TLG 0093 002 :: THEOPHRASTUS :: De causis plantarum (lib. 1)

THEOPHRASTUS Phil.
(Eresius: 4–3 B.C.)

De causis plantarum (lib. 1)

Source: Dengler, R.E. (ed.), Theophrastus. De causis plantarum, book one. Philadelphia: University of Pennsylvania Press, 1927: 12–138.

Cf. et 0093 014

Citation: Book — chapter — section — (line)

Caus Plant
.

1

t

1

ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ Α
Caus Plant
.

1

.

1

.

1

Τῶν φυτῶν αἱ γενέσεις ὅτι μέν εἰσι πλείους καὶ πόσαι καὶ τίνες ἐν ταῖς ἱστορίαις εἴρηται πρότερον. ἐπεὶ δὲ οὐ πᾶσαι πᾶσιν, οἰκείως ἔχει διελεῖν τίνες ἑκάστοις καὶ διὰ ποίας αἰτίας, ἀρχαῖς χρωμένους ταῖς κατὰ τὰς ἰδίας οὐσίας· εὐθὺ γὰρ χρὴ συμφωνεῖσθαι τοὺς λόγους τοῖς εὑρημένοις.
5 ἡ μὲν οὖν ἀπὸ τοῦ σπέρματος γένεσις κοινὴ πάντων ἐστὶ τῶν ἐχόντων σπέρμα· πάντα γὰρ δύναται γεννᾶν. τοῦτο δὲ καὶ τῇ αἰσθήσει φανερὸν ὅτι συμβαίνει, κατὰ δὲ τὸν λόγον ἴσως ἀναγκαῖον. ἡ γὰρ φύσις οὐδὲν ποιεῖ μάτην, ἥκιστα δὲ ἐν τοῖς πρώτοις καὶ κυριωτάτοις· πρῶτον δὲ καὶ κυριώτατον τὸ σπέρμα, ὥστε τὸ σπέρμα μάτην ἂν εἴη μὴ δυνάμενον γεννᾶν,
10εἴπερ τούτου χάριν ἀεὶ τὸ σπέρμα καὶ πρὸς τοῦτο πέφυκεν.
Caus Plant
.

1

.

1

.

2

ὅπερ ἐκ τῶν ἄλλων πάντων λαμβάνειν ἐστὶν ὁμολογούμενον. ἀλλὰ διὰ τὸ μὴ χρῆσθαι τοὺς γεώργους ἐπ’ ἐνίων, ὅτι θᾶττον ἀπ’ αὐτομάτων παραγίνεται, καὶ διὰ τὸ μὴ εἶναι ῥᾳδίως ἐπί τινων λαμβάνειν μήτε τῶν δένδρων μήτε τῶν ποιωδῶν τὰ σπέρματα, διὰ ταῦτ’ οὐκ οἴονταί τινες
5πάντ’ ἀπὸ σπέρματος ἐνδέχεσθαι. καίτοι, καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται, καὶ φανερώτατον ἐπὶ τῶν συκῶν. ἔτι δὲ κατ’ ἄλλον τρόπον ἡ βλάστησις αὐτῶν, εἴ τι τῶν αὐτομάτων ἐκ συρροῆς καὶ σήψεως, μᾶλλον δὲ ἀλλοιώσεως γινομένης φυσικῆς. ὅτι μὲν οὖν κοινὴ πᾶσιν ἡ διὰ τοῦ σπέρματος γένεσις φανερόν. εἰ δ’ ἀμφοτέρως ἔνια, καὶ αὐτόματα καὶ12
10ἐκ σπέρματος, οὐδὲν ἄτοπον· ὥσπερ καὶ ζῶά τινα, καὶ ἐξ ἀλλήλων καὶ ἐκ τῆς γῆς.
Caus Plant
.

1

.

1

.

3

διὸ καὶ αἱ γενέσεις κατὰ τὰς ἰδίας ἑκάστων φύσεις. ὅσα μὲν γὰρ ξηρὰ καὶ μονοφυῆ καὶ ἀπαράβλαστα, ταῦτ’ οὐδεμίαν, ὡς εἰπεῖν, δέχεται φυτείαν οὔτε ἀπὸ παρασπάδος οὔτε ἀπὸ ἀκρεμόνος· τὴν μὲν ἀπὸ παρασπάδος τῷ μὴ ἔχειν τὰ μονοφυῆ, τὴν δὲ ἀπὸ ἀκρεμόνος καὶ κλωνὸς διὰ τὴν ξηρότητα.
5ἀεὶ γὰρ τὸ μέλλον βλαστάνειν ἔχειν τε δεῖ τὴν ἔμβιον ὑγρότητα καὶ ταύτην δύνασθαι τηρεῖν. τὰ δὲ φύσει ξηρὰ διὰ τὸ ὀλίγην ἔχειν, ὅταν ἀπὸ τοῦ δένδρου ἀφαιρεθῇ, ταχὺ διαπνεῖται καὶ 〈ἐξ〉ατμίζεται συνεξ‐ άγονθ’ ἅμα καὶ τὸ σύμφυτον θερμόν.
Caus Plant
.

1

.

1

.

4

καὶ ταῦτα μὲν διὰ τὰς εἰρημένας αἰτίας. τὰ δὲ παραβλαστικὰ καὶ 〈οὐ〉 μονοφυῆ συμμετρίᾳ τινὶ τοῦ θερμοῦ καὶ ὑγροῦ δέχεται καὶ τὰς ἄλλας δυνάμενα τηρεῖν τὴν ὑγρότητα καὶ θερμότητα τὴν ξύμφυτον, ὥστε βλαστάνειν μὴ μόνον ἀπὸ παρασπάδος
5ἀλλ’ ἔνια καὶ ἀπὸ τῶν ἄκρων οἷον συκῆ καὶ ἄμπελος καὶ τῶν ἀκάρπων δὲ καὶ φιλύδρων ὥσπερ ἰτέα καὶ ἀκτῆ καὶ λεύκη καὶ αἴγειρος. καθόλου μὲν οὖν καὶ τύπῳ τοῦτον διωρίσθω τὸν τρόπον.14
Caus Plant
.

1

.

2

.

1

οὐ μὴν ἀλλὰ μάλιστ’ 〈ἢ〉 μόνος τῶν ξηρῶν καὶ μονοφυῶν καὶ ἀπαραβλάστων ὁ φοῖνιξ δέχεται καὶ ἑτέρας γενέσεις παρὰ τὴν σπερματικήν. τάς τε γὰρ ῥάβδους φασὶ μοσχεύειν περὶ Βαβυλῶνα τὰς ἁπαλωτάτας, καὶ ὅταν ἐμβιώσωσι μεταφυτεύουσι· καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις
5ἐὰν ἀποκόψας τις τἄνω φυτεύσῃ ῥιζοῦσθαι. καὶ βλαστάνειν οὐκ ἀπὸ τοῦ ἐγκεφάλου μόνον ἀλλὰ καὶ κάτωθεν αὔξειν τὰς ῥίζας. ἔτι δὲ ἂν πλάγιος τεθῇ καὶ ἔνικμος ἡ γῆ τυγχάνῃ, πολλαχόθεν ῥιζοφύειν καὶ ἐκβλαστάνειν, οὐ μέντοι μέγεθος τοῦτο λαμβάνειν.
Caus Plant
.

1

.

2

.

2

ἐπὶ δὲ πεύκης καὶ ἐλάτης καὶ εἴ τι παραπλήσιον τούτοις, οὐδὲν συμ‐ βαίνει τοιοῦτον, οὐδ’ ἐπὶ κυπαρίττου πλὴν εἴ τί που καὶ παραβλαστάνει, καθάπερ φασὶν ἐν Κρήτῃ περὶ τοὺς καλουμένους δρυΐτας· ἐνταῦθα γὰρ
οὐδὲν ἄλογον, ὥσπερ καὶ τὰς ἄλλας παραφυάδας ὑπορρίζους οὔσας καὶ16
5ἐνύγρους, καὶ ταύτας βλαστάνειν· ἐπεὶ εἴ γε μὴ ἦσαν ὑπόρριζοι χαλεπὸν ἢ ἀδύνατον. τοῦτο μὲν οὖν ὡς πρὸς ὑπόθεσιν λεγόμενον.
Caus Plant
.

1

.

2

.

3

ὁ δὲ φοῖνιξ ἀπὸ μὲν τῶν ῥάβδων βλαστάνει χώρας εὐβοσίᾳ καὶ εὐφυΐᾳ πρὸς τὸ θᾶττον βλαστάνειν. τὸ δ’ ἀπὸ τῶν ἁπαλωτάτων εὔλογον εἰ ὑγρόταται αὗται καὶ γεννητικώταται. ἀπὸ δὲ τοῦ ἐγκεφάλου διὰ τῶν ὑποκάτω μᾶλλον ἔτι τοῦτο εὔλογον· ἐντεῦθεν γὰρ καὶ ἡ τῶν ῥάβδων φύσις
5καὶ ὅλως οἷον ἀρχή τις αὕτη ζωτική. διὸ καὶ ἐξαιρουμένου καὶ πονήσαντος θνήσκει· ἐπεὶ καὶ ἡ ἐκ τῶν πλαγίων ἔκφυσις ἔχοντός ἐστι τὸν ἐγκέφαλον· ἐξαιρουμένου γὰρ αὐαίνεσθαι κατὰ λόγον, εἴπερ καὶ πεφυκότος καὶ ἐρρι‐ ζωμένου τοῦτο συμβαίνει.
Caus Plant
.

1

.

2

.

4

ἡ δὲ ἔκφυσις δῆλον ὅτι πανταχόθεν· πανταχοῦ γὰρ διαμένει μέχρι τινὸς ἡ ὑγρότης καὶ ἡ θερμότης, διὰ τὸ μὴ εὐξήραντον εἶναι τῇ πυκνότητι τῶν πόρων, διὸ καὶ δυσδιάπνευστον. ὁ μὲν οὖν φοῖνιξ διὰ ταῦτα πλεοναχῶς γίνεται. τῶν δὲ ἄλλων τῶν μονοφυῶν οὐδὲν διὰ τὸ
5μὴ τοιαύτην ἔχειν τὴν φύσιν.
Caus Plant
.

1

.

3

.

1

Ὅσα δὲ πλείους γεννᾶται τρόπους, ἔχει καὶ ἐν αὑτοῖς διφοράν. τὰ γὰρ ἀπὸ παρασπάδος καὶ ῥίζης καὶ κλωνὸς οὐ πάντως δύναιντ’ ἂν
καὶ ἀπὸ ξύλου καὶ ἀπὸ ἀκρεμόνος καθάπερ ἄμπελος καὶ συκῆ, τὰ δὲ πάλιν 〈οὐκ〉 ἀπὸ τῶν βλαστῶν ὥσπερ καὶ ἡ ἐλάα. τὸ δὲ αἰτίον ἐν ἀμφοῖν18
5ταὐτὸν καὶ παραπλήσιον. ἀμπέλου μὲν γὰρ καὶ συκῆς καὶ τῶν ἄλλων τῶν τοιούτων ξηρὰ καὶ ξυλώδη τὰ μέσα, καὶ ἐνίων τραχέα, τὸ δὲ τραχὺ δυσβλαστές· τὰ δὲ ἄκρα καὶ ἁπαλὰ καὶ ἔνυγρα καθάπερ τὸ κλῆμα καὶ ἡ κράδη· καὶ ἐπὶ τῆς ἰτέας δὲ καὶ τῶν ἄλλων ὁμοίως.
Caus Plant
.

1

.

3

.

2

ἐλάας δὲ τὰ μὲν τῶν ἀκρεμόνων ἔνικμα διὰ τὴν λιπαρότητα καὶ πυκνότητα καὶ ἀμφοτέρως ἀξήραντα, τὰ δ’ ἄκρα διὰ λεπτότητα ξηρὰ καὶ οὐ δυνάμενα διαμένειν. ὡσαύτως καὶ ἀπίου καὶ ἀμυγδαλῆς καὶ μηλέας καὶ δάφνης καὶ ἄλλων·
5ἀβλάστητα γὰρ τὰ τούτων διὰ τὴν αὐτὴν αἰτίαν, πλὴν εἴ τι σπάνιον καὶ ὡς ἐν παραλόγῳ· καὶ γὰρ τὸ ἀπ’ ἀκρεμόνων ἐνίων σπάνιον οἷον ἀμυγδαλῆς. δάφνην δὲ ἀδύνατον, ἐπεὶ οὐδὲ ἀπὸ παρασπάδος θέλει ῥᾳδίως. αἰτία δ’, ὥσπερ ἐλέγομεν, ἡ ξηρότης καὶ τούτου γ’ ἔτι ἡ μανότης· ἀσθενέστερον γὰρ καὶ πρὸς τὸ διατηρῆσαι ἐπὶ πλεῖον τὸ μανόν.
Caus Plant
.

1

.

3

.

3

ὅσα δὲ καὶ ἀπὸ ξύλων ἔμβια καὶ δύναται βλαστάνειν, οἷον ἐλάα, μύρρινος, κότινος, καὶ αὐτὰ τῇ πυκνότητι, καθάπερ ἐλέχθη, τηρεῖ τὴν ζωτικὴν ἀρχήν, ἔχοντά τινα ὑγρότητα τοιαύτην. οὐ γὰρ ἱκανόν, ἐὰν ᾖ πυκνόν γε, εἰ ξηρὸν καὶ ἀπαράβλαστον· ἔτι δὲ καὶ ἡ παραβλάστησις τῶν τοιούτων
5διὰ τὸ πρεμνώδη καὶ συνεστραμμένην πως εἶναι τὴν ῥίζαν, ὥσπερ καὶ τῆς δάφνης. ἰσχύει γὰρ μᾶλλον, ᾗ καὶ δυσώλεθρα τὰ τοιαῦτα· τὸ γὰρ καταλειπόμενον ἀεὶ βλαστητικόν· τῶν δὲ μακρορρίζων, διὰ τὴν τῶν ῥιζῶν ἰσχύν, ὥσπερ ἀπίου καὶ κοκκυμηλέας καὶ ἑτέρων.20
Caus Plant
.

1

.

3

.

4

τάχα δὲ καθόλου περὶ πάντων ὧδε λεκτέον· πρῶτον μὲν ὅτι μετέωρα καὶ οὐ βαθύρριζα, ἢ εἰ καί τινα εἰς βάθος καθιᾶσιν, ἀλλ’ ἐνίας καὶ ἐπιπολῆς. ἔπειθ’ ὅτι πάντων, ὅταν συρροῆς γενομένης συνθερμανθῇ τοῦτο καὶ πεφθὲν ὑπὸ τοῦ ἡλίου καθάπερ κυῆσαν ἐκτέκῃ, καὶ ἐκ τῶν ἀκρεμόνων οὕτω καὶ
5ἐκ τῶν ἄλλων οἱ βλαστοί. τούτων δὲ ὑποκειμένων, κατὰ λόγον ἤδη τὸ παραβλαστάνειν. ἡ γὰρ ῥίζα μετέωρος οὖσα καὶ συρροὴν λαμβάνουσα, ταύτην ἐκθερμαίνουσα καὶ πέττουσα μεθίησι τὸν βλαστόν.
Caus Plant
.

1

.

3

.

5

τὰ μὲν οὖν πλεῖστα παρ’ αὐτὸ τὸ στέλεχος ἐκβλαστάνει· μετεωρόταται γὰρ αὗται καὶ ἥ γε ἐλάα καὶ ἐκ τῶν πρέμνων. ἄπιος δὲ καὶ ῥόα καὶ ὅσα μὴ μόνον σύνεγγυς, ἀλλὰ διὰ πολλοῦ, μακρόρριζα ὄντα, ᾗ ἂν ἡ ῥίζα μετέωρος ᾖ, ταύτῃ τὸν βλαστὸν ἀφίησιν· ἐνταῦθα γὰρ ἡ συρροὴ καὶ πέψις
5θερμαινομένης. διὸ καὶ ἄτακτος ὁ τόπος 〈ὅτι〉 ἄτακτος ὁ μετεωρισμὸς
καὶ ἡ συρροή. τὰ δ’ ἄκαρπα καὶ εὔζωα, καθάπερ αἴγειρος καὶ λεύκη, καὶ συμπληροῦν δύναται βλαστάνοντα. τὰ δ’ ἄλλα οὐχ ὁμοίως, ἀλλ’ ἐπὶ τῶν ὑλημάτων καὶ ποιωδῶν ἐνίων τοῦτο συμβαίνει. πρὸς ἃ καὶ δεῖ μεταβῆναι τὸν λόγον· ὑπὲρ γὰρ τῶν δένδρων ἱκανῶς εἴρηται.22
Caus Plant
.

1

.

4

.

1

Τούτων δὲ τὰς μὲν γενέσεις ἐκ τῶν αὐτῶν θεωρητέον κοινοτάτην πᾶσι τὴν ἀπὸ σπέρματος τιθέντας. οὐ μὴν ἀλλὰ καὶ πλείους εἰσὶ καὶ τούτων, ᾗ δὲ ἕκαστα τῶν προειρημένων ἐφάπτεται ταύτῃ διαιρετέον· οἷον καὶ ὑπὲρ ἧς νῦν λέγομεν τῆς ἀπὸ τῶν ῥιζῶν. ἔνια γὰρ καὶ αὐτόματα
5βλαστάνει καὶ φυτεύουσιν ἀπὸ τῶν ῥιζῶν, ὥσπερ τὰ κεφαλόρριζα καὶ ὅλως ὧν παχεῖα καὶ σαρκώδης ἐστὶν ἡ ῥίζα. δεῖ δὲ καὶ τὰ μὲν ὑδατῶδες μὴ πλεῖον ἔχειν ὥσπερ τῆς γογγυλίδος καὶ ῥαφανίδος· εὐξήραντοι γὰρ αὗται καὶ ἀσθενεῖς εἰς διαμονήν. ἀλλ’ ἤτοι χιτῶνας ἔχειν πλείους καὶ ἅμα γλισχρότητά τινα, καθάπερ αἱ τοῦ βολβοῦ καὶ σκίλλης καὶ ὅλως
10εὔχυλόν τινα καὶ εὔσαρκον εἶναι, καθάπερ αἱ τοῦ ἀμαράκου τοῦ χλωροῦ καὶ τοῦ λειρίου καὶ τῶν ὁμοειδῶν.
Caus Plant
.

1

.

4

.

2

αἱ γὰρ τοιαῦται φυτείαν μόνον δέχονται καὶ μέταρσιν. καὶ τούτων αἱ μὲν καὶ πλείω χρόνον διαμένουσιν, αἱ δὲ
ἐλάττω κατὰ τὰς ἰδίας φύσεις ἑκάστων. ἄλλαι δ’ αὖ πάλιν εἰσί τινες αἱ μένουσαι μὲν ἐν ταῖς ἑαυτῶν χώραις ἀφιᾶσι βλαστὸν οἷον αἱ τῶν ἐπετει‐24
5οκαύλων, μεταιρόμεναι δ’ οὐ δύνανται διὰ τὴν ξηρότητα. τὴν γὰρ αὐτὴν αἰτίαν ὑποληπτέον καὶ ἐπὶ τούτων, ἥνπερ ἐπ’ ἐκείνων. Ἔστι δέ τινων καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ τῶν ἄκρων φυτεία καὶ γένεσις. ἀπὸ παρασπάδος μὲν καὶ ῥαφάνου καὶ πηγάνου, τῶν δὲ στε‐ φανωτικῶν οἷον ἀβροτόνου καὶ σισυμβρίου καὶ ἑρπύλλου· καὶ ἀπὸ τῶν
10ἄκρων δ’ ἐνίων τῶν αὐτῶν, πηγάνου τε καὶ ἀβροτόνου καὶ τῶν στεφανωτικῶν·
Caus Plant
.

1

.

4

.

3

καὶ γὰρ ἔχει ταῦτά γε καὶ καθίησιν εὐθὺς ῥίζας ἐκ τῶν βλαστῶν ὥσπερ ὁ κιττός· οὗτος γὰρ δὴ μάλισθ’ ὅλως ἔμβιος καὶ εἰσδυόμενος εἰς αὐτὰ τὰ δένδρα καὶ ἐν τῇ γῇ κρυπτόμενος. τῶν δὲ λαχανωδῶν τὸ ὤκιμον· καὶ γὰρ τὰς ἀποφυτείας ἐκ τῶν ἄνω δέχεται, καίπερ ξυλῶδες ὄν, ἀλλ’ ὅτι δυσξήραντόν
5ἐστι ταύτῃ φύεται. διὸ καὶ πολὺν χρόνον διαμένει καὶ κολουόμενον πάλιν βλαστάνει. ξυλῶδες δὲ καὶ τὸ ἀβρότονον, ἀλλ’ ἔχει τινὰ τῇ πυκνότητι καὶ δριμύτητι φυλακὴν ὥσπερ ὁ κιττός· καὶ γὰρ οὗτος φύεται καταπη‐ γνύμενος.
Caus Plant
.

1

.

4

.

4

αὗται μὲν οὖν κοιναὶ πλειόνων, αἱ δὲ τοιαῦται καὶ σπάνιαι καὶ ἐλάττους ὥσπερ τῆς κρινωνίας καὶ ῥοδωνίας. καὶ ὁ κάλαμος ὁ σχισθεὶς φύεται
καὶ βλαστάνει. ταῦτα δὲ ὅμοια καὶ παραπλήσια καὶ τὰ τῆς ἐλάας καὶ εἴ τι ἄλλο βλαστητικὸν ἀπὸ τοῦ ξύλου. διὸ καὶ ὑπὸ τὴν 〈αὐτὴν〉 αἰτίαν26
5πίπτει· δύναται γὰρ διατηρεῖν τὴν ὑγρότητα καὶ θερμότητα τὴν γόνιμον. καὶ τό τε κατακόπτειν καὶ κατασχίζειν εὔλογον. ἐκ γὰρ τοῦ ἐλάττονος καὶ ἀνεωγμένου θᾶττον ἡ ἀρχὴ καὶ εὐκολωτέρα· τὸ δὲ μέγα καὶ συμπεπ‐ τωκὸς οὐχ ὁμοίως παθητικὸν οὐδὲ βλαστητικόν.
Caus Plant
.

1

.

4

.

5

διὸ καὶ τὰ σκόρδα διαιροῦσιν εἰς τὰς γέλγεις καὶ τῶν κρομμύων ἀφαιροῦ‐ σι τάς τε ῥίζας τὰς κάτω καὶ τὰ κελύφη. ταῦτα γὰρ παρέχει πᾶν τὸ ἀλλότριον· ἀλλότριον δὲ τῷ ζῶντι τὸ μὴ ζῶν· ὥσπερ καὶ τῶν δένδρων τὰ ἀφαυαινόμενα. τῆς μὲν οὖν ἐλάας καὶ τῶν μυρρίνων οὐ δεῖ περιαιρεῖν
5τὸν φλοιόν, ἀποστέγει γὰρ καὶ τηρεῖ τὴν ζωήν· τῶν δὲ κρομμύων καὶ σκόρδων δεῖ, δεῖ δὲ μὴ τοὺς ζῶντας μηδὲ τοὺς κυρίους ἀφαιρεῖν· ἐπεὶ κἀκείνων εἴ τις ἀφαιροίη τούτους 〈οὐ〉 βλαστάνει.
Caus Plant
.

1

.

4

.

6

ἰδιωτάτη δὲ βλάστησις ἡ ἐκ τῶν δακρύων, οἷον τοῦ θ’ ἱπποσελίνου καὶ τοῦ κρίνου καὶ ἐνίων ἑτέρων. οὐκ ἄλογος δὲ ἀλλ’ ὁμολογουμένη τῇ ἐκ τῶν καυλῶν. οὐδὲν γὰρ ἕτερον ἀλλ’ ἢ ξυνηθροισμένην δεῖ εἶναι καὶ
ἐν ἐκείνοις ἀρχὴν τὴν γόνιμον· οὐ γὰρ ἄνευ θερμότητος ἡ τοιαύτη καὶ28
5ὑγρότητος. ὅτι δ’ οὐ πάντων οἱ ὀποὶ καὶ τὰ δάκρυα γεννητικά, πρὸς τὰς ἐπάνω καὶ προτέρας αἰτίας ἀνακτέον. ὅτι δ’ οὐδ’ οἱ καυλοὶ οὐδ’ αἱ ῥίζαι, κατὰ λόγον δὲ καὶ τοῦτ’ ἐστίν, ὅπερ ἐλέχθη πρότερον, ὅτι πλείους αἱ γενέσεις καὶ τῶν ἄλλων ἢ τῶν ἄλλων ῥᾴδιον γεννῆσαι τὰ ἀτελέστερα καὶ ἀπ’ ἐλάττονος ἀρχῆς. αἱ μὲν οὖν ἐκ τῶν μορίων ὁποῖαι, καὶ διὰ
10τίνας αἰτίας, ἐκ τούτων θεωρείσθω. καὶ γὰρ εἴ τι παραλέλειπται, προσ‐ θεῖναι καὶ συνιδεῖν οὐ χαλεπόν.
Caus Plant
.

1

.

5

.

1

Αἱ δ’ αὐτόματοι γίνονται μὲν ὡς ἁπλῶς εἰπεῖν τῶν ἐλαττόνων καὶ μάλιστα τῶν ἐπετείων καὶ ποιωδῶν· οὐ μὴν ἀλλὰ καὶ τῶν μειζόνων ἔστιν ὅτε συμβαίνουσιν ὅταν ἢ ἐπομβρίαι κατάσχωσιν ἢ ἄλλη τις ἰδιότης γένηται περὶ τὸν ἀέρα καὶ τὴν γῆν. οὕτω γὰρ καὶ τὸ σίλφιον ἀνατεῖλαί φασιν
5ἐν Λιβύῃ πιττώδους τινὸς ὕδατος γενομένου καὶ πάχεος, καὶ τὴν ὕλην δὲ τὴν νῦν οὖσαν ἐξ ἑτέρας τινὸς τοιαύτης αἰτίας· οὐ γὰρ ἦν πρότερον.
Caus Plant
.

1

.

5

.

2

αἱ δ’ ἐπομβρίαι καὶ σήψεις τινὰς ποιοῦσι καὶ ἀλλοιώσεις, ἐπὶ πολὺ διϊκνου‐ μένου τοῦ ὑγροῦ, καὶ τρέφειν καὶ ἐπαύξειν δύνανται τὰ συνιστάμενα, θερμαίνοντος τοῦ ἡλίου καὶ καταξηραίνοντος, ὥσπερ καὶ τὴν τῶν ζώων
5γένεσιν οἱ πολλοὶ ποιοῦσιν· εἰ δὲ δὴ καὶ ὁ ἀὴρ σπέρματα δίδωσι συγκατα‐ φέρων ὥσπερ φησὶν Ἀναξαγόρας καὶ πολλῷ μᾶλλον· ἄλλας γὰρ ἂν ποιοῖεν
ἀρχὰς καὶ τροφάς. ἔτι δ’ οἱ ποταμοὶ καὶ αἱ συρρόαι καὶ ἐκρήγματα τῶν ὑδάτων πολλαχόθεν ἐπάγουσι σπέρματα καὶ δένδρων καὶ ὑλημάτων, διὸ καὶ αἱ μεταστάσεις30
10τῶν ποταμῶν πολλοὺς τόπους ποιοῦσιν ὑλώδεις τοὺς πρότερον ἀνύλους.
Caus Plant
.

1

.

5

.

3

ἀλλ’ αὗται μὲν οὐκ αὐτόματοι δόξαιεν ἄν, ἀλλ’ ὥσπερ σπειρόμεναί τινες ἢ φυτευόμεναι. τὸ δὲ τῶν ἀκάρπων οἰηθείη τις ἂν μᾶλλον αὐτομάτους εἶναι, μήτε φυτευομένων μήτε ἀπὸ σπέρματος γινομένων, ὅπερ ἀναγκαῖον 〈εἰ〉 μηδ’ ἕτερον τούτων.
5 ἀλλὰ μή ποτ’ οὐκ ᾖ τοῦτ’ ἀληθὲς ἐπί γε τῶν μειζόνων, ἀλλὰ μᾶλλον λανθάνουσιν αἱ πᾶσαι τῶν σπερμάτων φύσεις· ὅπερ καὶ ἐν ταῖς ἱστορίαις ἐλέχθη περί τε τῆς ἰτέας καὶ τῆς πτελέας. ἐπεὶ καὶ τῶν ἐλαττόνων πολλαὶ διαλανθάνουσι τῶν ποιωδῶν, ὥσπερ καὶ περὶ τοῦ θύμου καὶ ἑτέρων ὧν εἴπομεν ὡς κατὰ μὲν τὴν ὄψιν οὐ φανερά, κατὰ δὲ τὴν δύναμιν φανερά· σπειρομένων
10γὰρ τῶν ἀνθῶν γεννᾶται.
Caus Plant
.

1

.

5

.

4

καὶ δυσόρατα καὶ μικρὰ καὶ τῶν δένδρων ἔνια σπέρματα τυγχάνει καθάπερ καὶ τῆς κυπαρίττου. ταύτης γὰρ οὐχ ὅλος ὁ καρπὸς 〈ὁ〉 σφαιροείδης ἐστίν, ἀλλὰ τὸ ἐγγινόμενον ἐν τούτῳ λεπτὸν καὶ ὥσπερ
πιτυρῶδες καὶ ἀμενηνὸν ὅπερ ἐκπέτεται διασχασκόντων τῶν σφαιρίων,32
5διὸ καὶ ἐμπείρου τινός ἐστι συλλέξαι τήν θ’ ὥραν παρατηρεῖν αὐτό 〈τε〉 τὸ σπέρμα γνωρίζειν δυναμένου. ἐπὶ πολλῶν μὲν οὖν καὶ τοῦτο συμβαίνει καὶ μάλιστα ὅσα συνεχῆ ἐν ταῖς ὕλαις ταῖς ἀγρίαις καὶ τοῖς ὄρεσίν ἐστιν· οὐ γὰρ ῥᾴδιον αὐτομάτως συνισταμένων διαμένειν τὸ συνεχές, ἀλλὰ δυοῖν θάτερον, ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ σπέρματος βλαστάνει.
Caus Plant
.

1

.

5

.

5

ὀλίγα δ’ ἄκαρπα τῶν ὁμογενῶν οἱ ὑλοτόμοι φασὶν εἶναι. ταῦτα ἤτοι λανθάνειν εἰκὸς ἢ διὰ τὸ καταναλίσκειν εἰς τὰ ἄλλα τὴν τροφὴν ἄκαρπα γίνεσθαι, καθάπερ τὰς ἀμπέλους τὰς τραγώσας καὶ ὅσοις ἄλλοις τοῦτο συμβαίνει. γινόμενον δ’ ἐπὶ τῶν καρπίμων καὶ ἀνθοφόρων, τί
5κωλύει τοῦτο συμβαίνειν ἐπὶ τῶν ἄλλων ὥσπερ πηρουμένων πρὸς καρπογο‐ νίαν; ἀλλὰ τοῦτο μὲν ὡς ἐπιδοξαζόμενον εἰρήσθω, δεῖ δὲ ἀκριβέστερον ὑπὲρ αὐτοῦ σκέψασθαι καὶ ἀνιστορῆσαι τὰς αὐτομάτους γενέσεις. ὡς δὲ ἁπλῶς εἰπεῖν, ἀναγκαῖον γίνεσθαι διαθερμαινομένης τῆς γῆς καὶ ἀλλοιου‐ μένης τῆς ἀθροισθείσης μίξεως ὑπὸ τοῦ ἡλίου, καθάπερ ὁρῶμεν καὶ τὰς
10τῶν ζώων.
Caus Plant
.

1

.

6

.

1

Λοιπὸν δ’ εἰπεῖν ὑπὲρ τῶν ἐν ἄλλοις γενέσεων οἷον τῶν κατὰ τὰς
ἐμφυτείας καὶ τοὺς ἐνοφθαλμισμούς. ἁπλοῦς δέ τις λόγος καὶ σχεδὸν εἰρημένος πρότερον. ὥσπερ γὰρ γῇ χρῆται 〈θατέρῳ〉 τὰ ἐμφυτευόμενα· καὶ φυτεία δέ τις καὶ ὁ ἐνοφθαλμισμός, οὐ μόνον παράταξις. ἀλλ’ ἐνταῦθα34
5δῆλον ὅτι καὶ τὸ βλαστάνον καὶ τὸ γεννῶν ἡ ὑγρότης ἐστὶν ἡ γόνιμος· ἥνπερ 〈ὁ〉 ὀφθαλμὸς ἔχων ἁρμόττεται θατέρῳ καὶ τὴν τροφὴν ἔχων ἀποδίδωσι τὴν οἰκείαν βλάστησιν.
Caus Plant
.

1

.

6

.

2

εὐαυξῆ δὲ πάντα τὰ τοιαῦτα διὰ τὸ κατειργάσθαι τὰς τροφὰς καὶ τὰς διὰ τῶν ἐνοφθαλμισμῶν ἔτι μᾶλλον· καθαρωτάτη γὰρ αὕτη, [καὶ] ὥσπερ ἐν τοῖς στελέχεσιν ἤδη τῶν καρπῶν. εὐπρόσφυτον δ’ ἀεὶ τῷ ὁμοίῳ τὸ ὅμοιον· ὁ δὲ ὀφθαλμὸς ὥσπερ ὁμογενές. εὐλόγως δὲ καὶ ἡ ἀντίληψις
5μάλιστα τῶν ὁμοιοφλοίων· ἐλαχίστη γὰρ ἡ ἐξαλλαγὴ τῶν ὁμογενῶν, καὶ ὥσπερ μετάθεσις γίνεται μόνον· ἅμα γὰρ συμβαίνει καὶ τοὺς ὀποὺς ὀργᾶν καὶ τὰ ὅλα δένδρα πρὸς τὴν βλάστησιν, ὥσθ’ ὅταν ὅμοιόν τε ᾖ καὶ ὁμοιοπαθὲς τοῖς καρποῖς ἐξ ἀμφοτέρων εὔλογον τὸ τάχος τῆς αὐξήσεως· ἐν δὲ τοῖς ἄλλοις ὅσῳ ἂν ἥττων ᾖ καὶ τοῖς γένεσι καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς
10παραλλαγή.
Caus Plant
.

1

.

6

.

3

εὔλογοι δὲ καὶ αἱ ὧραι μᾶλλον δὲ ἴσως ἀναγκαῖαι, καθ’ ἃς καὶ ὅλως
ἐπιβλαστήσεις γίνονται μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· δεῖ γὰρ ὀργῶντα φέρειν. παραπλήσιοι δὲ καὶ οἱ λόγοι καὶ περὶ ἑκάστης οἵπερ καὶ περὶ τῆς φυτείας. οἱ μὲν γὰρ τὴν ἐαρίνην ἐπαινοῦσιν ἐπ’ ἰση‐36
5μερίαις ἔτι κυόντων· ἅμα γὰρ τῇ ἐγκυήσει καὶ βλαστήσει καὶ ὁ φλοιὸς ἐπιφύεται καὶ περιλαμβάνει. οἱ δὲ περὶ τὴν ἐπ’ ἀρκτούρῳ· παραχρῆμα μὲν γὰρ οἷον ῥιζοῦται καὶ οἷον ἐπισυμμύει, προσφυὴς δὲ γενομένη πρὸς τὸ ἔαρ ἀθρόον ἀποδίδωσι τὴν βλάστην ἀπὸ ἰσχυροτέρας ἀρχῆς.
Caus Plant
.

1

.

6

.

4

εὐλόγως δ’ ἔχει τὸ τὰς μασχάλας ἐνοφθαλμίζειν τὰς λειοτάτας καὶ νεωτάτας· ἀντιλαμβάνεται γὰρ ἐντεῦθεν μάλιστα διὰ τήν τε λειότητα καὶ ἡλικίαν. εὔζωα γὰρ καὶ εὐβλαστῆ ἐστι τὰ νέα. μάλιστα δ’ εὐφυῆ πρὸς ἐνοφθαλμισμὸν ὥς γ’ ἑνὶ λαβεῖν ὅσων ἡ ὑγρότης ἔχει τι γλίσχρον,
5ἔτι δ’ ἃ μαλακόφλοια καὶ ὁμοιόφλοια καὶ ὁμοιοπαθῆ· διὸ καὶ εἰς τὰ παρα‐ πλήσια φύσει καὶ ἡλικίᾳ κάλλιστος ὁ ἐνοφθαλμισμός· ἥ τε γὰρ γλισχρότης [καὶ] ἀντιληπτικὴ ὅ τε φλοιὸς μαλακὸς ὢν καὶ ὁμοίως εὐμενὴς [καὶ] οὐ ποιεῖ μεγάλην τὴν μεταβολήν.
Caus Plant
.

1

.

6

.

5

ἔστι δὲ τοῖς μὲν ἄλλοις βραχὺς ὁ καιρός, διὰ τὸ ταχεῖαν εἶναι τὴν βλάστησιν, τῇ ἐλάᾳ δὲ πλείων χρόνος διὰ τὸ πλείω χρόνον ποιεῖν τοὺς
ὀφθαλμούς· ἔτι δεῖ ἁπαλὰ τὰ ἔρνη καὶ ἀθρόα διὰ τέλους καὶ τὸν τόπον αὐτῆς ὑγρὸν εἶναι πᾶν τὸ θέρος καὶ ἀπὸ τούτων μάλιστα πάντων βλαστάνει.38
5διὰ τοῦτο οἴονταί τινες καὶ τεττάρας καὶ πέντε μῆνας ἀρδεύεσθαι τὴν ἐμφυτείαν.
Caus Plant
.

1

.

6

.

6

τὸ δ’ ὕδωρ τῷ μὲν ἐνοφθαλμισμῷ πολέμιον· ἐκσήπει γὰρ καὶ ἀπόλλυσι παραρρέον διὰ τὴν ἀσθένειαν· διὸ καὶ ἐπὶ κυνὶ δοκεῖ ἀσφαλέστατος εἶναι, καίτοι νῦν γέ τινες οὕτως περιδοῦσι τοῖς φλοιοῖς ὥστε μὴ παραρρεῖν. τῇ δ’ ἐμφυτείᾳ χρήσιμον ἂν μὴ ὑγρὸν ᾖ τῇ φύσει· διὸ καὶ οἱ μὲν αὐτῷ
5πηλὸν ἐπικολλαίνουσιν, οἱ δὲ χύτραν προσβάλλουσιν ὕδατος ὥστε κατὰ μικρὸν ἐπιρρεῖν· ἀναξηραίνεται γὰρ ἂν τύχῃ μὴ ἔχον ὑγρότητα, διὰ τὸ μέγεθος τῆς ἑλκώσεως.
Caus Plant
.

1

.

6

.

7

ὀρθῶς δὲ καὶ διατηρεῖν ἀρραγῆ τὸν ὀφθαλμὸν καὶ τὸν φλοιὸν καὶ τὸ ἔνθεμα οὕτως ἀποξύειν ὥστε μὴ γυμνοῦν τὴν μήτραν· ῥαγέντος γὰρ ἢ γυμνωθείσης ἀναξηραίνεται καὶ διαφθείρεται. διὰ τοῦτο γὰρ καὶ περι‐ δοῦσι φιλύρας ἔξωθεν φλοιῷ καὶ ἐπὶ τούτοις περιαλείφουσι πηλῷ τετρι‐
5χωμένῳ ὅπως ἔμμονος ἡ ὑγρότης ᾖ καὶ μήθ’ ἥλιος μήθ’ ὕδωρ μήτε ψύχος
παραλυπῇ.40
Caus Plant
.

1

.

6

.

8

καὶ ὅταν σχίσαντες ἐντιθῶσι τὸ ἔνθεμα, σφηνοειδὲς ποιήσαντες ἐν σφύρᾳ ἐλαύνουσιν, ὅπως ὅτι μάλιστα προσαχθῇ· χρὴ δὲ καὶ τῆς ὑγρό‐ τητος τῆς αὐτῶν συμμετρίαν τινὰ ὑπάρχειν. διὸ καὶ τὴν μὲν ἄμπελον προαποτέμνουσιν ἡμέραις τρισὶ πρότερον, ὅπως προαπορρυῇ τὸ δάκρυον
5καὶ μὴ σήπηται μηδ’ εὐρωτιᾷ· ῥόα δὲ καὶ συκῆ καὶ ὅσα τούτων ἐστὶ ξηρότερα παρὰ χρῆμα.
Caus Plant
.

1

.

6

.

9

δεῖ δὲ καὶ πρὸς τὰς χώρας λαμβάνειν τὰς οἰκείας ὥρας καὶ πρὸς τὰς τῶν δένδρων φύσεις· ἐπεὶ τὰ μὲν ἔνυδρα, τὰ δὲ ξηρά. καὶ λεπτογείῳ μὲν ἄμεινον τὸ ἔαρ· οἰκεῖον γὰρ οὕτως διὰ τὸ ὀλίγον ἔχειν τὸ ὑγρόν· ἐν δὲ τῇ εὐγείῳ καὶ πηλώδει τὸ μετόπωρον· τοῦ γὰρ ἦρος πολλὴ λίαν ἡ
5ὑγρότης πρὸς τὸ διατηρεῖν ἕως ἔτι διαμένει τὸ δάκρυον. ὁρίζονται δέ τινες τοῦτο τριάκονθ’ ἡμέραις.
Caus Plant
.

1

.

6

.

10

εὔλογον δὲ καὶ τὸ καλλικαρπότερα ταῦτα γίνεσθαι, καὶ μάλιστα ἐὰν τὰ ἥμερα εἰς τὰ ἄγρια τιθῆται τῶν φυτῶν· εὐτροφία γὰρ συμβαίνει πλείων διὰ τὴν ἰσχὺν τῶν ὑποκειμένων· διὸ καὶ κελεύουσι κοτίνους φυτεύσαντας ἐνοφθαλμίζειν ἢ ἐμφυτεύειν ὕστερον.
5ἀντιλαμβάνονται γὰρ μᾶλλον ἰσχυροτέρου καὶ τροφὴν ἐπισπώμενα πλείω καλλίκαρπον τὸ δένδρον ποιεῖ· ἐπεὶ εἴ γέ τις ἀνάπαλιν τὸ ἄγριον εἰς τὸ ἥμερον ἐμβάλλοι, διαφορὰν μέν τινα ποιήσει, τὸ δὲ καλλικαρπεῖν οὐχ
ἕξει. καὶ τὰ μὲν περὶ τὰς φυτείας καὶ τὰς ἐμφυτείας ἱκανῶς εἰρήσθω.42
Caus Plant
.

1

.

7

.

1

Τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναπο‐ τίκτεται τῇ ἀρχῇ καθάπερ ἐν τοῖς ὠοῖς· ᾗ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων “ὠοτοκεῖν μακρὰ δένδρεα.” παραπλησία γὰρ τῶν σπερμά‐ των ἡ φύσις τοῖς ὠοῖς· πλὴν ἔδει περὶ πάντων εἰπεῖν καὶ μὴ μόνον τῶν
5δένδρων· ἅπαν γὰρ ἔχει τινὰ τροφὴν ἐν αὑτῷ. διὸ καὶ δύνανται διαμένειν εἰς χρόνον οὐχ ὥσπερ τὰ τῶν ζώων εὐθὺς φθείρεται χωριζόμενα πλὴν τὰ τῶν ὠοτόκων. ταῦτα γὰρ ὥσπερ εἴρηται τροφὴν ἔχοντα καὶ φυλακὴν ἅμα τῆς ἀρχῆς διαμένει.
Caus Plant
.

1

.

7

.

2

χρονιώτερα δὲ ἑτέρων ἕτερα, καὶ μάλιστα [τὰ] πυκνὰ καὶ ξηρὰ καὶ ξυλώδη καθάπερ τὰ τοῦ φοίνικος· οὐκ ἔχει γὰρ οὔτε ἔξωθεν οὐδεμίαν παρείσδυσιν οὔτε ἐν αὑτοῖς ὑγρότητα τὴν διαφθειρομένην. ὅθεν καὶ οὔτε θηριοῦται καθάπερ τὰ σιτηρὰ τῶν σπερμάτων οὔτε ἀναξηραίνεται καθάπερ
5τὰ τῶν λαχάνων, ἀλλ’ ἐν αὑτοῖς περιστέγοντα σῴζει τὴν ἀρχήν. ὅτι δ’ ἐν ἅπασι σπέρμασι 〈τροφὴ〉 κἀκεῖθεν δῆλον· ἃ γὰρ δοκεῖ ξηρὰ καὶ ὥσπερ κελυφανώδη πάμπαν οἷα τὰ τῶν λαχάνων, ταῦτα κινεῖται κατὰ τὰς οἰκείας ὥρας, ἐὰν καὶ ὁτιοῦν ἰκμάδος λάβῃ· καὶ διὰ τοῦτο ἐν ὑπερώοις τιθέασι καὶ κρεμάννυσιν ἐν ἀρρίχοις καὶ οὔτε ῥαίνουσιν οὔθ’ ὕδωρ ὅλως
10εἰσφέρουσιν εἰς τὰ οἰκήματα.44
Caus Plant
.

1

.

7

.

3

τῶν δὲ δὴ λοιπῶν καὶ τῇ αἰσθήσει φανερὰ τὰ πρόσοντα· καὶ τά γε δὴ τῶν σαρκωδῶν ὡσπερεὶ γαλακτοῦται διαβλαστανόντων. σχεδὸν δὲ ὁμολογούμενον τοῦτο καὶ ἐπὶ τῶν ζώων ἐστίν· οὐδὲ γὰρ ἐν τούτοις ἅπαν τὸ κατὰ πρόεσιν σπέρμα καθαρὸν καὶ εἰλικρινὲς ὑποληπτέον.
5 ὅσα δὲ ξυλώδη καὶ πυρηνώδη περίκειταί τισι φυλακῆς χάριν οἰητέον, ὥσπερ καὶ τὰ δερματικὰ καὶ ὑμενώδη. πάντα γὰρ ταῦτα πρὸς τὴν σω‐ τηρίαν ἐστίν· ὑγρὰ γὰρ ἡ ἀρχὴ δυνάμει πάντων.
Caus Plant
.

1

.

7

.

4

ἔχουσι δέ τινων τὰς ζωτικὰς ἀρχὰς ὥσπερ ἐλέχθη καὶ ῥίζαι καὶ ἀκρεμόνες καὶ ξύλα καὶ καυλοὶ χωριζόμενοι τῶν φυτῶν, ὥστε κινεῖσθαι μέχρι τοῦ βλαστάνειν οἷον αἵ τε σκίλλαι καὶ ὅσα σκιλλώδη καὶ τὰ τῆς ἐλάας ξύλα καὶ οἱ τῶν κρίνων καυλοὶ
5καὶ οἱ τῆς βλήχρου κλῶνες. ἀνθεῖ γὰρ καὶ αὕτη περὶ τροπάς, ὃ δὴ καὶ μάλιστα θαυμαστόν· ἐπεὶ τά γ’ ἄλλα φαίνεταί τινα ἔχειν ὑγρότητα κούφην καὶ γλίσχραν τὰ δὲ λιπαράν, καὶ ἔτι περιέχεσθαι τὰ μὲν χιτῶσι πλέοσι τὰ δὲ πυκνότητι τῇ αὑτῶν, ὥστε μὴ εὐξήραντα εἶναι· τοῦ δ’ ἀέρος
μεταβάλλοντος καὶ τῆς οἰκείας ὥρας συμπαθῆ τε γίνεται καὶ βλαστάνει.46
Caus Plant
.

1

.

7

.

5

ἡ δὲ βλῆχρος ξηρὰ φαίνεται παντελῶς, ἀλλὰ δῆλον ὡς ἔχει τινὰ τοι‐ αύτην ἀρχήν, ἣ κινεῖται τῇ τοῦ ἀέρος ἅμα μεταβολῇ καὶ ἀλλοιώσει. θαυμαστὸν δὲ καὶ τὸ τῆς ὥρας· οὐ γὰρ ἀνιεμένης ἀλλὰ μᾶλλον ἐπιτει‐ νούσης, εἰ μὴ ἄρα περὶ τὰς ἁλκυονίδας· ἱκανὸς γὰρ ὁποσοσοῦν χρόνος
5εἰς τὰς τῶν ἀσθενῶν καὶ μικρῶν μεταβολάς. αἱ μὲν οὖν γενέσεις, πόσαι τε καὶ ποσαχῶς καὶ τίνες ἑκάστοις οἰκεῖαι, φανερὸν ἐκ τῶν εἰρημένων.
Caus Plant
.

1

.

8

.

1

Εὐβλαστῆ δὲ καὶ εὐαυξῆ τὰ ἐκ τῶν φυτευμάτων μᾶλλον ἢ ἐκ τῶν σπερμάτων εὐλόγως, ἄλλως τε καὶ ὑπόρριζ’ ἂν ληφθῇ· προϋπάρχει γὰρ πολλὰ τῶν μορίων ἃ δεῖται μόνον τροφῆς· τῶν δ’ ἐκ τῶν σπερμάτων ἅπαντα ταῦτα ἀνάγκη γεννᾶσθαι πρῶτον ἔπειθ’ οὕτως αὐξηθῆναι. τὸν
5αὐτὸν δὲ τρόπον καὶ ὅσα ῥιζοφυῆ τυγχάνει καθάπερ τὰ κεφαλόρριζα. καὶ γὰρ ἐν τούτοις προΐσταται τῆς φύσεως, ἐξ ὧν πλείων ἡ ὁρμὴ πρὸς τὴν βλάστησιν ἢ τῶν σπερμάτων. ῥιζωθῆναι γὰρ ἐκεῖνα δεῖ πρότερον.
Caus Plant
.

1

.

8

.

2

ὅσα δὲ κατὰ τὰς ἰδίας φύσεις, ὡς ἂν γένος πρὸς γένος [ὁ] συγκρίνων λάβοι τις, πότερα κατὰ τὰς εὐθύτητας τῶν πόρων ληπτέον, ὥσπερ Δημόκριτος·
εὔρους γὰρ ἡ φορὰ καὶ ἀνεμπόδιστος ὥς φησιν· ἢ μᾶλλον ὅσα μανότερα καὶ ὑγρότερα; τὰ μὲν γὰρ πυκνὰ καὶ ξηρὰ δυσαύξητα. πᾶν γὰρ ἔμπυρον48
5τὸ πυκνὸν καὶ ξηρὸν καὶ πικρόν, ὥστε βραδεῖαν εἶναι τὴν ἐπίδοσιν· θατέρου δ’ ἐν ὀλίγῳ πολλὴ διὰ τὴν μανότητα· καὶ ὅλως ἡ μανότης εὔβλαστόν τι καὶ εὔτροφον.
Caus Plant
.

1

.

8

.

3

σημεῖον δὲ καὶ τὸ κατὰ τοὺς τόπους καὶ τὰς φυτείας συμβαῖνον. ἐν μὲν γὰρ τοῖς εὐδιεινοῖς καὶ ἀπνευμάτοις ἔτι δὲ ὅταν ἡ φυτεία πυκνὴ εὐαυξῆ μὲν τὰ δένδρα μανὰ δὲ καὶ ὑγρὰ μᾶλλον. ἐν δὲ τοῖς πνευματώδεσι καὶ ψυχροῖς καὶ τῇ φυτείᾳ μανῇ ἀναυξέστερα μέν,
5πυκνότερα δὲ καὶ ξηρότερα. συνίστησι γὰρ τὰ πνεύματα καὶ τὰ ψύχη καὶ ὅλως ὁ προσπίπτων ἀήρ. ἅμα δὲ καὶ συστέλλεται καὶ οὐ λαμβάνει τὸν ἴσον ὄγκον. ὡσαύτως δὲ ὅταν ἡ φυτεία μανή· καὶ γὰρ ἐνταῦθα πυκ‐ νότερα καὶ εἰς βάθος αὐξανόμενα μᾶλλον, ἐν δὲ ταῖς πυκναῖς ἀνάπαλιν.
Caus Plant
.

1

.

8

.

4

φανερὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων ζώων τοῦτο συμβαῖνον καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· εὐαυξέστερα γὰρ τὰ θήλεα τῶν ἀρρένων, ὑγρότερα καὶ μανότερα τὴν φύσιν ὄντα. δῆλον δὲ καὶ ἐπ’ αὐτῶν τῶν δένδρων· ῥόα μὲν γὰρ καὶ συκῆ καὶ ἄμπελος εὐαυξῆ, φοῖνιξ δὲ καὶ κυπάριττος καὶ δάφνη
5καὶ πεύκη καὶ ἐλάα δυσαυξῆ. καίτοι τό γ’ εὐθυπορεῖν ὑπάρχει τισὶ τούτων, ἀλλ’ ἤτοι πυκνότης ἢ ξηρότης ἢ ἄμφω κωλύει· καὶ γὰρ ἡ ξηρότης ἀναυξής. ἔτι δὲ πρὸς τούτοις ἔνια 〈ὑπὸ〉 τῆς ἀσθενείας· καὶ γὰρ τοιαῦτα δυσαυξῆ καὶ δύστροφα. δεῖ γὰρ μὴ κρατεῖσθαι μηδὲ κωλύεσθαι τὴν τροφὴν ὑπὸ τοῦ περιέχοντος· ἐπεὶ καὶ τὸ εὐθυπορεῖν προσδεῖται δυνάμεως καὶ50
10τῆς κατεργαστικῆς καὶ τῆς ἀπαθοῦς· ἄλλως δ’ οὐδὲν ὄφελος. εὐαυξῆ μὲν οὖν καὶ δυσαυξῆ τοῖς τοιούτοις ἀφοριστέον.
Caus Plant
.

1

.

9

.

1

Ἅπαντα δὲ χείρω τὰ ἐκ σπέρματος ὡς ἐπὶ πᾶν ἔν γε τοῖς ἡμέροις οἷον ῥόα συκῆ ἄμπελος ἀμυγδαλῆ. καὶ γὰρ ὅλως 〈τὰ〉 γένη μεταβάλλει καὶ ἐξαγριοῦται πολλάκις ἔνια, καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται. τούτου δ’ αἴτιον ἡ ἀσθένεια τῶν σπερμάτων. κρατεῖται γὰρ ὑπὸ τῆς
5ἐπιρροῆς πλείονος οὔσης· καὶ ὥσπερ ἄκαρπα γίνεται διὰ πλῆθος τροφῆς οὐ δυνάμενα πέττειν οὕτως καὶ χείρω γίνεται διὰ τὸ μὴ κρατεῖν. καὶ διὰ τοῦτο Θάσιοι τὰς ἀμυγδαλᾶς ὅταν προσαυξηθῶσιν ἐνοφθαλμίζουσιν· ἐκ γὰρ μαλακῶν σκληραὶ γίνονται μετὰ τὴν φυτείαν· εἴη δ’ ἂν τοῦτο καὶ
ἐπὶ τῶν ἄλλων ποιεῖν.52
Caus Plant
.

1

.

9

.

2

ὅσα δ’ ἰσχυρὰ τῶν σπερματικῶν ταῦτα διαμένει μᾶλλον ὥσπερ ὅ τε φοῖνιξ καὶ πεύκη ἡ κωνοφόρος καλουμένη καὶ πίτυς ἡ φθειροφόρος. ὡσαύτως δὲ καὶ τὰ τῶν ἀγρίων· ἴσως δ’ οὐκ ἔχει ταῦτά γε μετάβασιν εἰς τὸ χεῖρον· ἡ γὰρ ἀγριότης ἔσχατον. ἀλλ’ ἡ εὐχυλία καὶ ἡ εὐσαρκία
5τούτων πρὸς ἄλληλα γίνεται διὰ τὸν ἀέρα καὶ ἁπλῶς τοὺς τόπους. ἐπεὶ καὶ τὰ ἥμερα εἰς τοῦτο διαφέρει· δύνανται γάρ τινες χῶραι διατηρεῖν τὰς φύσεις, αἱ μὲν μέχρι τινός, αἱ δ’ ἁπλῶς· αἱ δὲ καὶ μεθίσταναι πρὸς τὸ βέλτιον καθάπερ εἴρηται περί τε τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ ῥοῶν· αἱ μὲν γὰρ γλυκεῖαι καὶ οἰνώδεις, αἱ δ’ ἀπύρηνοι καὶ καλλίκοκκοι γίνονται
10περὶ τὸν Πίναρον ποταμόν.
Caus Plant
.

1

.

9

.

3

ἁπλῶς δ’ ὅταν οἰκείαν χώραν λάβωσιν οἱ καρποὶ μᾶλλον δύνανται τὰ γένη διατηρεῖν ὅταν μάλιστ’ εὐσθενῇ καὶ καλλικαρπῇ τὰ δένδρα. ἐν δὲ τοῖς ἐπετείοις σπέρμασι πανταχοῦ πρὸς τὴν χώραν ἡ μεταβολὴ γίνεται πλὴν οὐκ εὐθὺς σπαρέντων, ὀλίγος γὰρ ὁ ἐν τῇ γῇ χρόνος, ἀλλὰ
5τρίτῳ δὴ ἔτει· τότε γὰρ ἀλλοιοῦται πρὸς τὴν ἐκτελείωσιν ὥσπερ καὶ τὰ ζῶα. καὶ γὰρ ταῦτα τριγονήσαντα συνεξομοιοῦται· οὐ μὴν ἀλλ’ ἐπίδη‐ λόν γέ τι ποιεῖ καὶ ὁ πρῶτος ἐνιαυτός. καὶ τὰ μὲν ἐκ τῶν σπερμάτων χείρω διὰ ταύτας τὰς αἰτίας.
Caus Plant
.

1

.

10

.

1

Ἡ δ’ ἐπέτειος βλάστησις, αὕτη γὰρ οἷον δευτέρα γένεσίς ἐστιν, οὐχ ἅμα γίνεται πᾶσιν ἀλλὰ παραλλάτει ταῖς ὥραις, ὥστε σχεδὸν ἐν
ταῖς ἐναντίαις ἐνίων εἶναι καὶ τὰ μὲν θέρους τὰ δὲ χειμῶνος βλαστάνειν. ὁμοίως δὲ καὶ ἡ καρπογονία· καὶ γὰρ αὕτη διέστηκε τοῖς χρόνοις. ὡς54
5μὲν οὖν ἁπλῶς εἰπεῖν, τὰ πρὸς ἑκάστην ὥραν σύμμετρον ἔχοντα τὴν κρᾶσιν ταῦτα καὶ τὰς βλαστήσεις ἐν ἑκάστῃ καὶ τὰς τελεώσεις τῶν καρπῶν ἀποδί‐ δωσιν.
Caus Plant
.

1

.

10

.

2

οὐ μὴν ἀλλὰ δεῖ καὶ τοῖς καθέκαστα πειρᾶσθαι διαιρεῖν· ἔνια μὲν γὰρ εὐβλαστῆ καὶ ἡ βλάστησις δι’ ἰσχὺν καὶ πολυτροφίαν ὥσπερ ἀμυγδαλῆ ῥοιά, καὶ ὅλως τὰ ἄγρια μᾶλλον τῶν ἡμέρων· ἔνια δὲ δι’ ἀσθένειαν ὥσπερ τὰ ποιώδη καὶ ἐπέτεια. καὶ γὰρ ἀνθεῖ πολλὰ τούτων κατὰ χειμῶνα
5καθάπερ καὶ ἡ ἀνεμώνη· φαίνεται δὲ οὐδ’ ἡ μηλέα πρωϊανθεῖν δι’ ἰσχύν, ἀλλὰ δι’ ἄλλην αἰτίαν. ἑκατέρα δ’ εὐλόγως πρωϊβλαστεῖ καὶ τὰ ἰσχυρὰ καὶ τὰ ἀσθενῆ· τὰ μὲν γὰρ τῇ δυνάμει καὶ τῷ πλήθει προωθεῖ, τὰ δὲ ὑπὸ μικρῶν εὐκίνητα τῶν κατὰ τὸν ἀέρα.
Caus Plant
.

1

.

10

.

3

μέγα δὲ καὶ ὑγρότης καὶ μαλακότης εἰς τὸ προϊέναι ὥσπερ καὶ ἐπὶ τῆς πρώτης φύσεως ἐλέχθη· τὸ γὰρ ξηρὸν καὶ πυκνὸν οὔτ’ εὐδίοδον ὁμοίως οὔθ’ ὕλης ἔχει πλῆθος. ὅσα δὲ ἐν ταῖς ἐναντίαις ὥραις ἐκβλαστάνει τούτων αἰτιῶνταί τινες τὴν ψυχρότητα καὶ θερμότητα· τὰ μὲν 〈γὰρ〉 ψυχρὰ
5τοῦ θέρους τὰ δὲ θερμὰ τοῦ χειμῶνος βλαστάνειν, ὥστε ἑκατέραν τὴν φύσιν σύμμετρον εἶναι πρὸς ἑκατέραν τῶν ὡρῶν. οὕτω γὰρ οἴεται καὶ Κλείδημος· οὐ κακῶς μὲν οὖν ἴσως οὐδὲ τοῦτο λέγεται, δεῖ δὲ καὶ τὴν ὀλιγό‐ τητα καὶ τὴν ἀσθένειαν καὶ εἴ τι ἄλλο συναίτιον προστιθέναι καθάπερ
καὶ ἐπὶ τῶν λαχανωδῶν ὁρῶμεν.56
Caus Plant
.

1

.

10

.

4

ἡ μὲν γὰρ ἀνδράχνη καὶ ὁ σίκυος καὶ ὅλως τὰ τοιαῦτα κάθυγρα καὶ ψυχρά· τὸ δ’ ὤκιμον ξηρὸν καὶ ξυλῶδες· ἀλλ’ ὅμως οὐ δύναται πρὸ τῶν θερμημεριῶν βλαστάνειν εἴς γε διαμονὴν καὶ τελέωσιν· αἴτιον δὲ ἡ ἀσθένεια καθάπερ καὶ τῆς σικύας καλουμένης. αὕτη μὲν γὰρ δένδρου ὕψος λαμβά‐
5νουσα καὶ σχιζομένη τοῖς κλωσὶν ὥσπερ ἡ ἀναδενδρὰς ὅμως ἐπίκηρόν τε καὶ οὐ δύναται πρὸ τῶν θερινῶν ἀλλὰ δεῖται πορρωτέρω τῆς ὥρας παρα‐ τείνειν πρὸς τὸ μετόπωρον.
Caus Plant
.

1

.

10

.

5

καὶ τὰ ἀκανθώδη καὶ ποιώδη καὶ ῥιζοκέφαλα καθάπερ ὅ τε σκορπίος καλούμενος καὶ τὰ τίφυα καὶ ἡ ἄκανθα βασιλικὴ καὶ τὸ λείριον, ἔνια δὲ καὶ μετ’ ἀρκτοῦρον. εἴτε οὖν ὕστερα χρὴ καὶ ὀψιαίτερα ταῦτα λέγειν, εἴτε καὶ πρωϊαίτερα, γινομένων τῶν πρώτων ὑδάτων, οὐδὲν γὰρ διαφέρει
5πρός γε τὸ νῦν ἀλλ’ ἐκεῖνο φανερὸν ὡς οὔτε μεγέθει καὶ μικρότητι τὸ πρωϊβλαστὲς καὶ ὀψιβλαστὲς ἀφοριστέον οὔτ’ ἴσως θερμότητι καὶ ψυχ‐ ρότητι καὶ ὑγρότητι καὶ ξηρότητι μόνον, ἀλλὰ δεῖ τινα συμμετρίαν ἕκαστον ἔχειν πρὸς τὴν ὥραν. [γίνεται γὰρ ἁπαλωτάτη.]
Caus Plant
.

1

.

10

.

6

φαίνεται γὰρ ἅπαντα τὴν οἰκείαν ἀναμένειν τελέωσιν, ἀβλαστῆ τε τέως καὶ ἀκίνητα ὄντα ὁμοίως δένδρα καὶ ὑλήματα καὶ ποιώδη· φανερώτατον γὰρ τοῦτ’ ἐν τοῖς ἀγρίοις ἐν οἷς δὴ καὶ ἡ γένεσις αὐτοφυὴς καὶ
ἄνευ παρασκευῆς. πάντα δ’ ὡς εἰπεῖν ἢ τά γε πλεῖστα τῶν μετοπωρινῶν58
5ἐν τοῖς ὑλήμασι καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσίν ἐστιν· ἐπεὶ δένδρον γε οὐδὲν πλὴν εἰ μή τι κατὰ τὴν ἐπιβλάστησιν· ἐπιβλαστάνει γὰρ ἔνια μετ’ ἀρκτοῦρον.
Caus Plant
.

1

.

10

.

7

ὡς δ’ ἐπὶ πᾶν καὶ καθόλου λαβεῖν τὰ ἀείφυλλα τῶν δένδρων καὶ ὀψι‐ βλαστότερα καὶ ὀψικαρπότερα διά τε πυκνότητα καὶ ξηρότητα, κατὰ μικρὸν γὰρ ἡ ἐπιρροή, καὶ διὰ τὸ συνεχὲς ἀεὶ τῆς εἰς τὰ φύλλα διδομένης τροφῆς· οὐ γίνεται γὰρ ἀθροισμὸς ὥστε προορμᾶν, ἀλλ’ ἀπὸ τῆς ὥρας
5κινεῖται τῆς οἰκείας τὸ καθῆκον. σπάνια γὰρ ἄν τις λάβοι τὰ πρωϊβλαστῆ καὶ πρωΐκαρπα τῶν ἀειφύλλων οἷον τόν τε κιττὸν καὶ τὴν ῥάμνον καὶ εἴ τι τοιοῦτον. ἡ δὲ ἰδιότης εἴτε διὰ θερμότητα τούτων εἴτε καὶ μανότητα καὶ ὑγρότητα εἴτε καὶ διὰ ταύτας πάσας συμβαίνει τὰς αἰτίας διαιρετέον αὐτὸ τοῦτο πρῶτον ἴσως εἰπόντας ποῖα θερμὰ καὶ ποῖα ψυχρὰ καὶ
10τοῖς ποίοις ληπτέον. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ὕστερον πειρατέον εἰπεῖν· διὰ τί δὲ τὰ μὲν πρωϊβλαστῆ, τὰ δὲ ὀψιβλαστῆ ταύτας ἄν τις ἀποδοίη τὰς αἰτίας.
Caus Plant
.

1

.

11

.

1

Ὅσα δὲ κατὰ πᾶσαν ὥραν βλαστάνει τε καὶ ἀνθεῖ καὶ καρ‐ ποτοκεῖ καθάπερ ἡ περσικὴ μηλέα καὶ εἴ τι ἄλλο τοιοῦτον ἀπορήσειεν
ἄν τις οὐ μόνον ὅτι οὐ πρὸς πάσας ἁρμόττει τὰς ὥρας ἡ κρᾶσις, ἀλλ’ ὅτι οὐδ’ αὐτὰ αὑτοῖς ὁμοβλαστάνει τὰ γένη καὶ ὁμοκαρπεῖ. τοῦτο γὰρ ἐν60
5τοῖς κεχωρισμένοις τῶν ὁμογενῶν ἀξιοῦμεν καὶ ὁρῶμεν συμβαῖνον. τὸ μὲν οὖν πάθος ὅμοιον φαίνεται τοῖς ἐπικυϊσκομένοις ζώοις, πλήν γ’ ἡ αἰτία τοῖς μὲν φανερά, τοῖς δὲ λόγου δεομένη.
Caus Plant
.

1

.

11

.

2

τὰ μὲν γὰρ οὐχ ἅμα λαμβάνουσι τὰς παρ’ ἑτέρων ἀρχὰς οὐδ’ ἴσως εἰς τὸν αὐτὸν τόπον οὐδ’ ἅμα κυΐσκεται, εἰ μὴ καθάπαξ ἅμα καταλάβοι. τῶν δὲ διὰ τί ἡ βλάστησις οὐχ ἅμα, οὐ ῥᾴδιον εἰπεῖν· ἀνάγκη γὰρ διὰ τὸ τὰς ῥίζας μηδ’ ἅμα μηδ’ ὁμοίως ἔχειν ἢ τοὺς ἀκρεμόνας μὴ δέχεσθαι μηδ’
5ἐκπέττειν ἐξ ὧν ἡ πρώτη βλάστησις. ταῦτα δὲ διὰ τί καὶ τίνος ἕνεκα γένοιτ’ ἄν, οὐκ εὔλογον εἰπεῖν.
Caus Plant
.

1

.

11

.

3

ἡ μὲν γὰρ ἄμπελος ἡ μαινομένη τάχ’ ἂν δόξειεν οὐκ ἀλόγως δέχεσθαι· τῷ μὲν γὰρ μὴ ἐκπέττειν τὸν καρπὸν ὑπολείμματα πολλὰ ποιεῖται ὑγρότητος γονίμου. ταῦτα δ’ ὅταν ἀὴρ ἐπιλάβῃ μαλακὸς ἐκτίκτει, καθάπερ καὶ ἄλλοις τῶν δένδρων αἱ πορρώτεραι βλαστήσεις ἐπιγίνονται. ἡ δὲ μηλέα
5καὶ ὅσα ἄλλα τοιαῦτα τελεογονεῖ καὶ ἐκπέττει· διὸ τὸ μερίζεσθαι 〈καὶ〉 ἄλλοτ’ ἄλλο βλαστάνειν ἄτοπον καὶ ταῦτ’ ἀπὸ μιᾶς ὁρμῆς. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗται καὶ τοιαῦται εἴρηνται περὶ τούτων.62
Caus Plant
.

1

.

11

.

4

πρὸς δὲ τὸ τὴν αἰτίαν τοῖς ἀπορουμένοις λέγειν πρῶτον ληπτέον ὅπερ εἴρηται καὶ πρότερον ὅτι πᾶν δένδρον ἀρχὰς πολλὰς ἔχει πρὸς τὴν βλάσ‐ τησιν καὶ καρποτοκίαν· τοῦτο δ’ ὥσπερ ἐλέχθη τῆς οὐσίας ὅτι καὶ πολλα‐ χόθεν ζῇ διὸ καὶ βλαστητικόν. εἰσὶ δ’ οἱ πρῶτοι τούτων ἀναγκαιότεροι,
5ἐκ τῶν ἀρχῶν δὲ τούτων οὐθ’ ὅμοιοι πάντες οὐθ’ ἴσοι οὐθ’ ἅμα βλαστά‐ νουσιν οἱ βλαστοί, ἀλλ’ ὅταν ᾖ πλείων συρροὴ καὶ ἰσχυροτέρα κατὰ ταῦτα θᾶττον καὶ πλεῖον· ἕκαστος γὰρ αὐτῶν ὥσπερ φυτόν ἐστιν ἐν τῷ δένδρῳ καθάπερ ἐν τῇ γῇ· μὴ ἅμα δὲ τῆς βλαστήσεως οὔσης μηδ’ ἴσης τῆς ἰσχύος εὐλόγως οὐδὲ τῶν καρπῶν ἡ πέψις ἅμα γίνεται πάντων.
Caus Plant
.

1

.

11

.

5

ἐπεὶ καὶ ἡ θέσις διαφορὰν ποιήσει τῶν μέρων οἷον ἡ πρὸς ἀνατολὰς ἢ δύσεις ἢ πρὸς ἄρκτον ἢ μεσημβρίαν· ὥσπερ γοῦν καὶ ὅλων τῶν δένδρων εἰ ἐν εὐδιεινῷ τόπῳ· πρωϊβλαστῆ γὰρ ταῦτα καὶ πρωΐκαρπα. τοιαύτης δὲ τῆς φύσεως οὔσης τῆς κοινῆς ὅπου μὲν ὁ ἀὴρ μαλακὸς καὶ εὐδιεινὸς ὀλίγον
5χρόνον 〈οὐ〉 βλαστητικὰ τὰ δένδρα γίνεται καθάπερ καὶ περὶ Αἴγυπτον, ὅπου δὲ χειμέριος καὶ σκληρὸς πλείω.
Caus Plant
.

1

.

11

.

6

τὸ γὰρ ὅλον βραχεῖά τις ἂν γένοιτο διάλειψις εἰ ἡ ἐκ τῆς γῆς τροφὴ δαψιλὴς εἴη καὶ ὁ ἀὴρ εὐκραής. ἐπεὶ καὶ τὰ μὴ φυλλορροοῦντα παρά
τισιν οἷον συκῆ καὶ ἄμπελος διὰ τοῦτο οὐ φυλλορροεῖ καθάπερ εἴρηται δι’ ὅτι διαρκὴς ἡ τροφή· τουτὶ μὲν οὖν κοινὸν ἐπὶ πλειόνων ἐστί· τὰ μὲν γὰρ64
5διὰ τὴν φύσιν, τὰ δὲ διὰ τὸν τόπον ἔχει τοιαύτην. διῃρημένων δὲ τῶν μὲν φυλλοβόλων, τῶν δὲ ἀειφύλλων αἰτίας δ’ οὔσης τοῖς ἀειφύλλοις τῆς διαρκείας τῆς τροφῆς, ὧν τὰ μὲν διὰ τὴν ἰδίαν φύσιν, τὰ δὲ διὰ τὸν τόπον τοιαῦτα. τρίτον δὴ καὶ ὥσπερ ἐφεξῆς τούτοις τὴν ἀειβλάστησιν θετέον, ὅτι τὸ ἀείφυλλον οὐκ ἀειβλαστές. ἀλλ’ ἐκεῖνα μὲν ὥσπερ διατηρεῖν μόνον
10δύνανται τὰ προϋπάρχοντα ταῦτα δὲ καὶ προσεπιγεννᾶν ἕτερα διὰ τὴν ἰδίαν δῆλον ὅτι φύσιν· τοῦτο δὲ καὶ ἐν ἄλλοις μέχρι τινός.
Caus Plant
.

1

.

11

.

7

ἐπιβλαστάνει μὲν γὰρ τὰ μὲν ἅμα τοῖς ἄστροις, τὰ δὲ καὶ ἀορίστως ὥσπερ καὶ ἄμπελος. ὃ δὴ τούτοις μέχρι τινὸς 〈ἐκείνοισ〉 δι’ ὅλου δέδωκεν ἡ φύσις ὥστ’ ἀεὶ βλαστοφυεῖν καὶ καρπογονεῖν. οὔσης δὲ τοιαύτης τῆς οὐσίας οὐδὲν ἄτοπον ἤδη τὰ μὲν τελεοῦν, τὰ δ’ ἀνθεῖν, τὰ δὲ βλαστάνειν,
5τὰ δὲ μέλλειν· ἐπείπερ οὐδ’ ἐν τοῖς ἄλλοις δένδρεσιν ἅπανθ’ ἅμα τὰ μέρη διαφέρει δὲ τοῖς χρόνοις ὅτι τὰ μὲν ἄλλα παρ’ ὀλίγον, τὰ δ’ ἐφεξῆς.
Caus Plant
.

1

.

11

.

8

ἀλλ’ ἐκεῖνο μᾶλλον ζητητέον τίς ἢ πόθεν ἡ κρᾶσις καὶ ἡ σύστασις τῶν τοιούτων· ἔοικε δὲ παραπλήσιον πλὴν χαλεπώτερον καὶ τίς ἡ τῶν ἀειφύλλων· προσεπειπεῖν γὰρ δεῖ καὶ διὰ τί τοσαύτην λαμβάνει καὶ δύναται πέττειν ὥστε γεννᾶν. ἡ γὰρ ἐπιβλάστησις καρποτοκίας ἕνεκα· ἐπεὶ τό
5γε πλείους ἅμα καρποὺς ἔχειν τὸν μὲν τέλειον, τὸν δ’ ἀτελῆ, τὸν δ’ ὑπο‐ φυόμενον. συμβαίνει καὶ τῇ ἀρκεύθῳ καὶ ἄλλοις ὧν βραδεῖά τε ἡ ἔκπεψις καὶ δυσαπόπτωτος ὁ καρπός. ἡ μὲν οὖν τούτων αἰτία μέχρι τούτων εἰρήσθω τὰ νῦν.66
Caus Plant
.

1

.

12

.

1

Πότερα δ’ ἡ βλάστησις καὶ αὔξησις ἅμα τῶν ἄνω τε γίνεται καὶ τῶν ὑπὸ γῆς ἢ διῃρημέναι τοῖς χρόνοις· ὥσπερ τινές φασι τὰς μὲν ῥίζας αὐξάνεσθαι μετοπώρου καὶ χειμῶνος, τὰ δὲ στελέχη καὶ τοὺς ἀκρεμόνας ἔαρος καὶ θέρους καὶ μάλισθ’ ὑπὸ τὸ ἄστρον. τοῦτο δὲ κατὰ λόγον οὕτω
5συμβαίνειν, τῇ γὰρ πρώτῃ γενέσει κατακολουθεῖν· ἐν ἐκείνῃ γὰρ τὴν ῥίζαν πρότερον ἢ τὸν βλαστὸν ἀφιέναι πάντα· προϋπάρχειν γὰρ ἀναγκαῖον, ᾧ τὴν τροφὴν ἐπάξεται.
Caus Plant
.

1

.

12

.

2

φανερὸν δὲ καὶ ἐν ταῖς μετοπωριναῖς φυτείαις· τότε γὰρ ῥιζοῦται οὐ βλαστάνει δὲ τὰ φυτευόμενα ἢ ἐπὶ βραχύ τι πρὸ τοῦ ἔαρος· εἰ γὰρ ἦν ἄρριζα, ἐσήπετ’ ἄν. ἀλλὰ διὰ τοῦτο ἐπαινοῦσι ταύτην τὴν φυτείαν, ὅτι μᾶλλον τὰς ἀρχὰς ἰσχυροτέρας ποιεῖ δι’ ὧν καὶ ἡ τοῦ στελέχους καὶ ἡ
5τῶν ἄλλων γένεσις· ὡς τά γ’ εὐθὺς ἀνατρέχοντα πρὸς τὴν βλάστησιν ἀσθενῆ καὶ ἄκαρπα γίνεται, καθάπερ ἐπὶ τῶν σπερμάτων οἱ Ἀδώνιδος
κῆποι.68
Caus Plant
.

1

.

12

.

3

πιθανὸς δὲ καὶ ταύτῃ δόξειεν 〈ἂν〉 ὁ λόγος ὅτι τὰ μὲν ἄνω κωλύεται διὰ τὸν πέριξ ἀέρα ψυχρὸν ὄντα, τὰ δὲ κάτω στεγαζόμενα τῇ γῇ καὶ ἅμα συγκατακλειόμενα ὑπὸ τοῦ θερμοῦ διὰ τὴν ἀντιπερίστασιν τῇ τε ὑγρότητι καὶ τροφῇ προσαύξεται. πάντα γὰρ αὐτοῖς ὑπάρχει δι’ ὧν
5ἡ αὔξησις καὶ ἡ γένεσις. σημεῖον δὲ καὶ τὸ ἐπὶ τοῦ σίτου συμβαῖνον, ὃς ὑπὸ τοῦ χειμῶνος πιλούμενος ῥιζοῦται μᾶλλον, ὃ δὴ καρκινοῦσθαι λέγουσιν, ὡς τὴν ἀπὸ τῶν ἄνω δύναμιν καὶ τροφὴν εἰς τὰ κάτω τρεπομένην.
Caus Plant
.

1

.

12

.

4

ταύτῃ μὲν οὖν δόξειεν ἂν μερίζεσθαι τὸ τῆς αὐξήσεως· τῇδε δὲ πάλιν οὐκ ἂν δόξειεν, ἔν τε γὰρ τῇ πρώτῃ γενέσει προτερεῖ μὲν ἡ ῥίζα τῶν βλαστῶν οὐ μὴν τοσοῦτον ὥστε χρόνου γίνεσθαι πλῆθος, ἀλλὰ βραχύ τι πάντως ὥσπερ καὶ ἐπὶ τῶν ζώων ἡ καρδία καὶ τὸ περὶ τὴν καρδίαν· ἁπλῶς γὰρ
5ὡς εἰπεῖν ἡ φύσις οὐθὲν καθάπερ ἡ τέχνη ποιεῖ κατὰ μέρος, ἀλλὰ πάντ’ ἀθρόα καταβάλλεται. συντελεῖ δὲ ἑτέρων ἕτερα πρότερον. εἰ δὲ καὶ ἐν τῇ πρώτῃ γενέσει τοῦτ’ ἐπί τινων ἀναγκαῖόν ἐστιν, ἀλλ’ οὔτι γε ἐν τῇ τροφῇ καὶ αὐξήσει, τὰ μὲν πρότερον τρέφεσθαι, τὰ δ’ ὕστερον, ὥσπερ οὐδ’ ἐπὶ τῶν ζώων, ἀλλ’ ἅμα πως μάλιστα πάντα καὶ ὁ ὅλος ὄγκος ὥσπερ κατὰ
10συνέχειαν καὶ τρέφεται καὶ ἐπιδίδωσιν. ὃ καὶ κατὰ τὴν αὔξησίν ἐστι φανερόν.
Caus Plant
.

1

.

12

.

5

ἐπεὶ καὶ ἄτοπον εἰ τὸ θρεπτικόν, ὃ δὴ διαπλάττει καὶ δίδωσι τροφάς,
διαιρεῖται κατὰ μέρη τὴν ἐνέργειαν· ἢ πάλιν εἴ τι τῶν σωματικῶν τὸ ἐνεργοῦν οἷον πνεῦμα ἢ πῦρ· οὐδὲ γὰρ ταῦτα εἰκός, ἀλλ’ ὅταν ἅμα ταῖς ὥραις κινηθῶσιν ὁμοίως δι’ ὅλων διήκειν τῶν φυτῶν· ἓν γάρ τι τὸ γεννῶν,70
5οὐχ ὥσπερ Ἐμπεδοκλῆς διαιρεῖ καὶ μερίζει τὴν μὲν γῆν εἰς τὰς ῥίζας, τὸν δ’ αἰθέρα εἰς τοὺς βλαστοὺς ὡς ἑκάτερον ἑκατέρου χωριζόμενον, ἀλλ’ ἐκ μιᾶς ὕλης καὶ ὑφ’ ἑνὸς αἰτίου γεννῶντος. ὡς ἡ τῶν ὅλων σύστασις μικρὰν ἀεί τινα λαμβάνει ἔφεξιν καὶ κατὰ τὰς τροφὰς καὶ κατὰ τὰς αὐξήσεις. ὥστε δ’ ὅλαις ὥραις χωρίζειν μέγα κομιδῆ τὸ διάστημα τῶν χρόνων.
Caus Plant
.

1

.

12

.

6

ἡ δ’ ὑπὸ τοῦ ψύχους κώλυσις τῆς βλαστήσεως ἀληθὴς μὲν οὐκ ἔτι δὲ ποιεῖ μερισμὸν φυσικόν. ἀλλ’ ὥσπερ ἐν συμβαίνοντι τὸ προσαύξεσθαι τὰς ῥίζας· ὃ καὶ καθηκούσης ἐνίοτέ γε γίνεται τῆς ὥρας ὅταν ἀντικόψῃ ὁ χειμών· ἡ μὲν γὰρ βλάστησις κατέχεται, τὰ δὲ τῶν ῥιζῶν οὐ κωλύεται διὰ τὴν
5ἀλέαν, ὅταν ἤδη προορμώμεναι τύχωσιν εἰς ἔκφυσιν καὶ αὔξησιν ἔρχεσθαι. ἀλλὰ τοῦτο οὐ τῆς φύσεως θετέον ὁ διακωλύειν ποτὲ συμβαίνει τι τῶν ἐκτός, ἀλλ’ ὅσα τῇ ὁρμῇ γίνεται τῇ αὐτῆς.
Caus Plant
.

1

.

12

.

7

ὡραίων δὲ χειμώνων καὶ εὐδιεινῶν γενομένων ἅμα τά τε ἄνω καὶ τὰ κάτω λαμβάνει τὰς αὐξήσεις. ἐπεὶ ὅπου 〈ὁ〉 ἀὴρ εὐβλαστὴς καὶ μαλακὸς βραχύν τινα χρόνον ὥσπερ εἴρηται διαλείπουσιν αἱ βλαστήσεις οὐ μερι‐ ζομένων τοὺς χρόνους. τοὺς δὲ χειμῶνας οὐ μόνον τὰς βλάστας, ἀλλὰ72
5καὶ τὰς ῥίζας εὔλογον κατέχειν εἴπερ ἀπὸ τῆς τοῦ ἡλίου θερμότητος καὶ αἱ τούτων αὐξήσεις καὶ γενέσεις οὐκ εἰς πλεῖον καταλαμβάνουσαι βάθους οὗ ὁ ἥλιος ἐφικνεῖται· πλὴν ἐάν που τόπος εὐδίοδος ᾖ καὶ μανὸς καὶ κενός. μὴ γὰρ τούτου συμβαίνοντος ἀπορήσειεν ἄν τις εὐλόγως, διὰ τί ποτ’ οὐκ αὐξάνονται τοῦ χειμῶνος τροφήν τε λαμβάνοντα καὶ ἀποστέγοντος τοῦ
10ψύχους. τάχα δὲ καὶ τοῦτο κοινὸν ἀπόρημα καὶ ἐπὶ τῶν ἄλλων μερῶν.
Caus Plant
.

1

.

12

.

8

ἅπαν μὲν γὰρ τὸ ζῶν τρέφεται, τὸ δ’ ἐν ὁρμῇ τῆς αὐξήσεως ὂν [οὐκ] αὔξεται· τὰ δὲ φυτὰ πανταχῆ καὶ τὰ νέα καὶ τὰ παλαιὰ προορμᾷ πρὸς αὔξησιν. εἰ μὴ ἄρα συμβαίνει τότε μὲν αὐξάνεσθαι τοὺς ὅλος ὄγκους ἅμα δὲ τῇ ὥρᾳ διαγελώσῃ τὰς ἐκβλαστήσεις γίνεσθαι· τοῦτο δὲ οἷον γένεσίς
5τις ἤδη· διὸ καὶ οὐκ ἄλογον ἐν αὑτοῖς ὥσπερ κύοντα κατέχειν ἢ συναθροίζοντα καὶ λαμβάνοντα πρὸς τὴν κύησιν ἐν οἷς ὄγκος γίνεται καὶ αὔξησις, εἶθ’ ἅμα ταῖς ὥραις ἀποτίκτουσιν.
Caus Plant
.

1

.

12

.

9

ἔχουσι γὰρ δή τινας οἱ κλάδοι καὶ οἱ ἀκρεμόνες ἐν ἑαυτοῖς ἀρχὰς ζωτικάς, αἳ διαθερμαινόμεναι τῇ ὥρᾳ προΐενται τοὺς βλαστοὺς καὶ μὴ ῥιζουμένων τῶν κάτω· τοῦτο δὲ μάλιστα φανερὸν ἐν τοῖς ἀφαιρουμένοις φυτοῖς τῶν
ἀμπέλων τε καὶ ἑτέρων καὶ συντιθεμένοις ἐν πίθοις· προβλαστάνουσι γὰρ74
5οἱ βλαστοὶ τῆς ὥρας καθηκούσης· ὅτε δὲ καὶ τὰ πηγνύμενα κλήματα καὶ κράδαι καὶ χαράκες ἐκ τῶν ἄνωθεν ἐβλάστησαν ὅσον εἰς ἀρχήν, κάτωθεν δὲ οὐκ ἐρριζώθησαν, ὡς ἔχοντα μὲν ἐν ἑαυτοῖς ἤδη τὰς ἀρχὰς καὶ τὰς δυνάμεις, τροφῆς δὲ δεόμενα μετὰ τὸν τόκον ἧς μὴ γινομένης καταξηραίνεται.
Caus Plant
.

1

.

12

.

10

διὸ καὶ οὐκ ἐοίκασιν κακῶς λέγειν οἱ φάσκοντες εὐθὺς ἀνθεῖν τοὺς νέους καρποὺς ἔτι τῶν ἑτέρων ἐπόντων· τοῦτο γὰρ δῆλον ὡς δυνάμει λέγουσιν. τὰς μὲν οὖν αὐξήσεις εἴη μὲν ἂν ἀμφοτέρως συμβαίνειν, οὐ μὴν ἀλλὰ διὰ ταῦτά γε μᾶλλον ἄν τις ὅλων τῶν δένδρων 〈ἢ〉 μεριζομένας ὑπολαμβάνοι
5γίνεσθαι.
Caus Plant
.

1

.

13

.

1

Ζητήσειε δ’ ἄν τις ἐκ τῶν μικρῷ πρότερον εἰρημένων πότερον τὰ δένδρα κατὰ χειμῶνα κύει πρὸς καρπογονίαν, τοῦ δ’ ἦρος ἀποτίκτει καὶ τοῦθ’ οἷον περίοδός ἐστι χρόνοις ὡρισμένοις καθάπερ τοῖς ζώοις ἢ διὰ τὴν ἔνδειαν τῆς τροφῆς συμβαίνει καὶ διὰ τὴν ψυχρότητα τοῦ ἀέρος. εἰ γὰρ
5ἐν τοῖς εὐδιεινοῖς καὶ μαλακοῖς ἀεὶ βλαστάνουσιν, οὐκ ἂν εἴη τεταγμένη [ἐν] τοῖς χρόνοις ἡ κύησις, εἰ δὲ μὴ οὔτι γε ταύταις ταῖς ὥραις ὡς ὅλον ἅμα βλαστάνειν πάλιν καὶ εἴ τι τὸ ὀργῶν ἀποτίκτειν.
Caus Plant
.

1

.

13

.

2

εἰ δὲ καὶ συνεχῶς ὁ ἀὴρ ἀκολουθοίη τούτοις ἴσως οὐδὲ τὰ παρὰ τῶν ποιητῶν λεγόμενα δόξειεν
ἂν ἀλόγως ἔχειν οὐδ’ ὡς Ἐμπεδοκλῆς ἀείφυλλα καὶ ἐμπεδόκαρπά φησι θάλλειν “καρπῶν ἀφθονίῃσι κατ’ ἠέρα πάντ’ ἐνιαυτόν,” ὑποτιθέμενός τινα τοῦ76
5ἀέρος κρᾶσιν τὴν ἠρινὴν κοινήν· ἐκεῖνο δ’ ἄν τις ἴσως ἐν τούτοις ἀπορήσειε πότερα καὶ πεπάνσεις ὅμοιαι τῶν καρπῶν ἢ ἐνδεέστεραι γίνονται ἀσθενεστέ‐ ρου ὄντος τοῦ θερμοῦ καὶ τῆς ὥρας ὑγροτέρας. τοῦτο μὲν οὖν ὡς καθ’ ὑπόθεσιν θεωρείσθω.
Caus Plant
.

1

.

13

.

3

ἐν δὲ τῇ νῦν περιόδῳ τῶν ὡρῶν ἔοικε τὰ δένδρα κενωθέντα τοῦ θέρους ἐκ τῆς βλαστήσεως καὶ τῆς καρπογονίας ἀντιπληροῦσθαι πάλιν εἶτ’ ἐκ ταύτης τῆς ἀντιπεριστάσεως ἀποτίκτειν καὶ βλαστάνειν κατὰ τοὺς ἱκνου‐ μένους καιρούς, ἔχοντά πως τὴν κύησιν καὶ ἐν τοῖς μέρεσι καὶ ἐν τοῖς
5ὅλοις. εὐλόγως δὲ καὶ αἱ φυτεῖαι καὶ αἱ ἐπιβλαστήσεις γίνονται κατὰ πλείους ὥρας, δοκοῦσι δ’ ἐναντία πως εἶναι μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· ἡ γὰρ περὶ τροπὰς βραχεῖα, ἀλλὰ μετ’ ἀρκτοῦρον ἐπιβλα‐ στάνει πλείω καὶ ὑπὸ κύνα.
Caus Plant
.

1

.

13

.

4

τὸ μὲν οὖν ἔαρ οὐδὲ θαυμάζεται, ζωτικωτάτη γὰρ ἡ ὥρα καὶ μάλιστα γόνιμος, ὑγρά τις οὖσα καὶ θερμή. τὸ δὲ θέρος ὥσπερ ἐναντίον· ξηρά τε γὰρ καὶ ἐμπυρωτάτη καὶ μάλιστα ὑπὸ τὸ ἄστρον. ἔτι δὲ τὸ μετόπωρον οὐ μόνον ξηρόν, ἀλλὰ καὶ ψυχρὸν ἤδη μεταβάλλον ἐπιλαμβανούσης τῆς
5ὥρας· ἐναντιωτάτη δὲ βλαστήσει ψυχρότης καὶ ξηρότης. ἀλογία μὲν γὰρ δή τις φαίνεται διὰ τούτων. οὐ μὴν οὔτε πρὸς τὰς βλαστήσεις ἐναντία ταῦτά ἐστιν οὔτε αὖ ἀσύμφωνα κατὰ τὰς δυνάμεις ἀλλ’ ἔχοντά τινα ὁμοιότητα.
Caus Plant
.

1

.

13

.

5

δεῖ γὰρ δὴ τὴν ὥραν ὑγρότητά τινα καὶ θερμότητα ἔχειν ὥσπερ καὶ τὸ ἔαρ. αὕτη μὲν ὁμολογουμένη μάλιστα πρὸς βλάστησιν. ἐν ἀμφοῖν δὲ τοῦτο συμβαίνει καὶ ἐν τῇ τοῦ κυνὸς ἐπιτολῇ καὶ μετ’ ἀρκτοῦρον· ὑπὸ γὰρ αὐτὸ τὸ ἄστρον καίπερ ὄντος ἐμπύρου τοῦ ἀέρος
78
5ὅμως καὶ νότια πνεῖ καὶ νέφη συνίσταται καὶ αὐτὰ τὰ δένδρα διυγραίνεται φανερῶς καὶ ὑπὸ τὸν φλοιὸν αὐτῶν διαδίδοταί τις ὑγρότης, ὅθεν καὶ ῥοαί τισι κατὰ τοῦτον τὸν καιρὸν εἴτ’ οὖν συνελαυνομένου τοῦ ὑγροῦ καὶ ἀντι‐ περιστάσεως γινομένης εἴτε δι’ ἄλλην αἰτίαν.
Caus Plant
.

1

.

13

.

6

πλὴν συμβαίνει γε τοῦτο καὶ τοῖς ἀνθρώποις, διὸ καὶ αἱ κοιλίαι μάλιστα λύονται καὶ πυρετοὶ πολλοὶ γίνονται καθυγραινομένων τῶν σωμάτων. δοκεῖ δὲ καὶ ἡ γῆ τότε καθυγράνθαι μᾶλλον ὅθεν καὶ ὑδάτων ἀναδόσεις καὶ ἕτεραι μεταβολαὶ γίνονται πλείους. ἀλλὰ δι’ ἣν μὲν αἰτίαν ἕκαστα
5συμβαίνει τούτων ἕτερος λόγος· ὅτι δὲ ἐξυγραινομένων τῶν φυτῶν καὶ τοῦ ἔξωθεν ἀέρος οὐκ ἀντιπίπτοντος ἡ ἐπιβλάστησις οὐκ ἄλογος φανερὸν ἐκ τῶν εἰρημένων.
Caus Plant
.

1

.

13

.

7

τὸ δὲ μετόπωρον οὐχ ὥσπερ ἐλέχθη ξηρὸν καὶ ψυχρόν ἐστιν, ἀλλὰ μᾶλλον θερμόν· ἅμα γὰρ ἐν τῇ τοῦ ἄστρου μεταβολὴ ἐν τῷ ἀέρι γίνεται, διὸ καὶ ὥσπερ μίξιν τινὰ συμβαίνει γίνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ θερμοῦ καθάπερ καὶ ἐν τῷ ἦρι προσγίνεται τὸ θερμὸν ἀπὸ τῆς ὥρας. ἐνταῦθα
5δὲ τοῦ θερμοῦ προϋπάρχοντος ὑγρότης ἐπιγίνεται διὰ τὴν πύκνωσιν καὶ
κατάψυξιν τοῦ ἀέρος.80
Caus Plant
.

1

.

13

.

8

εὔλογον δὲ καὶ τὰ μὴ κάρπιμα καὶ ὅλως τὰ νέα τῶν πρεσβυτέρων ἐπιβλαστικώτερα, καὶ τὰ ἐν ταῖς ὑγραῖς καὶ χειμερίοις χώραις. τὰ μὲν γὰρ κάρπιμα καὶ πρεσβύτερα ξηρότερα, τὰ μὲν εἰς τοὺς καρποὺς κατανη‐ λωκότα, τὰ δὲ καὶ τῇ φύσει τοιαῦτα. τὰ δὲ ἄκαρπα καὶ νέα καὶ ὑγρότητα
5ἔχει καὶ θερμότητα πλείω. πάλιν δὲ ὅπου μὲν οἱ τόποι χειμέριοι καὶ ὑγροὶ τυγχάνουσι καὶ ὁ ἀὴρ εὔπνους ἐνταῦθα καὶ τὰ μετοπωρινὰ γίνεται μακρὰ καὶ ὑγρὰ καὶ καλά. πολλάκις δὲ καὶ ὕδατα θερινὰ κατά γε τὰς πλείστας, ὥσθ’ ὑγροῦ τοῦ ἀέρος ὄντος ἐπιγινομένης θέρμης εὐβλαστότερα γίνεται καὶ εὐαυξῆ μᾶλλον·
Caus Plant
.

1

.

13

.

9

ἐπεὶ καὶ τὰ δοκοῦντα δικαρπεῖν μηλεῶν τέ τινα γένη καὶ ἀπίων ἐν τούτοις μάλιστα γίνεται τοῖς τόποις ἅτε παρεκ‐ τεινούσης ἐπὶ πολὺ τῆς ὥρας. καὶ ταχὺ τῶν προτέρων ἀφαιρουμένων· ἃ μὴ πρωϊκαρπεῖ ὅμως διφορεῖ. θᾶττον γὰρ πάλιν ἀναπληροῦνται 〈καὶ
5κυΐσκονται〉, διὸ καὶ χρῶνταί τινες αὐτῷ τῶν πρὸς τὴν ἀγορὰν βλεπόντων. οὐ μὴν ἀλλ’ οὐδέν γε ὡς εἰπεῖν τῶν δικαρπούντων ὅμοιον γίνεται τοῖς ἐξ ἀρχῆς ἀλλ’ ὡς ὁρμὴν μόνον τοῦ φυτοῦ λαμβάνοντος, οὐ συνεκτελέσαντος
δὲ τοῦ ἡλίου καὶ τοῦ ἀέρος.82
Caus Plant
.

1

.

13

.

10

καὶ ἐφ’ ἑτέρων ἔτι μᾶλλον συμβαίνει· προφαίνει γὰρ καρπὸν καὶ ἡ ῥόα καὶ ἡ μύρρινος ἀλλὰ μέχρι τοῦ προδεῖξαι μόνον. ἐπιβλαστικώτατα δ’ οὖν ὡς εἰπεῖν τὰ μάλιστα εὐβλαστῆ τῇ φύσει, πλὴν εἴ τι διὰ ξηρότητα κατακωλύεται καθάπερ ἡ ἀμυγδαλῆ καὶ εἴ τινων ὑπόγυιος ἡ ἀφαίρεσις
5τῶν καρπῶν πρὸς τῆς ὥρας ἐπιβλάστησιν.
Caus Plant
.

1

.

13

.

11

ἐὰν οὖν μακρὸν γίνηται τὸ μετόπωρον οὐκ ἄλογον καὶ ῥόδα γίνεσθαι καὶ ἄλλ’ ἄττα τῶν τοιούτων ὥσπερ καὶ περὶ Δίον φασὶ τῆς Μακεδονίας οὐκ ἰσχυρᾶς γε δεόμενα τῆς πέψεως χρόνον δὲ λαβόντα ἱκανὸν ἐξέφηνε τὸ ἄνθος. ὅλως δὲ ὃ πλεονάκις εἴρηται μαλακοῦ καὶ ὑγροῦ τοῦ ἀέρος καὶ τὸ
5σύνολον εὐκράτου ἀεὶ δύνατον βλαστάνειν οὐ πάντα, ἀλλ’ ἔνια τῶν δένδρων τὰ δ’ ἐλάττω τούτων ἔτι μᾶλλον. ὃ καὶ νῦν ἐπί τινων στεφανωμάτων συμβαίνει τόπους ἐχόντων εὐσκεπεῖς καὶ προσείλους.
Caus Plant
.

1

.

13

.

12

διατελεῖν γὰρ ἀνθοῦντα δοκεῖ καὶ ἡ οἰνάνθη καὶ τὸ ἴον τὸ μέλαν καὶ ἄλλ’ ἄττα, θεραπείας δέ τινος προσγενομένης ἔτι μᾶλλον. ὅτι δὲ μεγάλην ῥοπὴν ὁ τόπος παρέχεται πρόσειλος ὢν καὶ εὐσκεπὴς καὶ αὐτὰ τὰ δένδρα μαρτυρεῖ· φύεται γὰρ ἐν τούτοις ἔνια κατὰ τὴν ἄλλην χώραν οὐ φυόμενα
5καὶ καρποφορεῖ τῶν ἄλλων οὐ φερόντων καὶ προανθεῖ καὶ προβλαστάνει
πρότερον τῶν λοιπῶν. ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.84
Caus Plant
.

1

.

14

.

1

Τὸ δ’ ἐπὶ τῶν διφορούντων δένδρων ὁμοιόν τινα τρόπον ἐστὶ τῷ ἐπὶ τῶν προβάτων γινομένῳ· ἐκεῖνα γὰρ εὐτοκήσαντα καὶ εὐγονοῦντα πάλιν ὁρμᾷ πρὸς κύησιν ἐκποιούσης ἔτι τῆς ὥρας. καὶ τὰ δένδρα παραιρε‐ θέντων τῶν πρώτων καρπῶν γονεύει πάλιν ἑτέρους, δεῖται δ’ ἴσως χώρας
5τε εὐτρόφου τὰ τοιαῦτα τῆς τε θεραπείας πλείονος [ἢ] ἀμφοῖν καὶ μάλισθ’ ὡς εἰπεῖν τῆς τοῦ ἀέρος κράσεως ὅπως λάβῃ χρόνον ἱκανὸν εἰς τὴν κύησιν.
Caus Plant
.

1

.

14

.

2

διὰ τοῦτο γὰρ οὐδ’ ἐάν τις ἀφέλῃ τὸν καρπὸν ἢ ἄνθος, δύναται πάλιν ἕτερα γεννᾶν διὰ τὸ μὴ λαμβάνειν τὸν τῆς κυήσεως χρόνον· οὐ γὰρ οἷόν τε ἄνευ τοῦ κυῆσαι γεννᾶν ἐξανηλωμένου τοῦ προϋπάρχοντος. ἅμα δὲ ὥσπερ πηροῦσθαι συμβαίνει τὴν ἀρχὴν διὰ τὴν ἕλκωσιν, ὥστε βλαστάνειν ἀπὸ
5τούτου μὴ καινῆς ἄλλης γινομένης οὐκ ἐκποιεῖ τὸ τῆς ὥρας· τούτων μὲν οὖν οὕτως ταύτας ὑποληπτέον τὰς αἰτίας.
Caus Plant
.

1

.

14

.

3

αἱ δὲ πεπάνσεις τῶν καρπῶν οὐ κατὰ τὰς βλαστήσεις γίνονται· βλασ‐ τάνει γὰρ τά γε πολλὰ σύνεγγυς αὐτοῖς κατὰ μίαν ὡς εἰπεῖν ὥραν· τοῦ δὲ πεπαίνειν τοὺς καρποὺς πολλοῖς χρόνοις ὕστερον ἐκείνην τὴν αἰτίαν ὑποληπτέον, ὅτι 〈τὰ〉 μὲν τῶν φύλλων καὶ βλαστῶν εὐκινητότερα καὶ
5ῥᾴονα σωματικωτέραν ἔχοντα καὶ περιττωματικὴν τὴν ὕλην, οἱ δὲ καρποὶ
καθαρωτέραν καὶ μάλιστα δὴ τῶν χυλῶν αὐτῶν· αὕτη δ’ ἡ τῶν καρπῶν πέπανσις εἰς ἣν πλείονος δεῖται καὶ δυνάμεως καὶ κατεργασίας.86
Caus Plant
.

1

.

14

.

4

ἔτι δὲ μεγάλας εὐθὺς διαφορὰς ἔχουσιν οἱ καρποὶ τῷ ξυλώδεις ἢ γεώδεις ἢ ξηροὶ ἢ λιπαροὶ τὴν φύσιν εἶναι. δυσκατεργαστότεροι γὰρ οἱ τοιοῦτοι διὸ καὶ προανθοῦντα ἔνια τὸν καρπὸν ἔχει πολὺν χρόνον ὥσπερ ἀμυγδαλῆ. δυσκατάπεπτος γὰρ ὁ ξυλώδης· τὸ δ’ ἄνθος ὠθεῖ διὰ τὴν πρότερον λεχθεῖ‐
5σαν αἰτίαν, εἴπερ βούλονται πάντα ταῦτα συμμετρίαν τινὰ ἔχειν καὶ τάξιν. ἀλλὰ καὶ αὐτῶν τῶν ἀνθῶν ὅσα μετὰ σωματικῶν ὄγκων, ὀψιαίτερόν τι γίνεται καθάπερ τὸ τῆς ῥόας· ἐν γὰρ τῷ κυτίνῳ τὸ ἄνθος·
Caus Plant
.

1

.

15

.

1

Τὰ δ’ ἀργὰ τῶν εἰργασμένων πρωϊβλαστότερα καθάπερ ἄμπε‐ λος, μηλέα, ἐλάα, συκῆ, τὰ ἄλλα, διὰ τὸ κατέχειν ἔνια τὴν θερμότητα μᾶλλον μὴ ἀνασκαπτομένης τῆς γῆς μηδὲ γυμνουμένων τῶν ῥιζῶν· αὕτη γὰρ ἡ κινοῦσα· καὶ διὰ τὸ μηδεμίαν ἐν τοῖς ἄνω γίνεσθαι πληγὴν κλωμένων
5ἢ καρφολογουμένων· ἀφελκούμενα γὰρ πόνον τε παρέχει καὶ καταψύχει
καὶ εἰς ὀλίγον συστέλλει. τοῖς δὲ πολλοῖς διαδίδοται κατὰ μικρά, διὸ ταῦτα ταῖς ὥραις ὑπακούει, καὶ ἔτι δὴ καὶ μάλισθ’ ὡς εἰπεῖν διὰ τὸ ἀκλάστων ὄντων καὶ ἀκαθάρτων ἐν πολλοῖς εἶναι καὶ κατὰ μικρὰ τὰς γονίμους ἀρχάς, ὧν ἕκαστον διὰ τὴν ὀλιγότητα καὶ σμικρᾶς δεῖται κινήσεως καὶ εὐθὺς88
10ποιεῖται τὰς ἐκβλαστήσεις· ὃ καὶ ἐπὶ τῶν ἀπίων ξυμβαίνει.
Caus Plant
.

1

.

15

.

2

καὶ γὰρ ἐκεῖνα εὐβλαστότερα τῶν ἡμέρων ἐστὶ διὰ τὰς αὐτὰς αἰτίας· εἰς πλείω γὰρ καὶ κατὰ μικρὰ μεμερισμένων τῶν ἀρχῶν εὐκίνητα γίνεται τῷ περιέχοντι πρὸς βλάστησιν. ἔτι δὲ καὶ ἡ ξηρότης συμβάλλεται. καὶ γὰρ διὰ τοῦτ’
5ἐλάττων ἡ ὑγρότης, τὸ δὲ ἔλαττον εὐκινητότερον. καλλίων οὖν καὶ ἀθροωτέρα τῶν εἰργασμένων ἡ βλάστησις καὶ ἡ καρπογονία, προτέρα δ’ ἐκείνη.
Caus Plant
.

1

.

15

.

3

αὐτὸ δὲ τοῦτ’ ἄν τις ἀπορήσειε διὰ τί τὰ ἄγρια τῶν ἡμέρων ἰσχυρότερα ὄντα τοὺς καρποὺς οὐ πεπαίνει· κατὰ γὰρ τὰς δυνάμεις ἐχρῆν καὶ τὰς πέψεις εἶναι. μία μὲν δή τις αἰτία τὸ πλῆθος τῶν καρπῶν. οὐ γὰρ τοσοῦτον ὑπερίσχουσι τῷ ἰσχύειν ὅσῳ πλείω τοῦ συμμέτρου τὸν καρπὸν ἴσχουσιν·
5ἂν δὲ πλῆθος πολὺ κἀκείνων οὐκέτι γίνεται πέψις, διὸ καὶ οἱ γεωργοὶ παραιροῦσιν, ὅταν ὦσι πλείω. ἑτέρα δ’ ὅτι πυκνότερα καὶ ξηρότερα καὶ εἰς ἑαυτὰ μᾶλλον ἕλκοντα τὸ ὑγρόν, ἡ δὲ τροφὴ καὶ ἡ πέψις ἐνδόσει τῆς
ὑγρότητος ἣν οὐ ῥᾴδιον ἀντισπωμένην λαμβάνειν.90
Caus Plant
.

1

.

15

.

4

ἁπλῶς δ’ οὐ τὰ ἰσχυρότερα καὶ τροφιμώτερα καθάπερ οὐδ’ ἐπὶ τῶν ζώων, ἀλλ’ ἑτέρα τις καθ’ ἑαυτὴν πρὸς καρπογονίαν ἰσχὺς καὶ δύναμις. μανὸν γὰρ καὶ εὐδίοδον καὶ ὑγρὸν εἶναι δεῖ τὸ καρποτοκῆσον, ἡ δὲ πυκνότης ἐναντίον ὥσπερ καὶ ἐπὶ τῶν γυναικῶν καὶ ἐπὶ τῶν ἄλλων ζώων. ὃ καὶ
5ἡ γεωργία βούλεται ποιεῖν ἀφαιροῦσά τε τὰ περιττὰ καὶ τροφὴν παρέχουσα καὶ εὔειλα καὶ εὔπνοα ποιοῦσα. προφαίνει μὲν οὖν πλείω καρπὸν διὰ τὸ πρότερον εἰρημένον, τοῦτον δὲ οὐκ ἐκπέττει διὰ ταύτας τὰς αἰτίας.
Caus Plant
.

1

.

16

.

1

Ἡ δὲ πέψις ἐστὶν ἐν τῷ περικαρπίῳ· τοῦτο δὲ δεῖ γίνεσθαι καὶ λαβεῖν χυλὸν ἁρμόττοντα πρὸς τὴν ἡμετέραν φύσιν. ἴσως δὲ αὐτὸ τοῦτο πρότερον εὖ ἔχει διελεῖν ὅτι πέψις ἐστὶν ἡ μὲν οὖν τῶν περικαρπίων, ἡ δ’ αὐτῶν τῶν καρπῶν. καὶ ἡ μὲν πρὸς τὰς ἡμετέρας τροφάς, ἡ δὲ πρὸς
5γέννησιν καὶ διαμονὴν τῶν δένδρων· οἱ γὰρ καρποὶ καὶ τὰ σπέρματα τούτων χάριν. ἑκατέρα δέ πως ἐναντιοῦται πρὸς τὴν ἑτέραν. ἅμα γὰρ τὸ περι‐ κάρπιον ὑγρότερον καὶ πλεῖον καὶ ὁ καρπὸς ἐλάττων καὶ ἅμα μείζων
οὗτος καὶ τὸ περικάρπιον ἔλαττον καὶ σκληρότερον καὶ δυσχυλότερον.92
Caus Plant
.

1

.

16

.

2

πρὸς ὃ δὴ καὶ ἡ γεωργία μεμηχάνηται κωλύουσα τὴν τούτων αὔξησιν καὶ τροφήν. ἅπαν γὰρ ὡς εἰπεῖν καὶ ἥμερον ἀγρίου καὶ γεωργούμενον ἀγεωργήτου καὶ κάλλιον εἰργασμένον τοῦ χεῖρον μικροπυρηνότερον ἀνυ‐ γραινόμενόν τε μᾶλλον καὶ τὴν τροφὴν περισπῶν εἰς τὸ περικάρπιον, ἔτι
5δὲ τοὺς χυλοὺς ἐκπεπαῖνον εἰς συμμετρίαν τῆς ἡμετέρας χρείας. αἱ μὲν οὖν πέψεις τοσοῦτον διεστᾶσιν εἴπερ χρὴ καὶ τὴν μὴ εἰωθυῖαν πέψιν λέγειν.
Caus Plant
.

1

.

16

.

3

τάχα δ’ ἄν τις ἀπορήσειεν ἐκεῖνο καὶ ἀξιώσειεν ὃ τὰ ἰσχυρότερα κατα‐ κρατεῖ τοῦτο καὶ τὰ ἀσθενέστερα κατακρατεῖν. τὸ δὲ σπέρμα πάντων ἰσχυρότατον, κοινὸν γὰρ τέλος πάντων τῶν φυτῶν ἐστιν ἐπείπερ ἡ τοῦ ὁμοίου γένεσις τέλος. ἅμα δὲ καὶ ἐν τοῖς ζώοις δοκεῖ τελειουμένης ἐπιγί‐
5νεσθαι τῆς φύσεως, ὅταν δὲ ἐλλείπῃ διὰ τὴν ἡλικίαν ἢ παρακμάσῃ διὰ τὸ γῆρας ἐξαδυνατεῖ τὸ γεννᾶν.
Caus Plant
.

1

.

16

.

4

οὐκ ἀλόγως δ’ ἂν οὔτε ἀπορήσειεν οὔτε ἀξιώσειεν· ἐν τελειότητι μὲν γάρ τινι τὸ σπερμοφυεῖν καὶ τῶν ζώων ὅσων ἡλικίαν λάβοι τις ἄν. οὐ μήν γε οὐδὲ τὰ ἰσχυρότατα σπερματικώτατα ἀλλὰ σχεδὸν ἐναντίως ἑκατέρωθεν μεριζομένης τῆς τροφῆς καὶ δυνάμεως·
5ὃ δὴ καὶ ἐπὶ τῶν φυτῶν συμβαίνει κατὰ λόγον συμβαῖνον. οὕτω δὲ δεῖ τὴν ἀναλογίαν λαμβάνειν ὡς 〈εἰσ〉 ὁπότερον ἂν τούτων ὁρμήσῃ θάτερον ἐλλιπέστερον ἔσται· διαρκεῖν γὰρ οὐ δύναται πρὸς ἄμφω· τοῦτο γὰρ
σχεδὸν ἐν ἅπασιν ὁμολογούμενον.94
Caus Plant
.

1

.

16

.

5

ἐν δὲ τοῖς φυτοῖς τρεῖς τινές εἰσιν οἱ μερισμοί, πρὸς αὐτὸ τὸ δένδρον καὶ τὴν βλάστησιν ὅπερ ἐναντίον τοῖς καρποῖς ἐὰν πλεῖον γένηται τοῦ ξυμμέτρου, διὰ τοῦτο γὰρ ἀκαρπία· καὶ πάλιν ἐν αὐτοῖς καὶ τοῖς περικαρπίοις· ἡ γὰρ εἰς τὸ ἕτερον ὁρμὴ κωλύει τὴν ἑτέραν. ὥσπερ οὖν ἐπ’ ἐκείνων οὐκ
5ἄλογον οὐδ’ ἐπὶ τούτων, ἀλλ’ ἔχει τὸ ἀνάλογον· τὰ γὰρ ἄγρια καὶ εἰς τὸν καρπὸν καὶ εἰς ἑαυτὰ τὴν ὑγρότητα ἄγοντα παραιρεῖται τῶν περικαρπίων ὥστε μείζω γίνεσθαι τὸν καρπόν.
Caus Plant
.

1

.

16

.

6

τάχα δ’ οὐδ’ ἄν που δόξειεν ὅλως ἄτοπον εἶναι τὸ μᾶλλον ἐφικνεῖσθαι τὰ ἄγρια τῶν σπερμάτων ὥσπερ ἄρρενα ὄντα πυκνότερά τε καὶ ξηρότερα τὴν φύσιν· διαθηλύνουσι γὰρ αἱ κατεργασίαι καὶ αἱ τροφαί· τοῦτο μὲν οὖν ὡς καθ’ ὁμοιότητά τινα λεγέσθω πορρωτέρω κείμενον· τῶν δὲ πεπάνσεων
5εἰς μὲν τὴν γένεσιν αὕτη κυριωτέρα, πρὸς δὲ τὴν ἡμετέραν χρείαν ἡ τῶν περικαρπίων. ἐν ποτέρᾳ δὲ δεῖ θέσθαι τὸ τελειότερον ἄλλος λόγος· ἐπεὶ οὕτω γε καὶ ὧν τοῖς φύλλοις μόνον χρώμεθα καὶ ὧν ταῖς ῥίζαις ὥσπερ τῶν λαχάνων αὕτη κυριωτέρα πέψις ἔσται. καίτοι γε τούτων τὸ τέλος ἐν τοῖς
σπέρμασιν οἷς ἡμεῖς οὐδὲν χρώμεθα πρὸς τὴν τροφήν.96
Caus Plant
.

1

.

16

.

7

ἔστι δέ τις καὶ οὗτος ὁ λόγος ὡς διὰ τὴν ψυχρότητα τῶν ἀγρίων οὐ δυναμένων πέττειν. τοὺς δὲ πυρῆνας ἐκ τῆς ξυλώδους καὶ περιττωματικῆς γίνεσθαι τροφῆς ὥσπερ τὰ 〈ὀστᾶ〉 ἐν τοῖς ζώοις· αὐτὸ μὲν τοῦτ’ ἴσως οὐ κακῶς εἰ ὁ πυρὴν ἐκ τοῦ γεώδους καὶ ξυλώδους, ἀλλὰ τὸ σπέρμα οὐκ
5ἔθ’ ὁμοίως, ἀλλ’ ἐκ τῆς καθαρωτάτης περιττώσεως. πέφυκε δὲ τὰ θερμὰ μάλιστα σπερμοφυεῖν ᾗ θερμότερα ἂν εἴη. καίτοι γε τῆς τῶν ἡμέρων θερμότητος ἐκεῖνο φέρεται σημεῖον ἡ τῶν ὀπῶν δύναμις· ὁ μὲν γὰρ τῆς συκῆς τὸ γάλα πήγνυσιν, ὁ δὲ τοῦ ἐρινεοῦ οὐ πήγνυσιν ἢ κακῶς.
Caus Plant
.

1

.

16

.

8

πρὸς αὐτὸ δὲ τοῦτο πάλιν ἀντικεῖταί τις ἑτέρα καθόλου πίστις ὑπὲρ τῆς θερμότητος, ὅτι τὰ ἄγρια μᾶλλον ἐν τοῖς ψυχροῖς δύνανται διαμένειν καὶ ὅλως δὲ διὰ θερμότητα ἡ ἰσχύς. ἀλλ’ ὑπὲρ μὲν τούτων τάχα ἂν ὕστερον εἴη λεκτέον. πλείων γὰρ ὁ λόγος καὶ ἔχων τινὰ ἀπορίαν, ποῖα θερμὰ
5καὶ ψυχρὰ καὶ ποίοις διοριστέον καὶ προσέτι τὸ ποῖον τὸ αἴτιον εἴτε μόνον εἴτε μεθ’ ἑτέρων.
Caus Plant
.

1

.

16

.

9

καὶ χυλῶν δὲ ἡ πέψις δόξειεν ἂν ἔχειν διαίρεσιν καὶ ἁπλῶς καὶ πρὸς ἡμᾶς οἷον ὅσα ταῖς δριμύτησι καὶ ὅσα τοῖς φαρμακώδεσι καὶ ὀπώδεσι χυλοῖς, ἃ δὴ καὶ ἐπαινοῦσι καὶ μάλιστα χρῶνται τοῖς τοιούτοις. ταῦτα μὲν οὖν ὥσπερ ἰδιότης τις φύσεως πρὸς ἣν δῆλον ὅτι καὶ αἱ τροφαὶ καὶ αἱ
5κατεργασίαι τείνουσιν ἢ τοὐναντίον αἱ ἀγρίαι καθάπερ τῷ σιλφίῳ καὶ τῇ καππάρει καὶ εἴ τι ἄλλο φεύγει τὴν ἐργασίαν, ἢ εἴ τι πάλιν αὖ διώκει
τὴν ξηρὰν καὶ ὑγρὰν καὶ χειμερινήν.98
Caus Plant
.

1

.

16

.

10

αὐτοῦ δὲ τούτου τάχ’ ἄν τις πάλιν ἀπορήσειε κοινήν τινα ἀπορίαν καὶ καθόλου πότερα τὴν φύσιν ἐκ τῶν αὐτομάτων μᾶλλον θεωρητέον ἢ ἐκ τῶν κατὰ τὰς ἐργασίας καὶ ἐν ποτέροις τὸ κατὰ φύσιν. σχεδὸν δὲ τούτῳ ταὐτό, μᾶλλον δὲ μέρος τούτου [καὶ] πότερον ἐκ τῶν ἀγρίων ἢ ἐκ τῶν
5ἡμέρων. ἡ μὲν γὰρ φύσις ἐν αὑτῇ τὰς ἀρχὰς ἔχει καὶ λέγομεν τὸ 〈μὲν〉 κατὰ φύσιν, τὸ ἐκ τῶν αὐτομάτων τοιοῦτον, τὸ δ’ ἔξωθεν ἄλλως τε καὶ 〈τὸ〉 κατὰ τέχνην· ἀφ’ ἑτέρας γὰρ ἀρχῆς.
Caus Plant
.

1

.

16

.

11

οὐδ’ ἐν τοῖς ζώοις ὅσα πλάττεται ἢ καταναγκάζεται πρὸς μικρότητα καὶ μέγεθος καί τιν’ ἄλλον τύπον τῆς μορφῆς οὐ θετέα ταῦτα κατὰ φύσιν. ἡ δ’ ἀεὶ πρὸς τὸ βέλτιστον ὁρμᾷ καὶ τοῦθ’ ὥσπερ ὁμολογούμενόν ἐστιν, ταύτῃ δὲ καὶ τὰ τῆς θεραπείας· ἅμα γὰρ καὶ τελείωσις γίνεται τῆς φύσεως
5ὅταν ὧν ἐλλιπὴς τυγχάνῃ ταῦτα προσλάβῃ διὰ τέχνης οἷον τροφῆς τε ποιότητα καὶ ἀφθονίαν καὶ τῶν ἐμποδιζόντων καὶ τῶν κωλυόντων ἀφαίρεσιν· ἃ παρέχουσι δῆλον ὅτι καὶ οἱ οἰκεῖοι τόποι πρὸς ἕκαστον, ἐν οἷς δή φαμεν
δεῖν θεωρεῖν τὰς φύσεις αὐτῶν.100
Caus Plant
.

1

.

16

.

12

ἀλλ’ ἐκεῖνοι μὲν ἀπὸ τῶν ἔξωθεν μόνον παρέχουσιν οἷον ἀέρος καὶ πνεύματος καὶ ἐδάφους καὶ τροφῆς, ἡ δὲ γεωργία καὶ ἐν αὐτοῖς μετακινεῖ καὶ μετατίθησιν· ὥστ’ εἴπερ καὶ ἐκεῖνά γε προσαπαιτεῖ πρὸς τὸ βέλτιον καὶ ταῦτα προσδέχοιτ’ ἂν ὡς ἂν οἰκεῖα· προσαπαιτεῖν δ’ αὐτὴν καὶ ζητεῖν
5εὔλογον ἄλλως τε καὶ ἐκ τούτων ἠρτημένην καὶ ἐν τούτοις ἔχουσαν τὰς ἀρχάς· ἐπεὶ κἀκεῖνο τοῖς αὐτομάτοις ἄτοπον συμβαίνει καὶ ὥσπερ παρὰ φύσιν τὸ ἐκ τῶν σπερμάτων χείρω γίνεσθαι. καὶ ὅλως μὲν ἐξίστασθαι τοῦ γένους· οὐδὲ γὰρ δὴ τοῦτο κατὰ φύσιν, ἀλλ’ ἀεὶ τὸ ὅμοιον ἀπογεννᾶν.
Caus Plant
.

1

.

16

.

13

αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗταί τε καὶ τοιαῦται, φαίνεται δὲ καὶ ἐκ τῶν προτέρων εἶναι δῆλον ὅτι διαιρετέον τὰς φύσεις ὥσπερ καὶ τὰς πέψεις λέγομεν. τοῖς μὲν γὰρ ἡ αὐτόματος ἡ οἰκειοτέρα, τοῖς δὲ ἡ τῆς θεραπείας καὶ γεωργίας, ἔνια δ’ ἀμφοτέρως. ἐξ ὧν καὶ διαιρετέον ὥσπερ
5καὶ ἡ φύσις διῄρηται ἡμέροις καὶ ἀγρίοις ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς. ἑκατέροις γάρ ἐστι πολλὰ φυσικὰ καὶ οἰκεῖα καὶ πρὸς σωτηρίαν καὶ πρὸς διαμονὴν καὶ πρὸς αὔξησιν καὶ βλάστησιν καὶ πρὸς τὴν τῶν καρπῶν γέννησιν. ἴσως δὲ καὶ ἐν αὐτοῖς τοῖς καρπίμοις πάλιν ἄν τις διέλοι τὰ μὲν εἰς τὸ αὐτόματον ἀφιείς, τὰ δὲ εἰς ἐπιμέλειαν καὶ κατεργασίαν μόνον.
10ἀλλὰ γὰρ τούτων μὲν ἐνταῦθ’ ὁ διορισμός.102
Caus Plant
.

1

.

17

.

1

Περὶ δὲ τῆς πέψεως ὅθεν ὁ λόγος ἐξέβη πάλιν τὰ ἐπίλοιπα λεκτέον. ὡς γὰρ ἐπὶ τὸ πᾶν ὧν μὲν ὁ καρπὸς ὑγρὸς καὶ γυμνὸς ἢ λεπτὸν ἔχων περὶ αὑτὸν κέλυφος ταῦτα μὲν πρωΐκαρπα καθάπερ ἄμπελος καὶ συκῆ, μάλιστα δὲ συκάμινος· αὕτη γὰρ γυμνὸν ἔχει τὸν καρπὸν ὥσθ’ ὅσον ἂν ὁ ἥλιος
5ἐπέλθῃ ταχὺ προηλλοίωσεν, βραχείας δεόμενον θερμότητος· ἅμα δὲ καὶ ἐν αὐτῷ συνεργάζεται δύναμις ἰσχυρὰ καὶ ἀθρόως ἐπιοῦσα καθάπερ καὶ πρὸς τὴν βλάστησιν.
Caus Plant
.

1

.

17

.

2

ἡ γὰρ ὀψιότης ἐποίησεν ἀθροισμόν, ὅθεν αἵ τε βλαστήσεις ἀθρόοι καὶ μετὰ φορᾶς γίνονται νεανικῆς ὥστε καὶ ψόφον ποιεῖν καθάπερ τινές φασι καὶ αἱ πέψεις ταχεῖαι· παρόμοιον γὰρ τὸ συμβαῖνον ὥσπερ καὶ τοῖς σίτοις ὑπὸ τῶν χειμώνων κατεχομένοις· ἀνεθέν‐
5τες γὰρ οὕτω ταχείας ποιοῦνται τὰς αὐξήσεις ὥστε μὴ πολὺ καθυστερεῖν ἢ μὴ κατὰ λόγον τοῖς εὐδιεινοῖς.
Caus Plant
.

1

.

17

.

3

ἡ μὲν οὖν τῆς συκαμίνου διὰ τοῦτο πρώϊος. ὡς δὲ Μενέστωρ φησίν, ἡ μὲν βλάστησις αὐτῆς ὀψία διὰ τὴν ψυχρότητα τοῦ τόπου, ἡ δὲ πέψις ταχεῖα διὰ τὴν ἀσθένειαν. οἱ δὲ τῆς ἀμπέλου καὶ τῆς συκῆς ὀψιαίτεροι, ὅτι καὶ τὰ κελύφη περίκειται καὶ ὑγρότης πλείων καὶ παχυτέρα. καὶ
5τὸ μὲν σῦκον μεῖζον τῷ ὄγκῳ καὶ ἀθροωτέρα πως ἡ πέψις αὐτῶν, οἱ δὲ βότρυες καὶ τῷ πλήθει πλείους ὡς πρὸς τὴν δύναμιν καὶ ἐν τούτοις ἀθρόος ὁ καρπὸς καὶ οὐ διειλημμένος, ἔτι δὲ ὑπόσκιος καὶ οὐχ ὁμοίως ὑπαίθριος καὶ ἡ ὑγρότης πολλή, φύσει γὰρ τὸ δένδρον φίλυδρόν ἐστιν. ἔτι δὲ καὶ ταύτῃ συμβαίνει τὸ μὴ ἀθρόον ἀλλὰ κατὰ μέρος πέττειν, διὸ καὶ πολὺν104
10διαμένει χρόνον καὶ ἐπὶ πλεῖον δὴ τούτοις ἡ ὑγρότης λεπτὴ καὶ ὑδατώδης. ἅπαντα γὰρ τὰ γλυκέα βραχυτέρας ποιεῖ τὰς πεπάνσεις· ἐὰν δὲ δή τις καὶ πρὸς τὰς ἡμετέρας χρείας ποιῇ τὰς ἀφαιρέσεις ἔτι μᾶλλον.
Caus Plant
.

1

.

17

.

4

αὐτῶν μὲν οὖν τούτων σχεδὸν ἐν τούτοις αἱ αἰτίαι τοῦ πρότερον καὶ ὕστερον. οὐ μὴν καθ’ ὅλων τῶν δένδρων ἐστὶ τὸ πρώϊον. πολλαὶ γὰρ διαφοραὶ καὶ ἀμπέλων καὶ συκῶν ὥστ’ ἐνίων πόρρω πάνυ πεπαίνεσθαι, διόπερ ἴσως τὰς καθ’ ὅλου λεκτέον αἰτίας. πρωΐκαρπα μὲν ὅσα μήτε
5κάθυγρα μήτε ψυχρὰ τοῖς ὀποῖς, ἔτι δὲ γυμνὰ ἢ λεπτοῖς ὑμέσι περιεχόμενα καὶ τὴν πέψιν ἔχοντα τῶν χυλῶν ὑδαρῆ καὶ μὴ παχεῖαν.
Caus Plant
.

1

.

17

.

5

ὀψίκαρπα δὲ τὰ ἐναντία τούτων ὅσα κάθυγρα καὶ ψυχρὰ καὶ τοῖς καρποῖς ἢ τοῖς περι‐ καρπίοις ξυλώδη καὶ σκληρὰ καὶ ὧν αἱ περιοχαὶ τοιαῦται καὶ ἅμα πλείους, ἔτι δὲ ὧν οἱ χυλοὶ καὶ πρὸς τὰς πέψεις λιπαροὶ ἢ ἄλλην τινὰ ἔχοντες παρα‐
5πλησίαν δύναμιν. [ἐὰν ξηροί τε καὶ ὀλίγην ἔχοντες ἅμα καὶ τοιαύτην
ὑγρότητα πρὸς τὴν πέψιν.] ἅπαντα γὰρ ταῦτα κωλυτικὰ τῶν πέψεων.106
Caus Plant
.

1

.

17

.

6

ἐκ δὲ τῶν καθ’ ἕκαστα θεωροῦσι σύμφωνος ὁ λόγος τῶν γινομένων. τῶν γὰρ ἀειφύλλων ἅπανθ’ ὡς εἰπεῖν ὀψίκαρπα. ξυλώδεις δὲ οἱ καρποὶ καὶ τὰ περικάρπια καθάπερ πεύκης, πίτυος, κυπαρίττου, τῶν δ’ αὖ ξηροὶ ἢ λιπαροὶ ἢ γλισχρότητά τινα ἔχοντες, ὥσπερ ὁ τῆς κέδρου καὶ τῆς ἰξίας,
5διὸ καὶ οὐκ ὄντες μεγάλοι δυσκατέργαστοι τῷ εἶναι τοιοῦτοι, καὶ ἅμα διὰ τὴν πυκνότητα μικρὰ καὶ ἡ ἐπιρροὴ καὶ ἡ ἐπίσπασις ὅλη.
Caus Plant
.

1

.

17

.

7

τῶν δὲ μὴ ἀειφύλλων ὅσα κάθυγρά τε καὶ ψυχρὰ καὶ ὅσα γεώδη· καὶ γὰρ ἡ ψυχρότης καὶ τὸ πλῆθος δυσέργαστον καὶ τὸ γεῶδες καὶ ἡ ξηρότης ὥσπερ τῶν ἀχράδων καὶ τῶν βαλάνων, ὅσα δὲ κέκραται πρὸς τούτοις καὶ ἐν θερμασίᾳ τυγχάνει καὶ μανὰ ταῦτα καὶ πρωϊβλαστῆ καὶ πρωΐκαρπα
5συμμετρίαν ἔχοντα τῆς μίξεως καὶ ἐν αὑτοῖς καὶ πρὸς τὸ περιέχον.
Caus Plant
.

1

.

17

.

8

χρὴ δὲ λαμβάνειν ἕκαστα ὥσπερ τῶν εἰρημένων ἐὰν μή τις ᾖ κώλυσις. οὐδὲ γὰρ ἓν τούτων κύριον ἐπενεγκεῖν οὔτε πρωϊκαρπίαν οὔτε ὀψικαρπίαν οὐδέ γε πλείω 〈ἢ〉 πάντα, ἐὰν ἕτερ’ ἄττα ἐναντιώτατα. λέγω δ’ οἷον ἔνια γυμνόκαρπα μέν, ὄψια δέ, καθάπερ μῖλαξ καὶ ἄλλ’ ἄττα βοτρυώδη.
5τὰ δὲ πρὸς τῷ ὀψίῳ καὶ κατὰ μέρος πεπαίνεται καθάπερ ὁ βάτος. τούτων γὰρ τὰ μέν, ὅτι ψυχρὰ τῇ φύσει, ὀψίκαρπα καὶ ὀψιβλαστῆ, ὅσα δὲ γυμνὰ καὶ ἀκέλυφα, οὐχ ἱκανὰ περιλαμβανόμενα τῇ ὥρᾳ· τὰ δέ, ὅτι ξηρὰ τῇ φύσει· πᾶν δὲ τὸ ξηρὸν ἰκμάδος δεῖται καὶ πρὸς τροφὴν καὶ πρὸς πέψιν·108
Caus Plant
.

1

.

17

.

9

ὡς δὲ ὁ βλαστὸς ἀμφοτέρων μετέχει τῶν ὡρῶν ἐπὶ πολὺν χρόνον παρεκ‐ τείνων· ἀλλ’ ὥστε τύπῳ εἰπεῖν ταύτας ὑποληπτέον εἶναι τὰς αἰτίας. ἐπεὶ καθ’ ἡλικίαν ὀψικαρπότερα καὶ μὴ κατὰ τὰς ἐνιαυσίους ὥρας οἷον τὰ νέα τῶν φυτῶν διὰ πλῆθος ὑγρότητος καὶ τὸ ὅλον τροφῆς ὀψίκαρπα. τὰ δ’
5αὖ πάλιν ὡς ὀψίφορα πόρρω τῆς ἡλικίας ὄντα καθάπερ τὸ ἐν Αἰγύπτῳ λεγόμενον δένδρον ὃ ἑκατοστῷ ἔτει μυθολογοῦσι φέρειν καρπόν. ἡ δ’ αὖ συκάμινος οὐδὲ πέττειν δύναται δι’ εὐτροφίαν καὶ πλῆθος ὑγρότητος μὴ ἐπικνισθέντων καὶ ἐπαλειφθέντων ἐλαίῳ τῶν καρπῶν. οὐ μόνον δὲ τὸ πλῆθος ὀψικαρπεῖν ποιεῖ τῆς τροφῆς, ἀλλὰ καὶ ἀκαρπεῖν ἔνια, καθάπερ
10ἐπί τε τῶν ἀμπέλων εἴρηται καὶ ἐπὶ τῶν ἀμυγδαλῶν καὶ ὅλως τῶν διατι‐ τραινομένων καὶ τοῖς παττάλοις κολαζομένων.
Caus Plant
.

1

.

17

.

10

ἅπαντα γὰρ ὅταν τοῦτο πάθωσι, τῆς ὑγρότητος ἀπελαθείσης, τὰ μὲν
ἐξ ἀκάρπων κάρπιμα, τὰ δὲ καλλικαρπότερα καὶ ἐγχυλότερα γίνεται. τῆς δὲ ἀμυγδαλῆς ἐάν τις ἐγκόψας τὸν πάτταλον ἀποκαθάρῃ τὴν ἐπιρροὴν τῆς ὑγρότητος ἐπὶ ἔτη δύο ἢ τρία καὶ γλυκεῖαν ἐκ πικρᾶς γίνεσθαί φασιν.110
5δοκεῖ δὲ καὶ ἡ συκῆ ῥιζοτομηθεῖσα καὶ κατασχασθεῖσα εὔφορός τε ἐξ ἀφόρου γίνεσθαι καὶ πολυκαρπεῖν μᾶλλον. σχεδὸν δὲ καὶ 〈τὸ〉 περὶ τὰς ἀμπέλους τὰς τραγώσας ὅμοιόν ἐστιν. καὶ γὰρ τούτων ἀφελεῖν δεῖ καὶ ἀντισπάσαι τὴν εἰς τὴν βλάστησιν ὁρμὴν ὅπως καρποτοκῶσιν.
Caus Plant
.

1

.

18

.

1

Ἐν τῷ αὐτῷ δέ πως γένει τῆς αἰτίας ἐστὶ καὶ τὸ μὴ τὴν ἀρίστην καὶ πίειραν καὶ βαθύγειον ἀρίστην εἶναι τοῖς δένδροις ἀλλὰ τὴν δευτέραν, τῷ δὲ σίτῳ ἐκείνην. ἐν μὲν γὰρ τῇ 〈ἀρίστῃ〉 κατὰ βάθους ἰούσης τῆς ῥίζης καὶ τῆς χώρας εὐτραφοῦς πλείω τῆς συμμέτρου τροφὴν ἐπισπῶνται,
5ἐν δὲ τῇ λεπτογείῳ καὶ μὴ βαθείᾳ τὰς ῥίζας ἀναγκαῖον ἐπιπολαιοτέρας εἶναι καὶ τὴν τροφὴν ἐλάττω καὶ σύμμετρον· ἐπεὶ καὶ ἐν ταῖς ψαφαραῖς καὶ ταῖς πετρώδεσι δύνανται λαμβάνειν ἱκανὴν καθιέντα καὶ βιαζόμενα ταῖς ῥίζαις, ἔτι δὲ καὶ καταψύχειν τὰς ῥίζας ἥ γε πετρώδης δοκεῖ μᾶλλον ὅπερ ἐπιζητεῖ τὰ δένδρα.
Caus Plant
.

1

.

18

.

2

ὁ δὲ σῖτος ἐν μὲν ταῖς ἀγαθαῖς συλλαμβάνει μὲν πλείω διὰ τὸ μὴ κατὰ βάθους εἶναι τὰς ῥίζας· ἐν δὲ ταῖς μοχθηραῖς καὶ καταξηραίνεται
διὰ τὸ μὴ ἔχειν πολλάς· καταψύξεως δὲ δεῖται διὰ τὸ μὴ κατὰ βάθους εἶναι. ὅταν δὲ ἐπομβρίαι γένωνται, οὐ πολὺς ὁ διασῳζόμενος 〈καὶ〉112
5χείρων ἐστίν. ἐπεὶ καὶ οἱ τῶν δένδρων καρποὶ διὰ τὸ κρατεῖσθαι τῷ πλήθει τῆς τροφῆς ἐξίστανται τῶν γενῶν ὥσπερ ἐλέχθη πρότερον.
Caus Plant
.

1

.

18

.

3

ἄτοπον δ’ ἂν δόξειεν τὸ τῶν ὁμογενῶν ἔνια τὰ μὲν εἶναι πρώϊα, τὰ δὲ ὄψια καθάπερ συκαῖ τέ τινες καὶ ἄμπελοι καὶ μηλέαι καὶ ἄπιοι καὶ τἆλλα· τῶν γὰρ ζώων οὐδὲν τοιοῦτον πλὴν κυνός, ἀλλὰ παρισόχρονα κατὰ τὰς κυήσεις καὶ τὰς ἐκτροφάς, ἀλλὰ μόνον παραλάττει ταῖς ὥραις κατὰ
5τοὺς τόπους καὶ μάλιστά γε ξυνανθρωπευόμενα. τάχα μὲν οὖν καὶ αἱ βλαστήσεις ἐνίων ὕστεραι καὶ παραδιδόασι τὸ ἀνάλογον. οὐ μὴν ἀλλ’ ἐφ’ ὧν τοῦτο μέν ἐστιν ἔοικεν ὥσπερ ἐν ὁμωνυμίᾳ γίνεσθαι τὸ ἀπόρημα.
Caus Plant
.

1

.

18

.

4

ἔστι γὰρ εὐθὺ τῇ φύσει καὶ τοῖς ζώοις καὶ τοῖς φυτοῖς ὥσπερ τὰ ἥμερα καὶ τὰ ἄγρια καὶ τὰ πολύκαρπα, τὰ δ’ ὀλιγόκαρπα, τὰ δ’ ὅλως ἄκαρπα. τὸ γὰρ τῶν ἐρινεῶν ἕτερον γένος οὐ δυνάμενον πέττειν οὐδὲ διϊκνεῖσθαι πρὸς τὴν τελείωσιν. ἕτερον δὲ καὶ τὸ τῶν ἀμπέλων τῶν
5μαινομένων καλουμένων, αἳ οὐ μόνον βλαστάνουσιν, ἀλλὰ καὶ πέττουσι καὶ ἀνθοῦσι καὶ βοτρυοῦνται καὶ οὐ δύνανται τελειοῦν. ὡσαύτως δὲ καὶ
τῶν ῥοῶν καὶ εἴ τι ἄλλο μέχρι τοῦ ἄνθους ἀφικνεῖται μόνον. ἐν γὰρ τῇ ἰδίᾳ φύσει τὰς διαφορὰς ἕκαστα τούτων ἔχοντα δικαίως ἕτερ’ ἂν λέγοιντο κατὰ τὸ εἶδος.114
Caus Plant
.

1

.

18

.

5

ὅσα δὲ δύνανται βλαστάνειν καὶ ἀνθεῖν καὶ πεπαίνειν κατ’ ἄλλα καὶ ἄλλα μέρη καθάπερ ἡ μηδικὴ μηλέα ταῦτα μείζω τινὰ ἔχει καὶ ἰδιωτέραν δύναμιν ἐν ἑαυτοῖς εἴπερ ἀεὶ διὰ τέλους τοῦτο δρᾷ· παρόμοιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τῷ ἀέρι πρότερον ἐλέχθη τῷ μαλακῷ καὶ εὐκράτῳ
5καθ’ ὃν ἡ καρποφορία καὶ ἡ βλάστησις· πλὴν ἐκείνων μὲν ὁ ἀὴρ αἴτιος διὸ καὶ πᾶσι κοινόν, ἐνταῦθα δὲ ἡ τοῦ δένδρου φύσις καὶ δύναμις εὔκρατος οὖσα πρὸς ἁπάσας τὰς ὥρας.
Caus Plant
.

1

.

19

.

1

Ἐπεὶ δ’ ἕτερον τὸ περικάρπιον, τοῦτο γὰρ πρὸς τὴν χρῆσιν ἡμῶν, ἀνάγκη μὲν τούτων ὅρον τινὰ καὶ [τὸν] χρόνον εἶναι, τὸν δὲ ὑπερ‐ βάλλοντα λυμαίνεσθαι χειμώνων τε καὶ ὑδάτων καταλαμβανόντων· τῶν δὲ καρπῶν μὴ εἶναι· συγκαταρρέουσι γὰρ τούτοις προεκπηδῶσιν ὥσπερ οἱ
5τῆς πιττώδους πεύκης καὶ ὅλως τῶν κωνοφόρων· προσηρτημένων γὰρ ἔτι τῶν κώνων ἐκπηδᾷ τὰ κάρυα καὶ καταλείπονται κενοί. ταὐτὸ δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν κυπαρίττων, ἀλλ’ ἔνθα μὲν τὸ σπέρμα καρυῶδες, ἔνθα δὲ ὑμενῶδες καὶ ἀμενηνόν.
Caus Plant
.

1

.

19

.

2

ὅσα μὲν οὖν ξυλώδεσιν ἢ δερματικοῖς τισι περιέχεται καθάπερ τά τε
κάρυα καὶ βάλανοι ταῦτα περιστεγόμενα διατηρεῖται πρὸς τὴν τῆς βλασ‐ τήσεως ὥραν. ὧν δὲ σαρκώδη τὰ περικάρπια ταῦτα δὴ σηπομένων καὶ περιρρεόντων αὐτὰ καθ’ αὑτὰ σῴζεται, τὰ μὲν ὄντα ξυλώδη καθάπερ τὸ116
5γίγαρτον καὶ ὁ τοῦ φοίνικος καὶ ὁ τῆς ἐλάας πυρήν, τὰ δὲ ἐν ὑμέσι καὶ χιτῶσι περιεχόμενα πλείοσι, τὰ δὲ καὶ ἀλλήλοις πως συνημμένα καὶ κοινὴν περιοχὴν ἔχοντα καθάπερ καὶ τὰ τῶν ἀπίων καὶ μήλων· ἅπαντα γὰρ ταῦθ’ ὡς εἰπεῖν ἐν μείζοσι περικαρπίοις ἵνα πλείω διαμένῃ χρόνον. τῶν μὲν οὖν καρπῶν αὕτη φυλακὴ καὶ σωτηρία πρὸς τὴν γένεσιν.
Caus Plant
.

1

.

19

.

3

ἡ δὲ τῶν περικαρπίων παραμονὴ ὅρον τινὰ ἔχει καθάπερ ἐλέχθη πρὸς τὴν χρείαν. ἐπεὶ καὶ οἱ χυλοὶ χρονιζόμενοι καὶ ἀνυγραινόμενοι χείρους γίνονται, τῶν δὲ οὐδὲ πλείους [οὐδὲ] ἀπό τινος ὥρας ὥσπερ οὐδὲ τῶν ἐλαῶν ἀπ’ ἀρκτούρου· μέχρι τούτου γὰρ τὸ ἔλαιον ἐγγίνεσθαι δοκεῖ, ἀπὸ δὲ
5τούτου τῆς σαρκὸς ἡ αὔξησις, καὶ ἐάν γε δὴ πλείω ποιῇ ὕδατα καὶ χεῖρον γίνεσθαι τὸ ἔλαιον ἀμόργην λαμβάνον πλείω, πολλάκις δὲ καὶ σηπομένου τοῦ καρποῦ.
Caus Plant
.

1

.

19

.

4

περιμένουσι δὲ 〈τὴν〉 πέπανσιν καὶ οὐκ εὐθὺς ἀφαιροῦσιν ὅτι καὶ ἡ κατεργασία καὶ ἡ ἀφαίρεσις χαλεπωτέρα καὶ ἔτι τὰ δένδρα λυμαίνοιτ’ ἂν ῥαβδιζόμενα. φαίνεται δ’ οὖν εἴπερ τοῦτ’ ἀληθὲς ἡ τοῦ θερμοῦ φύσις
δημιουργεῖν τὸ ἔλαιον καὶ τὴν λιπαρότητα τοῦ χυλοῦ συμμετρίαν ἔχουσα118
5πρὸς τὸ ὑποκείμενον. ἡ δὲ πλείων ὥσπερ ἀλλοτρία καὶ ἐπίθετος πρὸς περιττώματος χώραν οἷον ἀντισπῶσα μᾶλλον εἰς τὴν σάρκα τὴν τοῦ χυλοῦ δύναμιν.
Caus Plant
.

1

.

19

.

5

ὃ καὶ τοῦ θέρους καὶ τοῦ χειμῶνος συμβαίνει γινομένων ὑδάτων ἐκ Διὸς καὶ βρεχομένων τοῖς ναματιαίοις ἐν ὁρμῇ τῆς αὐξήσεως οὔσης. ἐκσαρ‐ κοῦνται γὰρ καὶ ἀπολλύασι τὸ ἔλαιον διὰ τὴν πολυτροφίαν ἂν μὴ μετὰ ταῦτα αἰθρίαι γινόμεναι καταξηράνωσιν, οὕτως δὲ σῴζεται καὶ πληθύει
5μᾶλλον. ὅπερ ἤδη καὶ πρότερον πολλάκις γέγονεν, καὶ τὸ τελευταῖον ἤδη ἐπ’ ἄρχοντος Νικοδώρου, διὸ καὶ ἡ ῥύσις ἐγένετο καλλίων, ἐκ γὰρ τῶν ἡμίσεων ἡ αὐτή. τὰς μὲν πέψεις ὅτι πρὸς τὴν χρείαν τὴν ἡμετέραν εὑρίσκομεν ἐκ τούτων καὶ ἐκ τῶν πρότερον δῆλον ἐν οἷς ὑπὲρ τῶν ἀγρίων εἴπομεν.
Caus Plant
.

1

.

20

.

1

Φέρει δὲ τοὺς καρποὺς τὰ μὲν ἐκ τῶν ἔνων τὰ δὲ ἐκ τῶν νέων βλαστῶν διεστῶτα ταῖς φύσεσιν εὐθὺς κατὰ τὰς κράσεις. ὅσα μὲν ξηρὰ καὶ πυκνὰ καὶ ξυλώδη ταῦτα μὲν ἐκ τῶν ἔνων, ἅτε μικρᾶς καὶ βραχείας οὔσης τῆς ἐπιρροῆς· ἅμα δὲ καὶ ὁ βλαστὸς ἀσθενὴς ὥστε μήτε μετενεγκεῖν δύνασθαι
5μήτε κατασχεῖν ὥσπερ ὁ τῆς ἐλάας. ὅσα δὲ ὑγρὰ καὶ μανὰ καὶ τὸ ὅλον εὐτραφῆ, ταῦτα ἐκ τῶν νέων· ἀθρόα γὰρ ἡ ὁρμὴ καὶ πολλή, διὸ ἄμφω
δύναται ποιεῖν ἅμα τόν τε βλαστὸν καὶ τὸν καρπόν. οὐ μὴν ἀλλὰ καὶ 〈τὰ〉 ἐκ τῶν ἕνων φέροντ’ ἀποβλάστημά τι ποιεῖται μικρὸν καὶ οὐκ εὐθὺς ἐκ τοῦ ξυλώδους ὁ καρπός· οὐδὲ γὰρ οὐδὲ πέφυκεν ἂν μή τι παράλογον.120
Caus Plant
.

1

.

20

.

2

ἰδιωτάτη δὲ καὶ πρὸς τὰ ἄλλα καὶ πρὸς αὐτὰ τὰ ξυλώδη τῶν καρπῶν ἡ γένεσις τοῦ φοίνικος, οὐ τῷ φέρειν ἀπό τινων ἔνων ἢ νέων, ἀλλὰ τῷ κυούμενον πρότερον ὥσπερ τὰ σταχυηρὰ τῶν σπερμάτων ἐκφαίνειν. ἐκ γὰρ τῶν ὁμογενῶν, ἃ καλοῦσί τινες πλοῖα, περιρρηγνυμένων ἐκφαίνεται
5καθάπερ στάχυς ἡ ῥάβδος ἔχουσα πρὸς ἑαυτῇ τὸν καρπόν. αἰτιάσαιτο δ’ ἄν τις τὴν ξηρότητα τοῦ δένδρου καὶ τὴν ὅλην μορφήν· ἐπεὶ γὰρ φυλακῆς οἱ καρποὶ δέονται καὶ ἔξω συνιστάμενοι καὶ ἐξ αὐτῶν προφαινόμενοι τοῖς μὲν ἄλλοις τὰ φύλλα ταῦτα ποιεῖ καθάπερ εἴρηται· τούτου δὲ ἐπείπερ οὐ παρὰ τὸ φύλλον ὁ καρπὸς ἀναγκαῖον ἐν αὐτῷ πως τὴν σύστασιν γενέσθαι
10ὅπως ἰσχύων ἤδη καὶ μεμορφομένος ἀποδοθῇ τῷ ἀέρι. διόπερ ἐν τῷ συγγενεῖ καὶ οἰκείῳ τὴν κύησιν ἐξέτεκεν. ἴσως δὲ εἴπερ ὅμοιον τὸ σταχυοβολεῖν τοῦτο καὶ πλειόνων ἐστὶ καὶ τὴν αἰτίαν κοινήν τινα λεκτέον· ἀλλ’ εἰ ἄρα μόνον τῶν δένδρων τῷ φοίνικι τοῦτο συμβαίνει· τὸ γὰρ ἴδιον ἐν τοῖς ὁμογενέσι
θαυμάζεται· περὶ μὲν οὖν τούτου σκεπτέον.122
Caus Plant
.

1

.

20

.

3

παρενιαυτοφόρα δὲ καὶ οὐκ ἐπετειοφόρα τῶν δένδρων ὡς τύπῳ λαβεῖν τὰ ξηρὰ καὶ ξυλώδη καὶ ὅσα μὴ ἐκ τῶν νέων ἀλλ’ ἐκ τῶν ἔνων φέρει τοὺς καρπούς. οἷον γὰρ προσυλλέξαι δεῖ καὶ προγεννῆσαι τὸ γεννῶν· οὐ δύναται δ’ ἅμα ταῦτα διὰ τὴν πρότερον λεχθεῖσαν αἰτίαν, ὥσπερ τὰ
5εὔχυλα καὶ εὔτροφα· μάλιστα δ’ ἐπιδήλως ἡ ἐλάα τοιοῦτο καὶ γὰρ ἀσθενέ‐ στατον καὶ ἐπικηρότατον καὶ ἅμα ῥαβδιζομένη πονεῖ καὶ κατακοπτομένη τὰς θαλείας· ἐπεὶ ὅσοι γε μὴ οὕτω συλλέγουσιν, ἀλλὰ αὐτομάτως ἀεὶ τὴν ἀπορρέουσαν καὶ ἀποσείοντες ἐπετειοφορεῖν φασι μᾶλλον.
Caus Plant
.

1

.

20

.

4

μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν. ἐν γοῦν τῇ Ὀλυνθίᾳ φασὶν ὡς ἀεί τι καρποφορεῖ, παραλλαγὴν δὲ ποιοῦνται κατὰ τριετίαν. ὅσα δὲ ἰσχυρότερα τῶν ἐκ τῶν ἕνων φερόντων οἵας ἂν ὁ θεὸς ἄγῃ τὰς ὥρας οὕτως καὶ τὰ τῶν καρπῶν ἀποδιδόασιν, ὥσπερ καὶ τὰ ἐκ τῶν νέων καρποφοροῦντα.
5καὶ γὰρ ταῦτα ξυνακολουθεῖ ταῖς ὥραις καὶ τῇ κράσει τοῦ ἀέρος.
Caus Plant
.

1

.

20

.

5

συμβαίνει δέ, ὅταν μὲν εὐβλαστῶσιν ἄγαν, ἀκαρπεῖν μᾶλλον, ὅταν δ’ εὐκαρπῶσιν, ἀβλαστεῖν ὡς οὐ δυναμένης εἰς ἄμφω διήκειν τῆς φύσεως, ἀλλὰ καὶ καταναλισκούσης θάτερον πρὸς θάτερον. ἴδιον δὲ τὸ ἐπὶ τῆς
συκῆς καὶ τῶν λευκῶν ἀμπέλων συμβαῖνον ὥς τινές φασιν· ταῦτα γὰρ124
5ὅταν εὐβλαστῶσι τότε μάλιστα εὐκαρπεῖ, εἰ δὲ τοῦτό ἐστι καὶ τὸ πρότερον εἰρημένον ἀληθές. ἡ γὰρ εὐβλάστεια ἀφαιρεῖται τοὺς καρπούς· γίνεται δὲ τοῦτο μάλιστα χώρας ἀρετῇ καὶ ἰσχύϊ τῶν δένδρων· ἐν γῇ μὲν γὰρ ἀφθόνῳ τάδε ἑλκῦσαι δεινὰ διὰ τὴν ἰσχύν, ὥσπερ ἡ ἀμυγδαλῆ καὶ ἡ ῥόα.
Caus Plant
.

1

.

20

.

6

δῆλον δὲ ὡς ὅσα τὴν φύσιν ἀσθενῆ ταῦθ’ ἥκιστα ὑπερβλαστάνει, ἀλλὰ σύμμετρος αὐτῶν ἡ εὐβλαστία γίνεται πρὸς τὴν καρπογονίαν· δεῖ γὰρ μήθ’ ὑπερβλαστὲς μήτε κακοβλαστὲς εἶναι τὸ καρποτοκῆσον. ἡ δὲ συκῆ καὶ ἡ ἄμπελος ἡ τοιαύτη μάλιστα λαμβάνει τὸ ξύμμετρον διὰ τὴν ἀσθένειαν.
5δεῖ δὲ ἴσως καὶ χώραν εἶναι μὴ ἀγαθήν, ἵνα μηδ’ ἐκ ταύτης ᾖ ὑπερβολή, διόπερ εἰς τὰς νήσους τὰ τοιαῦτα μᾶλλον ξυμβαίνει. κοινὸς δ’ ὁ λόγος περὶ πάντων τῶν ἀσθενῶν. τούτου μὲν οὖν ἐντεῦθεν τὸ αἴτιον ὑπολητέον.
Caus Plant
.

1

.

21

.

1

Ἐν ἅπασι δὲ τοῖς καρποῖς τὸ περικάρπιον πρότερον μᾶλλον ἣ αὐτός γε ὁ καρπὸς καὶ τὸ σπέρμα γίνεται· τοῦτο δ’ οὐ μόνον ὅτι ξυλώδη καὶ πυρηνώδη γίνεται τὰ πολλὰ τῶν σπερμάτων, τὰ δὲ τοιαῦτα συνίσταται βραδύτερον, ἀλλὰ καὶ ὅτι τέλος ὥσπερ ἐλέχθη τὸ σπέρμα, δεῖ δὲ τὸ ἕνεκα
5ἄλλου πρότερον ἢ ἐκεῖνό γε εἶναι· ἐν προϋπάρχοντι γὰρ ἡ τῶν τοιούτων γένεσις. διὸ οὐχ ἅπαντα ἐνίων τὰ περικάρπια σπερμοφόρα καθάπερ τῶν βοτρύων αἱ μικραὶ ῥάγες ὡς οὐκέτι δυναμένης τελειῶσαι τῆς φύσεως ταύτας· γλυκεῖαι δ’ οὐδὲν ἧττον τῶν μεγάλων.126
Caus Plant
.

1

.

21

.

2

ᾗ καὶ δῆλον ὡς ἄρα ῥᾷον ἐκπέψαι τὸ περικάρπιον· ἔοικε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος καὶ τῆς ὥρας συνέψεσθαι τὸ δὲ σπέρμα τῆς φύσεως ἰδιώτερον εἶναι. πρὸς ἡμᾶς δὲ τὰ μὲν 〈ἐν〉 οὐδενί, τὰ δ’ ἐν ἐλάττονι λόγῳ, ἐλάττων γὰρ ἡ χρεία, διὸ καὶ τὰ ἀπύρηνα καὶ τὰ μαλακοπύρηνα
5μάλιστα ζητοῦμεν καὶ ἐφ’ ὅσον δυνάμεθα τοῦτο σπεύδομεν ὥσπερ οἱ τοὺς βότρυς τοὺς ἀγιγάρτους ποιοῦντες. ἡ δὲ φύσις δῆλον ὡς ἀμφοῖν ἀποδιδόναι βούλεται τὸ σύμμετρον.
Caus Plant
.

1

.

21

.

3

ὁπότερος δ’ ἂν πλεονάζῃ θάτερον ἔλαττον· τοῦτο δὲ τῶν μὲν δι’ ὑγρότητα καὶ ἁπλῶς εὐτροφίαν γίνεται· διὸ καὶ τὴν γεωργίαν ἔφαμεν ξυμπονεῖν. τῶν δὲ διὰ ξηρότητα καὶ πυκνότητα καὶ τὸ ὅλον ἀτροφίαν. καὶ πρὸς μὲν τὴν ἑκατέρου
5τελείωσιν καὶ πέψιν, τάχα δὲ καὶ τῶν φυτῶν γένεσιν ὅλως καὶ πρωϊβλα‐ στίαν ἅπαντα τὰ τοιαῦτα τήν τε τοῦ ἀέρος καὶ τοῦ ἡλίου δύναμιν αἰτιατέον καὶ τὰς ἰδίας ἑκάστων φύσεις εἴτ’ οὖν ὑγρότητι καὶ ξηρότητι 〈καὶ πυκ‐ νότητι〉 καὶ μανότητι καὶ τοῖς τοιούτοις διαφερούσας εἴτε θερμότητι καὶ
ψυχρότητι· καὶ γὰρ ταῦτα τῆς φύσεως.128
Caus Plant
.

1

.

21

.

4

τούτων δὲ τὰ μὲν ἄλλα σχεδὸν τῇ αἰσθήσει φανερά· τὸ δὲ θερμὸν καὶ ψυχρὸν ἐπείπερ οὐκ εἰς αἴσθησιν, ἀλλ’ εἰς λόγον ἀνήκει, διαμφισβητεῖται καὶ ἀντιλέγεται καθάπερ τὰ ἄλλα τὰ τῷ λόγῳ κρινόμενα· περὶ ὧν καλῶς ἔχει διωρίσθαι πως, ἄλλως τ’ ἐπεὶ καὶ πολλὰ πρὸς ταύτας ἀνάγεται τὰς
5ἀρχάς. ἀνάγκη δὲ ἐκ τῶν συμβεβηκότων ἅπαντα τὰ τοιαῦτα σκοπεῖν· ἐκ τούτων γὰρ κρίνομεν καὶ θεωροῦμεν τὰς δυνάμεις.
Caus Plant
.

1

.

21

.

5

μία μὲν οὖν αἰτία λέγεται τῶν θερμῶν καὶ ψυχρῶν ἡ εἰς τὸ κάρπιμον ἀνάγουσα καὶ ἄκαρπον ὡς τῶν μὲν θερμῶν καρπίμων ὄντων, καθάπερ καὶ ἐπὶ τῶν ζώων τῶν γονίμων καὶ ἀγόνων καὶ τῶν ζωοτόκων καὶ ὠοτόκων. ἑτέρα δ’ ἡ κατὰ τὰς χώρας θερμὰς ἢ ψυχράς· τὰ γὰρ ἐναντία ἐν ταῖς
5ἐναντίαις δύνασθαι διαμένειν, τὰ μὲν θερμὰ ἐν ταῖς ψυχραῖς, τὰ δὲ ψυχρὰ ἐν ταῖς θερμαῖς. οὕτως γὰρ εὐθὺς καὶ τὴν φύσιν γεννᾶν ὡς ὑπὸ μὲν τοῦ ὁμοίου φθειρομένων διὰ τὴν ὑπερβολήν, ὑπὸ δὲ τοῦ ἐναντίου σῳζομένων οἷον εὐκρασίας τινὸς γινομένης. ὥσπερ καὶ Ἐμπεδοκλῆς λέγει περὶ τῶν ζώων· τὰ γὰρ ὑπέρπυρα τὴν φύσιν ἄγειν εἰς τὸ ὑγρόν.
Caus Plant
.

1

.

21

.

6

συνηκολούθηκε δὲ ταύτῃ τῇ δόξῃ καὶ Μενέστωρ οὐ μόνον ἐπὶ τῶν ζώων, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· θερμότατα γὰρ εἶναί φησι τὰ μάλιστα ἔνυγρα οἷον σχοῖνον κάλαμον κύπειρον, διὸ καὶ ὑπὸ τῶν χειμώνων οὐκ ἐκπήγνυσθαι·
καὶ τῶν ἄλλων ὅσα μάλιστα ἐν τοῖς ψυχροῖς δύνασθαι διαμένειν, οἷον130
5ἐλάτην πεύκην κέδρον ἄρκευθον κιττόν. ἐπὶ τούτου γὰρ οὐδὲ τὴν χίονα τῇ θερμότητι ἐπιμένειν· ἔτι δὲ σκολιὸν εἶναι διὰ τὴν ἐντεριώνην θερμὴν οὖσαν καὶ διαστρέφειν.
Caus Plant
.

1

.

21

.

7

τρίτην δ’ αἰτίαν λέγει τοῦ πρωϊβλαστῆ καὶ πρωΐκαρπα εἶναι· φύσει γὰρ καὶ ὁ ὀπὸς αὐτὸς ὢν θερμὸς καὶ βλαστάνειν πρωῒ ποιεῖ καὶ πέττειν τοὺς καρπούς· σημεῖον δὲ ποιεῖ καὶ τούτου τὸν κιττὸν καὶ ἕτερ’ ἄττα. τετάρτη δ’ ἡ τῶν ἀειφύλλων· διὰ γὰρ θερμότητα καὶ ταῦτα οἴεται διατηρεῖν,
5τὰ δὲ ἐνδείᾳ τούτου φυλλοβολεῖν. προσεπιλέγει δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα σημειούμενος ὅτι τὰ πυρεῖα ἄριστα καὶ κάλλιστα ἐκπυροῦται τὰ ἐκ τῶν ἐνύδρων ὡς τὰ μάλιστα τοῦ πυρὸς ὄντα τάχιστα ἐκπυρούμενα. καὶ τὰ μὲν ὑπὲρ τῆς θερμότητος λεγόμενα σχεδὸν ταῦτ’ ἐστίν.
Caus Plant
.

1

.

22

.

1

Ἔχει δ’ ἀπορίαν εὐθὺς ἐπὶ τοῦ πρώτου λεχθέντος ὡς οὔκ ἐστι τὰ καρπιμώτερα θερμότερα. τὰ γὰρ θήλεα τῶν δένδρων πολὺ καρπιμώτερα μέν, ἧττον δὲ θερμὰ τῶν ἀρρένων ὅπερ ἐκ τῆς τῶν ζώων ὁμοιότητος ληπτέον
καὶ μὴ ὁμωνύμως. ἔτι δὲ οὐδὲ τὰ ζῶα τὰ πολυγονώτερα θερμότερα οὐδὲ132
5ἀνάπαλιν ψυχρότερα τὰ ὀλιγογονώτερα καθάπερ τὰ σαρκοφάγα καὶ λαίμαργα. μόνα γὰρ τῶν θερμῶν δοκεῖ κύων καὶ ὗς πολυτοκεῖν. αὐτῶν δὲ τῶν ὁμογενῶν τὰ ὁμοειδέστερα πολυγονώτερα, καθάπερ ἐπὶ τῶν ὀρνίθων. ἡ γὰρ θερμότης ἐξαύξειν φαίνεται καὶ διαρθροῦν τὰ μέλη καὶ σκληρύνειν.
Caus Plant
.

1

.

22

.

2

ἀλλὰ καὶ εἰς τὴν ζωογονίαν καὶ εἰς τὴν καρποτοκίαν καὶ πέπανσιν συμμετρίας τινὸς δεῖ τοῦ θερμοῦ καὶ οὐχ ὑπερβολῆς, εἴπερ αὕτη μὲν ξηραίνει καὶ πυκνοῖ μᾶλλον. ὥστε ταῦτα μὲν ἐν ἀμφιδόξῳ, προσδεόμενα δέ τινος διορισμοῦ. περὶ δὲ τῶν ἐνύδρων ῥᾴων ἡ ἀμφισβήτησις· οὐ γὰρ οὔτε γεννᾶν
5οὔτε εὖ τρέφειν οὔτε σῴζειν πέφυκε τὸ ἐναντίον, ἀλλὰ τὸ ὅμοιον, ἐπεὶ καὶ Ἐμπεδοκλεῖ πρὸς τοῖς ἄλλοις καὶ τοῦτ’ ἄτοπον, ὅπερ καὶ ἐν ἑτέροις εἴρηται, τὸ γεννήσασαν ἐν τῷ ξηρῷ τὴν φύσιν μεταίρειν εἰς τὸ ὑγρόν· πῶς γὰρ ἂν διέμενεν ἢ πῶς οἷόν τε καὶ διαμένειν ὁντιναοῦν χρόνον εἴπερ ἦν ὅμοια τοῖς νῦν;
Caus Plant
.

1

.

22

.

3

ἔτι δ’ αὐτὸ τὸ συμβαῖνον κατὰ τὴν νῦν γέννησιν ἀποσημαίνει, ἅπαντα γὰρ φαίνεται τὰ ζῶα καὶ τὰ φυτὰ καὶ διαμένοντα καὶ γεννώμενα ἐν τοῖς
οἰκείοις τόποις ὁμοίως ἔνυδρα καὶ χερσαῖα καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά. διὸ καὶ ἀπαθῆ μὲν ὑπὸ τούτων παθητικὰ δ’ ὑπὸ τῶν ἐναντίων ἅτε μεγάλης134
5τῆς μεταβολῆς γινομένης.
Caus Plant
.

1

.

22

.

4

ἀσύμφωνοι δὲ καὶ αἱ δόξαι πρὸς αὑτὰς ὅταν ἅμα τε τὰ ἔνυδρα θερμότερα ᾖ καὶ τὰ καρπιμώτερα· πολλὰ γὰρ ἄκαρπα τῶν ἐνύδρων· καὶ πάλιν ὅταν τά τε πρωϊβλαστῆ καὶ πρωΐκαρπα καὶ τὰ ἀείκαρπα καὶ ἀείφυλλα θερμὰ λέγωσιν· ὀψικαρπότατα γὰρ ὡς εἰπεῖν τὰ ἀείφυλλα. καὶ τὸ ὅλον
5ὥσπερ πρότερον εἴρηται, 〈τὰ〉 πρωϊβλαστῆ καὶ πρωΐκαρπα δι’ ἀσθέ‐ νειαν, ἔνια δὲ καὶ συμπαρακολουθεῖ βλαστάνοντα καὶ ἀνθοῦντα πλείω χρόνον ὥσπερ καὶ ἐν τοῖς ἐπετείοις ὁ ἠριγέρων ἔχων δῆλον ὅτι συμμετρίαν τινὰ κατὰ τὴν ἐπιρροὴν τῆς τροφῆς.
Caus Plant
.

1

.

22

.

5

ὃ δὲ προσεπιλέγει περὶ τῶν πυρείων οὐκ ἄν τις ἴσως φαίη θερμότητος, ἀλλὰ ξηρότητος εἶναι σημεῖον· ἡ γὰρ τρίψις ἐστὶν ἡ ποιοῦσα τὸ πῦρ· σφοδροτέρα δὲ ἐν τούτοις, ᾗ καὶ μᾶλλον ἐξαεροῦν δυναμένη τὸ ὑγρόν. ἀλλὰ δὴ μάλιστα ἐκεῖνα φαίνεται καὶ κατὰ τὴν αἴσθησιν θερμὰ καὶ κατὰ
5λόγον τὰ λιπαρά τε καὶ τὰ δριμέα καὶ εὔοσμα οὕτως ἔχει· πάντα γὰρ
ταῦτα ἐν θερμότητι δοκεῖ εἶναι. διὸ καὶ ξηρά τε ὄντα καὶ ὡς ἐπὶ πᾶν πυκνὰ καὶ ἀσαπῆ καὶ τοὺς χυλοὺς ἔχοντα λιπαροὺς καὶ δριμεῖς· [ὅθεν τέ ἐστι καὶ ἄφρων·] καὶ ἡ πεύκη θερμὴ καὶ εὐπύρωτός ἐστιν· οὐ μὴν μόνα γε ταῦτα, ἀλλὰ καὶ ἄλλα δοκεῖ θερμὰ εἶναι καθάπερ καὶ ἡ φίλυρα καὶ ὅλως136
10ὅσα τὴν τοῦ σιδήρου βαφὴν ἀνίησιν.
Caus Plant
.

1

.

22

.

6

χρὴ δὲ καὶ ταῖς τοιαύταις δυνάμεσιν ἀθρεῖν τὰ θερμὰ καὶ ἐπικρίνειν. οἷον ὅσα κατὰ τὰς προσφορὰς τοῖς σώμασι θερμότητάς τινας ἐμποιεῖ καὶ πέψεις ἢ συντήξεις ἢ καὶ τὸ ὅλον κατὰ τὴν ἁφὴν καὶ τὴν γεῦσιν δια‐ δίδωσι τὴν αἴσθησιν· οὐ γὰρ ἔτι ταῦτα λόγου δεῖται πρὸς τὴν πίστιν,
5ἀλλὰ καὶ ἡ τῶν ἰατρῶν χρεία μαρτυρεῖ καὶ ἡ αἴσθησις· ὡς δ’ ἐπὶ τὸ πᾶν πλείω ταῦτα ἐν τοῖς θερμοῖς ἢ ψυχροῖς ἢ οὐκ ἐλάττω γίνεται· διὸ καὶ πρὸς τὴν ἐν τοῖς ἐναντίοις γένεσιν καὶ τοῦτ’ ἀμφισβητεῖται.
Caus Plant
.

1

.

22

.

7

τὸ μέντοι παρέπεσθαί τινα τροφὴν εἰς τὸ διαμένειν ἐν τοῖς ψυχροῖς ἔνια τῶν θερμῶν τάχ’ ἄν τις συγχωρήσειεν· ἀλλὰ τὰ ποῖα καὶ πῶς τοῦτο πειρατέον διορίζειν, εἰ μὴ ἄρα ἁπλῶς ἰσχύϊ τινὶ μᾶλλον ἢ ῥιζῶν ἢ τῶν ὅλων σωμάτων ἡ διαμονή, καθάπερ καὶ τῆς ἀπίου καὶ τῆς ἀχράδος καὶ
5τῆς ἀμυγδαλῆς, ἃ δὴ καὶ ἥκιστα ἐκπήγνυται. καὶ περὶ μὲν θερμότητος
ἐκ τούτων ληπτέος ὁ διορισμός.138