TLG 0093 006 :: THEOPHRASTUS :: Metaphysica (= fr. 12, Wimmer) THEOPHRASTUS Phil. Metaphysica (= fr. 12, Wimmer) Citation: Usener page — (line) | ||
Metaph.4a(1t) | ΘΕΟΦΡΑΣΤΟΥ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ | |
2 | Πῶς ἀφορίσαι δεῖ καὶ ποίοις τὴν ὑπὲρ τῶν πρώτων θεωρίαν; ἡ γὰρ δὴ τῆς φύσεως πολυ‐ χουστέρα, καὶ ὥς γε δή τινές φασιν, ἀτακτοτέρα, | |
---|---|---|
5 | μεταβολὰς ἔχουσα παντοίας· ἡ δὲ τῶν πρώτων ὡρισμένη καὶ ἀεὶ κατὰ ταὐτά· διὸ δὴ καὶ ἐν νοη‐ τοῖς, οὐκ αἰσθητοῖς, αὐτὴν τιθέασιν ὡς ἀκινήτοις καὶ ἀμεταβλήτοις, καὶ τὸ ὅλον δὲ σεμνοτέραν καὶ μείζω νομίζουσιν αὐτήν. Ἀρχὴ δέ, πότερα συν‐ | |
10 | αφή τις καὶ οἷον κοινωνία πρὸς ἄλληλα τοῖς τε νοητοῖς καὶ τοῖς τῆς φύσεως, ἢ οὐδεμία ἀλλ’ ὥσ‐ περ ἑκάτερα κεχωρισμένα συνεργοῦντα δέ πως εἰς τὴν πᾶσαν οὐσίαν. εὐλογώτερον δ’ οὖν εἶναί τινα συναφὴν καὶ μὴ ἐπεισοδιῶδες τὸ πᾶν, ἀλλ’ οἷον | |
15 | τὰ μὲν πρότερα τὰ δ’ ὕστερα, καὶ ἀρχὰς τὰ δ’ ὑπὸ τὰς ἀρχάς, ὥσπερ καὶ τὰ ἀίδια τῶν φθαρ‐ τῶν. εἰ δ’ οὖν οὕτω, τίς ἡ φύσις αὐτῶν καὶ ἐν ποίοις; εἰ μὲν γὰρ ἐν τοῖς μαθηματικοῖς μόνον τὰ νοητά, καθά πέρ τινές φασιν, οὔτ’ ἄγαν εὔ‐ | |
20 | σημος ἡ συναφὴ τοῖς αἰσθητοῖς, οὔθ’ ὅλως ἀξιό‐ χρεα φαίνεται παντός· οἷον γὰρ μεμηχανημένα | |
δοκεῖ δι’ ἡμῶν εἶναι σχήματά τε καὶ μορφὰς καὶ λόγους περιτιθέντων, αὐτὰ δὲ δι’ αὑτῶν οὐδεμίαν | 2 | |
Metaph.4b(2) | ἔχειν φύσιν· εἰ δὲ μή, οὐχ οὕτως γε συνάπτειν τοῖς τῆς φύσεως ὥστ’ ἐμποιῆσαι καθά περ ζωὴν καὶ κίνησιν αὐτοῖς· οὐδὲ γὰρ αὐτὸς ὁ ἀριθμός, | |
5 | ὅν περ δὴ πρῶτον καὶ κυριώτατόν τινες τιθέασιν. εἰ δ’ ἑτέρα τις οὐσία προτέρα καὶ κρείττων ἐστίν, ταύτην πειρατέον λέγειν, πότερον μία τις κατ’ ἀριθμὸν ἢ κατ’ εἶδος ἢ κατὰ γένος. εὐλογώτερον δ’ οὖν ἀρχῆς φύσιν ἐχούσας ἐν ὀλίγοις εἶναι | |
10 | καὶ περιττοῖς, εἰ μὴ ἄρα καὶ πρώτοις καὶ ἐν τῷ πρώτῳ. τίς δ’ οὖν αὕτη καὶ τίνες, εἰ πλείους, πειρατέον ἐμφαίνειν ἀμῶς γέ πως εἴτε κατ’ ἀνα‐ λογίαν εἴτε κατ’ ἄλλην ὁμοίωσιν. ἀνάγκη δ’ ἴσως δυνάμει τινὶ καὶ ὑπεροχῇ τῶν ἄλλων λαμβάνειν, | |
15 | ὥσπερ ἂν εἰ τὸν θεόν· θεία γὰρ ἡ πάντων ἀρχή, δι’ ἧς ἅπαντα καὶ ἔστιν καὶ διαμένει. τάχα μὲν οὖν ῥᾴδιον τὸ οὕτως ἀποδοῦναι, χαλεπὸν δὲ σα‐ φεστέρως ἢ πειστικωτέρως. Τοιαύτης δ’ οὔσης τῆς ἀρχῆς, ἐπεί περ συνάπτει τοῖς αἰσθητοῖς, ἡ | |
20 | δὲ φύσις ὡς ἁπλῶς εἰπεῖν ἐν κινήσει καὶ τοῦτ’ αὐτῆς τὸ ἴδιον, δῆλον ὡς αἰτίαν θετέον ταύτην τῆς κινήσεως· ἐπεὶ δ’ ἀκίνητος καθ’ αὑτήν, φα‐ | |
νερὸν ὡς οὐκ ἂν εἴη τῷ κινεῖσθαι τοῖς τῆς φύ‐ | 4 | |
Metaph.5a | σεως αἰτία, ἀλλὰ λοιπὸν ἄλλῃ τινὶ δυνάμει κρείτ‐ τονι καὶ προτέρᾳ· τοιαύτη δ’ ἡ τοῦ ὀρεκτοῦ φύ‐ σις, ἀφ’ ἧς ἡ κυκλικὴ ἡ συνεχὴς καὶ ἄπαυ‐ στος. ὥστε κατ’ ἐκεῖνο λύοιτο ἂν τὸ μὴ εἶναι | |
5 | κινήσεως ἀρχὴν ἢ εἰ κινούμενον κινήσει. Μέχρι μὲν δὴ τούτων οἷον ἄρτιος ὁ λόγος, ἀρχήν τε ποιῶν μίαν πάντων καὶ τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν ἀποδιδούς, ἔτι δὲ μὴ διαιρετὸν μηδὲ ποσόν τι λέγων ἀλλ’ ἁπλῶς ἐξαίρων εἰς κρείττω τινὰ | |
10 | μερίδα καὶ θειοτέραν· οὕτω γὰρ μᾶλλον ἀποδο‐ τέον ἢ τὸ διαιρετὸν καὶ μεριστὸν ἀφαιρετέον. ἅμᾳ γὰρ ἐν ὑψηλοτέρῳ τε καὶ ἀληθινωτέρῳ λόγῳ τοῖς λέγουσιν ἡ ἀπόφασις. Τὸ δὲ μετὰ ταῦτ’ ἤδη λόγου δεῖται πλείονος | |
15 | περὶ τῆς ἐφέσεως, ποία καὶ τίνων, ἐπειδὴ πλείω τὰ κυκλικὰ καὶ αἱ φοραὶ τρόπον τινὰ ὑπεναντίαι, καὶ τὸ ἀνήνυτον καὶ οὗ χάριν ἀφανές. εἴτε γὰρ ἓν τὸ κινοῦν, ἄτοπον τὸ μὴ πάντα τὴν αὐτήν· εἴτε καθ’ ἕκαστον ἕτερον αἵ τ’ ἀρχαὶ πλείους, | |
20 | ὥστε τὸ σύμφωνον αὐτῶν εἰς ὄρεξιν ἰόντων τὴν ἀρίστην οὐθαμῶς φανερόν. τὸ δὲ κατὰ τὸ πλῆ‐ θος τῶν σφαιρῶν τῆς αἰτίας μείζονα ζητεῖ λόγον· οὐ γὰρ 〈ἀρκεῖ〉 ὅ γε τῶν ἀστρολόγων. ἄπορον δὲ | |
καὶ πῶς ποτε φυσικὴν ὄρεξιν ἐχόντων οὐ τὴν ἠρε‐ | 6 | |
25 | μίαν διώκουσιν ἀλλὰ τὴν κίνησιν. τί οὖν ἅμᾳ τῇ μι‐ μήσει φασὶν ἐκεῖνο ὁμοίως ὅσοι τε τὸ ἓν καὶ ὅσοι τοὺς ἀριθμοὺς λέγουσιν; καὶ γὰρ αὐτοὶ τοὺς ἀρι‐ θμούς φασιν τὸ ἕν. εἰ δ’ ἡ ἔφεσις ἄλλως τε καὶ τοῦ | |
Metaph.5b | ἀρίστου μετὰ ψυχῆς, εἰ μή τις λέγοι καθ’ ὁμοιό‐ τητα καὶ μεταφοράν, ἔμψυχ’ ἂν εἴη τὰ κινούμενα· ψυχῇ δ’ ἅμᾳ δοκεῖ καὶ κίνησις ὑπάρχειν· ζωὴ γὰρ τοῖς ἔχουσιν, ἀφ’ ἧς καὶ αἱ ὀρέξεις πρὸς ἕκα‐ | |
5 | στον, ὥσπερ καὶ τοῖς ζῴοις, ἐπεὶ καὶ αἱ αἰσθήσεις καίπερ ἐν τῷ πάσχειν οὖσαι δι’ ἑτέρων ὅμως ἐν ψυχῇ γίνονται. εἰ δ’ οὖν τῆς κυκλικῆς αἴτιον τὸ πρῶτον, οὐ τῆς ἀρίστης ἂν εἴη· κρεῖττον γὰρ ἡ τῆς ψυχῆς, καὶ πρώτη δὴ καὶ μάλιστα ἡ τῆς δια‐ | |
10 | νοίας, ἀφ’ ἧς καὶ ἡ ὄρεξις. Τάχα δὲ καὶ τοῦτ’ ἄν τις ἐπιζητήσειεν, διὰ τί τὰ κυκλικὰ μόνον ἐφετικά, τῶν δὲ περὶ τὸ μέσον οὐθὲν καίπερ κινητῶν ὄν‐ των, πότερον ὡς ἀδύνατα ἢ ὡς οὐ διικνουμένου τοῦ πρώτου· ἀλλὰ τοῦτό γ’ ἄτοπον, εἰ δι’ ἀσθέ‐ | |
15 | νειαν· ἰσχυρότερον γὰρ ἄν τις ἀξιώσειεν τοῦ Ὁμή‐ ρου Διός, ὅς φησιν αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ. | |
ἀλλὰ λοιπὸν ὥσπερ ἄδεκτόν τι καὶ ἀσύνετον εἶναι. τάχα δὲ πρότερον ζητήσειεν ἄν τις πῶς ἔχει, πό‐ | 8 | |
20 | τερα μέρη ταῦτα ἢ οὐ μέρη τοῦ οὐρανοῦ, καὶ εἰ μέρη, πῶς μέρη· νῦν γὰρ οἷον ἀπεωσμένα τῶν ἐντιμοτάτων οὐ μόνον κατὰ τὰς χώρας ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, εἴ περ ἡ κυκλικὴ τοιαύτη· λαμ‐ βάνει γὰρ οἷον κατὰ συμβεβηκὸς ὑπὸ τῆς κυκλι‐ | |
25 | κῆς περιφορᾶς καὶ εἰς τοὺς τόπους καὶ εἰς ἄλληλα τὰς μεταβολάς. Εἰ δὲ καὶ τὸ ἄριστον ἀπὸ τοῦ ἀρίστου, κάλλιον ἄν τι παρὰ τοῦ πρώτου δέοι τῆς κυκλοφορίας, εἰ μὴ ἄρ’ ἐκωλύετο τῷ μὴ δύνασθαι | |
Metaph.6a | δέχεσθαι· τὸ γὰρ δὴ πρῶτον καὶ θειότατον πάντα τὰ ἄριστα βουλόμενον. τάχα δὲ τοῦτο μὲν οἷον ὑπερβατόν τι καὶ ἀζήτητον· ἀξιοῖ γὰρ ὁ τοῦτο λέγων ἅπανθ’ ὅμοια καὶ ἐν τοῖς ἀρίστοις εἶναι, | |
5 | μικράν τιν’ ἢ μηδεμίαν ἔχοντα διαφοράν. Τόδε δ’ ἄν τις ἴσως ἀπορήσειεν πρὸς αὐτὸν τὸν πρῶτον οὐρανὸν ἀναφέρων, πότερον ἡ περιφορὰ τῆς οὐ‐ σίας ἐστὶν αὐτοῦ καὶ ἅμᾳ τῷ πεπαῦσθαι φθείροιτ’ ἄν, ἢ εἴ περ ἐφέσει τινὶ καὶ ὀρέξει, κατὰ συμβε‐ | |
10 | βηκός· εἰ μὴ ἄρα σύμφυτον αὐτῷ τὸ ὀρέγεσθαι— καὶ οὐθὲν κωλύει τοιαῦτ’ ἄττα τῶν ὄντων ὑπάρ‐ χειν. ἴσως δ’ ἂν εἴη καὶ ἀφελόντα τὴν ὄρεξιν | |
ὑπὲρ αὐτῆς τῆς κινήσεως ἀπορεῖν, εἰ ἀφαιρεθεῖσα φθείροι ἂν τὸν οὐρανόν. Καὶ τοῦτο μὲν ὥσπερ | 10 | |
15 | ἑτέρων λόγων. ἀπὸ δ’ οὖν ταύτης ἢ τούτων τῶν ἀρχῶν ἀξιώσειεν ἄν τις (τάχα δὲ καὶ ἀπὸ τῶν ἄλλων ἄρ’, ἄν τις τίθηται) τὰ ἐφεξῆς εὐθὺς ἀπο‐ διδόναι καὶ μὴ μέχρι του προελθόντα παύεσθαι· τοῦτο γὰρ τελέου καὶ φρονοῦντος, ὅ περ Ἀρχύτας | |
20 | ποτ’ ἔφη ποιεῖν Εὔρυτον διατιθέντα τινὰς ψή‐ φους· λέγειν γὰρ ὡς ὅδε μὲν ἀνθρώπου ὁ ἀρι‐ θμός, ὅδε δὲ ἵππου, ὅδε δ’ ἄλλου τινὸς τυγχάνει. νῦν δ’ οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες κατα‐ παύονται, καθά περ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον | |
25 | δυάδα ποιοῦντες· τοὺς γὰρ ἀριθμοὺς γεννήσαντες καὶ τὰ ἐπίπεδα καὶ τὰ σώματα σχεδὸν τἆλλα παραλείπουσιν πλὴν ὅσον ἐφαπτόμενοι καὶ το‐ σοῦτο μόνον δηλοῦντες, ὅτι τὰ μὲν ἀπὸ τῆς ἀορί‐ | |
Metaph.6b | στου δυάδος, οἷον τόπος καὶ κενὸν καὶ ἄπειρον, τὰ δ’ ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνός, οἷον ψυχὴ καὶ ἄλλ’ ἄττα· χρόνον δ’ ἅμᾳ καὶ οὐρανὸν καὶ ἕτερα δὴ πλείω, τοῦ δ’ οὐρανοῦ πέρι καὶ τῶν λοι‐ | |
5 | πῶν οὐδεμίαν ἔτι ποιοῦνται μνείαν· ὡσαύτως δ’ οἱ περὶ Σπεύσιππον, οὐδὲ τῶν ἄλλων οὐθεὶς πλὴν Ξενοκράτης· οὗτος γὰρ ἅπαντά πως περιτίθησιν περὶ τὸν κόσμον, ὁμοίως αἰσθητὰ καὶ νοητὰ καὶ | |
μαθηματικὰ καὶ ἔτι δὴ τὰ θεῖα. πειρᾶται δὲ καὶ | 12 | |
10 | Ἑστιαῖος μέχρι τινός, οὐχ ὥσπερ εἴρηται περὶ τῶν πρώτων μόνον. Πλάτων μὲν οὖν ἐν τῷ ἀνά‐ γειν εἰς τὰς ἀρχὰς δόξειεν ἂν ἅπτεσθαι τῶν ἄλ‐ λων εἰς τὰς ἰδέας ἀνάπτων, ταύτας δ’ εἰς τοὺς ἀριθμούς, ἐκ δὲ τούτων εἰς τὰς ἀρχάς, εἶτα κατὰ | |
15 | τὴν γένεσιν μέχρι τῶν εἰρημένων· οἱ δὲ τῶν ἀρχῶν μόνον. ἔνιοι δὲ καὶ τὴν ἀλήθειαν ἐν τούτοις· τὰ γὰρ ὄντα μόνον περὶ τὰς ἀρχάς. συμ‐ βαίνει δὲ τοὐναντίον ἢ ἐν ταῖς ἄλλαις μεθόδοις· ἐν ἐκείνοις γὰρ τὰ μετὰ τὰς ἀρχὰς ἰσχυρότερα | |
20 | καὶ οἷον τελεώτερα τῶν ἐπιστημῶν· τάχα δὲ καὶ εὐλόγως· ἔνθα μὲν γὰρ τῶν ἀρχῶν, ἐν δὲ ταῖς λοιπαῖς ἀπὸ τῶν ἀρχῶν ἡ ζήτησις. Πῶς δέ ποτε χρὴ καὶ ποίας τὰς ἀρχὰς ὑπο‐ θέσθαι, τάχ’ ἂν ἀπορήσειέν τις, πότερον ἀμόρ‐ | |
25 | φους καὶ οἷον δυναμικάς, ὥσπερ ὅσοι πῦρ καὶ γῆν, ἢ μεμορφωμένας, ὡς μάλιστα δέον ταύτας ὡρίσθαι, καθά περ ἐν τῷ Τιμαίῳ φησίν· τοῖς γὰρ τιμιωτάτοις οἰκειότατον ἡ τάξις καὶ τὸ ὡρίσθαι. | |
Metaph.7a | φαίνεται δὲ καὶ ἐν ταῖς λοιπαῖς σχεδὸν ἔχειν οὕτω, καθά περ ἐν γραμματικῇ καὶ μουσικῇ καὶ ταῖς μαθηματικαῖς, συνακολουθεῖ δὲ καὶ τὰ μετὰ | |
τὰς ἀρχάς· ἔτι δὲ καὶ κατὰ τὰς τέχνας ὁμοίως, | 14 | |
5 | αἵ περ τὴν φύσιν μιμοῦνται, καὶ τὰ ὄργανα καὶ τὰ ἄλλα κατὰ τὰς ἀρχάς. οἱ μὲν οὖν ἐμμόρφους πάσας, οἱ δὲ μόνον τὰς ὑλικάς· οἱ δ’ ἄμφω, τάς τ’ ἐμμόρφους καὶ τὰς τῆς ὕλης, ὡς ἐν ἀμφοῖν τὸ τέλεον 〈ὄν〉· οἷον γὰρ ἐξ ἀντικειμένων τὴν | |
10 | ἅπασαν οὐσίαν. ἄλογον δὲ κἀκείνοις δόξειεν ἄν, εἰ ὁ μὲν ὅλος οὐρανὸς καὶ ἕκαστα τῶν μερῶν ἅπαντ’ ἐν τάξει καὶ λόγῳ καὶ μορφαῖς καὶ δυνά‐ μεσιν καὶ περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὲν τοιοῦτον ἀλλ’ “ὥσπερ σάρμα εἰκῇ κεχυμένων ὁ | |
15 | κάλλιστος”, φησὶν Ἡράκλειτος, ”[ὁ] κόσμος”. καὶ κατὰ τοὐλάχιστον δ’ ὡς εἰπεῖν λαμβάνουσιν ὁμοίως ἐν ἀψύχοις καὶ ἐμψύχοις· ὡρισμέναι γὰρ ἑκάστων αἱ φύσεις ὡς εἰπεῖν καί περ αὐτομάτως γινομέ‐ νων· τὰς δ’ ἀρχὰς ἀορίστους εἶναι. Χαλεπὸν δὲ | |
20 | πάλιν αὖ τὸ τοὺς λόγους ἑκάστοις περιθεῖναι πρὸς τὸ ἕνεκά του συνάγοντας ἐν ἅπασιν, καὶ ἐν ζῴοις καὶ φυτοῖς καὶ ἐν αὐτῇ πομφόλυγι· πλὴν εἰ συμβαίνει τῇ ἑτέρων τάξει καὶ μεταβολῇ μορ‐ | |
Metaph.7b | φάς τε παντοίας καὶ ποικιλίας γίνεσθαι τῶν περὶ | |
τὸν ἀέρα καὶ τὴν γῆν· ὧν δὴ μέγιστόν τινες παρά‐ δειγμα ποιοῦνται τὰ περὶ τὰς ὥρας τὰς ἐτη‐ σίους, ἐν αἷς καὶ ζῴων καὶ φυτῶν καὶ καρπῶν | 16 | |
5 | γενέσεις, οἷον γεννῶντος τοῦ ἡλίου. καὶ ταῦτα μὲν ἐνταῦθά που ζητεῖ τὴν σκέψιν, ἀφορισμὸν ἀπαιτοῦντα μέχρι πόσου τὸ τεταγμένον, καὶ διὰ τί τὸ πλέον ἀδύνατον ἢ εἰς τὸ χεῖρον ἡ μετάβασις. Ἐν δὲ ταῖς ἀρχαῖς, ὅθεν δὴ καὶ ὁ πρῶτος λό‐ | |
10 | γος, εἰκότως ἄν τις καὶ τὸ περὶ τῆς ἠρεμίας ἀπο‐ ρήσειεν. εἰ μὲν γὰρ ὡς βέλτιον, ἀνάψειεν ἂν ταῖς ἀρχαῖς· εἰ δ’ ὡς ἀργία καὶ στέρησίς τις κινήσεως, οὐκ ἀνάψει, ἀλλ’ εἴ περ, τὴν ἐνέργειαν ἀντιμεταλ‐ λακτέον ὡς προτέραν καὶ τιμιωτέραν, τὴν δὲ κί‐ | |
15 | νησιν ἐν τοῖς αἰσθητοῖς· ἐπεὶ τό γε διὰ τοῦτ’ ἠρεμεῖν ὡς ἀδύνατον ἀεὶ κινούμενον εἶναι τὸ κινοῦν—οὐ γὰρ ἂν εἴη πρῶτον—κίνδυνος μὴ λογῶδες, καὶ ἄλλως οὐκ ἀξιόπιστον, ἀλλὰ μείζω τινὰ αἰτίαν ζητεῖ. δοκεῖ δὲ καὶ ἡ αἴσθησις τρόπον | |
20 | τινὰ συναυδᾶν ὡς ἐνδεχόμενον μὴ ἀεὶ τὸ κι‐ νοῦν ἕτερον εἶναι καὶ ὃ κινεῖ διὰ τὸ ποιεῖν | |
καὶ πάσχειν· ἔτι δ’ ἐάν τις ἐπ’ αὐτὸν ἄγῃ τὸν νοῦν καὶ τὸν θεόν. ἄτοπον δὲ καὶ τὸ ἕτερον λε‐ | 18 | |
Metaph.8a | χθέν, ὡς οὐ μιμοῦνται τὰ ὀρεγόμενα τοῦ ἠρεμοῦν‐ τος· τί γὰρ αὐτοῖς οὐ συνακολουθεῖ ἡ τῶν ἄλλων; πλὴν ἴσως οὐχ ὁμοίως ληπτέον ὡς εἰς τὸ ἀμερὲς ἄγοντας, ἀλλ’ ὅπως ὅ τι μάλιστα σύμφωνον ἑαυ‐ | |
5 | τῷ καὶ ἀπηρτισμένον ὡς ἂν πόλις ἢ ζῷον ἢ ἄλλο τι τῶν μεριστῶν ᾖ καὶ ὁ ὅλος οὐρανός, ὃν δή φασιν εἶναι τελεώτατον. Ἐπιποθεῖ δέ τινα καὶ τὰ τοιάδε λόγον, πῶς ποτε τῶν ὄντων ὁ μερισμὸς εἰς ὕλην καὶ μορ‐ | |
10 | φήν, πότερον ὡς τὸ μὲν ὄν, τὸ δὲ μὴ ὄν, δυνά‐ μει δ’ ὂν καὶ ἀγόμενον εἰς ἐνέργειαν· ἢ ὂν μέν, ἀόριστον δὲ καθά περ ἐν ταῖς τέχναις, ᾗ δὲ γέ‐ νεσις, ἡ οὐσία γ’ αὐτῶν τῷ μορφοῦσθαι κατὰ τοὺς λόγους· ἀλλ’ οὕτω γ’ εἰς μὲν τὸ βέλτιον | |
15 | τάχ’ ἂν ἡ μετάβασις εἴη, τὸ δ’ εἶναι οὐθὲν ἂν ἧττον ἀληθὲς ὑπάρχοι κατ’ αὐτήν (οὐ γὰρ ἂν οὐδὲ γίνοιτο μὴ ὑπαρχούσης), ἀλλὰ τὸ μήτε τόδε μήτε ποιὸν μήτε ποσόν, ὡς ἀόριστον τοῖς εἴδεσιν, δύναμιν δέ τιν’ ἔχον. ὅλως δὲ κατ’ ἀναλογίαν | |
20 | ληπτέον ἐπὶ τὰς τέχνας καὶ εἴ τις ὁμοιότης ἄλλη. Δόξειεν δ’ ἂν καὶ τοῦτ’ ἔχειν ἀπορίαν, εἰ μὴ ἄρα περιεργίαν τοῦ ζητεῖν, τί δή ποτε ἡ φύσις καὶ ἡ ὅλη δ’ οὐσία τοῦ παντὸς ἐν ἐναντίοις ἐστίν, καὶ σχεδὸν ἰσομοιρεῖ τὸ χεῖρον τῷ βελτίονι, μᾶλ‐ | 20 |
25 | λον δὲ καὶ πολλῷ πλέον ἐστίν, ὥστε δοκεῖν καὶ Εὐριπίδην καθόλου λέγειν ὡς “οὐκ ἂν γένοιτο χωρὶς ἐσθλά”. ὁ δὲ τοιοῦτος λόγος ἐγγὺς τοῦ | |
Metaph.8b | ζητεῖν ὅ τι οὐ πάντ’ ἀγαθὰ οὐδὲ πάντα ὅμοια, καὶ ὅ τι κατὰ πάντων μὲν τὸ εἶναι λέγομεν, οὐ‐ θὲν δὲ ὅμοιον ἀλλήλοις, καθά περ τὰ λευκὰ καὶ μέλανα, ἐν αὐτοῖς. ἔτι δὲ τὸ δοκοῦν παραδοξότε‐ | |
5 | ρον, ὡς οὐχ οἷόν τε τὸ ὂν ἄνευ τῶν ἐναντίων. οἱ δ’ ἔτι πλέονι τῷ παραδόξῳ χρώμενοι καὶ τὸ μὴ ὂν μηδὲ γεγονὸς μηδὲ μέλλον προσκαταριθμοῦ‐ σιν εἰς τὴν τοῦ παντὸς φύσιν. ἀλλ’ ἥδε μὲν οἷον ὑπερβατός τις σοφία. | |
10 | Τὸ δὲ ὂν ὅτι πολλαχῶς, φανερόν· ἡ γὰρ αἴ‐ σθησις καὶ τὰς διαφορὰς θεωρεῖ καὶ τὰς αἰτίας ζη‐ τεῖ· τάχα δ’ ἀληθέστερον εἰπεῖν ὡς ὑποβάλλει τῇ διανοίᾳ τὰ μὲν ἁπλῶς ζητοῦσα, τὰ δ’ ἀπορίαν ἐνεργαζομένη, δι’ ἧς, κἂν μὴ δύνηται προβαίνειν, | |
15 | ὅμως ἐμφαίνεταί τι φῶς ἐν τῷ μὴ φωτὶ ζητούν‐ των ἐπὶ πλέον. τὸ ἐπίστασθαι ἄρα οὐκ ἄνευ δια‐ φορᾶς τινος. εἴ τε γὰρ ἕτερα ἀλλήλων, διαφορά | |
τις· ἔν τε τοῖς καθόλου πλειόνων ὄντων τῶν ὑπὸ τὰ καθόλου διαφέρειν ἀνάγκη καὶ ταῦτα, ἐάν τε | 22 | |
20 | γένη τὰ καθόλου ἐάν τ’ εἴδη. σχεδὸν δὲ καὶ ἐπι‐ στήμη πᾶσα τῶν ἰδίων· ἥ τε γὰρ οὐσία καὶ τὸ τί ἦν εἶναι καθ’ ἕκαστον ἴδιον, τά τε θεωρούμενα καθ’ ἑαυτὰ καὶ οὐ κατὰ συμβεβηκὸς ἦν ἂν τὶ κατὰ τινός. ὅλως δὲ τὸ ἐν πλείοσιν τὸ αὐτὸ συνι‐ | |
25 | δεῖν ἐπιστήμης, ἤτοι κοινῇ καὶ καθόλου λεγόμενον ἢ ἰδίᾳ πως καθ’ ἕκαστον, οἷον ἀριθμοῖς γραμμαῖς, ζῴοις φυτοῖς· τέλεος δ’ ἡ ἐξ ἀμφοῖν. ἔστιν δ’ | |
Metaph.9a | ἐνίων μὲν καθόλου τέλος (ἐν τούτῳ γὰρ τὸ αἴτιον), τῶν δὲ τὸ ἐν μέρει, καθ’ ὅσα διαίρεσις εἰς τὰ ἄτομα, καθά περ ἐν τοῖς πρακτοῖς καὶ ποιη‐ τοῖς· οὕτως γὰρ αὐτῶν ἡ ἐνέργεια. Ταὐτῷ δ’ ἐπι‐ | |
5 | στάμεθα καὶ οὐσίᾳ καὶ ἀριθμῷ καὶ εἴδει καὶ γένει καὶ ἀναλογίᾳ καὶ εἰ ἄρα παρὰ ταῦτα διαιρέσεις· διὰ πλείστου δὲ τὸ κατ’ ἀναλογίαν, ὡς ἂν ἀπέ‐ χοντος πλεῖστον, τὰ μὲν δι’ ἡμᾶς αὐτούς, τὰ δὲ διὰ τὸ ὑποκείμενον, τὰ δὲ διὰ τἄμφω. | |
10 | Πλεοναχῶς δ’ ὄντος τοῦ ἐπίστασθαι, πῶς ἕκα‐ στα μεταδιωκτέον; ἀρχὴ καὶ μέγιστον ὁ οἰκεῖος | |
τρόπος, οἷον τὰ πρῶτα καὶ νοητά, καὶ τὰ κινητὰ καὶ ὑπὸ τὴν φύσιν, αὐτῶν τε τούτων τὰ ἐν ἀρχῇ καὶ 〈τὰ〉 ἑπόμενα μέχρι ζῴων καὶ φυτῶν καὶ ἐσχά‐ | 24 | |
15 | των τῶν ἀψύχων. ἔστιν γάρ τι καθ’ ἕκαστον γέ‐ νος ἴδιον, ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς. ἔχει δὲ καὶ αὐτὰ τὰ μαθήματα διαφορὰν καί περ ὁμο‐ γενῆ πως ὄντα, διῄρηται δ’ ἱκανῶς. εἰ δὲ καὶ ἔνια γνωστὰ τῷ ἄγνωστα εἶναι, καθά πέρ τινές φασιν, | |
20 | ἴδιος ἂν ὁ τρόπος εἴη, διαιρέσεως δέ τινος δεῖ‐ ται· τάχα δ’ ἐφ’ ὧν ἐνδέχεται, κατ’ ἀναλογίαν οἰ‐ κειότερον λέγειν ἢ αὐτῷ τῷ ἀγνώστῳ, καθά περ εἴ τις τῷ ἀοράτῳ τὸ ἀόρατον. πόσοι δ’ οὖν τρό‐ ποι καὶ ποσαχῶς τὸ εἰδέναι, πειρατέον διελεῖν. ἡ | |
25 | δ’ ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορί‐ σαι τί τὸ ἐπίστασθαι. χαλεπώτερον δ’ ἂν δόξειεν (οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν | |
Metaph.9b | ἐν τοῖς πλεοναχῶς λεγομένοις). ᾗ καὶ τοῦτ’ ἄπορον ἢ οὐ ῥᾴδιόν γε εἰπεῖν, μέχρι πόσου καὶ τίνων ζητητέον αἰτίας ὁμοίως ἔν τε τοῖς αἰ‐ σθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς | |
5 | ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα τὸ φρονεῖν. ἀρχαὶ δὲ τρόπον τινὰ ἄμφω. τάχα δ’ ἡ μὲν ἡμῖν ἡ δ’ ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ δ’ ἡμετέρα τις | |
ἀρχή. μέχρι μὲν οὖν τινὸς δυνάμεθα δι’ αἰτίου θεωρεῖν, ἀρχὰς ἀπὸ τῶν αἰσθήσεων λαμβάνοντες· | 26 | |
10 | ὅταν δὲ ἐπ’ αὐτὰ τὰ ἄκρα καὶ πρῶτα μεταβαίνω‐ μεν, οὐκέτι δυνάμεθα, εἴτε διὰ τὸ μὴ ἔχειν αἰ‐ τίαν εἴτε διὰ τὴν ἡμετέραν ἀσθένειαν ὥσπερ πρὸς τὰ φωτεινότατα βλέπειν. τάχα δ’ ἐκεῖνο ἀληθέστερον ὡς αὐτῷ τῷ νῷ τῶν τοιούτων ἡ | |
15 | θεωρία θιγόντι καὶ οἷον ἁψαμένῳ, διὸ καὶ οὐκ ἔστιν ἀπάτη περὶ αὐτά. Χαλεπὴ δὲ καὶ εἰς αὐτὸ τοῦθ’ ἡ σύνεσις καὶ ἡ πίστις, ἐπεὶ καὶ ἄλλως μέγα καὶ πρὸς τὰς καθ’ ἕκαστα πραγματείας ἀναγκαῖον καὶ μάλιστα τὰς μεγίστας, ἐν τίνι ποιητέον τὸν | |
20 | ὅρον, οἷον περὶ τὰς τῆς φύσεως καὶ περὶ τὰς ἔτι προτέρας. οἱ γὰρ ἁπάντων ζητοῦντες λόγον ἀναι‐ ροῦσιν λόγον, ἅμα δὲ καὶ τὸ εἰδέναι· μᾶλλον δ’ ἀληθέστερον εἰπεῖν ὅτι ζητοῦσιν ὧν οὐκ ἔστιν οὐδὲ πέφυκεν. ὅσοι 〈δὲ〉 τὸν οὐρανὸν ἀίδιον ὑπο‐ | |
25 | λαμβάνουσιν, ἔτι δὲ τὰ κατὰ τὰς φορὰς καὶ τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς ἀποστάσεις καὶ ὅσα ἄλλα ἀστρολογία δείκνυσιν, τούτοις κατά‐ | |
Metaph.10a | λοιπον τά τε πρῶτα κινοῦντα καὶ τὸ τίνος ἕνεκα λέγειν καὶ τίς ἡ φύσις ἑκάστου καὶ ἡ πρὸς ἄλληλα | |
θέσις καὶ ἡ τοῦ σύμπαντος οὐσία καὶ ὑποβαίνοντι δὴ πρὸς τὰ ἄλλα καθ’ ἕκαστον τῶν εἰδῶν ἢ με‐ | 28 | |
5 | ρῶν ἄχρι ζῴων καὶ φυτῶν. εἰ οὖν ἀστρολογία συνεργεῖ μέν, οὐκ ἐν τοῖς πρώτοις δὲ τῆς φύσεως, ἕτερα τὰ κυριώτατ’ ἂν εἴη καὶ πρότερα· καὶ γὰρ δὴ καὶ ὁ τρόπος, ὡς οἴονταί τινες, οὐ φυσικὸς ἢ οὐ πᾶς. καίτοι τό γε κινεῖσθαι καὶ ἁπλῶς τῆς | |
10 | φύσεως οἰκεῖον καὶ μάλιστα τοῦ οὐρανοῦ. διὸ καὶ εἰ ἐνέργεια τῆς οὐσίας ἑκάστου καὶ τὸ καθ’ ἕκα‐ στον ὅταν ἐνεργῇ καὶ κινεῖται, καθά περ ἐν τοῖς ζῴοις καὶ φυτοῖς (εἰ δὲ μή, ὁμώνυμα), δῆλον ὅτι κἂν ὁ οὐρανὸς ἐν τῇ περιφορᾷ κατὰ τὴν οὐσίαν | |
15 | εἴη, χωριζόμενος δὲ καὶ ἠρεμῶν ὁμώνυμος· οἷον γὰρ ζωή τις ἡ περιφορὰ τοῦ παντός. ἆρ’ οὖν εἴ γε μηδ’ ἐν τοῖς ζῴοις τὴν ζωὴν ἢ ὡδὶ ζητητέον, οὐδ’ ἐν τῷ οὐρανῷ καὶ τοῖς οὐρανίοις τὴν φορὰν ἢ τρόπον τινὰ ἀφωρισμένον; συνάπτει δέ πως ἡ | |
20 | νῦν ἀπορία καὶ πρὸς τὴν ὑπὸ τοῦ ἀκινήτου κί‐ νησιν. Ὑπὲρ δὲ τοῦ πάνθ’ ἕνεκά του καὶ μηδὲν μά‐ την, ἄλλως 〈θ’〉 ὁ ἀφορισμὸς οὐ ῥᾴδιος, καθά περ πλεονάκις λέγεται (πόθεν δ’ ἄρξασθαι χρὴ καὶ εἰς | |
25 | ποῖα τελευτᾶν;), καὶ δὴ ἔνια τῷ μὴ δοκεῖν ἔχειν οὕτως ἀλλὰ τὰ μὲν συμπτωματικῶς τὰ δ’ ἀνάγκῃ | |
τινί, καθά περ ἔν τε τοῖς οὐρανίοις καὶ ἐν τοῖς περὶ τὴν γῆν πλείοσιν. τίνος γὰρ ἕνεκα αἱ ἔφο‐ | 30 | |
Metaph.10b | δοι καὶ ἀνάρροιαι θαλάττης [ἢ τίνος αἱ προχωρή‐ σεις] ἢ ἀναξηράνσεις καὶ ὑγρότητες καὶ ὅλως πρὸς ἄλλοτ’ ἄλλο μεταβολαὶ καὶ φθοραὶ καὶ γενέσεις, [ἢ αἱ μὲν ἐν αὐτῇ τῇ γῇ ἀλλοιώσεις | |
5 | καὶ μεταβολαὶ γίνονται πρὸς ἄλλοτ’ ἄλλο μεθι‐ σταμένων] καὶ ἕτερα δ’ οὐκ ὀλίγα παρόμοια τούτοις; ἔτι δ’ ἐν αὐτοῖς τοῖς ζῴοις τὰ μὲν ὥσ‐ περ μάταια, καθά περ τοῖς ἄρρεσιν οἱ μαστοὶ καὶ τοῖς θήλεσιν ἡ πρόεσις, εἴ περ μὴ συμβάλλεται, | |
10 | καὶ πώγωνος δ’ ἐνίοις ἢ ὅλως τριχῶν ἔκφυσις ἔν τισιν τόποις· ἔτι δὲ κεράτων μεγέθη καθά περ τῶν ἐλάφων τοῖς 〈οὐκ ὠφελουμένοις, τοῖσ〉 δὲ καὶ λελω‐ βημένοις κνήσει τε καὶ παραιωρήσει καὶ ἐπιπροσ‐ θήσει τῶν ὀμμάτων· καὶ ὡς ἔνια δὴ βίᾳ ἢ παρὰ | |
15 | φύσιν, ὥσπερ ὁ ἐρῳδιὸς ὀχεύει καὶ τὸ ἡμερόβιον ζῇ· καὶ ἕτερα οὐκ ὀλίγα λάβοι τις ἂν τοιαῦτα. Καὶ τὸ μέγιστον δὴ καὶ μάλιστα δοκοῦν περὶ τὰς τροφὰς καὶ γενέσεις τῶν ζῴων· οὐθενὸς γὰρ ταῦθ’ ἕνεκα, ἀλλὰ συμπτώματα καὶ δι’ ἑτέρας ἀνάγκας. ἔδει γάρ, | |
20 | εἴ περ τούτων χάριν, ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως. ἔτι δ’ ἐν τοῖς φυτοῖς καὶ μᾶλλον τοῖς ἀψύχοις ὡρισμένην τιν’ ἔχουσι φύσιν, ὥσπερ δοκοῦσιν, καὶ μορφαῖς καὶ εἴδεσιν καὶ δυνάμεσιν, τίνος ἕνεκα | |
ταῦτα ζητήσειεν ἄν τις. (αὐτὸ γὰρ τοῦτο ἄπορον τὸ | 32 | |
25 | μὴ ἔχειν λόγον, καὶ ταῦτ’ ἐν ἑτέροις μὴ ποιοῦσιν προτέροις καὶ τιμιωτέροις. ᾗ καὶ ἔοικεν ὁ λόγος ἔχειν τι πιστόν, ὡς ἄρα τῷ αὐτομάτῳ ταῦτα καὶ τῇ τοῦ ὅλου περιφορᾷ λαμβάνει τινὰς ἰδέας ἢ πρὸς ἄλ‐ | |
Metaph.11a | ληλα διαφοράς.) εἰ δὲ μή, τοῦ θ’ ἕνεκά του καὶ εἰς τὸ ἄριστον ληπτέον τινὰς ὅρους καὶ οὐκ ἐπὶ πάντων ἁπλῶς θετέον· ἐπεὶ καὶ τὰ τοιάδε ἔχει τινὰ διστασμὸν καὶ ἁπλῶς λεγόμενα καὶ καθ’ ἕκα‐ | |
5 | στον· ἁπλῶς μὲν ὅτι τὴν φύσιν 〈εἰκὸσ〉 ἐν ἅπα‐ σιν ὀρέγεσθαι τοῦ ἀρίστου καὶ ἐφ’ ὧν ἐνδέχεται μεταδιδόναι τοῦ ἀεὶ καὶ τοῦ τεταγμένου· ὡς δ’ αὕτως καὶ ἐπὶ τῶν ζῴων ὁμοίως· ὅπου γὰρ οἷόν τε τὸ βέλτιον, ἐνταῦθα οὐδαμοῦ παραλείπει, οἷον | |
10 | τὸ ἔμπροσθεν τὴν φάρυγγα τοῦ οἰσοφάγου (τιμιώ‐ τερον γάρ), καὶ ἐν τῇ μέσῃ κοιλίᾳ τῆς καρδίας τὴν κρᾶσιν ἀρίστην, ὅτι τὸ μέσον τιμιώτατον· ὡσαύτως δὲ καὶ ὅσα κόσμου χάριν· εἰ γὰρ καὶ ἡ ὄρεξις οὕτως, ἀλλ’ ἐκεῖνό γ’ ἐμφαίνει διότι πολὺ | |
15 | τὸ οὐχ ὑπακοῦον οὐδὲ δεχόμενον τὸ εὖ, μᾶλλον δὲ πολλῷ πλεῖον· ὀλίγον γάρ τι τὸ ἔμψυχον, | |
ἄπειρον δὲ τὸ ἄψυχον· καὶ αὐτῶν τῶν ἐμψύχων ἀκαριαίου καὶ βέλτιον τὸ εἶναι. τὸ δ’ ὅλον σπά‐ νιόν τι καὶ ἐν ὀλίγοις τὸ ἀγαθόν, πολὺ δὲ πλῆ‐ | 34 | |
20 | θος εἶναι τὸ κακόν, οὐκ ἐν ἀοριστίᾳ δὲ μόνον καὶ οἷον ὕλης εἴδει, καθά περ τὰ τῆς φύσεως, ἀμαθεσ‐ τάτου. εἰκῇ γὰρ οἱ περὶ τῆς ὅλης οὐσίας λέγον‐ τες ὥσπερ Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ τὸ περὶ τὴν τοῦ μέσου χώραν, τὰ δ’ ἄκρα | |
25 | καὶ ἑκατέρωθεν. τὰ μὲν οὖν ὄντα καλῶς ἔτυχεν ὄντα. Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι μακρὰν τὴν | |
Metaph.11b | ἀπόστασιν, ἐπιμιμεῖσθαι δ’ ἐθέλειν ἅπαντα· καίτοι καθά περ ἀντίθεσίν τινα ποιοῦσιν τῆς ἀο‐ ρίστου δυάδος καὶ τοῦ ἑνός, ἐν ᾗ καὶ τὸ ἄπειρον καὶ τὸ ἄτακτον καὶ πᾶσα ὡς εἰπεῖν ἀμορφία καθ’ | |
5 | αὑτήν, ὅλως οὐχ οἷόν τε ἄνευ ταύτης τὴν τοῦ ὅλου φύσιν, ἀλλ’ οἷον ἰσομοιρεῖν ἢ καὶ ὑπερέχειν τῆς ἑτέρας· ᾗ καὶ τὰς ἀρχὰς ἐναντίας. διὸ καὶ οὐδὲ τὸν θεόν, ὅσοι τῷ θεῷ τὴν αἰτίαν ἀνάπτουσιν, δύ‐ νασθαι πάντ’ εἰς τὸ ἄριστον ἄγειν, ἀλλ’ εἴ περ, ἐφ’ | |
10 | ὅσον ἐνδέχεται· τάχα δ’ οὐδ’ ἂν προέλοιτ’, εἴ περ | |
ἀναιρεῖσθαι συμβήσεται τὴν ὅλην οὐσίαν ἐξ ἐναν‐ τίων γε καὶ 〈ἐν〉 ἐναντίοις οὖσαν. φαίνεται δὲ καὶ ἐν τοῖς πρώτοις ἐπιθεωρούμενα πολλὰ καὶ ὡς ἔτυχεν, οἷον τὰ περὶ τὰς τῆς γῆς λεχθέντα μετα‐ | 36 | |
15 | βολάς· οὔτε γὰρ τὸ βέλτιον οὔτε τὸ τινὸς χάριν, ἀλλ’ εἴ περ, ἀνάγκῃ τινὶ κατακολουθεῖν· πολλὰ δὲ καὶ ἐν τῷ ἀέρι τοιαῦτα καὶ ἐν ἄλλοις. μάλιστα δ’ ἂν δόξειεν ἔχειν τήν γε τάξιν τῶν μὲν αἰσθητῶν τὰ οὐράνια, τῶν δ’ ἄλλων, εἰ μὴ ἄρα καὶ πρότερα | |
20 | τούτων, τὰ μαθηματικά· εἰ γὰρ καὶ μὴ πᾶν ἀλλ’ ἐν τούτοις πλέον τὸ τεταγμένον. πλὴν εἴ τις τοι‐ αύτας λαμβάνοι τὰς μορφὰς οἵας Δημόκριτος ὑπο‐ τίθεται τῶν ἀτόμων. Ἀλλὰ δὴ τούτων μὲν πέρι σκεπτέον· ὃ δ’ ἐξ | |
25 | ἀρχῆς ἐλέχθη, πειρατέον τινὰ λαμβάνειν ὅρον καὶ ἐν τῇ φύσει καὶ ἐν τῇ τοῦ σύμπαντος οὐσίᾳ καὶ τοῦ ἕνεκά του καὶ τῆς εἰς τὸ βέλτιον ὁρμῆς. αὕτη | |
Metaph.12a | γὰρ ἀρχὴ τῆς τοῦ σύμπαντος θεωρίας, ἐν τίσιν | |
τὰ ὄντα καὶ πῶς ἔχει πρὸς ἄλληλα. | 38 |