. Οἱ | |
5 | βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις. Ἄνεμοι αἴρονται ἁμ’ ἡλίῳ ἀνατέλ‐ λοντι καὶ σελήνῃ. Ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη (μὴ) παύσωσιν ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ | |
10 | νύκτωρ ἀρχόμενα. | |
6.34 | Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες ὁ χειμὼν νήνεμος γίνεται, ἐὰν δ’ ἐναντίως καὶ ὁ χειμὼν ἐναντίος. Πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται | |
5 | ταύτῃ ἄνεμος πνευσεῖται. Αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται. Ἄθως μέσος διεζευγμένος νότιος καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά. Οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοὶ καὶ αὐχμόν. | |
10 | Μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν. Μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνου‐ σιν. | |
6.35 | Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται. Τῶν δ’ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας, θρακίας, ἀργέστης. Ὅταν δὲ μὴ ὑπ’ ἀλλήλων διαλύωνται τὰ | |
5 | πνεύματα ἀλλ’ αὐτὰ καταμαρανθῶσι μεταβάλλουσιν εἰς τοὺς ἐχομένους ἐπὶ δεξιὰ ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά. Ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. Καὶ ὁ εὖρος. Ὁ δ’ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰση‐ μερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα. | |
6.36 | Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλα‐ ζώδης δ’ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφε‐ τώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυμα‐ τώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν | |
5 | ἐκ πελάγους προσπίπτωσιν οἱ δὲ οἷς ἂν διὰ γῆς. Δα‐ σύνουσι δ’ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ. Καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ’ ἑαυτῶν τὰ νέφη ὠθοῦσι καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν. Αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν | |
10 | λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης. | |
6.37 | Γίνονται δὲ ἐκνε‐ φίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος. Ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης. | |
5 | Ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινό‐ | |
μενοι ἀπὸ τῶν ἀκανθῶν ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν. Ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοὶ ἄνεμον ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως πολλὰ πνεύματα σημαίνουσι· πνευμάτων μὲν οὖν σημεῖα ταῦτα. | 394 | |
6.38 | Χειμῶνος δὲ τάδε. Ἥλιος δυόμενος εἰς μὴ καθαρόν. Καὶ ὡς ἂν μερισθῇ δυόμενος οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται. Οἷον εἰ τὸ τρίτον μέρος ἀπο‐ λειφθείη ἢ τὸ ἥμισυ. Τὸ σελήνιον ἐὰν ὀρθὸν ᾖ μέχρι | |
5 | τετράδος καὶ εἰ εὔκυκλον χειμάσει μέχρι διχοτόμου· γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον ὀψὲ χειμάσει. Καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι χειμῶνα σημαίνουσι. | |
6.39 | Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον. Σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον. Ὄρχιλος [ὡς] εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα ση‐ μαίνουσι καὶ ἐριθεὺς ὡσαύτως. Κορώνη ἐὰν ταχὺ δὶς | |
5 | κρώζῃ καὶ τρίτον χειμερίᾳ. Καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ᾄδοντες χειμέριοι. Στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καὶ μέλανες ἐὰν πολλοὶ φα‐ νῶσιν ὕδωρ. | |
6.40 | Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι χειμῶνα σημαίνουσι. Καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον. Ὅσα ὕδωρ σημαίνει χει‐ μῶνα ἄγει, ἐὰν μὴ ὕδωρ χιόνα καὶ χειμῶνα. Κόραξ | |
5 | φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον. Κο‐ λοιοὶ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι. Φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον. Καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει χειμερινοῦ ἔτους σημεῖον. | |
10 | Πρόβατα ἐὰν πρωῒ ὀχεύηται πρώϊον χειμῶνα σημαί‐ νουσι. | |
6.41 | Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλὰς τὸν χειμῶνα χειμέριον σημαίνει. Ἐν δὲ τῷ Πόντῳ φασὶν ὅταν Ἀρκτοῦρος ἀνατείλῃ * θᾶττον ἐναντίους τῷ | |
5 | βορρᾷ νέμεσθαι. Βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον. Καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· προπαρασκευά‐ ζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χειμέ‐ | |
10 | ριον. | |
6.42 | Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλο‐ λυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον. Γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει. Καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ | |
5 | ἐθέλῃ χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν. Λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται χειμῶνα σημαίνει· καὶ ὥσπερ ἐὰν κέγχροις πολ‐ λοῖς κατάπλεως ᾖ χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ | |
10 | λαμπρὸν ὦσιν εὐδίας οὔσης χιονικόν. | |
6.43 | Ἡ τοῦ ὄνου φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται χειμῶνα σημαίνει. Καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ χειμέριον. Ἐπὶ πλειάδι δυομένῃ ἐὰν λάμψῃ | |
5 | κατὰ Πάρνηθα καὶ Βρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ μέγαν χειμῶνα σημαίνει, ἐὰν | |
δὲ τὰ δύο ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον εὐδιεινόν· καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ὕμητ‐ τον ᾖ χειμῶνος ἐπίτασιν σημαίνει. Ἄθως καὶ Ὄλυμ‐ | 395 | |
10 | πος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον. Ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι, παρατεταμένον καὶ τιλλόμενον οὔπω παύεται ὁ χειμών. | |
6.44 | Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά. Ἐὰν πρωῒ χειμάζειν ἄρξηται πρωῒ παύεται καὶ ἔαρ καλὸν, ἐὰν δὲ τοὐναντίον καὶ ἔαρ ὄψιον ἔσται. | |
5 | Ἐὰν χειμὼν ὑέτιος τὸ ἔαρ αὐχμηρὸν, ἐὰν δ’ αὐχμηρὸς ὁ χειμὼν τὸ ἔαρ καλόν. Ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικὴς τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός. Ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται ἥ τε ὄπωρα γίνεται καὶ (τὸ) μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες. | |
6.45 | Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι χειμῶνες πολλοὶ σφόδρα γί‐ νονται. Ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε «Γλαῦχ’ ὅρα· βαθὺς γὰρ ἤδη κύμασι ταράσσεται Πόντος ἀμφὶ δ’ ἄκρα | |
5 | γυροῦν ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος.» Ἐὰν δ’ ὁμόχρων ᾖ ὑμένι λευκῷ χειμέριον. Ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δ’ ἠρεμῇ χειμέρια. | |
6.46 | (Ὁ ἥλιος) ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρὶς ἡμέρα χειμέριος δίεισιν. Ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα. Ὅταν μέλιτται μὴ ἀπο‐ | |
5 | πέτωνται μακρὰν ἀλλ’ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται χειμῶνα ἐσόμενον σημαίνει. Λύκος ὠρυόμενος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν. Λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμῶνος ὥρᾳ χειμῶνα σημαί‐ νει εὐθύς. | |
6.47 | Ἔστι δὲ σημεῖον χειμώνων μεγά‐ λων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργά‐ σιμα πλησιάζωσι καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς | |
5 | τὰ ἐργάσιμα βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει. Τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων χειμέ‐ ριον τὸ σημεῖον. | |
6.48 | Ὅταν πνίγη γίνηται ἰσχυρὰ ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυ‐ ρός. Ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰ ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται. Δεῖ οὖν | |
5 | τὴν ἀρχὴν ὁρᾷν. Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνη‐ ται σφόδρα τὸ ἔαρ ὡς τὸ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρὸν ἡ ὄπωρα ὀψία γίνε‐ ται καὶ (τὸ) μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν. | |
6.49 | Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι. Καὶ ἐάν τις σκολόπακα λαβὼν ὑπο‐ πάσας ἄργιλον εἰς πιθάκνην θῇ σημαίνει ταῖς φωναῖς | |
5 | αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν. Καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν. | |
6.50 | Εὐδίας δὲ σημεῖα τάδε. Ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μη‐ | |
δὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει. Ὡς δ’ αὕτως σελήνη πανσελήνῳ. Καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθα‐ | 396 | |
5 | ρὸν εὐδιεινὸς, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ᾖ ἐξ εὐδιῶν· οὕτω δὲ ἄδηλον. Καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρὸν εὐδιεινόν· καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ εὐδίαν σημαίνει. | |
6.51 | Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ εὐδιεινόν. Καὶ ἡ τοῦ ὄνου φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται εὐδιεινόν. Ἅλως δὲ ἐὰν ὁμαλῶς παγῇ καὶ μαρανθῇ εὐδίαν σημαίνει. Αἱ κοιλάδες νεφέλαι χειμῶνος εὐ‐ | |
5 | διειναί. Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν εὐδίαν σημαίνει. Καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ εὐδιεινόν. Καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ | |
10 | πολλὰ τῇ ὑστεραίᾳ. | |
6.52 | Ὅταν δὲ ὁμίχλη γένηται ὕδωρ οὐ γίνεται ἢ ἔλαττον. Ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν εὐδίαν σημαίνει· οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι. Γλαῦξ ἡσυχαῖον | |
5 | φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει· καὶ νύκ‐ τωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα. Θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χει‐ μῶνα. Καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ εὐ‐ | |
10 | διεινός. | |
6.53 | Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρὶς εὐδίαν καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα. Καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰ‐ κίας ἔξωθεν εὐδίαν σημαίνει. Καὶ ἐὰν χειμῶνος βο‐ | |
5 | ρεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκὴ νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν. Καὶ ὅταν βο‐ ρέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας εὐδίαν ση‐ μαίνει. | |
6.54 | Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀπο‐ τελοῦσι τὸ σημεῖον. Καὶ βοῦς ἐπὶ τὸ ἀριστερὸν ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει· καὶ κύων ὡσαύτως· ἐπὶ δεξιὸν δὲ χειμῶνα. Τέττιγες πολλοὶ | |
5 | γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι. Λύχνος χει‐ μῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει. Καὶ ἐὰν ἐπ’ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς· καὶ ἐὰν ἐν κύ‐ κλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή. | |
6.55 | Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους· ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου ση‐ μεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου· καὶ ὡς ἂν τούτων κλίνῃ κάλλιστα καὶ γένηται ἁδρό‐ | |
5 | τατος οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος. | |
6.56 | Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων· Ἐὰν ἀρχομένου τοῦ χει‐ μῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπ’ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει | |
5 | χάλαζαν ἐσομένην. Καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰση‐ μερίαν ὁμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους ση‐ μαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμέ‐ νων. Ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρό‐ | |
10 | νον, ὅσαι δ’ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα. Καὶ ὅσῳ ἂν μᾶλλον ἐφ’ ἑκατέρῳ τῷ σχήματι ὁμίχλαι πίπτωσι μᾶλλον τὰ εἰρημένα σημαίνει. | 397 |
6.57 | Σημαί‐ νει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὁμίχλαις ἐπιπιπτού‐ σαις γινόμενα· καὶ ἐὰν μὲν ἀπ’ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει· ἐὰν δ’ ἀφ’ | |
5 | ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη. Οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προ‐ ειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη· ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπ’ αὐταῖς ἀλλ’ | |
10 | ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῷ. | |
7t | ΠΕΡΙ ΚΟΠΩΝ | |
7.1 | Ἐν τίνι ποθ’ ὁ κόπος (ἢ) τίσιν ὡς πρώτῳ, πό‐ τερον ὡς Ἐπιγένης ὑπέλαβεν ἐν φλεβὶ καὶ νεύρῳ ἢ μόνον ἐν νεύρῳ, τούτου γὰρ καὶ ἡ κίνησις, ἢ ὑπερβολῇ συντήξεως διὰ κίνησιν, ἢ ἁπλῶς οὗπερ πόνος ταύτῃ | |
5 | καὶ ὁ κόπος, διὸ καὶ ἀεὶ βαρύνεται ὁ κοπιῶν; εἰ οὖν τὸ νεῦρον μὴ δεκτικὸν ὑγρότητος οὐκ ἂν ἐνταῦθα ὁ κόπος ἐνείη κατὰ φύσιν· εἰ δὲ ὁ κόπος ἐξαλλαγή τις, ἄτοπον εἰ μὴ δι’ ὧν ἡ κίνησις καὶ ὁ πόνος ἐν τούτοις καὶ ὁ κόπος ἀλλ’ ἐκ τῆς κινήσεως ἐπιρροῇ τῆς συντή‐ | |
10 | ξεως εἰς αὐτὰ ταῦτα καὶ τὰς καμπὰς ἅπερ μάλιστα βαρύνονται καὶ κοπιῶσι. | |
7.2 | Λέγουσι δὲ καὶ τὰς σάρκας καὶ ὅλον τὸ σῶμα κοπιᾶν, ὅθεν καὶ τοὺς ὀσ‐ τεοκόπους (καὶ) ὀστάγρας καλοῦσιν. Εἰ δ’ ἐν ὀστοῖς ὁ κόπος, πότερον ὡς κινοῦσιν ἢ κινουμένοις ἢ ὡς | |
5 | ἐπιρροὴν δεχομένοις; ἢ οὐδὲν κωλύει τρόπον τινὰ ἀμ‐ φοτέρως, καὶ κινούμενά πως καὶ δεχόμενα τὴν ἐπιρ‐ ροήν. Ὅταν γὰρ εἰς τὸ ἐντὸς διίκηται διὰ πλῆθος τοῦ πόνου τοῦτ’ ἐν τοῖς ὀστοῖς κόπος· ἐπεὶ καὶ ἐν τῇ σαρκὶ καὶ ἐν ὅλοις τοῖς σώμασιν, ὃ δὴ καλοῦσι συγκε‐ | |
10 | κόφθαι· ὃ διαδοθέντος συμβαίνει τοῦ πόνου πρὸς ἅπαντα τὰ μέρη καὶ μάλισθ’ οἷς ἄν τις ἐνεργῇ καθά‐ περ τοῖς ἄνω καὶ κάτω, καὶ αὐτῶν τούτων μορίοις τι‐ σὶν ὥσπερ καὶ ἐν ταῖς σκληροκοιτίαις. | |
7.3 | Ὡς δ’ ἁπλῶς εἰπεῖν ἐν τοῖς καμπτομένοις μέρεσι μάλιστα καὶ νευρωδεστάτοις ὅταν τις σύντηξις ἐπὶ τὰ νεῦρα καὶ τὰς καμπὰς ἔλθῃ· καὶ ἡ βαρύτης ἀπὸ ταύτης. Διὸ | |
5 | καὶ οὐδεὶς πώποτε τὴν γαστέρα ἐκοπίασεν οὐδὲ τὴν κεφαλήν. Ἆρα δὲ ὅταν καὶ ἄλλως πως ἡ ὑγρότης ἐπιρρυῇ πάντως κόπος; οὐ γὰρ ἂν ἔτι διὰ τὴν κίνη‐ σιν. Ἢ τοῦτο μὲν οὐκ ἀναγκαῖον * ἀλλὰ μᾶλλον πόνος τις ἀκολουθεῖ· καὶ γὰρ καθήμενοι καὶ ἑστῶτες | |
10 | καὶ κατακείμενοί φασι κοπιᾶν καὶ ἐν τῷ αὐτῷ σχή‐ ματι· καὶ ἡ πίεσις ἐπίπονον, οἷον γὰρ θλίψις καὶ πληγή τις. | |
7.4 | Ἀλλ’ ἐνίοτε δὴ καὶ ὑπὸ πλησμονῆς καὶ ἀγρυπνίας καὶ ὑπὸ κατάρρου φασὶ κοπιᾶν· ἅπαντα δέ πως καὶ ταῦτα πλῆθος ὑγρότητος. Ἥ τε γὰρ πλησμονὴ (μὴ) κρατοῦντος τοῦ σώματος, ἥ τε ἀγρυπ‐ | |
5 | νία κωλύει τὴν πέψιν, ὅ τε κατάρρους φανερά τις σύντηξις ἢ ἁπλῶς εἰπεῖν ὑγρότης. Πότερον οὖν κό‐ πος ταῦτα ἢ ὠμότης ἢ διάθεσις, ὥσπερ καὶ ἐκ τῶν ὕπνων συμβαίνει; βαρύνονται γὰρ διὰ τὴν σύντηξιν. | 398 |
7.5 | Ἢ οὐδὲν κωλύει διὰ πλείους αἰτίας γίνεσθαι τὸν κόπον. Ἐπεὶ ἐνίοτε καὶ κατεξηραμμένου τοῦ σώμα‐ τος καὶ οὐδεμιᾶς ὑγρότητος ὑπαρχούσης οὐδαμοῦ κο‐ πιῶσι καὶ μάλιστά γ’ ὡς εἰπεῖν οὗτοι. Πλὴν εἴ τις * | |
5 | ἐν τούτοις τοῖς μέρεσι λέγοι τὴν σύντηξιν ὑπάρχειν· ἐπεὶ ὅταν γε ἁπλῶς ὑγρότητος ἐπιρροὴ γένηταί τις οὐ πάντως κόπος ὥσπερ τοῖς ὑδρωπιῶσι τοῖς ἐπὶ καθέδρας ὧν τὰ γόνατα καὶ οἱ πόδες οἰδοῦσιν. Οὐδὲ γὰρ ὅλως ὅταν ὑγρανθῇ καὶ βαρυνθῇ τὸ σῶμα· σχεδὸν γὰρ πᾶσι | |
10 | τοῦτο συμβαίνει ἐν τοῖς νοτίοις. | |
7.6 | Ταῦτα μὲν οὖν ἄγαν διορίσαι χαλεπὸν, αἱ δὲ θεραπεῖαι δόξαιεν (ἂν) ἐναντίαι πως εἶναι καὶ τῶν παθῶν καὶ ἑαυταῖς, οἷον ἥ τε καθυγραίνουσα καὶ λουτροῖς καὶ ποτοῖς εἴπερ ἐν | |
5 | ὑγρότητι καὶ συντήξει τὸ πάθος καὶ (ἡ) τῷ κόπῳ λύουσα τὸν κόπον κατὰ τὴν παροιμίαν. Οὐκ εἰσὶ δ’ ἐναντίαι· καὶ γὰρ μαλάξεως δεῖται τὸ κατάξηρον καὶ συντετηγμένον καὶ πλείοσι τύποις ἔκκρισιν ἐποίησε τοῦ λυποῦντος καὶ κατὰ σάρκα καὶ κατὰ κύστιν· ἥ τε κίνη‐ | |
10 | σις καὶ ὁ πόνος ἅπαν ἐξήρανε τὸ σύντηγμα καὶ ἐξέπεψε. Οὐχ ἅπασι δὲ οὐδὲ πάντως αἱ τοιαῦται τῶν θεραπειῶν ἀλλ’ οἷς μὴ μεγάλαι μηδ’ ἀπὸ μεγάλων αἱ ἀρχαί. | |
7.7 | Τὰ δ’ ἀντίτυπα καὶ σκληρὰ μᾶλλον ποιεῖ κόπον καὶ ἐν πορείᾳ καὶ ἐν δρόμῳ καὶ ἐν κατακλίσει καὶ ἐν καθέδρᾳ διὰ τὸ μᾶλλον ποιεῖν πληγὴν καὶ πίεσιν. Τάχα δ’ ἴσως καὶ τὴν συντονίαν πλείω· κοπιαρώτερον δ’ ἂν τὸ | |
5 | τοιοῦτο δόξειεν. Ἀλλ’ ἔν γε ταῖς καθέδραις καὶ ταῖς κατακλίσεσι τὸ ὑπεῖκον καὶ ἐνδιδὸν ὅταν ἅπαξ λάβῃ τὸ βάρος οὐκέτι ὑπείκει· ὥστε καὶ τοῦτο ἐχρῆν ὁμοίως ἀποπιέζειν. | |
7.8 | Οὐκ ἔστι δὲ τοῦτ’ ἀληθές. Ἀεὶ γὰρ ἔχει πως τὰ τοιαῦτα ἔνδοσιν ὡς πιεστὰ τῇ φύσει· ἐπεὶ καὶ δῆλον ἐν τῷ πλείονι χρόνῳ ποιεῖ τὸ ὑποκεί‐ μενον ὅτι τοιοῦτον. Τὰ δ’ ἀπίεστα καὶ μηδὲν ἐνδίδοντα | |
5 | τῇ θλίψει ποιεῖ τὸν κόπον. Ἔτι κατὰ τὴν κίνησιν καὶ τὴν τροπὴν τἆλλ’ ἐνδίδωσι καὶ ποιεῖ τινὰ μεταβολὴν, τὰ δὲ οὔ. | |
7.9 | Διὰ ταῦτα δέ πως καὶ τὰ ἐπίπεδα τῶν κοίλων κοπιαρώτερα καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων· ἡ γὰρ θλίψις σφοδρότερον ποιεῖ καὶ μείζω τὸν πόνον ἐφ’ ἕνα τόπον ἀθροιζομένου τοῦ βάρους. Τὸ μὲν οὖν | |
5 | κυρτὸν τοῦ εὐθέος τοῦτο δὲ μᾶλλον τοῦ κοίλου. | |
7.10 | Διότι δὲ τοὺς μηροὺς ἢ τὰς κνήμας μᾶλλον κοπιῶσιν; ὅτι μάλισθ’ ὁ πόνος τῇ τοῦ συνεχοῦς διαστάσει· συνε‐ χέστερος δὲ καὶ συμφυέστερος ὁ μηρὸς, ἅμα δὲ καὶ ἡ τῶν νεύρων διάστασις [καὶ] ἐν τούτῳ, καὶ ἐγγυτέρω | |
5 | τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα. Διόπερ ἂν ὑπερ‐ βάλλῃ τῇ θερμότητι διὰ τὴν κίνησιν (ἐπισπῶσιν οἱ μη‐ ροὶ) μᾶλλον καὶ πλεῖον. Ὅτι δὲ ἡ ἀνάρτησις ποιεῖ συμ‐ πάθειαν τῶν νεύρων καὶ φλεβῶν καὶ ἐκ τῶν βουβώνων δῆλον· πληγέντων γὰρ τῶν κάτωθεν ἐνταῦθα βουβῶ‐ | |
10 | νες. | |
7.11 | Διότι δὲ καταβαίνοντες μὲν κατάντη τοὺς μηροὺς μάλιστα πονοῦσιν, ἀναβαίνοντες δὲ τὰς κνήμας; | |
ὅτι κατὰ μὲν τὴν ἀνάβασιν ὁ πόνος τῷ αἴρειν τὸ σῶμα· φορτίον γὰρ γίνεται ἱκανόν· ᾧ οὖν ἅπαν ἐπίκειται τὸ | 399 | |
5 | βάρος καὶ ᾧ αἴρομεν τούτου μάλισθ’ ὁ πόνος, ἡ δὲ κνήμη τοιοῦτον· ἔσχατον γὰρ ἔχει μῆκος καὶ οὐχ ὥσ‐ περ ὁ ποὺς πλάτος, διόπερ σαλεύεται. Καθάπερ οὖν ὑπὸ τοῦ βάρους τὸν ὦμον μάλιστα πονοῦσιν * ὥστε ἐπὶ τούτῳ ἔχουσι τὸ βάρος ὁμοίως καὶ τὰς κνήμας. | |
7.12 | Ἐν δὲ τῷ καταβαίνειν ὁ πόνος τῷ ἐπιπίπτειν τὸ σῶμα καὶ προωθεῖν παρὰ φύσιν, ὥστε καὶ ᾧ μάλιστα ἐπιπίπτει καὶ σαλεύει τούτῳ μάλιστα καὶ ποιεῖ τὸν πόνον. Ὡς οὖν ἡ κνήμη μᾶλλον ἐν τῷ ἀναβαίνειν | |
5 | κακοπαθεῖ, οὕτως ὁ μηρὸς ἐν τῷ καταβαίνειν ἐξαίρων τὸ σῶμα ὅλον. Ἁπλῶς δὲ τὰ βάρη κάτω φέρεται ὥστε χαλεπώτερον τὸ ἀναβαίνειν τοῦ καταβαίνειν. Χαλεπώτεροι δ’ οἱ περὶ τὸν θώρακα τόποι τῶν κάτω, διότι ἐγγυτέρω τοῦ πνευματικοῦ τόπου· συμβαίνει οὖν | |
10 | ταχὺ συνεκφλεγμαίνειν, τοῦτο δὲ ὁ πυρετός· ἡ δ’ ἀπὸ τῶν σκελῶν φλεγμονὴ πόρρω διὰ τὸ ἀπομαραίνεσθαι θᾶττον. | |
7.13 | Τῷ δὲ βραχίονι κοπιαρώτερον διὰ κε‐ νῆς ῥίπτειν (ἢ) λίθον ἢ ἄλλο τι βάρος διότι σπασμα‐ τωδέστερον καὶ καματωδέστερον. Οὐ γὰρ ἀπερείδε‐ ται καθάπερ ὁ βάλλων πρὸς τὸν ἐν τῇ χειρὶ ὄγκον καὶ | |
5 | ὥσπερ ὁ πένταθλος πρὸς τοὺς ἁλτῆρας (καὶ ὁ θέων παρασείων [πρὸς] τὰς χεῖρας) καὶ τοὺς καρπούς. Διὸ ὁ μὲν μεῖζον ἅλλεται ἢ μὴ ἔχων, ὁ δὲ θᾶττον θεῖ ἢ μὴ παρασείων, ὁ δὲ ἧττον σπᾶται προπετῶς διὰ τὸ βάρος. | |
7.14 | Οἱ δὲ βραχεῖς περίπατοι κοπιαρώτεροι τῶν μακρῶν καὶ οἱ ὁμαλοὶ τῶν ἀνωμάλων, ὅτι πολλά‐ κις ἵστασθαι συμβαίνει· τὸ δ’ ἐν τῷ αὐτῷ σχήματι χαλεπὸν καὶ κοπῶδες. [Οὐδέν] οὐδ’ ἐκεῖνο ὑπεναντίον | |
5 | ὡς κοπιῶσί τε μᾶλλον ἐν τοῖς ὁμαλέσι χωρίοις καὶ θᾶττον βαδίζουσιν ἢ ἐν τοῖς ἀνωμάλοις. Κοπιαρώτε‐ ρον μὲν γὰρ τὸ ἐν (τῷ) αὐτῷ σχήματι, θάττων δ’ ἡ βάδισις ἡ ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττω. τὴν ἀναφορὰν ἔχουσα. Τοιαύτη δ’ ἡ ἐν τῷ ὁμαλῷ. Τὸ δὲ παρ’ | |
10 | ἑκάστην πορείαν γινόμενον (μικρὸν πολὺ) γίγνεται παρὰ τὰς πολλάς. | |
7.15 | Διότι δὲ μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσι κοπιαρώτεροι τῶν ἀνωμά‐ λων οἱ δὲ βραχεῖς ἀκοπώτεροι; ἢ ὅτι ἥ τε πολλὴ κί‐ νησις ποιεῖ κόπον καὶ (ἡ) ἰσχυρά· τοιαύτη (δὲ ἡ) | |
5 | σπασματώδης· πολλὴ δ’ ἡ συνεχὴς καὶ ὁμοία. Ἐν μὲν οὖν τοῖς ἀνάντεσιν ἂν ἔχωσι μῆκος αἱ μεταβολαὶ ποιοῦσιν ἀνάπαυσιν, ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι. Ὅταν δ’ ᾖ βραχεῖα διὰ | |
10 | μὲν τὸ πλῆθος τῆς κινήσεως οὐ γίνεται κόπος, διὰ δὲ τὸ τὴν μεταβολὴν ἰσχυρὰν εἶναι καὶ ἐναντίαν τῶν κάτω καὶ ἄνω ποιεῖ κόπον. Τοιαύτη δὲ ἡ ἐν τοῖς ἀνάντεσιν· ἐν δὲ τοῖς πεδίοις τοὐναντίον. | |
7.16 | Διότι ἐξονειρωκτικοὶ οἱ κοπιῶντες; ὅτι θερμά τε καὶ κάθυγρα τὰ σώματα διὰ τὴν σύντηξιν, ἡ δὲ τοιαύτη διάθεσις σπερματική. Κατάκεινται δ’ ὕπτιοι διὰ τὴν ἔκλυσιν· | |
5 | ἐν τούτῳ γὰρ τῷ σχήματι μάλιστ’ ἄνισον καὶ πρὸς τὸν ἐξονειρωγμὸν συνεργεῖ. Συμβαίνει δ’ αὐτοῖς καθεύ‐ | |
δειν μὲν μᾶλλον τὴν δ’ ἴσην τροφὴν ἧττον πέττειν— καίτοι ὁ ὕπνος πεπτικὸν, —ὅτι ἅμα τῇ τροφῇ περιτ‐ τώματος ἔχουσι πλῆθος· ὃ καὶ αὐτὸ μέτριον ὂν δυσπεπ‐ | 400 | |
10 | τότερόν ἐστι πολλῆς τροφῆς. Διὸ καὶ ἀναμιγνύμενον κωλύει πέττεσθαι τὴν τροφήν. Ὁ δὲ ὕπνος μᾶλλον γίνεται ἀπὸ τοῦ πλείονος ὑγροῦ καὶ θερμοῦ καθάπερ τοῖς μεθύουσι. | |
7.17 | Κελεύουσι δέ τινες τοὺς μὲν χει‐ μερινοὺς (κόπους) ἀλείμματι, τοὺς δὲ θερινοὺς λουτρῷ θεραπεύειν, τοὺς μὲν διὰ τὰς μεταβολὰς καὶ φρίκας, τοὺς δὲ διὰ τὴν ξηρότητα τῆς ὥρας καθυγραίνειν· διὸ | |
5 | καὶ τοῖς ποτοῖς τοῦ θέρους μᾶλλον. Ἡ δ’ ὀλιγοσιτία κοινὸν μὲν οἰκειότερον δὲ τῷ θέρει· διὰ γὰρ τὴν ὥραν ὑπὸ τῶν σιτίων θερμαίνεται. | |
7.18 | Διὰ τί δὲ τὰ ὑγρὰ σώματα κοπιαρώτερα τῶν μὴ ὑγρῶν; ἀσθενέστερα γάρ· τὸ δὲ σκληρὸν ἰσχυρότερον μὲν ἀπαθέστερον δὲ, οὐ πρὸς ἅπασαν ἀπάθειαν οἷον πρὸς θραῦσιν ἢ κάταξιν | |
5 | ἢ θλάσιν ἢ διάσπασιν ἀλλὰ τὰ γλισχρότερα, ὧν ἔνια μαλακὰ καὶ ὑγρὰ τὴν φύσιν. Ὁ δὲ κόπος ἐκ σπασ‐ τικῆς καὶ ἐκ πληκτικῆς κινήσεως· ἐν μὲν γὰρ τῇ με‐ ταβολῇ τῆς πορείας πάντ’ ἔχει καὶ τὴν συνέχειαν παρὰ τὰ μέρη· ἐν δὲ τῇ θέσει τῶν μερῶν τύπτει διὰ τὰ | |
10 | ὑγρὰ τῶν σωμάτων. Καὶ γάρ τοι ... μᾶλλον καὶ τύπτεται ἧττον διὰ ... τὰ δὲ σκληρὰ τοὐναντίον. | |
8t | ΠΕΡΙ ΙΛΙΓΓΩΝ | |
8.1 | Οἱ ἴλιγγοι γίνονται ὅταν ᾖ πνεῦμα ἀλλότριον περὶ τὴν κεφαλὴν, ἢ ὑγρότης περιττωματικὴ ἀπὸ τροφῆς ἐνίας, οἷον ἢ τοῦ οἴνου ἢ καὶ ἄλλου τινὸς χυλοῦ, ἢ τρίτον ὅταν κινῇ τις κύκλῳ τὴν κεφαλήν· ὁ γὰρ τόπος | |
5 | ὁ περὶ τὸν ἐγκέφαλον φύσει μὲν ὑγρός ἐστιν, ὅταν δ’ ἔλθῃ τι πνεῦμα ἀλλότριον βιάζεται διαδυόμενον πρὸς τὰς φλέβας καὶ ὠθεῖ κύκλῳ τὸ προϋπάρχον ὑγρὸν, ὥστε τρόπον τινὰ τὸ αὐτὸ συμβαίνει καὶ ἐάν τις προαιρέσει κύκλῳ κινῇ τὴν κεφαλήν. Οὐδὲν γὰρ διαφέρει ἔξωθεν | |
10 | ἢ ἔσωθεν εἶναι τὸ κινοῦν. Οὔσης δὲ οἷον δίνης τινὸς τῆς φορᾶς καὶ τοῦ ὑγροῦ μὴ συνεχοῦς ὁμοίως ἀλλ’ ἐν τῇ κινήσει τοῦ μὲν ὑστεροῦντος τοῦ δὲ προτεροῦντος τὸ ὑφιστάμενον ἀντικροῦον ἵστησι, τὸ δ’ ἱστάμενον διὰ τὸ μὴ ἰσορροπεῖν ὁμοίως αὐτῇ ᾗ ἂν ῥέπῃ ταύτῃ φέρεται | |
15 | καὶ τὸν ἴλιγγον ποιεῖ καὶ καταβάλλει πολλάκις. | |
8.2 | Αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὰ ὑγρὰ ῥᾳδίως στρέφεσθαι καὶ δινεῖσθαι διὰ τὴν λεχθεῖσαν * αἰτίαν, ὅτι οὐ συνεχῆ· παραπλήσιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τοῖς ὠοῖς τοῖς ὠμοῖς· οὐδὲ γὰρ ταῦτα δύναται δινεῖσθαι διὰ τὴν | |
5 | ὑγρότητα, τὰ δ’ ἑφθὰ δύναται. (Διότι τὰ μὲν ὑπὸ ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλ‐ λεται τὰ δ’ οὔ); διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστά‐ μενον ἑνὸς ὄντος καὶ συνεχοῦς (τοῦ ἐντός). | |
8.3 | Αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται καὶ τοιαῦται τοῦ πάθους. Ἀφ’ ὧν δὲ συμβαίνει γίνεσθαι τὰ καθ’ ἕκαστα περὶ ὧν ἀποροῦσι πρὸς ταῦτα ἀνάγειν πειρατέον. Οἷον διότι | |
5 | κύκλῳ περιπατοῦντες ἰλιγγιῶσι καὶ ἔτι μᾶλλον [καὶ] ὅσῳ ἂν ἐλάττω κύκλον, κἂν θᾶττον θέωσι σφοδρότερον· κἂν μετὰ πολλῶν ἢ μόνοι, καὶ ἐπ’ ἀρίστερα θέοντες μᾶλλον (ἢ ἐπὶ δεξιά), καὶ οἱ μακρότατοι δὲ μάλιστα. Πάντων γὰρ τούτων καὶ εἴ τι ἄλλο τοιοῦτον ἐν τοῖς | 401 |
10 | πρότερον εἰρημένοις αἱ αἰτίαι. | |
8.4 | Εἴπερ γὰρ ὁ ἴλιγγος γίνεται εἴ τις ἐν τῷ αὐτῷ στρέφοιτο τάχιστ’ ἂν καὶ μάλιστα τῶν λοιπῶν ἰλιγγιῴη ὁ ἐγγυτάτω ἢ ὁ ἐν ἐλάτ‐ τονι κύκλῳ στρέφων, καὶ ὅσῳ ἂν θᾶττον μᾶλλον. Διό‐ | |
5 | περ (καὶ) οἱ θέοντες τῶν περιπατούντων καὶ οἱ ταχέως τῶν βραδέως· θέουσι γὰρ (ἐγκεκλικότες) πρὸς τὸ κέν‐ τρον· ὡς ὅταν κατ’ εὐθὺ τὰ μήκη αὐτῶν ἐκπίπτῃ πρὸς μίαν κορυφὴν συνάπτειν καὶ γίνεσθαι κῶνον βάσιν δ’ εἶναι τὸν κύκλον. | |
8.5 | Διόπερ συμβαίνει καθάπερ ἐν τῷ αὐτῷ στρέφειν τὴν κεφαλὴν καὶ ὅσῳ ἂν ἐλάττω κύκλον μᾶλλον, ὀξύτερος γὰρ ὁ κῶνος, καὶ ἐὰν θᾶττον πλεονάκις ἐν τῷ αὐτῷ γίνεσθαι κατὰ τὸν ἴσον χρόνον· | |
5 | καὶ τοῖς μακροτέροις δὲ μᾶλλον ὅσῳ ἐγκλίνουσιν· ἐγγυ‐ τέρω γὰρ ἔχει τὴν κεφαλὴν ὁ μείζων τῆς τοῦ κώνου κορυφῆς. Διὸ σχεδὸν ὥσπερ ἐν τῷ αὐτῷ συμβαίνει [ἴσην] ἔχοντα τὴν κεφαλήν· οὕτω δὲ μάλιστα ὁ ἴλιγγος. | |
8.6 | Καὶ οἱ εἰς τὰ ἀρίστερα θέοντες ἔτι μᾶλλον ἔσω νεύουσι καὶ ὀξυτέραν ποιοῦσι γωνίαν πρὸς τὸν κύκλον· ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προσβιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν. Καὶ ἐὰν | |
5 | μετὰ πολλῶν θέωσι μᾶλλον καὶ θᾶττον ἢ μόνοι· πρὸς γὰρ τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις αὐτὴ προσβάλλουσα τοῖς θέουσι καὶ συνεχὴς οὖσα ἐν τῷ ἐγκεφάλῳ ποιεῖ τινὰ κίνησιν ἑτέραν καὶ ταραχήν· ἀπὸ γὰρ τῶν ἔξω διαδίδοται καὶ πρὸς τὰ ἐντός· ὥστ’ ἐπεὶ καὶ ἑκάτερον | |
10 | ποιεῖ τὸν ἴλιγγον, οἷον ἥ τε κύκλῳ κίνησις τῆς κεφαλῆς καὶ ἡ ὄψις συνεχῶς βλέπουσα τὸ κύκλῳ κινούμενον ἐξ ἀμφοτέρων εὔλογον θᾶττον καὶ μᾶλλον γίνεσθαι τὸ πάθος. | |
8.7 | Ὅτι δὲ διὰ τὴν τῆς ὄψεως κίνησιν ἰλιγγιᾶν συμβαίνει φανερὸν ἐκ πολλῶν. Οἵ τε γὰρ πλέοντες θᾶττον καὶ μᾶλλον ἰλιγγιῶσιν ὅταν ἐμβλέπωσι τοῖς κύμασι καὶ τῇ τῶν * ὅλων ἄστρων κινήσει, διὸ καὶ ἐγ‐ | |
5 | καλύπτονται τοῦτ’ εὐλαβούμενοι· καὶ οἱ τὰς αἰώρας καὶ τοὺς τροχοὺς θεωροῦντες ἢ καὶ συμπεριφέροντες τὴν ὄψιν ταχὺ σκοτοῦνται· συμβαίνει γὰρ κινουμένην κύκλῳ τὴν ὄψιν κινεῖν τὰ ἐντὸς ἀνωμάλως καὶ ταράτ‐ τειν. | |
8.8 | Ἰλιγγιῶσι δὲ καὶ οἱ τὰ ὑψηλὰ καὶ τὰ μεγάλα καὶ ἀπότομα ἀποβλέποντες διὰ τὸ συμβαίνειν μακρὰν ἀποτεινομένην σείεσθαι καὶ κραδαίνεσθαι τὴν ὄψιν· σειομένη δὲ οὕτως καὶ κινουμένη ταράττει καὶ κινεῖ | |
5 | τὰ ἐντός. Ἀναβλέπουσι δ’ οὐ συμβαίνει τοῦτο διὰ τὸ μὴ [ὡς] ἀποτείνειν μακρὰν ἀλλ’ ἀποτέμνεσθαι ἐν τῷ φωτί. | |
8.9 | Γίνεται δ’ ἴλιγγος καὶ ὅταν εἰς τὸ αὐτὸ βλέπωσι καὶ ἐπατενίζωσιν. Ὃ καὶ ἐπαπορεῖται διὰ τί ποτε κινουμένης κύκλῳ τῆς ὄψεως καὶ ἠρεμούσης συμβαίνει τὸ αὐτὸ πάθος· ἄτοπον γὰρ τὸ ὑπ’ ἐναντίων. | |
5 | Αἴτιον δὲ τοῦ μὲν ἐν τῇ κυκλοφορίᾳ τὸ εἰρημένον, τοῦ δ’ ἐν τῇ ἐπιστάσει καὶ τῷ ἀτενισμῷ, διότι τὰ ἐν τῷ κινεῖσθαι σωζόμενα διίστησι καὶ ἡ στάσις· τῆς ὄψεως | |
δὲ στάσης, ἑνὸς μορίου, καὶ τἆλλα τὰ συνεχῆ ἐν τῷ ἐγκεφάλῳ ἵσταται· διιστάμενα δὲ καὶ χωριζόμενα τὰ | 402 | |
10 | βαρέα καταβαρύνει καὶ ποιεῖ τὸν ἴλιγγον. Τὰ γὰρ πεφυκότα κινεῖσθαι τήνδε τὴν κίνησιν σώζεται καὶ συμμένει διὰ ταύτην· εἰ δὲ μὴ, καθάπερ Ἡράκλειτός φησι, καὶ ὁ κυκεὼν διίσταται μὴ κινούμενος. | |
8.10 | Εἴη δ’ ἂν καὶ τῇ κυκλοφορίᾳ αὐτὸ τοῦτ’ ἀποδιδόναι· διίστησι γὰρ ἡ δίνη τά τε βαρέα καὶ κοῦφα δέον ἅμα εἶναι τὰ μὲν εἰς τὸ μέσον ἄγουσα τὰ δ’ εἰς τὸ ἔσχατον. Ποιεῖ δὲ καὶ τὸ κύπτειν ἰλίγγους διὰ τοῦτο· χωρίζεται | |
5 | γὰρ τὰ βαρέα καὶ ἐλαφρὰ, τὰ μὲν ἄνω τὰ δὲ κάτω· δεῖ δὲ ἅμα εἶναι καθάπερ ἐλέχθη. | |
8.11 | Ποιεῖ δὲ καὶ ἄλλη τις ἐναντίωσις ὡς δοκεῖ, οἷον ἡ τῆς ἐνδείας καὶ τῆς πληρώσεως· ἡ μὲν γὰρ ἔνδεια σύντηξιν ἡ δὲ πλη‐ σμονὴ περίττωσιν ἐποίησεν ὥστε πλήρεις γίνεσθαι | |
5 | τοὺς πόρους· ἀμφότερα γὰρ ταῦτα καταβαρύνει καὶ ἐφίστησι τὰς περιόδους, ὅπερ ἐστὶν ὁ ἴλιγγος· ἐπεὶ καὶ αἱ μέθαι καὶ αἱ φαρμακεῖαι καὶ ὅσα ἄλλα τούτοις πα‐ ραπλήσια διὰ τοῦτο ποιεῖ τοὺς ἰλίγγους. | |
8.12 | Ὅθεν καὶ τὸ σημεῖόν τινες ἐπ’ ἀμφοῖν κοινὸν λαμβάνουσιν· ὅταν γὰρ μὴ δύνηταί τις τοὺς στρωτῆρας ἢ (τὰς) δοκοὺς ἀριθμεῖν, τὸν μὲν οὔπω κεκαθάρθαι τὸν δὲ μεθύειν | |
5 | φασίν. Ἡ ὑγρότης γὰρ ἡ ἀλλοτρία ἐμπεπτωκυῖα ποιεῖ τὴν ταραχήν· διὸ καὶ ἐφ’ ὅσων ἄλλων συμβαίνει πνεύματος ἢ ὑγρότητος γίνεσθαι πλῆθος ἢ καὶ τῶν ὑπαρχόντων διάστασιν ἀπὸ πάντων συμβαίνει τοῦτο τὸ πάθος. | |
8.13 | Ἀνιστάμενοι δὲ μᾶλλον ἢ καθίζοντες ἰλιγγιῶσιν ὅτι ἠρεμούντων συνίσταται τὸ ὑγρὸν ἐν τῇ κεφαλῇ πλέον, ὅταν δὲ κινῶνται σφαλερὸν γίνεται καὶ εἰς ἓν μόριον ἀθρόον ἀποκλῖνον ποιεῖ τὸν ἴλιγγον. | |
9t | ΠΕΡΙ ΙΔΡΩΤΩΝ | |
9.1 | Ὁ ἱδρὼς πότερον ἐξ ὑγρότητος εὐθὺς ἐκκρινομένης γίνεται ἢ πνεύματος συμφύτου διιόντος διὰ τῆς σαρκὸς εἴ γ’ ἔξω πήγνυται καὶ συνίσταται καταψυχόμενος, ἕτερος ἔστω ἐν ἄλλοις λόγος. Διότι δὲ ἁλμυρὸς ἢ ὀξὺς | |
5 | ἢ κακώδης ἢ τὰς ἄλλας ἔχων διαφορὰς νῦν πειρατέον θεωρεῖν. | |
9.2 | Ἁλμυρὸς μὲν οὖν γίνεται διότι τὸ ἀλλό‐ τριον ἐκκρίνεται, πρὸς φύσιν τῆς σαρκὸς ἐξανηλωμένου τοῦ γλυκυτάτου καὶ κουφοτάτου· τὸ γὰρ τοιοῦτον ἐν μὲν τῇ ὑποστάσει τῇ κατὰ τὴν κύστιν οὖρον, ἐν δὲ τῇ | |
5 | σαρκὶ ἱδρὼς καλεῖται· πλὴν ὅτι συμβαίνει τὸ μὲν αὐ‐ τομάτως καὶ οἷον αὐτῆς τῆς φύσεως ἐργαζομένης ὑφί‐ στασθαι, τὸν ἱδρῶτα δ’ ἐκκρίνεσθαι διὰ τὴν κίνησιν ἢ πόνον ἢ ἁπλῶς τὴν τοῦ θερμοῦ καὶ πνεύματος δύναμιν, διὸ καὶ τὸ μὲν ἀεὶ τὸ δ’ οὐκ ἀεί. Συνεχὴς δ’ οὐχ | |
10 | ἧττον ἡ τοῦ πνεύματος ἔκκρισις, ἄφαντος δὲ τῇ αἰσθήσει καθάπερ ἀτμίζοντος ἀεὶ τοῦ σώματος. | |
9.3 | Ἁλμυρὸς δὲ ὅτι ἄπεπτος, τὸ δὲ πεπεμμένον γλυκὺ, τὸ δ’ ἐπι‐ πολῆς ὑδατῶδες ὥσπερ τὸ φλέγμα καὶ δάκρυον. Τάχα δὲ ταῦτα μὲν εὐλόγως, τὸ μὲν ὅτι ἀπὸ τῆς τροφῆς, τὸ δ’ | |
5 | ὅτι ἀπὸ τῶν περὶ τὸν ἐγκέφαλον. Ὁ δ’ ἱδρὼς κα‐ θάπερ ἐκ σαρκὸς καὶ φλεβὸς ἐν οἷς ἤδη μεταβολὴ τῆς τροφῆς, καὶ τύπῳ τοιαύτη καὶ οὕτως ὥσπερ κατὰ τὸν ἐγκέφαλον. Ἐπεὶ καὶ ἐνταῦθ’ ὅταν ἐκ συντήξεως (ἢ) ἄλλου τινὸς πάθους (γένηται) ἁλμυρὸν τὸ πτύελον καὶ | 403 |
10 | τὸ δάκρυον. | |
9.4 | Ἢ τούτῳ μὲν μαρτυρεῖ τῷ λόγῳ τὸ πρότερον ὅτι ἱδρὼς πᾶς ἁλμυρός. Εἰ δὲ πορρωτέρωθεν ἁλυκώτερος * οὗτος δὲ μᾶλλον τῇ προσφύσει δόξειεν, οὐκ ἂν τοῦ ἀλυσιτελοῦς ἡ ἔκκρισις εἴη. Τὸ δὲ ἁλμυρὸν | |
5 | πᾶν ἀλλότριον. Ὑπὲρ μὲν οὖν τούτων σκεπτέον· ἔοικε γὰρ ὁ μέν τις τοιοῦτος, ὁ δ’ οὐ τοιοῦτος εἶναι τῶν ἱδρώτων. | |
9.5 | Ἢ τό γε μᾶλλον καὶ ἧττον φανερῶς. Ἀκόλουθον δέ πως τούτοις ἐστὶ καὶ αἰτίας σχεδὸν τῆς αὐτῆς [καὶ] ὅτι ὁ μὲν κακώδης ὁ δ’ ἄοσμος ἐνίοις δ’ ὀξὺς τῇ ὀσμῇ, καὶ ἄλλοι δὲ τρόποι τῆς κακωδίας· ἅπτονται | |
5 | γὰρ ταῦτα ὡς γένει λαβεῖν ἀπεψίας. Τῆς δ’ ἀπεψίας ὁτὲ μὲν ἀκαθαρσίᾳ τῆς κοιλίας, ὁτὲ δὲ ὅλως καχεξία τις αἰτία. Πολλάκις δὲ καὶ βρωμάτων τινὲς προσ‐ φοραί· καὶ γὰρ ταῦτα ποιεῖ τινὰ δυσωδίαν ὥσπερ καὶ τὸ πήγανόν φασι. | |
9.6 | Τάχα δὴ ταῦτα μὲν ὡς συμβαλλόμενα θετέον, τὴν δ’ αἰτίαν τοῖς πρότερον ἀπο‐ δοτέον καί τι ἂν τῇ ὅλῃ τοῦ σώματος κράσει· πολλοὶ γὰρ τῶν γυμναζομένων καὶ δοκούντων εὖ ἔχειν βαρεῖς | |
5 | καὶ κακώδεις τοῖς ἱδρῶσιν· ἐπεὶ ὅτι γε τῇ καχεξίᾳ πολ‐ λαχόθεν φανερὸν, ἔκ τε τῶν καμνόντων καὶ ἐκ τῶν ἀφροδισιαζόντων πλείω ἕξιν ἐχόντων ἤδη καὶ τῶν θε‐ ραπευτῶν ἤδη ὅλως. | |
9.7 | Ἄτοπον δ’ ἂν δόξειε τοῦτο εἶναι καὶ ἐναντίωσίν τιν’ ἔχον πρὸς ταῦτα καὶ πρὸς τὸ καθόλου λεχθὲν, ὅτι οἱ περὶ ἥβην μάλιστα κακώδεις τοῖς ἱδρῶσι, προϊούσης δὲ τῆς ἡλικίας ἧττον, καὶ οἱ | |
5 | γέροντες οὐδαμῶς· * ἀλλ’ ἡ βαρύτης τοῦ χρώματος. Καίτοι πεπτικωτάτη ἡ ἡλικία τῶν ἐν ἥβῃ· σημεῖον δὲ τὸ τῆς αὐξήσεως· ἡ δὲ τῶν πρεσβυτέρων ἧττον· τῶν δ’ ἤδη γερόντων παντελῶς. | |
9.8 | Αἴτιον δ’ ὅτι πρὸς τὰ ἀφροδίσια μάλιστ’ ἐν ὁρμῇ οἱ ἐν ἥβῃ καὶ τῶν πόρων ἄνοιξις καὶ μεταβολὴ, πάντα δὲ ταῦτα σύνεργα πρὸς κακωδίαν· ἡ δὲ τῶν πρεσβυτέρων ... οἷά τις ἕξις ἤδη | |
5 | καὶ μένουσα· ἡ δὲ τῶν γερόντων διὰ μανότητα καὶ εὔπνοιαν ... διὸ καὶ οὐδὲ περιττωματική· ἅμα δὲ καὶ εὔπνουν (ἔχουσι τὸ σῶμα καὶ) ἀπερίττωτον οὐδ(ὲν ἐκ‐ κρίν)εται τοιοῦτον ἀφ’ οὗ γίγνοιτ’ ἂν τὸ κακῶδες. | |
9.9 | Ἐπεὶ καὶ διὰ τοῦτο καὶ ἐκ τῆς κεφαλῆς ἄοσμος ἢ ἧττόν γε τοῦ ἐκ τοῦ σώματος ὅτι εὔπνους ἡ κεφαλή· δηλοῖ δὲ ἡ τῶν τριχῶν ἔκφυσις τὴν μανότητα. Δυσ‐ ώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς ὅσα μὴ εὔπνοα· | |
5 | σήπεται γὰρ, ἡ δὲ κακωδία σῆψίς τις. Διὸ ὁ ἐκ τῶν μασχαλῶν ἱδρὼς καὶ ὅλως ὁ ἐκ τῶν κοίλων κακωδέ‐ στατος· καίτοι μανοί γε οἱ τόποι, ἀλλ’ ἡ κατάπνιξις καὶ ἡ κοιλία ποιεῖ τὴν κακωδίαν. Ταὐτὸ δὲ πέπονθεν ὁ τόπος ὁ τοιοῦτος καὶ ὅλον τὸ σῶμα πρὸς τὴν κακω‐ | |
10 | δίαν· ἀπεψία γὰρ κἀκεῖ γίνεται. | |
9.10 | Τὴν δὲ διὰ τὸ πήγανον κακωδίαν καὶ ὑπὸ μύρων ἐνίων ὅταν ἀνα‐ διδῶσι, καὶ γὰρ τοῦτο συμβαίνει, λεκτέον· ὑπὲρ ὧν ... γίγνεται δὲ καὶ ὁ μὲν θερμὸς, ὁ δὲ ψυχρὸς ἱδρὼς, ὁ | |
5 | μὲν ὥσπερ πεπεμμένος, ὁ δ’ ἄπεπτος. Ἡ δ’ ἀπεψία διαφέρει τῆς εἰς τὴν κακωδίαν· αὕτη μὲν γὰρ ἔοικε κατεργασίᾳ τινὶ καὶ μεταβολῇ τῆς ὑγρότητος, ἐκείνη δὲ μεταβολῇ μέν τινι καὶ ἀλλοιώσει οὐ φυσικῇ δὲ οὐδὲ κατακεκρατημένῃ ... καθάπερ οὐδὲ τὰ τῆς κοιλίας | 404 |
10 | περιττώματα δυσώδη. | |
9.11 | Διότιμος δ’ ἔλεγεν ὁ γυ‐ μναστὴς ὅτι τρεῖς τινὲς διαφοραὶ τῶν ἱδρώτων εἰσὶν ἀρχομένων τε καὶ μεσούντων καὶ ληγόντων· αὗται μὲν οὖν αἱ διαφοραὶ γίγνονται τῇ τε τῶν πόνων ἐπιτάσει | |
5 | καὶ τῇ τοῦ σώματος ἀλλοιώσει. Δῆλον γὰρ ὡς ἀπὸ τῆς ἀνομοίας διαθέσεως ἀνόμοιον καὶ τὸ αἴτιον· ἐπεὶ καὶ λεπτότης τις καὶ παχύτης ἐστὶν ἐν τοῖς ἱδρῶσιν· ὁ μὲν γὰρ ἐπιπολαῖος καὶ πρῶτος ὑδατώδης τις καὶ λεπτὸς, ὁ δ’ ἐκ βάθους μᾶλλον βαρύτερος ὥσπερ συν‐ | |
10 | τηκομένης τῆς σαρκός. | |
9.12 | Ἤδη δέ τινές φασι καὶ αἵματι εἰκάσθαι, καθάπερ Μονᾶς ἔλεγεν ὁ ἰατρὸς, δῆλον ὡς ἐπισπασθείσης πλείονος ὑγρότητος ἐκ τῶν φλεβῶν, ἀπέπτου δὲ, ὥσπερ ἀνακεχρωσμένης ταύτης· ἐνίοτε | |
5 | γὰρ καὶ αὐτὸ τὸ αἷμα γίνεται ἄπεπτον. Ἁπλῶς δὲ τοῦτό γε ὥσπερ πολλάκις εἴρηται καὶ ἐπὶ πάντων ἐστὶν ἀληθὲς ὅτι κατὰ τὰς ἕξεις τῶν σωμάτων ἡ ἔκκρισις ἀεὶ τῶν περιττωμάτων γίγνεται. | |
9.13 | Ἐπεὶ διὰ τοῦτο ἔνιοι ὅταν πλείω πονήσωσιν ἕλκη ἔχουσι· διὰ γὰρ τὴν ἀκαθαρσίαν τοῦ σώματος ἡ κίνησις προσοῦσα καὶ θερ‐ μαίνουσα συνεξικμάζει τὰ περιττώματα μετὰ τοῦ | |
5 | ἱδρῶτος ἅπερ ἐνίοτε παχέα ὄντα καὶ χυλοὺς ἔχοντα μοχθηροὺς, οἷον ὀξεῖς καὶ ἁλμυροὺς καὶ πικροὺς, ἐκ‐ κρίνεσθαι μὲν οὐ δύναται διὰ τὸ πάχος, ἐξαίρεται δὲ καὶ ἐξελκοῖ τὴν σάρκα διὰ τὴν πικρότητα τοῦ χυλοῦ. | |
9.14 | Παραπλήσιον δὲ τρόπον τινὰ τούτῳ καὶ τὸ περὶ τὴν ψώραν καὶ τοὺς λειχῆνας καὶ λέπραν καὶ ὅλως ὅσα ἐκφύματα γίγνεται· καὶ γὰρ ἐν τούτοις ἀπέπτου τινὸς χυλοῦ καὶ περιττώματος ἔκκρισις τὸ ἐπιπολῆς | |
5 | ἐστὶν ὧν πειρῶνται καθάρσει κατ’ ἄλλον τόπον ἀντι‐ σπῶντες καὶ ἀντικαθιστάντες παῦλάν τινα ποιεῖν. Ἀλλὰ περὶ μὲν τούτων καὶ πόσα καὶ ποῖα καὶ τί δια‐ φέροντα καθ’ αὑτὰ χρὴ θεωρεῖν. | |
9.15 | Ὅτι δὲ διὰ κα‐ χεξίαν τινὰ καὶ ἡ τῶν τοιούτων ἔκκρισις φανερὸν ἐκ τῶν εἰρημένων· οὐ γὰρ ὅτι ταῦτα πόνου προσδεῖται καὶ τῆς ἔξωθεν κινήσεως ἀλλὰ τὰ μὲν αὐτῶν διωθεῖται | |
5 | ὑπὸ τῶν κρατούντων· συμβαίνει γὰρ τὰ μὲν τῇ ὥρᾳ κρινόμενα τὰ δὲ τῇ κινήσει καὶ τῇ ἐκ ταύτης θερμότητι ποιεῖσθαι τὴν ἔκκρισιν, τὰ δ’ ἤδη διὰ πλῆθος ἀπέπτων ἢ τοῦ αἰτίου γέ τι χυλοῦ καθ’ ἕκαστον. Ὅτι δὲ κι‐ νήσεις καὶ οἱ πόνοι ποιοῦσιν ἐνίοις τὰ τοιαῦτα φανερὸν | |
10 | καὶ ἐκ τῶν ἐνοδίων καλουμένων, ἃ γίνεται πολλοῖς ὅταν εἰς ὁδὸν ἐμπέσωσι, μάλιστα μὲν ἐπὶ τοὺς μηροὺς ὁτὲ δὲ καὶ ἐπὶ πλεῖον· ἔστι δὲ οἷς καὶ αἱ κνῆμαι πα‐ ραπίμπρανται. | |
9.16 | Πρὸς ἅπαντα δὲ τοιαῦτα συμ‐ φέρει τὸ μὴ ἐρεθίζειν μηδὲ κινεῖν ἀλλ’ ἐᾶν ἀποκατα‐ στῆναι· συνεκκαλεῖσθαι γάρ ἐστι κινοῦντα τὴν ὁρμὴν, ὅπερ καὶ πρὸς τὰ ἐξαιρόμενα συμβαίνει. Πολλάκις | |
5 | γὰρ διὰ τὴν ἁλμυρίδα τὴν ἀπὸ τοῦ ἱδρῶτος γινομένην ἐρεθισμῷ τινὶ κνησμώδει καὶ ἐπάρσεις τινὲς ἰονθώδεις | |
γίνονται πρὸς ἃς οὐ συμφέρει τὸ κινεῖν οὔτε * ταύτῃ ποιούμενον τὴν ἔκκρισιν οὔτε δριμύτητι χυλῶν οἷον ὀξεῖ καὶ στρυφνῷ καὶ ἁλυκῷ κατέχειν πειρώμενον οὐδὲ | 405 | |
10 | θερμολουσίᾳ ἢ ψυχρολουσίᾳ χρώμενον ἀλλὰ πυριάσει χλιαρῇ μὴ πολλῇ. Καθίστησι γὰρ αὕτη μάλιστα τἆλλα δὲ ἐρεθίζει καὶ κινεῖ. | |
9.17 | Ταῦτα μὲν οὖν ὥσπερ εἴρηται διὰ καχεξίαν καὶ δι’ ὑπερβολὴν ἐνίοτε πόνων γίνεται· καὶ γὰρ ἐνταῦθα συμμετρία τίς ἐστι τῆς ἐκκρίσεως ὥσπερ καὶ κατὰ τοὺς ἄλλους πόνους. | |
5 | Οἱ δ’ ἄγαν ἐνδιδόντες ἑαυτοὺς ὥσπερ συντήκουσι τοῦτο ποιοῦσιν, ὡς Ἀντιφάνης ὁ Δήλιος καὶ Ὑριάδας. | |
9.18 | Διὰ τί δ’ οἱ παῖδες δυσιδρῶτες τῶν ἀνδρῶν μᾶλλον καὶ μάλιστα δὴ τὰ παιδία καίπερ θερμὰ τὴν φύσιν ὄντα καὶ ὑγρὰ καὶ τοῦ ἱδρῶτος ἐκ τούτων πως γινο‐ μένου τήνδε τὴν αἰτίαν ὑποληπτέον, ὅτι πυκνὸς ὁ χρὼς | |
5 | τῶν παίδων, πυκνότατος δ’ ὁ τῶν παιδίων, ὥσπερ συγ‐ κεκλειμένους ἔχων τοὺς πόρους. | |
9.19 | Ἔτι δὲ ἡ θερ‐ μότης ἐπικρατοῦσα πέττει διὰ τὴν αὔξησιν· ἐὰν δέ τι καὶ γίνηται περίττωμα τοῦτο ἐκκρίνεται κατὰ κοιλίαν· εὔρους γὰρ καὶ ὡς ἐπίπαν ὑγροτέρα ἡ τῶν παιδίων, | |
5 | οἱ δὲ γέροντες μανόχροοι μὲν, ἀλλὰ ξηροί. Δεῖ δὲ τῷ ἱδρῶτι καθάπερ ὕλην τινὰ ὑπάρχειν τὸ ὑγρόν· ἄλλως τε καὶ αὐτὸ τὸ εὔπνουν καὶ μανὸν ἱκανὴν ποιεῖ τὴν ἔκκρισιν ἀεί τε συνεχὲς ὂν καὶ μὴ πολλῶν ἐνυπαρχόν‐ των (τῶν ὑγρῶν). Ὥστε πλείων ἡ ξηρότης καὶ τὸ | |
10 | μὴ εὔϊδρον· ἢ γὰρ κατ’ ἄλλον τρόπον ἀπέρασις ἢ κατὰ τὸν αὐτὸν, ἑκατέρα δὲ κωλύει τοὺς ἱδρῶτας. | |
9.20 | Διὰ τοῦτο γὰρ καὶ ὧν αἱ κοιλίαι ὑγραὶ καὶ οἷς εἰς κύστιν ἡ ἐπίρροια πλείων δυσίδρωτες ὅτι πᾶν τὸ ὑγρὸν ἐν‐ ταῦθ’ ὥρμηκεν· οἷς δὲ πάλιν ἐπίσχεται τὸ τῆς κοιλίας | |
5 | καὶ κύστεως οὗτοι δὲ εὐΐδρωτες μᾶλλον. Ἡ γὰρ ἐν‐ ταῦθα μεριζομένη περίττωσις ἀναφέρεται πρὸς τὰς σάρκας καὶ εἰς τοὺς ἄνω τόπους· ἐπεὶ καὶ ἀπέπτων τῶν σιτίων ὄντων καὶ ἀγρυπνήσαντες εὐΐδρωτες μᾶλλον, ὅτι συμβαίνει τὴν πέψιν διαμερίζειν τὴν ὑγρότητα | |
10 | καὶ τὸν ὕπνον ἐκπέττειν· ἐκ ξηροῦ δ’ οὐκ ἔστιν ἱδρώς. | |
9.21 | Ἄτοπον δ’ ἂν ἐκεῖνο δόξειε καὶ ὥσπερ ὑπεναντίον εἰ οἱ γυμναζόμενοι καὶ εὖ ἔχοντες εὐΐδρωτες καὶ πάλιν οἱ ἀγύμναστοι καὶ κακῶς ἔχοντες καὶ οἱ πεπεμμένην τε καὶ οἱ ἄπεπτον ἔχοντες τὴν τροφήν. Οὐκ ἔστι δ’ | |
5 | ἄτοπον· οἱ γὰρ γεγυμνασμένοι τῷ μανὰ τὰ σώματα καὶ ἀνεῳγμένους ἔχειν τοὺς πόρους, ἔτι δὲ (τῷ συνή‐ θεις εἶναι πρὸς) τοὺς ἱδρῶτας (εὐΐδρωτες). | |
9.22 | Διὰ τοῦτο γὰρ καὶ οἱ μὴ χρονίως ποιούμενοι τὰς ἀφιδρώ‐ σεις εὐΐδρωτες ὅτι τῶν μὲν ἀνεῳγμένοι τῶν δὲ συμμε‐ μυκότες οἱ πόροι διὰ τὸ μὴ χρῆσθαι. Συμβαίνει δὲ | |
5 | τοῦτο καταπεπεμμένης τῆς τροφῆς διὰ τὴν αὐτὴν αἰ‐ τίαν· οἱ δὲ κακῶς ἔχοντες καὶ μὴ πεπεμμένην τὴν τροφὴν τῷ πλήθει τῆς ὑγρότητος εὐΐδρωτες, διότι οὔτ’ ἀπὸ τῶν αὐτῶν οὔθ’ ὡσαύτως. Ἀλλ’ ἐκεῖνοι μὲν μετὰ πόνου καὶ ἀεὶ τὸ σύμμετρον ἀφαιροῦντες οὗτοι δὲ καὶ | |
10 | αὐτομάτως καὶ ὡς ἂν τύχῃ καὶ τὸ ὅλον ἀεὶ περιττώ‐ ματος ἔχοντες πλῆθος. | |
9.23 | Δοκοῦσι δέ τινες καὶ ἐν τῷ χειμῶνι μᾶλλον εὐΐδρωτες ἢ ἐν τῷ θέρει εἶναι μὴ τὰς | |
ὑπερβολὰς ἑκατέρου λαμβανόντων οἷον ψύχους τε καὶ καύματος, —ἡ μὲν γὰρ οἷον ῥῖγος ἂν ποιήσειεν, | 406 | |
5 | ἡ δὲ τοῦ καύματος σύντηξιν, —ἀλλὰ τὸ μέσον ἐν ἑκα‐ τέρῳ. Τὴν δ’ αἰτίαν ταύτην ὑποληπτέον, εἴπερ ἀληθὲς, ὅτι ἡ μὲν ξηρὰ τῶν ὑγρῶν, ἡ δὲ ψυχρὰ ἀντι‐ περίστασίν τινα τοῦ θερμοῦ (ποιεῖ) καὶ κατάστασιν. Ὁ δὲ ἱδρὼς ἐξ ἀμφοῖν τοῦ μὲν ὡς ποιοῦντος τοῦ δὲ ὡς | |
10 | πάσχοντος. Ἔτι δὲ τοῦ θέρους καὶ διαιτήσονται τὸ πολὺ τοῦ ὑγροῦ. | |
9.24 | Διότι δὲ καὶ (τὰ) ἄνω μᾶλλον ἱδρῶσι τρόπον τινὰ φανερόν· καὶ γὰρ τὸ ὑγρὸν καὶ τὸ πνεῦμα καὶ τὸ θερμὸν ἐνταῦθα μᾶλλον, ἐξ ὧν καὶ δι’ ὧν ὁ ἱδρώς. | |
9.25 | Καὶ ὅτι οὐ πονοῦντες ἀλλ’ ὅταν παύσωνται μᾶλλον ἱδρῶσι οὐδὲ συντείνοντες οὐδὲ κα‐ τέχοντες τὸ πνεῦμα, ἀλλ’ ὅταν ἀνῶσιν, ἐν τούτοις ἡ αἰτία· πονούντων μὲν γὰρ ὑπὸ πνεύματος αἱ φλέβες | |
5 | ἐμφυσώμεναι συμμύειν ποιοῦσι τοὺς πόρους, παυσα‐ μένων δὲ συνίζουσιν, ὥστε δι’ εὐρυτέρων καθάπερ ἀνεῳγμένων μᾶλλον ἐξέρχεται τὸ ὑγρόν. Καὶ ἡ κάθε‐ ξις δὲ τοῦ πνεύματος πληροῖ τὰς φλέβας ὥστε κω‐ λύει ἐξιέναι καθάπερ τὸ ὕδωρ· τὸ ἐκ τῶν κλεψύδρων | |
10 | ὅταν γε πλήρεις οὔσας τις ἐπιλάβῃ, ὅταν δ’ ἀφεθῇ τότ’ ἐξέρχεται μηδενὸς ἐμφράττοντος. | |
9.26 | Ἔπειτα δὲ ἡ ἀπό‐ κρισις ἡ ὑπὸ τῆς θερμότητος γινομένη τοῦ ὑγροῦ πνεύ‐ ματος διὰ τῶν πόρων ἐξάγεται πρὸς τὸ ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν ἥ τε θερμότης ἅμα λήγει καὶ ἐκ | |
5 | τοῦ πνεύματος ἀποψυχομένου γίνεται ὑγρότης ὁ κα‐ λούμενος ἱδρὼς, ὥστε καὶ πλεῖον καὶ ῥᾷον ἐκπίπτειν. | |
9.27 | Μετὰ δὲ τοὺς δρόμους καὶ τοὺς πόνους ἐν τῇ σκιᾷ μᾶλλον ἱδροῦσιν ἢ ἐν τῷ ἡλίῳ διὰ τὸ τὸν ἥλιον ἀνα‐ ξηραίνειν καὶ πυκνοῦν τοὺς πόρους· ὅλως γὰρ οὔτε πολὺ τὸ θερμὸν ἄγαν οὔτε ὀλίγον δεῖ τὸ ἐκτὸς εἶναι· | |
5 | τὸ μὲν γὰρ οὐ κινεῖ τὸ δ’ ἀναξηραίνει. | |
9.28 | Διὸ καὶ εἴ τις ἄγαν ἐγγὺς ἵσταται τοῦ πυρὸς ἧττον ἂν ἰδίσειεν, καὶ ἐν τοῖς ἀλειπτηρίοις ἐὰν μὲν εὐθὺς ποιήσῃ τις πολὺ πῦρ ἧττον ἱδρώσειεν, ἐὰν δ’ ὕστερον εἰσενέγκῃ μᾶλλον· | |
5 | προοδοποιουμένου μὲν γὰρ καὶ παρορμῶντος τοῦ σώ‐ ματος συνερχεῖ καὶ τὸ ἐπεισελθὸν, ἐκεῖνο δ’ οὐ δύναται τὸ πλεῖον δι’ ἀσθένειαν. | |
9.29 | Ταὐτὸ δέ πως καὶ τοῖς διῃρημένοις καὶ ὅτι τρέχοντες ἧττον ἱδρῶσιν ἢ παυσά‐ μενοι· τὸ μὲν γὰρ ἥ τε τοῦ πνεύματος κάθεξις καὶ ἡ τοῦ ἀέρος κίνησις κωλύει· ποιεῖ μὲν γὰρ οἷον ... μον | |
5 | αὐτὸς αὑτῷ. Παυσαμένου δὲ καὶ στάντος ἀμφότερα θήγει καὶ οὐθὲν κωλύει· | |
9.30 | οἱ δὲ τὰ κάτω μέρη τοῦ σώματος θερμῷ ὕδατι ἐμβαλόντες οὐχ ἱδρῶσιν ὅτι κω‐ λύει τὸ ὕδωρ τὴν τῆξιν· ὁ δὲ ἱδρὼς τῆξίς τίς ἐστι τῶν οἷον κακῶς προσῳκοδομημένων ταῖς σαρξὶν ὅταν ἐκ‐ | |
5 | κρίνηται διὰ τὸ θερμόν. | |
9.31 | Οἱ δὲ γυμναζόμενοι διαλιπόντες τὸ τρέχειν ἢ παλαίειν μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς, ὅτι συναθροίζεται διαπαυομένων ἡ ὑγρότης. Εἶτα ταύτην ἐξάγει ὕστερον ἡ πάλη καὶ ὁ | |
5 | δρόμος· ἡ δὲ συνεχὴς ἀναξηραίνει καθάπερ ὁ ἥλιος καὶ τὰ πνεύματα. | |
9.32 | Διότι μᾶλλον ἱδροῦσι τὰ ὄπι‐ σθεν τῶν ἔμπροσθεν, καίτοι θερμότης καὶ ὑγρότης πλείων ἐν τοῖς ἔμπροσθεν ... ὅτι διά τε τὴν πάλην | |
καὶ τὴν τρίψιν ἧττον κωλύεται καὶ διάτασις ἐκ τῶν | 407 | |
5 | ἄνω μᾶλλον· ὅτι ὅπου πόνος ἐνταῦθα καὶ ἱδρώς. Ἅμα δὲ καὶ ἡ διάτασις τοῦ πνεύματος ἐξωθεῖ μᾶλλον, ὥσθ’ ὅταν ἀνεθῇ πλεῖον καὶ ἀθροωτέρως ἐκεῖθεν. | |
9.33 | Τὸ δὲ πρόσωπον μάλισθ’ ἱδρῶσιν ἀσαρκότερον ὂν καὶ ἥκιστα πονοῦν ὅτι καὶ ἡ κεφαλὴ ὑγρὰ καὶ μανή· ὑγρό‐ τητος δὲ καὶ μανότητος ἄλλα τε πολλὰ σημεῖα καὶ ὁ ἐγκέφαλος καὶ ἡ τριχῶν ἔκφυσις, ὁ μὲν τὸ ὑγρὸν αἱ δὲ | |
5 | τὸ μανὸν ἀποδηλοῦσαι, διὸ καὶ πρῶτον καὶ μάλισθ’ ἱδρῶσι τὸ μετῶπον· τοῦτο γὰρ ὑπὸ τὸν ἐγκέφαλον. Ἔτι δ’ ἡ τοῦ πνεύματος κάθεξις διατείνεταί πως εἰς τὴν κεφαλήν. | |
9.34 | Ὅτι δὲ τὰς χεῖρας τρίβοντες μά‐ λισθ’ ἱδροῦσιν ἂν τἆλλα ὁμοιοσχημονῶσιν κατὰ συμ‐ βεβηκός πως τὴν αἰτίαν ληπτέον. Ἰσχύουσι γὰρ μάλιστα τῷ τόπῳ· τὸ γὰρ πνεῦμα τούτῳ κατέχουσι | |
5 | τῷ ἐγγυτάτῳ τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον ἰσχύουσιν· οὕτω δ’ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέ‐ χουσιν. Εἶτα καὶ τῇ χειρὶ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο τι μέρος τριβώμεθα· τῇ γὰρ κα‐ θέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ | |
10 | τρίβοντες (διὸ καὶ) μᾶλλον ἱδροῦμεν. | |
9.35 | Καὶ ὅταν τοὺς πόδας καὶ τὰς κνήμας ἐν τῷ ὕδατι ἔχωσιν (ἧττον ἱδροῦσιν) ἢ ὅταν τὸ ἄλλο σῶμα διὰ τὰ προειρημένα· κωλύει γὰρ τὸ ὕδωρ τὸν ἱδρῶτα ... καὶ ὅτι διαθερ‐ | |
5 | μαινομένων τούτων καὶ τὰ ἄνω συνθερμαίνεται· οἱ δ’ ἱδρῶτες ὅπου θερμὸν καὶ ὑγρόν. | |
9.36 | Ἄτοπον δ’ ὅτι οἱ ἀγωνιῶντες τοὺς πόδας ἱδρῶσι, τὸ δὲ πρόσωπον οὔ. Καίτοι μᾶλλον εὔλογον τὸ μάλισθ’ ἱδρωτικὸν καὶ μὴ τὸ ἥκιστα. Τὸ δ’ αἴτιον ὅτι ἡ ἀγωνία ἐστὶν οὐ μετά‐ | |
5 | στασις θερμότητος ὥσπερ ἐν τοῖς φόβοις, ἀλλὰ μᾶλλον αὔξησις καθάπερ ἐν τῷ θυμῷ· καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ περὶ (τὴν) καρδίαν θερμοῦ· καὶ ἀγωνιῶντες δὲ οὐ διὰ φόβον τοῦτο πάσχουσιν ἀλλὰ διὰ τὸ μᾶλλον ἐκθερ‐ μαίνεσθαι. | |
9.37 | (Διὸ τὸ μὲν πρόσωπον ἐξέρυθροι γί‐ νονται,) ξηραίνει γὰρ ἡ θερμότης ἐπιπολάζουσα (τὸ ἐν τῷ προσώπῳ ὑγρὸν) τὸ δ’ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττω μὲν εἶναι ὥστε ξηρᾶναι πλείω δὲ τῆς ἐμφύτου | |
5 | καὶ προϋπαρχούσης. | |
9.38 | Ἐνίοις δ’ ἱδροῦσιν ἂν ψυ‐ χθῶσιν ἢ πνεύματι ἢ ὕδατι συμβαίνει ναυτιᾶν οὐκ ἀλόγως· καὶ ὅτι τὸ ὑγρὸν ψυχθὲν ἀθρόον ἔστη πρότερον οὐκ ἠρεμοῦν, καὶ ὅτι τὸ πνεῦμα τὸ διιὸν ἔξω καὶ γινό‐ | |
5 | μενον (ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο καὶ) προσπεσὸν τῷ ἀναπνευ‐ στικῷ τόπῳ ποιεῖ τὴν ναυτίαν. | |
9.39 | Οἱ δ’ ἐν ἱματίῳ δρόμοι καὶ ἱδρῶτες καὶ ἐλαίου ἀλείψεις εἰς ἱμάτιον ἄχρους ποιοῦσι διότι ἡ εὔχροια γίνεται δι’ εὔπνοιαν, ἡ δ’ ἄχροια διὰ τὴν κατάπνιξιν· συνθερμαινόμενον γὰρ | |
5 | καὶ μὴ διαψυχόμενον τὸ ἐπιπολῆς ὑγρὸν ἄχροιαν ποιεῖ. Τοῦτο δὲ συμβαίνει καὶ ἐκ τῶν δρόμων καὶ ἐκ τῆς ὑπαλείψεως· οἱ δὲ γυμνοὶ δρόμοι διὰ τοὐναντίον εὔ‐ χροιαν· καταψύχει γὰρ ὁ ἀὴρ τὰς συνισταμένας ἐκκρί‐ σεις καὶ διαπνεῖ. | |
9.40 | Ἐν δὲ τοῖς ὕπνοις οἱ ἱδρῶτες μᾶλλον ἢ ἐγρηγορόσιν ὅτι ὑγρότατα καὶ θερμότατα πάντα διὰ τὴν ἀντιπερίστασιν· ἐξ ἀμφοῖν δὲ τούτοιν | |
ἱδρὼς ὥσπερ εἴρηται πολλάκις. | 408 | |
10t | ΠΕΡΙ ΛΕΙΠΟΨΥΧΙΑΣ | |
10.1 | Ὅτι ἡ λειποψυχία στέρησις ἢ κατάψυξις τοῦ θερ‐ μοῦ περὶ τὸν ἀναπνευστικὸν τόπον· τοῦτο δὲ συμβαί‐ νει ἢ ὑπὸ τοῦ ψυχροῦ ἢ καὶ ὑπ’ αὐτοῦ τοῦ θερμοῦ· τὸ γὰρ πλέον πῦρ ἀναιρεῖ τὸ ἔλαττον· μαρτυρεῖ δὲ | |
5 | καὶ ἡ πεῖρα· ὑπὸ γὰρ πνίγους ἢ ἄλλης θέρμης καὶ μάλιστα πολλῆς, ἀθρόον τούτων προσπεσόντων ἡμῖν ἐκλυόμεθα καὶ λειποθυμοῦμεν· καταμαραίνεται γὰρ τὸ ἐν ἡμῖν (θερμὸν) κατάψυξιν οὐ λαμβάνον. | |
10.2 | Τάχα δὲ καὶ τὴν ἀναπνοὴν ὅλως τὸ πνῖγος κωλύει, ὅθεν καὶ πνῖγος ὠνομάσθη· πνίγεται γὰρ ἢ καὶ πνιγο‐ μένῳ ὅμοιός ἐστιν ὁ μὴ δυνάμενος ἀναπνεῖν. Μαρτυ‐ ρεῖ δὲ καὶ ἡ διὰ τῶν λουτρῶν καὶ πυριάσεων ἔκλυσις· | |
5 | δῆλον γὰρ ὡς αἱ τοιαῦται ἐκλύσεις τῷ θερμῷ καὶ διὰ τὸ θερμὸν γίνονται μαραίνοντος τοῦ ἔξωθεν θερμοῦ τὸ ἐν ἡμῖν σύμφυτον. | |
10.3 | Γίνεται δὲ λειποψυχία καὶ τῶν ἐν οἷς πέφυκεν ἡ θερμότης ἐκλιπόντων οἷον αἵμα‐ τος ἢ τῆς φυσικῆς ἁπλῶς ὑγρότητος, ὥσπερ ἐν ταῖς αἱμορραγίαις καὶ ἐν ταῖς τῆς γαστρὸς φοραῖς ὁρῶμεν | |
5 | λειποψυχοῦντας. Καὶ διὰ πόνους δὲ γίνονται ἐκλύ‐ σεις. | |
10.4 | Ὅτι τὸ πλέον θερμὸν λειποψυχίαν ποιεῖ καὶ ὡς μαραῖνον τὸ ἔλαττον καὶ ὡς κωλύον τὴν ἀνα‐ πνοὴν καὶ ἔτι ὡς μὴ παραχωροῦν τῇ καταψύξει εἴσοδον. Ὅτι διὰ τοῦτο ὡς ἐπὶ τὸ πολὺ λουόμενοι μὲν οὐ λει‐ | |
5 | ποψυχοῦσι παυσάμενοι δὲ μᾶλλον, διότι τὴν ὑγρότητα τὴν γινομένην ἀπὸ τῆς συντήξεως λουομένων μὲν θερ‐ μὴν εἶναι συμβαίνει, λουσαμένων δὲ ψύχεσθαι· ψυχρὰ δὲ οὖσα καὶ ἐμπίπτουσα κυρίοις τόποις ποιεῖ λειποψυ‐ χίαν. | |
10.5 | Εἰ μὴ ἄρα καὶ ἡ ἄνεσις αὐτὴ τοῦ πνεύμα‐ τος προεκλύει· διότι καὶ κατέχειν κελεύουσιν ἐν ταῖς λειποψυχίαις τὸ πνεῦμα· κωλύει γὰρ ὁ κατέχων ἐξιέναι τὸ θερμὸν, ὁ δ’ ἀνιεὶς ἐνδίδωσιν. | |
10.6 | Ὅτι ὁ ῥαίνων ὕδατι τοὺς λειποψυχοῦντας συμφράττων καὶ πυκνῶν τοὺς πόρους καὶ συναθροίζων ἐντὸς τὸ θερμὸν, —ἀντι‐ περιΐσταται γὰρ, —ὠφελεῖ. | |
10.7 | Ὅτι ἡδοναὶ καὶ λύπαι ποιοῦσι λειποψυχίαν· καὶ γὰρ ἀμφότεραι πλῆ‐ θος ὑγρότητος ἐπάγουσιν, ἡ μὲν ἡδονὴ τῷ συντήκειν καὶ διαχεῖν, ἡ λύπη δὲ τῷ πηγνύειν· ὅταν οὖν ἡ ὑγρό‐ | |
5 | της ῥυῇ πρὸς τὸν πνευματικὸν τόπον ποιεῖ λειποψυ‐ χεῖν. | |
11t | ΠΕΡΙ ΠΑΡΑΛΥΣΕΩΣ | |
11.1 | Ὅτι ὑπὸ καταψύξεώς φησιν, ὡς κοινῷ λόγῳ φά‐ ναι τὴν παράλυσιν γίνεσθαι· καὶ ταύτην οἱ μὲν ὑπὸ πνεύματος (καταψυχομένου), —πνευματικὸν γὰρ τὸ πάθος, —οἱ δὲ ἐκλείψει καὶ στερήσει τοῦ πνεύμα‐ | |
5 | τος. Τοῦτο γὰρ εἶναι τὸ τὴν θερμότητα καὶ τὴν κί‐ | |
νησιν ὅλως ποιοῦν· ἀκινησίας δὲ γινομένης κατάψυξις γίνεται τοῦ αἵματος ἢ ἁπλῶς εἰπεῖν τῆς ὑγρότητος. Διὰ τοῦτο γὰρ καὶ ἡ νάρκη γίνεται ἐν τοῖς ποσὶν ἢ καὶ ἐν τοῖς ἄνω μέρεσιν ὅταν ἀποπιεσθῶσιν ἀπὸ κα‐ | 409 | |
10 | θέδρας ἢ ἄλλῳ τινὶ τρόπῳ. Τότε γὰρ διαλαμβάνει τῇ πιέσει τὸ πνεῦμα καὶ οὐ δυνάμενον τὴν οἰκείαν | |
κίνησιν κινεῖσθαι ἵστησι καὶ ἀποψύχει τὸ αἷμα. | 410 | |
13.1 | Θεόφραστος δὲ τὴν αἴσθησιν ἀρχὴν εἶναι πίστεώς φησιν· ἀπὸ γὰρ ταύτης αἱ ἀρχαὶ πρὸς τὸ λόγον τὸν ἐν ἡμῖν καὶ τὴν διάνοιαν ἐκτείνονται. (Clem. Alex. Strom. I, p. 301 ed. Sylb.) | |
14.1 | Ὁ δὲ Ἐρέσιος ἐκεῖνος Θεόφραστος ὁ Ἀριστοτέλους γνώριμος πὴ μὲν οὐρανὸν πὴ δὲ πνεῦμα τὸν θεὸν ὑπο‐ νοεῖ. (Clem. Alex. Protrept. p. 44.) | |
15.1 | Θ. ἐν τοῖς ἑαυτοῦ Τοπικοῖς τάδε γέγραφεν ... Ἐπεὶ δὲ ἐναντίαι τῶν ἐναντίων αἱ ἀρχαὶ, δῆλον ὅτι οὐδὲ ἐν ἑνὶ γένει ταῦτα, καθάπερ οὐδὲ τὸ ἀγαθὸν καὶ κακὸν καὶ κίνησις καὶ στάσις. Εἴη δ’ ἂν καὶ ὑπερο‐ | |
5 | χὴ καὶ ἔλλειψις ἐναντία γε καὶ ἀρχαὶ, καὶ εἶδος καὶ στέρησις. (Simpl. in Arist. Categ. f. 105.) | |
16.1 | Θ. ἐν τρίτῳ τῶν Φυσικῶν ἢ περὶ οὐρανοῦ τὰ γι‐ νόμενα διαιρεῖ οὕτως· ἢ γὰρ ὑπὸ ὁμοίου γίνεται ὡς ἄνθρωπος ὑπὸ ἀνθρώπου καὶ θερμὸν ὑπὸ θερμοῦ, ἢ ὑπὸ ἐναντίου ὡς ὁρῶμεν τοὺς κεραυνοὺς καὶ τὰς ἀσ‐ | |
5 | τραπάς· ὑπὸ γὰρ ψυχρότητος ἡ τούτου τοῦ πυρὸς ἐν τῷ ἀέρι γένεσις ἀθροίζοντος εἰς ἓν τὸ ἐν αὐτοῖς θερμὸν ἐκπυροῦντος· ἢ τρίτον ὑπὸ ἐντελεχείᾳ ὅλως ὄντος ὡς καὶ ὁ μώλωψ· ὑπὸ γὰρ ἐντελεχείᾳ οὔσης τῆς μάστιγος γίνεται, οὔτε δὲ ὁμοίας ἔτι οὔτε ἐναντίας τῷ | |
10 | γινομένῳ· καὶ τὰ ὑπὸ τοῦ ἡλίου δέ φησι γινόμενα ὑπὸ | |
ἐντελεχείας γίνεται· καὶ γὰρ αὐτὸς οὔτε ὅμοιος οὔτε ἐναντίος τοῖς γινομένοις. (Simpl. in Arist. Phys. f. 187.) | 417 | |
17.1 | Θ. ἐν ἀρχῇ τῶν αὐτοῦ Φυσικῶν καὶ ταύτην (τὴν πρότασιν) ἀπέδειξε λέγων· τὸ μέντοι τῶν φυσικῶν ἀρχὰς εἶναι δῆλον ἐκ τοῦ τὰ μὲν φυσικὰ σώματα σύν‐ θετα εἶναι, πᾶν δὲ σύνθετον ἀρχὰς ἔχειν τὰ ἐξ ὧν | |
5 | σύγκειται· ἅπαν γὰρ τὸ φύσει ἢ σῶμά ἐστιν ἢ ἔχει γε σῶμα· ἄμφω δὲ σύνθετα. (Simpl. in Arist. Phys. f. 1b.) | |
18.1 | Ὅλως δὲ ὡς κοινῶς εἰπεῖν ἀπὸ τῶν αἰσθήσεων καὶ τῶν αἰσθητῶν τῶν περὶ τῶν φυσικῶν ἀρχῶν ἀλήθειαν ἀνιχνευτέον καὶ Θεοφράστῳ πειθομένοις ὃς περὶ τούτου ζητῶν ἐν πρώτῳ τῶν Φυσικῶν τάδε γέγραφε· Ἐπεὶ δὲ | |
5 | οὐκ ἄνευ μὲν κινήσεως οὐδὲ περὶ ἑνὸς λεκτέον· πάντα γὰρ ἐν [τῇ] κινήσει τὰ τῆς φύσεως· ἄνευ δὲ ἀλλοιω‐ τικῆς καὶ παθητικῆς οὐχ ὑπὲρ τῶν περὶ τὸ μέσον, εἰς ταῦτά τε καὶ περὶ τούτων λέγοντας οὐχ οἷόν τε κατα‐ λιπεῖν τὴν αἴσθησιν ἀλλ’ ἀπὸ ταύτης ἀρχομένους | |
10 | πειρᾶσθαι χρὴ θεωρεῖν ἢ τὰ φαινόμενα λαμβάνοντας καθ’ ἑαυτὰ ἢ ἀπὸ τούτων εἴ τινες ἄρα κυριώτεραι καὶ πρότεραι τούτων ἀρχαί· καὶ κάλλιον οἶμαι τοιοῦτόν τινα τρόπον τὴν ἀπὸ τῶν ἡμῖν γνωριμωτέρων ἐπὶ τὰς ἀρχὰς ἐπίβασιν γίνεσθαι. (Simpl. in Arist. Phys. | |
15 | f. 5b.) | |
19.1 | Θ. ἐν τῷ πρώτῳ τῶν ἑαυτοῦ Φυσικῶν καὶ καθ’ ἕκαστον γένος τῶν κατηγοριῶν τὴν κίνησιν θεωρεῖ‐ σθαί φησι γράφων οὕτως· περὶ δὲ κινήσεως τὸν μὲν καθόλου καὶ κοινὸν λόγον οὐ χαλεπὸν ἀποδοῦναι καὶ | |
5 | εἰπεῖν, ὡς ἐνέργειά τίς ἐστιν ἀτελὴς τοῦ δυνάμει ὄν‐ τος ᾗ τοιοῦτον καθ’ ἕκαστον γένος τῶν κατηγοριῶν ... διὸ καὶ προελθὼν ὀλίγον ὁ Θ. ζητεῖν δεῖν φησὶ περὶ τῶν κινήσεων, εἰ αἱ μὲν κινήσεις εἰσὶν αἱ δὲ ὥσπερ ἐνέργειαί τινες. (Simpl. in Arist. Phys. f. 201.) | |
20.1 | Ἐν τῷ δευτέρῳ τῶν περὶ Κινήσεως· οἰκειότερον δὲ ὅπερ καὶ λέγομεν καὶ ἔστιν, ἐνέργειαν τοῦ δυνάμει κινη‐ τοῦ ᾗ κινητὸν κατὰ γένος ἕκαστον τῶν κατηγοριῶν, οἷον οὐσίας, ποσοῦ, ποιοῦ, φορητοῦ, τῶν ἄλλων· οὕτω γὰρ ἀλ‐ | |
5 | λοίωσις, αὔξησις, φορὰ, γένεσις καὶ αἱ ἐναντίαι ταύταις. Ἐν τῷ τρίτῳ δὲ, οἶμαι, σαφέστερον ταῦτα γέγραφεν· ἐν μὲν τῷ ἀφορισμῷ τῆς κινήσεως τοσαῦτα φαμὲν αὐτῆς εἴδη ὅσαι κατηγορίαι· τὴν γὰρ τοῦ δυνάμει ὄντος ᾗ τοιοῦ‐ | |
τον ἐντελέχειαν κίνησιν. Καὶ τοῦτο δὲ ἐν τῷ αὐτῷ βι‐ | 418 | |
10 | βλίῳ φησί· Τοῦ δὲ πρός τι κίνησις τοῦ μὲν κατὰ λόγον οὐκ ἔστι, τοῦ δὲ κατὰ δύναμιν ἔστιν· ἡ γὰρ ἐνέργεια κίνησίς τε καὶ καθ’ αὑτό. (Simpl. in Arist. Phys. f. 94.) | |
21.1 | Θ. ἐν τοῖς Φυσικοῖς ἀπορεῖ πρὸς τὸν ἀποδοθέντα τοῦ τόπου λόγον ὑπὸ τοῦ Ἀριστοτέλους τοιαῦτα, ὅτι τὸ σῶμα ἔσται ἐν ἐπιφανείᾳ, ὅτι κινούμενος ἔσται ὁ τόπος, ὅτι οὐ πᾶν σῶμα ἐν τόπῳ, οὐδὲ γὰρ ἡ ἀπλα‐ | |
5 | νὴς, ὅτι ἐὰν συναχθῶσιν αἱ σφαῖραι, καὶ ὅλος ὁ οὐρα‐ νὸς οὐκ ἔσται ἐν τόπῳ, ὅτι τὰ ἐν τόπῳ ὄντα μηδὲν αὐτὰ μετακινηθέντα, ἐὰν ἀφαιρεθῇ τὰ περιέχοντα αὐτὰ, οὐκέτι ἔσται ἐν τόπῳ. (Simpl. in Arist. Phys. f. 141.) | |
22.1 | Καὶ Θ. ἐν τοῖς Φυσικοῖς φαίνεται τὴν ἐννοίαν ταύ‐ την ἐσχηκὼς περὶ τοῦ τόπου ἐν οἷς φησὶν ὡς ἐν ἀπο‐ ρίᾳ προάγων τὸν λόγον μήποτε οὐκ ἔστι καθ’ αὑτὴν οὐσία τις ὁ τόπος ἀλλὰ τῇ τάξει καὶ θέσει τῶν σωμά‐ | |
5 | των λέγεται κατὰ τὰς φύσεις καὶ δυνάμεις· ὁμοίως δ’ ἐπὶ ζώων καὶ φυτῶν καὶ ὅλως τῶν ἀνομοιομερῶν, εἴτε ἐμψύχων εἴτε ἀψύχων, ἔμμορφον δὲ τὴν φύσιν ἐχόντων· καὶ γὰρ τούτων τάξις τις καὶ θέσις τῶν μερῶν ἐστὶ πρὸς τὴν ὅλην οὐσίαν. Διὸ καὶ ἕκαστον ἐν αὑ‐ | |
10 | τοῦ χώρᾳ λέγεται τῷ ἔχειν τὴν οἰκείαν τάξιν· ἐπεὶ καὶ τῶν τοῦ σώματος μερῶν ἕκαστον ἐπιποθήσειεν ἂν καὶ ἀπαιτήσειε τὴν ἑαυτοῦ χώραν καὶ θέσιν. (Simpl. in Arist. Phys. f. 149b.) | |
22b1 | Ἰστέον δὲ ὅτι καὶ Θ. καὶ Εὔδημος ἐν τοῖς περὶ τόπου ἀξιώμασι καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον προ‐ λαμβάνουσι. (Simpl. in Arist. Phys. p. 374b Bk.) | |
23.1 | Ἐν τῷ τεσσαρεσκαιδεκάτῳ τῶν Φυσικῶν οὕτως περὶ τῆς κινήσεως· Τὸν μὲν κοινὸν καὶ καθόλου λόγον οὐ χαλεπὸν ἀποδοῦναι καὶ εἰπεῖν ὡς ἐνέργειά τίς ἐσ‐ τιν ἀτελὴς τοῦ δυνάμει ὄντος, ᾗ τοιοῦτον καθ’ ἕκαστον | |
5 | γένος τῶν κατηγοριῶν, ὃ καὶ διὰ τῆς αἰσθήσεως σχεδὸν φαίνεται. (Simpl. in Arist. Categ. 110.) | |
24.1 | Ἔτι δὲ δεῖ πείθεσθαι Θεοφράστῳ· τούτῳ μὲν γὰρ δοκεῖ μὴ χωρίζεσθαι τὴν κίνησιν τῆς ἐνεργείας, εἶναι δὲ τὴν μὲν κίνησιν καὶ ἐνέργειαν ὡς ἂν ἐν αὐτῇ περιε‐ χομένην, οὐκέτι μέντοι καὶ τὴν ἐνέργειαν κίνησιν· | |
5 | τὴν γὰρ ἑκάστου οὐσίαν καὶ τὸ οἰκεῖον εἶδος ἐνέργειαν εἶναι ἑκάστου, μὴ οὖσαν ταύτην κίνησιν. Καὶ γὰρ ἡ τελειότης καὶ ἐν τοῖς νοητοῖς καὶ φύσει ἀκινή‐ τοις εἶναι οὐ κεκώλυται. Εἰσὶ δὲ καὶ ἐν τοῖς αἰσθη‐ τοῖς πολλαὶ τοιαῦται, οἷον οἱ κατὰ τὸ σχῆμα τοῦ ἀν‐ | 419 |
10 | δριάντος· ἕστηκε δὲ τὸ σχῆμα κατὰ τὴν αὐτὴν τε‐ λειότητα. (Simpl. in Arist. Categ. 77b.) | |
25.1 | Καὶ γὰρ ὁ Θ. ἐν τῷ πρώτῳ τῶν περὶ Κινήσεως θαυμαστὰ, φησὶ, φαίνεται κατ’ αὐτὴν ὄντα τὴν φύσιν τῆς κινήσεως, οἷον εἰ μὴ ἔστιν αὐτῆς ἀρχὴ, πέρας δὲ ἔστι. Πῶς δὲ τὸ μὲν πέρας ἀδιαίρετον ἐλαμβάνομεν, | |
5 | τὴν δὲ ἀρχὴν ἐπ’ ἄπειρον διαιρετήν. Δυνατὸν γὰρ τοῖς αὐτοῖς χρώμενον λόγοις καὶ τὸ πέρας τοῦ συνε‐ χοῦς ἐπ’ ἄπειρον διαιρετὸν λαβεῖν καὶ τὴν ἀρχὴν ἀδιαίρετον· ἔοικεν οὖν καὶ τὸ πέρας διττὸν εἶναι καὶ ἡ ἀρχὴ διττὴ τῆς τε κινήσεως καὶ τοῦ χρόνου καὶ | |
10 | παντὸς συνεχοῦς, τὸ μὲν ὡς τὸ πρῶτον ἢ τὸ ἔσχατον μέρος τοῦ συνεχοῦς, τὸ δὲ ὡς ἀρχὴ καὶ πέρας, τὰ μηκέτι μέρη μηδὲ ὅμοια τῷ ὅλῳ. (Simpl. in Arist. Phys. 230.) | |
26.1 | Θαυμαστὸν τοίνυν, καθάπερ φησὶν ὁ Θ., καὶ λίαν παρὰ τὰς ἐννοίας, εἰ μὴ ἔστιν ἀρχὴ τῆς κινήσεως, πέρας δὲ ἔστιν, καὶ ὅλως εἰ μὴ ἄμφω πεπερασμένα, ἀλλὰ τέλος μέν ἐστι τοῦ βαδίζειν, ἀρχὴ δὲ οὐ, καὶ | |
5 | τέλος μὲν τοῦ πλεῖν, ἀρχὴ δὲ οὐκ ἔστιν, καὶ ἡνίκα μὲν ἐπαύσατο τοῦ τρέχειν ὁ ἵππος ἔστιν εἰπεῖν, ἡνίκα δὲ ἤρξατο οὐκ ἔστιν. Ἢ οὐ τοῦτό φησιν ὡς οὐκ ἔστιν ἀρχὴ τῆς κινήσεως, ἀλλ’ ὡς οὐκ ἔστιν αὐτὴν λαβεῖν; (Themist. in Arist. Phys. p. 411 Bk.) | |
26b1 | Καὶ ὁ Θ. δὲ ἐν τῷ αʹ περὶ Κινήσεως τὰ αὐτὰ ταῦτα περὶ τούτων δοξάζων φαίνεται. Λέγει δὲ οὕ‐ τως· «Ὑπὲρ δὲ τοῦ κινεῖσθαι τὸ κινούμενον καὶ κεκι‐ νῆσθαι τὸ κεκινημένον δεῖν ἄρα γε ἐνδέχεται λέγειν ὃ | |
5 | καὶ ἐπὶ τῶν σωμάτων κατὰ τὴν ἀλλοίωσιν, ὡς οὐκ ἀεὶ τὸ ἥμισυ πρῶτον, ἀλλ’ ἐνίοτε ἀθρόον γε.» (Simpl. in Arist. Phys. f. 23.) | |
27.1 | Οἱ περὶ τὸν Ἀριστοτέλη καὶ Θεόφραστον καὶ ὅλως οἱ Περιπατητικοὶ διττῆς οὔσης κατὰ τὸ ἀνωτάτω τῆς τῶν πραγμάτων φύσεως, ἐπεὶ τὰ μὲν καθῶς προ‐ εῖπον αἰσθητά ἐστι, τὰ δὲ νοητὰ, διττὸν καὶ αὐτοὶ τὸ | |
5 | κριτήριον ἀπολείπουσιν, αἴσθησιν μὲν τῶν αἰσθητῶν, νόησιν δὲ τῶν νοητῶν, κοινὸν δὲ ἀμφοτέρων, ὡς ἔλε‐ γεν ὁ Θ., τὸ ἐναργές. (Sext. Emp. a. M. 7, 217, | |
p. 414 ed. Fabr. 1718.) | 420 | |
28.1 | Καὶ Θ. μέντοι ἐν τῷ περὶ τῶν φυσικῶν δοξῶν κατὰ Πλάτωνά φησι γεννητὸν τὸν κόσμον καὶ οὕτω ποιεῖται τὰς ἐνστάσεις, παρεμφαίνει δὲ ὅτι ἴσως σα‐ φηνείας χάριν γεννητὸν αὐτὸν ὑποτίθεται. (Taurus | |
5 | ap. Joannem adv. Proclum VI, 8 et 27.) | |
29.1 | Ὁ δὲ Θ. εἰπὼν ὅτι τάχ’ ἂν γεννητὸν λέγοι σαφη‐ νείας χάριν ὡς καὶ τοῖς διαγράμμασι παρακολουθοῦ‐ μεν γινομένοις, φησὶ, πλὴν ἴσως ἡ γένεσις οὐχ ὁμοίως ἔχει καὶ ἐπὶ τῶν διαγραμμάτων. (Taurus apud Joannem | |
5 | adv. Proclum VI, 21 et 27.) | |
30.1 | Θ. μέντοι φησὶ τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσ‐ μου κατηγοροῦντας ὑπὸ τεττάρων ἀπατηθῆναι τῶν μεγίστων, γῆς ἀνωμαλίας, θαλάττης ἀναχωρήσεως, ἑκάστου τῶν τοῦ ὅλου μερῶν διαλύσεως, χερσαίων | |
5 | φθορᾶς κατὰ γένη ζώων. Κατασκευάζειν δὲ τὸ μὲν πρῶτον οὕτως· εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὼς οὐδὲν ἂν ἐπ’ αὐτῆς ἑωρᾶτο· χθαμαλὰ δ’ ἤδη τὰ ὄρη πάντα ἐγεγένητο καὶ οἱ γεωλόφοι πάν‐ τες ἰσόπεδοι τῇ πεδιάδι· | |
30.2 | τοσούτων γὰρ καθ’ ἕκαστον ἐνιαυτὸν ὄμβρων ἐξ ἀϊδίου φερομένων εἰκὸς ἦν τῶν διῃρμένων πρὸς ὕψος τὰ μὲν χειμάρροις ἀπερρῆχθαι τὰ δ’ ὑπονοστήσαντα κεχαλάσθαι, πάντα δὲ διὰ πάν‐ | |
5 | των ἤδη λελειάνθαι· νυνὶ δὲ συνεχεῖς ἀνωμαλίαι καὶ παμπόλλων ὀρῶν αἱ πρὸς αἰθέριον ὕψος ὑπερβολαὶ μηνύματ’ ἐστὶ τοῦ τὴν γῆν μὴ ἀΐδιον εἶναι· πάλαι γὰρ ὡς ἔφην ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα λεωφόρος ἐγεγένητο. | |
10 | Πέφυκε γὰρ ἡ ὕδατος φύσις καὶ μάλιστα ἀπὸ ὑψηλο‐ τάτων καταράττουσα τὰ μὲν ἐξωθεῖν τῇ βίᾳ τὰ δὲ τῷ συνεχεῖ τῶν ψεκάδων κολάπτουσα κοιλαίνειν ὑπεργά‐ ζεσθαί τε τὴν σκληρόγεων καὶ λιθωδεστάτην ὀρυκτή‐ ρων οὐκ ἔλαττον. | |
30.3 | Καὶ μὴν ἥ γε θάλασσα, φασὶν, ἤδη μεμείωται, μάρτυρες δὲ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφα‐ νισμέναι κατὰ τῆς θαλάσσης ἐδεδύκεσαν ἐπικλυζόμε‐ | |
5 | ναι, χρόνῳ δ’ ὕστερον ἐλαττουμένης ἠρέμα κατ’ ὀλίγον ἀνίσχουσαι διεφάνησαν ὡς αἱ περὶ αὐτῶν ἀνα‐ γραφεῖσαι μηνύουσιν ἱστορίαι· τὴν δὲ Δῆλον καὶ Ἀνάφην ὠνόμασαν δι’ ἀμφοτέρων ὀνομάτων πιστού‐ μενοι τὸ λεγόμενον, ἐπειδὴ ἀναφανεῖσα δήλη ἐγέ‐ | |
10 | νετο ἀδηλουμένη καὶ ἀφανὴς οὖσα τὸ πάλαι. Πρὸς δὲ τούτοις μεγάλων πελαγῶν μεγάλους κόλπους καὶ βαθεῖς ἀναξηρανθέντας ἠπειρῶσθαι καὶ γεγενῆσθαι τῆς παρακειμένης χώρας μοῖραν οὐ λυπρὰν σπειρομένους καὶ φυτευομένους· οἷς σημεῖα τῆς παλαιᾶς ἐναπολε‐ | |
15 | λεῖφθαι θαλαττώσεως ψηφῖδας τε καὶ κόγχας καὶ ὅσα ὁμοιότροπα πρὸς αἰγιαλοὺς εἴωθεν ἀποβράττεσθαι ... | 421 |
30.4 | Εἰ δὲ μειοῦται ἡ θάλαττα, μειωθήσεται μὲν ἡ γῆ, μακραῖς δ’ ἐνιαυτῶν περιόδοις καὶ εἰσάπαν ἑκάτερον στοιχεῖον ἀναλωθήσεται, δαπανηθήσεται δὲ καὶ ὁ σύμπας ἀὴρ ἐκ τοῦ κατ’ ὀλίγον ἐλαττούμενος, ἀπο‐ | |
5 | κριθήσεται δὲ τὰ πάντα εἰς μίαν οὐσίαν τὴν τοῦ πυ‐ ρός. | |
30.5 | Πρὸς δὲ τὴν τοῦ τρίτου κεφαλαίου κατα‐ σκευὴν χρήσονται λόγῳ τοιῷδε· φθείρεται πάντως ἐκεῖνο οὗ πάντα τὰ μέρη φθαρτά ἐστι· τοῦ δὲ κόσμου πάντα τὰ μέρη φθαρτά ἐστι· φθαρτὸς ἄρα ὁ κόσμος ἐστίν ... | |
30.6 | Τὸν δὲ τέταρτον καὶ λοιπὸν λόγον ἀκριβωτέον ὧδέ φασιν. Εἰ ὁ κόσμος ἀΐδιος ἦν, ἦν ἂν καὶ τὰ ζῶα ἀΐδια καὶ πολύ γε μᾶλλον τὸ τῶν ἀνθρώπων γένος, ὅσῳ καὶ τῶν ἄλλων ἄμεινον. Ἀλλὰ καὶ ὀψίγονον | |
5 | φανῆναι τοῖς βουλομένοις ἐρευνᾶν τὰ φύσεως· εἰκὸς γὰρ μᾶλλον δὲ ἀναγκαῖον ἀνθρώποις συνυπάρξαι τὰς τέχνας ὡς ἂν ἰσήλικας οὐ μόνον ὅτι λογικῇ φύσει τὸ ἐμμέθοδον οἰκεῖον ἀλλὰ καὶ ὅτι ζῆν ἄνευ τούτων οὐκ ἔνεστιν· ἴδωμεν οὖν τοὺς ἑκάστων χρόνους ἀλογήσαντες | |
10 | τῶν ἐπιτραγῳδουμένων θεοῖς μύθων ** εἰ μὴ ἀΐδιος ἄνθρωπος, οὐδ’ ἄλλο τι ζῶον, ὥστ’ οὐδ’ αἱ δεδεγμέ‐ ναι ταῦτα χῶραι, γῆ καὶ ὕδωρ καὶ ἀήρ. Ἐξ ὧν τὸ φθαρτὸν εἶναι τὸν κόσμον δῆλόν ἐστιν. (Philo de AEtern. mundi II , p. 501 ed. Mang.) | |
31.1 | (Ἀριστοτέλης) λέγει οὖν ὅτι ἡ σφαῖρα ἡ τὸ ἓν ἄστρον ἔχουσα τὸ πλανᾶσθαι λεγόμενον ἐν πολλαῖς σφαίραις ταῖς ἀνελιττούσαις καλουμέναις, ἢ ὣς ὁ Θ. αὐτὰς καλεῖ, ταῖς ἀνάστροις, ἐνδεδεμένη φέρεται. | |
5 | (Simpl. ad Arist. de Coelo f. 120.) | |
32.1 | Διὰ τοῦτο οὖν ἐν τρισὶν αὐτὸν (τὸν ἥλιον) ἔλεγον φέρεσθαι σφαίραις, ἃς Θ. ἀνάστρους ἐκάλει ὡς μηδὲν ἐχούσας ἄστρον. (Simpl. ad Arist. de Coelo f. 120.) | |
33.1 | Ξενοφάνης ἐκ νεφῶν πεπυρωμένων εἶναι τὸν ἥλιον ... ἢ ὡς Θ. ἐν τοῖς Φυσικοῖς γέγραφεν, ἐκ πυριδίων τῶν συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιά‐ σεως, συναθροιζόντων δὲ τὸν ἥλιον. (Jo. Stobae. Ecl. | |
5 | I, 25, 1.) | |
34.1 | Ἢ γὰρ μόνος ἢ μάλιστα Πλάτων τῇ ἀπὸ τοῦ προ‐ νοοῦντος αἰτίᾳ (ut ἕνα εἶναι τὸν κόσμον probaret) κατεχρήσατο; φησὶν ὁ Θ. τοῦτό γε καλῶς αὐτῷ μαρ‐ | |
τυρῶν. (Proclus in Timae. p. 138 ed. Bas.) | 422 | |
35.1 | Ὁ δημιουργὸς ἤρχετο τῆς συστάσεως τοῦ κόσμου ἐκ πυρὸς καὶ γῆς· δεῖ δὲ τὸ γενησόμενον σωματοειδὲς ἀντιτυπικὸν εἶναι καὶ ὁρατὸν ... Θ. φησιν· εἰ τὸ ὁρα‐ τὸν καὶ τὸ ἁπτὸν ἐκ γῆς καὶ πυρός ἐστι, τὰ ἄστρα καὶ | |
5 | ὁ οὐρανὸς ἔσται ἐκ τούτων· οὐκ ἔστι δέ. Ταῦτα λέγει εἰσάγων τὸ πέμπτον σῶμα τὸ κυκλοφορητικόν. (Tau‐ rus apud Joann. adv. Procl. XIII, 15.) | |
36.1 | Hicetas Syracusius, ut ait Theophrastus, coe‐ lum, solem, lunam, stellas, supera denique omnia stare censet, neque praeter terram rem ullam in mundo moveri: quae cum circum axem se | |
5 | summa celeritate convertat et torqueat, eadem effici omnia, quae si stante terra coelum movere‐ tur. (Cicero Luculli 59, 123.) | |
37.1 | Οἱ μὲν τὴν τοῦ ὅλου κίνησιν καὶ περιφορὰν τὸν χρόνον φασὶν ὡς τὸν Πλάτωνα νομίζουσιν ὅ τε Εὔδη‐ μος καὶ ὁ Θεόφραστος καὶ ὁ Ἀλέξανδρος. (Simpl. in Arist. Phys. 165.) | |
38.1 | Πλάτων μὲν γὰρ τὸ ποσὸν τῆς κινήσεως εἰπὼν τὸν χρόνον ἀχώριστόν τι αὐτὸν ὑπέθετο τῆς κινήσεως, Θ. δὲ συμβεβηκός τι. (Simpl. in Arist. Categ. p. 79 b Bk.) | |
39.1 | Οἱ μὲν γὰρ αὐτῶν (φυσιολόγων) ὑπόλειμμα λέ‐ γουσιν εἶναι τὴν θάλασσαν τῆς πρώτης ὑγρότητος· ὑγροῦ γὰρ ὄντος τοῦ περὶ τὴν γῆν τόπου τὰ πρῶτα τῆς ὑγρότητος ὑπὸ τοῦ ἡλίου ἐξατμίζεσθαι καὶ γίνε‐ | |
5 | σθαι τὰ πνεύματά τε ἐξ αὐτῆς καὶ τροπὰς ἡλίου τε καὶ σελήνης ... τὸ δέ τι αὐτῆς ὑπολειφθὲν ἐν τοῖς κοίλοις τόποις θάλατταν εἶναι· διὸ καὶ ἐλάττω γίνε‐ σθαι ξηραινομένην ἑκάστοτε ὑπὸ τοῦ ἡλίου καὶ τέλος ἔσεσθαί ποτε ξηράν. Ταύτης τῆς δόξης ἐγένοντο, ὡς | |
10 | ἱστορεῖ ὁ Θ., Ἀναξίμανδρός τε καὶ Διογένης. Διογέ‐ νης δὲ καὶ τῆς ἁλμυρότητος ταύτην αἰτίαν λέγει, ὅτι ἀνάγοντος τοῦ ἡλίου τὸ γλυκὺ τὸ καταλειπόμενον καὶ ὑπομένον ἁλμυρὸν εἶναι συμβαίνει. (Alex. in Arist. Meteor. f. 91.) | |
40.1 | Θαλῆς δὲ πρῶτος παραδέδοται τὴν περὶ φύσεως ἱστορίαν τοῖς Ἕλλησιν ἐκφῆναι, πολλῶν μὲν καὶ ἄλ‐ λων προγεγονότων, ὡς καὶ Θεοφράστῳ δοκεῖ, αὐτὸς δὲ πολὺ διενεγκὼν ἐκείνων ὡς ἀποκρύψαι πάντας τοὺς | 423 |
5 | πρὸ αὐτοῦ. (Simpl. in Arist. Phys. 6.) | |
41.1 | Καὶ Διογένης δὲ ὁ Ἀπολλωνιάτης σχεδὸν νεώτα‐ τος γεγονὼς τῶν περὶ ταῦτα σχολασάντων τὰ μὲν πλεῖστα συμπεφορημένως γέγραφε, τὰ μὲν κατὰ Ἀνα‐ ξαγόραν, τὰ δὲ κατὰ Λεύκιππον λέγων· τὴν δὲ τοῦ | |
5 | παντὸς φύσιν ἀέρα καὶ οὗτός φησιν ἄπειρον εἶναι καὶ ἀΐδιον, ἐξ οὗ πυκνουμένου καὶ μανουμένου καὶ μετα‐ βάλλοντος τοῖς πάθεσι τὴν τῶν ἄλλων γίνεσθαι μορ‐ φήν. Καὶ ταῦτα μὲν Θ. ἱστορεῖ περὶ τοῦ Διογένους. (Simpl. in Arist. Phys. 6.) | |
42.1 | Πρῶτος δ’ οὗτος (Παρμενίδης) τὴν γῆν ἀπέφηνε σφαιροειδῆ καὶ ἐν μέσῳ κεῖσθαι· δύο τ’ εἶναι στοι‐ χεῖα, πῦρ καὶ γῆν, καὶ τὸ μὲν δημιουργοῦ τάξιν ἔχειν, τὴν δὲ ὕλης, —γένεσιν τ’ ἀνθρώπων ἐξ ἰλύος πρῶ‐ | |
5 | τον γενέσθαι, —ταὐτὸν δ’ ὑπάρχειν τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξ ὧν τὰ πάντα συνεστάναι· καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ταὐτὸν εἶναι, καθὰ μέμνηται καὶ Θ. ἐν τοῖς Φυσικοῖς πάντων σχεδὸν ἐκτιθέμενος τὰ δόγματα. (Diogen. Laert. 9, 22.) | |
43.1 | Ὡς ὁ Ἀλέξανδρος ἱστορεῖ ὁ μὲν Θ. οὕτως ἐκτί‐ θεται (Παρμενίδου δόξαν) ἐν τῷ πρώτῳ τῆς φυσικῆς ἱστορίας· τὸ παρὰ τὸ ὂν οὐκ ὂν, τὸ οὐκ ὂν οὐδὲν, ἓν ἄρα τὸ ὄν. (Simpl. in Arist. Phys. f. 25.) | |
44.1 | Περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θ. ἐν τῷ πρώτῳ τῶν Φυσικῶν οὕτως λέγει· Τούτῳ δ’ ἐπι‐ γενόμενος Παρμενίδης Πύρητος ὁ Ἐλεάτης, —λέγει δὲ καὶ Ξενοφάνην. —ἐπ’ ἀμφοτέρας ἦλθε τὰς ὁδούς, | |
5 | Καὶ γὰρ ὡς ἀΐδιόν ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένε‐ σιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατ’ ἀλήθειαν μὲν ἓν τὸ πᾶν καὶ ἀγέννητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδοῦναι | |
10 | τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχὰς, πῦρ καὶ γῆν, τὸ μὲν ὡς ὕλην, τὸ δ’ ὡς αἴτιον καὶ ποιοῦν. (Alex. in Arist. Metaph. p. 536 Bk.) | |
45.1 | Μίαν δὲ τὴν ἀρχὴν ἤτοι ἓν τὸ ὂν καὶ πᾶν καὶ οὔτε | |
πεπερασμένον οὔτε ἄπειρον οὔτε κινούμενον οὔτε ἠρεμοῦν Ξενοφάνη τὸν Κολοφώνιον τὸν Παρμενίδου διδάσκαλον ὑποτίθεσθαί φησιν ὁ Θεόφραστος. (Simpl. | 424 | |
5 | in Arist. Phys. f. 5.) | |
46.1 | Καὶ ταῦτά φησιν ὁ Θ. παραπλησίως τῷ Ἀναξι‐ μάνδρῳ λέγειν τὸν Ἀναξαγόραν· ἐκεῖνος γάρ φησιν ἐν τῇ διακρίσει τοῦ ἀπείρου τὰ συγγενῆ φέρεσθαι πρὸς ἄλληλα καὶ ὅτι μὲν ἐν τῷ παντὶ χρυσὸς ἐνῆν γίνεσθαι | |
5 | χρυσὸν, ὅτι δὲ γῆ γῆν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκα‐ στον ὡς οὐ γινομένων ἀλλ’ ὑπαρχόντων πρότερον· τῆς δὲ κινήσεως καὶ τῆς γενέσεως αἴτιον ἐπέστησε τὸν νοῦν ὁ Ἀναξαγόρας ὑφ’ οὗ διακρινόμενα τούς τε κόσ‐ μους καὶ τὴν τῶν ἄλλων φύσιν ἐγέννησε. Καὶ οὕτω | |
10 | μὲν οὖν, φησὶ, λαμβανόντων δόξειεν ἂν ποιεῖν τὰς μὲν ὑλικὰς ἀρχὰς ἀπείρους, ὥσπερ εἴρηται, τὴν δὲ τῆς κινήσεως καὶ τῆς γενέσεως αἰτίαν μίαν. Εἰ δέ τις τὴν μίξιν τῶν ἁπάντων ὑπολάβοι μίαν εἶναι φύσιν ἀόριστον καὶ κατ’ εἶδος καὶ κατὰ μέγεθος ὅπερ ἂν | |
15 | δόξειε βούλεσθαι λέγειν, συμβαίνει δύο τὰς ἀρχὰς αὐ‐ τὸν λέγειν τήν τε τοῦ ἀπείρου φύσιν καὶ τὸν νοῦν, ὥστε πάντως φαίνεται τὰ σωματικὰ στοιχεῖα παρα‐ πλησίως ποιῶν Ἀναξιμάνδρῳ. (Simpl. in Arist. Phys. f. 6, et f. 33.) | |
47.1 | Εἰπόντος τοῦ Ἀναξαγόρου ὅτι οὔτε τοῦ σμικροῦ ἐστὶ τοὐλάχιστον ἀλλὰ τὸ ἔλασσον ἀεὶ, οὔτε τὸ μέγι‐ στον, ὡς καὶ αὐτὴ ἡ λέξις τοῦ Ἀναξαγόρου δηλοῖ, καὶ μέντοι Θ. ἐν τῷ περὶ Ἀναξαγόρου δευτέρῳ τάδε γρά‐ | |
5 | φων· «ἔπειτα τὸ διὰ τοῦτο λέγειν πάντα ἐν παντὶ, διότι καὶ ἐν μεγέθει καὶ ἐν σμικρότητι ἄπειρα, καὶ οὔτε τὸ ἐλάχιστον οὔτε τὸ μέγιστον ἔστι λαβεῖν, οὐχ ἱκανὸν πρὸς πίστιν,» ἅμα μὲν ἀναιρεῖ τοῦτο ὁ Ἀρισ‐ τοτέλης κ. τ. λ. (Simpl. in Arist. Phys. fr. 35.) | |
48.1 | Ὁ μέντοι Θ. τοὺς ἄλλους προϊστορήσας «Τούτοις» φησὶν «ἐπιγενόμενος Πλάτων τῇ μὲν δόξῃ καὶ τῇ δυ‐ νάμει πρότερος τοῖς δὲ χρόνοις ὕστερος καὶ τὴν πλεί‐ στην πραγματείαν περὶ τῆς πρώτης φιλοσοφίας ποιη‐ | |
5 | σάμενος ἐπέδωκεν ἑαυτὸν καὶ τοῖς φαινομένοις ἁψά‐ μενος τῆς περὶ φύσεως ἱστορίας, ἐν ἧ δύο τὰς ἀρχὰς βούλεται ποιεῖν, τὸ μὲν ὑποκείμενον ὡς ὕλην ὃ προσα‐ γορεύει πανδεχὲς, τὸ δ’ ὡς αἴτιον καὶ κινοῦν ὃ πε‐ ριάπτει τῇ τοῦ θεοῦ καὶ τῇ τἀγαθοῦ δυνάμει.» (Simpl. | |
10 | in Arist. Phys. f. 6.) | |
49.1 | Καὶ τῶν παλαιῶν τινὲς ἐπέπληξαν τῷ Πλάτωνι λέγον‐ τες ὡς οὐκ ὀρθῶς ἀρχὴν ἀρχῆς ἐπιζητεῖ καὶ γένεσιν ἀγεννήτου πράγματος· εἰ γὰρ καὶ τῶν πρώτων τὰ αἴ‐ τια ζητήσομεν καὶ τῶν αὐθυποστάτων γενέσεις ἐπι‐ | 425 |
5 | νοήσομεν, εἰς ἄπειρον προϊόντες λησόμεθα καὶ τέλος οὐδὲν ἔχον τῆς θεωρίας· ὥσπερ γὰρ ὁ πάντα ἀποδεικτὰ νενομικὼς αὐτὴν μάλιστα τὴν ἀπόδειξιν ἀναιρεῖ, τοῦτον τὸν τρόπον καὶ ὁ πάντων αἰτίας ἐπιζητῶν ἄρδην ἀνα‐ τρέπει τὰ ὄντα πάντα καὶ τὴν τάξιν αὐτῶν τὴν ἀπό | |
10 | τινος ὡρισμένης ἀρχῆς προϊοῦσαν. Τοιαῦτα μὲν ὁ Θ. ἐπιτιμᾷ τῷ Πλάτωνι περὶ τῆσδε τῆς ψυχογονίας οὐδὲ ἐπὶ τῶν φυσικῶν πάντων λέγων δεῖν ἡμᾶς ἐπιζη‐ τεῖν τὸ διὰ τί· γελοῖον γάρ φησιν ἀπορεῖν διὰ τί καίει τὸ πῦρ καὶ διὰ τί πῦρ καὶ διὰ τί ψύχει ἡ χιών. | |
15 | (Procl. in Timae. p. 416 ed. Schneid.) | |
50.1 | Θ. τὸν Προμηθέα φησὶ σοφὸν γενόμενον μεταδοῦναι πρῶτον τοῖς ἀνθρώποις φιλοσοφίας, ὅθεν καὶ διαδοθῆναι τὸν μῦθον ὡς ἄρα πυρὸς μεταδοίη. (Schol. Apoll. Rhod. 2, 1248.) | |
51.1 | Καλῶς ὁ Πλάτων τὴν φυσιολογίαν εἰκοτολογίαν ἔλεγεν εἶναι, ᾧ καὶ Ἀριστοτέλης συμμαρτυρεῖ, τὴν κυρίως ἀπόδειξιν ἐξ ἀμέσων καὶ ἀξιοπίστων ἀρχῶν καὶ ἐκ τῶν κυρίως αἰτίων καὶ τῇ φύσει προτέρων εἶ‐ | |
5 | ναι βουλόμενος. Ἀλλ’ οὐκ ἀτιμαστέον διὰ τοῦτο φυ‐ σιολογίαν, ἀλλ’ ἀρκεῖσθαι χρὴ τῷ κατὰ τὴν ἡμετέραν χρῆσιν καὶ δύναμιν ὡς καὶ Θεοφράστῳ δοκεῖ. (Simpl. in Arist. Phys. f. 5.) | |
52.1 | Δημόκριτος δὲ, ὡς Θ. ἐν τοῖς φυσικοῖς ἱστορεῖ, ὡς ἰδιωτικῶς ἀποδιδόντων τῶν κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα αἰτιολογούντων, ἐπὶ τὰς ἀτό‐ μους ἀνέβη. (Simpl. in Arist. de Coelo p. 510. Bk.) | |
53.1 | Ταῦτα δὲ καὶ τῷ κορυφαίῳ ἀρέσκει τῶν Ἀριστο‐ τέλους ἑταίρων Θεοφράστῳ ἐν τῷ πρώτῳ τῶν περὶ κινήσεως αὐτοῦ λέγοντι ὅτι αἱ μὲν ὀρέξεις καὶ αἱ ἐπι‐ θυμίαι καὶ ὀργαὶ σωματικαὶ κινήσεις εἰσὶ καὶ ἀπὸ | |
5 | τούτων ἀρχὴν ἔχουσιν, ὅσαι δὲ κρίσεις καὶ θεωρίαι, ταύτας οὐκ ἔστιν εἰς ἕτερον ἀγαγεῖν ἀλλ’ ἐν αὐτῇ τῇ ψυχῇ καὶ ἡ ἀρχὴ καὶ ἡ ἐνέργεια καὶ τὸ τέλος ἔτι δὲ δὴ καὶ ὁ νοῦς, κρεῖττόν τι μέρος καὶ θειότερον ἅτε δὴ ἔξωθεν ἐπεισιὼν, καὶ παντελῶς. Καὶ τούτοις ἐπά‐ | |
10 | γει· ὑπὲρ μὲν οὖν τούτων σκεπτέον εἴ τινα χωρισμὸν ἔχει πρὸς τὸν ὅρον· ἐπεὶ τό γε κινήσεις εἶναι καὶ ταύ‐ τας ὁμολογούμενον. (Simpl. in Arist. Phys. f. | |
225.) | 426 | |
53b1 | Ἄμεινον δὲ τὰ Θεοφράστου παραθέσθαι περί τε τοῦ δυνάμει νοῦ καὶ τοῦ ἐνεργείᾳ. Περὶ μὲν οὖν τοῦ δυνάμει τάδε φησίν· «Ὁ δὲ νοῦς πῶς ποτὲ ἔξωθεν ὢν καὶ ὥσπερ ἐπίθετος ὅμως συμφυὴς, καὶ τίς ἡ φύσις | |
5 | αὐτοῦ; τὸ μὲν γὰρ μηδὲν εἶναι κατ’ ἐνέργειαν δυνάμει δὲ πάντα, καλῶς, ὥσπερ καὶ ἡ αἴσθησις. Οὐ γὰρ οὕτως ληπτέον ὡς οὐδὲ αὐτός· ἐριστικὸν γάρ· ἀλλ’ ὡς ὑποκειμένην τινὰ δύναμιν καθάπερ καὶ ἐπὶ τῶν ὑλικῶν. Ἀλλὰ τὸ ἔξωθεν ἄρα οὐχ ὡς ἐπίθετον ἀλλ’ ὡς ἐν τῇ | |
10 | πρώτῃ γενέσει συμπεριλαμβανόμενον θετέον. Πῶς δέ ποτε γίνεται τὰ νοητὰ καὶ τί τὸ πάσχειν αὐτόν; δεῖ γὰρ, εἴπερ εἰς ἐνέργειαν ἥξει, καθάπερ ἡ αἴσθησις· ἀσωμάτῳ δὲ ὑπὸ σώματος τί τὸ πάθος, ἢ ποία με‐ ταβολή; καὶ πρότερον ἀπ’ ἐκείνου ἡ ἀρχὴ ἢ ἀπ’ αὐ‐ | |
15 | τοῦ; τὸ μὲν γὰρ πάσχειν ἀπ’ ἐκείνου δόξειεν ἂν, οὐ‐ δὲν γὰρ ἀφ’ ἑαυτοῦ τῶν ἐν πάθει, τὸ δὲ ἀρχὴ πάντων εἶναι καὶ ἐπ’ αὐτῷ τὸ νοεῖν καὶ μὴ ὥσπερ ταῖς αἰσθή‐ σεσιν ἀπ’ αὐτοῦ. Τάχα δ’ ἂν φανείη καὶ τοῦτο ἄτοπον, εἰ ὁ νοῦς ὕλης ἔχει φύσιν μηδὲν ὢν ἅπαντα | |
20 | δὲ δυνατός» ... ἔστι δὲ ἐν τῷ πέμπτῳ τῶν Φυσικῶν, δευτέρῳ δὲ τῶν περὶ Ψυχῆς ... ἀπαθὴς γὰρ, φησὶν, ὁ νοῦς, εἰ μὴ ἄρα ἄλλως παθητικὸς, καὶ ὅτι τὸ πα‐ θητικὸν ὑπ’ αὐτοῦ οὐχ ὡς τὸ κινητικὸν ληπτέον, ἀτε‐ λὴς γὰρ ἡ κίνησις, ἀλλ’ ὡς ἐνέργειαν. Καὶ προϊών | |
25 | φησι τὰς μὲν αἰσθήσεις οὐκ ἄνευ σώματος, τὸν δὲ νοῦν χωριστόν. Ἁψάμενος δὲ καὶ τῶν περὶ τοῦ ποιητικοῦ νοῦ διωρισμένων Ἀριστοτέλει, ἐκεῖνο, φησὶν, ἐπισ‐ κεπτέον, ὃ δή φαμεν ἐν πάσῃ φύσει τὸ μὲν ὡς ὕλην καὶ δυνάμει τὸ δὲ αἴτιον καὶ ποιητικὸν, καὶ, ὅτι ἀεὶ | |
30 | τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης· ταῦτα μὲν ἀποδέχεται, διαπορεῖ δέ· τίνες οὖν αὗται αἱ δύο φύσεις, καὶ τί πάλιν τὸ ὑποκείμενον ἢ συνηρτημένον τῷ ποιητικῷ; μικτὸν γάρ πως ὁ νοῦς ἔκ τε τοῦ ποιητικοῦ καὶ τοῦ δυνάμει· εἰ μὲν οὖν σύμ‐ | |
35 | φυτος ὁ κινῶν, καὶ εὐθὺς ἐχρῆν καὶ ἀεί· εἰ δὲ ὕστερον, μετὰ τίνος, καὶ πῶς ἡ γένεσις; ἔοικεν οὖν καὶ ἀγέν‐ νητος εἴπερ καὶ ἄφθαρτος. Ἐνυπάρχων δ’ οὖν διὰ τί οὐκ ἀεί; ἢ διὰ τί λήθη καὶ ἀπάτη καὶ ψεῦδος; ἢ διὰ τὴν μίξιν; ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὅτι οὐ φαύ‐ | |
40 | λως ὑπονοοῦμεν ἄλλον μέν τινα παρ’ αὐτοῖς εἶναι τὸν παθητικὸν νοῦν καὶ φθαρτὸν, ὃν καὶ κοινὸν ὀνομά‐ ζουσι, καὶ ἀχώριστον τοῦ σώματος, καὶ διὰ τὴν πρὸς τοῦτο μίξιν τὴν λήθην καὶ τὴν ἀπάτην γίνεσθαι, φη‐ σὶν ὁ Θ., ἄλλον δὲ τὸν ὥσπερ συγκείμενον ἐκ τοῦ δυ‐ | |
45 | νάμει καὶ ἐνεργείᾳ, ὃν καὶ χωριστὸν εἶναι τοῦ σώμα‐ τος τιθέασι καὶ ἄφθαρτον καὶ ἀγέννητον, καὶ πὼς μὲν δύο φύσεις τούτους τοὺς νοῦς, πὼς δὲ μίαν. Ἓν γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους. (Themist. de An. 91.) | |
54.1 | Δοκεῖ δὲ ὁ Θ. ἀπορεῖν εἰ πᾶσα μεταβολὴ ἐν χρόνῳ ὑφορώμενος ἴσως τὰς ἀπὸ σκότους εἰς φῶς μεταβολὰς, ὅταν εἰσκομισθέντος εἰς τὸ δωμάτιον λύχνου πᾶς ἀθρόως ὁ οἶκος ἀναπλησθῇ τοῦ φωτὸς ἄνευ χρόνου. | 427 |
5 | (Simpl. in Arist. Phys. f. 233.) | |
55.1 | Ἀλέξανδρος μὲν οὖν οἴεται πᾶσαν μεταβολὴν εἶναι ἐν χρόνῳ, Θ. δὲ ἔοικε διαποροῦντι καὶ ἴσως ὑφεωρᾶτο τὰς ἀπὸ σκότους εἰς φῶς μεταβολὰς ὅταν εἰσκομισθέν‐ τος εἰς τὸ δωμάτιον λύχνου πᾶς ἀθρόως ὁ οἶκος ἀνα‐ | |
5 | πλησθῇ τῆς αὐγῆς καὶ τοῦ φωτὸς ἄνευ χρόνου. (The‐ mist. in Arist. Phys. f. 55 b.) | |
56.1 | Ὡς δὲ πολλαχῶς λεγομένης τῆς προτάσεως ἔοικε καὶ Θ. ἐν τῷ περὶ Καταφάσεως φρονεῖν. (Alex. in Arist. Anal. pr. f. 55 b.) | |
57.1 | Ἔστι γάρ τινα ἃ καθ’ ἑαυτὰ μὲν λεγόμενα πλείω σημαίνει, συντεθέντα δὲ οὐκέτι, ὡς ἐν τῷ περὶ τοῦ Πολλαχῶς Θ. φησίν. (Alex. in Arist. Top. p. 284 Bk.) | |
57b1 | Οὗ καὶ αὐτοῦ Θ. ἐν τῷ περὶ τῶν Ποσαχῶς μέμνη‐ ται, οἷον ἐπίστασθαι πᾶν τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας· ἢ γὰρ ὡς καθόλου ἢ ὡς καθ’ ἕκαστα πάντα. (Alex. in Arist. Top. p. 266 b | |
5 | Bk.) | |
57c1 | Διόπερ ὀρθῶς ὁ Θ. τὴν μὲν καθ’ ἕκαστα ὡρισμένην καλεῖ, τὴν δὲ μερικὴν ἀδιόριστον· καὶ ἀντιδιαιρεῖται πρὸς μὲν τὴν ἁπλῶς καθόλου ἡ καθ’ ἕκαστα, πρὸς δὲ τὴν καθόλου ὡς καθόλου ἡ μερική. (Ammon. in | |
5 | Arist. de interpr. p. 113 b Bk. Conf. Boeth. in Arist. de int. l. 340.) | |
57d1 | Ἐμνημόνευσε τοῦ οὕτως ἀδιορίστου καὶ Θ. ἐν τῷ περὶ Καταφάσεως· τὸ γὰρ εἶναί τι τούτων καὶ τὸ ἕτε‐ ρον εἶναι ἀδιόριστα λέγει, τὸ μὲν εἶναί τι τούτων, ὅτι καὶ πάντων ὄντων ἀληθὲς καὶ τῶν μὲν ὄντων τῶν | |
5 | δὲ μή· τὸ δὲ τὸ ἕτερον εἶναι, ὅτι καὶ τοῦτο ἀληθὲς καὶ ἀμφοτέρων ὄντων καὶ τοῦ ἑτέρου μόνου. (Alex. in | |
Arist. Anal. pr. p. 152 b Bk.) | 428 | |
57e1 | Φησὶν ὁ Θ. ὅτι ἐπί τινων, ἐὰν μὴ ὁ προδιορισμὸς ᾖ καὶ ἐπὶ τοῦ κατηγορουμένου, ἡ ἀντίφασις συναλη‐ θεύσει, οἷον, φησὶν, ἐὰν λέγωμεν, Φαινίας ἔχει ἐπισ‐ τήμην, Φαινίας οὐκ ἔχει ἐπιστήμην, δύναται ἀμφό‐ | |
5 | τερα εἶναι ἀληθῆ. (Schol. ap. Waitz. Organ. I. 40.) | |
58.1 | Ὁ γοῦν Θ. ἐν τῷ πρώτῳ τῶν Προτέρων Ἀναλυτι‐ κῶν λέγων περὶ τῶν ὑπὸ τοῦ ἀναγκαίου σημαινομένων οὕτως γράφει· «Τρίτον τὸ ὑπάρχον· ὅτε γὰρ ὑπάρχει τότε οὐχ οἷόν τε μὴ ὑπάρχειν. Ἴδιον δὲ τοῦ ἐνδεχο‐ | |
5 | μένου τὸ τὸ μὴ ὂν ὑποτίθεσθαι εἶναι, ἐπεὶ καὶ τὸ ἀναγ‐ καῖον καὶ τὸ ὑπάρχον ἂν λάβῃ τις εἶναι, οὐκ ἀδύνατόν τι ἀκολουθήσει. Καὶ ἔσται ἐφαρμόζων ὁ λόγος καὶ τῷ ἀναγκαίῳ καὶ τῷ ὑπάρχοντι· διὸ ἴδιον τοῦ ἐνδεχο‐ μένου τὸ μὴ ὑπάρχον αὐτὸ ὡς ὑπάρχον ὑποτεθὲν μη‐ | |
10 | δὲν ἀδύνατον ἔχειν ἑπόμενον.» (Alex. in Arist. Anal. pr. f. 51.) | |
59.1 | Ἀνάγονται μέντοι καὶ οἱ δι’ ὅλων ὑποθετικοὶ εἰς τὰ τρία τὰ προειρημένα σχήματα ἄλλῳ τρόπῳ, ὡς καὶ Θ. δέδειχεν ἐν τῷ πρώτῳ τῶν Προτέρων Ἀναλυτι‐ κῶν ... Θ. μέντοι ἐν τῷ πρώτῳ τῶν Ἀναλυτικῶν | |
5 | δεύτερον σχῆμα λέγει ἐν τοῖς δι’ ὅλων εἶναι ὑποθετι‐ κοῖς, ἐν ᾧ ἀρχόμεναι ἀπὸ τοῦ αὐτοῦ αἱ προτάσεις λή‐ γουσιν, εἰς ἕτερα, τρίτον δὲ ἐν ᾧ ἀπὸ διαφόρων ἀρχό‐ μεναι λήγουσιν εἰς ταὐτόν. (Alex. in Arist. Anal. pr. f. 109 b.) | |
60.1 | Ἀπορεῖ δὲ ἐν τούτοις ὁ Ἀλέξανδρος περὶ τῶν λεγο‐ μένων παρὰ τῷ Θεοφράστῳ δι’ ὅλου ὑποθετικῶν ... δι’ ὅλου δὲ ὑποθετικοὺς ἐκάλει ὁ Θ. τοὺς καὶ τὰς προ‐ τάσεις καὶ τὸ συμπέρασμα ἐξ ὑποθέσεως λαμβάνον‐ | |
5 | τας ... ἔλεγε δὲ ὁ Θ. ὅτι δύνανται καὶ οὗτοι ὑπὸ τὰ τρία σχήματα ἀνάγεσθαι. (Jo. Philop. ad Arist. Anal. pr. f. 75.) | |
61.1 | Οὐ ταὐτὸν δέ ἐστιν ἀνάγειν τε λόγους εἰς τὰ σχή‐ ματα, ὡς ἔχει τὰ Θεοφράστου δύο τὰ ἐπιγραφόμενα Ἀνηγμένων λόγων εἰς τὰ σχήματα, καὶ μέθοδον ὑπο‐ γράψαι δι’ ἧς πάντα τὰ προβλήματα ἀναλύειν καὶ | |
5 | ἀνάγειν δυνησόμεθα ... ὑπογράφει δὲ τὴν αὐτὴν ταύ‐ την μέθοδον καὶ Θ. ἐν τῷ ἐπιγραφομένῳ περὶ Ἀναλύ‐ σεως Συλλογισμῶν. (Alex. in Arist. Anal. pr. | |
f. 115.) | 429 | |
62.1 | Καὶ Θ. δὲ ἐν τῷ πρώτῳ τῶν Προτέρων Ἀναλυ‐ τικῶν λέγει τὸ προσλαμβανόμενον ἢ δι’ ἐπαγωγῆς τί‐ θεσθαι ἢ καὶ αὐτὸ ἐξ ὑποθέσεως ἢ δι’ ἐνεργείας ἢ διὰ συλλογισμῶν. (Alex. in Arist. Anal. pr. f. 131.) | |
63.1 | Θ. μὲν καὶ Εὔδημος ἁπλούστερον ἔδειξαν τὴν καθόλου ἀποφατικὴν ἀντιστρέφουσαν ἑαυτῇ· τὴν γὰρ καθόλου ἀποφατικὴν ὠνόμασαν καθόλου στερητικὴν, τὴν δὲ δεῖξιν οὕτως ποιοῦνται. Κείσθω τὸ Α κατὰ | |
5 | μηδενὸς τοῦ Β· εἰ δὲ κατὰ μηδενὸς ἀπέζευκται· καὶ τὸ Β ἄρα παντὸς ἀπέζευκται τοῦ Α, εἰ δὲ τοῦτο κατ’ οὐδενὸς αὐτοῦ. (Alex. in Arist. Anal. pr. f. 11.) | |
63b1 | Θ. δὲ καὶ ταύτην (τὴν ἀποφατικὴν ἐνδεχομένην) ὁμοίως ταῖς ἄλλαις ἀποφατικαῖς φησὶν ἀντιστρέφειν. (Alex. in Arist. Anal. pr. p. 150 Bk.) | |
63c1 | Θ. μέντοι καὶ Εὔδημος ... ἀντιστρέφειν φασὶ καὶ τὴν καθόλου ἀποφατικὴν αὑτῇ, ὥσπερ ἀντέστρεφε καὶ ἡ ὑπάρχουσα καθόλου ἀποφατικὴ καὶ ἡ ἀναγκαία. (Alex. in Arist. Anal. pr. p. 166b Bk.) | |
63d1 | Λέγει (Ἀριστοτέλης) ὅτι ἐν ταῖς τοιαύταις προτά‐ σεσιν αἳ δυνάμει τοὺς τρεῖς ὅρους ἐν ἑαυταῖς ἔχουσιν, ὁποῖαί εἰσιν οὓς ἐξέθετο νῦν, (ὁποῖαί εἰσιν αἱ κατὰ πρόσληψιν ὑπὸ Θεοφράστου λεγόμεναι· αὗται γὰρ | |
5 | τοὺς τρεῖς ὅρους ἔχουσί πως· ἐν γὰρ τῇ καθ’ οὗ τὸ Β παντὸς κατ’ ἐκείνου καὶ τὸ Α παντὸς, ἐν τοῖς δύο ὅροις, τῷ τε Β καὶ τῷ Α, τοῖς ὡρισμένοις ἤδη πως περιείληπται καὶ ὁ τρίτος, καθ’ οὗ τὸ Β κατηγορεῖ‐ ται, πλὴν οὐχ ὁμοίως ἐκείνοις ὡρισμένος φανερός.) | |
10 | Ἐν δὴ ταῖς τοιαύταις προτάσεσι αἳ τῇ λέξει μόνον τῶν κατηγορικῶν διαφέρειν δοκοῦσιν, ὡς ἔδειξεν ἐν τῷ περὶ Καταφάσεως Θ. ... ὁ μέντοι Θ. ἐν τῷ περὶ Καταφά‐ σεως τὴν καθ’ οὗ τὸ Β, τὸ Α, ὡς ἴσον δυναμένην λαμβάνει τῇ καθ’ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου παν‐ | |
15 | τὸς τὸ Α. (Alex. in Arist. Anal. pr. p. 184 Bk.) | |
63e1 | Δόξουσι γὰρ οἱ δι’ ὅλων ὑποθετικοὶ, οὓς Θ. κατὰ ἀναλογίαν λέγει, οἷοί εἰσιν οἱ διὰ τριῶν λεγόμενοι, μηκέτι ὑποπίπτειν τῇ διὰ τῆς ἐκλογῆς δείξει. Λέγει δὲ αὐτοὺς ὁ Θ. κατὰ ἀναλογίαν, ἐπειδὴ αἵ τε προτά‐ | |
5 | σεις ἀνάλογοι καὶ τὸ συμπέρασμα ταῖς προτάσεσιν· ἐν πᾶσι γὰρ αὐτοῖς ὁμοιότης ἐστίν. Ἢ οὐδὲ συλλογισ‐ μοὶ κυρίως καὶ ἁπλῶς ἐκεῖνοι, ἀλλὰ τὸ ὅλον τοῦτο, ἐξ ὑποθέσεως συλλογισμοί· οὐδὲν γὰρ εἶναι ἢ μὴ εἶναι δεικνύουσι. (Alex. in Arist. Anal. pr. p. 178b | 430 |
10 | Bk.) | |
64.1 | Φησὶν ὁ Θ.· «τοῦ λόγου σχέσεις ἔχοντος τὴν μὲν πρὸς τοὺς ἀκροατὰς τὴν δὲ πρὸς τὰ πράγματα, τὴν μὲν πρὸς τοὺς ἀκροατὰς ποιηταὶ καὶ ῥήτορες διώκουσι, τὴν δὲ πρὸς τὰ πράγματα φιλόσοφοι.» (Anonym. in | |
5 | Arist. de interpr. p. 94, 16 Bk.) | |
65.1 | Διττῆς γὰρ οὔσης τῆς τοῦ λόγου σχέσεως, καθὰ διώρισεν ὁ φιλόσοφος Θ., τῆς τε πρὸς τοὺς ἀκροωμέ‐ νους οἷς καὶ σημαίνει τι, καὶ τῆς πρὸς τὰ πράγματα ὑπὲρ ὧν ὁ λέγων πεῖσας προτίθεται τοὺς ἀκροωμένους, | |
5 | περὶ μὲν τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τοὺς ἀκροατὰς καταγίνονται ποιητικὴ καὶ ῥητορική κ. τ. λ. (Am‐ mon. Herm. in Arist. de interpr. fr. 35. ) | |
66.1 | Th. de Affirmatione et negatione sic docuit, definitionem unam semper orationem eamque oportere continuatim proferri: illa enim una oratio esse dicitur, quae unius substantiae desi‐ | |
5 | gnatio est. Definitio autem, ut v. gr. hominis, animal gressibile bipes, una est oratio per hoc, quoniam unum subjectum i. e. hominem mons‐ trat. Sin vero quis dividat et orationem unam rem significantem proferendi intermissione | |
10 | distribuat, multiplex fit oratio. (Boeth. II. p. 318.) | |
67.1 | Ὁ μὲν Ἀριστοτέλης ... τὸ αὐτό φησιν εἶναι τὸ καθ’ αὑτὸ καὶ τὸ ᾗ αὐτό· εἴ τι μὲν γὰρ ᾗ αὐτὸ, τοῦτο καὶ καθ’ αὑτό· οἱ δὲ περὶ τὸν Θεόφραστον διαφέρειν ταῦτα λέγουσι· καθολικώτερον γὰρ εἶναι τὸ καθ’ αὑτὸ τοῦ ᾗ | |
5 | αὐτό. Εἴ τι μὲν γὰρ ᾗ αὐτὸ, τοῦτο καὶ καθ’ αὑτὸ, οὐκ εἴ τι δὲ καθ’ αὑτὸ, πάντως καὶ ᾗ αὐτό. Τῷ γὰρ τριγώνῳ ᾗ τρίγωνόν ἐστιν ὑπάρχει τὸ τὰς τρεῖς γω‐ νίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ἀλλὰ καὶ καθ’ αὑτό· τῷ δὲ ἰσοσκελεῖ καθ’ αὑτὸ μὲν ὑπάρχει, οὐκέτι δὲ ᾗ αὐτό. | |
10 | Οὐ γὰρ ᾗ ἰσοσκελὲς ὑπάρχει αὐτῷ τὸ τὰς τρεῖς γω‐ νίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν. Εἰ γὰρ τοῦτο οὐκ ἂν τῷ ἰσοπλεύρῳ ἢ σκαληνῷ ὑπῆρχεν, ἐπεὶ μὴ ἰσοσκελῆ, ἀλλ’ ᾗ ἁπλῶς τρίγωνά ἐστιν. Ταῦτα μὲν οἱ περὶ Θεόφραστον. (Jo. Philop. in Arist. Anal. post. | |
15 | fol. 17.) | 431 |
68.1 | Ἔστιν ὁ τόπος, ὡς λέγει Θ., ἀρχή τις ἢ στοιχεῖον ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς, ἐπιστή‐ σαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένως, — ἢ γὰρ περιλαμβάνει τὰ κοινά τε καὶ καθόλου ἅ ἐστι | |
5 | τὰ κύρια τῶν συλλογισμῶν, ἢ δύναταί γε ἐξ αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι, —τοῖς δὲ καθ’ ἕκαστα ἀορίστως· ἀπὸ τούτων γὰρ ὁρμώμενον ἔστιν εὐπορεῖν προτάσεως ἐνδόξου πρὸς τὸ προκείμενον· τοῦτο γὰρ ἡ ἀρχή. (Alex. in Arist. Top. 5.) | |
69.1 | Διὸ καὶ ὁρίζεται ὁ Θ. τὸν τόπον, ὡς ἤδη ἡμῖν ἐν τοῖς πρώτοις εἴρηται, οὕτως· «τόπος ἐστὶν ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς, τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθ’ | |
5 | ἕκαστα ἀόριστος.» (Alex. in Arist. Top. 67.) | |
70.1 | Δεῖ μὴ ἀγνοεῖν ὅτι Θ. διαφέρειν λέγει παράγγελμα καὶ τόπον· παράγγελμα μὲν γάρ ἐστι τὸ κοινότερον καὶ καθολικώτερον ἁπλούστερον λεγόμενον, ἀφ’ οὗ ὁ τόπος εὑρίσκεται· ἀρχὴ γὰρ τόπου τὸ παράγγελμα, | |
5 | ὥσπερ ὁ τόπος ἐπιχειρήματος. (Alex. in Arist. Top. 72.) | |
70b1 | Δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι Θ. τὰ περὶ ταὐτοῦ προβλή‐ ματα ὑποτάσσει τοῖς γενικοῖς, ὥσπερ καὶ τὰ ἀπὸ τῶν διαφορῶν· λέγει γὰρ «καὶ τὴν διαφορὰν καὶ τὴν ταὐ‐ τότητα γενικὰ θῶμεν.» (Alex. in Arist. Top. p. 257 | |
5 | Bk.) | |
70c1 | Ὅτι δὲ λέγεται (τὰ πρός τι) πρὸς ταῦτα ἐν οἷς ἔστιν, ὑπὸ μὲν Θεοφράστου ἐν τῷ βʹ τῶν Τοπικῶν οὕτως εἴρηται· «ὧν μὲν γὰρ ἕκαστα λέγεται, καὶ ὑπάρχει τούτοις, ὥσπερ ἡ συμμετρία καὶ ἡ ἕξις καὶ | |
5 | ἡ σύνθεσις· μνήμη δὲ καὶ ὕπνος καὶ ὑπόληψις οὐδενὶ τῶν ἀψύχων, οὐδὲ ἡ ἑτέρου κίνησις ἄλλῳ· διὸ δὴ καθ’ ἕκαστον διοριστέον.» (Alex. in Arist. Metaph. p. 719b Bk.) | |
70d1 | Κατὰ γὰρ τὸν Θ. γνώμη ἐστὶ καθόλου ἀπόφανσις ἐν τοῖς πρακτέοις· εἰσὶ δὲ τούτων αἱ μὲν παράδοξοι αἱ δὲ ἔνδοξοι αἱ δὲ ἀμφισβητούμεναι. (Gregor. Co‐ | |
rinth. ad Hermog. VII, 1154 Walz.) | 432 | |
71.1 | Ὁ Θ. οὕτως ὁρίζεται τὸ ἀξίωμα «ἀξίωμά ἐστι δό‐ ξα τις, ἡ μὲν ἐν τοῖς ὁμογενέσιν ἐὰν ἴσα ἀπὸ ἴσων, ἡ δὲ ἁπλῶς ἐν ἅπασιν.» (Themist. in Arist. Anal. post. f. 2.) | |
72.1 | Τὴν μέμψιν καὶ τὴν ὀργὴν καὶ τὸν θυμὸν ἅπερ φησὶν ὁ Θ. ἐν τῷ περὶ παθῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον ἔχειν τὴν διαφορὰν καὶ μὴ εἶναι ὁμοειδῆ ... (Simpl. in Arist. Categ. f. 7.) | |
73.1 | Ἄσκοπος ἡ τύχη, φησὶν ὁ Θ., καὶ δεινὴ παρελέ‐ σθαι τὰ προπεπονημένα καὶ μεταρρίψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐθένα καιρὸν ἔχουσα τακτόν. (Plutarch. Cons. ad Apoll. 104d.) | |
74.1 | Τοὺς ἀλλοτρίους, ὡς ἔλεγε Θ., οὐ φιλοῦντα δεῖ κρίνειν ἀλλὰ κρίναντα φιλεῖν. (Plut. Am. frat. 482c.) | |
75.1 | Εὖ εἶπε Θ. ὡς, εἰ κοινὰ τὰ φίλων ἐστὶ, μάλιστα δεῖ κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους. (Plut. am. frat. 490d.) | |
76.1 | Διὸ καὶ Θ. ἄοινα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων. (Plut. Symp. 678 et 716.) | |
77.1 | Φιλόσοφος ὁ Θ. ἐν τῇ συγκρίσει τῶν ἁμαρτημά‐ των ὡς ἄν τις κοινότερον τὰ τοιαῦτα συγκρίνειέ φησι βαρυτέρα εἶναι τὰ κατ’ ἐπιθυμίαν πλημμελούμενα τῶν κατὰ θυμόν· ὁ γὰρ θυμούμενος μετά τινος λύπης | |
5 | καὶ λεληθυίας συστολῆς φαίνεται τὸν λόγον ἀποστρε‐ φόμενος, ὁ δὲ κατ’ ἐπιθυμίαν ἁμαρτάνων ὑφ’ ἡδονῆς ἡττώμενος ἀκολαστότερός πως φαίνεται καὶ θηλύτερος ἐν ταῖς ἁμαρτίαις. (M. Antonin. 2, p. 168 ed. Bas.) | |
78.1 | Οὐδὲν πλέον ἔχουσιν οἱ πλούσιοι τῶν μέτρια κε‐ | |
κτημένων, ἀλλὰ τυφλὸς ὁ πλοῦτός ἐστιν, ὥς φησι Θ., καὶ ἄζηλος ἀληθῶς, εἰ Καλλίας πλουσιώτατος Ἀθη‐ ναίων καὶ Ἰσμηνίας εὐπορώτατος Θηβαίων ἐχρῶντο | 433 | |
5 | τούτοις οἷς Σωκράτης καὶ Ἐπαμινώνδας. (Plut. Cu‐ pid. divit. p. 527.) | |
79.1 | Ἀλλ’ οὐδὲ τὰ κατὰ τέχνην ἀηδῶς ἐποιεῖτο (ὁ Παρ‐ ράσιος) ἀλλὰ ῥᾳδίως ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστο‐ ρεῖ Θ. ἐν τῷ περὶ Εὐδαιμονίας. (Athenae. 12 p. 543.) | |
80.1 | Θεόμανδρον τὸν Κυρηναῖόν φησι Θ. ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐ‐ τυχίαν. (Athenae. 13, p. 567.) | |
81.1 | Οὐκ, εἰ δή που τοῦ(το) τῷ γένει τιμιώτερον, ἤδη καὶ, ὁτιοῦν ἂν ᾖ μέρος τούτου, πρὸς τὸ τηλίκον θα‐ τέρου συγκρινόμενον, αἱρετὸν ἔσται. Λέγω δὲ οἷον, οὐ καὶ χρυσίον τιμιώτερον χαλκοῦ καὶ τηλίκον τοῦ | |
5 | χρυσίου πρὸς τὸ τηλίκον χαλκοῦ μέγεθος ἀντιπαρα‐ βαλλόμενον πλέον δόξει; ἀλλὰ ποιήσει τινὰ ῥοπὴν καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος. (A. Gell. N. A. 1, 3.) | |
82.1 | Κινδυνεύει τὸ λίαν φιλεῖν, ὥς φησι Θ., αἴτιον τοῦ μισεῖν γίνεσθαι. (Plut. Cato min. p. 777.) | |
83.1 | Θ. ἐν τῷ περὶ κολακείας φησὶν ὡς Μύρτις μύστης ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν ἅμα καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, βουλόμενον δὲ καὶ μετὰ τῶν κατὰ τὴν πόλιν ἐνδόξων | |
5 | ὁρᾶσθαι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν, Οὐ χορεύσει ἐνθάδε οὐδ’ ἁμῶν ἀκούσει. (Athenae. 6, p. 254.) | 434 |
84.1 | Οὐδεὶς δὲ λέγει τὸν Ἀριστείδου βίον ἡδὺν ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπά‐ λου, καίτοι κατά γε τὴν δόξαν, φησὶν ἐν τῷ περὶ Ἡδονῆς Θ., οὐχ ὁμοίως λαμπρός ἐστιν, ἀλλ’ οὐκ | |
5 | ἐτρύφησεν ὥσπερ ἐκεῖνοι. Οὐδὲ τὸν Ἀγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον εἰ ἔτυχεν τὸν Ἀνάνιος οὕτως ἀοράτου κατὰ δόξαν ὄντος. Οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ Τροίας, ἀλλὰ πολὺ μᾶλλον τῶν νῦν· καὶ τοῦτ’ εἰκότως. Ὁ μὲν γὰρ ἀκατάσκευος καὶ | |
10 | ὥσπερ ἀνάρτυτος ἦν οὔτ’ ἐπιμιξίας οὔσης οὔτε τῶν τεχνῶν διηκριβωμένων· ὁ δὲ πᾶσιν ἐξηρτυμένος πρὸς ῥᾳστώνην καὶ πρὸς ἀπόλαυσιν καὶ πρὸς τὰς ἄλλας διαγωγάς. (Athenae. 12, p. 511.) | |
85.1 | Ὁ Θ. ἀντιλέγει τῷ Πλάτωνι περὶ τοῦ μὴ εἶναι ἀληθῆ καὶ ψευδῆ ἡδονὴν ἀλλὰ πάσας ἀληθεῖς. Εἰ γάρ ἐστί τις, φησὶν, ἡδονὴ ψευδὴς, ἔσται τις ἡδονὴ οὐχ ἡδονή· ἢ μάλιστα μὲν οὐδὲν συμβήσεται τοιοῦτον· | |
5 | καὶ γὰρ ἡ ψευδὴς δόξα οὐδὲν ἧττον δόξα· εἰ δὲ καὶ συμβαίη τι ἄτοπον τὴν ἐσχάτην ἡδονὴν δοκοῦσαν εἶ‐ ναι μὴ εἶναι ἡδονήν· ἐπεὶ καὶ ὄντι· ἄλλως οὐκ ὂν ἁπλῶς [ἐπεὶ καὶ ὄν τι, ἀλλ’ ὡς οὐκ ὂν ἁπλῶς conj. Schneider.] οἷον τὸ γεννητὸν οὐχ ὅπερ ὄν. Καὶ γὰρ | |
10 | Ἀριστοτέλης τινὰς ἡδονὰς πρός τι εἶναι ἡδονὰς ἀξιοῖ καὶ οὐχ ἁπλῶς, οἷον τὰς τῶν νοσούντων καὶ τῷ πικρῷ χρωμένων ὡς γλυκεῖ. Ἔτι φησὶν ὁ Θ. τριχῶς τὸ ψεῦδος· ἢ γὰρ ὡς ἔθος ἐπίπλαστον ἢ ὡς λόγος ἢ ὡς πρᾶγμά τι ὄν. Κατὰ τί οὖν, φησὶν, ἡ ἡδονὴ ψευδής; | |
15 | οὔτε γὰρ ἦθος ἡδονὴ οὔτε λόγος οὔτε ὂν, οὐκ ὄν· τοιοῦ‐ τον γὰρ τὸ πρᾶγμα τὸ ψευδὲς ἐν τῷ μὴ εἶναι χαρα‐ κτηριζόμενον. Ἢ ῥητέον ὅτι κατὰ τοὺς τρεῖς διορι‐ σμούς ἐστι ψευδὴς ἡ ἡδονή· καὶ γὰρ ἐπίπλαστος ἡ τοῦ ἐπιπλάστου ἤθους, καὶ ἄλογος ἡ ἀντὶ τοῦ ἀληθοῦς εἰς | |
20 | τὸ ψεῦδος ἀποπλανηθεῖσα δόξα καὶ τούτῳ ἐφηδομένη· καὶ μὴ οὖσα ἡ κατὰ ἀπουσίαν τοῦ λυπηροῦ φανταζο‐ μένη [ἡ] ἡδονὴ καὶ ταῦτα μὴ παρόντος ἡδέος; (Olym‐ piod. in Plat. Phileb. p. 269.) | |
86.1 | Θ. ἐν τῷ περὶ Ἡδονῆς καὶ δὴ καὶ τοὺς Ἴωνας, φησὶ, διὰ τὴν ὑπερβολὴν τῆς τρυφῆς ἔτι *** καὶ νῦν ἡ χρυσῆ παροιμία διαμεμένηκε. (Athenae. 12, p. 526.) | |
86b1 | Οὐ γὰρ, εἴ τις, ὡς Θ. λέγει, γευσάμενος τῆς ἀμ‐ βροσίας ἐπιθυμεῖ αὐτῆς, μέμφεσθαι ἄξιον, ἀλλ’ εἴ τις σφοδρῶς ἡττᾶται τῶν ἡδονῶν ὡς οἱ πολλοί. (Aspasii Schol. in Ar. Eth. Classical Journal XXIX, 45.) | 435 |
86c1 | Καὶ τὸν Ἀναξαγόραν αἰτιᾶται ὁ Θ. ἐν Ἠθικοῖς λέγων ὅτι ἐξελαύνει ἡδονὴ λύπην ἐναντίαν οἷον ἀπὸ τοῦ διψᾶν. (Olymp. in Plat. Phileb. 269 Stallb.) | |
86d1 | Φυόμεναι γὰρ ἐν τοῖς τηλικούτοις αἱ ἀρεταὶ καὶ βλαστάνουσαι τό τε κατορθούμενον, ὥς φησι Θ., ἐπιβεβαιοῦνται τοῖς ἐπαίνοις καὶ τὸ λοιπὸν αὔξονται μετὰ φρονήματος ἐπαιρόμεναι. Τὸ δὲ ἄγαν παντα‐ | |
5 | χοῦ μὲν ἐπισφαλές. (Plut. Agis. c. 2.) | |
86e1 | Θ. ἐρωτηθεὶς ὑπό τινος, τί συνέχει τὸν ἀνθρώπων βίον, ἔφη, εὐεργεσία καὶ τιμὴ καὶ τιμωρία. (Stob. Eclog. 48, 72.) | |
86f1 | Μεῖζον δὲ τὸ τὸν πλοῦτον ἄζηλον, ὥς φησι Θ., καὶ ἄπλουτον ἀπεργάσασθαι τῇ κοινότητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ. (Plut. Lycurg. c. 10. Cf. Plut. de Cupidit. divit. p. 527.) | |
87.1 | Ὅτι δὲ καὶ νόσους ἰᾶται μουσικὴ Θ. ἱστόρησεν ἐν τῷ περὶ ἐνθουσιασμοῦ, ἰσχιακοὺς φάσκων ἀνόσους διατελεῖν εἰ καταυλήσοι τις τοῦ τόπου τῇ φρυγιστὶ ἁρ‐ μονίᾳ. (Athenae. 14 p. 624; cf. Eustath. p. 1078, | |
5 | 41.) | |
88.1 | Θ. ἐν τῷ περὶ ἐνθουσιασμῶν ... φησὶ ... τὴν μου‐ σικὴν πολλὰ τῶν περὶ τὴν ψυχὴν καὶ τὸ σῶμα γιγνο‐ μένων παθῶν ἰατρεύειν καθάπερ λιποθυμίαν φόβους καὶ τὰς ἐπὶ μακρὸν γιγνομένας τῆς διανοίας ἐκστάσεις. | |
5 | Ἰᾶται γὰρ, φησὶν, ἡ καταύλησις καὶ ἰσχιάδα καὶ ἐπι‐ ληψίαν, καθάπερ ... λέγεται τὸν μουσικὸν καταστῆσαι τὸν ἐξιστάμενον ἐν Θήβαις ὑπὸ τὴν τῆς σάλπιγγος φωνήν· ἐπὶ τοσοῦτον γὰρ ἐβόησεν ἀκούων ὥστε ἀσχη‐ μονεῖν. Εἰ δέ ποτε καὶ πολεμικὸν σαλπίσειέ τις, πολὺ | |
10 | χεῖρον πάσχειν μαχόμενον. Τοῦτον οὖν κατὰ μικρὸν τῷ αὐλῷ προσάγειν καὶ ὡς ἄν τις εἴποι ἐκ προσαγωγῆς ἐποίησε καὶ τὴν τῆς σάλπιγγος φωνὴν ὑπομένειν. | |
(Apollon. Hist. Mirab. c. 49.) | 436 | |
89.1 | Ἔστι γὰρ τὸ γινόμενον κίνημα μελῳδητικὸν περὶ τὴν ψυχὴν σφόδρα ἀκριβὲς ὁπόταν φωνῇ ἐθελήσῃ ἑρ‐ μηνεύειν αὐτὸ, τρέπει μὲν τήνδε, τρέπει δὲ ἐφ’ ὅσον οἵα τέ ἐστι τὴν ἄλογον τρέψαι καθὸ ἐθέλει. Ἧς τὴν | |
5 | ἀκρίβειάν τινες ἐπεβάλοντο εἰς τοὺς ἀριθμοὺς ἀνα‐ πέμπειν κατὰ τοὺς ἐν τούτοις λόγους τὴν ἀκρίβειαν τῶν διαστημάτων γίνεσθαι φήσαντες. Ἕνα γὰρ λόγον εἶναι τοῦ διὰ πασῶν ἔφασαν ὡς καὶ τὸν τοῦ διπλασίονος καὶ τὸν τοῦ διὰ πέντε. Ὡς τὸν τοῦ ἡμιολίου καὶ τὸν | |
10 | τοῦ διὰ τεσσάρων ὡς τὸν τοῦ ἐπιτρίτου, καὶ τῶν ἄλ‐ λων διαστημάτων ἁπάντων ὁμοίους, ὥσπερ καὶ τῶν ἄλ‐ λων ἀριθμῶν ἑκάστου ἴδιον. Οὕτω τε ἐν ποσότητι τὴν μουσικὴν εἶναι, ἐπειδὴ παρὰ τήνδε αἱ διαφοραί. | |
89.2 | Ἃ δὴ λέγοντες συνετώτεροί τισιν ἐφαίνοντο τῶν ἁρμονικῶν καὶ αἰσθήσει κρινόντων, τοῖς τῶν νοητῶν ἀριθμῶν λόγοις ἐπικρίνοντες. Οἳ οὐκ ᾔδεισαν ὅτι, εἰ μέν τι ποσότης ἐστὶν, ἡ διαφορὰ γίγνεται αὕτη παρὰ | |
5 | τὸ ποσότητι διάφορον κἂν μέλος ἢ μέλους μέρος εἴη· ὥστε καὶ ἡ χρόα χρόας ποσότητι διαφέροι, ὅπερ ἀνάγκη κἂν μέλος ἢ μέλους (μέρος) εἴη, εἴ γε τὸ μέλος καὶ τὸ διάστημα ἀριθμὸς καὶ διὰ τὸν ἀριθμὸν τὸ μέλος καὶ ἡ τοῦδε διαφορά. Καὶ γὰρ εἰ πᾶν διάστημα | |
10 | πλῆθός τι, τὸ δὲ μέλος ἐκ διαφόρων φθόγγων, τὸ μέλος ὅτι ἀριθμὸς τοιόνδε ἂν εἴη. | |
89.3 | Ἀλλ’ εἰ μηδὲν ἄλλ’ ἢ ἀριθμὸς, πᾶν ἀριθμητὸν μετέχοι ἂν καὶ μέλους ὅσον καὶ ἀριθμοῦ. Εἰ δ’ ὡς τῷ χρώματι συμβέβηκε τὸ πλῆθος ἄλλῳ ὄντι, καὶ τοῖς φθόγγοις, ἔστι τι ἄλλο | |
5 | φθόγγος καὶ ἄλλο τὸ περὶ αὐτὸν πλῆθος. Ἀλλ’ εἰ ἄλλο τι φθόγγος ὁ ἀκουστὸς καὶ ὁ βαρύτερος καὶ ὁ ὀξύτερος, διαφέρουσιν ἀλλήλων ἢ ὡς φθόγγοι ἢ ὡς τὸ πλήθει. Εἰ μὲν (ὡς) τὸ πλήθει, καί ἐστιν ὁ ὀξύτερος τοιοῦτος τῷ πλείονας ἀριθμοὺς κεκινῆσθαι καὶ ὁ βαρύτερος τῷ | |
10 | ἐλάττους, τί ἄλλο τὸ ἴδιον τῆς φωνῆς ἂν εἴη; πᾶσα γὰρ ἀντιληπτικὴ ἢ κατὰ τὸ ὀξὺ ἢ κατὰ τὸ βαρύ ἐστι· πᾶσα γὰρ φωνή ἐστιν ἧς μὲν ὀξυτέρα ἧς δὲ βαρυτέρα, ὥστε ἧς μὲν ἔλαττον τὸ πλῆθος ἧς δὲ πλεῖον, ὥστε ἀριθμός· οὗ αἰρομένου τί τὸ ἀπολειπόμενον εἴη ἄλλο | |
15 | τι καθὸ φωνή; ἡ φωνὴ δὲ ὀξυτέρα τινὸς ἢ βαρυτέρα ἐστίν· ἔχει τὸ ποσὸν ἡ φωνή· εἰ δὲ ἄλλο τι οὐκ ἔτι ἔσται φωνή τις. | |
89.4 | Εἰ δὲ ᾗ φθόγγοι διοίσουσιν οἱ ὀξεῖς καὶ βαρεῖς, οὐκέτι τοῦ πλήθους δεησόμεθα· ἡ γὰρ αὐτῶν φύσει διαφορὰ αὐτάρκης ἔσται εἰς τὴν τῶν μελῶν γένεσιν. Καὶ εἴδησις ἔσται τῶν διαφορῶν. | |
5 | Οὐκέτι γὰρ ἔσονται διαφοραὶ παρὰ τὰ πλήθη ἀλλὰ παρὰ τὴν ἰδιότητα τῶν φωνῶν ὥσπερ ἐν τοῖς χρώμασιν. Οὐδὲ γὰρ χρῶμα ἁπλοῦν ἁπλοῦ χρώματος ποσότητι διαφέρει· ἴσαι γὰρ ἂν εἶεν αἱ ποσότητες· ὥσπερ εἰ συμμιγείη ἢ μέλαν λευκῷ ἴσον ἴσῳ, οὐκ ἂν οἱ τοῦ | |
10 | λευκοῦ ἀριθμοὶ τῶν τοῦ μέλανος πλείους λέγοιντο οὐδ’ ἂν οἱ τοῦ μέλανος τῶν τοῦ λευκοῦ. Οὕτως οὐδὲ τὸ γλυκύπικρον· ἕκαστον γὰρ καθὸ ἐπιτέτακται ἴσον· ἀλλ’ | |
ἔστι τὸ πλῆθος ἐπ’ ἴσον ἐπιτεταγμένον κατὰ τὸ ἴδιον. | 437 | |
89.5 | Οὕτως οὐδὲ ἡ ὀξεῖα φωνὴ ἐκ πλειόνων συνέστηκεν ἢ πλείους ἀριθμοὺς κινεῖται οὐδὲ ἡ βαρεῖα· οἷόν τε γὰρ ἢ ταύτην λέγειν ἢ κἀκείνην, ἐπειδὴ ἴδιόν τι μέγεθος βαρείας ἐστὶ φωνῆς. Δῆλον δὲ ἐκ τῆς βίας τῆς γε‐ | |
5 | νομένης περὶ τοὺς μελῳδοῦντας· ὡς γάρ τινος δέοντα; δυνάμεως εἰς τὸ τὴν ὀξεῖαν ἐκφωνῆσαι οὕτω εἰς τὸ τὴν βαρεῖαν φθέγξασθαι. Ἔνθα μὲν γὰρ συνάγουσι τὰ πλεῦρα καὶ τὴν ἀρτηρίαν ἐκτείνουσι [διὸ βραχύτερον] βίᾳ ἀποστενοῦντες. Ἔνθα δὲ διευρύνουσι τὴν ἀρτη‐ | |
10 | ρίαν, διὸ βραχύτερον τὸν τράχηλον ποιοῦσι τὸ μῆκος τῆς εὐρύτητος συναγούσης. | |
89.6 | Τοιαύτης ἔοικεν ἔν τε τοῖς αὐλοῖς εἰς τὸ ἐμπνεῦσαι βίᾳ τῷ στενωτέρῳ δυνά‐ μεως δεῖν καὶ εἰς τὸ τῷ εὐρυτέρῳ ἵνα πληρωθῇ· καὶ γὰρ δὴ καὶ μᾶλλον ἐν τοῖς αὐλοῖς· ἀπονώτερον γὰρ τὸ | |
5 | ὀξὺ τῷ διὰ τῶν ἄνω γίγνεσθαι τρημάτων· βίας δὲ δεόμενον τὸ βαρὺ καὶ μείζονος εἰ δι’ ὅλου τὸ πνεῦμα πέμποιτο, ὥστε ὅσον μήκους προστίθεται τοσόνδε καὶ πνεύματος ἰσχύος προστίθεται. | |
89.7 | Ἐν δὲ ταῖς χορδαῖς τὸ ἴσον κατὰ θάτερον δῆλον· ὅσῳ γὰρ εὐτονωτέρα ἡ τῆς λεπτοτέρας τάσις τοσῷδε ἡ ἀνεῖσθαι δοκοῦσα πα‐ χυτέρα, οὕτω τε ὅσῳ ἰσχυρότερος ὁ ἦχος ἐκ τῆς λε‐ | |
5 | πτοτέρας τοσῷδε βαρύτερος ὁ ἕτερος· ἐκ γὰρ μείζονος ὁ πλείων καὶ τοῦ πέριξ ἦχος. Πῶς γὰρ ἂν σύμφωνοι ἐγίγνοντό τινες φθόγγοι εἰ μὴ ἰσότης ἦν; ἀσύγκριτον γὰρ τὸ πλεονάζον, τὸ γὰρ ὑπέρμετρον ὑπὲρ τὴν μῖξιν διάδηλον γίγνεται. Διὸ τοῖς κατὰ τὴν κρᾶσιν ἰσχυ‐ | |
10 | ροτέροις τὸ ἀνειμένον πλεῖον ἐπιμίγνυται εἰς τὸ ἰσοδυ‐ ναμῆσαι· | |
89.8 | ὥστε ἐστί τις συμφωνία καὶ ἰσότης τῶν ἐξ ὧν γίνεται. Εἰ γὰρ ὁ ὀξὺς πλείους κινοῖτο ἀριθμοὺς, πῶς ἂν συνήχησις γένοιτο; καὶ γὰρ, ὥς φασι, καὶ πορρωτέρω ἀκούεται ὁ ὀξύτερος φθόγγος τῷ πορρωτέρω | |
5 | διὰ τὴν τῆς κινήσεως ὀξύτητα διικνεῖσθαι. Εἰ διὰ τὸ πλῆθος γίγνεται, οὐκ ἄν ποτε γένοιτο σύμφωνος οὗτος πρὸς τὸν βαρὺν, οὔθ’ ὅτε ἀκούεται, εἴ γε ἐν ἀμφοτέ‐ ροις ἡ συμφωνία, οὔθ’ ὅτε ἐκλείπει ὁ βαρύτερος, ἀνάγκη γὰρ κατὰ τὴν λεληθυῖαν ἔκλειψιν μηκέτ’ ἀκούε‐ | |
10 | σθαι· οὔτε μάλιστα ἄμφω ἀκούονται· καὶ τότε γὰρ ὁ ὀξὺς σφοδρότερός ἐστιν ἅτε οἷός τε ὢν καὶ πόρρω διι‐ κνεῖσθαι· φθάνει τε οὖν τὸν βαρὺν καὶ κατισχύει ὥστε σφετερίζεσθαι τὴν αἴσθησιν ἀεὶ [μὴ] μειονεκτοῦντος τοῦ βαρυτέρου. | |
89.9 | Ἀλλ’ ἐπεί ἐστί τι σύμφωνον ἰσό‐ τητα δηλοῦν ἀμφοῖν τοῖν φθόγγοιν, ἰσότης ἐστὶ τῶν δυνάμεων διαφέρουσα τῇ ἰδιότητι ἑκατέρα. Τὸ γὰρ ὀξύτερον φύσει ὂν ἐκδηλότερον οὐκ ἰσχυρότερον πορ‐ | |
5 | ρωτέρω ἀντιληπτόν ἐστι τοῦ βαρυτέρου, ὥσπερ τὸ λευκὸν ἄλλου του χρώματος, ἤ τι ἕτερον ὃ οὐχὶ τῷ θάτερον ἧττον εἶναι ὃ πέφυκε μᾶλλον ἀντιληπτόν ἐστιν, ἢ τῷ μὴ διὰ τοὺς ἴσους ἀριθμοὺς κινεῖσθαι, ἀλλὰ τῷ μᾶλλον τῷδε ἢ τῷδε ἐπιβάλλειν τὴν αἴσθησιν διὰ τὴν | |
10 | πρὸς τὰ πέριξ ἀνομοιότητα. Οὕτως διικνεῖται μὲν καὶ ὁ βαρύς, ἡ δ’ ἀκοὴ θᾶττον ἀντιλαμβάνεται διὰ τὴν ἰδιότητα τοῦ ὀξέος, οὐ διὰ τὸ ἐν αὐτῷ πλῆθος. | |
89.10 | Καὶ γὰρ δή γε εἰ καὶ πορρωτέρω ἐκινεῖτο οὐ διὰ τὸ | |
πλείους κινεῖσθαι ἀριθμοὺς ὁ ὀξύτερος ἀλλὰ διὰ τὸ σχῆμα· ἐπειδὴ ὁ μὲν ὀξὺς ἦχος πρόσω μᾶλλον φέρεται καὶ ἄνω ὁ δὲ βαρὺς πέριξ κατ’ ἴσον μᾶλλον. Δῆλον | 438 | |
5 | δὲ καὶ ἐκ τῶν ὀργάνων· τὸ μὲν γὰρ ὑπόκερας καὶ τὸ σὺν τῷ χαλκώματι περιηχητικώτερα ἅτε τοῦ ἤχου ἴσου περὶ πᾶν γιγνομένου. Καὶ γὰρ εἴ τις ὀξὺν φθεγγό‐ μενος φθόγγον ἅπτοιτο τῆς αὑτοῦ πλευρᾶς, ἔπειτα πάλιν βαρὺν, αἰσθάνοιτο ἂν μᾶλλον ἐπὶ τοῦ βαρέος | |
10 | φθόγγου τῇ χειρὶ τῆς περὶ τὴν πλευρὰν κινήσεως. Κἂν τοῦ ὀργάνου ἅπτηται τῆς χέλυος ἢ τοῦ κέρατος ἢ ἀγκῶνος ὁπότε τὴν λεπτὴν τύπτοι καὶ τὴν τοῦ βαρέος προετικὴν, πάλιν ἐπαίσθοιτο ἂν μᾶλλον τῆς περὶ τὸ κύτος κινήσεως ὁπότε τὴν τοῦ βαρυτέρου τύπτοι ἤχου | |
15 | προετικήν. Εἰς πᾶν γὰρ ὃ βαρὺς φθόγγος διικνεῖται πέριξ, ὁ δὲ ὀξὺς πρόσω ἢ εἰς ὃ βιάζεται ὁ φθεγγόμενος. | |
89.11 | Εἰ οὖν ὅσῳ πρόσω κινεῖται ὁ ὀξὺς τοσόνδε περὶ πᾶν κινοῖτο ὁ βαρὺς οὐκ ἂν ἐλάττους κινοῖτο ἀριθμούς· ὅπερ κἀκ τῶν αὐλητικῶν δῆλον· ὁ γὰρ μακρότερος αὐλὸς βαρύτερος ἐν ᾧ πλεῖον τὸ πνεῦμα περὶ ὃ πᾶν ἡ | |
5 | κίνησις. Ἀλλ’ οὐδὲ τάχει ἂν διαφέροι ὁ ὀξύς· προκα‐ τελαμβάνετο γὰρ ἂν τὴν ἀκοὴν ὥστε μὴ γίγνεσθαι σύμφωνον· εἰ δὲ γίγνεται ἰσοταχοῦσιν ἄμφω· οὐχὶ οὖν ἀριθμοί τινες ἄνισοι τὸν τῶν διαφορῶν λόγον ποιοῦσιν. Αἱ δὲ φύσει τοιαίδε φωναὶ φύσει συνηρμο‐ | |
10 | σμέναι οὖσαι· οὐδὲ γὰρ τὰ διαστήματα, ὥς τινές φα‐ σιν, αἴτια τῶν διαφορῶν, διὸ καὶ ἀρχαί· | |
89.12 | ἐπειδὴ καὶ τούτων παραλειπομένων γίγνεται τάδε αἴτια τοῦ εἶναι οὐχ ὡς ποιοῦντα ἀλλὰ ὡς μὴ κωλύοντα. Οὐδὲ γὰρ ἡ ἐκμέλεια τῆς ἐμμελείας αἰτία· ἐπειδὴ οὐκ ἂν | |
5 | γένοιτο ἐμμέλεια εἰ μὴ ἡ ἐκμέλεια παραπέμποιτο. Οὐδ’ ἄν τι ἄλλο ἐπιστημονικὸν γένοιτο εἰ μὴ τοὐναν‐ τίον ἀνεπίστημον τοῦ ἐπιστήμονος, ἀλλὰ παραπεμ‐ πόμενον, τοῦ μὴ κωλύειν. | |
89.13 | Ὥστ’ οὐδὲ τὰ δια‐ στήματα τοῦ μέλους αἴτια ὡς ποιοῦντα ἀλλ’ ὡς μὴ κωλύοντα. Εἰ γάρ τις ἅμα φθέγγοιτο κατὰ τὸ συνεχὲς καὶ τοὺς μεταξὺ τόπους, ἆρ’ οὖν ἐκμελῆ ποιοῖτο φωνήν; | |
5 | ὧν οὖν μὴ παραπεμπομένων ἐκμέλεια γίγνοιτο ἂν οὐχὶ τούτων παραλειπομένων ἡ ἐμμέλεια, ὡς εἰ μὴ παρα‐ λειφθεῖεν κωλυσόντων. Μέγα οὖν ὄφελος τὸ περιί‐ στασθαι ταύταις τὴν μελῳδίαν, ὥστε ἀνευρίσκειν τοὺς συνηρμοσμένους πρὸς ἀλλήλους φθόγγους· ἀλλ’ οὗτοι | |
10 | μὲν αἴτιοι τοῦ μέλους ὄντες, τὰ δὲ διαστήματα παρα‐ πεμπόμενα ἐπιδηλούμενα ἐκμελείας αἴτιά ἐστιν· ἧς καὶ ἀρχαὶ λέγοιντ’ ἂν οὐχὶ τῆς ἐμμελοῦς φωνῆς. | |
89.14 | Οὔτ’ οὖν τὰ διαστήματα αἴτια τῆς ἐμμελείας ἀλλὰ βλαπτικὰ αὐτῆς φαινόμενά γε· οὔτε οἱ ἀριθμοὶ αἴτιοι τῇ ποσότητι διαφέρειν ἀλλήλων τοὺς φθόγγους· κατ’ ἄλλο γὰρ ἴσοι εὑρίσκονται οἱ βαρεῖς τοῖς ὀξέσι καθὸ | |
5 | καὶ ὁ πόνος ἴσος κατὰ τοὐναντίον· οὐ γὰρ ἧττον τῶν τοὺς ὀξεῖς φθόγγους φθεγγομένων οἱ τοὺς βαρεῖς πο‐ νοῦσι βιαζόμενοι εἰς τοὐναντίον πάλιν. Μία δὲ φύσις τῆς μουσικῆς, κίνησις τῆς ψυχῆς ἡ κατὰ ἀπόλυσιν γιγνομένη τῶν διὰ τὰ πάθη κακῶν. (Porphyr. ad | |
10 | Ptolemaei Harmonica ed. Wallis p. 241—244.) | 439 |
90.1 | Θ. περὶ μουσικῆς ἀρχὰς μουσικῆς τρεῖς εἶναι λέγει, λύπην ἡδονὴν ἐνθουσιασμὸν, ὡς ἑκάστου τούτων πα‐ ρατρέποντος ἐκ τοῦ συνήθους καὶ ἐγκλίνοντος τὴν φω‐ νήν. (Plut. Qu. Sympos. P. 623.) | |
91.1 | Τὴν ἀκουστικὴν αἴσθησιν Θ. παθητικωτάτην εἶναί φησι πασῶν. (Plut. de audit. p. 37.) | |
92.1 | Θ. πρῶτόν φησιν Ἄνδρωνα τὸν Καταναῖον αὐ‐ λητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι τῷ σώματι αὐ‐ λοῦντα, ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς πα‐ λαιοῖς· μεθ’ ὃν Κλεόφαντον Θηβαῖον. (Athenae. 1, | |
5 | p. 22.) | |
93.1 | Διόπερ Θ. παράδειγμα ἐκτέθειται μεγαλοπρεπείας τὸ τοιοῦτον κῶλον· τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φι‐ λοσοφούντων· οὐ γὰρ ἐκ παιώνων ἀκριβῶς ἀλλὰ παιω‐ νικόν τί ἐστι. (Demetr. Phaler. de elocut. sect. | |
5 | 41.) | |
94.1 | Ὁρίζεται τὸ ψυχρὸν Θ. οὕτω· ψυχρόν ἐστι τὸ ὑπερβάλλον τὴν οἰκείαν ἀπαγγελίαν, οἷον ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ, ἀντὶ τοῦ ἀπύθμενος ἐπὶ τραπέζης κύλιξ οὐ τίθεται· τὸ γὰρ πρᾶγμα σμικρὸν ὂν οὐ δέχεται | |
5 | ὄγκον τοσοῦτον λέξεως. (Demetr. Phal. de elocut. sect. 114.) | |
95.1 | Ὡρίσατο τὸ κάλλος Θ. οὕτω· κάλλος ὀνόματός ἐστι τὸ πρὸς τὴν ἀκοὴν ἢ πρὸς τὴν ὄψιν ἡδὺ ἢ τὸ τῇ διανοίᾳ ἔντιμον. (Demetr. Phal. de elocut. sect. 173.) | |
96.1 | Ἐν τούτοις τε οὖν τὸ πιθανὸν καὶ ἐν ᾧ Θ. φησιν ὅτι οὐ πάντα ἐπ’ ἀκριβείας δεῖ μακρηγορεῖν, ἀλλ’ ἔνια καταλείπειν καὶ τῷ ἀκροατῇ συνιέναι καὶ λογίζεσθαι ἐξ αὑτοῦ· συνιεὶς γὰρ τὸ ἐλλειφθὲν ὑπὸ σοῦ οὐκ ἀκροατὴς | |
5 | μόνον ἀλλὰ καὶ μάρτυς σου γίνεται καὶ ἅμα εὐμενέ‐ στερος· συνετὸς γὰρ ἑαυτῷ δοκεῖ διὰ σὲ, τὴν ἀφορμὴν αὐτῷ παρεσχηκότα τοῦ συνιέναι· τὸ δὲ πάντα ὡς ἀνοήτῳ λέγειν καταγινώσκοντι ἔοικε τοῦ ἀκροατοῦ. | |
(Demetr. Phal. de elocut. sect. 222.) | 440 | |
97.1 | Οἱ μὲν οὖν ὑπὸ κήρυκος κελεύουσι πωλεῖν καὶ προ‐ κηρύττειν ἐκ πλειόνων ἡμερῶν· οἱ δὲ παρ’ ἀρχῇ τινὶ καθάπερ καὶ Πιττακὸς παρὰ βασιλεῦσι καὶ πρυτάνει· ἔνιοι δὲ προγράφειν παρὰ τῇ ἀρχῇ πρὸ ἡμερῶν μὴ | |
5 | ἐλαττόνων ἢ ἑξήκοντα καθάπερ Ἀθήνῃσι, καὶ τὸν πριάμενον ἑκατοστὴν τιθέναι τῆς τιμῆς ὅπως διαμφι‐ σβητῆσαί τε ἐξῇ καὶ διαμαρτύρεσθαι τῷ βουλομένῳ καὶ ὁ δικαίως ἐωνημένος φανερὸς ᾖ τῷ τέλει· παρὰ δέ τισι προκηρύττειν κελεύουσι πρὸ τοῦ κατακυρωθῆναι | |
10 | πένθ’ ἡμέρας συνεχῶς, εἴ τις ἐνίσταται ἢ ἀντιποιῆται τοῦ κτήματος ἢ τῆς οἰκίας· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ὑποθέσεων ὥσπερ καὶ ἐν τοῖς Κυζικηνῶν. | |
97.2 | Οἱ δὲ Θουριακοὶ τὰ μὲν τοιαῦτα πάντα ἀφαιροῦσιν οὐδ’ ἐν ἀγορᾷ πράττουσι (προστάττουσι libri) ὥσπερ τἆλλα, διδόναι δὲ κελεύουσι κοινῇ τῶν γειτόνων τῶν ἐγγυτάτω | |
5 | τρισὶ νόμισμά τι βραχὺ μνήμης ἕνεκα καὶ μαρτυρίας. Ἀναγκαῖον δῆλον ὅτι τοῖς μὲν τὰς ἀρχὰς ὑπευθύνους ποιεῖν τοῖς δὲ τοὺς γείτονας ἐὰν μὴ λάβωσι, ἢ δὶς παρὰ τοῦ αὐτοῦ λάβωσιν, ἢ ἔχοντες μὴ λέγωσι τῶν ἐωνη‐ μένων. Οὐ χρὴ δ’ ἀγνοεῖν ὅτι αἱ προγραφαὶ καὶ αἱ | |
10 | προκηρύξεις καὶ ὅλως ὅσα πρὸς τὰς ἀμφισβητήσεις ἐστὶ πάντη τὰ πλεῖστα δι’ ἔλλειψιν ἑτέρου νόμου τί‐ θεται. Παρ’ οἷς γὰρ ἀναγραφὴ τῶν κτημάτων ἐστὶ καὶ τῶν συμβολαίων, ἐξ ἐκείνων ἐστὶ μαθεῖν, εἰ ἐλεύ‐ θερα καὶ ἀνέπαφα καὶ τὰ αὐτοῦ πωλεῖ δικαίως· εὐθὺς | |
15 | γὰρ καὶ μετεγγράφει ἡ ἀρχὴ τὸν ἐωνημένον. | |
97.3 | Ἐπεὶ δὲ καὶ προστασίας τινὲς ὠνοῦνται καὶ πωλοῦσιν ἀπαλλοτριοῦν ἐθέλοντες ὀρθῶς ἔχει καὶ πρὸς ταῦτα νομοθετεῖν, ὅπερ καὶ ποιοῦσιν, ἅμα ταῦτά τε βουλό‐ μενοι κωλύειν καὶ τὴν ἐμφανῆ ποιεῖν ὥσπερ ἐν τοῖς· | |
5 | ἐνίων· κελεύουσι γὰρ ἐάν τις οἰκίαν πρίηται θύειν ἐπὶ τοῦ Ἀπόλλωνος τοῦ ἐπικωμαίου· ἐὰν δὲ χωρίον ἐπὶ τῆς κώμης ᾗ αὐτὸς οἰκεῖ καὶ ὀμνύειν ἐναντίον τῆς ἀρχῆς ἐγγραφούσης καὶ κωμητῶν τριῶν ἦ μὴν ὠνεῖ‐ σθαι δικαίως ὡς μηδὲν συγκακουργοῦντα μήτε τέχνῃ | |
10 | μήτε μηχανῇ μηδεμιᾷ, τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν πωλοῦντα πωλεῖν ἀδόλως. Τὸν δὲ μὴ οἰκοῦντα ἐν ἄστει θύειν τὸν ὅρκον ἐπὶ τοῦ Διὸς τοῦ ἀγοραίου, τὴν δὲ θυσίαν τῶν ἐλαττόνων εἶναι θυλήμασιν, ἄνευ δὲ τούτων μὴ ἐγγράφειν τὴν ἀρχήν· ἅμα καὶ ἐν τῷ ὅρκῳ | |
15 | προσορμίζειν αὐτὴν ἐὰν μὴ ὀμνύωσι μηδὲ ἐγγράψειν τὴν ὠνήν. | |
97.4 | Οὗτοι μέντοι πρὸς ἀμφότερα μᾶλλον δὲ πρὸς πάντα βούλονται πεφυλάχθαι καθάπερ ἴσως καὶ δεῖ· κυρία δὲ ἡ ὠνὴ καὶ ἡ πρᾶσις εἰς μὲν κτῆσιν ὅταν ἡ τιμὴ δοθῇ καὶ τὰ ἐκ τῶν νόμων ποιήσωσιν, οἷον | |
5 | ἀναγραφὴν ἢ ὅρκον ἢ τοῖς γείτοσι τὸ γιγνόμενον, εἰς δὲ τὴν παράδοσιν καὶ εἰς αὐτὸ τὸ πωλεῖν ὅταν ἀραβῶνα λάβῃ. Σχεδὸν γὰρ οὕτως οἱ πολλοὶ νομοθετοῦσιν· ἀλλὰ τοῦτο προσδιοριστέον ἐὰν μὴ παρὰ μεθύοντος μηδ’ ἐξ ὀργῆς μηδὲ φιλονεικίας μηδὲ παρανομοῦντος ἀλλὰ | |
10 | φρονοῦντος καὶ τὸ ὅλον δικαίως, ὅπερ κἀκεῖ προσθετέον | |
ὅταν ἀφορίζῃ παρ’ ὧν δεῖ ὠνεῖσθαι. Τάττουσι δέ τινες καὶ τὸν ἀραβῶνα πόσον δεῖ διδόναι πρὸς τὸ πλῆθος τῆς τιμῆς μερίζοντες· ἄτοπον γὰρ ἐὰν δακτύλιον δῷ τῶν δέκα ταλάντων. Ἔοικε γὰρ ἐκ καιροῦ τὰ τοιαῦτα | 441 | |
15 | καὶ πάθους γίγνεσθαι· δεῖ δ’ ἐκ προαιρέσεως· οὕτω γὰρ ἔσται τὸ δίκαιον. | |
97.5 | Ἐὰν δὲ λαβὼν ἀραβῶνα μὴ δέχηται τὴν τιμὴν ἢ δοὺς μὴ καταβάλῃ ἐν τῷ ὡρισμένῳ χρόνῳ—δεῖ γὰρ ὡρίσθαι καθάπερ ἐν τοῖς Θουρίων τὸν μὲν ἀραβῶνα παραχρῆμα τὴν δὲ τιμὴν | |
5 | αὐθήμερον· οἱ δὲ καὶ πλείους ἡμέρας τίθενται τῆς τι‐ μῆς, οἱ δὲ ἁπλῶς ὅσας ἂν ὁμολογήσωσι—τὸ δὲ ἐπι‐ τίμιον ἑκατέρῳ, πότερον τῷ μὲν στέρησις τοῦ ἀρα‐ βῶνος· οὕτω γὰρ σχεδὸν οἵ τε ἄλλοι κελεύουσι καὶ οἱ Θουριακοί· τῷ δὲ μὴ δεχομένῳ ἔκτισις ὅσου ἂν ἀπο‐ | |
10 | δῶται· καὶ γὰρ τοῦτο ἐν τοῖς Θουρίων ἡ ἄνισος ζημία· πολλαπλασία γὰρ ἡ τιμὴ τοῦ ἀραβῶνος· ἔτι δὲ καὶ βλάπτοιτ’ ἂν ὁ ἀποδόμενος ἀφεὶς ἑκατέρους ἐπειδή τις ἐφ’ ἡμέραν μίαν ὁρίσειεν· οὕτω γὰρ μάλιστ’ ἐνδέχεται. Παρ’ ἐνίοις δεδικάσθαι κελεύουσι τῷ μὴ δεχομένῳ τὴν | |
15 | τιμήν· πότερον δὲ ἕως ἂν κομίσηται κύριον εἶναι τοῦ κτήματος; οὕτω γὰρ οἱ πολλοὶ νομοθετοῦσιν· ἢ ὥσπερ Χαρώνδας καὶ Πλάτων; οὗτοι γὰρ παραχρῆμα κε‐ λεύουσι διδόναι καὶ λαμβάνειν· ἐὰν δέ τις πιστεύσῃ, μὴ εἶναι δίκην· αὐτὸν γὰρ αἴτιον εἶναι τῆς ἀδικίας. (Stobae. | |
20 | Serm. 42, p. 280. 281.) | |
98.1 | Θ. ἐν τοῖς περὶ νόμων φησὶ δυοῖν τούτων ἐπιμελεῖ‐ σθαι δεῖν τοὺς ἀγορανόμους τῆς τε ἐν τῇ ἀγορᾷ εὐκο‐ σμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας ἀλλὰ καὶ τοὺς ὠνουμένους. (Suid. et Harpocrat. | |
5 | sub vv. κατὰ τὴν ἀγοράν.) | |
99.1 | Ὣς Θ. ἱστόρηκε καὶ τῆς ἀργίας νόμον οὐ Σόλων ἔθηκε ἀλλὰ Πεισίστρατος, ᾧ τήν τε χώραν ἐνεργεστέ‐ ραν καὶ τὴν πόλιν ἠρεμαιοτέραν ἐποίησεν. (Plutarch. Solo extr.) | |
100.1 | Θ. ἐν τῷ περὶ νόμων ὕβρεως καὶ ἀναιδείας παρὰ τοῖς Ἀθηναίοις εἶναι βωμούς φησι. (Zenob. Proverb. 4, 36.) | |
101.1 | Ἐγίγνοντο δὲ καὶ εἰσαγγελίαι κατὰ τῶν καταλυόντων τὸν δῆμον ῥητόρων ἢ μὴ τὰ ἄριστα τῷ δήμῳ λεγόν‐ των ἢ πρὸς τοὺς πολεμίους ἄνευ τοῦ πεμφθῆναι ἀπελ‐ θόντων ἢ προδόντων φρούριον ἢ στρατιὰν ἢ ναῦς, ὡς | |
5 | Θ. ἐν τῷ περὶ νόμων. Ὅτι δὲ ὁ εἰσαγγείλας καὶ οὐχ | |
ἑλὼν ἀζήμιος ἦν Ὑπερείδης ἐν τῷ ὑπὲρ Λυκόφρονός φησι· καίτοι γε ὁ Θ. τοὺς μὲν ἄλλας γραφὰς γραψα‐ μένους χιλίας τ’ ὀφλισκάνειν εἰ τοῦ πέμπτου τῶν ψή‐ φων μὴ καταλάβοιεν καὶ προσατιμοῦσθαι, τοὺς δὲ εἰσ‐ | 442 | |
10 | αγγέλλοντας μὴ ἀτιμοῦσθαι μὲν, ὀφλεῖν δὲ τὰς χιλίας. (Pollux Onomast. 8, 52. 53.) | |
102.1 | Ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι ἄφεσιν εἶχον οἱ ἰσοτελεῖς Θ. εἴρηκεν ἐν ἑνδεκάτῃ τῶν νόμων· οὗτος δέ φησιν ὡς ἐνιαχοῦ καὶ πόλεσιν ὅλαις ἐψηφίζοντο τὴν ἀτέλειαν Ἀθηναῖοι ὥσπερ Ὀλυνθίοις | |
5 | τε καὶ Θηβαίοις. (Harpocrat. sub. σκαφηφόρος.) | |
103.1 | Συστομώτερον σκάφης τάσσεται ἐπὶ τῶν διὰ τὸ ἀγενὲς σιωπώντων. Θ. γὰρ ἐν τῷ περὶ νόμων εἰρῆ‐ σθαι ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνῃσιν ἐν ταῖς δημοτε‐ λέσι πομπαῖς σκάφας φέροντας πομπεύειν καὶ ὁπότε | |
5 | δὲ ἐβούλοντο μέτοικον δηλῶσαι ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον· διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι συστομώ‐ τερον ποιήσειν ἀπειλεῖν σκάφης. (Photii Lexic. p. 558.) | |
104.1 | Ὅτι οἱ ἁλόντες ἐπ’ ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων ... καὶ Θ. ἐν τῷ τρισκαιδεκάτῳ τῶν νόμων δηλοῖ. (Harpocr. s. v. ἰσοτελεῖς. Phot. Lex. p. 355.) | |
105.1 | Φαρμακῶν δ’ ἐστὶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὣς καὶ Θ. ἐν πέμπτῳ καὶ δεκάτῳ νόμων ὑποσημαίνει. (Harpocrat. s. v. φαρμακῶν. Phot. Lex. p. 640.) | |
106.1 | Ὀλίγων οἱ ἀγαθοὶ νόμων δέονται· οὐ γὰρ τὰ πρά‐ γματα πρὸς τοὺς νόμους ἀλλ’ οἱ νόμοι πρὸς τὰ πράγματα τίθενται. (Stob. Serm. 27, p. 218.) | |
107.1 | Θ. ἐν τῷ Ἐρωτικῷ Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν ὡς τὸν οἶνον τῶν χρωμένων (τοῖς τρόποις) κε‐ ράννυσθαι, οὕτως καὶ τὸν ἔρωτα, ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χα‐ | |
5 | λεπώτατος. (Athenae. 13, p. 562.) | |
108.1 | Ἄμασιν τὸν Ἠλεῖον Θ. ἐν τῷ Ἐρωτικῷ περὶ τοὺς | |
ἔρωτας δεινὸν γεγονέναι λέγει. (Athenae. 13, p. 567.) | 443 | |
109.1 | Ἐν Αἰγίῳ παιδὸς ἠράσθη χήν· τὸν δὲ παῖδα τοῦ‐ τον Θ. ἐν τῷ Ἐρωτικῷ Ἀμφίλοχον καλεῖσθαί φησι καὶ τὸ γένος Ὠλένιον εἶναι (Athenae. 13, p. 606.) | |
110.1 | Ἡσίοδος ἐν τρίτῳ Μελαμποδίας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. Εὐπρεπεῖς γὰρ αὐτόθι γυναῖκες, ὡς καὶ Θ. εἴρηκε. (Athenae. 13 p. 609.) | |
111.1 | Θ. ἀγῶνα κάλλους φησὶ γενέσθαι παρὰ Ἠλείοις καὶ τὴν κρίσιν ἐπιτελεῖσθαι μετὰ σπουδῆς, λαμβά‐ νειν τε τοὺς νικήσαντας ἆθλα ὅπλα ἅπερ ἀνατίθεσθαί φησι Διονύσιος ὁ Λευκτρικὸς τῇ Ἀθηνᾷ. (Athenae. 13, | |
5 | p. 609.) | |
112.1 | Ἐνιαχοῦ φησὶν ὁ αὐτὸς Θ. καὶ κρίσεις γυναικῶν περὶ σωφροσύνης γίνεσθαι καὶ οἰκονομίας ὥσπερ ἐν τοῖς βαρβάροις· ἑτέρωθι δὲ κάλλους ὡς δέον καὶ τοῦτο τιμᾶσθαι, καθάπερ καὶ παρὰ Τενεδίοις καὶ Λεσβίοις. | |
5 | (Athenae. 13, p. 610.) | |
113.1 | Ἐκ Λεβῆνος ἦν Λευκοκόμας τε καὶ ὁ ἐραστὴς αὐτοῦ Εὐξύνθετος [Εὐξίθεος corr. Coraius], οὓς ἱστορεῖ Θ. ἐν τῷ περὶ ἔρωτος λόγῳ· εἶναι (δὲ τῶν) ἄθλων ὧν ὁ Λευκοκόμας τῷ Εὐξυνθέτῳ προσέταξεν ἕνα, φησὶ, | |
5 | τοῦτον, τὸν ἐν Πραίσῳ κύνα ἀναγαγεῖν αὐτῷ. Ὅμοροι δ’ εἰσὶν αὐτοῖς οἱ Πραίσιοι. (Strabo 10, pag. 478. Cas.) | |
114.1 | Θ. ἐρωτηθεὶς τί ἐστιν ἔρως, πάθος, ἔφη, ψυχῆς σχολαζούσης. (Stob. Serm. 62, p. 400.) | |
115.1 | Ἔρως δέ ἐστιν ἀλογίστου τινὸς ἐπιθυμίας ὑπερβολὴ ταχεῖαν μὲν ἔχουσα τὴν πρόσοδον βραδεῖαν δὲ τὴν ἀπόλυσιν. (Stob. Serm. 62, p. 400.) | |
116.1 | Θ. ἐν τῷ περὶ μέθης ζωρότερον φησὶν εἶναι τὸ κεκραμένον παρατιθέμενος Ἐμπεδοκλέους τάδε· «αἶψα | |
δὲ θνητὰ φύοντο τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα διαλλάσσοντα κελεύθους.» (Athenae. | 444 | |
5 | 10, p. 423.) | |
117.1 | Παρὰ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις εἴ τις ἄκρατον ἔπιε μὴ προστάξαντος ἰατροῦ θεραπείας ἕνεκα θάνα‐ τος ἦν ἡ ζημία Ζαλεύκου τὸν νόμον θέντος. Παρὰ δὲ Μασσαλιώταις ἄλλος νόμος τὰς γυναῖκας ὑδροποτεῖν· | |
5 | ἐν δὲ Μιλήτῳ ἔτι καὶ νῦν φησὶ Θ. τοῦτ’ εἶναι τὸ νό‐ μιμον. (Athenae. 10, p. 429.) | |
118.1 | Ἦσαν δὲ αἱ τῶν ἀκροποτῶν ἐπιχύσεις, ὥς φησι Θ. ἐν τῷ περὶ μέθης, οὐ παλαιαὶ, ἀλλ’ ἦν ἀπ’ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, ὁ δὲ κόττα‐ βος τοῖς ἐρωμένοις· ἐχρῶντο γὰρ ἐπιμελῶς τῷ κοττα‐ | |
5 | βίζειν ὄντος τοῦ παιγνίου σικελικοῦ. (Athenae. 10, p. 427.) | |
119.1 | Θ. γοῦν ἐν τῷ περὶ μέθης φησί· «πυνθάνομαι δ’ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνῃσι τοῖς ὀρχησταῖς καλουμένοις· ὠρχοῦντο δ’ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρωτ...τες | |
5 | Ἀθηναίων καὶ κατεδύοντο ἱμάτια τῶν Θηραϊκῶν. Ὁ δὲ Ἀπόλλων οὗτός ἐστιν ᾧ τὰ θαργήλια ἄγουσιν. Καὶ διασώζεται Φυλῇσιν ἐν τῷ Δαφνηφορείῳ γραφὴ περὶ τούτων.» (Athenae. 10, p. 424.) | |
120.1 | Ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενον σοφοὶ συμ‐ ποτικὰς ὁμιλίας· «παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν» φησὶν ὁ Θ. ἐν τῷ περὶ μέθης. (Athenae. 11, p. 463.) | |
121.1 | Θ. δ’ ἐν τῷ περὶ μέθης φησὶν ὅτι τοῦ Διονύσου τροφοὶ αἱ νύμφαι κατ’ ἀλήθειαν· αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσιν. (Athenae. 11, p. 465.) | |
122.1 | Θ. τὸ ῥυτὸν φησὶν ὀνομαζόμενον ποτήριον τοῖς ἥρωσι μόνοις ἀποδίδοσθαι. (Athenae. 11, p. 497.) | |
123.1 | Θ. δ’ ἐν τῷ περὶ μέθης τὸν ἄκρατον φησὶν οἶνον τὸν ἐπὶ τῷ δείπνῳ διδόμενον, ὃν δὴ λέγουσιν ἀγαθοῦ δαίμονος εἶναι πρόποσιν, ὀλίγον τε προσφέρουσιν ὥσ‐ περ ἀναμιμνήσκοντες μόνον τῇ γεύσει τὴν ἰσχὺν αὐ‐ | 445 |
5 | τοῦ καὶ τὴν τοῦ θεοῦ δωρεάν· καὶ μετὰ τὴν πλήρωσιν διδόασιν ὅπως ἐλάχιστον ᾖ τὸ πινόμενον· καὶ τρίτον προσκυνήσαντες λαμβάνουσιν ἀπὸ τῆς τραπέζης καὶ ὥσπερ ἱκετείαν τινὰ ποιούμενοι τοῦ θεοῦ μηδὲν ἀσχη‐ μονεῖν μηδὲ ἔχειν ἰσχυρὰν ἐπιθυμίαν τοῦ πότου ... καὶ | |
10 | λαμβάνειν ἐξ αὐτοῦ τὰ καλὰ καὶ χρήσιμα. (Athenae. 15, p. 693.) | |
124.1 | Τιρυνθίους φησὶ Θ. ἐν τῷ περὶ κωμῳδίας φιλόγε‐ λως ὄντας ἀχρείους δὲ πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων καταφυγεῖν ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἀπαλλαγῆναι βουλομένους τοῦ πάθους καὶ τὸν θεὸν | |
5 | ἀνελεῖν αὐτοῖς, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγε‐ λαστὶ τοῦτον ἐμβάλωσιν εἰς τὴν θάλατταν παύσεσθαι. Οἱ δὲ δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ· μαθὼν οὖν εἷς καὶ συγ‐ καταμιχθεὶς ἐπείπερ ἐβόων ἀπελαύνοντες αὐτόν, τί | |
10 | δῆτ’, ἔφη, δεδοίκατε μὴ τὸ σφάγιον ὑμῶν ἀνατρέψω; γελασάντων δὲ ἔμαθον ἔργῳ τὸν θεὸν δείξαντα ὡς ἄρα τὸ πολυχρόνιον ἔθος ἀμήχανόν ἐστι θεραπευθῆναι. (Athenae. 6, p. 261.) | |
125.1 | Θ. ἐν τῷ πρὸς Κάσανδρον περὶ βασιλείας—εἰ γνήσιον τὸ σύγγραμμα· πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου—τοὺς Περσῶν φησὶ βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς ἐφευρίσκουσί τινα καινὴν ἡδονὴν | |
5 | ἀργυρίου πλῆθος. (Athenae. 4, p. 144.) | |
126.1 | Θ. ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ τὸν Θεμιστοκλέα πέμψαντος εἰς Ὀλυμπίαν Ἱέρωνος ἵππους ἀγωνιστὰς καὶ σκηνήν τινα κατεσκευασμένην πολυτελῶς στήσαν‐ τος εἰπεῖν ἐν τοῖς Ἕλλησι λόγον, ὡς χρὴ τὴν σκηνὴν | |
5 | διαρπάσαι τοῦ τυράννου καὶ κωλῦσαι τοὺς ἵππους ἀγωνίσασθαι. (Plut. Themist. c. 25.) | |
127.1 | Οἱ γὰρ αἰσυμνῆται καλούμενοι παρ’ Ἕλλησι τὸ ἀρχαῖον, ὡς ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ Θ., αἱρετοί τινες ἦσαν τύραννοι. (Dionys. H. antiq. Rom. p. 1022 ed. Reiske.) | |
128.1 | Θ. ἐν τῷ περὶ καιρῶν βʹ λέγει οὕτως· «Ἕτεροι δ’ | |
εἰς ἀνδρωδέστερα καταδαπανῶντες οἷον στρατείας ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν | 446 | |
5 | τὰ τῶν ἄλλων καταναλίσκειν ἀλλὰ καὶ τὰ αὐτοῦ πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον (ἐφόδια Phot.) τοῖς ἐπιβου‐ λεύουσιν· ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν.» (Suidas | |
10 | et Phot. Lex. sub v. Κυψελιδῶν ἀνάθημα.) | |
129.1 | Θ. ἐν πρώτῳ τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φη‐ σὶν οὕτως· «πολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνό‐ ματος θέσιν ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας ὡς | |
5 | Ἀθηναῖοι.» (Harpocr. in ἐπίσκοπος.) | |
130.1 | Θ. ἐν τῷ περὶ γελοίου λεχθῆναι μέν φησι τὴν πα‐ ροιμίαν ὑπὸ τοῦ Στρατονίκου ἀλλ’ εἰς Σιμμύκαν τὸν ὑποκριτὴν, διελόντος τὴν παροιμίαν, μέγας οὐδεὶς σαπρὸς ἰχθύς. (Athenae. 8, p. 348.) | |
131.1 | Ὀστρακισθῆναι πρῶτον Ἀθήνῃσι Θησέα ἱστορεῖ Θ. ἐν τοῖς πρώτοις καιροῖς. (Suid. s. ἀρχὴ σκυρία.) | |
132.1 | Γλώσσῃ ματαίᾳ ζημία προστρίβεται· Αἰσχύλου· τὸ μὲν ἀπόφθεγμα Βίαντος, ὡς παροιμία δὲ λαμβάνεται ὡς μαρτυρεῖ Θ. ἐν τῷ περὶ παροιμιῶν. (Apostol. Adag. 6, 36.) | |
133.1 | Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δ’ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινὰ γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶ‐ σαν, αὐτὸς ἀνατείνας τὴν δεξιὰν, ἅδε, εἶπε, κρείσσων. | |
5 | (Plutarch. Quaest. gr. p. 301c.) | |
134.1 | Εἰ Θεοφράστῳ πιστεύομεν, ἀνδρὶ φιληκόῳ καὶ ἱστο‐ ρικῷ παρ’ ὁντινοῦν τῶν φιλοσόφων, εὑρεῖν μὲν ἦν τὰ δέοντα καὶ νοῆσαι πάντων ἱκανώτατος ὁ Ἀλκιβιάδης, ζητῶν δὲ μὴ μόνον ἃ δεῖ λέγειν ἀλλὰ καὶ ὡς δεῖ τοῖς | |
5 | ὀνόμασι καὶ τοῖς ῥήμασιν, οὐκ εὐπορῶν δὲ πολλάκις ἐσφάλλετο καὶ μεταξὺ λέγων ἀπεσιώπα καὶ διέλειπε, λέξεως διαφυγούσης αὐτὸν ἀναλαμβάνων καὶ διασκο‐ | |
πούμενος. (Plutarch. Alcib. c. 10.) | 447 | |
135.1 | Εὐδοκίμησεν Ἐτεοκλῆς ὁ Λακεδαιμόνιος εἰπὼν ὡς οὐκ ἂν Ἑλλὰς δύο Λυσάνδρους ἤνεγκε. Τὸ δ’ αὐτὸ τοῦτο καὶ περὶ Ἀλκιβιάδου φησὶ Θ. εἰπεῖν Ἀρ‐ χέστρατον. (Plut. Lysand. c. 19.) | |
136.1 | Θ. φησιν Ἀριστείδην περὶ τὰ οἰκεῖα καὶ τοὺς πο‐ λίτας ἄκρως ὄντα δίκαιον ἐν τοῖς κοινοῖς πολλὰ πρᾶξαι πρὸς τὴν ὑπόθεσιν τῆς πατρίδος ὡς συχνῆς ἀδικίας δεομένην. Καὶ γὰρ τὰ χρήματά φησιν ἐκ Δήλου | |
5 | βουλευομένῳ Ἀθήναζε κομίσαι παρὰ τὰς συνθήκας καὶ Σαμίων εἰσηγουμένων εἰπεῖν ἐκεῖνον ὡς οὐ δίκαιον μὲν συμφέρον δὲ τοῦτ’ ἐστί. Καὶ τέλος εἰς τὸ ἄρχειν ἀνθρώπων πάντων καταστήσας τὴν πόλιν αὐτὸς ἐνέ‐ μεινε τῇ πενίᾳ καὶ τὴν ἀπὸ τοῦ πένης εἶναι δόξαν | |
10 | οὐδὲν ἧττον ἀγαπῶν τῆς ἀπὸ τῶν τροπαίων διετέλεσε. (Plut. Aristid. c. 25.) | |
137.1 | Λύσανδρος καλέσας Φιλοκλέα τὸν στρατηγὸν ἠρώ‐ τησεν αὐτὸν τίνα τιμᾶται ἑαυτῷ δίκην τοιοῦτα περὶ Ἑλλήνων συμβεβουλευκὼς τοῖς πολίταις· ὁ δὲ οὐδέν τι πρὸς τὴν συμφορὰν ἐνδοὺς ἐκέλευσε μὴ κατηγορεῖν | |
5 | ὧν οὐδείς ἐστι δικαστὴς ἀλλὰ νικῶντα πράττειν ἅπερ ἂν νικηθεὶς ἔπασχεν· εἶτα λουσάμενος καὶ λαβὼν χλαμύδα λαμπρὰν πρῶτος ἐπὶ τὴν σφαγὴν ἡγεῖτο τοῖς πολίταις, ὡς ἱστορεῖ Θεόφραστος. (Plut. Lysand. c. 13.) | |
138.1 | Γενομένων δὲ συνθηκῶν ὅπως τὰ χωρία καὶ τὰς πόλεις ἃς εἶχον ἀλλήλων καὶ τοὺς αἰχμαλώτους ἀπο‐ διδῶσι πρότερον ἀποδιδόντων τῶν κλήρῳ λαχόντων ὠνήσατο τὸν κλῆρον ὁ Νικίας κρύφα χρήμασιν ὥστε | |
5 | προτέρους ἀποδιδόναι τοὺς Λακεδαιμονίους. Καὶ τοῦτο ἱστορεῖ Θεόφραστος. (Plut. Nicia c. 10.) | |
139.1 | Οὐκ ἀγνοῶ ὅτι Θ. ἐξοστρακισθῆναί φησι τὸν Ὑπέρ‐ βολον Φαίακος, οὐ Νικίου, πρὸς Ἀλκιβιάδην ἐρίσαν‐ τος, ἀλλ’ οἱ πλείους οὕτω γεγράφασιν. (Plut. Nic. c. 11.) | |
140.1 | Στρατηγοῦ, ὡς ἔφη Θ., δεῖ θάνατον ἀποθνήσκειν τὸν στρατηγὸν, οὐ πελταστοῦ τοῦ τυχόντος. (Plut. | |
Sertor. c. 13.) | 448 | |
141.1 | Ὡς Θ. ἱστορεῖ, τὸν Ἀρχίδαμον ἐζημίωσαν οἱ ἔφοροι γήμαντα γυναῖκα μικράν· οὐ γὰρ βασιλεῖς, ἔφασαν, ἄμμιν ἀλλὰ βασιλείδια γεννάσει. (Plut. Agesil. c. 2.) | |
142.1 | Ξενίων προσκομισθέντων καὶ προσαχθέντων ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ καὶ πέμματα καὶ μύρα διωθεῖτο (Agesilaus). Καὶ βια‐ ζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι | |
5 | διδόναι κομίζοντας· τῇ μέντοι στεφανωτρίδι βίβλῳ φησὶν αὐτὸν ἡσθέντα Θ. διὰ τὴν λιτότητα τῶν στε‐ φάνων αἰτήσασθαι καὶ λαβεῖν ὅτε ἀπέπλει παρὰ τοῦ βασιλέως (AEgypti). (Plut. Agesil. c. 36.) | |
143.1 | Νέῳ ἔτι ὄντι καὶ φιλοτίμῳ δοτέον ἀπὸ τῶν καλῶν ἔργων καὶ δόξῃ τι καλλωπίζεσθαι καὶ κομπάσαι· φυόμεναι γὰρ ἐν τοῖς τηλικούτοις αἱ ἀρεταὶ καὶ βλασ‐ τάνουσαι τό τε κατορθούμενον, ὥς φησι Θ., ἐπιβε‐ | |
5 | βαιοῦνται τοῖς ἐπαίνοις καὶ τὸ λοιπὸν αὔξονται μετὰ φρονήματος ἐπαιρόμεναι. (Plut. Agid. c. 2.) | |
144.1 | Ἀρίστων ὁ Χῖος καὶ Θεοφράστου τινὰ δόξαν ἱστό‐ ρηκε περὶ τῶν ῥητόρων· ἐρωτηθέντα γὰρ ὁποῖός τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν, ἄξιος τῆς πόλεως· ὁποῖος δὲ Δημάδης, ὑπὲρ τὴν πόλιν. | |
5 | (Plut. Demosth. c. 10.) | |
145.1 | Ὅτε καί φησι Θ., ἀξιούντων τῶν συμμάχων ὁρι‐ σθῆναι τὰς εἰσφορὰς, εἰπεῖν Κρωβύλον τὸν δημαγωγὸν ὡς οὐ τεταγμένα σιτεῖται πόλεμος. (Plut. Demosth. c. 18.) | |
146.1 | Ὁ Θ. ἐν τοῖς ἠθικοῖς διαπορήσας, εἰ πρὸς τὰς τύ‐ χας τρέπεται τὰ ἤθη καὶ κινούμενα τοῖς παθέσι τῶν σωμάτων ἐξίσταται τῆς ἀρετῆς, ἱστόρηκεν ὅτι νοσῶν ὁ Περικλῆς ἐπισκοπουμένῳ τινὶ τῶν φίλων δείξειε | |
5 | περίαπτον ὑπὸ τῶν γυναικῶν τῷ τραχήλῳ περιηρτη‐ μένον, ὡς σφόδρα κακῶς ἔχων ὁπότε καὶ ταύτην ὑπο‐ μένοι τὴν ἀβελτηρίαν. (Plut. Pericl. c. 38.) | |
147.1 | Εὐλαβοῦντο γὰρ μὴ γύνις εἴη (Alexander), ἐπεὶ οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια, ὡς ἱστορεῖ Θ. (Eustath. p. 1680, 48. cf. Athenae. 10, p. 435.) | 449 |
148.1 | Ἀλλὰ καὶ τῶν καθ’ ἡμᾶς γεγονὼς αὐτὸς ἐκεῖνος ὁ ταῖς καθ’ ἡμῶν λαμπρυνόμενος δυσφημίαις ἐν οἷς ἐπέγραψε περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς καὶ τῶν πα‐ λαιῶν ἀρχαιότητος, τὴν μνήμην ὧδέ πως αὐτολεξεὶ | |
5 | Θεοφράστῳ μάρτυρι χρώμενος παρατίθεται· «ἀνά‐ ριθμος μέν τις ἔοικε χρόνος ἀφ’ οὗ τό γε πάντων λο‐ γιώτατον γένος, ὥς φησι Θεόφραστος, καὶ τὴν ἱερω‐ τάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν χώραν κατοικοῦν, ἤρξαντο οἱ πρῶτοι ἐφ’ ἑστίαις τοῖς οὐρανίοις θεοῖς θύειν | |
10 | οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μι‐ χθέντων ἀπαρχάς.» (Euseb. Praepar. Evang. ed. Colon. 1688. p. 28.) | |
149.1 | Ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν οὔ φησιν ἁρμόζειν τὴν διὰ ζώων θυσίαν, δαίμοσι δὲ μό‐ νοις· ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι ἀλλ’ οὐ θεὸν τὸν Ἀπόλλωνα. (Euseb. | |
5 | Praepar. Evang. ed. Colon. p. 148.) | |
150.1 | Ὧν δὴ τοῦτον ἐχόντων τὸν τρόπον εἰκότως ὁ Θ. ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας (verba Apollonii Tyan.) (Euseb. Praepar. Evang. ed. Colon. p. 151.) | |
151.1 | Καὶ δὴ λαβὼν ἀνάγνωθι τὰ Θεοφράστου ἐν τοῖς Πορφυρίῳ γραφεῖσι περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς κείμενα τοῦτον τὸν τρόπον· καίτοι διότι Σύρων μὲν Ἰουδαῖοι διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν | |
5 | ὁ Θ., ζωοθυτοῦσιν, εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον τις κε‐ λεύοι θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. (Euseb. Praepar. Evang. ed. Colon. p. 403.) | |
152.1 | Χρὴ τοίνυν τὸν μέλλοντα θαυμασθήσεσθαι περὶ τὸ θεῖον φιλοθύτην εἶναι, μὴ τῷ πολλὰ θύειν ἀλλὰ τῷ πυκνὰ τιμᾶν τὸ θεῖον· τὸ μὲν γὰρ εὐπορίας τὸ δ’ ὁσιότητος σημεῖον. Ἔπειτα γονεῖς γηροτροφεῖν κα‐ | |
5 | λῶς, ταῖς τ’ ἐκείνων βουλήσεσι τὸν αὐτῶν βίον εὐ‐ πειθῆ κατασκευάζειν. Ὁ γὰρ μὴ τοιοῦτος ἀλλὰ τῶν τε τῆς φύσεως τῶν τε τῆς πόλεως νόμων ὀλιγωρῶν ἀμφοτέρους τοὺς τῆς δικαιοσύνης τρόπους παραβέβη‐ κεν. Καὶ μὴν καὶ γυναικὸς καὶ παίδων ἐπιμελητέον | |
10 | καλῶς καὶ φιλανθρώπως. Οἱ μὲν γὰρ εἰς τὸ γῆρας ἀμείβονται ταῖς θεραπείαις, ἡ δ’ ἐν ταῖς νόσοις καὶ ταῖς καθ’ ἡμέραν οἰκονομίαις ἀποδώσει τὴν εὐεργεσίαν. Ἐὰν δέ τινι συμβάλλειν ἀνάγκη ᾖ, μετὰ τοῦ βεβαίου πειρῶ τοῦτο πράττειν. Φρονιμωτάτου γὰρ ἀνδρὸς | 450 |
15 | δανείσαντα φρονίμως ἀπολαβεῖν φιλικῶς, οὐ συναλλά‐ ξαντα φιλανθρώπως κομίσασθαι φιλαπεχθημόνως. (Stobaei Serm. 3, p. 40 ed. Basil. 1549.) | |
153.1 | Ἐκ διαβολῆς καὶ φθόνου ψεῦδος ἐπ’ ὀλίγον ἰσχύ‐ σαν ἀπεμαράνθῃ. (Stob. Serm. 12, p. 138.) | |
154.1 | Οὐ μὴν οὐδὲ μετ’ ὀργῆς πρακτέον τοῖς φρονίμοις οὐδέν· ἀλόγιστος γὰρ θυμὸς καὶ μετὰ προνοίας οὐδὲν ἄν ποτε ποιήσειεν ἀλλὰ μεθύων ταῖς φιλονεικίαις ὡς ἔτυχε χρῆται ταῖς ὁρμαῖς· ὥστε δεῖ μήτε ἐξ ὑπογυίου | |
5 | τῶν ἁμαρτημάτων τὰς τιμωρίας μήτε παρὰ τῶν οἰ‐ κετῶν μήτε παρὰ τῶν ἄλλων λαμβάνειν ἵνα τὸ τῷ λογισμῷ κράτιστον μὴ τὸ τῷ θυμῷ φίλον ἀεὶ πράτ‐ τῃς· καὶ δίκην παρὰ τῶν ἐχθρῶν (μὴ) λαμβάνῃς ἐξ ἧς μέλλεις σαυτὸν μὴ αὐτοὺς ἐκείνους βλάψειν. Τὸ | |
10 | γὰρ τιμωρεῖσθαί τινα κακῶς ἑαυτὸν ποιοῦντα δίκην διδόναι οὐχ ἧττον ἢ λαμβάνειν ἐστίν. Ὥστε δεῖ σχολῇ μᾶλλον ἀμύνεσθαι ζητεῖν ἢ ταχέως (καὶ) ἀλυ‐ σιτελῶς ἑαυτῷ κολάσαι τὸν ἐχθρόν. (Stob. Serm. 19, p. 166.) | |
155.1 | Αἰδοῦ σαυτὸν καὶ ἄλλον οὐκ αἰσχυνθήσῃ. (Stob. Serm. 31, p. 210.) | |
156.1 | Τοσοῦτον δέ εἰσιν οἱ φθονεροὶ δυστυχέστεροι τῶν ἄλλων ὅσον οἱ μὲν ἐπὶ ταῖς αὑτῶν συμφοραῖς ἀλγοῦσιν οἱ δὲ φθονοῦντες πρὸς τοῖς ἑαυτῶν κακοῖς καὶ ἐπὶ τοῖς τῶν ἄλλων ἀγαθοῖς λυπούμενοι διατελοῦσιν. (Stob. | |
5 | Serm. 38, p. 222.) | |
157.1 | Οὔτε ὁρᾶν οὔτε ὁρᾶσθαι γυναῖκα καὶ ταῦτα ἐξη‐ σκημένην πρὸς κάλλος· ἐπίσταται γὰρ ἀμφότερα πρὸς ἃ μὴ δεῖ. (Stob. Serm. 72, p. 439.) | |
158.1 | Οὐ χρὴ δὲ τὴν γυναῖκα δεινὴν ἐν τοῖς πολιτικοῖς ἀλλ’ ἐν τοῖς οἰκονομικοῖς εἶναι. (Stob. Serm. 83, | |
p. 481.) | 451 | |
159.1 | Θ. δέ φησιν ἐν τῷ περὶ ὑδάτων· τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον· διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μίξιν ἔχον λιτρώδη ... καὶ τῶν γλυκέων δὲ, φησὶν, ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, | |
5 | ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ. Αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο. Μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ἁλυκὸν καὶ ὅλους ποταμοὺς καθὰ τὸν ἐν Κιθαιρῶνι, | |
10 | παρ’ ᾧ Ζηνὸς, καὶ τὸν ἐν Καρίᾳ, παρ’ ᾧ Ποσειδῶνος ἱερόν ἐστιν· αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον. Ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη εἰσὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γὰρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ | |
15 | πλῆρες τὸ στόμα. Τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐννενήκοντα ἓξ, θέρους δὲ τεσσαράκοντα ἕξ. Συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος, διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν | |
20 | τῷ χειμῶνι ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος. Καὶ ταὐτὰ περὶ Αἴγυπτόν φη‐ σιν ὅταν μαλακώτερος ὁ ἀήρ. Τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας, ὡς καὶ τὸ θαλάσσιον θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ | |
25 | ὅμοιον πάσχον. Μόνον δ’ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς Ἀρεθούσης. Χείρω δ’ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας· δυσκατεργαστότερα γάρ ἐστι, τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν τὰ δὲ ψυχρότητος ὑπερβολῇ. Τὰ δὲ | |
30 | ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά. Ἐν Κρανῶνι δ’ ἐστὶν ὕδωρ ἡσυχῆ θερμὸν ὃ θερμαῖνον διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. Τὰ δ’ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασί‐ μων, κοπτόμενά τε μαλακώτερα γίνονται. Διὰ τοῦτο | |
35 | καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι. Καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον. Καὶ τοῦτο κεκομμένον ἐστὶ τῷ ἀέρι. Διὸ καὶ τῶν ὀμβρίων βελτίω, καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι· σημεῖον δὲ ὅτι καὶ ὁ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλου | |
40 | ὕδατος. Τὰ δὲ ψυχρὰ σκληρὰ διότι γεωδέστερα. Τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστιν. Κατὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις· ἧττον γὰρ μέμικται τῷ γεώδει. Ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς | |
45 | ἐπιχροὰς τῶν ὑδάτων. Τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας. Τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς, καίπερ ὄντος δι’ ὑπερβολὴν λεπτοῦ· σημεῖον δέ· τοῦ Ὑπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις. Πολλαχοῦ δ’ | |
159.1(50) | εἰσὶ κρῆναι αἱ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν πρὸς ἥν φησι τοὺς ἐγχωρίους | |
ὑποπίνειν προσιόντας. Ἁλμώδεις δ’ ἅμα τῷ ὄξει ἐν Σικανοῖς τῆς Σικελίας· ἐν τῇ Καρχηδονίων δὲ ἐπικρα‐ τείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, | 452 | |
55 | μελάντερον τὴν χρόαν, ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη. Καὶ παρ’ ἄλλοις δ’ εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς. Καὶ τῶν θερμῶν δ’ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα | |
60 | ἐστὶν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ Παγα‐ σὰς, τά τ’ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Μαγνη‐ σίαν καὶ ἐν Μήλῳ καὶ ἐν Λιπάρᾳ. Ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσων Ὄλυμπον τὰ βασιλικὰ καλούμενα. Τὰ δ’ ἐν Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν Χαρακωμήτην | |
65 | ποταμὸν, ἔτι δὲ Νύσσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουομένους ἐλαίου. Τοιαῦτα καὶ τὰ Δασκύλου κώμῃ· τὰ δ’ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά· τὰ δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ | |
70 | τὸ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας· τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστι ἥδιστα· τὰ γὰρ περὶ Βαΐας ἢ Βαΐου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα. (Athenae. 2, p. 41.) | |
160.1 | Περὶ δὲ τῶν ὑδάτων Θεόφραστόν φησι τὸ καλούμε‐ νον Στυγὸς ὕδωρ λέγειν, ὅτι ἐστὶν ἐν Φενεῷ, στάζει δ’ ἔκ τινος πετριδίου, τοὺς δὲ βουλομένους αὐτοῦ ὑδρεύε‐ σθαι σπόγγοις πρὸς ξύλοις δεδεμένοις λαμβάνειν· δια‐ | |
5 | κόπτειν δὲ πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων· τὸν δ’ ἀπογευσάμενον τελευτᾶν. (Antigon. Caryst. sect. 174.) | |
161.1 | Ἐν δὲ Θράκῃ περὶ τὸ Πάγγαιον ἱστορεῖ Θ. εἶναι κρήνην ἐφ’ ἧς ταὐτὸ γέμον ὕδατος σταθμώμενον χει‐ μῶνος ἕλκειν διπλάσιον σταθμὸν ἢ θέρους. (Plut. Qu. nat. p. 914.) | |
162.1 | Τὸ ὕδωρ ὁ Κρᾶθις λευκῆς χρόας ποιητικὸν μεθ‐ ίησι ποταμὸς ὤν· τὰ γοῦν πρόβατα πιόντα αὐτοῦ καὶ οἱ βόες καὶ πᾶσα ἡ τετράπους ἀγέλη, καθά φησι Θ., λευκὰ ἐκ μελάνων ἐγένετο ἢ πυρρῶν. (AElian. Hist. | |
5 | anim. 12, c. 36.) | |
163.1 | Διὰ τί χειμῶνος μᾶλλον ἢ θέρους τὰ τῶν ἁλιέων σήπεται δίκτυα; καίτοι τά γε ἄλλα μᾶλλον τῷ θέρει τοῦτο πάσχει. Πότερον, ὡς Θ. οἴεται, τῷ ψυχρῷ τὸ θερμὸν ὑποχωροῦν ἀντιπεριίσταται καὶ θερμότερα | |
5 | ποιεῖ τὰ ἐν βάθει τῆς θαλάσσης ὥσπερ τῆς γῆς· διὸ καὶ τὰ πηγαῖα τῶν ὑδάτων χλιαρώτερα τοῦ χειμῶνός εἰσι καὶ μᾶλλον ἀτμίζουσι αἱ λίμναι καὶ οἱ ποταμοί· κατακλείεται γὰρ εἰς βάθος ἡ θερμότης ὑπὸ τοῦ ψυ‐ χροῦ κρατήσαντος. (Plut. Quaest. nat. p. 915.) | 453 |
164.1 | Θ. τὴν περὶ τὰς Αἰόλου νήσους ἀναζεῖν οὕτως ἐπὶ δύο πλέθρων τὸ μῆκος ὥστε μὴ δυνατὸν εἶναι διὰ τὴν θερμασίαν ἐμβαίνειν εἰς αὐτήν. (Antig. Caryst. sect. 145.) | |
165.1 | Θ. ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασι τὸν ἀπὸ τῶν Αἰόλου νήσων φησὶ βρόμον τοῦ πυρὸς καίεσθαι μέχρις ἑνὸς σταδίου καὶ περὶ τὸ Ταυρομένιον ἀκούεσθαι ψό‐ φον βροντῇ παραπλήσιον. (Schol. ad Apoll. Rhod. | |
5 | Arg. 4. 834.) | |
166.1 | Ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει· ἡ δὲ τούτων ἀνά‐ κτησις ὄξους ἐγχύσει καὶ πεπερίδος ἢ κνίδης καρπῷ τριφθείσης. (Athenae. 2, p. 66.) | |
167.1 | Λέγει δὲ περὶ αὐτῶν Θ. τὸ ὕδνον καὶ ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον· καὶ πάλιν· ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ· δο‐ | |
5 | κεῖ δὲ ἡδὺ σφόδρα τοῦτ’ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη. Καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γενόμενον ἴτον. Περὶ δὲ τούτων διόν τι λέγεται· φασὶ γὰρ ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραὶ τότε γίνε‐ σθαι· καὶ μᾶλλον ὅταν αἱ βρονταὶ, ὡς ταύτης αἰτιωτέ‐ | |
10 | ρας οὔσης. Οὐ διετίζειν δὲ ἀλλ’ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχει τοῦ ἦρος. Οὐ μὴν ἀλλ’ ἔνιοί γ’ ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπο‐ λαμβάνουσιν· ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ | |
15 | σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν· τοῦτο δ’ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται. Γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται· φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρ‐ νίδι, καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων. (Athenae. | |
20 | 2. p. 62.) | |
168.1 | Θ. δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει· ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας ἅμα τοῖς μύκησι γινομένους· ἄρριζοι γὰρ | |
καὶ αὐτοὶ τυγχάνουσιν· ὁ δὲ μύκης ἔχει προσφύσεως | 454 | |
5 | ἀρχὴν τὸν καυλὸν εἰς μῆκος καὶ ἀποτείνουσιν ἀπ’ αὐ‐ τοῦ ῥιψί. Φησὶ δὲ καὶ ὅτι ἐν τῇ περὶ τὰς Ἡρακλίους στήλας θαλάσσῃ ὅταν πλείω ὕδατα γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. (Athenae. 2, p. 61.) | |
169.1 | Φυτοῦ ἑτέρου κλάδος ἐπιφύεται πρέμνῳ προσήκων οἱ μηδὲ ἓν πολλάκις· τὸ δὲ αἴτιον Θ. λέγει φυσικώτατα ἀνιχνεύσας, ὅτι τὰ ὀρνύφια τὴν ἄνθην τῶν δένδρων σιτούμενα εἶτα ἐπὶ τοῖς φυτοῖς καθήμενα τὰ περιττὰ | |
5 | ἀποκρίνει· οὐκοῦν τὸ σπέρμα ἐν ταῖς κοιλάσι καὶ ταῖς ὀπαῖς αὐτῶν καὶ ταῖς σαραγγώδεσιν ἐμπῖπτον καὶ ἐπαρδόμενον τοῖς ὄμβροις τοῖς ἐξ οὐρανοῦ εἶτα ἀναφύει ἐκεῖνο ἐξ ὧν ἐβλάστησεν, ἀναπείθει· οὕτω τοι καὶ ἐν ἐλαίᾳ συκῆν κατανοήσεις καὶ ἐν ἄλλῳ ἄλλο. | |
10 | (AElian. Hist. anim. 9, c. 27.) | |
170.1 | Θ. δὲ ἐν τῇ περὶ τῶν φυτῶν πραγματείᾳ τὴν θα‐ ψίαν ῥίζαν ᾗ οἱ ἰατροὶ χρῶνται, ἐάν τις σὺν κρέασιν ἑψήσῃ, τὰ πολλὰ ἓν γίγνεσθαι ὥστε ἐκ τοῦ ἀγγείου μηκέτι δύνασθαι ἐξαιρεθῆναι. (Apollon. Hist. mirab. | |
5 | sect. 16.) | |
171t | ΠΕΡΙ ΙΧΘΥΩΝ ΤΩΝ ΕΝ ΤΩΙ ΞΗΡΩΙ ΔΙΑΜΕΝΟΝΤΩΝ | |
171.1 | Τῆς τῶν ἰχθύων ἐν τῷ ξηρῷ διαμονῆς ... δοκεῖ γὰρ οἷον παρὰ φύσιν· τῷ ἀέρι καταψύχεσθαι τὰ μὴ δεχό‐ μενα τὸν ἀέρα (καὶ) μᾶλλον ὅσα δέχεται τὸ ὑγρὸν καὶ διὰ τοῦτο σώζεται. Θαυμασιώτατον δὲ, εἴπερ ἀληθὲς, | |
5 | τὸ τοῦ ἐξωκοίτου καλουμένου· τοῦτον γάρ φασιν ὁση‐ μέραι ποιεῖσθαι τὴν κοίτην ἐν τῇ γῇ, διὸ καὶ τοὔνομα εἰληφέναι. Φαίνεται δ’ οὖν, εἴπερ δύναται δρᾶν, ἐπαμφοτερίζειν, οὐ τῇ τροφῇ καὶ τῇ διαγωγῇ καθάπερ ἡ φώκη καὶ ἐμὺς καὶ ἕτερ’ ἄττα, καὶ τῶν ὀρνίθων δὲ | |
10 | πολλοὶ, ἀλλὰ καὶ τῷ δέχεσθαι καὶ τὸν ἀέρα καὶ τὴν θάλατταν, οὐχ οὕτως ὥσπερ ὁ δελφὶς καὶ ἕτερ’ ἅττα, φύσει μὲν [οὖν] ὄντα ἀναπνευστικὰ καὶ τὴν θάλατταν δεχόμενα καὶ ἀναφυσῶντα πρὸς τὴν χρείαν ἀλλ’ ἀμ‐ φότερα πρὸς τὴν τοῦ ζῆν διαμονήν. Ἄτοπος δ’ ἂν | |
15 | αὐτοῖς ἡ φύσις καὶ ἡ δύναμις εἴη. | |
171.2 | Τὰ δ’ ἐν Ἰν‐ δοῖς ἰχθύδια τὰ ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντα καὶ πηδῶντα καὶ πάλιν εἰς τὸ ὕδωρ ἀπιόντα, καθάπερ οἱ βάτραχοι, θαυμαστὰ μὲν οὖν, οὐχ ὁμοίως δὲ τούτοις, | |
5 | ὅσῳ τὸ ὀλίγον χρόνον ἢ πολὺν καὶ τελευταῖον ἧττον θαυμαστόν· ἡ δ’ ὄψις ὁμοία τούτων τοῖς μαζίναις καλουμένοις. Εἰσὶ δὲ καὶ περὶ Βαβυλῶνά τινες, οὕς φασι διαμένειν ἐν ταῖς τρώγλαις ταῖς ἐχούσαις ὑγρό‐ τητα ξηραινομένου τοῦ ποταμοῦ· τούτους δ’ ἐξιόντας | |
10 | (ἐπὶ τὰς ἅλως) νέμεσθαι καὶ βαδίζειν ἐπὶ τῶν πτερυ‐ γίων καὶ ἅμα κινεῖν τὴν οὐρὰν, καὶ ὅταν διώκωνται φεύγειν καὶ εἰσδύντας ἀντιπροσώπους ἵστασθαι· πολ‐ λάκις γὰρ προσιέναι τινὰς καὶ ἐρεθίζειν. Ἔχουσι δὲ τὴν μὲν κεφαλὴν ὁμοίαν βατράχῳ θαλαττίῳ τὸ δ’ ἄλλο | 455 |
15 | σῶμα κωβιῷ βράγχια δὲ ὥσπερ καὶ οἱ ἄλλοι ἰχθύες. Ὅτι δ’ οὐ πόδας ἔχουσιν ἀλλ’ ἐπὶ τῶν πτερυγίων βα‐ δίζουσι τεθεώρηται. Ἐλάμβανον γὰρ πολλοὺς οἱ διώκοντες· τὰ δὲ πτερύγια εὐμεγέθη· | |
171.3 | τὸ δ’ ἐκ τῆς γῆς τὴν τροφὴν λαμβάνειν οὐκ ἄλογον· ἔνιοι γὰρ καὶ ἐν τῷ ὑγρῷ ὄντες πηλὸν ἐσθίουσι καὶ φῦκος καὶ τὰ τοιαῦτα. Καὶ ὅλως δὲ εἴπερ ἐν τῷ ἀέρι διαγίνονται | |
5 | καὶ τὸ τῆς τροφῆς οὐκ ἄλογον· ἐπεὶ καὶ ὁ πολύπους ἐξιὼν λαμβάνει καὶ ἡ μύραινα καὶ ἄλλοι δὲ ὥς φασι. Καὶ τὸ ὅλον οὐκ ἄλογον, ὥσπερ τῶν πεζῶν καὶ πτηνῶν ἔνια ταῖς ἐνύδροις χρῆται, καὶ τὰ ἔνυδρα ταῖς ἐν τῇ γῇ καὶ τὴν φύσιν ὁμοίως ἀνταποδιδόναι τὸ ἀνάλογον. | |
10 | Φαίνεται δὲ καὶ ὁ ἵππος ὁ ποτάμιος τοιοῦτον. Ἀλλ’ ἐκεῖνο θαυμαστὸν, ὥσπερ εἴπομεν, εἴ τι δύναται τοῖς αὐτοῖς μορίοις [ὡς] ὀργανικοῖς ὁτὲ μὲν ἐπισπᾶσθαι τὸν ἀέρα καὶ ἕλκειν ὁτὲ δὲ τὸ ὑγρὸν δέχεσθαι. Τάχα δὲ τούτου μᾶλλον, εἰ ὁτὲ μὲν ὁ ἀὴρ σύμμετρος πρὸς | |
15 | τὴν κατάψυξιν ἢ ὁτιδήποτέ ἐστιν ἐκ τῆς ἀναπνοῆς γι‐ νόμενον, ὁτὲ δὲ τὸ ὑγρόν· οὐ γὰρ ἅμα γ’ ἄμφω. | |
171.4 | Τὸ δὲ τῶν πολυπόδων ἧττον θαυμαστόν· οὐ γὰρ δέ‐ χονται τὴν θάλατταν· καὶ οἱ κάραβοι καὶ οἱ ἀστακοὶ καὶ οἱ καρκίνοι καὶ τἆλλα τὰ τοιαῦτα, ὥστε μὴ με‐ γάλης ἄγαν τῆς μεταβολῆς οὔσης ῥᾷον ὑπομένειν. Ὃ | |
5 | καὶ περὶ τὰς ἐγχέλυς φαίνεται συμβαίνειν· πολὺν γὰρ χρόνον δύνανται ζῆν ἔξω τοῦ ὑγροῦ διὰ τὸ μικρὰ τὰ βράγχια ἔχειν καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν· καὶ τὴν μύραιναν καὶ εἴ τι ἄλλο τοιοῦτον, ἢ καὶ τὸ ὅλον ὀφιῶδες, ἥκιστα ἄτοπον. | |
171.5 | Εὔλογον δὲ καὶ ἐν τῷ ὕδατι μὴ δύνασθαι διαμένειν ὅσῳ λεπτότερον ὂν τῆς θαλάσ‐ σης ἐγγυτέρω τοῦ ἀέρος ἐστὶ, καὶ ὅτι φύσει γε ψυχρό‐ τερόν ἐστι, διὸ καὶ πολύπους φεύγει. Καὶ διὰ τοῦτο | |
5 | περὶ Ἑλλήσποντον καὶ τὸν Πόντον οὐκ ἔστιν. Οἱ δὲ ἰχθύες τίκτουσιν ἀναπλέοντες εἰς τοὺς ποταμοὺς καὶ τὰς λίμνας ὅτι εὐδία μᾶλλον κυμάτων καὶ πνευμάτων· καὶ τὰ θηρία ἐλάττω καὶ οἱ κατεσθίοντες ὅλως καὶ διαφθείροντες ἰχθῦς. | |
171.6 | Ἡ δὲ τῆς θαλάττης θερμότης ἐξ ἐκείνου φανερὰ τῷ μὴ διαμένειν δύνασθαι ἐν ταύτῃ τὰ ἐκ τῶν ποταμῶν ἀλλὰ μᾶλλον τὰ ἐκ τῆς θαλάττης ἐν τοῖς ποταμοῖς καὶ ταῖς λίμναις. Ἴσως δ’ αὐτὸ | |
5 | τοῦτο πρότερον σκεπτέον πότερον θερμότερον ὁ ἀὴρ ἢ τὸ ὑγρόν· εἰ γὰρ ὁ ἀὴρ ὥσπερ ἂν δόξειεν, ἐγγυτέρω γ’ ὢν τοῦ πυρὸς, ἧττον ἀεὶ θερμὰ τὰ τούτῳ κατεχόμενα. Τοῦτο δὲ εἰ μὴ καὶ πρὸς τὰ νῦν ὑπεναντίον ἀλλὰ πρὸς ἐκείνην τὴν δόξαν τὴν λεγομένην ὅτι θερμότατα πάντων | |
10 | τὰ ἔναιμα καὶ ζωοτόκα. Περὶ μὲν οὖν τούτων ἐπι‐ σκεπτέον. | |
171.7 | Οἱ δ’ ὀρυκτοὶ τῶν ἰχθύων—εἰσὶ γὰρ ἐνιαχοῦ καὶ τοιοῦτοι καθάπερ καὶ περὶ Ἡράκλειαν καὶ ἄλλοθι τῶν ἐν τῷ Πόντῳ—γίνονται μὲν καὶ παρὰ τοὺς ποταμοὺς καὶ τὰ ἔνυδρα χωράφια. Συμ‐ | |
5 | βαίνει δ’ ἀναξηραινομένων τούτων ἐγκαταλειπομένους κατὰ μικρὸν συστέλλεσθαι καὶ διώκοντας τὴν ὑγρότητα δύεσθαι κατὰ τῆς γῆς, εἶτα καταξηραινομένης διαμέ‐ νειν, ἐν τῇ ἰκμάδι καθαπερανεὶ ταριχευομένους, ἐν τῇ γῇ, ὥσπερ τοὺς ἐν ταῖς φωλείαις διαρκοῦντας· ὅταν δ’ | 456 |
10 | ἀνασκάπτωνται τότε κινεῖσθαι. | |
171.8 | Παραπλήσιον δ’ ἐστὶ τούτῳ καὶ (τὸ) ἐπὶ τῶν ἐκπηγνυμένων ἐν τῷ Πόντῳ ὅταν περιλαμβάνωνται τῷ κρυστάλλῳ· οἳ οὐ πρότερον αἰσθάνονται καὶ κινοῦνται πρὶν εἰς τὰς λοπάδας ἐμ‐ | |
5 | βληθῆναι καὶ ἕψεσθαι· πάντων δὲ μάλιστα δοκεῖ πά‐ σχειν τοῦθ’ ὁ κωβιός. Ὅλως δ’ οἱ ὀρυκτοὶ γίνονται ἰχθύες διὰ τὸ ὑπερβάλλοντας τοὺς ποταμοὺς ὅταν πάλιν εἰς τὸ ἀρχαῖον καθιστῶνται ῥεῖθρον ἐγκαταλείπειν ἐν τοῖς ἀναξηραινομένοις ἔνθα μὲν ὠὰ ἔνθα δὲ τοιαύτας | |
10 | ἀρχὰς ἐξ ὧν ἡ γένεσις. | |
171.9 | Ἔνια γὰρ οὐκ ἐκ ζώων ὥσπερ ἡ ἔγχελυς· δοκεῖ δ’ αὕτη γίνεσθαι καὶ ὁ καλού‐ μενος κεντρίσκος ὥσπερ καὶ ἐν Ἡρακλείᾳ περὶ τὸν Λύκον ποταμόν· ἐγκαταλειφθέντα δ’ ἀπομορφοῦται | |
5 | καὶ διαμένει. Τὴν διαμονὴν δὲ οὐκ ἄτοπον εἶναι· τροφῆς γὰρ ὀλίγης δεῖται πολλὰ τῶν τοιούτων ὥσπερ καὶ οἱ ὄφεις καὶ τὰ φωλεύοντα. Συμβαίνει δὲ καὶ ταύτην ἱκανὴν ἔχειν ὠῶν τὴν πρώτην καὶ μετὰ ταῦτα τὴν ἐκ τῆς γῆς ἰκμάδα διαδιδομένην· οὐ μὴν μέγεθός | |
10 | γε τοιαῦτα λαμβάνειν οὔτ’ εἰκὸς οὔτε φασὶ διὰ τὸ μήτε χώραν ἔχειν μήτε τροφὴν δαψιλῆ· δεῖ δὲ ἄμφω ταῦτα πρὸς τὴν αὔξησιν· | |
171.10 | τὸ δ’ ἐν τῷ ἀέρι δύνασθαι δια‐ μένειν τούτοις μὲν οὐ παντελῶς ὑπάρχει, τοῖς δ’ ἐξιοῦσιν ἐκ τῶν τόπων καὶ νεμομένοις· αὐτοὶ δὲ μικρᾶς εἰώθασι δέεσθαι καταψύξεως ὥστε σύμμετρον αὐτοῖς εἶναι τὴν | |
5 | ἀπὸ τοῦ ἀέρος. Δηλοῖ δὲ καὶ ἡ τῶν βραγχίων στενό‐ της ὡς οὐ πολλῆς δεομένων· διὸ καὶ ἡ ἔγχελυς ἔν τε τῷ ἀέρι πολὺν χρόνον ζῇ καὶ ἐν τοῖς θολεροῖς ὕδασι τάχιστα ἀποπνίγεται. Καὶ ἅμα ἐν τοῖς γε ὀρυκτοῖς καὶ ἡ ἀπὸ τῆς γῆς ἀπόψυξις ἐκ τῆς περιοχῆς ἱκανὴν | |
10 | ποιεῖ τὴν βοήθειαν. | |
171.11 | Ἴδιον δέ τι παρὰ ταῦτα καὶ λόγου δεόμενον τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς ἰχθῦς· ὀρύττεσθαι γάρ φασιν ἐκεῖ κατὰ βάθους πλείονος ἀγαθοὺς καὶ πολλούς· τὸν δὲ τόπον οὔτ’ ἐπίκλυσιν πο‐ | |
5 | ταμοῦ λαμβάνειν οὔθ’ ὕδατος σύστασιν, ἀφ’ ὧν δή φαμεν ἐγκαταλείπεσθαι τὰ ὠὰ καὶ τὰς ἀρχὰς τῆς γε‐ νέσεως. Λοιπὸν γὰρ δὴ αὐτομάτους φύεσθαι, καὶ τοῦτο συνεχῶς—ἀδύνατος γὰρ ἡ πρὸς ἀλλήλους μίξις—, εἴτε δὴ τοῦτο θετέον ὥσπερ ἐνύγρου τινὸς χώρας οὔσης | |
10 | καὶ τὸ ὅλον γονίμου τῶν τοιούτων διὰ τὸ συμμετρίαν τινὰ ἔχειν τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ—συμβαίνει γὰρ δὴ γίγνεσθαι καὶ ἑτέρους τινὰς αὐτομάτους ἰχθῦς—, εἴτε διανάειν ἔκ τινων τόπων ὑγρότητας αἳ συνεπιφέ‐ ρουσι τὰς γεννώσας ἀρχάς· ὁ δὲ τόπος εὐφυὴς διὸ καὶ | |
15 | δέχεται καὶ ἐκτρέφει· σχεδὸν γὰρ οὐκ ἂν ἔτι πορρωτέρω τούτων. | |
171.12 | Ἐκεῖνο δ’ ἄν τις σκέψαιτο περὶ ἀμφο‐ τέρων τῶν γενῶν τῶν τε ἐν τῷ ξηρῷ καὶ τῶν ὀρυκτῶν ἆρά γε εἰς ὕδωρ ἀφιέμενα ζῴη ἂν, ἢ τὴν οἰκείαν ζητοίη χώραν καὶ τοῦτο αὐτοῖς ὥσπερ φύσις, καθάπερ καὶ | |
5 | τοῖς ἐν θαλάττῃ καὶ τοῖς ἐν ποταμοῖς· οὐδὲ γὰρ ταῦτα | |
δέχεται τὰς μεταβολὰς πλὴν ὀλίγων. Ἐπεὶ ὅσοι γε διὰ τὴν ἀναξηρασίαν καταδύονται καὶ ὅσοι περιλαμβά‐ νονται τοῖς πάγοις, φανερὸν ὡς τούτοις γε οἰκεῖον τὸ ὑγρόν. Εἰκὸς δὲ μᾶλλον καὶ τοῖς ὀρυκτοῖς καὶ τοῖς | 457 | |
10 | ἑτέροις, τοῖς μὲν ἁπλῶς, τοῖς δ’ ὡς ἀμφιβίοις κατὰ Δημόκριτον. Ὃ καὶ ἐπ’ ἄλλων συμβαίνει· χρῆται γὰρ ἔνια τῷ ἀέρι καθάπερ ἐρρέθη πρότερον. | |
172.1 | Ὅτι τὰς χρόας μεταβαλλόμενοι καὶ ἐξομοιούμενοι φυτοῖς καὶ τόποις καὶ λίθοις οἷς ἂν πλησιάσωσι πολύ‐ πους ἐστὶ καὶ χαμαιλέων καὶ τὸ θηρίον ὁ τάρανδος ὃ ἐν Σκύθαις φασὶν ἢ Σαρμάταις γίνεσθαι. Μεταβάλλει | |
5 | δ’ ὁ χαμαιλέων εἰς πάντα τὰ χρώματα, πλὴν τὴν εἰς τὸ λευκὸν καὶ τὸ ἐρυθρὸν οὐ δέχεται μεταβολήν· καὶ οὐ πρὸς τὰ παρακείμενα μόνον χρώματα μεταβάλλει ἀλλὰ καὶ αὐτὸς καθ’ ἑαυτὸν ἐάν τις μόνον ἅψηται αὐτοῦ τὸ χρῶμα μεταβάλλει. | |
172.2 | Ὁ δὲ τάρανδος τὸ μὲν μέγεθός ἐστι κατὰ βοῦν τὸ πρόσωπον δὲ ὅμοιος ἐλάφῳ πλὴν πλατύτερος ὡσανεὶ ἐκ δύο συγκείμενος ἐλαφείων προσώπων. Δίχηλον δ’ ἐστὶ καὶ κερασφόρον· | |
5 | ἔχει δὲ τὸ κέρας ἀποφυάδας ὥσπερ τὸ ἐλάφου, καὶ τρι‐ χωτόν ἐστι δι’ ὅλου· περὶ γὰρ τὸ ὀστοῦν δέρματός ἐστιν ἐπίτασις ὅθεν ἡ ἔκφυσις. Τὸ δὲ δέρμα τῷ πάχει δα‐ κτυλιαῖόν ἐστιν ἰσχυρὸν δὲ σφόδρα, διὸ καὶ τοὺς θώ‐ ρακας ἐξαυάζοντες αὐτὸ ποιοῦνται. Σπάνιον δὲ τὸ | |
10 | ζῶον καὶ ὀλιγάκις φαινόμενον. | |
172.3 | Θαυμαστὴ δ’ ἡ μεταβολὴ καὶ ἐγγὺς ἀπιστίας· τοῖς μὲν γὰρ ἄλλοις ἐν τῷ δέρματι γίνεται ἡ μεταβολὴ ἀλλοιουμένης τῆς ἐντὸς ὑγρότητος εἴτε αἱματώδους ἢ καί τινος ἄλλης τοιαύτης | |
5 | οὔσης, ὥστε φανερὰν εἶναι τὴν συμπάθειαν. Ἡ δὲ τῶν τριχῶν μεταβολὴ ξηρῶν τε ὄντων καὶ ἀπηρτημέ‐ νων καὶ ἀθρόον οὐ πεφυκότων ἀλλοιοῦσθαι παράδοξος ἀληθῶς καὶ ἀπίθανος, μάλιστα πρὸς πολλὰ ποικιλλο‐ μένη. | |
172.4 | Ὁ δὲ χαμαιλέων δοκεῖ τῷ πνεύματι ποιεῖν τὰς μεταβολὰς, πνευματικὸν γὰρ φύσει. Σημεῖον δὲ τὸ τοῦ πνεύμονος μέγεθος· σχεδὸν γὰρ δι’ ὅλου τοῦ σώματος τέταται· ἅμα δὲ καὶ αὐτὸς ἐξαιρόμενος καὶ | |
5 | φυσώμενος. (Photii Biblioth. 278.) | |
173.1 | Θ. ἐν τῷ περὶ τῶν μεταβαλλόντων τὰς χρόας τὸν πολύποδα φησὶ τοῖς πετρώδεσι μάλιστα τόποις συν‐ εξομοιοῦσθαι· τοῦτο ποιοῦνται φόβῳ καὶ φυλακῆς χά‐ ριν. Ἐν δὲ τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διαμενόντων | |
5 | ζώων οὐ δέχεσθαί φησι τοὺς πολύποδας τὴν θάλατταν· ἐν δὲ τῷ περὶ κατὰ τόπον διαφορῶν ὁ Θ. πολύποδας οὐ γίνεσθαί φησι περὶ Ἑλλήσποντον· ψυχρὰ γὰρ ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά· ταῦτα δ’ ἀμφότερα πολέμια πολύποδι. (Athenae. 7, p. 317.) | |
174.1 | Ὅτι τῶν ἀθρόων φαινομένων ζώων οὐχ ἡ αὐτὴ πάντων αἰτία ἀλλὰ τῶν μὲν καὶ ἡ γένεσις εὐθὺς φα‐ νερὰ ὥσπερ τῶν μυιῶν, αἳ ἐν τοῖς στρατοπέδοις καὶ ἐν ταῖς πανηγύρεσι καὶ μετὰ τὸ παρελθεῖν αὐτὰ ἔτι | 458 |
5 | μᾶλλον γίνονται. Τούτων γὰρ ἥ τε κόπρος αἰτία καὶ ἡ τῶν ἄλλων σῆψις. Ἄλλα δὲ προϋπάρχει μὲν ἐκφαί‐ νεται δὲ διὰ τοὺς ὑετοὺς ὥσπερ οἵ τε κοχλίαι καὶ οἱ μικροὶ βάτραχοι· οὐ γὰρ ὕονται ὥς τινες οἴονται, ἀλλὰ προφαίνονται μόνον κατὰ γῆς ὄντα πρότερον, διὰ τὸ | |
10 | εἰσρεῖν τὸ ὕδωρ εἰς τὰς θαλάμας αὐτῶν. Ἄλλο δὲ γένος ἐστι τοῦτο βατράχων παρὰ τὸ ἐν ταῖς λίμναις καὶ τοῖς τέλμασι. Τὸ δὲ πλῆθος καὶ τούτων καὶ τῶν ἄλλων ὅταν εὐθηνήσωσιν. | |
174.2 | Ὅτι μᾶλλον μετὰ τὰς διαλύσεις καὶ τῶν πανηγύρεων καὶ τῶν στρατοπέδων ἢ ἔτι συνισταμένων αἱ μυῖαι γίνονται· συμβαίνει γὰρ παρόντων μὲν διὰ τὰς καθημερινὰς χρείας καὶ κινήσεις | |
5 | φθείρεσθαι τὰς γενέσεις αὐτῶν κινήσεως ἀεὶ καὶ με‐ ταβολῆς γινομένης ὡς ἐν τοῖς ἄλλοις καὶ ἐν αὐτοῖς τοῖς καθάρμασιν ἐκβαλλομένοις αὐτῶν· ὅταν δὲ διαλυθῶσιν ἡσυχίας γενομένης ταχὺ συντελεῖται διὰ τὸ μὴ ὑπ’ οὐ‐ δένος κωλύεσθαι μέχρι οὗ ἂν ξηρανθῇ τὸ ἐν τοῖς κα‐ | |
10 | θάρμασιν ὑγρόν. Ἡ μὲν οὖν τῶν μυιῶν γένεσις τα‐ χεῖαν καὶ πολλὴν ὡς εἴρηται τὴν γένεσιν λαμβάνει. | |
174.3 | Οἱ δ’ ἀττέλεβοι καὶ αἱ ἀκρίδες πανταχοῦ μέν εἰσιν ὡς εἰπεῖν, πλήθεται δὲ ταῦτα τῷ τε τόπους οἰκείους λαμβάνειν καὶ τῷ μὴ διαφθείρεσθαι αὐτῶν τὰ ὠὰ, ὃ συμβαίνει διὰ τὴν ἀργίαν τῆς χώρας· ἐν γὰρ τῇ γεωρ‐ | |
5 | γουμένῃ ἀπόλλυνται, διὸ καὶ ἐκ τῆς ἐρήμου καὶ ἀρ‐ γούσης καταφέρονται πρὸς τὴν οἰκουμένην καὶ ἐργά‐ σιμον. Ἐγχρονίζουσι δὲ ἢ διὰ τὸ περιέχεσθαι τὸ χωρίον ὄρεσιν ὑψηλοῖς καὶ ὑπερᾶραι ταῦτα μὴ δύνα‐ σθαι· ἢ διὰ τὸ ἐπιτήδειον τῆς χώρας. Τοιαύτη | |
10 | δὲ ἥ τε μαλακὴ καὶ νοτίδα ἔχουσα καὶ δροσοβόλος. | |
174.4 | Χαλεπαὶ μὲν οὖν καὶ αἱ ἀκρίδες, χαλεπώτεροι δὲ οἱ ἀττέλεβοι καὶ τούτων μάλιστα οὓς καλοῦσι βρού‐ κους, Ἡ δὲ γένεσις αὐτῶν ἐξ ἀλλήλων. Τινὲς δὲ οἴονται οὐκ ἀκριβεῖ σημείῳ τῷ (τὸ) χρῶμα παραπλη‐ | |
5 | σίως τινὰς αὐτῶν ἔχειν τοῖς ἐν τῇ χώρᾳ ὅτι καὶ αὐτό‐ ματος. Δῆλον γὰρ ὅτι τὸ τοιοῦτον ἀπὸ τῆς τροφῆς ἀλλ’ οὐκ ἀπὸ τῆς γενέσεως προσλαμβάνουσιν. | |
174.5 | Ἡ δὲ φθορὰ τούτων ἡ μέν ἐστιν οἷον φυσική τις καὶ λοι‐ μώδης. Ὑπὸ κύνα γὰρ οἰστρᾷ καὶ ἐγγίνεταί τι σκω‐ λήκιον ἐν τῇ κεφαλῇ καὶ φθείρεται· ἡ δὲ ἐν τῇ μετα‐ | |
5 | κινήσει καὶ τῇ πτήσει· ὅταν γὰρ ἀρθῶσιν ὑπὸ τῶν ἀνέμων καταφέρονται εἰς τὴν θάλασσαν καὶ φθείρονται. Φθείρονται δὲ καὶ διὰ χειμῶνα καὶ ψῦχος καὶ αὐτὰ καὶ τὰ ὠὰ αὐτῶν. Φθείρονται δὲ καὶ ἐκ μηχανῆς ἀνθρώπων· τάφρους γὰρ ποιοῦντες συνελαύνουσιν αὐτὰ | |
10 | εἰς αὑτοὺς καὶ καταχωννύντες διαφθείρουσι. | |
174.6 | Ὅτι τῶν ὄφεων δύο τινὰ τῆς γενέσεως αἴτιά ἐστιν. Ἢ γὰρ ἀὴρ ἔπομβρος ἢ πόλεμοι καὶ χύσεις αἱμάτων. Ὃ σχεδὸν καὶ τῶν ἄλλων θηρίων τῆς γενέσεως αἴτιον. | |
5 | Ἐξ οὗ ποτὲ καὶ περὶ Θετταλίαν πλῆθος ὄφεων ἱστο‐ ροῦσι γενέσθαι. | |
174.7 | Ὅτι καὶ αἱ μύες ἐν ταῖς ἀρούραις | |
ἀθρόον γίνονται, καὶ ἐν τοῖς αὐχμοῖς μᾶλλον ἢ ἐν ταῖς ἐπομβρίαις· πολέμιον γὰρ αὐταῖς τὰ ὕδατα· πολύγονον δὲ τὸ ζῶον· ἀπόλλυται δὲ τῇ μὲν ἐμφανεῖ καὶ ἔξωθεν | 459 | |
5 | φθορᾷ διὰ πλῆθος ὑδάτων· τοῦτο γὰρ καὶ ἔξω χειμάζει καὶ εἰς τὰς μυωπίας παρεισρεῖ. Φθείρουσι δ’ αὐτοὺς καὶ αἱ ἄγριαι γαλαῖ. Ἔστι δέ τις αὐτῶν καὶ ἀφανὴς καὶ ἀθρόα φθορὰ καθάπερ τις ἐπισυμβαίνουσα λοιμώ‐ δης· τίκτεται γὰρ καὶ τούτων ἐν τῇ κεφαλῇ σκώληξ | |
10 | καὶ φθείρονται· ὃ καὶ οἱ ἔμπειροι ἐπισκοποῦντες, ἐπὰν ἴδωσι, τὴν φθορὰν αὐτῶν προνοοῦσι καὶ προαγγέλλου‐ σιν. | |
174.8 | Ὅτι οἱ μύες ἱστοροῦνται καὶ σίδηρον κατεσθίειν καὶ χρυσίον· διὸ καὶ ἀνατέμνοντες αὐτοὺς οἱ ἐν τοῖς χρυσείοις τὸν χρυσὸν ἀνιμῶνται. Ὅτι ἐν Αἰγύπτῳ δίποδάς φασιν μύας γίνεσθαι καὶ μεγάλους· ἔχουσι δὲ | |
5 | οὗτοι καὶ τοὺς ἐμπροσθίους πόδας ἀλλ’ οὐ βαδίζουσιν ἐπ’ αὐτοῖς, χρῶνται δ’ αὐτοῖς οἷα χερσίν· ὅταν δὲ φεύ‐ γωσι πηδῶσι. (Photii Bibl. 278, 7.) | |
175.1 | Ὅτι ὁ γαλεώτης, φασὶ, φθονῶν τῆς ὠφελείας τοῖς ἀνθρώποις καταπίνει τὸ δέρμα ὅταν ἐκδύσηται· ἐστὶ γὰρ βοήθημα ἐπιλήπτῳ. Καὶ ὁ ἔλαφος τὸ δεξιὸν κατορύττει κέρας, πρός τε τὰ τῆς φρύνης φάρμακα | |
5 | καὶ πρὸς ἄλλα πολλὰ χρήσιμον. Καὶ ἡ ἵππος ἀπε‐ σθίει τῶν πώλων τὸ ἱππομανές· καὶ γὰρ τοῦτο πρὸς ἔνια χρήσιμον. Καὶ ἡ φώκη ὅταν μέλλῃ ἁλίσκεσθαι ἐξεμεῖ τὴν πιτύαν, χρησιμεύουσαν καὶ ταύτην τοῖς ἐπιλήπτοις. Καὶ ὁ χερσαῖος ἐχῖνος ἐνουρεῖ τῷ δέρματι | |
10 | καὶ διαφθείρει. Καὶ ἡ λὺγξ κατακρύπτει τὸ οὖρον ὅτι πρὸς τὰς σφραγῖδας καὶ πρὸς ἄλλας χρείας ἐπιτή‐ δειον· ἀλλ’ ὅτι μὲν οὐ διὰ φθόνον ταῦτα ποιεῖ τὰ ζῶα ἀλλ’ οἱ ἄνθρωποι ἐκ τῆς ἰδίας ὑπολήψεως ταύτην αὐτοῖς περιῆψαν τὴν αἰτίαν παντὶ δῆλον. Πόθεν γὰρ τοῖς | |
15 | ἀλόγοις ἡ τοσαύτη σοφία ἣν καὶ οἱ λογικοὶ μετὰ συχνῆς μελέτης μανθάνουσιν; ἀλλ’ ἡ μὲν φώκη διὰ τὸν φόβον ἴσως ταραττομένη ἐμεῖ τὴν πιτύαν· καὶ ὁ γαλεώτης καταπίνει τὸ δέρμα φυσικόν τι ποιῶν πάθος, καθάπερ αἱ κύνες καὶ αἱ ὕες καὶ σχεδὸν τὰ τετράποδα πάντα· | |
20 | κατεσθίει γὰρ τὰ χόρια μετὰ τοὺς τόκους· καὶ ὁ ἐχῖνος δὲ διὰ φόβον ἢ δι’ ἄλλο τι πάθος φυσικὸν ἐνουρεῖ ἀλλ’ οὐχ ἵνα φθείρῃ τὸ δέρμα. Πολλὰ δὲ καὶ ἄλλα πράτ‐ τεται τοῖς ἀλόγοις ὧν οὐκ ἔχομεν λόγον ἀποδοῦναι· οἷον διὰ τί ἡ ὄρνις ὅταν τέκῃ περιρρίπτει τὰ κάρφη· | |
25 | διὰ τί οἱ κύνες ἐπαίροντες τὰ σκέλη προσουροῦσι διὰ τί ἡ αἲξ ὅταν λάβῃ τὸ ἠρύγγιον εἰς τὸ στόμα μένει καὶ τὰς ἄλλας ἵστασθαι ποιεῖ. Καὶ τὸ τῆς λυγγὸς οὖν καὶ τὸ τῆς ἐλάφου ὁ αὐτὸς κατάλογος περιέξει. (Photii Bibl. 278, 8.) | |
176.1 | Θ. ἐν τῷ περὶ φωλευόντων οἱ κοχλίαι, φησὶ, φω‐ λεύουσι μὲν καὶ τοῦ χειμῶνος μᾶλλον δὲ τοῦ θέρους· διὸ | |
καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν· ἡ δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων. | 460 | |
5 | (Athenae. 2, p. 63.) | |
177.1 | Θ. ἐν τῷ περὶ τῶν φωλευόντων τοὺς ἀστακοὺς καὶ καράβους καὶ καρίδας ἐκδύεσθαί φησι τὸ γῆρας. (Athenae. 3, p. 105.) | |
178.1 | Θ. ἐν τῷ περὶ τῶν φωλευόντων διὰ τὸ ψῦχος φησὶ τὴν νάρκην κατὰ γῆς δύεσθαι. Ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην ἀπ’ αὐτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν | |
5 | τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. (Athenae. 7, p. 314.) | |
179.1 | Ἀριστοτέλης δ’ ἢ Θεόφραστος ἐν τοῖς ὑπομνήμασι τῶν φασιανῶν φησὶν οὐ κατὰ λόγον ἡ ὑπεροχὴ τῶν ἀρρένων ἀλλὰ πολλῷ μείζων. (Athenae. 14, p. 654.) | |
180.1 | Θ. δὲ ὁ Ἐρέσιος Ἀριστοτέλους μαθητὴς ἐν τρίτῃ περὶ ζώων μνημονεύων αὐτῶν οὑτωσί πως λέγει· ἔστι καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ μὲν γὰρ βραχέα καὶ μὴ πτητικὰ καθάπερ ἀτταγὴν πέρδιξ, ἀλεκτρυὼν, | |
5 | φασιανὸς εὐθὺς βαδιστικὰ καὶ δασέα. (Athenae. 9, p. 387.) | |
181.1 | Θ. γοῦν ἐν τῷ περὶ ἑτεροφωνίας τῶν ὁμογενῶν οἱ Ἀθήνῃσι φησὶν πέρδικες ἐπὶ τάδε τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακαβίζουσιν οἱ δ’ ἐπέκεινα τιττυβίζουσιν. (Athenae. 9, p. 390.) | |
182.1 | Τοὺς δὲ περὶ Παφλαγονίαν πέρδικάς φησι Θ. δύο ἔχειν καρδίας. (Athenae. 9, p. 390.) | |
183.1 | Ὁ δὲ Θ. τοὺς ἀγρίους (ἀλεκτρυόνας) φησὶν ὀχευτι‐ κωτέρους εἶναι τῶν ἡμέρων. Λέγει δὲ καὶ τοὺς ἄρ‐ ρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θη‐ λείας προβαινούσης μᾶλλον τῆς ἡμέρας. (Athenae. 9, | |
5 | p. 391.) | |
184.1 | Ἰχθῦς ἱστορεῖ Θ. ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφε‐ θῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑέλων ἢ κεραμεῶν σωμάτων. (Plut. de primo frig. p. 952.) | 461 |
185.1 | Θ. ἐν τῇ πρὸς Φανίαν ἐπιστολῇ καὶ ὄνον φησὶν αὐτὸν (iulum) καλεῖσθαι. (Schol. ad Apollon. Rhod. Argon. I, v. 972.) | |
186.1 | Λέγει δὲ Θ. ἐκβαλὼν τὸν μῦθον καὶ Σεριφίους τῆς ἀλαζονείας παραλύων τὴν τοῦ ὕδατος ψυχρότητα αἰτίαν εἶναι τῆς ἀφωνίας τῶν προειρημένων (ranarum in Seripho). (AElian. Hist. anim. 3, 37.) | |
187.1 | Ἐν τοῖς ὑγροῖς χωρίοις καὶ ἔνθα νοτιώτερος ὁ ἀὴρ ὑπεράγαν οἱ ἀλεκτρυόνες οὐκ ᾄδουσι, φησὶ Θ. (AElian. Hist. anim. 3, 38.) | |
188.1 | Δίοτι τὴν χροιὰν ὁ πολύπους ἐξαλλάττει; πότερον, ὧν Θ. ᾤετο, δειλόν ἐστι φύσει ζῶον; ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος. (Plut. Quaest. nat. p. 916.) | |
189.1 | Μεταβάλλει γὰρ ὁ μὲν χαμαιλέων οὐδέν τι μηχα‐ νώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλ’ ὑπὸ δέους ἄλλως τρέπεται φύσει ψοφοδεὴς ὢν καὶ δειλός· συνέπεται δὲ καὶ πνεύματος πλῆθος, ὡς Θεόφραστος. Ὀλίγον | |
5 | γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζώου πλῆρες εἶναι πνεύ‐ μονος, ᾧ τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. (Plut. de sol‐ lert. anim. p. 978.) | |
190.1 | Ὅτι αἱ τοῦ μέλιτος γενέσεις τριτταί· ἢ ἀπὸ τῶν ἀνθῶν καὶ ἐν οἷς ἄλλοις ἐστὶν ἡ γλυκύτης· ἄλλη δ’ ἐκ τοῦ ἀέρος ὅταν ἀναχυθὲν ὑγρὸν ὑπὸ τοῦ ἡλίου συνεψηθὲν πέσῃ· γίνεται δὲ τοῦτο μάλιστα ὑπὸ πυραμητόν· ἄλλη | |
5 | δ’ ἐν τοῖς καλάμοις. Πίπτει δὲ τὸ ἐκ τοῦ ἀέρος μέλι καὶ ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ προστυχόντα τῶν φυτῶν. Εὑρίσκεται δὲ μάλιστα ἐπὶ τοῖς φύλλοις τῆς δρυὸς καὶ ἐπὶ τῆς φιλύρας διότι πυκνότητα ἔχει ταῦτα καὶ ἔνικμά ἐστι. Δεῖ δὲ μήτε τελείως εἶναι ξηρὰ ἵνα μὴ εἰς αὑτὰ | |
10 | ἕλκῃ, μήτε μανὰ ἵνα μὴ διίῃ· ταῦτα δὲ καὶ ἔνικμα καὶ πυκνότητα ἔχει, τὰ δὲ τῆς φιλύρας καὶ γλυκύτητα. Ἔχει δέ πως ἡ μέλιττα οἰκείωσίν τινα πρὸς τὴν δρῦν. | |
(Photii Bibl. 278, 10.) | 462 |