TLG 0093 001 :: THEOPHRASTUS :: Historia plantarum THEOPHRASTUS Phil. Historia plantarum Citation: Book — chapter — section — (line) | ||
Hist Plant.1t1 | ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ Α | |
Hist Plant.1.1.1 | Τῶν φυτῶν τὰς διαφορὰς καὶ τὴν ἄλλην φύσιν ληπτέον κατά τε τὰ μέρη καὶ τὰ πάθη καὶ τὰς γενέσεις καὶ τοὺς βίους· ἤθη γὰρ καὶ πράξεις οὐκ ἔχουσιν ὥσπερ τὰ ζῶα. εἰσὶ δ’ αἱ μὲν κατὰ | |
5 | τὴν γένεσιν καὶ τὰ πάθη καὶ τοὺς βίους εὐθεωρη‐ τότεραι καὶ ῥᾴους, αἱ δὲ κατὰ τὰ μέρη πλείους ἔχουσι ποικιλίας. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐχ ἱκανῶς ἀφώρισται τὰ ποῖα δεῖ μέρη καὶ μὴ μέρη καλεῖν, ἀλλ’ ἔχει τινὰ ἀπορίαν. | |
---|---|---|
Hist Plant.1.1.2 | Τὸ μὲν οὖν μέρος ἅτε ἐκ τῆς ἰδίας φύσεως ὂν ἀεὶ δοκεῖ διαμένειν ἢ ἁπλῶς ἢ ὅταν γένηται, καθάπερ | |
ἐν τοῖς ζώοις τὰ ὕστερον γενησόμενα, πλὴν εἴ τι διὰ νόσον ἢ γῆρας ἢ πήρωσιν ἀποβάλλεται. τῶν | ||
5 | δ’ ἐν τοῖς φυτοῖς ἔνια τοιαῦτ’ ἐστὶν ὥστ’ ἐπέτειον ἔχειν τὴν οὐσίαν, οἷον ἄνθος βρύον φύλλον καρπός, ἁπλῶς ὅσα πρὸ τῶν καρπῶν ἢ ἅμα γίνεται τοῖς καρποῖς· ἔτι δὲ αὐτὸς ὁ βλαστός· αἰεὶ γὰρ ἐπίφυσιν λαμβάνει τὰ δένδρα κατ’ | |
10 | ἐνιαυτὸν ὁμοίως ἔν τε τοῖς ἄνω καὶ ἐν τοῖς περὶ τὰς ῥίζας· ὥστε, εἰ μέν τις ταῦτα θήσει μέρη, τό τε πλῆθος ἀόριστον ἔσται καὶ οὐδέποτε τὸ αὐτὸ τῶν μορίων· εἰ δ’ αὖ μὴ μέρη, συμβήσεται, δι’ ὧν τέλεια γίνεται καὶ φαίνεται, ταῦτα μὴ εἶναι μέρη· | |
15 | βλαστάνοντα γὰρ καὶ θάλλοντα καὶ καρπὸν ἔχοντα πάντα καλλίω καὶ τελειότερα καὶ δοκεῖ καὶ ἔστιν. αἱ μὲν οὖν ἀπορίαι σχεδόν εἰσιν αὗται. | |
Hist Plant.1.1.3 | Τάχα δὲ οὐχ ὁμοίως ἅπαντα ζητητέον οὔτε ἐν τοῖς ἄλλοις οὔθ’ ὅσα πρὸς τὴν γένεσιν, αὐτά τε τὰ γεννώμενα μέρη θετέον οἷον τοὺς καρπούς. οὐδὲ γὰρ τὰ ἔμβρυα τῶν ζώων. εἰ | |
5 | δὲ ἐν τῇ ὥρᾳ ὄψει τοῦτό γε κάλλιστον, οὐδὲν σημεῖον, ἐπεὶ καὶ τῶν ζώων εὐθενεῖ τὰ κύοντα. Πολλὰ δὲ καὶ τὰ μέρη κατ’ ἐνιαυτὸν ἀπο‐ βάλλει, καθάπερ οἵ τε ἔλαφοι τὰ κέρατα καὶ | |
10 | τὰ φωλεύοντα τὰ πτερὰ καὶ τρίχας τετράποδα· ὥστ’ οὐδὲν ἄτοπον ἄλλως τε καὶ ὅμοιον ὂν τῷ φυλλοβολεῖν τὸ πάθος. Ὡσαύτως δ’ οὐδὲ τὰ πρὸς τὴν γένεσιν· ἐπεὶ καὶ ἐν τοῖς ζώοις τὰ μὲν συνεκτίκτεται τὰ δ’ ἀπο‐ | |
15 | καθαίρεται καθάπερ ἀλλότρια τῆς φύσεως. ἔοικε δὲ παραπλησίως καὶ τὰ περὶ τὴν βλάστησιν ἔχειν. ἡ γάρ τοι βλάστησις γενέσεως χάριν ἐστὶ τῆς τελείας. | |
Hist Plant.1.1.4 | Ὅλως δὲ καθάπερ εἴπομεν οὐδὲ πάντα ὁμοίως καὶ ἐπὶ τῶν ζώων ληπτέον. δι’ ὃ καὶ ὁ ἀριθμὸς ἀόριστος· πανταχῆ γὰρ βλαστητικὸν ἅτε καὶ πανταχῆ ζῶν. ὥστε ταῦτα μὲν οὕτως | |
5 | ὑποληπτέον οὐ μόνον εἰς τὰ νῦν ἀλλὰ καὶ τῶν μελλόντων χάριν· ὅσα γὰρ μὴ οἷόν τε ἀφο‐ μοιοῦν περίεργον τὸ γλίχεσθαι πάντως, ἵνα μὴ καὶ τὴν οἰκείαν ἀποβάλλωμεν θεωρίαν. ἡ δὲ | |
ἱστορία τῶν φυτῶν ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἢ κατὰ | ||
10 | τὰ ἔξω μόρια καὶ τὴν ὅλην μορφὴν ἢ κατὰ τὰ ἐντός, ὥσπερ ἐπὶ τῶν ζώων τὰ ἐκ τῶν ἀνατομῶν. | |
Hist Plant.1.1.5 | Ληπτέον δ’ ἐν αὐτοῖς ποῖά τε πᾶσιν ὑπάρχει ταὐτὰ καὶ ποῖα ἴδια καθ’ ἕκαστον γένος, ἔτι δὲ τῶν αὐτῶν ποῖα ὅμοια· λέγω δ’ οἷον φύλλον ῥίζα φλοιός. οὐ δεῖ δὲ οὐδὲ τοῦτο λανθάνειν εἴ τι κατ’ | |
5 | ἀναλογίαν θεωρητέον, ὥσπερ ἐπὶ τῶν ζώων, τὴν ἀναφορὰν ποιουμένους δῆλον ὅτι πρὸς τὰ ἐμ‐ φερέστατα καὶ τελειότατα. καὶ ἁπλῶς δὲ ὅσα τῶν ἐν φυτοῖς ἀφομοιωτέον τῷ ἐν τοῖς ζώοις, ὡς ἄν τίς τῴ γ’ ἀνάλογον ἀφομοιοῖ. ταῦτα μὲν οὖν | |
10 | διωρίσθω τὸν τρόπον τοῦτον. | |
Hist Plant.1.1.6 | Αἱ δὲ τῶν μερῶν διαφοραὶ σχεδὸν ὡς τύπῳ λαβεῖν εἰσιν ἐν τρισίν, ἢ τῷ τὰ μὲν ἔχειν τὰ δὲ μή, καθάπερ φύλλα καὶ καρπόν, ἢ τῷ μὴ ὅμοια μηδὲ ἴσα, ἢ τρίτον τῷ μὴ ὁμοίως. | |
5 | τούτων δὲ ἡ μὲν ἀνομοιότης ὁρίζεται σχήματι χρώματι πυκνότητι μανότητι τραχύτητι λειότητι καὶ τοῖς ἄλλοις πάθεσιν, ἔτι δὲ ὅσαι διαφοραὶ τῶν χυλῶν. ἡ δὲ ἀνισότης ὑπεροχῇ καὶ ἐλλείψει | |
κατὰ πλῆθος ἢ μέγεθος. ὡς δ’ εἰπεῖν τύπῳ | ||
10 | κἀκεῖνα πάντα καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν· τὸ | |
Hist Plant.1.1.7 | γὰρ μᾶλλον καὶ ἧττον ὑπεροχὴ καὶ ἔλλειψις· τὸ δὲ μὴ ὁμοίως τῇ θέσει διαφέρει· λέγω δ’ οἷον τὸ τοὺς καρποὺς τὰ μὲν ἐπάνω τὰ δ’ ὑποκάτω τῶν φύλλων ἔχειν καὶ αὐτοῦ τοῦ δένδρου τὰ μὲν ἐξ | |
5 | ἄκρου τὰ δὲ ἐκ τῶν πλαγίων, ἔνια δὲ καὶ ἐκ τοῦ στελέχους, οἷον ἡ Αἰγυπτία συκάμινος, καὶ ὅσα δὴ καὶ ὑπὸ γῆς φέρει καρπόν, οἷον ἥ τε ἀραχίδνα καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον οὔϊγγον, καὶ εἰ τὰ μὲν ἔχει μίσχον τὰ δὲ μή. καὶ ἐπὶ τῶν ἀνθέων ὁμοίως· | |
10 | τὰ μὲν γὰρ περὶ αὐτὸν τὸν καρπὸν τὰ δὲ ἄλλως. ὅλως δὲ τὸ τῆς θέσεως ἐν τούτοις καὶ τοῖς φύλλοις καὶ ἐν τοῖς βλαστοῖς ληπτέον. | |
Hist Plant.1.1.8 | Διαφέρει δὲ ἔνια καὶ τῇ τάξει· τὰ μὲν ὡς ἔτυχε, τῆς δ’ ἐλάτης οἱ κλῶνες κατ’ ἀλλήλους ἑκατέρωθεν· τῶν δὲ καὶ οἱ ὄζοι δι’ ἴσου τε καὶ κατ’ ἀριθμὸν ἴσοι, καθάπερ τῶν τριόζων. | |
5 | Ὥστε τὰς μὲν διαφορὰς ἐκ τούτων ληπτέον ἐξ ὧν καὶ ἡ ὅλη μορφὴ συνδηλοῦται καθ’ ἕκαστον. | |
Hist Plant.1.1.9 | Αὐτὰ δὲ τὰ μέρη διαριθμησαμένους πειρατέον περὶ ἑκάστου λέγειν. ἔστι δὲ πρῶτα μὲν καὶ μέγιστα καὶ κοινὰ τῶν πλείστων τάδε, ῥίζα | |
καυλὸς ἀκρεμὼν κλάδος, εἰς ἃ διέλοιτ’ ἄν τις | ||
5 | ὥσπερ εἰς μέλη, καθάπερ ἐπὶ τῶν ζώων. ἕκαστόν τε γὰρ ἀνόμοιον καὶ ἐξ ἁπάντων τούτων τὰ ὅλα. Ἔστι δὲ ῥίζα μὲν δι’ οὗ τὴν τροφὴν ἐπάγεται, καυλὸς δὲ εἰς ὃ φέρεται. καυλὸν δὲ λέγω τὸ ὑπὲρ γῆς πεφυκὸς ἐφ’ ἕν· τοῦτο γὰρ κοινότατον ὁμοίως | |
10 | ἐπετείοις καὶ χρονίοις, ὃ ἐπὶ τῶν δένδρων καλεῖται στέλεχος· ἀκρεμόνας δὲ τοὺς ἀπὸ τούτου σχιζομένους, οὓς ἔνιοι καλοῦσιν ὄζους. κλάδον δὲ τὸ βλάστημα τὸ ἐκ τούτων ἐφ’ ἕν, οἷον μάλιστα τὸ ἐπέτειον. | |
15 | Καὶ ταῦτα μὲν οἰκειότερα τῶν δένδρων. | |
Hist Plant.1.1.10 | ὁ δὲ καυλός, ὥσπερ εἴρηται, κοινότερος· ἔχει δὲ οὐ πάντα οὐδὲ τοῦτον, οἷον ἔνια τῶν ποιω‐ δῶν. τὰ δ’ ἔχει μὲν οὐκ ἀεὶ δὲ ἀλλ’ ἐπέτειον, καὶ ὅσα χρονιώτερα ταῖς ῥίζαις. ὅλως δὲ | |
5 | πολύχουν τὸ φυτὸν καὶ ποικίλον καὶ χαλεπὸν εἰπεῖν καθόλου· σημεῖον δὲ τὸ μηδὲν εἶναι κοινὸν λαβεῖν ὃ πᾶσιν ὑπάρχει, καθάπερ τοῖς ζώοις | |
Hist Plant.1.1.11 | στόμα καὶ κοιλία. τὰ δὲ ἀναλογίᾳ ταὐτὰ τὰ δ’ ἄλλον τρόπον. οὔτε γὰρ ῥίζαν πάντ’ ἔχει οὔτε καυ‐ λὸν οὔτε ἀκρεμόνα οὔτε κλάδον οὔτε φύλλον οὔτε ἄνθος οὔτε καρπὸν οὔτ’ αὖ φλοιὸν ἢ μήτραν ἢ ἶνας ἢ | |
5 | φλέβας, οἷον μύκης ὕδνον· ἐν τούτοις δὲ ἡ οὐσία | |
καὶ ἐν τοῖς τοιούτοις· ἀλλὰ μάλιστα ταῦτα ὑπάρχει, καθάπερ εἴρηται, τοῖς δένδροις κἀκείνων οἰκειότερος ὁ μερισμός. πρὸς ἃ καὶ τὴν ἀναφορὰν τῶν ἄλλων ποιεῖσθαι δίκαιον. | ||
Hist Plant.1.1.12 | Σχεδὸν δὲ καὶ τὰς ἄλλας μορφὰς ἑκάστων ταῦτα διασημαίνει. διαφέρουσι γὰρ πλήθει τῷ τούτων καὶ ὀλιγότητι καὶ πυκνότητι καὶ μανό‐ τητι καὶ τῷ ἐφ’ ἓν ἢ εἰς πλείω σχίζεσθαι καὶ | |
5 | τοῖς ἄλλοις τοῖς ὁμοίοις. ἔστι δὲ ἕκαστον τῶν εἰρημένων οὐχ ὁμοιομερές· λέγω δὲ οὐχ ὁμοιο‐ μερὲς ὅτι ἐκ τῶν αὐτῶν μὲν ὁτιοῦν μέρος σύγ‐ κειται τῆς ῥίζης καὶ τοῦ στελέχους, ἀλλ’ οὐ λέγεται στέλεχος τὸ ληφθὲν ἀλλὰ μόριον, ὡς | |
10 | ἐν τοῖς τῶν ζώων μέλεσίν ἐστιν. ἐκ τῶν αὐτῶν μὲν γὰρ ὁτιοῦν τῆς κνήμης ἢ τοῦ ἀγκῶνος, οὐχ ὁμώνυμον δὲ καθάπερ σὰρξ καὶ ὀστοῦν, ἀλλ’ ἀνώνυμον· οὐδὲ δὴ τῶν ἄλλων οὐδενὸς ὅσα μονο‐ ειδῆ τῶν ὀργανικῶν· ἁπάντων γὰρ τῶν τοιούτων | |
15 | ἀνώνυμα τὰ μέρη. τῶν δὲ πολυειδῶν ὠνομασμένα καθάπερ ποδὸς χειρὸς κεφαλῆς, οἷον δάκτυλος ῥὶς ὀφθαλμός. καὶ τὰ μὲν μέγιστα μέρη σχεδὸν ταῦτά ἐστιν. | |
Hist Plant.1.2.1 | Ἄλλα δὲ ἐξ ὧν ταῦτα φλοιὸς ξύλον μήτρα, ὅσα ἔχει μήτραν. πάντα δ’ ὁμοιομερῆ. καὶ τὰ | |
τούτων δὲ ἔτι πρότερα καὶ ἐξ ὧν ταῦτα, ὑγρὸν ἲς φλὲψ σάρξ· ἀρχαὶ γὰρ αὗται· πλὴν εἴ τις λέγοι | ||
5 | τὰς τῶν στοιχείων δυνάμεις, αὗται δὲ κοιναὶ πάν‐ των. ἡ μὲν οὖν οὐσία καὶ ἡ ὅλη φύσις ἐν τούτοις. Ἄλλα δ’ ἐστὶν ὥσπερ ἐπέτεια μέρη τὰ πρὸς τὴν καρποτοκίαν, οἷον φύλλον ἄνθος μίσχος· τοῦτο δ’ ἐστὶν ᾧ συνήρτηται πρὸς τὸ φυτὸν τὸ | |
10 | φύλλον καὶ ὁ καρπός· ἔτι δὲ [ἕλιξ] βρύον, οἷς ὑπάρχει, καὶ ἐπὶ πᾶσι σπέρμα τὸ τοῦ καρποῦ· καρπὸς δ’ ἐστὶ τὸ συγκείμενον σπέρμα μετὰ τοῦ περικαρπίου. παρὰ δὲ ταῦτα ἐνίων ἴδια ἄττα, καθάπερ ἡ κηκὶς δρυὸς καὶ ἡ ἕλιξ ἀμπέλου. | |
Hist Plant.1.2.2 | Καὶ τοῖς μὲν δένδρεσιν ἔστιν οὕτως διαλαβεῖν. τοῖς δ’ ἐπετείοις δῆλον ὡς ἅπαντα ἐπέτεια· μέχρι γὰρ τῶν καρπῶν ἡ φύσις. ὅσα δὴ ἐπετειό‐ καρπα καὶ ὅσα διετίζει, καθάπερ σέλινον καὶ ἄλλ’ | |
5 | ἄττα, καὶ ὅσα δὲ πλείω χρόνον ἔχει, τούτοις ἅπασι καὶ ὁ καυλὸς ἀκολουθήσει κατὰ λόγον· ὅταν γὰρ σπερμοφορεῖν μέλλωσι, τότε ἐκκαυλοῦ‐ σιν, ὡς ἕνεκα τοῦ σπέρματος ὄντων τῶν καυλῶν. Ταῦτα μὲν οὖν ταύτῃ διῃρήσθω. τῶν δὲ ἄρτι | |
10 | εἰρημένων μερῶν πειρατέον ἕκαστον εἰπεῖν τί ἐστιν ὡς ἐν τύπῳ λέγοντας. | |
Hist Plant.1.2.3 | Τὸ μὲν οὖν ὑγρὸν φανερόν· ὃ δὴ καλοῦσί τινες | |
ἁπλῶς ἐν ἅπασιν ὀπόν, ὥσπερ καὶ Μενέστωρ, οἱ δ’ ἐν μὲν τοῖς ἄλλοις ἀνωνύμως ἐν δέ τισιν ὀπὸν καὶ ἐν ἄλλοις δάκρυον. ἶνες δὲ καὶ φλέβες καθ’ | ||
5 | αὑτὰ μὲν ἀνώνυμα τῇ δὲ ὁμοιότητι μεταλαμβά‐ νουσι τῶν ἐν τοῖς ζώοις μορίων. ἔχει δὲ ἴσως καὶ ἄλλας διαφορὰς καὶ ταῦτα καὶ ὅλως τὸ τῶν φυτῶν γένος· πολύχουν γὰρ ὥσπερ εἰρήκαμεν. ἀλλ’ ἐπεὶ διὰ τῶν γνωριμωτέρων μεταδιώκειν δεῖ | |
10 | τὰ ἀγνώριστα, γνωριμώτερα δὲ τὰ μείζω καὶ ἐμ‐ φανῆ τῇ αἰσθήσει, δῆλον ὅτι καθάπερ ὑφήγηται | |
Hist Plant.1.2.4 | περὶ τούτων λεκτέον· ἐπαναφορὰν γὰρ ἕξομεν τῶν ἄλλων πρὸς ταῦτα μέχρι πόσου καὶ πῶς ἕκαστα μετέχει τῆς ὁμοιότητος. εἰλημμένων δὲ τῶν μερῶν μετὰ ταῦτα ληπτέον τὰς τούτων | |
5 | διαφοράς· οὕτως γὰρ ἅμα καὶ ἡ οὐσία φανερὰ καὶ ἡ ὅλη τῶν γενῶν πρὸς ἄλληλα διάστασις. Ἡ μὲν οὖν τῶν μεγίστων σχεδὸν εἴρηται· λέγω δ’ οἷον ῥίζης καυλοῦ τῶν ἄλλων· αἱ γὰρ δυνάμεις καὶ ὧν χάριν ἕκαστον ὕστερον ῥηθήσονται. ἐξ | |
10 | ὧν γὰρ καὶ ταῦτα καὶ τὰ ἄλλα σύγκειται πειρατέον εἰπεῖν ἀρξαμένους ἀπὸ τῶν πρώτων. Πρῶτα δέ ἐστι τὸ ὑγρὸν καὶ θερμόν· ἅπαν γὰρ φυτὸν ἔχει τινὰ ὑγρότητα καὶ θερμότητα σύμ‐ φυτον ὥσπερ καὶ ζῶον, ὧν ὑπολειπόντων γίνεται | |
15 | γῆρας καὶ φθίσις, τελείως δὲ ὑπολιπόντων θάνα‐ | |
Hist Plant.1.2.5 | τος καὶ αὔανσις. ἐν μὲν οὖν τοῖς πλείστοις ἀνώ‐ νυμος ἡ ὑγρότης, ἐν ἐνίοις δὲ ὠνομασμένη καθάπερ εἴρηται. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ζώων ὑπάρχει· μόνη γὰρ ἡ τῶν ἐναίμων ὑγρότης ὠνόμασται, δι’ | |
5 | ὃ καὶ διῄρηται πρὸς τοῦτο στερήσει· τὰ μὲν γὰρ ἄναιμα τὰ δ’ ἔναιμα λέγεται. ἕν τι μὲν οὖν τοῦτο τὸ μέρος καὶ τὸ τούτῳ συνηρτημένον θερμόν. Ἄλλα δ’ ἤδη ἕτερα τῶν ἐντός, ἃ καθ’ ἑαυτὰ μέν ἐστιν ἀνώνυμα, διὰ δὲ τὴν ὁμοιότητα ἀπεικάζεται | |
10 | τοῖς τῶν ζώων μορίοις. ἔχουσι γὰρ ὥσπερ ἶνας· ὅ ἐστι συνεχὲς καὶ σχιστὸν καὶ ἐπίμηκες, ἀπαρά‐ | |
Hist Plant.1.2.6 | βλαστον δὲ καὶ ἄβλαστον. ἔτι δὲ φλέβας. αὗται δὲ τὰ μὲν ἄλλα εἰσὶν ὅμοιαι τῇ ἰνί, μείζους δὲ καὶ παχύτεραι καὶ παραβλάστας ἔχουσαι καὶ ὑγρό‐ τητα. ἔτι ξύλον καὶ σάρξ. τὰ μὲν γὰρ ἔχει | |
5 | σάρκα τὰ δὲ ξύλον. ἔστι δὲ τὸ μὲν ξύλον σχισ‐ τόν, ἡ δὲ σὰρξ πάντη διαιρεῖται ὥσπερ γῆ καὶ ὅσα γῆς· μεταξὺ δὲ γίνεται ἰνὸς καὶ φλεβός· φανερὰ δὲ ἡ φύσις αὐτῆς ἐν ἄλλοις τε καὶ ἐν τοῖς τῶν περικαρπίων δέρμασι. φλοιὸς δὲ καὶ μήτρα | |
10 | κυρίως μὲν λέγεται, δεῖ δὲ αὐτὰ καὶ τῷ λόγῳ διορίσαι. φλοιὸς μὲν οὖν ἐστι τὸ ἔσχατον καὶ χωριστὸν τοῦ ὑποκειμένου σώματος. μήτρα δὲ τὸ μεταξὺ τοῦ ξύλου, τρίτον ἀπὸ τοῦ φλοιοῦ οἷον | |
ἐν τοῖς ὀστοῖς μυελός. καλοῦσι δέ τινες τοῦτο | ||
15 | καρδίαν, οἱ δ’ ἐντεριώνην· ἔνιοι δὲ τὸ ἐντὸς τῆς μήτρας αὐτῆς καρδίαν, οἱ δὲ μυελόν. Τὰ μὲν οὖν μόρια σχεδόν ἐστι τοσαῦτα. σύγ‐ κειται δὲ τὰ ὕστερον ἐκ τῶν προτέρων· ξύλον μὲν ἐξ ἰνὸς καὶ ὑγροῦ, καὶ ἔνια σαρκός· ξυλοῦται | |
20 | γὰρ σκληρυνομένη, οἷον ἐν τοῖς φοίνιξι καὶ νάρ‐ θηξι καὶ εἴ τι ἄλλο ἐκξυλοῦται, ὥσπερ αἱ τῶν ῥαφανίδων ῥίζαι· μήτρα δὲ ἐξ ὑγροῦ καὶ σαρκός· φλοιὸς δὲ ὁ μέν τις ἐκ πάντων τῶν τριῶν, οἷον ὁ τῆς δρυὸς καὶ αἰγείρου καὶ ἀπίου· ὁ δὲ τῆς ἀμ‐ | |
25 | πέλου ἐξ ὑγροῦ καὶ ἰνός· ὁ δὲ τοῦ φελλοῦ ἐκ σαρκὸς καὶ ὑγροῦ. πάλιν δὲ ἐκ τούτων σύνθετα τὰ μέγιστα καὶ πρῶτα ῥηθέντα καθαπερανεὶ μέλη, πλὴν οὐκ ἐκ τῶν αὐτῶν πάντα οὐδὲ ὡσαύ‐ τως ἀλλὰ διαφόρως. | |
30 | Εἰλημμένων δὲ πάντων τῶν μορίων ὡς εἰπεῖν τὰς τούτων διαφορὰς πειρατέον ἀποδιδόναι καὶ τὰς ὅλων τῶν δένδρων καὶ φυτῶν οὐσίας. | |
Hist Plant.1.3.1 | Ἐπεὶ δὲ συμβαίνει σαφεστέραν εἶναι τὴν μάθησιν διαιρουμένων κατὰ εἴδη, καλῶς ἔχει τοῦτο ποιεῖν ἐφ’ ὧν ἐνδέχεται. πρῶτα δέ ἐστι καὶ μέγιστα καὶ σχεδὸν ὑφ’ ὧν πάντ’ ἢ τὰ | |
5 | πλεῖστα περιέχεται τάδε, δένδρον θάμνος φρύ‐ γανον πόα. | |
Δένδρον μὲν οὖν ἐστι τὸ ἀπὸ ῥίζης μονοστέλεχες πολύκλαδον ὀζωτὸν οὐκ εὐαπόλυτον, οἷον ἐλάα συκῆ ἄμπελος· θάμνος δὲ τὸ ἀπὸ ῥίζης πολύ‐ | ||
10 | κλαδον, οἷον βάτος παλίουρος. φρύγανον δὲ τὸ ἀπὸ ῥίζης πολυστέλεχες καὶ πολύκλαδον οἷον καὶ θύμβρα καὶ πήγανον. πόα δὲ τὸ ἀπὸ ῥίζης φυλλοφόρον προϊὸν ἀστέλεχες, οὗ ὁ καυλὸς σπερ‐ μοφόρος, οἷον ὁ σῖτος καὶ τὰ λάχανα. | |
Hist Plant.1.3.2 | Δεῖ δὲ τοὺς ὅρους οὕτως ἀποδέχεσθαι καὶ λαμ‐ βάνειν ὡς τύπῳ καὶ ἐπὶ τὸ πᾶν λεγομένους· ἔνια γὰρ ἴσως ἐπαλλάττειν δόξειε, τὰ δὲ καὶ παρὰ τὴν ἀγωγὴν ἀλλοιότερα γίνεσθαι καὶ ἐκβαίνειν τῆς | |
5 | φύσεως, οἷον μαλάχη τε εἰς ὕψος ἀναγομένη καὶ ἀποδενδρουμένη· συμβαίνει γὰρ τοῦτο καὶ οὐκ ἐν πολλῷ χρόνῳ ἀλλ’ ἐν ἓξ ἢ ἑπτὰ μησὶν, ὥστε μῆκος καὶ πάχος δορατιαῖον γίνεσθαι, δι’ ὃ καὶ βακτηρίαις αὐταῖς χρώνται, πλείονος δὲ χρό‐ | |
10 | νου γινομένου κατὰ λόγον ἡ ἀπόδοσις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεύτλων· καὶ γὰρ ταῦτα λαμβάνει μέγεθος· ἔτι δὲ μᾶλλον ἄγνοι καὶ ὁ παλίουρος καὶ ὁ κιττός, ὥσθ’ ὁμολογουμένως ταῦτα γίνεται | |
Hist Plant.1.3.3 | δένδρα· καί τοι θαμνώδη γέ ἐστιν. ὁ δὲ μύρρινος μὴ ἀνακαθαιρόμενος ἐκθαμνοῦται καὶ ἡ ἡρακλεω‐ τικὴ καρύα. δοκεῖ δὲ αὕτη γε καὶ τὸν καρπὸν | |
βελτίω καὶ πλείω φέρειν ἐὰν ῥάβδους τις ἐᾷ | ||
5 | πλείους ὡς τῆς φύσεως θαμνώδους οὔσης. οὐ μονοστέλεχες δ’ ἂν δόξειεν οὐδ’ ἡ μηλέα οὐδ’ ἡ ῥοιὰ οὐδ’ ἡ ἄπιος εἶναι, οὐδ’ ὅλως ὅσα παραβλα‐ στητικὰ ἀπὸ τῶν ῥιζῶν ἀλλὰ τῇ ἀγωγῇ τοιαῦτα παραιρουμένων τῶν ἄλλων. ἔνια δὲ καὶ ἐῶσι | |
10 | πολυστελέχη διὰ λεπτότητα, καθάπερ ῥόαν μηλέαν· ἐῶσι δὲ καὶ τὰς ἐλάας κοπάδας καὶ τὰς συκᾶς. | |
Hist Plant.1.3.4 | Τάχα δ’ ἄν τις φαίη καὶ ὅλως μεγέθει καὶ μι‐ κρότητι διαιρετέον εἶναι, τὰ δὲ ἰσχύϊ καὶ ἀσθενείᾳ καὶ πολυχρονιότητι καὶ ὀλιγοχρονιότητι. τῶν τε γὰρ φρυγανωδῶν καὶ λαχανωδῶν ἔνια μονο‐ | |
5 | στελέχη καὶ οἷον δένδρου φύσιν ἔχοντα γίνεται, καθάπερ ῥάφανος πήγανον, ὅθεν καὶ καλοῦσί τινες τὰ τοιαῦτα δενδρολάχανα, τά τε λαχανώδη πάντα ἢ τὰ πλεῖστα ὅταν ἐγκαταμείνῃ λαμβάνει τινὰς ὥσπερ ἀκρεμόνας καὶ γίνεται τὸ ὅλον ἐν | |
10 | σχήματι δενδρώδει πλὴν ὀλιγοχρονιώτερα. | |
Hist Plant.1.3.5 | Διὰ δὴ ταῦτα ὥσπερ λέγομεν οὐκ ἀκριβολογη‐ τέον τῷ ὅρῳ ἀλλὰ τῷ τύπῳ ληπτέον τοὺς ἀφορισμούς· ἐπεὶ καὶ τὰς διαιρέσεις ὁμοίως, οἷον ἡμέρων ἀγρίων, καρποφόρων ἀκάρπων, ἀνθοφόρων | |
5 | ἀνανθῶν, ἀειφύλλων φυλλοβόλων. τὰ μὲν γὰρ ἄγρια καὶ ἥμερα παρὰ τὴν ἀγωγὴν εἶναι δοκεῖ· πᾶν γὰρ καὶ ἄγριον καὶ ἥμερόν φησιν Ἵππων | |
γίνεσθαι τυγχάνον ἢ μὴ τυγχάνον θεραπείας. ἄκαρπα δὲ καὶ κάρπιμα καὶ ἀνθοφόρα καὶ ἀνανθῆ | ||
10 | παρὰ τοὺς τόπους καὶ τὸν ἀέρα τὸν περιέχοντα· τὸν αὐτὸν δὲ τρόπον καὶ φυλλοβόλα καὶ ἀεί‐ φυλλα. περὶ γὰρ Ἐλεφαντίνην οὐδὲ τὰς ἀμπέλους οὐδὲ τὰς συκᾶς φασι φυλλοβολεῖν. | |
Hist Plant.1.3.6 | Ἀλλ’ ὅμως τοιαῦτα διαιρετέον· ἔχει γάρ τι τῆς φύσεως κοινὸν ὁμοίως ἐν δένδροις καὶ θάμνοις καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσιν· ὑπὲρ ὧν καὶ τὰς αἰτίας ὅταν τις λέγῃ περὶ πάντων κοινῇ δῆλον ὅτι | |
5 | λεκτέον οὐχ ὁρίζοντα καθ’ ἕκαστον· εὔλογον δὲ καὶ ταύτας κοινὰς εἶναι πάντων. ἅμα δὲ καὶ φαίνεταί τινα ἔχειν φυσικὴν διαφορὰν εὐθὺς ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων, εἴπερ ἔνια μὴ δύνα‐ ται ζῆν ὥσπερ τὰ γεωργούμενα μηδ’ ὅλως δέχεται | |
10 | θεραπείαν ἀλλὰ χείρω γίνεται, καθάπερ ἐλάτη πεύκη κήλαστρον καὶ ἁπλῶς ὅσα ψυχροὺς τόπους φιλεῖ καὶ χιονώδεις, ὡσαύτως δὲ καὶ τῶν φρυγανι‐ κῶν καὶ ποιωδῶν, οἷον κάππαρις καὶ θέρμος. ἥμερον δὲ καὶ ἄγριον δίκαιον καλεῖν ἀναφέροντα | |
15 | πρός τε ταῦτα καὶ ὅλως πρὸς τὸ ἡμερώτατον· [ὁ δ’ ἄνθρωπος ἢ μόνον ἢ μάλιστα ἥμερον.] | |
Hist Plant.1.4.1 | Φανεραὶ δὲ καὶ κατ’ αὐτὰς τὰς μορφὰς αἱ | |
διαφοραὶ τῶν ὅλων τε καὶ μορίων, οἷον λέγω μέγεθος καὶ μικρότης, σκληρότης μαλακότης, λειότης τραχύτης, φλοιοῦ φύλλων τῶν ἄλλων, | ||
5 | ἁπλῶς εὐμορφία καὶ δυσμορφία τις, ἔτι δὲ καὶ καλλικαρπία καὶ κακοκαρπία. πλείω μὲν γὰρ δοκεῖ τὰ ἄγρια φέρειν, ὥσπερ ἀχρὰς κότινος, καλ‐ λίω δὲ τὰ ἥμερα καὶ τοὺς χυλοὺς δὲ αὐτοὺς γλυκυτέρους καὶ ἡδίους καὶ τὸ ὅλον ὡς εἰπεῖν | |
10 | εὐκράτους μᾶλλον. | |
Hist Plant.1.4.2 | Αὗταί τε δὴ φυσικαί τινες ὥσπερ εἴρηται δια‐ φοραί, καὶ ἔτι δὴ μᾶλλον τῶν ἀκάρπων καὶ καρπο‐ φόρων καὶ φυλλοβόλων καὶ ἀειφύλλων καὶ ὅσα ἄλλα τοιαῦτα. πάντων δὲ ληπτέον ἀεὶ καὶ τὰς | |
5 | κατὰ τοὺς τόπους· οὐ γὰρ οὐδ’ οἷόν τε ἴσως ἄλλως. αἱ δὲ τοιαῦται δόξαιεν ἂν γενικόν τινα ποιεῖν χωρισμόν, οἷον ἐνύδρων καὶ χερσαίων, ὥσπερ ἐπὶ τῶν ζώων. ἔστι γὰρ ἔνια τῶν φυτῶν ἃ οὐ δύναται μὴ ἐν ὑγρῷ ζῆν· διῄρηται δὲ ἄλλο κατ’ | |
10 | ἄλλο γένος τῶν ὑγρῶν, ὥστε τὰ μὲν ἐν τέλμασι τὰ δὲ ἐν λίμναις τὰ δ’ ἐν ποταμοῖς τὰ δὲ καὶ ἐν αὐτῇ τῇ θαλάττῃ φύεσθαι, τὰ μὲν ἐλάττω καὶ ἐν τῇ παρ’ ἡμῖν τὰ δὲ μείζω περὶ τὴν ἐρυθράν. ἔνια δὲ ὡσπερεὶ κάθυγρα καὶ ἕλεια, καθάπερ ἰτέα καὶ | |
15 | πλάτανος, τὰ δὲ οὐκ ἐν ὕδατι δυνάμενα ζῆν οὐδ’ ὅλως ἀλλὰ διώκοντα τοὺς ξηροὺς τόπους· τῶν δ’ | |
ἐλαττόνων ἔστιν ἃ καὶ τοὺς αἰγιαλούς. | ||
Hist Plant.1.4.3 | Οὐ μὴν ἀλλὰ καὶ τούτων εἴ τις ἀκριβολο‐ γεῖσθαι θέλοι, τὰ μὲν ἂν εὕροι κοινὰ καὶ ὥσπερ ἀμφίβια, καθάπερ μυρίκην ἰτέαν κλήθραν, τὰ δὲ καὶ τῶν ὁμολογουμένων χερσαίων πεφυκότα ποτὲ | |
5 | ἐν τῇ θαλάττῃ βιοῦν, φοίνικα σκίλλαν ἀνθέρικον. ἀλλὰ τὰ τοιαῦτα καὶ ὅλως τὸ οὕτω σκοπεῖν οὐκ οἰκείως ἐστὶ σκοπεῖν· οὐδὲ γὰρ οὐδ’ ἡ φύσις οὕ‐ τως οὐδ’ ἐν τοῖς τοιούτοις ἔχει τὸ ἀναγκαῖον. τὰς μὲν οὖν διαιρέσεις καὶ ὅλως τὴν ἱστορίαν τῶν φυ‐ | |
10 | τῶν οὕτω ληπτέον. [ἅπαντα δ’ οὖν καὶ ταῦτα καὶ τὰ ἄλλα διοίσει καθάπερ εἴρηται ταῖς τε τῶν ὅλων μορφαῖς καὶ ταῖς τῶν μορίων διαφοραῖς, ἢ τῷ ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῷ πλείω τὰ δ’ ἐλάττω, ἢ τῷ ἀνομοίως ἢ ὅσοι τρόποι διῄρηνται | |
Hist Plant.1.4.4 | πρότερον. οἰκεῖον δὲ ἴσως καὶ τοὺς τόπους συμ‐ παραλαμβάνειν ἐν οἷς ἕκαστα πέφυκεν ἢ μὴ πέφυκε γίνεσθαι. μεγάλη γὰρ καὶ αὕτη διαφορὰ καὶ οὐχ ἥκιστα οἰκεία τῶν φυτῶν διὰ τὸ συνηρ‐ | |
5 | τῆσθαι τῇ γῇ καὶ μὴ ἀπολελύσθαι καθάπερ τὰ ζῶα.] | |
Hist Plant.1.5.1 | Πειρατέον δ’ εἰπεῖν τὰς κατὰ μέρος δια‐ | |
φορὰς ὡς ἂν καθόλου λέγοντας πρῶτον καὶ κοινῶς, εἶτα καθ’ ἕκαστον, ὕστερον ἐπὶ πλεῖον ὥσπερ ἀναθεωροῦντας. | ||
5 | Ἔστι δὲ τὰ μὲν ὀρθοφυῆ καὶ μακροστελέχη καθάπερ ἐλάτη πεύκη κυπάριττος, τὰ δὲ σκο‐ λιώτερα καὶ βραχυστελέχη οἷον ἰτέα συκῆ ῥοιά, καὶ κατὰ πάχος δὲ καὶ λεπτότητα ὁμοίως. καὶ πάλιν τὰ μὲν μονοστελέχη τὰ δὲ πολυ‐ | |
10 | στελέχη· τοῦτο δὲ ταὐτὸ τρόπον τινὰ καὶ τῷ παραβλαστητικὰ ἢ ἀπαράβλαστα εἶναι· καὶ πολυκλαδῆ καὶ ὀλιγόκλαδα καθάπερ ὁ φοῖνιξ, καὶ ἐν αὐτοῖς τούτοις ἔτι κατὰ ἰσχὺν ἢ πάχος ἢ | |
Hist Plant.1.5.2 | τὰς τοιαύτας διαφοράς. πάλιν τὰ μὲν λεπτό‐ φλοια, καθάπερ δάφνη φίλυρα, τὰ δὲ παχύφλοια, καθάπερ δρῦς. ἔτι τὰ μὲν λειόφλοια, καθάπερ μηλέα συκῆ, τὰ δὲ τραχύφλοια, καθάπερ ἀγρία | |
5 | δρῦς φελλὸς φοῖνιξ. πάντα δὲ νέα μὲν ὄντα λειοφλοιότερα, ἀπογηράσκοντα δὲ τραχυφλοιό‐ τερα, ἔνια δὲ καὶ ῥηξίφλοια, καθάπερ ἄμπελος, τὰ δὲ καὶ ὡς περιπίπτειν, οἷον ἀνδράχλη μηλέα κόμαρος. ἔστι δὲ καὶ τῶν μὲν σαρκώδης ὁ φλοιός, | |
10 | οἷον φελλοῦ δρυὸς αἰγείρου· τῶν δὲ ἰνώδης καὶ ἄσαρκος ὁμοίως δένδρων καὶ θάμνων καὶ ἐπετείων, οἷον ἀμπέλου καλάμου πυροῦ. καὶ τῶν μὲν πολύλοπος, οἷον φιλύρας ἐλάτης ἀμπέλου λινο‐ | |
σπάρτου κρομύων, τῶν δὲ μονόλοπος, οἷον συκῆς | ||
15 | καλάμου αἴρας. κατὰ μὲν δὴ τοὺς φλοιοὺς ἐν τούτοις αἱ διαφοραί. | |
Hist Plant.1.5.3 | Τῶν δὲ ξύλων αὐτῶν καὶ ὅλως τῶν καυλῶν οἱ μέν εἰσι σαρκώδεις, οἷον δρυὸς συκῆς, καὶ τῶν ἐλαττόνων ῥάμνου τεύτλου κωνείου· οἱ δὲ ἄσαρκοι, καθάπερ κέδρου λωτοῦ κυπαρίττου. καὶ οἱ μὲν | |
5 | ἰνώδεις· τὰ γὰρ τῆς ἐλάτης καὶ τοῦ φοίνικος ξύλα τοιαῦτα· τὰ δὲ ἄϊνα, καθάπερ τῆς συκῆς. ὡσαύ‐ τως δὲ καὶ τὰ μὲν φλεβώδη τὰ δ’ ἄφλεβα. περὶ δὲ τὰ φρυγανικὰ καὶ θαμνώδη καὶ ὅλως τὰ ὑλή‐ ματα καὶ ἄλλας τις ἂν λάβοι διαφοράς· ὁ μὲν | |
10 | γὰρ κάλαμος γονατῶδες, ὁ δὲ βάτος καὶ ὁ παλίουρος ἀκανθώδη. ἡ δὲ τύφη καὶ ἔνια τῶν ἑλείων ἢ λιμναίων ὁμοίως ἀδιάφρακτα καὶ ὁμαλῆ, καθάπερ σχοῖνος. ὁ δὲ τοῦ κυπείρου καὶ βουτό‐ μου καυλὸς ὁμαλότητά τινα ἔχει παρὰ τούτους· | |
15 | ἔτι δὲ μᾶλλον ἴσως ὁ τοῦ μύκητος. | |
Hist Plant.1.5.4 | Αὗται μὲν δὴ δόξαιεν ἂν ἐξ ὧν ἡ σύνθεσις. αἱ δὲ κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις οἷον σκλη‐ ρότης μαλακότης γλισχρότης κραυρότης 〈πυκνό‐ τησ〉 μανότης κουφότης βαρύτης καὶ ὅσα ἄλλα | |
5 | τοιαῦτα· ἡ μὲν γὰρ ἰτέα καὶ χλωρὸν εὐθὺ κοῦφον, ὥσπερ ὁ φελλός, ἡ δὲ πύξος καὶ ἡ ἔβενος οὐδὲ | |
αὐανθέντα. καὶ τὰ μὲν σχίζεται, καθάπερ τὰ τῆς ἐλάτης, τὰ δὲ εὔθραυστα μᾶλλον, οἷον τὰ τῆς ἐλάας. καὶ τὰ μὲν ἄοζα, οἷον τὰ τῆς ἀκτῆς. τὰ δὲ | ||
10 | ὀζώδη, οἷον τὰ τῆς πεύκης καὶ ἐλάτης. | |
Hist Plant.1.5.5 | Δεῖ δὲ καὶ τὰς τοιαύτας ὑπολαμβάνειν τῆς φύσεως. εὔσχιστον μὲν γὰρ ἡ ἐλάτη τῷ εὐθυ‐ πορεῖν, εὔθραυστον δὲ ἡ ἐλάα διὰ τὸ σκολιὸν καὶ σκληρόν. εὔκαμπτον δὲ ἡ φίλυρα καὶ ὅσα ἄλλα | |
5 | διὰ τὸ γλίσχραν ἔχειν τὴν ὑγρότητα. βαρὺ δὲ ἡ μὲν πύξος καὶ ἡ ἔβενος ὅτι πυκνά, ἡ δὲ δρῦς ὅτι γεῶδες. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα πρὸς τὴν φύσιν πως ἀνάγεται. | |
Hist Plant.1.6.1 | Διαφέρουσι δὲ καὶ ταῖς μήτραις· πρῶτον μὲν εἰ ἔνια ἔχει ἢ μὴ ἔχει, καθάπερ τινές φασιν ἄλλα τε καὶ τὴν ἀκτήν· ἔπειτα καὶ ἐν αὐτοῖς τοῖς ἔχουσι· τῶν μὲν γάρ ἐστι σαρκώδης τῶν | |
5 | δὲ ξυλώδης τῶν δὲ ὑμενώδης. καὶ σαρκώδης μὲν οἷον ἀμπέλου συκῆς μηλέας ῥοιᾶς ἀκτῆς νάρθηκος. ξυλώδης δὲ πίτυος ἐλάτης πεύκης, καὶ μάλιστα αὕτη διὰ τὸ ἔνδᾳδος εἶναι. τούτων δ’ ἔτι σκληρότεραι καὶ πυκνότεραι κρανείας | |
10 | πρίνου δρυὸς κυτίσου συκαμίνου ἐβένου λωτοῦ. | |
Hist Plant.1.6.2 | Διαφέρουσι δὲ αὐταὶ καὶ τοῖς χρώμασι· μέλαιναι γὰρ τῆς ἐβένου καὶ τῆς δρυός, ἣν καλοῦσι | |
μελάνδρυον. ἅπασαι δὲ σκληρότεραι καὶ κραυρό‐ τεραι τῶν ξύλων· δι’ ὃ καὶ οὐχ ὑπομένουσι | ||
5 | καμπήν. μανότεραι δὲ αἱ μὲν αἱ δ’ οὔ. ὑμενώ‐ δεις δ’ ἐν μὲν τοῖς δένδροις οὐκ εἰσὶν ἢ σπάνιοι, ἐν δὲ τοῖς θαμνώδεσι καὶ ὅλως τοῖς ὑλήμασιν οἷον καλάμῳ τε καὶ νάρθηκι καὶ τοῖς τοιούτοις εἰσίν. ἔχει δὲ τὴν μήτραν τὰ μὲν μεγάλην καὶ | |
10 | φανεράν, ὡς πρῖνος δρῦς καὶ τἆλλα προειρη‐ μένα, τὰ δ’ ἀφανεστέραν, οἷον ἐλάα πύξος· οὐ γὰρ ἔστιν ἀφωρισμένην οὕτω λαβεῖν, ἀλλὰ καί φασί τινες οὐ κατὰ τὸ μέσον ἀλλὰ κατὰ τὸ πᾶν ἔχειν· ὥστε μὴ εἶναι τόπον ὡρισμένον· δι’ ὃ καὶ | |
15 | ἔνια οὐδ’ ἂν δόξειεν ὅλως ἔχειν· ἐπεὶ καὶ τοῦ φοίνικος οὐδεμία φαίνεται διαφορὰ κατ’ οὐδέν. | |
Hist Plant.1.6.3 | Διαφέρουσι δὲ καὶ ταῖς ῥίζαις. τὰ μὲν γὰρ πολύρριζα καὶ μακρόρριζα, καθάπερ συκῆ δρῦς πλάτανος· ἐὰν γὰρ ἔχωσι τόπον, ἐφ’ ὁσονοῦν προέρχονται. τὰ δὲ ὀλιγόρριζα, καθάπερ ῥοιὰ | |
5 | μηλέα· τὰ δὲ μονόρριζα, καθάπερ ἐλάτη πεύκη· μονόρριζα δὲ οὕτως, ὅτι μίαν μεγάλην τὴν εἰς βάθος ἔχει μικρὰς δὲ ἀπὸ ταύτης πλείους. ἔχουσι δὲ καὶ τῶν μὴ μονορρίζων ἔνια τὴν ἐκ τοῦ μέσου μεγίστην καὶ κατὰ βάθους, ὥσπερ ἀμυγδαλῆ· | |
10 | ἐλάα δὲ μικρὰν ταύτην τὰς δὲ ἄλλας μείζους καὶ ὡς κεκαρκινωμένας. ἔτι δὲ τῶν μὲν παχεῖαι μᾶλλον τῶν δὲ ἀνωμαλεῖς, καθάπερ δάφνης ἐλάας· | |
Hist Plant.1.6.4 | τῶν δὲ πᾶσαι λεπταί, καθάπερ ἀμπέλου. δια‐ φέρουσι δὲ καὶ λειότητι καὶ τραχύτητι καὶ πυκνό‐ | |
τητι. πάντων γὰρ αἱ ῥίζαι μανότεραι τῶν ἄνω, πυκνότεραι δὲ ἄλλαι ἄλλων καὶ ξυλωδέστεραι· | ||
5 | καὶ αἱ μὲν ἰνώδεις, ὡς αἱ τῆς ἐλάτης, αἱ δὲ σαρκ‐ ώδεις μᾶλλον, ὥσπερ αἱ τῆς δρυός, αἱ δὲ οἷον ὀζώδεις καὶ θυσανώδεις, ὥσπερ αἱ τῆς ἐλάας· τοῦτο δὲ ὅτι τὰς λεπτὰς καὶ μικρὰς πολλὰς ἔχουσι καὶ ἀθρόας· ἐπεὶ πᾶσαί γε καὶ ταύτας | |
10 | ἀποφύουσιν ἀπὸ τῶν μεγάλων ἀλλ’ οὐχ ὁμοίως ἀθρόας καὶ πολλάς. Ἔστι δὲ καὶ τὰ μὲν βαθύρριζα, καθάπερ δρῦς, τὰ δ’ ἐπιπολαιόρριζα, καθάπερ ἐλάα ῥοιὰ μηλέα κυπάριττος. ἔτι δὲ αἱ μὲν εὐθεῖαι καὶ ὁμαλεῖς, | |
15 | αἱ δὲ σκολιαὶ καὶ παραλλάττουσαι· τοῦτο γὰρ οὐ μόνον συμβαίνει διὰ τοὺς τόπους τῷ μὴ εὐοδεῖν ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐστιν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλάας· ἡ δὲ συκῆ καὶ τὰ τοιαῦτα σκολιοῦται διὰ τὸ μὴ εὐοδεῖν. | |
Hist Plant.1.6.5 | Ἅπασαι δ’ ἔμμητροι καθάπερ καὶ τὰ στελέχη καὶ οἱ ἀκρεμόνες· καὶ εὔλογον ἀπὸ τῆς ἀρχῆς. εἰσὶ δὲ καὶ αἱ μὲν παραβλαστητικαὶ εἰς τὸ ἄνω, καθάπερ ἀμπέλου ῥόας, αἱ δὲ ἀπαράβλαστοι, | |
5 | καθάπερ ἐλάτης κυπαρίττου πεύκης. αἱ αὐταὶ δὲ διαφοραὶ καὶ τῶν φρυγανικῶν καὶ τῶν ποιωδῶν καὶ τῶν ἄλλων· πλὴν εἰ ὅλως ἔνια μὴ ἔχει, καθάπερ ὕδνον μύκης πέζις κεραύνιον. τὰ μὲν πολύρριζα καθάπερ πυρὸς τίφη κριθή, πᾶν τὸ | |
10 | τοιοῦτο, καθάπερ εἰκαζούσαις· τὰ δ’ ὀλιγόρριζα | |
Hist Plant.1.6.6 | καθάπερ τὰ χεδροπά. σχεδὸν δὲ καὶ τῶν λαχαν‐ | |
ωδῶν τὰ πλεῖστα μονόρριζα, οἷον ῥάφανος τεῦτλον σέλινον λάπαθος· πλὴν ἔνια καὶ ἀπο‐ φυάδας ἔχει μεγάλας, οἷον τὸ σέλινον καὶ τὸ | ||
5 | τεῦτλον· καὶ ὡς ἂν κατὰ λόγον ταῦτα βαθυρριζ‐ ότερα τῶν δένδρων. εἰσὶ δὲ τῶν μὲν σαρκώδεις, καθάπερ ῥαφανίδος γογγυλίδος ἄρου κρόκου· τῶν δὲ ξυλώδεις, οἷον εὐζώμου ὠκίμου· καὶ τῶν ἀγρίων δὲ τῶν πλείστων, ὅσων μὴ εὐθὺς πλείους | |
10 | καὶ σχιζόμεναι, καθάπερ πυροῦ κριθῆς καὶ τῆς καλουμένης πόας. αὕτη γὰρ ἐν τοῖς ἐπετείοις καὶ ἐν τοῖς ποιώδεσιν ἡ διαφορὰ τῶν ῥιζῶν ὥστε τὰς μὲν εὐθὺς σχίζεσθαι πλείους οὔσας καὶ ὁμαλεῖς, τῶν δὲ ἄλλων μίαν ἢ δύο τὰς μεγίστας καὶ ἄλλας | |
15 | ἀπὸ τούτων. | |
Hist Plant.1.6.7 | Ὅλως δὲ πλείους αἱ διαφοραὶ τῶν ῥιζῶν ἐν τοῖς ὑλήμασι καὶ λαχανώδεσιν· εἰσὶ γὰρ αἱ μὲν ξυλώδεις, ὥσπερ αἱ τοῦ ὠκίμου· αἱ δὲ σαρκώδεις, ὥσπερ αἱ τοῦ τεύτλου καὶ ἔτι δὴ μᾶλλον τοῦ | |
5 | ἄρου καὶ ἀσφοδέλου καὶ κρόκου· αἱ δὲ ὥσπερ ἐκ φλοιοῦ καὶ σαρκός, ὥσπερ αἱ τῶν ῥαφανίδων καὶ γογγυλίδων· αἱ δὲ γονατώδεις, ὥσπερ αἱ τῶν καλά‐ μων καὶ ἀγρώστεων καὶ εἴ τι καλαμῶδες, καὶ μόναι δὴ αὗται ἢ μάλισθ’ ὅμοιαι τοῖς ὑπὲρ γῆς· ὥσπερ | |
10 | γὰρ κάλαμοί εἰσιν ἐρριζωμένοι ταῖς λεπταῖς. αἱ δὲ λεπυρώδεις ἢ φλοιώδεις, οἷον αἵ τε τῆς σκίλλης καὶ τοῦ βολβοῦ καὶ ἔτι κρομύου καὶ τῶν τούτοις ὁμοίων. αἰεὶ γὰρ ἔστι περιαιρεῖν αὐτῶν. | |
Hist Plant.1.6.8 | Πάντα δὲ τὰ τοιαῦτα δοκεῖ καθάπερ δύο γένη ῥιζῶν ἔχειν· τοῖς δὲ καὶ ὅλως τὰ κεφαλοβαρῆ | |
καὶ κατάρριζα πάντα· τήν τε σαρκώδη ταύτην καὶ φλοιώδη, καθάπερ ἡ σκίλλα, καὶ τὰς ἀπὸ | ||
5 | ταύτης ἀποπεφυκυίας· οὐ γὰρ λεπτότητι καὶ παχύ‐ τητι διαφέρουσι μόνον, ὥσπερ αἱ τῶν δένδρων καὶ τῶν λαχάνων, ἀλλ’ ἀλλοῖον ἔχουσι τὸ γένος. ἐκφανεστάτη δ’ ἤδη ἥ τε τοῦ ἄρου καὶ ἡ τοῦ κυ‐ πείρου· ἡ μὲν γὰρ παχεῖα καὶ λεία καὶ σαρκώδης, | |
10 | ἡ δὲ λεπτὴ καὶ ἰνώδης. διόπερ ἀπορήσειεν ἄν τις εἰ ῥίζας τὰς τοιαύτας θετέον· ᾗ μὲν γὰρ κατὰ γῆς δόξαιεν ἄν, ᾗ δὲ ὑπεναντίως ἔχουσι ταῖς ἄλλαις οὐκ ἂν δόξαιεν. ἡ μὲν γὰρ ῥίζα λεπτο‐ τέρα πρὸς τὸ πόρρω καὶ ἀεὶ σύνοξυς· ἡ δὲ τῶν | |
15 | σκιλλῶν καὶ τῶν βολβῶν καὶ τῶν ἄρων ἀνά‐ παλιν. | |
Hist Plant.1.6.9 | Ἔτι δ’ αἱ μὲν ἄλλαι κατὰ τὸ πλάγιον ἀφιᾶσι ῥίζας, αἱ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν οὐκ ἀφιᾶσιν· οὐδὲ τῶν σκορόδων καὶ τῶν κρομύων. ὅλως δέ γε ἐν ταύταις αἱ κατὰ μέσον ἐκ τῆς | |
5 | κεφαλῆς ἠρτημέναι φαίνονται ῥίζαι καὶ τρέφον‐ ται. τοῦτο δ’ ὥσπερ κῦμα ἢ καρπός, ὅθεν καὶ οἱ ἐγγεοτόκα λέγοντες οὐ κακῶς· ἐπὶ δὲ τῶν ἄλλων τοιοῦτο μὲν οὐδέν ἐστιν· ἐπεὶ δὲ πλεῖον ἡ φύσις ἢ κατὰ ῥίζαν ταύτῃ ἀπορίαν ἔχει. τὸ γὰρ δὴ | |
10 | πᾶν λέγειν τὸ κατὰ γῆς ῥίζαν οὐκ ὀρθόν· καὶ γὰρ | |
ἂν ὁ καυλὸς τοῦ βολβοῦ καὶ ὁ τοῦ γηθύου καὶ ὅλως ὅσα κατὰ βάθους ἐστὶν εἴησαν ἂν ῥίζαι, καὶ τὸ ὕδνον δὲ καὶ ὃ καλοῦσί τινες ἀσχίον καὶ τὸ οὔϊγγον καὶ εἴ τι ἄλλο ὑπόγειόν ἐστιν· ὧν | ||
15 | οὐδέν ἐστι ῥίζα· δυνάμει γὰρ δεῖ φυσικῇ διαιρεῖν καὶ οὐ τόπῳ. | |
Hist Plant.1.6.10 | Τάχα δὲ τοῦτο μὲν ὀρθῶς λέγεται, ῥίζα δὲ οὐδὲν ἧττόν ἐστιν· ἀλλὰ διαφορά τις αὕτη τῶν ῥιζῶν, ὥστε τὴν μέν τινα τοιαύτην εἶναι τὴν δὲ τοιαύτην καὶ τρέφεσθαι τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας. καίτοι | |
5 | καὶ αὐταὶ αἱ σαρκώδεις ἐοίκασιν ἕλκειν. τὰς γοῦν τῶν ἄρων πρὸ τοῦ βλαστάνειν στρέφουσι καὶ γίγνονται μείζους κωλυόμεναι διαβῆναι πρὸς τὴν βλάστησιν. ἐπεὶ ὅτι γε πάντων τῶν τοιού‐ των ἡ φύσις ἐπὶ τὸ κάτω μᾶλλον ῥέπει φανερόν· | |
10 | οἱ μὲν γὰρ καυλοὶ καὶ ὅλως τὰ ἄνω βραχέα καὶ ἀσθενῆ, τὰ δὲ κάτω μεγάλα καὶ πολλὰ καὶ ἰσχυρὰ οὐ μόνον ἐπὶ τῶν εἰρημένων ἀλλὰ καὶ ἐπὶ καλάμου καὶ ἀγρώστιδος καὶ ὅλως ὅσα καλαμώδη καὶ τούτοις ὅμοια. καὶ ὅσα δὴ ναρθηκώδη, καὶ | |
15 | τούτων ῥίζαι μεγάλαι καὶ σαρκώδεις. | |
Hist Plant.1.6.11 | Πολλὰ δὲ καὶ τῶν ποιωδῶν ἔχει τοιαύτας ῥίζας, οἷον σπάλαξ κρόκος καὶ τὸ περδίκιον καλούμενον· καὶ γὰρ τοῦτο παχείας τε καὶ πλείους ἔχει τὰς ῥίζας ἢ φύλλα· καλεῖται δὲ περδίκιον διὰ τὸ τοὺς | |
5 | πέρδικας ἐγκυλίεσθαι καὶ ὀρύττειν. ὁμοίως δὲ καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον οὔϊγγον· τὰ μὲν γὰρ φύλλα μεγάλα καὶ ὁ βλαστὸς αὐτοῦ βραχύς, ἡ δὲ ῥίζα μακρὰ καί ἐστιν ὥσπερ ὁ καρπός. διαφέρει τε καὶ ἐσθίεται, καὶ συλλέγουσι δὲ ὅταν | |
Hist Plant.1.6.12 | ὁ ποταμὸς ἀποβῇ στρέφοντες τὰς βώλους. φανε‐ ρώτατα δὲ καὶ πλείστην ἔχοντα πρὸς τὰ ἄλλα διαφορὰν τὸ σίλφιον καὶ ἡ καλουμένη μαγύδαρις· ἀμφοτέρων γὰρ τούτων καὶ ἁπάντων τῶν τοιούτων | |
5 | ἐν ταῖς ῥίζαις μᾶλλον ἡ φύσις. ταῦτα μὲν οὖν ταύτῃ ληπτέα. Ἔνιαι δὲ τῶν ῥιζῶν πλείω δόξαιεν ἂν ἔχειν διαφορὰν παρὰ τὰς εἰρημένας· οἷον αἵ τε τῆς ἀρα‐ χίδνης καὶ τοῦ ὁμοίου τῷ ἀράκῳ· φέρουσι γὰρ | |
10 | ἀμφότεραι καρπὸν οὐκ ἐλάττω τοῦ ἄνω· καὶ μίαν μὲν ῥίζαν τὸ ἀρακῶδες τοῦτο παχεῖαν ἔχει τὴν κατὰ βάθους, τὰς δ’ ἄλλας ἐφ’ ὧν ὁ καρπὸς λεπτοτέρας καὶ ἐπ’ ἄκρῳ [καὶ] σχιζομένας πολ‐ λαχῆ· φιλεῖ δὲ μάλιστα χωρία τὰ ὕφαμμα· φύλ‐ | |
15 | λον δὲ οὐδέτερον ἔχει τούτων οὐδ’ ὅμοια τοῖς φύλλοις, ἀλλ’ ὥσπερ ἀμφίκαρπα μᾶλλόν ἐστιν· ὃ καὶ φαίνεται θαυμάσιον. αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τοσαύτας ἔχουσι διαφοράς. | |
Hist Plant.1.7.1 | Αὐξάνεσθαι δὲ πάντων δοκοῦσιν αἱ ῥίζαι πρότερον τῶν ἄνω· καὶ γὰρ φύεται εἰς βάθος· οὐδεμία δὲ καθήκει πλέον ἢ ὅσον ὁ ἥλιος ἐφικνεῖ‐ | |
ται· τὸ γὰρ θερμὸν τὸ γεννῶν· οὐ μὴν ἀλλὰ | ||
5 | ταῦτα μεγάλα συμβάλλεται πρὸς βαθυρριζίαν καὶ ἔτι μᾶλλον πρὸς μακρορριζίαν, ἡ τῆς χώρας φύσις ἐὰν ᾖ κούφη καὶ μανὴ καὶ εὐδίοδος· ἐν γὰρ ταῖς τοιαύταις πορρωτέρω καὶ μείζους αἱ αὐξή‐ σεις. φανερὸν δὲ ἐπὶ τῶν ἡμερωμάτων· ἔχοντα | |
10 | γὰρ ὕδωρ ὁπουοῦν δίεισιν ὡς εἰπεῖν, ἐπειδὰν ὁ τόπος ᾖ κενὸς καὶ μηδὲν τὸ ἀντιστατοῦν. ἤγουν ἐν τῷ Λυκείῳ ἡ πλάτανος ἡ κατὰ τὸν ὀχετὸν ἔτι νέα οὖσα ἐπὶ τρεῖς καὶ τριάκοντα πήχεις ἀφῆκεν ἔχουσα τόπον τε ἅμα καὶ τροφήν. | |
Hist Plant.1.7.2 | Δόξειε δὲ ὡς εἰπεῖν ἡ συκῆ μακρορριζότατον εἶναι καὶ ὅλως δὲ μᾶλλον τὰ μανὰ καὶ εὐθύρριζα. πάντα δὲ τὰ νεώτερα τῶν παλαιῶν, ἐὰν εἰς ἀκμὴν ἥκωσιν, ἤδη βαθυρριζότερα καὶ μακρορριζότερα. | |
5 | συμφθίνουσι γὰρ καὶ αἱ ῥίζαι τῷ ἄλλῳ σώματι. πάντων δὲ ὁμοίως οἱ χυλοὶ τοῖς φυτοῖς δεινότεροι, τοῖς δὲ ὡς ἐπίπαν· δι’ ὃ καὶ ἐνίων πικραὶ ὧν οἱ καρποὶ γλυκεῖς· αἱ δὲ καὶ φαρμακώδεις· ἔνιαι δ’ εὐώδεις, ὥσπερ αἱ τῆς ἴριδος. | |
Hist Plant.1.7.3 | Ἰδία δὲ ῥίζης φύσις καὶ δύναμις ἡ τῆς Ἰνδικῆς συκῆς· ἀπὸ γὰρ τῶν βλαστῶν ἀφίησι, μέχρι οὗ ἂν συνάψῃ τῇ γῇ καὶ ῥιζωθῇ, καὶ γίνεται περὶ τὸ δένδρον κύκλῳ συνεχὲς τὸ τῶν ῥιζῶν οὐχ ἁπτό‐ | |
5 | μενον τοῦ στελέχους ἀλλ’ ἀφεστηκός. Παραπλήσιον δὲ τούτῳ μᾶλλον δὲ τρόπον τινὰ θαυμασιώτερον εἴ τι ἐκ τῶν φύλλων ἀφίησι ῥίζαν, οἷόν φασι περὶ Ὀποῦντα ποιάριον εἶναι, ὃ καὶ ἐσθίεσθαί ἐστιν ἡδύ. τὸ γὰρ αὖ τῶν θέρμων | |
10 | θαυμαστὸν ἧττον, ὅτι ἂν ἐν ὕλῃ βαθείᾳ σπαρῇ διείρει τὴν ῥίζαν πρὸς τὴν γῆν καὶ βλαστάνει διὰ τὴν ἰσχύν. ἀλλὰ δὴ τὰς μὲν τῶν ῥιζῶν διαφο‐ ρὰς ἐκ τούτων θεωρητέον. | |
Hist Plant.1.8.1 | Τῶν δένδρων τὰς τοιαύτας ἄν τις λάβοι διαφοράς. ἔστι γὰρ τὰ μὲν ὀζώδη τὰ δ’ ἄνοζα καὶ φύσει καὶ τόπῳ κατὰ τὸ μᾶλλον καὶ ἧττον. ἄνοζα δὲ λέγω οὐχ ὥστε μὴ ἔχειν ὅλως—οὐδὲν | |
5 | γὰρ τοιοῦτο δένδρον, ἀλλ’ εἴπερ, ἐπὶ τῶν ἄλλων οἷον σχοῖνος τύφη κύπειρος ὅλως ἐπὶ τῶν λιμνω‐ δῶν—ἀλλ’ ὥστε ὀλίγους ἔχειν. φύσει μὲν οἷον ἀκτὴ δάφνη συκῆ ὅλως πάντα τὰ λειόφλοια καὶ ὅσα κοῖλα καὶ μανά. ὀζῶδες δὲ ἐλάα πεύκη | |
10 | κότινος· τούτων δὲ τὰ μὲν ἐν παλισκίοις καὶ νηνέμοις καὶ ἐφύδροις, τὰ δὲ ἐν εὐηλίοις καὶ χει‐ μερίοις καὶ πνευματώδεσι καὶ λεπτοῖς καὶ ξηροῖς· | |
τὰ μὲν γὰρ ἀνοζότερα, τὰ δὲ ὀζωδέστερα τῶν ὁμογενῶν. ὅλως δὲ ὀζωδέστερα τὰ ὀρεινὰ τῶν | ||
15 | πεδεινῶν καὶ τὰ ξηρὰ τῶν ἑλείων. | |
Hist Plant.1.8.2 | Ἔτι δὲ κατὰ τὴν φυτείαν τὰ μὲν πυκνὰ ἄνοζα καὶ ὀρθά, τὰ δὲ μανὰ ὀζωδέστερα καὶ σκολιώτερα· συμβαίνει γὰρ ὥστε τὰ μὲν ἐν παλισκίῳ εἶναι τὰ δὲ ἐν εὐηλίῳ. καὶ τὰ ἄρρενα δὲ τῶν θηλειῶν | |
5 | ὀζωδέστερα ἐν οἷς ἐστιν ἄμφω, οἷον κυπάριττος ἐλάτη ὀστρυῒς κρανεία· καλοῦσι γὰρ γένος τι θηλυκρανείαν· καὶ τὰ ἄγρια δὲ τῶν ἡμέρων, καὶ ἁπλῶς καὶ τὰ ὑπὸ ταὐτὸ γένος, οἷον κότινος ἐλάας καὶ ἐρινεὸς συκῆς καὶ ἀχρὰς ἀπίου. πάντα | |
10 | γὰρ ταῦτα ὀζωδέστερα· καὶ ὡς ἐπὶ τὸ πολὺ πάντα τὰ πυκνὰ τῶν μανῶν· καὶ γὰρ τὰ ἄρρενα πυκνότερα καὶ τὰ ἄγρια· πλὴν εἴ τι διὰ πυκνό‐ τητα παντελῶς ἄνοζον ἢ ὀλίγοζον, οἷον πύξος λωτός. | |
Hist Plant.1.8.3 | Εἰσὶ δὲ τῶν μὲν ἄτακτοι καὶ ὡς ἔτυχεν οἱ ὄζοι, τῶν δὲ τεταγμένοι καὶ τῷ διαστήματι καὶ τῷ πλήθει καθάπερ εἴρηται· δι’ ὃ καὶ ταξιόζωτα ταῦτα καλοῦσιν. τῶν μὲν γὰρ οἷον δι’ ἴσου τῶν | |
5 | δὲ μεῖζον αἰεὶ τὸ πρὸς τῷ πάχει. καὶ τοῦτο κατὰ λόγον. ὅπερ μάλιστα ἔνδηλον καὶ ἐν τοῖς κοτί‐ νοις καὶ ἐν τοῖς καλάμοις· τὸ γὰρ γόνυ καθάπερ | |
ὄζος. καὶ οἱ μὲν κατ’ ἀλλήλους, ὥσπερ οἱ τῶν κοτίνων, οἱ δ’ ὡς ἔτυχεν. ἔστι δὲ τὰ μὲν δίοζα, τὰ | ||
10 | δὲ τρίοζα, τὰ δὲ πλείους ἔχοντα· ἔνια δὲ πεντάοζά ἐστι. καὶ τῆς μὲν ἐλάτης ὀρθοὶ καὶ οἱ ὄζοι καὶ οἱ | |
Hist Plant.1.8.4 | κλάδοι ὥσπερ ἐμπεπηγότες, τῶν δὲ ἄλλων οὔ. δι’ ὃ καὶ ἰσχυρὸν ἡ ἐλάτη. ἰδιώτατοι δὲ οἱ τῆς μηλέας· ὅμοιοι γὰρ θηρίων προσώποις, εἷς μὲν ὁ μέγιστος ἄλλοι δὲ περὶ αὐτὸν μικροὶ πλείους. | |
5 | εἰσὶ δὲ τῶν ὄζων οἱ μὲν τυφλοί, οἱ δὲ γόνιμοι. λέγω δὲ τυφλοὺς ἀφ’ ὧν μηδεὶς βλαστός. οὗτοι δὲ καὶ φύσει καὶ πηρώσει γίνονται, ὅταν ἢ μὴ λυθῇ καὶ ἐκβιάζηται ἢ καὶ ἀποκοπῇ καὶ οἷον ἐπικαυθεὶς πηρωθῇ· γίνονται δὲ μᾶλλον ἐν τοῖς | |
10 | παχέσι τῶν ἀκρεμόνων, ἐνίων δὲ καὶ ἐν τοῖς στελέχεσιν. ὅλως δὲ καὶ τοῦ στελέχους καὶ τοῦ κλάδου καθ’ ὃ ἂν ἐπικόψῃ ἢ ἐπιτέμῃ τις, ὄζος γίνεται καθαπερανεὶ διαιρῶν τὸ ἓν καὶ ποιῶν ἑτέραν ἀρχήν, εἴτε διὰ τὴν πήρωσιν εἴτε δι’ ἄλλην | |
15 | αἰτίαν· οὐ γὰρ δὴ κατὰ φύσιν τὸ ὑπὸ τῆς πληγῆς. | |
Hist Plant.1.8.5 | Αἰεὶ δὲ ἐν ἅπασιν οἱ κλάδοι φαίνονται πολυο‐ ζότεροι διὰ τὸ μήπω τἀνὰ μέσον προσηυξῆσθαι, καθάπερ καὶ τῆς συκῆς οἱ νεόβλαστοι τραχύ‐ τατοι καὶ τῆς ἀμπέλου τὰ ἄκρα τῶν κλημάτων. | |
5 | ὡς γὰρ ὄζος ἐν τοῖς ἄλλοις οὕτω καὶ ὀφθαλμὸς ἐν ἀμπέλῳ καὶ ἐν καλάμῳ γόνυ ... ἐνίοις δὲ καὶ οἷον κράδαι γίνονται, καθάπερ πτελέᾳ καὶ δρυῒ καὶ μάλιστα ἐν πλατάνῳ· ἐὰν δὲ ἐν τραχέσι καὶ ἀνύδροις καὶ πνευματώδεσι καὶ παντελῶς. | |
10 | πάντως δὲ πρὸς τῇ γῇ καὶ οἷον τῇ κεφαλῇ τοῦ στελέχους ἀπογηρασκόντων τὸ πάθος τοῦτο γίνεται. | |
Hist Plant.1.8.6 | Ἔνια δὲ καὶ ἴσχει τοὺς καλουμένους ὑπό τινων ἢ γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἡ ἐλάα· κυριώ‐ τατον γὰρ ἐπὶ ταύτης τοῦτο τοὔνομα καὶ πάσχειν δοκεῖ μάλιστα τὸ εἰρημένον· καλοῦσι δ’ ἔνιοι | |
5 | τοῦτο πρέμνον οἱ δὲ κροτώνην οἱ δὲ ἄλλο ὄνομα. τοῖς δὲ εὐθέσι καὶ μονορρίζοις καὶ ἀπαραβλά‐ στοις οὐ γίνεται τοῦθ’ ὅλως ἢ ἧττον· [φοῖνιξ δὲ παραβλαστητικόν·] ἡ δὲ ἐλάα καὶ ὁ κότινος καὶ τὰς οὐλότητας ἰδίας ἔχουσι τὰς ἐν τοῖς | |
10 | στελέχεσι. | |
Hist Plant.1.9.1 | Ἔστι μὲν οὖν τὰ μὲν ὡς εἰς μῆκος αὐξη‐ τικὰ μάλιστ’ ἢ μόνον, οἷον ἐλάτη φοῖνιξ κυπά‐ ριττος καὶ ὅλως τὰ μονοστελέχη καὶ ὅσα μὴ πολύρριζα μηδὲ πολύκλαδα· 〈ἡ δὲ φοῖνιξ ἀπαρα‐ | |
5 | βλαστητικόν·〉 τὰ δὲ ὁμοῖα τούτοις ἀνὰ λόγον | |
καὶ εἰς βάθος. ἔνια δ’ εὐθὺς σχίζεται, οἷον ἡ μηλέα· τὰ δὲ πολύκλαδα καὶ μείζω τὸν ὄγκον ἔχει τὸν ἄνω, καθάπερ ῥόα· οὐ μὴν ἀλλ’ οὖν μέγιστά γε συμβάλλεται πρὸς ἕκαστον ἡ ἀγωγὴ | ||
10 | καὶ ὁ τόπος καὶ ἡ τροφή. σημεῖον δ’ ὅτι ταὐτὰ πυκνὰ μὲν ὄντα μακρὰ καὶ λεπτὰ γίνεται, μανὰ δὲ παχύτερα καὶ βραχύτερα· καὶ ἐὰν μὲν εὐθύς τις ἀφιῇ τοὺς ὄζους βραχέα, ἐὰν δὲ ἀνακαθαίρῃ μακρά, καθάπερ ἡ ἄμπελος. | |
Hist Plant.1.9.2 | Ἱκανὸν δὲ κἀκεῖνο πρὸς πίστιν ὅτι καὶ τῶν λαχάνων ἔνια λαμβάνει δένδρου σχῆμα, καθάπερ εἴπομεν τὴν μαλάχην καὶ τὸ τεῦτλον· ἅπαντα δ’ ἐν τοῖς οἰκείοις τόποις εὐαυξῆ ... καὶ τὸ αὐτὸ | |
5 | κάλλιστον. ἐπεὶ καὶ τῶν ὁμογενῶν ἀνοζότερα καὶ μείζω καὶ καλλίω τὰ ἐν τοῖς οἰκείοις, οἷον ἐλάτη ἡ Μακεδονικὴ τῆς Παρνασίας καὶ τῶν ἄλ‐ λων. ἅπαντα δὲ ταῦτα καὶ ὅλως ἡ ὕλη ἡ ἀγρία καλλίων καὶ πλείων τοῦ ὄρους ἐν τοῖς προσβο‐ | |
10 | ρείοις ἢ ἐν τοῖς πρὸς μεσημβρίαν. | |
Hist Plant.1.9.3 | Ἔστι δὲ τὰ μὲν ἀείφυλλα τὰ δὲ φυλλο‐ βόλα. τῶν μὲν ἡμέρων ἀείφυλλα ἐλάα φοῖνιξ δάφνη μύρρινος πεύκης τι γένος κυπάριττος· τῶν δ’ ἀγρίων ἐλάτη πεύκη ἄρκευθος μίλος θυία καὶ | |
5 | ἣν Ἀρκάδες καλοῦσι φελλόδρυν φιλυρέα κέδρος πίτυς ἀγρία μυρίκη πύξος πρῖνος κήλαστρον φιλύκη ὀξυάκανθος ἀφάρκη, ταῦτα δὲ φύεται | |
περὶ τὸν Ὄλυμπον, ἀνδράχλη κόμαρος τέρμινθος ἀγρία δάφνη. δοκεῖ δ’ ἡ ἀνδράχλη καὶ ὁ κόμαρος | ||
10 | τὰ μὲν κάτω φυλλοβολεῖν τὰ δὲ ἔσχατα τῶν ἀκρεμόνων ἀείφυλλα ἔχειν, ἐπιφύειν δὲ ἀεὶ τοὺς ἀκρεμόνας. | |
Hist Plant.1.9.4 | Τῶν μὲν οὖν δένδρων ταῦτα. τῶν δὲ θαμνω‐ δῶν κιττὸς βάτος ῥάμνος κάλαμος κεδρίς· ἔστι γάρ τι μικρὸν ὃ οὐ δενδροῦται. τῶν δὲ φρυγανικῶν καὶ ποιωδῶν πήγανον ῥάφανος ῥοδωνία ἰωνία | |
5 | ἀβρότονον ἀμάρακον ἕρπυλλος ὀρίγανον σέλινον ἱπποσέλινον μήκων καὶ τῶν ἀγρίων εἴδη πλείω. διαμένει δὲ καὶ τούτων ἔνια τοῖς ἄκροις τὰ δὲ ἄλλα ἀποβάλλει οἷον ὀρίγανον σέλινον ... ἐπεὶ καὶ τὸ πήγανον κακοῦται καὶ ἀλλάττεται. | |
Hist Plant.1.9.5 | Πάντα δὲ καὶ τῶν ἄλλων τὰ ἀείφυλλα στενο‐ φυλλότερα καὶ ἔχοντά τινα λιπαρότητα καὶ εὐωδίαν. ἔνια δ’ οὐκ ὄντα τῇ φύσει παρὰ τὸν τόπον ἐστὶν ἀείφυλλα, καθάπερ ἐλέχθη περὶ τῶν | |
5 | ἐν Ἐλεφαντίνῃ καὶ Μέμφει· κατωτέρω δ’ ἐν τῷ Δέλτα μικρὸν πάνυ χρόνον διαλείπει τοῦ μὴ ἀεὶ βλαστάνειν. ἐν Κρήτῃ δὲ λέγεται πλάτανόν τινα εἶναι ἐν τῇ Γορτυναίᾳ πρὸς πηγῇ τινι ἣ οὐ φυλλοβολεῖ· μυθολογοῦσι δὲ ὡς ὑπὸ ταύτῃ | |
10 | ἐμίγη τῇ Εὐρώπῃ ὁ Ζεύς· τὰς δὲ πλησίας πάσας φυλλοβολεῖν. ἐν δὲ Συβάρει δρῦς ἐστιν εὐ‐ | |
σύνοπτος ἐκ τῆς πόλεως ἣ οὐ φυλλοβολεῖ· φασὶ δὲ οὐ βλαστάνειν αὐτὴν ἅμα ταῖς ἄλλαις ἀλλὰ μετὰ Κύνα. λέγεται δὲ καὶ ἐν Κύπρῳ πλάτανος | ||
15 | εἶναι τοιαύτη. | |
Hist Plant.1.9.6 | Φυλλοβολεῖ δὲ πάντα τοῦ μετοπώρου καὶ μετὰ τὸ μετόπωρον, πλὴν τὸ μὲν θᾶττον τὸ δὲ βραδύ‐ τερον ὥστε καὶ τοῦ χειμῶνος ἐπιλαμβάνειν. οὐκ ἀνάλογοι δὲ αἱ φυλλοβολίαι ταῖς βλαστήσεσιν, | |
5 | ὥστε τὰ πρότερον βλαστήσαντα πρότερον φυλ‐ λοβολεῖν, ἀλλ’ ἔνια πρωϊβλαστεῖ μὲν οὐδὲν δὲ προτερεῖ τῶν ἄλλων, ἀλλά τινων καὶ ὑστερεῖ, καθάπερ ἡ ἀμυγδαλῆ. | |
Hist Plant.1.9.7 | Τὰ δὲ ὀψιβλαστεῖ μὲν οὐδὲν δὲ ὡς εἰπεῖν ὑστερεῖ τῶν ἄλλων, ὥσπερ ἡ συκάμινος. δοκεῖ δὲ καὶ ἡ χώρα συμβάλλεσθαι καὶ ὁ τόπος ὁ ἔνικμος πρὸς τὸ διαμένειν. τὰ γὰρ ἐν τοῖς ξηροῖς καὶ | |
5 | ὅλως λεπτογείοις πρότερα φυλλοβολεῖ καὶ τὰ πρεσβύτερα δὲ τῶν νέων. ἔνια δὲ καὶ πρὸ τοῦ πεπᾶναι τὸν καρπὸν ἀποβάλλει τὰ φύλλα, καθά‐ περ αἱ ὄψιαι συκαῖ καὶ ἀχράδες. Τῶν δ’ ἀειφύλλων ἡ ἀποβολὴ καὶ ἡ αὔανσις | |
10 | κατὰ μέρος· οὐ γὰρ δὴ ταὐτὰ αἰεὶ διαμένει, ἀλλὰ τὰ μὲν ἐπιβλαστάνει τὰ δ’ ἀφαυαίνεται. τοῦτο δὲ περὶ τροπὰς μάλιστα γίνεται θερινάς. εἰ δέ τινων καὶ μετ’ Ἀρκτοῦρον ἢ καὶ κατ’ ἄλλην ὥραν ἐπισκεπτέον. καὶ τὰ μὲν περὶ τὴν φυλλο‐ | |
15 | βολίαν οὕτως ἔχει. | |
Hist Plant.1.10.1 | Τὰ δὲ φύλλα τῶν μὲν ἄλλων δένδρων ὅμοια πάντων αὐτὰ ἑαυτοῖς, τῆς δὲ λεύκης καὶ τοῦ κιττοῦ καὶ τοῦ καλουμένου κρότωνος ἀνόμοια καὶ ἑτεροσχήμονα· τὰ μὲν γὰρ νέα περιφερῆ τὰ δὲ | |
5 | παλαιότερα γωνοειδῆ, καὶ εἰς τοῦτο ἡ μετάστασις πάντων. τοῦ δὲ κιττοῦ ἀνάπαλιν νέου μὲν ὄντος ἐγγωνιώτερα πρεσβυτέρου δὲ περιφερέστερα· μετα‐ βάλλει γὰρ καὶ οὗτος. ἴδιον δὲ καὶ τὸ τῇ ἐλάᾳ καὶ τῇ φιλύρᾳ καὶ τῇ πτελέᾳ καὶ τῇ λεύκῃ συμβαῖνον· | |
10 | στρέφειν γὰρ δοκοῦσιν τὰ ὕπτια μετὰ τροπὰς θερι‐ νάς, καὶ τούτῳ γνωρίζουσιν ὅτι γεγένηνται τροπαί. | |
Hist Plant.1.10.2 | πάντα δὲ τὰ φύλλα διαφέρει κατὰ τὰ ὕπτια καὶ τὰ πρανῆ. καὶ τῶν μὲν ἄλλων τὰ ὕπτια ποιωδέστερα καὶ λειότερα· τὰς γὰρ ἶνας καὶ τὰς φλέβας ἐν τοῖς πρανέσιν ἔχουσιν, ὥσπερ ἡ χεὶρ 〈τὰ ἄρθρα〉· | |
5 | τῆς δ’ ἐλάας λευκότερα καὶ ἧττον λεῖα ἐνίοτε καὶ τὰ ὕπτια. πάντα δὴ ἢ τά γε πλεῖστα ἐκφανῆ ἔχει τὰ ὕπτια καὶ ταῦτα γίνεται τῷ ἡλίῳ φανερά. καὶ στρέφεται τὰ πολλὰ πρὸς τὸν ἥλιον· δι’ ὃ καὶ οὐ ῥᾴδιον εἰπεῖν ὁπότερον πρὸς τῷ κλῶνι μᾶλλόν | |
10 | ἐστιν· ἡ μὲν γὰρ ὑπτιότης μᾶλλον δοκεῖ ποιεῖν τὸ πρανές, ἡ δὲ φύσις οὐχ ἧττον βούλεται τὸ ὕπτιον, | |
ἄλλως τε καὶ ἡ ἀνάκλασις διὰ τὸν ἥλιον· ἴδοι δ’ ἄν τις ὅσα πυκνὰ καὶ κατ’ ἄλληλα, καθάπερ τὰ τῶν μυρρίνων. | ||
Hist Plant.1.10.3 | Οἴονται δέ τινες καὶ τὴν τροφὴν τῷ ὑπτίῳ διὰ τοῦ πρανοῦς εἶναι, διὰ τὸ ἔνικμον ἀεὶ τοῦτο καὶ χνοῶδες εἶναι, οὐ καλῶς λέγοντες. ἀλλὰ τοῦτο μὲν ἴσως συμβαίνει χωρὶς τῆς ἰδίας φύσεως καὶ | |
5 | διὰ τὸ μὴ ὁμοίως ἡλιοῦσθαι, ἡ δὲ τροφὴ διὰ τῶν φλεβῶν ἢ ἰνῶν ὁμοίως ἀμφοτέροις· ἐκ θατέρου δ’ εἰς θάτερον οὐκ εὔλογον μὴ ἔχουσι πόρους μηδὲ βάθος δι’ οὗ· ἀλλὰ περὶ μὲν τροφῆς διὰ τίνων ἕτερος λόγος. | |
Hist Plant.1.10.4 | Διαφέρουσι δὲ καὶ τὰ φύλλα πλείοσι δια‐ φοραῖς· τὰ μὲν γάρ ἐστι πλατύφυλλα, καθάπερ ἄμπελος συκῆ πλάτανος, τὰ δὲ στενόφυλλα, καθάπερ ἐλάα ῥόα μύρρινος· τὰ δ’ ὥσπερ ἀκανθό‐ | |
5 | φυλλα, καθάπερ πεύκη πίτυς κέδρος· τὰ δ’ οἷον σαρκόφυλλα· τοῦτο δ’ ὅτι σαρκῶδες ἔχουσι τὸ φύλλον, οἷον κυπάριττος μυρίκη μηλέα, τῶν δὲ φρυγανικῶν κνέωρος στοιβὴ καὶ ποιωδῶν ἀείζωον πόλιον· [τοῦτο δὲ καὶ πρὸς τοὺς σῆτας τοὺς ἐν | |
10 | τοῖς ἱματίοις ἀγαθόν·] τὰ γὰρ αὖ τῶν τευτλίων ἢ ῥαφάνων ἄλλον τρόπον σαρκώδη καὶ τὰ τῶν πηγανίων καλουμένων· ἐν πλάτει γὰρ καὶ οὐκ ἐν στρογγυλότητι τὸ σαρκῶδες. καὶ τῶν θαμνωδῶν | |
Hist Plant.1.10.5 | δὲ ἡ μυρίκη σαρκῶδες τὸ φύλλον ἔχει. ἔνια δὲ καὶ καλαμόφυλλα, καθάπερ ὁ φοῖνιξ καὶ ὁ κόϊξ καὶ ὅσα τοιαῦτα· ταῦτα δὲ ὡς καθ’ ὅλου εἰπεῖν γωνιόφυλλα· καὶ γὰρ ὁ κάλαμος καὶ ὁ κύπειρος | |
5 | καὶ ὁ βούτομος καὶ τἆλλα δὲ τῶν λιμνωδῶν τοιαῦτα· πάντα δὲ ὥσπερ ἐκ δυοῖν σύνθετα καὶ τὸ μέσον οἷον τρόπις, οὗ ἐν τοῖς ἄλλοις μέγας πόρος ὁ μέσος. διαφέρουσι δὲ καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ περιφερῆ, καθάπερ τὰ τῆς ἀπίου, τὰ | |
10 | δὲ προμηκέστερα, καθάπερ τὰ τῆς μηλέας· τὰ δὲ εἰς ὀξὺ προήκοντα καὶ παρακανθίζοντα, καθάπερ τὰ τοῦ μίλακος. καὶ ταῦτα μὲν ἄσχιστα· 〈τὰ δὲ σχιστὰ〉 καὶ οἷον πριονώδη, καθάπερ τὰ τῆς ἐλάτης καὶ τὰ τῆς πτερίδος· τρόπον δέ τινα | |
15 | σχιστὰ καὶ τὰ τῆς ἀμπέλου, καὶ τὰ τῆς συκῆς | |
Hist Plant.1.10.6 | δὲ ὥσπερ ἂν εἴποι τις κορωνοποδώδη. ἔνια δὲ καὶ ἐντομὰς ἔχοντα, καθάπερ τὰ τῆς πτελέας καὶ τὰ τῆς Ἡρακλεωτικῆς καὶ τὰ τῆς δρυός. τὰ δὲ καὶ παρακανθίζοντα καὶ ἐκ τοῦ ἄκρου καὶ ἐκ τῶν | |
5 | πλαγίων, οἷον τὰ τῆς πρίνου καὶ τὰ τῆς δρυὸς καὶ μίλακος καὶ βάτου καὶ παλιούρου καὶ τὰ τῶν ἄλλων. ἀκανθῶδες δὲ ἐκ τῶν ἄκρων καὶ τὸ τῆς πεύκης καὶ πίτυος καὶ ἐλάτης ἔτι δὲ κέδρου καὶ κεδρίδος. φυλλάκανθον δὲ ὅλως ἐν μὲν τοῖς | |
10 | δένδροις οὐκ ἔστιν οὐδὲν ὧν ἡμεῖς ἴσμεν, ἐν δὲ τοῖς ἄλλοις ὑλήμασίν ἐστιν, οἷον ἥ τε ἄκορνα καὶ ἡ δρυπὶς καὶ ὁ ἄκανος καὶ σχεδὸν ἅπαν τὸ τῶν ἀκανωδῶν γένος· ὥσπερ γὰρ φύλλον ἐστὶν ἡ | |
ἄκανθα πᾶσιν· εἰ δὲ μὴ φύλλα τις ταῦτα θήσει, | ||
15 | συμβαίνοι ἂν ὅλως ἄφυλλα εἶναι, ἐνίοις δὲ ἄκανθαν μὲν εἶναι φύλλον δὲ ὅλως οὐκ ἔχειν, καθάπερ ὁ ἀσφάραγος. | |
Hist Plant.1.10.7 | Πάλιν δ’ ὅτι τὰ μὲν ἄμισχα, καθάπερ τὰ τῆς σκίλλης καὶ τοῦ βολβοῦ, τὰ δ’ ἔχοντα μίσχον. καὶ τὰ μὲν μακρόν, οἷον ἡ ἄμπελος καὶ ὁ κιττός, τὰ δὲ βραχὺν καὶ οἷον ἐμπεφυκότα, καθάπερ ἐλάα | |
5 | καὶ οὐχ ὥσπερ ἐπὶ τῆς πλατάνου καὶ ἀμπέλου προσηρτημένον. διαφορὰ δὲ καὶ τὸ μὴ ἐκ τῶν αὐτῶν εἶναι τὴν πρόσφυσιν, ἀλλὰ τοῖς μὲν πλείστοις ἐκ τῶν κλάδων τοῖς δὲ καὶ ἐκ τῶν ἀκρεμόνων, τῆς δρυὸς δὲ καὶ ἐκ τοῦ στελέχους, | |
10 | τῶν δὲ λαχανωδῶν τοῖς πολλοῖς εὐθὺς ἐκ τῆς ῥίζης, οἷον κρομύου σκόρδου κιχορίου, ἔτι δὲ ἀσφοδέλου σκίλλης βολβοῦ σισυριγχίου καὶ ὅλως τῶν βολβωδῶν· καὶ τούτων δὲ οὐχ ἡ πρώτη μόνον ἔκφυσις ἀλλὰ καὶ ὅλος ὁ καυλὸς ἄφυλλον. | |
15 | ἐνίων δ’ ὅταν γένηται, φύλλα εἰκός, οἷον θριδακίνης ὠκίμου σελίνου καὶ τῶν σιτηρῶν ὁμοίως. ἔχει δ’ ἔνια τούτων καὶ τὸν καυλὸν εἶτ’ ἀκανθίζοντα, ὡς ἡ θριδακίνη καὶ τὰ φυλλάκανθα πάντα καὶ τῶν θαμνωδῶν δὲ καὶ ἔτι μᾶλλον, οἷον βάτος | |
20 | παλίουρος. | |
Hist Plant.1.10.8 | Κοινὴ δὲ διαφορὰ πάντων ὁμοίως δένδρων καὶ τῶν ἄλλων ὅτι τὰ μὲν πολύφυλλα τὰ δ’ ὀλιγό‐ φυλλα. ὡς δ’ ἐπὶ τὸ πᾶν τὰ πλατύφυλλα ταξί‐ φυλλα, καθάπερ μύρρινος, τὰ δ’ ἄτακτα καὶ ὡς | |
5 | ἔτυχε, καθάπερ σχεδὸν τὰ πλεῖστα τῶν ἄλλων [ἦν]. ἴδιον δὲ ἐπὶ τῶν λαχανωδῶν, οἷον κρομύου γητείου, τὸ κοιλόφυλλον. Ἁπλῶς δ’ αἱ διαφοραὶ τῶν φύλλων ἢ μεγέθει ἢ πλήθει ἢ σχήματι ἢ πλατύτητι ἢ στενότητι | |
10 | ἢ κοιλότητι ἢ τραχύτητι ἢ λειότητι καὶ τῷ παρ‐ ακανθίζειν ἢ μή. ἔτι δὲ κατὰ τὴν πρόσφυσιν ὅθεν ἢ δι’ οὗ· τὸ μὲν ὅθεν, ἀπὸ ῥίζης ἢ κλάδου ἢ καυλοῦ ἢ ἀκρεμόνος· τὸ δὲ δι’ οὗ, ἢ διὰ μίσχου ἢ δι’ αὐτοῦ καὶ εἰ δὴ πολλὰ ἐκ τοῦ αὐτοῦ. καὶ | |
15 | ἔνια καρποφόρα, μεταξὺ περιειληφότα τὸν καρπόν, ὥσπερ ἡ Ἀλεξανδρεία δάφνη ἐπιφυλλόκαρπος. Αἱ μὲν οὖν διαφοραὶ τῶν φύλλων κοινοτέρως πᾶσαι εἴρηνται καὶ σχεδόν εἰσιν ἐν τούτοις. (Σύγκειται δὲ τὰ μὲν ἐξ ἰνὸς καὶ φλοιοῦ καὶ | |
20 | σαρκός, οἷον τὰ τῆς συκῆς καὶ τῆς ἀμπέλου, τὰ δὲ ὥσπερ ἐξ ἰνὸς μόνον, οἷον τοῦ καλάμου καὶ σίτου. | |
Hist Plant.1.10.9 | τὸ δὲ ὑγρὸν ἁπάντων κοινόν· ἅπασι γὰρ ἐνυ‐ πάρχει καὶ τούτοις καὶ τοῖς ἄλλοις τοῖς ἐπετείοις [μίσχος ἄνθος καρπὸς εἴ τι ἄλλο]· μᾶλλον δὲ καὶ τοῖς μὴ ἐπετείοις· οὐδὲν γὰρ ἄνευ τούτου. δοκεῖ | |
5 | δὲ καὶ τῶν μίσχων τὰ μὲν ἐξ ἰνῶν μόνον συγκεῖ‐ σθαι, καθάπερ τὰ τοῦ σίτου καὶ τοῦ καλάμου, τὰ | |
δ’ ἐκ τῶν αὐτῶν, ὥσπερ οἱ καυλοί. | ||
Hist Plant.1.10.10 | Τῶν δ’ ἀνθῶν τὰ μὲν ἐκ φλοιοῦ καὶ φλεβὸς καὶ σαρκός, 〈τὰ δ’ ἐκ σαρκὸσ〉 μόνον, οἷον τὰ ἐν μέσῳ τῶν ἄρων. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν καρπῶν· οἱ μὲν γὰρ ἐκ | |
5 | σαρκὸς καὶ ἰνός, οἱ δὲ ἐκ σαρκὸς μόνον, οἱ δὲ καὶ ἐκ δέρματος σύγκεινται· τὸ δὲ ὑγρὸν ἀκολουθεῖ καὶ τούτοις. ἐκ σαρκὸς μὲν καὶ ἰνὸς ὁ τῶν κοκκυμήλων καὶ σικύων, ἐξ ἰνὸς δὲ καὶ δέρματος ὁ τῶν συκαμίνων καὶ τῆς ῥόας. ἄλλοι δὲ κατ’ | |
10 | ἄλλον τρόπον μεμερισμένοι. πάντων δὲ ὡς εἰπεῖν τὸ μὲν ἔξω φλοιὸς τὸ δ’ ἐντὸς σὰρξ τῶν δὲ καὶ πυρήν.) | |
Hist Plant.1.11.1 | Ἔσχατον δ’ ἐν ἅπασι τὸ σπέρμα. τοῦτο δὲ ἔχον ἐν ἑαυτῷ σύμφυτον ὑγρὸν καὶ θερμόν, ὧν ἐκλιπόντων ἄγονα, καθάπερ τὰ ὠά. καὶ τῶν μὲν εὐθὺ τὸ σπέρμα μετὰ τὸ περιέχον, οἷον φοίνικος | |
5 | καρύου ἀμυγδάλης, πλείω δὲ τούτων τὰ ἐμπερι‐ έχοντα, ὡς τὰ τοῦ φοίνικος. τῶν δὲ μεταξὺ σὰρξ καὶ πυρήν, ὥσπερ ἐλάας καὶ κοκκυμηλέας καὶ ἑτέρων. ἔνια δὲ καὶ ἐν λοβῷ, τὰ δ’ ἐν ὑμένι, τὰ δ’ ἐν ἀγγείῳ, τὰ δὲ καὶ γυμνόσπερμα τελείως. | |
Hist Plant.1.11.2 | Ἐν λοβῷ μὲν οὐ μόνον τὰ ἐπέτεια, καθάπερ τὰ χεδροπὰ καὶ ἕτερα πλείω τῶν ἀγρίων, ἀλλὰ καὶ τῶν δένδρων ἔνια, καθάπερ ἥ τε κερωνία, ἥν τινες καλοῦσι συκῆν Αἰγυπτίαν, καὶ ἡ κερκὶς καὶ ἡ | |
5 | κολοιτία περὶ Λιπάραν· ἐν ὑμένι δ’ ἔνια τῶν ἐπετείων, ὥσπερ ὁ πυρὸς καὶ ὁ κέγχρος· ὡσαύτως δὲ καὶ ἐναγγειοσπέρματα καὶ γυμνοσπέρματα. ἐναγγειοσπέρματα μὲν οἷον ἥ τε μήκων καὶ ὅσα μηκωνικά· τὸ γὰρ σήσαμον ἰδιωτέρως· γυμνο‐ | |
10 | σπέρματα δὲ τῶν τε λαχάνων πολλά, καθάπερ ἄνηθον κορίαννον ἄννησον κύμινον μάραθον καὶ | |
Hist Plant.1.11.3 | ἕτερα πλείω. τῶν δὲ δένδρων οὐδὲν γυμνόσπερμον ἀλλ’ ἢ σαρξὶ περιεχόμενον ἢ κελύφεσιν, τὰ μὲν δερματικοῖς, ὥσπερ ἡ βάλανος καὶ τὸ Εὐβοϊκόν, τὰ δὲ ξυλώδεσιν, ὥσπερ ἡ ἀμυγδάλη καὶ τὸ | |
5 | κάρυον. οὐδὲν δὲ ἐναγγειόσπερμον, εἰ μή τις τὸν κῶνον ἀγγεῖον θήσει διὰ τὸ χωρίζεσθαι τῶν καρπῶν. Αὐτὰ δὲ τὰ σπέρματα τῶν μὲν εὐθὺ σαρκώδη, καθάπερ ὅσα καρυηρὰ καὶ βαλανηρά· τῶν δὲ ἐν | |
10 | πυρῆνι τὸ σαρκῶδες ἔχεται, καθάπερ ἐλάας καὶ δαφνίδος καὶ ἄλλων. τῶν δ’ ἐμπύρηνα μόνον ἢ πυρηνώδη γε καὶ ὥσπερ ξηρά, καθάπερ τὰ κνηκώδη καὶ κεγχραμιδώδη καὶ πολλὰ τῶν λαχανηρῶν. ἐμφανέστατα δὲ τὰ τοῦ φοίνικος· | |
15 | οὐδὲ γὰρ κοιλότητα ἔχει τοῦτο οὐδεμίαν ἀλλ’ ὅλον ξηρόν· οὐ μὴν ἀλλ’ ὑγρότης δή τις καὶ θερμότης ὑπάρχει δῆλον ὅτι καὶ τούτῳ, καθάπερ | |
εἴπομεν. | ||
Hist Plant.1.11.4 | Διαφέρουσι δὲ καὶ τῷ τὰ μὲν ἀθρόα μετ’ ἀλλήλων εἶναι, τὰ δὲ διεστῶτα καὶ στοιχηδόν, ὥσπερ τὰ τῆς κολοκύντης καὶ σικύας καὶ τῶν δένδρων, ὡς Περσικῆς μηλέας. καὶ τῶν ἀθρόων | |
5 | τὰ μὲν ἑνί τινι περιέχεσθαι, καθάπερ τὰ τῆς ῥόας καὶ τῆς ἀπίου καὶ μηλέας καὶ τῆς ἀμπέλου καὶ συκῆς· τὰ δὲ μετ’ ἀλλήλων μὲν εἶναι, μὴ περι‐ έχεσθαι δὲ ὑφ’ ἑνός, ὥσπερ τὰ σταχυηρὰ τῶν ἐπετείων, εἰ μή τις θείη τὸν στάχυν ὡς περιέχον· | |
10 | οὕτω δ’ ἔσται καὶ ὁ βότρυς καὶ τἆλλα τὰ βοτρυώδη καὶ ὅσα δὴ φέρει δι’ εὐβοσίαν καὶ χώρας ἀρετὴν ἀθρόους τοὺς καρπούς, ὥσπερ ἐν Συρίᾳ φασὶ καὶ ἄλλοθι τὰς ἐλάας. | |
Hist Plant.1.11.5 | Ἀλλὰ καὶ αὕτη δοκεῖ τις εἶναι διαφορὰ τὸ τὰ μὲν ἀφ’ ἑνὸς μίσχου καὶ μιᾶς προσφύσεως ἀθρόα γίνεσθαι, καθάπερ ἐπί τε τῶν βοτρυηρῶν καὶ σταχυηρῶν εἴρηται μὴ περιεχόμενα κοινῷ | |
5 | τινι γίνεσθαι· τὰ δὲ μὴ γίνεσθαι. ἐπεὶ καθ’ ἕκαστόν γε λαμβάνοντι τῶν σπερμάτων ἢ τῶν περιεχόντων ἰδίαν ἀρχὴν ἔχει τῆς προσφύσεως, οἷον ἥ τε ῥὰξ καὶ ἡ ῥόα καὶ πάλιν ὁ πυρὸς καὶ ἡ κριθή. ἥκιστα δ’ ἂν δόξειεν τὰ τῶν μήλων καὶ | |
10 | τὰ τῶν ἀπίων, ὅτι συμψαύει τε καὶ περιείληπται καθάπερ ὑμένι τινὶ δερματικῷ περὶ ὃν τὸ περι‐ | |
Hist Plant.1.11.6 | κάρπιον· ἀλλ’ ὅμως καὶ τούτων ἕκαστον ἰδίαν | |
ἀρχὴν ἔχει καὶ φύσιν· φανερώτατα δὲ τῷ κεχώρισθαι τὰ τῆς ῥόας· ὁ γὰρ πυρὴν ἑκάστῳ προσπέφυκεν, οὐχ ὥσπερ τῶν συκῶν ἄδηλα διὰ | ||
5 | τὴν ὑγρότητα. καὶ γὰρ τούτῳ ἔχουσι διαφορὰν καίπερ ἀμφότερα περιεχόμενα σαρκώδει τινὶ καὶ τῷ τοῦτο περιειληφότι μετὰ τῶν ἄλλων· τὰ μὲν γὰρ περὶ ἕκαστον ἔχει πυρῆνα τὸ σαρκῶδες τοῦτο τὸ ὑγρόν, αἱ δὲ κεγχραμίδες ὥσπερ κοινόν τι πᾶσαι, | |
10 | καθάπερ καὶ τὸ γίγαρτον καὶ ὅσα τὸν αὐτὸν ἔχει τρόπον. ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς τάχ’ ἄν τις λάβοι πλείους· ὧν δεῖ τὰς κυριωτάτας καὶ μάλιστα τῆς φύσεως μὴ ἀγνοεῖν. | |
Hist Plant.1.12.1 | Αἱ δὲ κατὰ τοὺς χυλοὺς καὶ τὰ σχήματα καὶ τὰς ὅλας μορφὰς σχεδὸν φανεραὶ πᾶσιν, ὥστε μὴ δεῖσθαι λόγου· πλὴν τοσοῦτόν γ’ ὅτι σχῆμα οὐδὲν περικάρπιον εὐθύγραμμον οὐδὲ γωνίας ἔχει. | |
5 | τῶν δὲ χυλῶν οἱ μέν εἰσιν οἰνώδεις, ὥσπερ ἀμ‐ πέλου συκαμίνου μύρτου· οἱ δ’ ἐλαώδεις, ὥσπερ ἐλάας δάφνης καρύας ἀμυγδαλῆς πεύκης πίτυος ἐλάτης· οἱ δὲ μελιτώδεις, οἷον σύκου φοίνικος διοσβαλάνου· οἱ δὲ δριμεῖς, οἷον ὀριγάνου θύμβρας | |
10 | καρδάμου νάπυος· οἱ δὲ πικροί, ὥσπερ ἀψινθίου κενταυρίου. διαφέρουσι δὲ καὶ ταῖς εὐωδίαις, οἷον ἀννήσου κεδρίδος· ἐνίων δὲ ὑδαρεῖς ἂν δόξαιεν, | |
οἷον οἱ τῶν κοκκυμηλέων· οἱ δὲ ὀξεῖς, ὥσπερ ῥοῶν καὶ ἐνίων μήλων. ἁπάντων δὲ οἰνώδεις καὶ τοὺς | ||
15 | ἐν τούτῳ τῷ γένει θετέον· ἄλλοι δὲ ἐν ἄλλοις εἴδεσιν· ὑπὲρ ὧν ἁπάντων ἀκριβέστερον ἐν τοῖς περὶ χυλῶν ῥητέον, αὐτάς τε τὰς ἰδέας διαριθμου‐ μένους ὁπόσαι καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς καὶ τίς ἡ ἑκάστου φύσις καὶ δύναμις. | |
Hist Plant.1.12.2 | Ἔχει δὲ καὶ ἡ τῶν δένδρων αὐτῶν ὑγρότης, ὥσπερ ἐλέχθη, διάφορα εἴδη· ἡ μὲν γάρ ἐστιν ὀπώδης, ὥσπερ ἡ τῆς συκῆς καὶ τῆς μήκωνος· ἡ δὲ πιττώδης, οἷον ἐλάτης πεύκης τῶν κωνοφόρων· | |
5 | ἄλλη δ’ ὑδαρής, οἷον ἀμπέλου ἀπίου μηλέας, καὶ τῶν λαχανωδῶν δέ, οἷον σικύου κολοκύντης θριδα‐ κίνης· αἱ δὲ [ἤδη] δριμύτητά τινα ἔχουσι, καθάπερ ἡ τοῦ θύμου καὶ θύμβρας· αἱ δὲ καὶ εὐωδίαν, ὥσπερ αἱ τοῦ σελίνου ἀνήθου μαράθου καὶ τῶν | |
10 | τοιούτων. ὡς δ’ ἁπλῶς εἰπεῖν ἅπασαι κατὰ τὴν ἰδίαν φύσιν ἑκάστου δένδρου καὶ ὡς καθ’ ὅλου εἰπεῖν φυτοῦ· πᾶν γὰρ ἔχει κρᾶσίν τινα καὶ μίξιν ἰδίαν, ἥπερ οἰκεία δῆλον ὅτι τυγχάνει τοῖς ὑπο‐ κειμένοις καρποῖς· ὧν τοῖς πλείστοις συνεμφαίνε‐ | |
15 | ταί τις ὁμοιότης οὐκ ἀκριβὴς οὐδὲ σαφής· ἀλλ’ ἐν τοῖς περικαρπίοις· διὸ μᾶλλον κατεργασίαν | |
λαμβάνει καὶ πέψιν καθαρὰν καὶ εἰλικρινῆ ἡ τοῦ χυλοῦ φύσις· δεῖ γὰρ ὥσπερ τὸ μὲν ὕλην ὑπο‐ λαβεῖν τὸ δὲ εἶδος καὶ μορφήν. | ||
Hist Plant.1.12.3 | Ἔχει δὲ αὐτὰ τὰ σπέρματα καὶ οἱ χιτῶνες οἱ περὶ αὐτὰ διαφορὰν τῶν χυλῶν. ὡς δ’ ἁπλῶς εἰπεῖν ἅπαντα τὰ μόρια τῶν δένδρων καὶ φυτῶν, οἷον ῥίζα καυλὸς ἀκρεμὼν φύλλον καρπός, ἔχει | |
5 | τινὰ οἰκειότητα πρὸς τὴν ὅλην φύσιν, εἰ καὶ παραλλάττει κατά τε τὰς ὀσμὰς καὶ τοὺς χυλούς, ὡς τὰ μὲν εὔοσμα καὶ εὐώδη τὰ δ’ ἄοσμα καὶ ἄχυλα παντελῶς εἶναι τῶν τοῦ αὐτοῦ μορίων. | |
Hist Plant.1.12.4 | Ἐνίων γὰρ εὔοσμα τὰ ἄνθη μᾶλλον ἢ τὰ φύλλα, τῶν δὲ ἀνάπαλιν τὰ φύλλα μᾶλλον καὶ οἱ κλῶνες, ὥσπερ τῶν στεφανωματικῶν· τῶν δὲ οἱ καρποί· τῶν δ’ οὐδέτερον· ἐνίων δ’ αἱ ῥίζαι· τῶν | |
5 | δέ τι μέρος. ὁμοίως δὲ καὶ κατὰ τοὺς χυλούς· τὰ μὲν γὰρ βρωτὰ τὰ δ’ ἄβρωτα τυγχάνει καὶ ἐν φύλλοις καὶ περικαρπίοις. ἰδιώτατον δὲ τὸ ἐπὶ τῆς φιλύρας· ταύτης γὰρ τὰ μὲν φύλλα γλυκέα καὶ πολλὰ τῶν ζώων ἐσθίει, ὁ δὲ καρπὸς οὐδενὶ | |
10 | βρωτός· ἐπεὶ τό γε ἀνάπαλιν οὐδὲν θαυμαστόν, ὥστε τὰ μὲν φύλλα μὴ ἐσθίεσθαι τοὺς δὲ καρποὺς οὐ μόνον ὑφ’ ἡμῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ζώων. ἀλλὰ καὶ περὶ τούτου καὶ τῶν ἄλλων τῶν τοιούτων ὕστερον πειρατέον θεωρεῖν τὰς | |
15 | αἰτίας. | |
Hist Plant.1.13.1 | Νῦν δὲ τοσοῦτον ἔστω δῆλον, ὅτι κατὰ | |
πάντα τὰ μέρη πλείους εἰσὶ διαφοραὶ πολλαχῶς· ἐπεὶ καὶ τῶν ἀνθῶν τὰ μέν ἐστι χνοώδη, καθάπερ τὸ τῆς ἀμπέλου καὶ συκαμίνου καὶ τοῦ κιττοῦ· | ||
5 | τὰ δὲ φυλλώδη, καθάπερ ἀμυγδαλῆς μηλέας ἀπίου κοκκυμηλέας. καὶ τὰ μὲν μέγεθος ἔχει, τὸ δὲ τῆς ἐλάας φυλλῶδες ὂν ἀμέγεθες. ὁμοίως δὲ καὶ ἐν τοῖς ἐπετείοις καὶ ποιώδεσι τὰ μὲν φυλλώδη τὰ δὲ χνοώδη. πάντων δὲ τὰ μὲν δίχροα | |
10 | τὰ δὲ μονόχροα. τὰ μὲν τῶν δένδρων τά γε πολλὰ μονόχροα καὶ λευκανθῆ· μόνον γὰρ ὡς εἰπεῖν τὸ τῆς ῥόας φοινικοῦν καὶ ἀμυγδαλῶν τινων ὑπέρυθρον· ἄλλου δὲ οὐδενὸς τῶν ἡμέρων οὔτε ἀνθῶδες οὔτε δίχρουν, ἀλλ’ εἴ τινος τῶν | |
15 | ἀγρίων, οἷον τὸ τῆς ἐλάτης· κρόκινον γὰρ τὸ ταύτης ἄνθος· καὶ ὅσα δή φασιν ἐν τῇ ἔξω θαλ‐ άττῃ ῥόδων ἔχειν τὴν χρόαν. | |
Hist Plant.1.13.2 | Ἐν δὲ τοῖς ἐπετείοις σχεδὸν τά γε πλείω τοιαῦτα καὶ δίχροα καὶ διανθῆ. λέγω δὲ διανθὲς ὅτι ἕτερον ἄνθος ἐν τῷ ἄνθει ἔχει κατὰ μέσον, ὥσπερ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὸ ἴον τὸ μέλαν. | |
5 | ἔνια δὲ καὶ μονόφυλλα φύεται διαγραφὴν ἔχοντα μόνον τῶν πλειόνων, ὥσπερ τὸ τῆς ἰασιώνης· οὐ γὰρ κεχώρισται ταύτης ἐν τῷ ἄνθει τὸ φύλλον ἕκαστον· οὐδὲ δὴ τοῦ λειρίου τὸ κάτω μέρος, ἀλλὰ ἐκ τῶν ἄκρων ἀποφύσεις γωνιώδεις. σχεδὸν δὲ | |
10 | καὶ τὸ τῆς ἐλάας τοιοῦτόν ἐστιν. | |
Hist Plant.1.13.3 | Διαφέρει δὲ καὶ κατὰ τὴν ἔκφυσιν καὶ θέσιν· | |
τὰ μὲν γὰρ ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον ἄμ‐ πελος ἐλάα· ἧς καὶ ἀποπίπτοντα διατετρημένα φαίνεται, καὶ τοῦτο σημεῖον λαμβάνουσιν εἰ | ||
5 | καλῶς ἀπήνθηκεν· ἐὰν γὰρ συγκαυθῇ ἢ βρεχθῇ, συναποβάλλει τὸν καρπὸν καὶ οὐ τετρημένον γίγνεται· σχεδὸν δὲ καὶ τὰ πολλὰ τῶν 〈ἀνθῶν〉 ἐν μέσῳ τὸ περικάρπιον ἔχει, τάχα δὲ καὶ ἐπ’ αὐτοῦ τοῦ περικαρπίου, καθάπερ ῥόα μελέα ἄπιος | |
10 | κοκκυμηλέα μύρρινος, καὶ τῶν γε φρυγανικῶν ῥοδωνία καὶ τὰ πολλὰ τῶν στεφανωτικῶν· κάτω γὰρ ὑπὸ τὸ ἄνθος ἔχει τὰ σπέρματα· φανερώ‐ τατον δὲ ἐπὶ τοῦ ῥόδου διὰ τὸν ὄγκον. ἔνια δὲ καὶ ἐπ’ αὐτῶν τῶν σπερμάτων, ὥσπερ ὁ ἄκανος | |
15 | καὶ ὁ κνῆκος καὶ πάντα τὰ ἀκανώδη· καθ’ ἕκασ‐ τον γὰρ ἔχει τὸ ἄνθος. ὁμοίως δὲ καὶ τῶν ποιωδῶν ἔνια, καθάπερ τὸ ἄνθεμον· ἐν δὲ τοῖς λαχανηροῖς ὅ τε σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα· πάντα γὰρ ἐπὶ τῶν καρπῶν ἔχει καὶ | |
20 | προσαυξανομένων ἐπιμένει τὰ ἄνθη πολὺν χρόνον. | |
Hist Plant.1.13.4 | Ἄλλα δὲ ἰδιωτέρως, οἷον ὁ κιττὸς καὶ ἡ συκά‐ μινος· ἐν αὐτοῖς μὲν γὰρ ἔχει τοῖς ὅλοις περι‐ καρπίοις, οὐ μὴν οὔτε ἐπ’ ἄκροις οὔτ’ ἐπὶ περιειληφόσι καθ’ ἕκαστον, ἀλλ’ ἐν τοῖς ἀνὰ | |
5 | μέσον· εἰ μὴ ἄρα οὐ σύνδηλα διὰ τὸ χνοῶδες. Ἔστι δὲ καὶ ἄγονα τῶν ἀνθῶν ἔνια, καθάπερ | |
ἐπὶ τῶν σικύων ἃ ἐκ τῶν ἄκρων φύεται τοῦ κλή‐ ματος, δι’ ὃ καὶ ἀφαιροῦσιν αὐτά· κωλύει γὰρ τὴν τοῦ σικύου βλάστησιν. φασὶ δὲ καὶ τῆς μηλέας | ||
10 | τῆς Μηδικῆς ὅσα μὲν ἔχει τῶν ἀνθῶν ὥσπερ ἠλακάτην τινὰ πεφυκυῖαν ἐκ μέσου ταῦτ’ εἶναι γόνιμα, ὅσα δὲ μὴ ἔχει ταῦτ’ ἄγονα. εἰ δὲ καὶ ἐπ’ ἄλλου τινὸς ταῦτα συμβαίνει τῶν ἀνθοφόρων ὥστε ἄγονον ἄνθος φύειν εἴτε κεχωρισμένον εἴτε | |
15 | μή, σκεπτέον. ἐπεὶ γένη γε ἔνια καὶ ἀμπέλου καὶ ῥόας ἀδυνατεῖ τελεοκαρπεῖν, ἀλλὰ μέχρι τοῦ ἄνθους ἡ γένεσις. | |
Hist Plant.1.13.5 | (Γίνεται δὲ καὶ τό γε τῆς ῥόας ἄνθος πολὺ καὶ πυκνὸν καὶ ὅλως ὁ ὄγκος πλατὺς ὥσπερ ὁ τῶν ῥόδων· κάτωθεν δ’ ἑτεροῖος· οἷος δίωτος μικρὸς ὥσπερ ἐκτετραμμένος ὁ κύτινος ἔχων τὰ χείλη | |
5 | μυχώδη.) Φασὶ δέ τινες καὶ τῶν ὁμογενῶν τὰ μὲν ἀνθεῖν τὰ δ’ οὔ, καθάπερ τῶν φοινίκων τὸν μὲν ἄρρενα ἀνθεῖν τὸν δὲ θῆλυν οὐκ ἀνθεῖν ἀλλ’ εὐθὺ προ‐ φαίνειν τὸν καρπόν. | |
10 | Τὰ μὲν οὖν τῷ γένει ταὐτὰ τοιαύτην τὴν δια‐ φορὰν ἔχει, καθάπερ ὅλως ὅσα μὴ δύναται τελεο‐ καρπεῖν. ἡ δὲ τοῦ ἄνθους φύσις ὅτι πλείους ἔχει διαφορὰς φανερὸν ἐκ τῶν προειρημένων. | |
Hist Plant.1.14.1 | Διαφέρει δὲ τὰ δένδρα καὶ τοῖς τοιούτοις κατὰ τὴν καρποτοκίαν· τὰ μὲν γὰρ ἐκ τῶν νέων βλαστῶν φέρει τὰ δ’ ἐκ τῶν ἔνων τὰ δ’ ἐξ ἀμφο‐ τέρων. ἐκ μὲν τῶν νέων συκῆ ἄμπελος· ἐκ δὲ τῶν | |
5 | ἔνων ἐλάα ῥόα μηλέα ἀμυγδαλῆ ἄπιος μύρρινος καὶ σχεδὸν τὰ τοιαῦτα πάντα· ἐκ δὲ τῶν νέων ἐὰν ἄρα τι συμβῇ κυῆσαι καὶ ἀνθῆσαι (γίνεται γὰρ καὶ ταῦτ’ ἐνίοις, ὥσπερ καὶ τῷ μυρρίνῳ καὶ μάλισθ’ ὡς εἰπεῖν περὶ τὰς βλαστήσεις τὰς μετ’ | |
10 | Ἀρκτοῦρον) οὐ δύναται τελεοῦν ἀλλ’ ἡμιγενῆ φθείρεται· ἐξ ἀμφοτέρων δὲ καὶ τῶν ἔνων καὶ τῶν νέων εἴ τινες ἄρα μηλέαι τῶν διφόρων ἢ εἴ τι ἄλλο κάρπιμον· ἔτι δὲ ὁ ὄλυνθος ἐκπέττων καὶ σῦκα φέρων ἐκ τῶν νέων. | |
Hist Plant.1.14.2 | Ἰδιωτάτη δὲ ἡ ἐκ τοῦ στελέχους ἔκφυσις, ὥσπερ τῆς ἐν Αἰγύπτῳ συκαμίνου· ταύτην γάρ φασι φέρειν ἐκ τοῦ στελέχους· οἱ δὲ ταύτῃ τε καὶ ἐκ τῶν ἀκρεμόνων, ὥσπερ τὴν κερωνίαν· αὕτη γὰρ | |
5 | καὶ ἐκ τούτων φέρει πλὴν οὐ πολύν· καλοῦσι δὲ | |
κερωνίαν ἀφ’ ἧς τὰ σῦκα τὰ Αἰγύπτια καλούμενα. ἔστι δὲ καὶ τὰ μὲν ἀκρόκαρπα τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν τὰ δὲ πλαγιόκαρπα τὰ δ’ ἀμφο‐ τέρως. πλείω δ’ ἀκρόκαρπα τῶν ἄλλων ἢ τῶν | ||
10 | δένδρων, οἷον τῶν τε σιτηρῶν τὰ σταχυώδη καὶ τῶν θαμνωδῶν ἐρείκη καὶ σπειραία καὶ ἄγνος καὶ ἄλλ’ ἄττα καὶ τῶν λαχανωδῶν τὰ κεφαλόρριζα. ἐξ ἀμφοτέρων δὲ καὶ τῶν δένδρων ἔνια καὶ τῶν λαχανωδῶν, οἷον βλίτον ἀδράφαξυς ῥάφανος· | |
15 | ἐπεὶ καὶ ἐλάα ποιεῖ πως τοῦτο, καί φασιν ὅταν ἄκρον ἐνέγκῃ σημεῖον εὐφορίας εἶναι. ἀκρό‐ καρπος δέ πως καὶ ὁ φοῖνιξ· πλὴν τοῦτό γε καὶ ἀκρόφυλλον καὶ ἀκρόβλαστον· ὅλως γὰρ ἐν τῷ ἄνω πᾶν τὸ ζωτικόν. τὰς μὲν οὖν κατὰ 〈τὰ〉 | |
20 | μέρη διαφορὰς πειρατέον ἐκ τούτων θεωρεῖν. | |
Hist Plant.1.14.3 | Αἱ δὲ τοιαῦται τῆς ὅλης οὐσίας φαίνονται· δῆλον ὅτι τὰ μὲν ἥμερα τὰ δ’ ἄγρια· καὶ τὰ μὲν κάρπιμα τὰ δ’ ἄκαρπα· καὶ ἀείφυλλα καὶ φυλλοβόλα, καθάπερ ἐλέχθη, τὰ δ’ ὅλως ἄφυλλα· καὶ τὰ μὲν | |
5 | ἀνθητικὰ τὰ δ’ ἀνανθῆ· καὶ πρωϊβλαστῆ δὲ καὶ πρωΐκαρπα τὰ δὲ ὀψιβλαστῆ καὶ ὀψίκαρπα· ὡσαύτως δὲ καὶ ὅσα παραπλήσια τούτοις. καί πως τά γε τοιαῦτα ἐν τοῖς μέρεσιν ἢ οὐκ ἄνευ τῶν μερῶν ἐστιν. ἀλλ’ ἐκείνη ἰδιωτάτη καὶ τροπόν τινα | |
10 | μεγίστη διάστασις, ἥπερ καὶ ἐπὶ τῶν ζώων, ὅτι τὰ | |
μὲν ἔνυδρα τὰ δὲ χερσαῖα· καὶ γὰρ τῶν φυτῶν ἔστι τι τοιοῦτον γένος ὃ οὐ δύναται φύεσθαι 〈μὴ〉 ἐν ὑγρῷ· τὰ δὲ φύεται μέν, οὐχ ὅμοια δὲ ἀλλὰ χείρω. πάντων δὲ τῶν δένδρων ὡς ἁπλῶς εἰπεῖν | ||
15 | καὶ τῶν φυτῶν εἴδη πλείω τυγχάνει καθ’ ἕκαστον | |
Hist Plant.1.14.4 | γένος· σχεδὸν γὰρ οὐδέν ἐστιν ἁπλοῦν· ἀλλ’ ὅσα μὲν ἥμερα καὶ ἄγρια λέγεται ταύτην ἐμφανε‐ στάτην καὶ μεγίστην ἔχει διαφοράν, οἷον συκῆ ἐρινεός, ἐλάα κότινος, ἄπιος ἀχράς· ὅσα δ’ ἐν | |
5 | ἑκατέρῳ τούτων τοῖς καρποῖς τε καὶ φύλλοις καὶ ταῖς ἄλλαις μορφαῖς τε καὶ τοῖς μορίοις. ἀλλὰ τῶν μὲν ἀγρίων ἀνώνυμα τὰ πλεῖστα καὶ ἔμπειροι ὀλίγοι· τῶν δὲ ἡμέρων καὶ ὠνομασμένα τὰ πλείω καὶ ἡ αἴσθησις κοινοτέρα· λέγω δ’ οἷον ἀμπέλου | |
10 | συκῆς ῥόας μηλέας ἀπίου δάφνης μυρρίνης τῶν ἄλλων· ἡ γὰρ χρῆσις οὖσα κοινὴ συνθεωρεῖν ποιεῖ τὰς διαφοράς. | |
Hist Plant.1.14.5 | Ἴδιον δὲ καὶ τοῦτ’ ἐφ’ ἑκατέρων· τὰ μὲν γὰρ ἄγρια τῷ ἄρρενι καὶ τῷ θήλει ἢ μόνοις ἢ μάλιστα διαιροῦσι, τὰ δὲ ἥμερα πλείοσιν ἰδέαις. ἔστι δὲ τῶν μὲν ῥᾷον λαβεῖν καὶ διαριθμῆσαι τὰ εἴδη, | |
5 | τῶν δὲ χαλεπώτερον διὰ τὴν πολυχοΐαν. Ἀλλὰ δὴ τὰς μὲν τῶν μορίων διαφορὰς καὶ τῶν ἄλλων οὐσιῶν ἐκ τούτων πειρατέον θεωρεῖν. περὶ δὲ τῶν γενέσεων μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ | |
ὥσπερ ἐφεξῆς τοῖς εἰρημένοις ἐστίν. | ||
Hist Plant.2t1 | Β | |
Hist Plant.2.1.1 | Αἱ γενέσεις τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν ἢ αὐτόμαται ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ παρασπάδος ἢ ἀπὸ ἀκρεμόνος ἢ ἀπὸ κλωνὸς ἢ ἀπ’ αὐτοῦ τοῦ στελέχους εἰσίν, ἢ | |
5 | ἔτι τοῦ ξύλου κατακοπέντος εἰς μικρά· καὶ γὰρ οὕτως ἔνια φύεται. τούτων δὲ ἡ μὲν αὐτόματος πρώτη τις, αἱ δὲ ἀπὸ σπέρματος καὶ ῥίζης φυσι‐ κώταται δόξαιεν ἄν· ὥσπερ γὰρ αὐτόμαται καὶ αὐταί· δι’ ὃ καὶ τοῖς ἀγρίοις ὑπάρχουσιν· αἱ δὲ | |
10 | ἄλλαι τέχνης ἢ δὴ προαιρέσεως. | |
Hist Plant.2.1.2 | Ἅπαντα δὲ βλαστάνει κατά τινα τῶν τρόπων τούτων, τὰ δὲ πολλὰ κατὰ πλείους· ἐλάα μὲν γὰρ πάντως φύεται πλὴν ἀπὸ τοῦ κλωνός· οὐ γὰρ δύναται καταπηγνυμένη, καθάπερ ἡ συκῆ | |
5 | τῆς κράδης καὶ ἡ ῥόα τῆς ῥάβδου. καίτοι φασί γέ τινες ἤδη καὶ χάρακος παγείσης καὶ πρὸς τὸν κιττὸν συμβιῶσαι καὶ γενέσθαι δένδρον· ἀλλὰ σπάνιόν τι τὸ τοιοῦτον· θάτερα δὲ τὰ πολλὰ τῆς | |
φύσεως. συκῆ δὲ τοὺς μὲν ἄλλους τρόπους | ||
10 | φύεται πάντας, ἀπὸ δὲ τῶν πρέμνων καὶ τῶν ξύλων οὐ φύεται· μηλέα δὲ καὶ ἄπιος καὶ ἀπὸ τῶν ἀκρεμόνων σπανίως. οὐ μὴν ἀλλὰ τά γε πολλὰ ἢ πάνθ’ ὡς εἰπεῖν ἐνδέχεσθαι δοκεῖ καὶ ἀπὸ τούτων, ἐὰν λεῖοι καὶ νέοι καὶ εὐαυξεῖς ὦσιν. | |
15 | ἀλλὰ φυσικώτεραί πως ἐκεῖναι· τὸ δὲ ἐνδεχόμενον ὡς δυνατὸν ληπτέον. | |
Hist Plant.2.1.3 | Ὅλως γὰρ ὀλίγα τὰ ἀπὸ τῶν ἄνω μᾶλλον βλαστάνοντα καὶ γεννώμενα, καθάπερ ἄμπελος ἀπὸ τῶν κλημάτων· αὕτη γὰρ οὐκ ἀπὸ τῆς πρώρας ἀλλ’ ἀπὸ τοῦ κλήματος φύεται, καὶ εἰ δή | |
5 | τι τοιοῦτον ἕτερον ἢ δένδρον ἢ φρυγανῶδες, ὥσπερ δοκεῖ τό τε πήγανον καὶ ἡ ἰωνία καὶ τὸ σισύμ‐ βριον καὶ ὁ ἕρπυλλος καὶ τὸ ἑλένιον. κοινοτάτη μὲν οὖν ἐστὶ πᾶσιν ἥ τε ἀπὸ τῆς παρασπάδος καὶ ἀπὸ σπέρματος. ἅπαντα γὰρ ὅσα ἔχει σπέρματα | |
10 | καὶ ἀπὸ σπέρματος γίνεται· ἀπὸ δὲ παρασπάδος καὶ τὴν δάφνην φασίν, ἐάν τις τὰ ἔρνη παρελὼν φυτεύσῃ. δεῖ δὲ ὑπόρριζον εἶναι μάλιστά γε τὸ παρασπώμενον ἢ ὑπόπρεμνον. οὐ μὴν ἀλλὰ καὶ ἄνευ τούτου θέλει βλαστάνειν καὶ ῥόα καὶ μηλέα | |
15 | ἐαρινή· βλαστάνει δὲ καὶ ἀμυγδαλῆ φυτευομένη. | |
Hist Plant.2.1.4 | κατὰ πλείστους δὲ τρόπους ὡς εἰπεῖν ἡ ἐλάα βλαστάνει· καὶ γὰρ ἀπὸ τοῦ στελέχους καὶ ἀπὸ τοῦ πρέμνου κατακοπτομένου καὶ ἀπὸ τῆς ῥίζης [καὶ ἀπὸ τοῦ ξύλου] καὶ ἀπὸ ῥάβδου καὶ χάρακος | |
5 | ὥσπερ εἴρηται. τῶν δ’ ἄλλων ὁ μύρρινος· καὶ | |
γὰρ οὗτος ἀπὸ τῶν ξύλων καὶ τῶν πρέμνων φύεται. δεῖ δὲ καὶ τούτου καὶ τῆς ἐλάας τὰ ξύλα διαιρεῖν μὴ ἐλάττω σπιθαμιαίων καὶ τὸν φλοιὸν μὴ περιαιρεῖν. | ||
10 | Τὰ μὲν οὖν δένδρα βλαστάνει καὶ γίνεται κατὰ τοὺς εἰρημένους τρόπους· αἱ γὰρ ἐμφυτεῖαι καὶ οἱ ἐνοφθαλμισμοὶ καθάπερ μίξεις τινές εἰσιν ἢ κατ’ ἄλλον τρόπον γενέσεις, περὶ ὧν ὕστερον λεκτέον. | |
Hist Plant.2.2.1 | Τῶν δὲ φρυγανωδῶν καὶ ποιωδῶν τὰ μὲν πλεῖστα ἀπὸ σπέρματος ἢ ῥίζης τὰ δὲ καὶ ἀμφοτέρως· ἔνια δὲ καὶ ἀπὸ τῶν βλαστῶν, ὥσπερ εἴρηται. ῥοδωνία δὲ καὶ κρινωνία κατακοπέντων | |
5 | τῶν καυλῶν, ὥσπερ καὶ ἡ ἄγρωστις. φύεται δὲ ἡ κρινωνία καὶ ἡ ῥοδωνία καὶ ὅλου τοῦ καυλοῦ τεθέντος. ἰδιωτάτη δὲ ἡ ἀπὸ δακρύου· καὶ γὰρ οὕτω δοκεῖ τὸ κρίνον φύεσθαι, ὅταν ξηρανθῇ τὸ ἀπορρυέν. φασὶ δὲ καὶ ἐπὶ τοῦ ἱπποσελίνου· | |
10 | καὶ γὰρ τοῦτο ἀφίησι δάκρυον. φύεται δέ τις καὶ κάλαμος, ἐάν τις διατέμνων τὰς ἠλακάτας πλαγίας τιθῇ καὶ κατακρύψῃ κόπρῳ καὶ γῇ. ἰδίως δὲ ἀπὸ ῥίζης [τῷ] φύεσθαι καὶ τὰ κεφα‐ λόρριζα. | |
Hist Plant.2.2.2 | Τοσαυταχῶς δὲ οὔσης τῆς δυνάμεως τὰ μὲν πολλὰ τῶν δένδρων, ὥσπερ ἐλέχθη πρότερον, ἐν | |
πλείοσι τρόποις φύεται· ἔνια δὲ ἀπὸ σπέρματος φύεται μόνον, οἷον ἐλάτη πεύκη πίτυς ὅλως πᾶν | ||
5 | τὸ κωνοφόρον· ἔτι δὲ καὶ φοῖνιξ, πλὴν εἰ ἄρα ἐν Βαβυλῶνι καὶ ἀπὸ τῶν ῥάβδων [ὥς] φασί τινες μολεύειν. κυπάριττος δὲ παρὰ μὲν τοῖς ἄλλοις ἀπὸ σπέρματος, ἐν Κρήτῃ δὲ καὶ ἀπὸ τοῦ στελέ‐ χους, οἷον ἐπὶ τῆς ὀρείας ἐν Τάρρᾳ· παρὰ τούτοις | |
10 | γάρ ἐστιν ἡ κουριζομένη κυπάριττος· αὕτη δὲ ἀπὸ τῆς τομῆς βλαστάνει πάντα τρόπον τεμνομένη καὶ ἀπὸ γῆς καὶ ἀπὸ τοῦ μέσου καὶ ἀπὸ τοῦ ἀνω‐ τέρω· βλαστάνει δὲ ἐνιαχοῦ καὶ ἀπὸ τῶν ῥιζῶν σπανίως δέ. | |
Hist Plant.2.2.3 | Περὶ δὲ δρυὸς ἀμφισβητοῦσιν· οἱ μὲν γὰρ ἀπὸ σπέρματός φασι μόνον, οἱ δὲ καὶ ἀπὸ ῥίζης γλίσχρως· οἱ δὲ καὶ ἀπ’ αὐτοῦ τοῦ στελέχους κοπέντος. ἀπὸ παρασπάδος δὲ καὶ ῥίζης οὐδὲν | |
5 | φύεται τῶν μὴ παραβλαστανόντων. | |
Hist Plant.2.2.4 | Ἁπάντων δὲ ὅσων πλείους αἱ γενέσεις, ἡ ἀπὸ παρασπάδος καὶ ἔτι μᾶλλον ἡ ἀπὸ παραφυάδος ταχίστη καὶ εὐαυξής, ἐὰν ἀπὸ ῥίζης ἡ παραφυὰς ᾖ. καὶ τὰ μὲν οὕτως ἢ ὅλως ἀπὸ φυτευτηρίων | |
5 | πεφυτευμένα πάντα δοκεῖ τοὺς καρποὺς ἐξομοιοῦν. ὅσα δ’ ἀπὸ τοῦ καρποῦ τῶν δυναμένων καὶ οὕτως βλαστάνειν, ἅπανθ’ ὡς εἰπεῖν χείρω, τὰ δὲ καὶ ὅλως ἐξίσταται τοῦ γένους, οἷον ἄμπελος μηλέα συκῆ ῥοιὰ ἄπιος· ἔκ τε γὰρ τῆς κεγχραμίδος οὐδὲν | |
10 | γίνεται γένος ὅλως ἥμερον, ἀλλ’ ἢ ἐρινεὸς ἢ ἀγρία συκῆ, διαφέρουσα πολλάκις καὶ τῇ χροίᾳ· | |
καὶ γὰρ ἐκ μελαίνης λευκὴ καὶ ἐκ λευκῆς μέλαινα γίνεται· ἔκ τε τῆς ἀμπέλου τῆς γενναίας ἀγεννής· καὶ πολλάκις ἕτερον γένος· ὁτὲ δὲ ὅλως οὐδὲν | ||
15 | ἥμερον ἀλλ’ ἄγριον ἐνίοτε καὶ τοιοῦτον ὥστε μὴ ἐκπέττειν τὸν καρπόν· αἱ δ’ ὥστε μηδὲ ἁδρύνειν ἀλλὰ μέχρι τοῦ ἀνθῆσαι μόνον ἀφικνεῖσθαι. | |
Hist Plant.2.2.5 | Φύονται δὲ καὶ ἐκ τῶν τῆς ἐλάας πυρήνων ἀγριέλαιος, καὶ ἐκ τῶν τῆς ῥόας κόκκων τῶν γλυκέων ἀγεννεῖς, καὶ ἐκ τῶν ἀπυρήνων σκληραί, πολλάκις δὲ καὶ ὀξεῖαι. τὸν αὐτὸν δὲ τρόπον | |
5 | καὶ ἐκ τῶν ἀπίων καὶ ἐκ τῶν μηλέων· ἐκ μὲν γὰρ τῶν ἀπίων μοχθηρὰ ἡ ἀχράς, ἐκ δὲ τῶν μηλέων χείρων τε τῷ γένει καὶ ἐκ γλυκείας ὀξεῖα, καὶ ἐκ στρουθίου Κυδώνιος. χείρων δὲ καὶ ἡ ἀμυγδαλῆ καὶ τῷ χυλῷ καὶ τῷ σκληρὰ ἐκ μαλακῆς· δι’ ὃ | |
10 | καὶ αὐξηθεῖσαν ἐγκεντρίζειν κελεύουσιν, εἰ δὲ μὴ τὸ μόσχευμα μεταφυτεύειν πολλάκις. | |
Hist Plant.2.2.6 | Χείρων δὲ καὶ ἡ δρῦς· ἀπὸ γοῦν τῆς ἐν Πύρρᾳ πολλοὶ φυτεύσαντες οὐκ ἐδύνανθ’ ὁμοίαν ποιεῖν. δάφνην δὲ καὶ μυρρίνην διαφέρειν ποτέ φασιν, ὡς ἐπὶ τὸ πολὺ δ’ ἐξίστασθαι καὶ οὐδὲ τὸ χρῶμα | |
5 | διασώζειν, ἀλλ’ ἐξ ἐρυθροῦ καρποῦ γίνεσθαι μέλαιναν, ὥσπερ καὶ τὴν ἐν Ἀντάνδρῳ· πολλάκις δὲ καὶ τὴν κυπάριττον ἐκ θηλείας ἄρρενα. μάλιστα δὲ τούτων ὁ φοῖνιξ δοκεῖ διαμένειν ὥσπερ εἰπεῖν τελείως τῶν ἀπὸ σπέρματος, καὶ | |
10 | πεύκη ἡ κωνοφόρος καὶ πίτυς ἡ φθειροποιός. | |
ταῦτα μὲν οὖν ἐν τοῖς ἡμερωμένοις. ἐν δὲ τοῖς ἀγρίοις δῆλον ὅτι πλείω κατὰ λόγον ὡς ἰσχυρο‐ τέροις· ἐπεὶ θάτερόν γε καὶ ἄτοπον, εἰ δὴ χείρω καὶ ἐν ἐκείνοις καὶ ὅλως ἐν τοῖς ἀπὸ σπέρματος | ||
15 | μόνον· εἰ μή τι τῇ θεραπείᾳ δύνανται μετα‐ βάλλειν. | |
Hist Plant.2.2.7 | Διαφέρουσι δὲ καὶ τόποι τόπων καὶ ἀὴρ ἀέρος· ἐνιαχοῦ γὰρ ἐκφέρειν ἡ χώρα δοκεῖ τὰ ὅμοια, καθάπερ καὶ ἐν Φιλίπποις· ἀνάπαλιν ὀλίγα καὶ ὀλιγαχοῦ λαμβάνειν μεταβολήν, ὥστε ἐκ σπέρ‐ | |
5 | ματος ἀγρίου ποιεῖν ἥμερον ἢ ἐκ χείρονος ἁπλῶς βέλτιον· τοῦτο γὰρ ἐπὶ τῆς ῥόας μόνον ἀκηκόαμεν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ συμβαίνειν· ἐν Αἰγύπτῳ μὲν γὰρ τὴν ὀξεῖαν καὶ σπαρεῖσαν καὶ φυτευθεῖσαν γλυκεῖαν γίνεσθαί πως ἢ οἰνώδη· | |
10 | περὶ δὲ Σόλους τῆς Κιλικίας περὶ ποταμὸν τὸν Πίναρον, οὗ ἡ μάχη πρὸς Δαρεῖον ἐγένετο, πᾶσαι γίνονται ἀπύρηνοι. | |
Hist Plant.2.2.8 | Εὔλογον δὲ καὶ εἴ τις τὸν παρ’ ἡμῶν φοίνικα φυτεύοι ἐν Βαβυλῶνι, κάρπιμόν τε γίνεσθαι καὶ ἐξομοιοῦσθαι τοῖς ἐκεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τις ἑτέρα προσάλληλον ἔχει καρπὸν τόπῳ· | |
5 | κρείττων γὰρ οὗτος τῆς ἐργασίας καὶ τῆς θερα‐ πείας. σημεῖον δ’ ὅτι μεταφερόμενα τἀκεῖθεν ἄκαρπα τὰ δὲ καὶ ὅλως ἀβλαστῆ γίνεται. | |
Hist Plant.2.2.9 | Μεταβάλλει δὲ καὶ τῇ τροφῇ καὶ διὰ τὴν ἄλλην ἐπιμέλειαν, οἷς καὶ τὸ ἄγριον ἐξημεροῦται καὶ αὐτῶν δὲ τῶν ἡμέρων ἔνια ἀπαγριοῦται, οἷον ῥόα καὶ ἀμυγδαλῆ. ἤδη δέ τινες καὶ ἐκ κριθῶν | |
5 | ἀναφῦναί φασι πυροὺς καὶ ἐκ πυρῶν κριθὰς καὶ | |
Hist Plant.2.2.10 | ἐπὶ τοῦ αὐτοῦ πυθμένος ἄμφω. ταῦτα μὲν οὖν ὡς μυθωδέστερα δεῖ δέχεσθαι. μεταβάλλει δ’ οὖν τὰ μεταβάλλοντα τὸν τρόπον τοῦτον αὐτο‐ μάτως· ἐξαλλαγῇ δὲ χώρας, ὥσπερ ἐν Αἰγύπτῳ | |
5 | καὶ Κιλικίᾳ περὶ τῶν ῥοῶν εἴπομεν, οὐδὲ διὰ μίαν θεραπείαν. Ὡσαύτως δὲ καὶ ὅπου τὰ κάρπιμα ἄκαρπα γίνεται, καθάπερ τὸ πέρσιον τὸ ἐξ Αἰγύπτου καὶ ὁ φοῖνιξ ἐν τῇ Ἑλλάδι καὶ εἰ δή τις κομίσειε τὴν | |
10 | ἐν Κρήτῃ λεγομένην αἴγειρον. ἔνιοι δέ φασι καὶ τὴν ὄην ἐὰν εἰς ἀλεεινὸν ἔλθῃ σφόδρα τόπον ἄκαρπον γίνεσθαι· φύσει γὰρ ψυχρόν. εὔλογον δὲ ἀμφότερα συμβαίνειν κατὰ τὰς ἐναντιώσεις, εἴπερ μηδ’ ὅλως ἔνια φύεσθαι θέλει μεταβάλ‐ | |
15 | λοντα τοὺς τόπους. καὶ κατὰ μὲν τὰς χώρας αἱ τοιαῦται μεταβολαί. | |
Hist Plant.2.2.11 | Κατὰ δὲ τὴν φυτείαν τὰ ἀπὸ τῶν σπερμάτων φυτευόμενα, καθάπερ ἐλέχθη· παντοῖαι γὰρ αἱ ἐξαλλαγαὶ καὶ τούτων. τῇ θεραπείᾳ δὲ μετα‐ βάλλει ῥόα καὶ ἀμυγδαλῆ· ῥόα μὲν κόπρον ὑείαν | |
5 | λαβοῦσα καὶ ὕδατος πλῆθος ῥυτοῦ· ἀμυγδαλῆ δὲ ὅταν πάτταλόν τις ἐνθῇ, καὶ τὸ δάκρυον ἀφαιρῇ | |
τὸ ἐπιρρέον πλείω χρόνον καὶ τὴν ἄλλην ἀποδιδῷ | ||
Hist Plant.2.2.12 | θεραπείαν. ὡσαύτως δὲ δῆλον ὅτι καὶ ὅσα ἐξημεροῦται τῶν ἀγρίων ἢ ἀπαγριοῦται τῶν ἡμέρων· τὰ μὲν γὰρ θεραπείᾳ τὰ δ’ ἀθεραπευσίᾳ μεταβάλλει· πλὴν εἴ τις λέγοι μηδὲ μεταβολὴν | |
5 | ἀλλ’ ἐπίδοσιν εἰς τὸ βέλτιον εἶναι καὶ χεῖρον· οὐ γὰρ οἷόν τε τὸν κότινον ποιεῖν ἐλάαν οὐδὲ τὴν ἀχράδα ποιεῖν ἄπιον οὐδὲ τὸν ἐρινεὸν συκῆν. ὃ γὰρ ἐπὶ τοῦ κοτίνου φασὶ συμβαίνειν, ὥστ’ ἐὰν περικοπεὶς τὴν θαλίαν ὅλως μεταφυτευθῇ φέρειν | |
10 | φαυλίας, μετακίνησίς τις γίνεται οὐ μεγάλη. ταῦτα μὲν οὖν ὁποτέρως δεῖ λαβεῖν οὐθὲν ἂν διαφέροι. | |
Hist Plant.2.3.1 | Φασὶ δ’ οὖν αὐτομάτην τινὰ γίνεσθαι τῶν τοιούτων μεταβολήν, ὁτὲ μὲν τῶν καρπῶν ὁτὲ δὲ καὶ ὅλως αὐτῶν τῶν δένδρων, ἃ καὶ σημεῖα νομί‐ ζουσιν οἱ μάντεις· οἷον ῥόαν ὀξεῖαν γλυκεῖαν | |
5 | ἐξενεγκεῖν καὶ γλυκεῖαν ὀξεῖαν· καὶ πάλιν ἁπλῶς αὐτὰ τὰ δένδρα μεταβάλλειν, ὥστε ἐξ ὀξείας γλυκεῖαν γίνεσθαι καὶ ἐκ γλυκείας ὀξεῖαν· χεῖρον δὲ τὸ εἰς γλυκεῖαν μεταβάλλειν. καὶ ἐξ ἐρινεοῦ συκῆν καὶ ἐκ συκῆς ἐρινεόν· χεῖρον δὲ τὸ ἐκ | |
10 | συκῆς. καὶ ἐξ ἐλάας κότινον καὶ ἐκ κοτίνου | |
ἐλάαν· ἥκιστα δὲ τοῦτο. πάλιν δὲ συκῆν ἐκ λευκῆς μέλαιναν καὶ ἐκ μελαίνης λευκήν. ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ ἀμπέλου. | ||
Hist Plant.2.3.2 | Καὶ ταῦτα μὲν ὡς τέρατα καὶ παρὰ φύσιν ὑπο‐ λαμβάνουσιν· ὅσα δὲ συνήθη τῶν τοιούτων οὐδὲ θαυμάζουσιν ὅλως· οἷον τὸ τὴν κάπνειον ἄμπελον καλουμένην καὶ ἐκ μέλανος βότρυος λευκὸν καὶ | |
5 | ἐκ λευκοῦ μέλανα φέρειν· οὐδὲ γὰρ οἱ μάντεις τὰ τοιαῦτα κρίνουσιν· ἐπεὶ οὐδὲ ἐκεῖνα, παρ’ οἷς πέφυκεν ἡ χώρα μεταβάλλειν, ὥσπερ ἐλέχθη περὶ τῆς ῥόας ἐν Αἰγύπτῳ· ἀλλὰ τὸ ἐνταῦθα θαυμαστόν, διὰ τὸ μίαν μόνον ἢ δύο, καὶ ταύτας | |
10 | ἐν τῷ παντὶ χρόνῳ σπανίας. οὐ μὴν ἀλλ’ εἴπερ συμβαίνει, μᾶλλον ἐν τοῖς καρποῖς γίνεσθαι τὴν παραλλαγὴν ἢ ἐν ὅλοις τοῖς δένδροις. | |
Hist Plant.2.3.3 | Ἐπεὶ καὶ τοιαύτη τις ἀταξία γίνεται περὶ τοὺς καρπούς· οἷον ἤδη ποτὲ συκῆ τὰ σῦκα ἔφυσεν ἐκ τοῦ ὄπισθεν τῶν θρίων· καὶ ῥόα δὲ καὶ ἄμπελος ἐκ τῶν στελεχῶν, καὶ ἄμπελος ἄνευ φύλλων καρ‐ | |
5 | πὸν ἤνεγκεν. ἐλάα δὲ τὰ μὲν φύλλα ἀπέβαλε τὸν δὲ καρπὸν ἐξήνεγκεν· ὃ καὶ Θετταλῷ τῷ Πεισι‐ στράτου γενέσθαι λέγεται. συμβαίνει δὲ καὶ διὰ χειμῶνας τοῦτο καὶ δι’ ἄλλας αἰτίας ἔνια τῶν δοκούντων εἶναι παρὰ λόγον οὐκ ὄντων δέ· οἷον | |
10 | ἐλάα ποτ’ ἀποκαυθεῖσα τελέως ἀνεβλάστησεν ὅλη, καὶ αὐτὴ καὶ ἡ θαλία. ἐν δὲ τῇ Βοιωτίᾳ | |
καταβρωθέντων τῶν ἐρνῶν ὑπ’ ἀττελέβων πάλιν ἀνεβλάστησε· τὰ δ’ οἷον ἀπέπεσεν. ἥκιστα δ’ ἴσως τὰ τοιαῦτα ἄτοπα διὰ τὸ φανερὰς ἔχειν τὰς | ||
15 | αἰτίας, ἀλλὰ μᾶλλον τὸ μὴ ἐκ τῶν οἰκείων τόπων φέρειν τοὺς καρποὺς ἢ μὴ οἰκείους· καὶ μάλιστα δ’ εἰ τῆς ὅλης φύσεως γίνεται μεταβολή, καθάπερ ἐλέχθη. περὶ μὲν οὖν τὰ δένδρα τοιαῦται τινές εἰσι μεταβολαί. | |
Hist Plant.2.4.1 | Τῶν δὲ ἄλλων τό τε σισύμβριον εἰς μίν‐ θαν δοκεῖ μεταβάλλειν, ἐὰν μὴ κατέχηται τῇ θεραπείᾳ, δι’ ὃ καὶ μεταφυτεύουσι πολλάκις, καὶ ὁ πυρὸς εἰς αἶραν. ταῦτα μὲν οὖν ἐν τοῖς δένδροις | |
5 | αὐτομάτως, εἴπερ γίνεται. τὰ δ’ ἐν τοῖς ἐπετείοις διὰ παρασκευῆς· οἷον ἡ τίφη καὶ ἡ ζειὰ μετα‐ βάλλουσιν εἰς πυρὸν ἐὰν πτισθεῖσαι σπείρωνται, καὶ τοῦτ’ οὐκ εὐθὺς ἀλλὰ τῷ τρίτῳ ἔτει. σχεδὸν δὲ παραπλήσιον τοῦτό γε τῷ τὰ σπέρματα κατὰ | |
10 | τὰς χώρας μεταβάλλειν· μεταβάλλει γὰρ καὶ ταῦτα καθ’ ἑκάστην χώραν καὶ σχεδὸν ἐν τῷ ἴσῳ χρόνῳ καὶ ἡ τίφη. μεταβάλλουσι δὲ καὶ οἱ ἄγριοι πυροὶ καὶ αἱ κριθαὶ θεραπευόμεναι καὶ ἐξημερούμεναι κατὰ τὸν ἴσον χρόνον. | |
Hist Plant.2.4.2 | Καὶ ταῦτα μὲν ἔοικε χώρας τε μεταβολῇ καὶ θεραπείᾳ γίνεσθαι· καὶ ἔνια ἀμφοτέροις, τὰ δὲ τῇ θεραπείᾳ μόνον· οἷον πρὸς τὸ τὰ ὄσπρια μὴ γίνε‐ | |
σθαι ἀτεράμονα βρέξαντα κελεύουσιν ἐν νίτρῳ | ||
5 | νύκτα τῇ ὑστεραίᾳ σπείρειν ἐν ξηρᾷ· φακοὺς ὥστε ἁδροὺς γίνεσθαι φυτεύουσιν ἐν βολίτῳ· τοὺς ἐρεβίνθους δέ, ὥστε μεγάλους, αὐτοῖς τοῖς κελύ‐ φεσι βρέξαντα σπείρειν. μεταβάλλουσι δὲ καὶ κατὰ τὰς ὥρας τοῦ σπόρου πρὸς κουφότητα καὶ | |
10 | ἀλυπίαν· οἷον ἐάν τις τοὺς ὀρόβους ἐαρινοὺς σπείρῃ τρισάλυποι γίνονται, καὶ οὐχ ὡς οἱ μετο‐ πωρινοὶ βαρεῖς. | |
Hist Plant.2.4.3 | Γίνεται δὲ καὶ ἐν τοῖς λαχάνοις μεταβολὴ διὰ τὴν θεραπείαν· οἷον τὸ σέλινον, ἐὰν σπαρὲν καταπατηθῇ καὶ κυλινδρωθῇ, ἀναφύεσθαί φασιν οὖλον. μεταβάλλει δὲ καὶ τὴν χώραν ἐξαλλάτ‐ | |
5 | τοντα, καθάπερ καὶ τἆλλα. καὶ τὰ μὲν τοιαῦτα κοινὰ πάντων ἐστίν. εἰ δὲ κατά τινα πήρωσιν ἢ ἀφαίρεσιν μέρους δένδρον ἄγονον γίνεται, καθά‐ περ τὰ ζῶα, τοῦτο σκεπτέον· οὐδὲν γοῦν φανερὸν κατά γε τὴν διαίρεσιν εἰς τὸ πλείω καὶ ἐλάττω | |
10 | φέρειν ὥσπερ κακούμενον, ἀλλ’ ἢ ἀπόλλυται τὸ ὅλον ἢ διαμένον καρποφορεῖ. τὸ δὲ γῆρας κοινή τις φθορὰ πᾶσιν. | |
Hist Plant.2.4.4 | Ἄτοπον δ’ ἂν δόξειε μᾶλλον εἰ ἐν τοῖς ζώοις αἱ τοιαῦται μεταβολαὶ φυσικαὶ καὶ πλείους· καὶ γὰρ κατὰ τὰ ὥρας ἔνια δοκεῖ μεταβάλλειν, ὥσ‐ περ ὁ ἱέραξ καὶ ἔποψ καὶ ἄλλα τῶν ὁμοίων | |
5 | ὀρνέων. καὶ κατὰ τὰς τῶν τόπων ἀλλοιώσεις, | |
ὥσπερ ὁ ὕδρος εἰς ἔχιν ξηραινομένων τῶν λιβά‐ δων. φανερώτατα δὲ καὶ κατὰ τὰς γενέσεις ἔνια, καὶ μεταβάλλει διὰ πλειόνων ζώων· οἷον ἐκ κάμπης γίνεται χρυσαλλὶς εἶτ’ ἐκ ταύτης ψυχή· | ||
10 | καὶ ἐπ’ ἄλλων δ’ ἐστὶ τοῦτο πλειόνων, οὐδὲν ἴσως ἄτοπον, οὐδ’ ὅμοιον τὸ ζητούμενον. ἀλλ’ ἐκεῖνο συμβαίνει περὶ τὰ δένδρα καὶ ὅλως πᾶσαν τὴν ὕλην, ὥσπερ ἐλέχθη καὶ πρότερον, ὥστε αὐτομά‐ την μεταβλαστάνειν μεταβολῆς τινος γινομένης | |
15 | ἐκ τῶν οὐρανίων τοιαύτης. τὰ μὲν οὖν περὶ τὰς γενέσεις καὶ μεταβολὰς ἐκ τούτων θεωρητέον. | |
Hist Plant.2.5.1 | Ἐπεὶ δὲ καὶ αἱ ἐργασίαι καὶ αἱ θεραπεῖαι μεγάλα συμβάλλονται, καὶ ἔτι πρότερον αἱ φυτεῖαι καὶ ποιοῦσι μεγάλας διαφοράς, λεκτέον καὶ περὶ τούτων. | |
5 | Καὶ πρῶτον περὶ τῶν φυτειῶν. αἱ μὲν οὖν ὧραι πρότερον εἴρηνται καθ’ ἃς δεῖ. τὰ δὲ φυτὰ λαμβάνειν κελεύουσιν ὡς κάλλιστα καὶ ἐξ ὁμοίας γῆς εἰς ἣν μέλλεις φυτεύειν, ἢ χείρονος· τοὺς δὲ γυροὺς προορύττειν ὡς πλείστου χρόνου καὶ | |
10 | βαθυτέρους αἰεὶ καὶ τοῖς ἐπιπολαιορριζοτέροις. | |
Hist Plant.2.5.2 | Λέγουσι δέ τινες ὡς οὐδεμία κατωτέρω διϊκνεῖται τριῶν ἡμιποδίων· δι’ ὃ καὶ ἐπιτιμῶσι τοῖς ἐν μείζονι βάθει φυτεύουσιν· οὐκ ἐοίκασι δὲ ὀρθῶς λέγειν ἐπὶ πολλῶν· ἀλλ’ ἐὰν ἢ χώματος ἐπιλάβ‐ | |
5 | ηται βαθέος ἢ καὶ χώρας τοιαύτης ἢ καὶ τόπου, πολλῷ μακροτέραν ὠθεῖ τὸ τῇ φύσει βαθύρριζον. πεύκην δέ τις ἔφη μεταφυτεύων μεμοχλευμένην μείζω τὴν ῥίζαν ἔχειν ὀκτάπηχυν καίπερ οὐχ ὅλης ἐξαιρεθείσης ἀλλ’ ἀπορραγείσης. | |
Hist Plant.2.5.3 | Τὰ δὲ φυτευτήρια ἐὰν μὲν ἐνδέχηται ὑπόρριζα, εἰ δὲ μή, δεῖ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω λαμβάνειν, πλὴν ἀμπέλου· καὶ τὰ μὲν ἔχοντα ῥίζας ὀρθὰ ἐμβάλλειν, τὰ δὲ μὴ ἔχοντα ὑποβάλ‐ | |
5 | λειν τοῦ φυτευτηρίου ὅσον σπιθαμὴν ἢ μικρῷ πλεῖον. ἔνιοι δὲ κελεύουσι καὶ τῶν ὑπορρίζων ὑποβάλλειν, τιθέναι δὲ καὶ τὴν θέσιν ὁμοίως ἥνπερ εἶχεν ἐπὶ τῶν δένδρων τὰ πρόσβορρα καὶ τὰ πρὸς ἕω καὶ τὰ πρὸς μεσημβρίαν. ὅσα δὲ ἐνδέχεται | |
10 | τῶν φυτῶν καὶ προμοσχεύειν· τὰ μὲν ἐπ’ αὐτῶν τῶν δένδρων, οἷον ἐλάας ἀπίου μηλέας συκῆς· τὰ δ’ ἀφαιροῦντας, οἷον ἀμπέλου· ταύτην γὰρ οὐχ οἷόν τε ἐπ’ αὐτῆς μοσχεύειν. | |
Hist Plant.2.5.4 | Ἐὰν δὲ μὴ ὑπόρριζα τὰ φυτὰ μηδὲ ὑπόπρεμνα λαμβάνειν, καθάπερ τῆς ἐλάας, σχίσαντά τε τὸ ξύλον κάτωθεν καὶ λίθον ἐμβαλόντα φυτεύειν· ὁμοίως δὲ καὶ τῆς ἐλάας καὶ συκῆς καὶ τῶν ἄλ‐ | |
5 | λων. φυτεύεται δὲ ἡ συκῆ καὶ ἐάν τις κράδην παχεῖαν ἀποξύνας σφύρᾳ παίῃ, ἄχρι οὗ ἂν ἀπολίπῃ μικρὸν ὑπὲρ τῆς γῆς, εἶτ’ αὐτῆς ἄμμον βαλὼν ἄνωθεν ἐπιχώσῃ· καὶ γίνεσθαι δή φασι καὶ καλλίω ταῦτα τὰ φυτά, μέχρι οὗ ἂν ᾖ | |
10 | νέα. | |
Hist Plant.2.5.5 | Παραπλησία καὶ τῶν ἀμπέλων, ὅταν ἀπὸ τοῦ παττάλου· προοδοποιεῖ γὰρ ὁ πάτταλος ἐκείνῳ τῷ κλήματι διὰ τὴν ἀσθένειαν· φυ‐ τεύουσιν οὕτω καὶ ῥόαν καὶ ἄλλα τῶν δένδρων. | |
5 | ἡ συκῆ δέ, ἐὰν ἐν σκίλλῃ φυτευθῇ, θᾶττον παρα‐ γίνεται καὶ ἧττον ὑπὸ σκωλήκων κατεσθίεται. ὅλως δὲ πᾶν ἐν σκίλλῃ φυτευόμενον εὐβλαστὲς καὶ θᾶττον αὐξάνεται. ὅσα δὲ ἐκ τοῦ στελέχους καὶ διακοπτόμενα φυτεύεται, κάτω τρέποντα τὴν | |
10 | τομὴν δεῖ φυτεύειν, διακόπτειν δὲ μὴ ἐλάττω σπιθαμιαίων, ὥσπερ ἐλέχθη, καὶ τὸν φλοιὸν προσεῖναι· φύεται δ’ ἐκ τῶν τοιούτων ἔρνη· βλα‐ στανόντων δ’ ἀεὶ προσχωννύειν, ἄχρι οὗ ἂν γένη‐ ται ἄρτιον· αὕτη μὲν οὖν τῆς ἐλάας ἰδία καὶ τοῦ | |
15 | μυρρίνου, αἱ δ’ ἄλλαι κοινότεραι πᾶσιν. | |
Hist Plant.2.5.6 | Ἄριστον δὲ καὶ ῥιζώσασθαι καὶ φυτείας μάλι‐ | |
στα τῆς τυχούσης ἡ συκῆ. φυτεύειν δὲ ῥόας μὲν καὶ μυρρίνους καὶ δάφνας πυκνὰς κελεύουσι, μὴ πλέον διεστώσας ἢ ἐννέα πόδας, μηλέας δὲ μικρῷ | ||
5 | μακρότερον, ἀπίους δὲ καὶ ὄγχνας ἔτι μᾶλλον, ἀμυγδαλᾶς δὲ καὶ συκᾶς πολλῷ πλέον, ὡσαύτως δὲ καὶ τὴν ἐλάαν. ποιεῖσθαι δὲ καὶ πρὸς τὸν τόπον τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάτ‐ τους ἢ ἐν τοῖς πεδεινοῖς. | |
Hist Plant.2.5.7 | Μέγιστον δὲ ὡς εἰπεῖν τὸ τὴν πρόσφορον ἑκάστῳ χώραν ἀποδιδόναι· τότε γὰρ εὐθενεῖ μάλιστα. ὡς δ’ ἁπλῶς εἰπεῖν ἐλάᾳ μὲν καὶ συκῇ καὶ ἀμπέλῳ τὴν πεδεινήν φασιν οἰκειοτάτην εἶναι, | |
5 | τοῖς δὲ ἀκροδρύοις τὰς ὑπωρείας. χρὴ δὲ καὶ ἐν αὐτοῖς τοῖς ὁμογενέσι μὴ ἀγνοεῖν τὰς οἰκείας. ἐν πλείστῃ δὲ ὡς εἰπεῖν διαφορᾷ τὰ τῶν ἀμπέλων ἐστίν· ὅσα γάρ ἐστι γῆς εἴδη, τοσαῦτά τινές φασι καὶ ἀμπέλων εἶναι. φυτευόμενα μὲν οὖν κατὰ | |
10 | φύσιν ἀγαθὰ γίνεσθαι παρὰ φύσιν δὲ ἄκαρπα. ταῦτα μὲν οὖν ὥσπερ κοινὰ πάντων. | |
Hist Plant.2.6.1 | Τῶν δὲ φοινίκων ἴδιος ἡ φυτεία παρὰ τἆλλα καὶ ἡ μετὰ ταῦτα θεραπεία. φυτεύουσι γὰρ πλείους εἰς ταὐτὸ τιθέντες δύο κάτω καὶ δύο ἄνωθεν ἐπιδοῦντες, πρανεῖς δὲ πάντας. τὴν γὰρ | |
5 | ἔκφυσιν οὐκ ἐκ τῶν ὑπτίων καὶ κοίλων ποιεῖται, καθάπερ τινές φασιν, ἀλλ’ ἐκ τῶν ἄνω, δι’ ὃ καὶ ἐν τῇ ἐπιζεύξει τῶν ἐπιτιθεμένων οὐ δεῖ περικα‐ | |
λύπτειν τὰς ἀρχὰς ὅθεν ἡ ἔκφυσις· φανεραὶ δ’ εἰσὶ τοῖς ἐμπείροις. διὰ τοῦτο δ’ εἰς τὸ αὐτὸ | ||
10 | πλείους τιθέασιν ὅτι ἀπὸ τοῦ ἑνὸς ἀσθενὴς ἡ φυτεία. τούτων δὲ αἵ τε ῥίζαι πρὸς ἀλλήλας συμπλέκονται καὶ εὐθὺς αἱ πρῶται βλαστήσεις, ὥστε ἓν γίνεσθαι τὸ στέλεχος. | |
Hist Plant.2.6.2 | Ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ’ ἀφ’ αὑτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος· ἀφαιροῦσι δὲ ὅσον δίπηχυ· σχίσαντες δὲ τοῦτο κάτω τιθέασι τὸ ὑγρόν· φιλεῖ | |
5 | δὲ χώραν ἁλμώδη· δι’ ὃ καὶ ὅπου μὴ τοιαύτη τυγχάνει περιπάττουσιν ἅλας οἱ γεωργοί· τοῦτο δὲ δεῖ ποιεῖν μὴ περὶ αὐτὰς τὰς ῥίζας ἀλλ’ ἄποθεν ἀποστήσαντα περιπάττειν ὅσον ἡμίεκτον· ὅτι δὲ τοιαύτην ζητεῖ χώραν κἀκεῖνο ποιοῦνται σημεῖον· | |
10 | πανταχοῦ γὰρ ὅπου πλῆθος φοινίκων ἁλμώδεις αἱ χῶραι· καὶ γὰρ ἐν Βαβυλῶνί φασιν, ὅπου οἱ φοίνικες πεφύκασι, καὶ ἐν Λιβύῃ δὲ καὶ ἐν Αἰγύπτῳ καὶ Φοινίκῃ καὶ τῆς Συρίας δὲ τῆς κοίλης, ἐν ᾗ γ’ οἱ πλεῖστοι τυγχάνουσιν, ἐν τρισὶ μόνοις τόποις | |
15 | ἁλμώδεσιν εἶναι τοὺς δυναμένους θησαυρίζεσθαι· τοὺς δ’ ἐν τοῖς ἄλλοις οὐ διαμένειν ἀλλὰ σήπεσθαι, χλωροὺς δ’ ἡδεῖς εἶναι καὶ καταναλίσκειν οὕτω. | |
Hist Plant.2.6.3 | Φιλεῖ δὲ καὶ ὑδρείαν σφόδρα τὸ δένδρον· περὶ δὲ κόπρου διαμφισβητοῦσιν· οἱ μὲν γὰρ οὔ φασι χαίρειν ἀλλ’ ἐναντιώτατον εἶναι, οἱ δὲ καὶ χρῆσθαι καὶ ἐπίδοσιν πολλὴν ποιεῖν. δεῖν δ’ | |
5 | ὑδρεύειν εὖ μάλα κατὰ τῆς κόπρου, καθάπερ οἱ ἐν Ῥόδῳ. τοῦτο μὲν οὖν ἐπισκεπτέον· ἴσως γὰρ οἱ μὲν οὕτως οἱ δ’ ἐκείνως θεραπεύουσιν, καὶ μετὰ μὲν τοῦ ὕδατος ὠφέλιμον ἡ κόπρος ἄνευ δὲ τούτου βλαβερά. ὅταν δὲ ἐνιαύσιος γένηται, μετα‐ | |
10 | φυτεύουσι καὶ τῶν ἁλῶν συμπαραβάλλουσι, καὶ πάλιν ὅταν διετής· χαίρει γὰρ σφόδρα τῇ μετα‐ φυτείᾳ. | |
Hist Plant.2.6.4 | Μεταφυτεύουσι δὲ οἱ μὲν ἄλλοι τοῦ ἦρος· οἱ δὲ ἐν Βαβυλῶνι περὶ τὸ ἄστρον, ὅτε καὶ ὅλως οἵ γε πολλοὶ φυτεύουσιν, ὡς καὶ παραγινομένου καὶ αὐξανομένου θᾶττον. νέου μὲν ὄντος οὐχ ἅπτον‐ | |
5 | ται, πλὴν ἀναδοῦσι τὴν κόμην, ὅπως ὀρθοφυῆ τ’ ᾖ καὶ αἱ ῥάβδοι μὴ ἀπαρτῶνται. μετὰ δὲ ταῦτα περιτέμνουσιν, ὁπόταν ἁδρὸς ἤδη γένηται καὶ πάχος ἔχῃ. ἀπολείπουσι δὲ ὅσον σπιθαμὴν τῶν ῥάβδων. φέρει δὲ ἕως μὲν ἂν ᾖ νέος ἀπύρηνον τὸν | |
10 | καρπόν, μετὰ δὲ τοῦτο πυρηνώδη. | |
Hist Plant.2.6.5 | Ἄλλοι δέ τινες λέγουσιν ὡς οἵ γε κατὰ Συρίαν οὐδεμίαν προσάγουσιν ἐργασίαν ἀλλ’ ἢ δια‐ καθαίρουσι καὶ ἐπιβρέχουσιν, ἐπιζητεῖν δὲ μᾶλλον τὸ ναματιαῖον ὕδωρ ἢ τὸ ἐκ τοῦ Διός· εἶναι δὲ | |
5 | πολὺ τοιοῦτον ἐν τῷ αὐλῶνι ἐν ᾧ καὶ τὰ φοινι‐ κόφυτα τυγχάνει, τὸν αὐλῶνα δὲ τοῦτον λέγειν τοὺς Σύρους ὅτι διατείνει διὰ τῆς Ἀραβίας μέχρι τῆς ἐρυθρᾶς θαλάσσης καὶ πολλοὺς φάσκειν ἐληλυθέναι· τούτου δὲ ἐν τῷ κοιλοτάτῳ πεφυ‐ | |
10 | κέναι τοὺς φοίνικας. ταῦτα μὲν οὖν τάχ’ ἀμφο‐ | |
τέρως ἂν εἴη· κατὰ γὰρ τὰς χώρας, ὥσπερ καὶ αὐτὰ τὰ δένδρα, διαφέρειν καὶ τὰς ἐργασίας οὐκ ἄτοπον. | ||
Hist Plant.2.6.6 | Γένη δὲ τῶν φοινίκων ἐστὶ πλείω· πρῶτον μὲν καὶ ὥσπερ ἐν μεγίστῃ διαφορᾷ τὸ μὲν κάρπιμον τὸ δὲ ἄκαρπον, ἐξ ὧν οἱ περὶ Βαβυλῶνα τάς τε κλίνας καὶ τἆλλα σκεύη ποιοῦνται. ἔπειτα τῶν | |
5 | καρπίμων οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι· διαφέρουσι δὲ ἀλλήλων, καθ’ ἃ ὁ μὲν ἄρρην ἄνθος πρῶτον φέρει ἐπὶ τῆς σπάθης, ἡ δὲ θήλεια καρπὸν εὐθὺ μικρόν. αὐτῶν δὲ τῶν καρπῶν διαφοραὶ πλείους· οἱ μὲν γὰρ ἀπύρηνοι οἱ δὲ μαλακοπύρηνοι· τὰς | |
10 | χροιὰς οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες οἱ δὲ ξανθοί· τὸ δ’ ὅλον οὐκ ἐλάττω χρώματά φασιν εἶναι τῶν συκῶν οὐδ’ ἁπλῶς τὰ γένη· διαφέρειν δὲ καὶ κατὰ τὰ μεγέθη καὶ κατὰ τὰ σχήματα· καὶ γὰρ σφαι‐ ροειδεῖς ἐνίους ὡσανεὶ μῆλα καὶ τὰ μεγέθη τηλι‐ | |
15 | κούτους ὡς τέτταρας εἰς τὸν πῆχυν εἶναι, [ἕπτα καὶ εὐπόδους]· ἄλλους δὲ μικροὺς ἡλίκους ἐρε‐ βίνθους. καὶ τοῖς χυλοῖς δὲ πολὺ διαφέροντας. | |
Hist Plant.2.6.7 | Κράτιστον δὲ καὶ τῶν λευκῶν καὶ τῶν μελάνων τὸ βασιλικὸν καλούμενον γένος ἐν ἑκατέρῳ καὶ μεγέθει καὶ ἀρετῇ· σπάνια δ’ εἶναι ταῦτα λέγουσι· σχεδὸν γὰρ ἐν μόνῳ τῷ Βαγῴου κήπῳ τοῦ | |
5 | παλαιοῦ περὶ Βαβυλῶνα. ἐν Κύπρῳ δὲ ἴδιόν τι γένος φοινίκων ἐστὶν ὃ οὐ πεπαίνει τὸν καρπόν, ἀλλ’ ὠμὸς ὢν ἡδὺς σφόδρα καὶ γλυκύς ἐστι· τὴν | |
δὲ γλυκύτητα ἰδίαν ἔχει. ἔνιοι δ’ οὐ μόνον δια‐ φέρουσι τοῖς καρποῖς ἀλλὰ καὶ αὐτῷ τῷ δένδρῳ | ||
10 | κατά τε τὸ μῆκος καὶ τὴν ἄλλην μορφήν· οὐ γὰρ μεγάλοι καὶ μακροὶ ἀλλὰ βραχεῖς, ἔτι δὲ καρπι‐ μώτεροι τῶν ἄλλων καὶ καρποφοροῦντες εὐθὺς τριετεῖς· πολλοὶ δὲ καὶ οὗτοι περὶ Κύπρον. εἰσὶ δὲ καὶ περὶ Συρίαν καὶ περὶ Αἴγυπτον φοίνικες | |
15 | οἳ φέρουσι τετραετεῖς καὶ πενταετεῖς ἀνδρομήκεις ὄντες. | |
Hist Plant.2.6.8 | Ἕτερον δ’ ἔτι γένος ἐν Κύπρῳ, ὃ καὶ τὸ φύλλον πλατύτερον ἔχει καὶ τὸν καρπὸν μείζω πολλῷ καὶ ἰδιόμορφον· μεγέθει μὲν ἡλίκος ῥόα τῷ σχή‐ ματι δὲ προμήκης, οὐκ εὔχυλος δὲ ὥσπερ ἄλλοι | |
5 | ἀλλ’ ὅμοιος ταῖς ῥόαις, ὥστε μὴ καταδέχεσθαι ἀλλὰ διαμασησαμένους ἐκβάλλειν. γένη μὲν οὖν, ὥσπερ εἴρηται, πολλά. θησαυρίζεσθαι δὲ μόνους δύνασθαί φασι τῶν ἐν Συρίᾳ τοὺς ἐν τῷ αὐλῶνι, τοὺς δ’ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ καὶ παρὰ τοῖς | |
10 | ἄλλοις χλωροὺς ἀναλίσκεσθαι. | |
Hist Plant.2.6.9 | Ἔστι δὲ ὁ φοῖνιξ ὡς μὲν ἁπλῶς εἰπεῖν μονο‐ στέλεχες καὶ μονοφυές· οὐ μὴν ἀλλὰ γίνονταί τινες καὶ διφυεῖς, ὥσπερ ἐν Αἰγύπτῳ, καθάπερ δικρόαν ἔχοντες· τὸ δ’ ἀνάστημα τοῦ στελέχους | |
5 | ἀφ’ οὗ ἡ σχίσις καὶ πεντάπηχυ· πρὸς ἄλληλα δέ πως ἰσάζοντα. φασὶ δὲ καὶ τοὺς ἐν Κρήτῃ πλείους εἶναι τοὺς διφυεῖς, ἐνίους δὲ καὶ τριφυεῖς· ἐν δὲ τῇ Λαπαίᾳ τινὰ καὶ πεντακέφαλον· οὐκ ἄλογον γοῦν ἐν ταῖς εὐτροφωτέραις χώραις πλείω | |
10 | γίνεσθαι τὰ τοιαῦτα καὶ τὸ ὅλον δὲ τὰ εἴδη πλείω | |
καὶ τὰς διαφοράς. | ||
Hist Plant.2.6.10 | Ἄλλο δέ τι γένος ἐστὶν ὅ φασι γίνεσθαι πλεῖστον περὶ τὴν Αἰθιοπίαν, ὃ καλοῦσι κόϊκας· οὗτοι δὲ θαμνώδεις, οὐχὶ ἓν τὸ στέλεχος ἔχοντες ἀλλὰ πλείω καὶ ἐνίοτε συνηρτημένα μέχρι τινὸς | |
5 | εἰς ἕν, τὰς δὲ ῥάβδους οὐ μακρὰς μὲν ἀλλ’ ὅσον πηχυαίας, ἀλλὰ λείας, ἐπὶ δὲ τῶν ἄκρων τὴν κόμην. ἔχουσι δὲ καὶ τὸ φύλλον πλατὺ καὶ ὥσ‐ περ ἐκ δυοῖν συγκείμενον ἐλαχίστοιν. καλοὶ δὲ καὶ τῇ ὄψει φαίνονται· τὸν δὲ καρπὸν καὶ τῷ σχή‐ | |
10 | ματι καὶ τῷ μεγέθει καὶ τῷ χυλῷ διάφορον ἔχουσι· στρογγυλώτερον γὰρ καὶ μείζω καὶ εὐστομώτερον ἧττον δὲ γλυκύν. πεπαίνουσι δὲ ἐν τρισὶν ἔτεσιν ὥστ’ ἀεὶ καρπὸν ἔχειν, ἐπικαταλαμβάνοντος τοῦ νέου τὸν ἔνον· ποιοῦσι δὲ καὶ ἄρτους ἐξ αὐτῶν· | |
15 | περὶ μὲν οὖν τούτων ἐπισκεπτέον. | |
Hist Plant.2.6.11 | Οἱ δὲ χαμαιρριφεῖς καλούμενοι τῶν φοινίκων ἕτερόν τι γένος ἐστὶν ὥσπερ ὁμώνυμον· καὶ γὰρ ἐξαιρεθέντος τοῦ ἐγκεφάλου ζῶσι καὶ κοπέντες ἀπὸ τῶν ῥιζῶν παραβλαστάνουσι. διαφέρουσι | |
5 | δὲ καὶ τῷ καρπῷ καὶ τοῖς φύλλοις· πλατὺ γὰρ καὶ μαλακὸν ἔχουσι τὸ φύλλον, δι’ ὃ καὶ πλέ‐ κουσιν ἐξ αὐτοῦ τάς τε σπυρίδας καὶ τοὺς φορμούς· πολλοὶ δὲ καὶ ἐν τῇ Κρήτῃ γίνονται καὶ ἔτι μᾶλλον ἐν Σικελίᾳ. ταῦτα μὲν οὖν ἐπὶ | |
10 | πλεῖον εἴρηται τῆς ὑποθέσεως. | |
Hist Plant.2.6.12 | Ἐν δὲ ταῖς τῶν ἄλλων φυτείαις ἀνάπαλιν τίθενται τὰ φυτευτήρια, καθάπερ τῶν κλημάτων. οἱ μὲν οὖν οὐθὲν διαφέρειν φασὶν ἥκιστα δὲ ἐπὶ τῶν ἀμπέλων· ἔνιοι δὲ ῥόαν δασύνεσθαι καὶ | |
5 | σκιάζειν μᾶλλον τὸν καρπόν· ἔτι δὲ ἧττον ἀπο‐ βάλλειν τοὺς κυτίνους. συμβαίνειν δὲ τοῦτό φασι καὶ ἐπὶ τῆς συκῆς· οὐ γὰρ ἀποβάλλειν ἀνάπαλιν φυτευθεῖσαν, ἔτι δ’ εὐβατωτέραν γίνεσθαι· οὐκ ἀποβάλλειν δὲ οὐδ’ ἐάν τις ἀποκλάσῃ φυομένης | |
10 | εὐθὺς τὸ ἄκρον. Αἱ μὲν οὖν φυτεῖαι καὶ γενέσεις ὃν τρόπον ἔχουσι σχεδὸν ὡς τύπῳ περιλαβεῖν εἴρηνται. | |
Hist Plant.2.7.1 | Περὶ δὲ τῆς ἐργασίας καὶ τῆς θεραπείας τὰ μέν ἐστι κοινὰ τὰ δὲ ἴδια καθ’ ἕκαστον. κοινὰ μὲν ἥ τε σκαπάνη καὶ ἡ ὑδρεία καὶ ἡ κόπρωσις, ἔτι δὲ ἡ διακάθαρσις καὶ ἀφαίρεσις τῶν αὔων. | |
5 | διαφέρουσι δὲ τῷ μᾶλλον καὶ ἧττον. τὰ μὲν φίλυδρα καὶ φιλόκοπρα τὰ δ’ οὐχ ὁμοίως, οἷον ἡ κυπάριττος, ἥπερ οὐ φιλόκοπρον οὐδὲ φίλυδρον, ἀλλὰ καὶ ἀπόλλυσθαί φασιν ἐάν γε νέαν οὖσαν ἐφυδρεύωσι πολλῷ. ῥόα δὲ καὶ ἄμπελος φίλυδρα. | |
10 | συκῆ δὲ εὐβλαστοτέρα μὲν ὑδρευομένη τὸν δὲ καρπὸν ἴσχει χείρω πλὴν τῆς Λακωνικῆς· αὕτη δὲ | |
φίλυδρος. | ||
Hist Plant.2.7.2 | Διακαθαίρεσθαι δὲ πάντα ζητεῖ· βελτίω γὰρ τῶν αὔων ἀφαιρουμένων ὥσπερ ἀλλοτρίων, ἃ καὶ τὰς αὐξήσεις καὶ τὰς τροφὰς ἐμποδίζει. δι’ ὃ καὶ ... ὅταν ᾖ γεράνδρυον ὅλως κόπτουσιν· ἡ γὰρ | |
5 | βλάστησις νέα γίνεται τοῦ δένδρου. πλείστης δὲ διακαθάρσεώς φησιν Ἀνδροτίων δεῖσθαι μύρρινον καὶ ἐλάαν· ὅσῳ γὰρ ἂν ἐλάττω καταλίπῃς, ἄμεινον βλαστήσει καὶ τὸν καρπὸν οἴσει πλείω· πλὴν ἀμπέλου δῆλον ὅτι· ταύτῃ γὰρ ἀναγκαιότερον | |
10 | καὶ πρὸς βλάστησιν καὶ πρὸς εὐκαρπίαν. ἁπλῶς δὲ καὶ ταύτην καὶ τὴν ἄλλην θεραπείαν πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ ποιητέον. | |
Hist Plant.2.7.3 | Δεῖσθαι δέ φησιν Ἀνδροτίων καὶ κόπρου δριμυτάτης καὶ πλείστης ὑδρείας, ὥσπερ καὶ τῆς διακαθάρσεως, ἐλάαν καὶ μύρρινον καὶ ῥόαν· οὐ γὰρ ἔχειν μήτραν οὐδὲ νόσημα κατὰ γῆς οὐδέν· | |
5 | ἀλλ’ ἐπειδὰν παλαιὸν ᾖ τὸ δένδρον, ἀποτέμνειν δεῖν τοὺς ἀκρεμόνας ἔπειτα τὸ στέλεχος θερα‐ πεύειν ὡσπερὰν ἐξ ἀρχῆς φυτευθέν· οὕτω δέ φασι πολυχρονιώτερα καὶ ἰσχυρότατα μύρρινον εἶναι καὶ ἐλάαν. ταῦτα μὲν οὖν ἐπισκέψαιτ’ | |
10 | ἄν τις, εἰ καὶ μὴ πάντα ἀλλὰ περί γε τῆς μήτρας. | |
Hist Plant.2.7.4 | Ἡ δὲ κόπρος οὔτε πᾶσιν ὁμοίως οὔθ’ ἡ αὐτὴ πᾶσιν ἁρμόττει· τὰ μὲν γὰρ δριμείας δεῖται τὰ δ’ ἧττον τὰ δὲ παντελῶς κούφης. δριμυτάτη δὲ ἡ τοῦ ἀνθρώπου· καθάπερ καὶ Χαρτόδρας | |
5 | ἀρίστην μὲν ταύτην εἶναί φησι, δευτέραν δὲ τὴν | |
ὑείαν, τρίτην δὲ αἰγός, τετάρτην δὲ προβάτου, πέμπτην δὲ βοός, ἕκτην δὲ τὴν λοφούρων. ἡ δὲ συρματῖτις ἄλλη καὶ ἄλλως· ἡ μὲν γὰρ ἀσθενε‐ στέρα ταύτης ἡ δὲ κρείττων. | ||
Hist Plant.2.7.5 | Τὴν δὲ σκαπάνην πᾶσιν οἴονται συμφέρειν, ὥσπερ καὶ τὴν ὄσκαλσιν τοῖς ἐλάττοσιν· εὐτρα‐ φέστερα γὰρ γίνεσθαι. τρέφειν δὲ δοκεῖ καὶ ὁ κονι‐ ορτὸς ἔνια καὶ θάλλειν ποιεῖν, οἷον τὸν βότρυν, δι’ | |
5 | ὃ καὶ ὑποκονίουσι πολλάκις· οἱ δὲ καὶ τὰς συκᾶς ὑποσκάπτουσιν ἔνθα τούτου δεῖ. Μεγαροῖ δὲ καὶ τοὺς σικύους καὶ τὰς κολοκύντας, ὅταν οἱ ἐτησίαι πνεύσωσι, σκάλλοντες κονιορτοῦσι καὶ οὕτω γλυκυτέρους καὶ ἁπαλωτέρους ποιοῦσιν | |
10 | οὐχ ὑδρεύοντες. τοῦτο μὲν οὖν ὁμολογούμενον. τὴν δ’ ἄμπελον οὔ φασί τινες δεῖν [ἢ] ὑποκονίειν οὐδ’ ὅλως ἅπτεσθαι περκάζοντος τοῦ βότρυος, ἀλλ’ εἴπερ ὅταν ἀπομελανθῇ. οἱ δὲ τὸ ὅλον μηδὲ τότε πλὴν ὅσον ὑποτῖλαι τὴν βοτάνην· ὑπὲρ μὲν | |
15 | οὖν τούτων ἀμφισβητοῦσιν. | |
Hist Plant.2.7.6 | Ἐὰν δέ τι μὴ φέρῃ καρπὸν ἀλλ’ εἰς βλάστησιν τρέπηται, σχίζουσι τοῦ στελέχους τὸ κατὰ γῆν καὶ λίθον ἐντιθέασιν ὅπως ἂν ῥαγῇ, καί φασι φέρειν. ὁμοίως δὲ καὶ ἐάν τις τῶν ῥιζῶν τινας | |
5 | περιτέμῃ, δι’ ὃ καὶ τῶν ἀμπέλων ὅταν τραγῶσι τοῦτο ποιοῦσι τὰς ἐπιπολῆς. τῶν δὲ συκῶν πρὸς τῷ περιτέμνειν καὶ τέφραν περιπάττουσι καὶ κατασχάζουσι τὰ στελέχη καί φασι φέρειν | |
μᾶλλον. ἀμυγδαλῇ δὲ καὶ πάτταλον ἐγκόψαντες | ||
10 | σιδηροῦν ὅταν τετράνωσιν ἄλλον ἀντεμβάλλουσι δρύϊνον καὶ τῇ γῇ κρύπτουσιν· ὃ καὶ καλοῦσί τινες κολάζειν ὡς ὑβρίζον τὸ δένδρον. | |
Hist Plant.2.7.7 | Ταὐτὸν δὲ τοῦτο καὶ ἐπὶ τῆς ἀπίου καὶ ἐπ’ ἄλλων τινὲς ποιοῦσιν. ἐν Ἀρκαδίᾳ δὲ καὶ εὐθύνειν καλοῦσι τὴν ὄαν· πολὺ γὰρ τὸ δένδρον τοῦτο παρ’ αὐτοῖς ἐστι. καί φασιν, ὅταν πάθῃ | |
5 | τοῦτο, τὰς μὲν μὴ φερούσας φέρειν τὰς δὲ μὴ πεττούσας ἐκπέττειν καλῶς. ἀμυγδαλῆν δὲ καὶ ἐκ πικρᾶς γίγνεσθαι γλυκεῖαν, ἐάν τις περιορύξας τὸ στέλεχος καὶ τιτράνας ὅσον τε παλαιστιαῖον τὸ πανταχόθεν ἀπορρέον δάκρυον ἐπὶ ταὐτὸ ἐᾷ | |
10 | καταρρεῖν. τοῦτο μὲν οὖν ἂν εἴη πρός τε τὸ φέρειν ἅμα καὶ πρὸς τὸ εὐκαρπεῖν. | |
Hist Plant.2.8.1 | Ἀποβάλλει δὲ πρὸ τοῦ πέψαι τὸν καρ‐ πὸν ἀμυγδαλῆ μηλέα ῥόα ἄπιος καὶ μάλιστα δὴ πάντων συκῆ καὶ φοῖνιξ, πρὸς ἃ καὶ τὰς βοηθείας ζητοῦσι· ὅθεν καὶ ὁ ἐρινασμός· ἐκ γὰρ τῶν | |
5 | ἐκεῖ κρεμαννυμένων ἐρινῶν ψῆνες ἐκδυόμενοι κατε‐ σθίουσι καὶ πιαίνουσι τὰς κορυφάς. διαφέρουσι δὲ καὶ αἱ χῶραι πρὸς τὰς ἀποβολάς· περὶ γὰρ | |
Ἰταλίαν οὔ φασιν ἀποβάλλειν, δι’ ὃ οὐδ’ ἐρι‐ νάζουσιν· οὐδ’ ἐν τοῖς καταβορείοις καὶ λεπτο‐ | ||
10 | γείοις, οἷον ἐπὶ Φαλύκῳ τῆς Μεγαρίδος· οὐδὲ τῆς Κορινθίας ἔν τισι τόποις. ὡσαύτως δὲ καὶ ἡ τῶν πνευμάτων κατάστασις· βορείοις γὰρ μᾶλλον ἢ νοτίοις ἀποβάλλουσι, κἂν ψυχρότερα καὶ πλείω γένηται μᾶλλον· ἔτι δ’ αὐτῶν τῶν δένδρων | |
15 | ἡ φύσις· τὰ πρώϊα γὰρ ἀποβάλλει, τὰ δ’ ὄψια οὐκ ἐκβάλλει, καθάπερ ἡ Λακωνικὴ καὶ αἱ ἄλλαι. δι’ ὃ καὶ οὐκ ἐρινάζουσι ταύτας. ταῦτα μὲν οὖν ἔν τε τοῖς τόποις καὶ τοῖς γένεσι καὶ τῇ καταστάσει τοῦ ἀέρος ἔχει τὰς διαφοράς. | |
Hist Plant.2.8.2 | Οἱ δὲ ψῆνες ἐκδύονται μὲν ἐκ τοῦ ἐρινεοῦ, καθάπερ εἴρηται· γίνονται δ’ ἐκ τῶν κεγχραμίδων. σημεῖον δὲ λέγουσιν, ὅτι ἐπειδὰν ἐκδύωσιν οὐκ ἔνεισι κεγχραμίδες. ἐκδύονται δὲ οἱ πολλοὶ | |
5 | ἐγκαταλιπόντες ἢ πόδα ἢ πτερόν. γένος δέ τι καὶ ἕτερόν ἐστι τῶν ψηνῶν, ὃ καλοῦσι κεντρίνας· οὗτοι δ’ ἀργοὶ καθάπερ κηφῆνες· καὶ τοὺς εἰσδυο‐ μένους τῶν ἑτέρων κτείνουσιν αὐτοὶ δὲ ἐναπο‐ θνήσκουσιν. ἐπαινοῦσι δὲ μάλιστα τῶν ἐρινῶν | |
10 | τὰ μέλανα τὰ ἐκ τῶν πετρωδῶν χωρίων· πολλὰς | |
Hist Plant.2.8.3 | γὰρ ἔχει ταῦτα κεγχραμίδας. γιγνώσκεται δὲ τὸ ἐρινασμένον τῷ ἐρυθρὸν εἶναι καὶ ποικίλον καὶ ἰσχυρόν· τὸ δ’ ἀνερίναστον λευκὸν καὶ ἀσθενές· προστιθέασι δὲ τοῖς δεομένοις ὅταν ὕσῃ. ὅπου | |
5 | δὲ πλεῖστος κονιορτός, ἐνταῦθα πλεῖστα καὶ ἰσχυρότατα τὰ ἐρινὰ γίνεται. φασὶ δὲ ἐρινάζειν καὶ τὸ πόλιον, ὁπόταν αὐτῷ καρπὸς ᾖ πολύς, καὶ τοὺς τῆς πτελέας κωρύκους· ἐγγίνεται γὰρ καὶ ἐν τούτοις θηρίδι’ ἄττα. κνῖπες ὅταν ἐν ταῖς συκαῖς | |
10 | γίνωνται κατεσθίουσι τοὺς ψῆνας. ἄκος δὲ τούτου φασὶν εἶναι τοὺς καρκίνους προσπερονᾷν· πρὸς γὰρ τούτους τρέπεσθαι τοὺς κνῖπας. ἀλλὰ γὰρ δὴ ταῖς μὲν συκαῖς αὗται βοήθειαι. | |
Hist Plant.2.8.4 | Τοῖς δὲ φοίνιξιν αἱ ἀπὸ τῶν ἀρρένων πρὸς τοὺς θήλεις· οὗτοι γάρ εἰσιν οἱ ἐπιμένειν ποιοῦντες καὶ ἐκπέττειν, ὃ καλοῦσί τινες ἐκ τῆς ὁμοιότητος ὀλυνθάζειν. γίνεται δὲ τόνδε τὸν τρόπον. ὅταν | |
5 | ἀνθῇ τὸ ἄρρεν, ἀποτέμνουσι τὴν σπάθην ἐφ’ ἧς τὸ ἄνθος εὐθὺς ὥσπερ ἔχει, τόν τε χνοῦν καὶ τὸ ἄνθος καὶ τὸν κονιορτὸν κατασείουσι κατὰ τοῦ καρποῦ τῆς θηλείας· κἂν τοῦτο πάθῃ, διατηρεῖ καὶ οὐκ ἀποβάλλει. φαίνεται δ’ ἀμφοῖν ἀπὸ τοῦ | |
10 | ἄρρενος τοῖς θήλεσι βοήθεια γίνεσθαι· θῆλυ γὰρ καλοῦσι τὸ καρποφόρον· ἀλλ’ ἡ μὲν οἷον μῖξις· | |
ἡ δὲ κατ’ ἄλλον τρόπον. | ||
Hist Plant.3t1 | Γ | |
Hist Plant.3.1.1 | Ἐπεὶ δὲ περὶ τῶν ἡμέρων δένδρων εἴρηται, λεκτέον ὁμοίως καὶ περὶ τῶν ἀγρίων, εἴ τέ τι ταὐτὸν καὶ ἕτερον ἔχουσι τοῖς ἡμέροις εἴ θ’ ὅλως ἴδιον τῆς φύσεως. | |
5 | Αἱ μὲν οὖν γενέσεις ἁπλαῖ τινες αὐτῶν εἰσι· πάντα γὰρ ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης φύεται. τοῦτο δ’ οὐχ ὡς οὐκ ἐνδεχόμενον καὶ ἄλλως, ἀλλ’ ἴσως διὰ τὸ μὴ πειρᾶσθαι μηδένα μηδὲ φυτεύειν· ἐκφύοιτο δ’ ἂν εἰ λαμβάνοιεν τόπους ἐπιτηδείους | |
10 | καὶ θεραπείαν τὴν ἁρμόττουσαν· ὥσπερ καὶ νῦν τὰ ἀλσώδη καὶ φίλυδρα, λέγω δ’ οἷον πλάτανον ἰτέαν λεύκην αἴγειρον πτελέαν· ἅπαντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα φυτευόμενα βλαστάνει καὶ τάχιστα καὶ κάλλιστα ἀπὸ τῶν παρασπάδων, | |
15 | ὥστε καὶ μεγάλας οὔσας ἤδη καὶ ἰσοδένδρους ἄν τις μεταθῇ διαμένειν· φυτεύεται δὲ τὰ πολλὰ αὐτῶν καὶ καταπηγνύμενα, καθάπερ ἡ λεύκη καὶ ἡ αἴγειρος. | |
Hist Plant.3.1.2 | Τούτων μὲν οὖν πρὸς τῇ σπερματικῇ καὶ τῇ | |
ἀπὸ τῶν ῥιζῶν καὶ αὕτη γένεσίς ἐστι· τῶν δὲ ἄλλων ἐκεῖναι· πλὴν ὅσα μόνον ἀπὸ σπέρματος φύεται, καθάπερ ἐλάτη πεύκη πίτυς. ὅσα δὲ ἔχει | ||
5 | σπέρμα καὶ καρπόν, κἂν ἀπὸ ῥίζης γίνηται, καὶ ἀπὸ τούτων· ἐπεὶ καὶ τὰ δοκοῦντα ἄκαρπα εἶναι γεννᾶν φασιν, οἷον πτελέαν ἰτέαν. σημεῖον δὲ λέγουσιν οὐ μόνον ὅτι φύεται πολλὰ τῶν ῥιζῶν ἀπηρτημένα καθ’ οὓς ἂν ᾖ τόπους, ἀλλὰ καὶ τὰ | |
10 | συμβαίνοντα θεωροῦντες, οἷον ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὡς ἐξερράγη τὸ συναθροισθὲν ὕδωρ ἐν τῷ πεδίῳ φραχθέντων τῶν βερέθρων· ὅπου μὲν ἐγγὺς ἦσαν ἰτέαι πεφυκυῖαι τοῦ καταποθέντος τόπου, τῷ ὑστέρῳ ἔτει μετὰ τὴν ἀναξήρανσιν | |
15 | ἐνταῦθα αὖθις ἀναφῦναί φασιν ἰτέαν· ὅπου δὲ πτελέαι αὖθις πτελέας, καθάπερ καὶ ὅπου πεῦκαι καὶ ἔλαται πεύκας καὶ ἐλάτας, ὥσπερ μιμουμένων κἀκείνων. | |
Hist Plant.3.1.3 | Ἀλλὰ τὴν ἰτέαν ταχὺ προκαταβάλλειν πρὸ τοῦ τελείως ἁδρῦναι καὶ πέψαι τὸν καρπόν· δι’ ὃ καὶ τὸν ποιητὴν οὐ κακῶς προσαγορεύειν αὐτὴν ὠλεσίκαρπον. | |
5 | Τῆς δὲ πτελέας κἀκεῖνο σημεῖον ὑπολαμβά‐ νουσιν· ὅταν γὰρ ἀπὸ τῶν πνευμάτων εἰς τοὺς ἐχομένους τόπους ὁ καρπὸς ἀπενεχθῇ, φύεσθαί φασι. παραπλήσιον δὲ ἔοικεν εἶναι τὸ συμβαῖνον ὃ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν τινών | |
10 | ἐστιν· οὐκ ἐχόντων γὰρ σπέρμα φανερόν, ἀλλὰ τῶν μὲν οἷον χνοῦν τῶν δ’ ἄνθος, ὥσπερ τὸ θύμον, ὅμως ἀπὸ τούτων βλαστάνουσιν. ἐπεὶ ἥ γε πλάτανος ἔχει φανερῶς καὶ ἀπὸ τούτων φύεται. τοῦτο δ’ ἐξ ἄλλων τε δῆλον κἀκεῖνο μέγιστον | |
15 | σημεῖον· ὤφθη γὰρ ἤδη ποτὲ πεφυκυῖα πλάτανος ἐν τρίποδι χαλκῷ. | |
Hist Plant.3.1.4 | Ταύτας τε δὴ τὰς γενέσεις ὑποληπτέον εἶναι τῶν ἀγρίων καὶ ἔτι τὰς αὐτομάτους, ἃς καὶ οἱ φυσιολόγοι λέγουσιν· Ἀναξαγόρας μὲν τὸν ἀέρα πάντων φάσκων ἔχειν σπέρματα καὶ ταῦτα | |
5 | συγκαταφερόμενα τῷ ὕδατι γεννᾶν τὰ φυτά· Διογένης δὲ σηπομένου τοῦ ὕδατος καὶ μίξιν τινὰ λαμβάνοντος πρὸς τὴν γῆν· Κλείδημος δὲ συνεστάναι μὲν ἐκ τῶν αὐτῶν τοῖς ζώοις, ὅσῳ δὲ θολερωτέρων καὶ ψυχροτέρων τοσοῦτον ἀπέχειν | |
10 | τοῦ ζῶα εἶναι. [λέγουσι δέ τινες καὶ ἄλλοι περὶ τῆς γενέσεως.] | |
Hist Plant.3.1.5 | Ἀλλ’ αὕτη μὲν ἀπηρτημένη πώς ἐστι τῆς αἰσθήσεως. ἄλλαι δὲ ὁμολογούμεναι καὶ ἐμφα‐ νεῖς, οἷον ὅταν ἔφοδος γένηται ποταμοῦ παρεκβάν‐ τος τὸ ῥεῖθρον ἢ καὶ ὅλως ἑτέρωθι ποιησαμένου, | |
5 | καθάπερ ὁ Νέσος ἐν τῇ Ἀβδηρίτιδι πολλάκις μεταβαίνει, καὶ ἅμα τῇ μεταβάσει τοσαύτην ὕλην συγγεννᾷ τοῖς τόποις, ὥστε τῷ τρίτῳ ἔτει συνηρεφεῖν. καὶ πάλιν ὅταν ἐπομβρίαι κατά‐ σχωσι πλείω χρόνον· καὶ γὰρ ἐν ταύταις βλαστή‐ | |
10 | σεις γίνονται φυτῶν. ἔοικε δὲ ἡ μὲν τῶν ποταμῶν ἔφοδος ἐπάγειν σπέρματα καὶ καρπούς, καὶ τοὺς | |
ὀχετούς φασι τὰ τῶν ποιωδῶν· ἡ δ’ ἐπομβρία τοῦτο ποιεῖ ταὐτό· συγκαταφέρει γὰρ πολλὰ τῶν σπερμάτων, καὶ ἅμα σῆψίν τινα τῆς γῆς καὶ | ||
15 | τοῦ ὕδατος· ἐπεὶ καὶ ἡ μίξις αὐτὴ τῆς Αἰγυπτίας | |
Hist Plant.3.1.6 | γῆς δοκεῖ τινα γεννᾶν ὕλην. ἐνιαχοῦ δέ, ἂν μόνον ὑπεργάσωνται καὶ κινήσωσιν, εὐθὺς ἀναβλαστάνει τὰ οἰκεῖα τῆς χώρας, ὥσπερ ἐν Κρήτῃ κυπάριττοι. γίνεται δὲ παραπλήσιόν τι τούτῳ καὶ ἐν τοῖς | |
5 | ἐλάττοσιν· ἅμα γὰρ κινουμένης ἀναβλαστάνει πόα τις ἐν ἑκάστοις. ἐν δὲ τοῖς ἡμιβρόχοις ἐὰν ὑπονεάσῃς φαίνεσθαί φασι τρίβολον. αὗται μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς χώρας εἰσίν, εἴτε καὶ ἐνυπαρχόντων σπερμάτων εἴτε καὶ αὐτῆς πως | |
10 | διατιθεμένης· ὅπερ ἴσως οὐκ ἄτοπον ἐγκατα‐ κλειομένων ἅμα τῶν ὑγρῶν· ἐνιαχοῦ δὲ καὶ ὑδάτων ἐπιγινομένων ἰδιώτερον ἀνατεῖλαι ὕλης πλῆθος, ὥσπερ ἐν Κυρήνῃ πιττώδους τινὸς γενομένου καὶ παχέος· οὕτως γὰρ ἀνεβλάστησεν ἡ πλησίον ὕλη | |
15 | πρότερον οὐκ οὖσα. φασὶ δὲ καὶ τό γε σίλφιον οὐκ ὂν πρότερον ἐκ τοιαύτης τινὸς αἰτίας φανῆ‐ ναι. τρόποι μὲν οὖν τοιοῦτοι τῶν τοιούτων γενέσεων. | |
Hist Plant.3.2.1 | Πάντα δὲ κάρπιμα ἢ ἄκαρπα, καὶ ἀείφυλλα | |
ἢ φυλλοβόλα, καὶ ἀνθοῦντα ἢ ἀνανθῆ· κοιναὶ γάρ τινες διαιρέσεις ἐπὶ πάντων εἰσὶν ὁμοίως ἡμέρων τε καὶ ἀγρίων. ἴδια δὲ πρὸς τὰ ἥμερα | ||
5 | τῶν ἀγρίων ὀψικαρπία τε καὶ ἰσχὺς καὶ πολυ‐ καρπία τῷ προφαίνειν· πεπαίνει τε γὰρ ὀψιαί‐ τερον καὶ τὸ ὅλον ἀνθεῖ καὶ βλαστάνει ὡς ἐπὶ τὸ πᾶν· καὶ ἰσχυρότερα τῇ φύσει· καὶ προφαίνει μὲν πλείω καρπὸν ἐκπέττει δ’ ἧττον, εἰ μὴ καὶ | |
10 | πάντα ἀλλά γε τὰ ὁμογενῆ, οἷον ἐλάας καὶ ἀπίου κότινος καὶ ἀχράς. ἅπαντα γὰρ οὕτως, πλὴν εἴ τι σπάνιον, ὥσπερ ἐπὶ τῶν κρανείων καὶ τῶν οὔων· ταῦτα γὰρ δή φασι πεπαίτερα καὶ ἡδύτερα τὰ ἄγρια τῶν ἡμέρων εἶναι· καὶ εἰ δή τι ἄλλο μὴ | |
15 | προσδέχεται γεωργίαν ἢ δένδρον ἢ καί τι τῶν ἐλαττόνων, οἷον τὸ σίλφιον καὶ ἡ κάππαρις καὶ τῶν χεδροπῶν ὁ θέρμος, ἃ καὶ μάλιστ’ ἄν τις | |
Hist Plant.3.2.2 | ἄγρια τὴν φύσιν εἴποι. τὸ γὰρ μὴ προσδεχόμενον ἡμέρωσιν, ὥσπερ ἐν τοῖς ζώοις, τοῦτο ἄγριον τῇ φύσει. καίτοι φησὶν Ἵππων ἅπαν καὶ ἥμερον καὶ ἄγριον εἶναι, καὶ θεραπευόμενον μὲν ἥμερον | |
5 | μὴ θεραπευόμενον δὲ ἄγριον, τῇ μὲν ὀρθῶς λέγων τῇ δὲ οὐκ ὀρθῶς. ἐξαμελούμενον γὰρ ἅπαν χεῖρον γίνεται καὶ ἀπαγριοῦται, θεραπευόμενον δὲ οὐχ ἅπαν βέλτιον, ὥσπερ εἴρηται. ὃ δὴ | |
χωριστέον καὶ τὰ μὲν ἄγρια τὰ δ’ ἥμερα λεκτέον, | ||
10 | ὥσπερ τῶν ζώων τὰ συνανθρωπευόμενα καὶ τὰ δεχόμενα τιθασείαν. | |
Hist Plant.3.2.3 | Ἀλλὰ τοῦτο μὲν οὐδὲν ἴσως διαφέρει ποτέρως ῥητέον. ἅπαν δὲ τὸ ἐξαγριούμενον τοῖς τε καρποῖς χεῖρον γίνεται καὶ αὐτὸ βραχύτερον καὶ φύλλοις καὶ κλωσὶ καὶ φλοιῷ καὶ τῇ ὅλῃ | |
5 | μορφῇ· καὶ γὰρ πυκνότερα καὶ οὐλότερα καὶ σκληρότερα καὶ ταῦτα καὶ ὅλη ἡ φύσις γίνεται, ὡς ἐν τούτοις μάλιστα τῆς διαφορᾶς τῶν ἡμέρων καὶ τῶν ἀγρίων γινομένης. δι’ ὃ καὶ ὅσα τῶν ἡμερουμένων τοιαῦτα τυγχάνει, ταῦτα ἄγριά | |
10 | φασιν εἶναι, καθάπερ τὴν πεύκην καὶ τὴν κυπά‐ ριττον, ἢ ὅλως ἢ τὴν ἄρρενα, καὶ τὴν καρύαν δὲ καὶ τὴν διοσβάλανον. | |
Hist Plant.3.2.4 | Ἔτι τε τῷ φιλόψυχρα καὶ ὀρεινὰ μᾶλλον εἶναι· καὶ γὰρ τοῦτο λαμβάνεται πρὸς τὴν ἀγριότητα τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν, εἴτ’ οὖν καθ’ αὑτὸ λαμβανόμενον εἴτε κατὰ συμβεβηκός. | |
5 | Ὁ μὲν οὖν τῶν ἀγρίων ἀφορισμὸς εἴθ’ οὕτως ἢ καὶ ἄλλως ληπτέος, οὐδὲν ἂν ἴσως διενέγκοι πρὸς τὰ νῦν· ἐκεῖνο δὲ ἀληθές, ὥς γε τῷ τύπῳ καὶ ἁπλῶς εἰπεῖν, ὅτι μᾶλλον ὀρεινὰ τὰ ἄγρια καὶ εὐθενεῖ τὰ πλείω καὶ μᾶλλον ἐν τούτοις τοῖς | |
10 | τόποις, ἐὰν μή τις λαμβάνῃ τὰ φίλυδρα καὶ παραποτάμια καὶ ἀλσώδη. ταῦτα γὰρ καὶ τὰ | |
Hist Plant.3.2.5 | τοιαῦτα τυγχάνει πεδεινὰ μᾶλλον. οὐ μὴν ἀλλ’ ἔν γε τοῖς μεγάλοις ὄρεσιν, οἷον Παρνησῷ τε καὶ Κυλλήνῃ καὶ Ὀλύμπῳ τῷ Πιερικῷ τε καὶ | |
τῷ Μυσίῳ καὶ εἴ που τοιοῦτον ἕτερον, ἅπαντα | ||
5 | φύεται διὰ τὴν πολυειδίαν τῶν τόπων· ἔχουσι γὰρ καὶ λιμνώδεις καὶ ἐνύγρους καὶ ξηροὺς καὶ γεώδεις καὶ πετρώδεις καὶ τοὺς ἀνὰ μέσον λει‐ μῶνας καὶ σχεδὸν ὅσαι διαφοραὶ τῆς γῆς· ἔτι δὲ τοὺς μὲν κοίλους καὶ εὐδιεινοὺς τοὺς δὲ μετεώρους | |
10 | καὶ προσηνέμους· ὥστε δύνασθαι παντοῖα καὶ τὰ ἐν τοῖς πεδίοις φέρειν. | |
Hist Plant.3.2.6 | Οὐδὲν δ’ ἄτοπον οὐδ’ εἰ ἔνια μὴ οὕτω πάμφορα τῶν ὀρῶν, ἀλλ’ ἰδιωτέρας τινὸς ὕλης ἢ πάσης ἢ τῆς πλείστης, οἷον ἐν τῇ Κρήτῃ τὰ Ἰδαῖα· κυπάριττος γὰρ ἐκεῖ· καὶ τὰ περὶ Κιλικίαν καὶ Συρίαν, ἐν | |
5 | οἷς κέδρος· ἐνιαχοῦ δὲ τῆς Συρίας τέρμινθος. αἱ γὰρ διαφοραὶ τῆς χώρας τὴν ἰδιότητα ποιοῦσιν. ἀλλ’ εἴρηται τὸ ἴδιον ὡς ἐπὶ πᾶν. | |
Hist Plant.3.3.1 | Ἴδια δὲ τὰ τοιάδε τῶν ὀρεινῶν, ἃ ἐν τοῖς πεδίοις οὐ φύεται, [περὶ τὴν Μακεδονίαν] ἐλάτη πεύκη πίτυς ἀγρία φίλυρα ζυγία φηγὸς πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος ἐρινεὸς | |
5 | φιλύκη ἀφάρκη καρύα διοσβάλανος πρῖνος. τὰ δὲ καὶ ἐν τοῖς πεδίοις μυρίκη πτελέα λεύκη ἰτέα αἴγειρος κρανεία θηλυκρανεία κλήθρα δρῦς λακά‐ ρη ἀχρὰς μηλέα ὀστρύα κήλαστρον μελία πα‐ | |
λίουρος ὀξυάκανθος 〈σφένδαμνος,〉 ἣν ἐν μὲν τῷ | ||
10 | ὄρει πεφυκυῖαν ζυγίαν καλοῦσιν, ἐν δὲ τῷ πεδίῳ γλεῖνον. οἱ δ’ ἄλλως διαιροῦσι καὶ ἕτερον ποι‐ οῦσιν εἶδος σφενδάμνου καὶ ζυγίας. | |
Hist Plant.3.3.2 | Ἅπαντα δὲ ὅσα κοινὰ τῶν ὀρῶν καὶ τῶν πεδίων, μείζω μὲν καὶ καλλίω τῇ ὄψει τὰ ἐν τοῖς πεδίοις γίνεται, κρείττω δὲ τῇ χρείᾳ τῇ τε τῶν ξύλων καὶ τῇ τῶν καρπῶν τὰ ὀρεινά· πλὴν | |
5 | ἀχράδος καὶ ἀπίου καὶ μηλέας· αὗται δ’ ἐν τοῖς πεδίοις κρείττους οὐ μόνον τοῖς καρποῖς ἀλλὰ καὶ τοῖς ξύλοις· ἐν γὰρ τοῖς ὄρεσι μικραὶ καὶ ὀζώδεις καὶ ἀκανθώδεις γίνονται· πάντα δὲ καὶ ἐν τοῖς ὄρεσιν, ὅταν ἐπιλάβωνται τῶν οἰκείων τόπων, καὶ | |
10 | καλλίω φύεται καὶ εὐθενεῖ μᾶλλον· ὡς δὲ ἁπλῶς εἰπεῖν τὰ ἐν τοῖς ὁμαλέσι τῶν ὀρῶν καὶ μάλιστα, τῶν δὲ ἄλλων τὰ ἐν τοῖς κάτω καὶ κοίλοις· τὰ δ’ ἐπὶ τῶν ἄκρων χείριστα, πλὴν εἴ τι τῇ φύσει | |
Hist Plant.3.3.3 | φιλόψυχρον· ἔχει δὲ καὶ ταῦτ’ αὖ τινα διαφορὰν ἐν τοῖς ἀνομοίοις τῶν τόπων, ὑπὲρ ὧν ὕστερον λεκτέον· νῦν δὲ διαιρετέον ἕκαστον κατὰ τὰς δια‐ φορὰς τὰς εἰρημένας. | |
5 | Ἀείφυλλα μὲν οὖν ἐστι τῶν ἀγρίων ἃ καὶ πρότερον ἐλέχθη, ἐλάτη πεύκη πίτυς ἀγρία πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος φιλύκη ἀφάρκη δάφνη φελλόδρυς κήλαστρον ὀξυάκανθος πρῖνος μυρίκη· τὰ δὲ ἄλλα πάντα φυλλοβολεῖ· | |
10 | πλὴν εἴ τι περιττὸν ἐνιαχοῦ, καθάπερ ἐλέχθη περὶ τῆς ἐν τῇ Κρήτῃ πλατάνου καὶ δρυὸς καὶ εἴ που | |
τόπος τις ὅλως εὔτροφος. | ||
Hist Plant.3.3.4 | Κάρπιμα δὲ τὰ μὲν ἄλλα πάντα· περὶ δὲ ἰτέας καὶ αἰγείρου καὶ πτελέας, ὥσπερ ἐλέχθη, διαμφισ‐ βητοῦσιν. ἔνιοι δὲ τὴν αἴγειρον μόνην ἀκαρπεῖν φασιν, ὥσπερ καὶ οἱ ἐν Ἀρκαδίᾳ, τὰ δὲ ἄλλα | |
5 | πάντα τὰ ἐν τοῖς ὄρεσι καρποφορεῖν. ἐν Κρήτῃ δὲ καὶ αἴγειροι κάρπιμοι πλείους εἰσί· μία μὲν ἐν τῷ στομίῳ τοῦ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ, ἐν ᾧ τὰ ἀναθήματα ἀνάκειται, ἄλλη δὲ μικρὰ πλησίον· ἀπωτέρω δὲ μάλιστα δώδεκα σταδίους περί τινα | |
10 | κρήνην Σαύρου καλουμένην πολλαί. εἰσὶ δὲ καὶ ἐν τῷ πλησίον ὄρει τῆς Ἴδης ἐν τῷ Κινδρίῳ καλουμένῳ καὶ περὶ Πραισίαν δὲ ἐν τοῖς ὄρεσιν. οἱ δὲ μόνον τῶν τοιούτων τὴν πτελέαν κάρπιμον εἶναί φασι, καθάπερ οἱ περὶ Μακεδονίαν. | |
Hist Plant.3.3.5 | Μεγάλη δὲ διαφορὰ πρὸς καρπὸν καὶ ἀκαρπίαν καὶ ἡ τῶν τόπων φύσις, ὥσπερ ἐπί τε τῆς περσέας ἔχει καὶ τῶν φοινίκων· ἡ μὲν ἐν Αἰγύπτῳ καρπο‐ φορεῖ καὶ εἴ που τῶν πλησίον τόπων, ἐν Ῥόδῳ δὲ | |
5 | μέχρι τοῦ ἀνθεῖν μόνον ἀφικνεῖται. ὁ δὲ φοῖνιξ περὶ μὲν Βαβυλῶνα θαυμαστός, ἐν τῇ Ἑλλάδι δὲ οὐδὲ πεπαίνει, παρ’ ἐνίοις δὲ ὅλως οὐδὲ προφαίνει καρπόν. | |
Hist Plant.3.3.6 | Ὁμοίως δὲ καὶ ἕτερα πλείω τοιαῦτ’ ἐστίν· ἐπεὶ | |
καὶ τῶν ἐλαττόνων ποαρίων καὶ ὑλημάτων ἐν τῇ αὐτῇ χώρᾳ καὶ συνόρῳ χώρᾳ τὰ μὲν κάρπιμα τὰ δ’ ἄκαρπα γίνεται· καθάπερ καὶ τὸ κενταύριον ἐν | ||
5 | τῇ Ἠλείᾳ, τὸ μὲν ἐν τῇ ὀρεινῇ κάρπιμον, τὸ δ’ ἐν τῷ πεδίῳ ἄκαρπον ἀλλὰ μόνον ἀνθεῖ, τὸ δ’ ἐν τοῖς κοίλοις τόποις οὐδ’ ἀνθεῖ πλὴν κακῶς. δοκεῖ δ’ οὖν καὶ τῶν ἄλλων τῶν ὁμογενῶν καὶ ἐν μιᾷ προσηγορίᾳ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον, | |
10 | οἷον πρῖνος ὁ μὲν κάρπιμος ὁ δ’ ἄκαρπος· καὶ | |
Hist Plant.3.3.7 | κλήθρα δὲ ὡσαύτως· ἀνθεῖ δ’ ἄμφω. σχεδὸν δὲ ὅσα καλοῦσιν ἄρρενα τῶν ὁμογενῶν ἄκαρπα· καὶ τούτων τὰ μὲν πολλὰ ἀνθεῖν φασι τὰ δ’ ὀλίγον τὰ δ’ ὅλως οὐδ’ ἀνθεῖν· τὰ δὲ ἀνάπαλιν, τὰ μὲν | |
5 | ἄρρενα μόνα καρποφορεῖν, οὐ μὴν ἀλλ’ ἀπό γε τῶν ἀνθῶν φύεσθαι τὰ δένδρα, καθάπερ καὶ ἀπὸ τῶν καρπῶν ὅσα κάρπιμα· καὶ ἐν ἀμφοῖν οὕτως ἐνίοτε πυκνὴν εἶναι τὴν ἔκφυσιν ὥστε τοὺς ὀρεοτύπους οὐ δύνασθαι διϊέναι μὴ ὁδοποιη‐ | |
10 | σαμένους. | |
Hist Plant.3.3.8 | Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν ἀνθῶν ἐνίων, ὥσπερ εἴπομεν. οἱ μὲν γὰρ καὶ δρῦν ἀνθεῖν οἴονται καὶ τὴν Ἡρακλεῶτιν καρύαν καὶ διοσ‐ βάλανον, ἔτι δὲ πεύκην καὶ πίτυν· οἱ δ’ οὐδὲν | |
5 | τούτων, ἀλλὰ τὸν ἴουλον τὸν ἐν ταῖς καρύαις καὶ | |
τὸ βρύον τὸ δρύϊνον καὶ τὸν κύτταρον τὸν πιτύ‐ ϊνον ὅμοιον καὶ ἀνάλογον εἶναι τοῖς προαπο‐ πτώτοις ἐρινοῖς. οἱ δὲ περὶ Μακεδονίαν οὐδὲ ταῦτά φασιν ἀνθεῖν ἄρκευθον ὀξύην ἀρίαν σφέν‐ | ||
10 | δαμνον. ἔνιοι δὲ τὰς ἀρκεύθους δύο εἶναι, καὶ τὴν μὲν ἑτέραν ἀνθεῖν μὲν ἄκαρπον δ’ εἶναι, τὴν δὲ ἑτέραν οὐκ ἀνθεῖν μὲν καρπὸν δὲ φέρειν εὐθὺς προφαινόμενον, ὥσπερ καὶ τὰς συκᾶς τὰ ἐρινά. συμβαίνει δ’ οὖν ὥστε ἐπὶ δύο ἔτη τὸν καρπὸν | |
15 | ἔχειν μόνον τοῦτο τῶν δένδρων. ταῦτα μὲν οὖν ἐπισκεπτέον. | |
Hist Plant.3.4.1 | Ἡ δὲ βλάστησις τῶν μὲν ἅμα γίνεται καὶ τῶν ἡμέρων, τῶν δὲ μικρὸν ἐπιλειπομένη, τῶν δ’ ἤδη πλέον, ἁπάντων δὲ κατὰ τὴν ἠρινὴν ὥραν. ἀλλὰ τῶν καρπῶν ἡ παραλλαγὴ πλείων· ὥσπερ | |
5 | δὲ καὶ πρότερον εἴπομεν, οὐ κατὰ τὰς βλαστήσεις αἱ πεπάνσεις ἀλλὰ πολὺ διαφέρουσιν· ἐπεὶ καὶ τῶν ὀψικαρποτέρων, ἃ δή τινές φασιν ἐνιαυτο‐ φορεῖν, οἷον ἄρκευθον καὶ πρῖνον, ὅμως αἱ βλασ‐ τήσεις τοῦ ἦρος. αὐτὰ δ’ αὑτῶν τὰ ὁμογενῆ τῷ | |
10 | πρότερον καὶ ὕστερον διαφέρει κατὰ τοὺς τόπους· πρῶτα μὲν γὰρ βλαστάνει τὰ ἐν τοῖς ἕλεσιν, ὡς οἱ περὶ Μακεδονίαν λέγουσι, δεύτερα δὲ τὰ ἐν τοῖς πεδίοις, ἔσχατα δὲ τὰ ἐν τοῖς ὄρεσιν. | |
Hist Plant.3.4.2 | Αὐτῶν δὲ τῶν καθ’ ἕκαστα δένδρων τὰ μὲν συναναβλαστάνει τοῖς ἡμέροις, οἷον ἀνδράχλη ἀφάρκη· ἀχρὰς δὲ μικρῷ ὕστερον τῆς ἀπίου. τὰ δὲ καὶ πρὸ ζεφύρου καὶ μετὰ πνοὰς εὐθὺ ζεφύρου. | |
5 | καὶ πρὸ ζεφύρου μὲν κρανεία καὶ θηλυκρανεία, μετὰ ζέφυρον δὲ δάφνη κλήθρα, πρὸ ἰσημερίας δὲ μικρὸν φίλυρα ζυγία φηγὸς συκῆ· πρωΐβλαστα δὲ καὶ καρύα καὶ δρῦς καὶ ἀκτέος· ἔτι δὲ μᾶλλον τὰ ἄκαρπα δοκοῦντα καὶ ἀλσώδη, λεύκη πτελέα | |
10 | ἰτέα αἴγειρος· πλάτανος δὲ μικρῷ ὀψιαίτερον τούτων. τὰ δὲ ἄλλα ὥσπερ ἐνισταμένου τοῦ ἦρος, οἷον ἐρινεὸς φιλύκη ὀξυάκανθος παλίουρος τέρμινθος καρύα διοσβάλανος· μηλέα δ’ ὀψί‐ βλαστος· ὀψιβλαστότατον δὲ σχεδὸν ἴψος ἀρία | |
15 | τετραγωνία θύεια μίλος. αἱ μὲν οὖν βλαστήσεις οὕτως ἔχουσιν. | |
Hist Plant.3.4.3 | Αἱ δὲ ἀνθήσεις ἀκολουθοῦσι μὲν ὡς εἰπεῖν κατὰ λόγον, οὐ μὴν ἀλλὰ παραλλάττουσι, μᾶλλον δὲ καὶ ἐπὶ πλέον ἡ τῶν καρπῶν τελείωσις. κρανεία μὲν γὰρ ἀποδίδωσι περὶ τροπὰς θερινὰς ἡ πρώϊος | |
5 | σχεδὸν ὥσπερ πρῶτον· ἡ δ’ ὄψιος, ἣν δή τινες καλοῦσι θηλυκρανείαν, μετ’ αὐτὸ τὸ μετόπωρον· ἔστι δὲ ὁ ταύτης καρπὸς ἄβρωτος καὶ τὸ ξύλον ἀσθενὲς καὶ χαῦνον· τοσαύτη δὴ διαφορὰ περὶ | |
Hist Plant.3.4.4 | ἄμφω. τέρμινθος δὲ περὶ πυροῦ ἀμητὸν ἢ μικρῷ ὀψιαίτερον ἀποδίδωσι καὶ μελία καὶ σφένδαμνος τοῦ θέρους τὸν καρπόν· κλήθρα δὲ καὶ καρύα καὶ ἀχράδων τι γένος μετοπώρου· δρῦς δὲ καὶ διοσ‐ | |
5 | βάλανος ὀψιαίτερον ἔτι περὶ Πλειάδος δύσιν, ὡσαύτως δὲ καὶ φιλύκη καὶ πρῖνος καὶ παλίουρος καὶ ὀξυάκανθος μετὰ Πλείαδος δύσιν· ἡ δ’ ἀρία χειμῶνος ἀρχομένου· καὶ ἡ μηλέα μὲν τοῖς πρώτοις ψύχεσιν, ἀχρὰς δὲ ὀψία χειμῶνος· ἀνδράχλη δὲ | |
10 | καὶ ἀφάρκη τὸ μὲν πρῶτον πεπαίνουσιν ἅμα τῷ βότρυϊ περκάζοντι, τὸ δὲ ὕστερον, δοκεῖ γὰρ ταῦτα δίκαρπα, ἀρχομένου τοῦ χειμῶνος, ἐλάτη δὲ καὶ | |
Hist Plant.3.4.5 | μίλος ἀνθοῦσι μικρὸν πρὸ ἡλίου τροπῶν· [καὶ τῆς γε ἐλάτης τὸ ἄνθος κρόκινον καὶ ἄλλως καλόν·] τὸν δὲ καρπὸν ἀφιᾶσι μετὰ δύσιν Πλειάδος. πεύκη δὲ καὶ πίτυς προτεροῦσι τῇ βλαστήσει | |
5 | μικρόν, ὅσον πεντεκαίδεκα ἡμέραις, τοὺς δὲ καρ‐ ποὺς ἀποδιδόασι μετὰ Πλειάδα κατὰ λόγον. Ταῦτα μὲν οὖν μετριωτέραν μὲν ἔχει παραλλα‐ γήν· πάντων δὲ πλείστην ἡ ἄρκευθος καὶ ἡ κήλασ‐ τρος καὶ ἡ πρῖνος· ἡ μὲν γὰρ ἄρκευθος ἐνιαύσιον | |
10 | ἔχειν δοκεῖ· περικαταλαμβάνει γὰρ ὁ νέος τὸν περυ‐ σινόν. ὡς δέ τινές φασιν, οὐδὲ πεπαίνει, δι’ ὃ καὶ προαφαιροῦσι καὶ χρόνον τινὰ τηροῦσιν· ἐὰν δὲ ἐᾷ | |
Hist Plant.3.4.6 | ἐπὶ τοῦ δένδρου τις, ἀποξηραίνεται. φασὶ δὲ καὶ τὴν πρῖνον οἱ περὶ Ἀρκαδίαν ἐνιαυτῷ τελειοῦν· ἅμα γὰρ τὸν ἔνον πεπαίνει καὶ τὸν νέον ὑποφαίνει· ὥστε τοῖς τοιούτοις συμβαίνει συνεχῶς τὸν καρπὸν | |
5 | ἔχειν. φασὶ δέ γε καὶ τὴν κήλαστρον ὑπὸ τοῦ χειμῶνος ἀποβάλλειν. ὀψίκαρπα δὲ σφόδρα καὶ φίλυρα καὶ πύξος. [τὸν δὲ καρπὸν ἄβρωτον ἔχει παντὶ ζώῳ φίλυρα θηλυκρανεία πύξος. ὀψίκαρπα δὲ καὶ κιττὸς καὶ ἄρκευθος καὶ | |
10 | πεύκη καὶ ἀνδράχλη.] ὡς δὲ οἱ περὶ Ἀρκαδίαν φασίν, ἔτι τούτων ὀψικαρπότερα σχεδὸν δὲ πάντων ὀψιαίτερα τετραγωνία θύεια μί‐ λος. αἱ μὲν οὖν τῶν καρπῶν ἀποβολαὶ καὶ πεπάνσεις τῶν ἀγρίων τοιαύτας ἔχουσι διαφορὰς | |
15 | οὐ μόνον πρὸς τὰ ἥμερα ἀλλὰ καὶ πρὸς ἑαυτά. | |
Hist Plant.3.5.1 | Συμβαίνει δ’ ὅταν ἄρξωνται βλαστάνειν τὰ μὲν ἄλλα συνεχῆ τήν τε βλάστησιν καὶ τὴν αὔξησιν ποιεῖσθαι, πεύκην δὲ καὶ ἐλάτην καὶ δρῦν διαλείπειν, καὶ τρεῖς ὁρμὰς εἶναι καὶ τρεῖς | |
5 | ἀφιέναι βλαστούς, δι’ ὃ καὶ τρίσλοποι· πᾶν γὰρ δὴ δένδρον ὅταν βλαστάνῃ λοπᾷ· πρῶτον μὲν ἄκρου ἔαρος εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος, ἐν δὲ τῇ Ἴδῃ περὶ πεντεκαίδεκα μάλιστα ἡμέρας· μετὰ δὲ ταῦτα διαλιπόντα περὶ τριάκοντα ἢ | |
10 | μικρῷ πλείους ἐπιβάλλεται πάλιν ἄλλους βλασ‐ τοὺς ἀπ’ ἄκρας τῆς κορυνήσεως τῆς ἐπὶ τῷ προ‐ τέρῳ βλαστῷ· καὶ τὰ μὲν ἄνω τὰ δ’ εἰς τὰ | |
πλάγια κύκλῳ ποιεῖται τὴν βλάστησιν, οἷον γόνυ ποιησάμενα τὴν τοῦ πρώτου βλαστοῦ κορύνην, | ||
15 | ὥσπερ καὶ ἡ πρώτη βλάστησις ἔχει. γίνεται δὲ τοῦτο περὶ τὸν Σκιρροφοριῶνα λήγοντα. | |
Hist Plant.3.5.2 | Κατὰ δὲ ταύτην τὴν βλάστησιν καὶ ἡ κηκὶς φύεται πᾶσα, καὶ ἡ λευκὴ καὶ ἡ μέλαινα· φύεται δὲ ὡς ἐπὶ τὸ πολὺ νυκτὸς ἀθρόος· ἐφ’ ἡμέραν δὲ μίαν αὐξηθεῖσα, πλὴν τῆς πιττοειδοῦς, ἐὰν ὑπὸ | |
5 | τοῦ καύματος ληφθῇ ξηραίνεται, καὶ ἀναυξὴς ἐπὶ τὸ μεῖζον, ἐγίνετο γὰρ ἂν μείζων τῷ μεγέθει. διόπερ τινὲς αὐτῶν οὐ μεῖζον ἔχουσι κυάμου τὸ μέγεθος. ἡ δὲ μέλαινα καὶ ἐπὶ πλείους ἡμέρας ἔγχλωρός ἐστι, καὶ αὐξάνονται καὶ λαμβάνουσιν | |
10 | ἔνιαι μέγεθος μήλου. Διαλείποντα δὲ μετὰ τοῦτο περὶ πεντεκαίδεκα ἡμέρας πάλιν τὸ τρίτον ἐπιβάλλεται βλαστοὺς Ἑκατομβαιῶνος, ἐλαχίστας ἡμέρας τῶν πρότε‐ ρον· ἴσως γὰρ ἓξ ἢ ἑπτὰ τὸ πλεῖστον· ἡ δὲ | |
15 | βλάστησις ὁμοία καὶ τὸν αὐτὸν τρόπον. παρελ‐ θουσῶν δὲ τούτων οὐκέτι εἰς μῆκος ἀλλ’ εἰς πάχος ἡ αὔξησις τρέπεται. | |
Hist Plant.3.5.3 | Πᾶσι μὲν οὖν τοῖς δένδροις αἱ βλαστήσεις φανεραί, μάλιστα δὲ τῇ ἐλάτῃ καὶ τῇ πεύκῃ διὰ τὸ στοιχεῖν τὰ γόνατα καὶ ἐξ ἴσου τοὺς ὄζους ἔχειν. ὥρα δὲ καὶ πρὸς τὸ τέμνεσθαι τὰ ξύλα | |
5 | τότε διὰ τὸ λοπᾶν· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς οὐκ εὐπεριαίρετος ὁ φλοιός, ἀλλὰ καὶ περιαιρε‐ θέντος μέλαν τὸ ξύλον γίνεται καὶ τῇ ὄψει χεῖρον· | |
ἐπεὶ καὶ πρός γε τὴν χρείαν οὐδέν, ἀλλὰ καὶ ἰσχυρότερον, ἐὰν μετὰ τὴν πέπανσιν τῶν καρπῶν | ||
10 | τμηθῇ. | |
Hist Plant.3.5.4 | Ταῦτα μὲν οὖν ἴδια τῶν προειρημένων δένδρων. αἱ δὲ βλαστήσεις αἱ ἐπὶ Κυνὶ καὶ Ἀρκτούρῳ γινό‐ μεναι μετὰ τὴν ἐαρινὴν σχεδὸν κοιναὶ πάντων· ἔνδηλοι δὲ μᾶλλον ἐν τοῖς ἡμέροις καὶ τούτων | |
5 | μάλιστα συκῇ καὶ ἀμπέλῳ καὶ ῥοιᾷ καὶ ὅλως ὅσα εὐτραφῆ καὶ ὅπου χώρα τοιαύτη· δι’ ὃ καὶ τὴν ἐπ’ Ἀρκτούρῳ πλείστην φασὶ γίνεσθαι περὶ Θετ‐ ταλίαν καὶ Μακεδονίαν· ἅμα γὰρ συμβαίνει καὶ τὸ μετόπωρον καλὸν γίνεσθαι καὶ μακρόν, ὥστε | |
10 | καὶ τὴν μαλακότητα συμβάλλεσθαι τοῦ ἀέρος. ἐπεὶ καὶ ἐν Αἰγύπτῳ διὰ τοῦθ’ ὡς εἰπεῖν αἰεὶ βλαστάνει τὰ δένδρα, ἢ καὶ μικρόν τινα διαλείπει χρόνον. | |
Hist Plant.3.5.5 | Ἀλλὰ τὰ μὲν περὶ τὰς ἐπιβλαστήσεις, ὥσπερ εἴρηται, κοινά, τὰ δὲ περὶ τὰς διαλείψεις ἀπὸ τῆς πρώτης ἴδια τῶν λεχθέντων. ἴδιον δ’ ἐνίοις ὑπάρχει καὶ τὸ τῆς καλουμένης κάχρυος, οἷον | |
5 | τοῖς [τε] προειρημένοις· ἔχει γὰρ καὶ ἐλάτη καὶ πεύκη καὶ δρῦς, καὶ ἔτι φίλυρα καὶ καρύα καὶ διοσβάλανος καὶ πίτυς. αὗται δὲ γίνονται δρυῒ μὲν πρὸ τῆς βλαστήσεως ὑποφαινούσης τῆς ἠρινῆς ὥρας. ἔστι δ’ ὡσπερεὶ κύησις φυλλικὴ | |
10 | μεταξὺ πίπτουσα τῆς ἐξ ἀρχῆς ἐποιδήσεως καὶ | |
τῆς φυλλικῆς βλαστήσεως· τῇ δ’ ὄῃ ἐστὶ τοῦ μετοπώρου μετὰ τὴν φυλλοβολίαν εὐθὺς λιπαρά τις καὶ ὥσπερ ἐπωδηκυῖα, καθαπερανεὶ μέλλουσα βλαστάνειν, καὶ διαμένει τὸν χειμῶνα μέχρι τοῦ | ||
15 | ἦρος. ἡ δὲ Ἡρακλεωτικὴ μετὰ τὴν ἀποβολὴν τοῦ καρποῦ φύει τὸ βοτρυῶδες ἡλίκον σκώληξ εὐμε‐ γέθης, ἐξ ἑνὸς μίσχου πλείω δή, ἃ καλοῦσί τινες | |
Hist Plant.3.5.6 | ἰούλους. τούτων ἕκαστον ἐκ μικρῶν σύγκειται μορίων φολιδωτῶν τῇ τάξει, καθάπερ οἱ στρόβιλοι τῆς πεύκης, ὥστε μὴ ἀνομοίαν εἶναι τὴν ὄψιν στροβίλῳ νέῳ καὶ χλωρῷ πλὴν προμηκέστερον | |
5 | καὶ σχεδὸν ἰσόπαχες διόλου. τοῦτο δὲ αὔξεται τὸν χειμῶνα· (καὶ ἅμα τῷ ἦρι χάσκει τὰ φολι‐ δωτὰ καὶ ξανθὰ γίνεται), καὶ τὸ μῆκος λαμβάνει καὶ τριδάκτυλον· ὅταν δὲ τοῦ ἦρος τὸ φύλλον βλαστάνῃ, ταῦτ’ ἀποπίπτει καὶ τὰ τοῦ καρύου | |
10 | καλυκώδη περικάρπια γίνεται συμμεμυκότα κατὰ τοῦ μίσχου, τοσαῦτα ὅσα καὶ ἦν τὰ ἄνθη· τούτων δ’ ἐν ἑκάστῳ κάρυον ἕν. περὶ δὲ τῆς φιλύρας ἐπισκεπτέον, καὶ εἴ τι ἄλλο καχρυοφόρον. | |
Hist Plant.3.6.1 | Ἔστι δὲ καὶ τὰ μὲν εὐαυξῆ τὰ δὲ δυσαυξῆ. εὐαυξῆ μὲν τά τε πάρυδρα, οἷον πτελέα πλάτανος λεύκη αἴγειρος ἰτέα· καί τοι περὶ ταύτης ἀμφισ‐ βητοῦσί τινες ὡς δυσαυξοῦς· καὶ τῶν καρποφόρων | |
5 | δὲ ἐλάτη πεύκη δρῦς. εὐαυξέστατον δὲ ... μίλος καὶ λάκαρα φηγὸς ἄρκευθος σφένδαμνος ὀστρύα ζυγία μελία κλήθρα πίτυς ἀνδράχλη κρανεία πύξος ἀχράς. καρποφορεῖ δ’ εὐθὺς ἐλάτη πεύκη πίτυς, κἂν ὁπηλικονοῦν μέγεθος λάβωσιν. | |
Hist Plant.3.6.2 | Ἡ δὲ αὔξησις καὶ ἡ βλάστησις τῶν μὲν ἄλλων ἄτακτος κατὰ τοὺς τόπους τῶν βλαστῶν, τῆς δ’ ἐλάτης ὡρισμένη καὶ συνεχὴς καὶ ὕστερον. ὅταν γὰρ ἐκ τοῦ στελέχους τὰ πρῶτα σχισθῇ, πάλιν ἐξ | |
5 | ἐκείνου ἡ ἑτέρα σχίσις γίνεται κατὰ τὸν αὐτὸν τρόπον, καὶ τοῦτ’ ἀεὶ ποιεῖ κατὰ πάσας τὰς ἐπι‐ βλαστήσεις. ἐν δὲ τοῖς ἄλλοις οὐδ’ οἱ ὄζοι κατ’ ἀλλήλους πλὴν ἐπί τινων ὀλίγων, οἷον κοτίνου καὶ ἄλλων· ἔχει δὲ καὶ τῇδε διαφορὰν ἡ αὔξησις | |
10 | κοινῇ πάντων ὁμοίως ἡμέρων τε καὶ ἀγρίων· τὰ μὲν γὰρ καὶ ἐκ τοῦ ἄκρου τῶν βλαστῶν καὶ ἐκ τῶν πλαγίων φύεται, καθάπερ ἄπιος ῥόα συκῆ μύρρινος σχεδὸν τὰ πλεῖστα· τὰ δ’ ἐκ τοῦ ἄκρου μὲν οὐκ ἀνίησιν ἐκ δὲ τῶν πλαγίων, καὶ αὐτὸ | |
15 | προωθεῖται τὸ ὑπάρχον, ὥσπερ καὶ τὸ ὅλον στέ‐ λεχος καὶ οἱ ἀκρεμόνες. συμβαίνει δὲ τοῦτο ἐπὶ τῆς Περσικῆς καρύας καὶ τῆς Ἡρακλεωτικῆς καὶ | |
Hist Plant.3.6.3 | ἄλλων. ἁπάντων δὲ τῶν τοιούτων εἰς ἓν φύλλον ἀποτελευτῶσιν οἱ βλαστοί, δι’ ὃ καὶ εὐλόγως οὐκ ἐπιβλαστάνει καὶ αὐξάνεται μὴ ἔχοντα ἀρχήν. | |
(ὁμοία δὲ τρόπον τινὰ ἡ αὔξησις καὶ τοῦ σίτου· | ||
5 | καὶ γὰρ οὗτος ἀεὶ τῇ προώσει τοῦ ὑπάρχοντος αὐξάνεται, κἂν κολοβωθῇ τὰ φύλλα, καθάπερ ἐν τοῖς ἐπιβοσκομένοις· πλὴν οὗτός γε οὐκ ἐκ τοῦ πλαγίου παραφύει, καθάπερ ἔνια τῶν χεδροπῶν.) αὕτη μὲν οὖν διαφορά τις ἂν εἴη βλαστήσεως | |
10 | ἅμα καὶ αὐξήσεως. | |
Hist Plant.3.6.4 | Βαθύρριζα δὲ οὔ φασί τινες εἶναι τὰ ἄγρια διὰ τὸ φύεσθαι πάντα ἀπὸ σπέρματος, οὐκ ἄγαν ὀρθῶς λέγοντες. ἐνδέχεται γὰρ ὅταν ἐμβιώσῃ πόρρω καθιέναι τὰς ῥίζας· ἐπεὶ καὶ τῶν λαχάνων | |
5 | τὰ πολλὰ τοῦτο ποιεῖ, καίπερ ἀσθενέστερα ὄντα καὶ ἐναργῶς φυόμενα 〈ἐν〉 τῇ γῇ. βαθυρριζότατον δ’ οὖν δοκεῖ τῶν ἀγρίων εἶναι ἡ πρῖνος· ἐλάτη δὲ καὶ πεύκη μετρίως, ἐπιπολαιότατον δὲ θραύπα‐ λος καὶ κοκκυμηλέα καὶ σποδιάς· αὕτη δ’ ἐστὶν | |
10 | ὥσπερ ἀγρία κοκκυμηλέα. ταῦτα μὲν οὖν καὶ ὀλιγόρριζα· ὁ δὲ θραύπαλος πολύρριζον. συμ‐ βαίνει δὲ τοῖς ἄλλοις τοῖς μὴ κατὰ βάθους ἔχουσι, καὶ οὐχ ἥκιστα ἐλάτῃ καὶ πεύκῃ, προρρίζοις ὑπὸ τῶν πνευμάτων ἐκπίπτειν. | |
Hist Plant.3.6.5 | Οἱ μὲν οὖν περὶ Ἀρκαδίαν οὕτω λέγουσιν. οἱ δ’ ἐκ τῆς Ἴδης βαθυρριζότερον ἐλάτην δρυὸς ἀλλ’ ἐλάττους ἔχειν καὶ εὐθυρριζοτέραν εἶναι· βαθυρρι‐ ζότατον δὲ καὶ τὴν κοκκυμηλέαν καὶ τὴν Ἡρα‐ | |
5 | κλεωτικήν, τὰς δὲ ῥίζας λεπτὰς καὶ ἰσχυρὰς τὴν Ἡρακλεωτικήν, τὴν δὲ κοκκυμηλέαν πολύρριζον, ἄμφω δ’ ἐμβιῶναι δεῖν· δυσώλεθρον δὲ τὴν | |
κοκκυμηλέαν. ἐπιπολῆς δὲ σφένδαμνον καὶ ὀλίγας· τὴν δὲ μελίαν πλείους καὶ εἶναι πυκνόρ‐ | ||
10 | ριζον καὶ βαθύρριζον. ἐπιπολῆς δὲ καὶ ἄρκευθον καὶ κέδρον· καὶ κλήθρας λεπτὰς καὶ ὁμαλεῖς· ἔτι δ’ ὀξύην· καὶ γὰρ τοῦτ’ ἐπιπολαιόρριζον καὶ ὀλιγόρριζον. τὴν δὲ οὔαν ἐπιπολαίους μὲν ἰσχυ‐ ρὰς δὲ καὶ παχείας καὶ δυσωλέθρους πλήθει δὲ | |
15 | μετρίας. βαθύρριζα μὲν οὖν καὶ οὐ βαθύρριζα τὰ τοιαῦτ’ ἐστίν. | |
Hist Plant.3.7.1 | Ἀποκοπέντος δὲ τοῦ στελέχους τὰ μὲν ἄλλα πάνθ’ ὡς εἰπεῖν παραβλαστάνει, πλὴν ἐὰν αἱ ῥίζαι πρότερον τύχωσι πεπονηκυῖαι· πεύκη δὲ καὶ ἐλάτη τελέως ἐκ ῥιζῶν αὐτοετεῖς αὐαίνονται | |
5 | καὶ ἐὰν τὸ ἄκρον ἐπικοπῇ. συμβαίνει δὲ ἴδιόν τι περὶ τὴν ἐλάτην· ὅταν γὰρ κοπῇ ἢ κολουσθῇ ὑπὸ πνεύματος ἢ καὶ ἄλλου τινὸς περὶ τὸ λεῖον τοῦ στελέχους—ἔχει γὰρ μέχρι τινὸς λεῖον καὶ ἄοζον καὶ ὁμαλὸν ἱκανὸν ἵστῳ πλοίου—περι‐ | |
10 | φύεται μικρόν, ὑποδεέστερον εἰς ὕψος, καὶ κα‐ λοῦσιν οἱ μὲν ἄμφαυξιν οἱ δὲ ἀμφίφυαν, τῷ μὲν χρώματι μέλαν τῇ δὲ σκληρότητι ὑπερβάλλον, ἐξ οὗ τοὺς κρατῆρας ποιοῦσιν οἱ περὶ Ἀρκαδίαν· | |
Hist Plant.3.7.2 | τὸ δὲ πάχος οἷον ἂν τύχῃ τὸ δένδρον, ὅσῳπερ ἂν ἰσχυρότερον καὶ ἐγχυλότερον ἢ παχύτερον. | |
συμβαίνει δὲ κἀκεῖνο ἴδιον ἐν ταὐτῷ τούτῳ περὶ τὴν ἐλάτην· ὅταν μὲν γάρ τις τοὺς ὄζους ἅπαντας | ||
5 | ἀφελὼν ἀποκόψῃ τὸ ἄκρον, ἀποθνήσκει ταχέως· ὅταν δὲ τὰ κατωτέρω τὰ κατὰ τὸ λεῖον ἀφέλῃ, ζῇ τὸ κατάλοιπον, περὶ ὃ δὴ καὶ ἡ ἄμφαυξις φύεται. ζῇ δὲ δῆλον ὅτι τῷ ἔγχυλον εἶναι καὶ χλωρόν, εἴπερ ἀπαράβλαστον. ἀλλὰ γὰρ τοῦτο | |
10 | μὲν ἴδιον τῆς ἐλάτης. | |
Hist Plant.3.7.3 | Φέρει δὲ τὰ μὲν ἄλλα τόν τε καρπὸν τὸν ἑαυτῶν καὶ τὰ κατ’ ἐνιαυτὸν ἐπιγινόμενα ταῦτα, φύλλον ἄνθος βλαστόν· τὰ δὲ καὶ βρύον ἢ ἕλικα· τὰ δὲ πλείω, καθάπερ ἥ τε πτελέα τόν τε βότρυν | |
5 | καὶ τὸ θυλακῶδες τοῦτο, καὶ συκῆ καὶ τὰ ἐρινὰ τὰ προαποπίπτοντα καὶ εἴ τινες ἄρα τῶν συκῶν ὀλυνθοφοροῦσιν· ἴσως δὲ τρόπον τινὰ καρπὸς οὗτος. ἀλλ’ ἡ Ἡρακλεωτικὴ καρύα τὸν ἴουλον καὶ ἡ πρῖνος τὸν φοινικοῦν κόκκον ἡ δὲ δάφνη | |
10 | τὸ βότρυον. φέρει μὲν καὶ ἡ καρποφόρος, εἰ μὴ καὶ πᾶσα ἀλλά τοι γένος τι αὐτῆς, οὐ μὴν ἀλλὰ πλέον ἡ ἄκαρπος, ἣν δὴ καὶ ἄρρενά τινες καλοῦ‐ σιν. ἀλλ’ ἡ πεύκη τὸν προαποπίπτοντα κύτ‐ ταρον. | |
Hist Plant.3.7.4 | Πλεῖστα δὲ πάντων ἡ δρῦς παρὰ τὸν καρπόν, | |
οἷον τήν τε κηκίδα τὴν μικρὰν καὶ τὴν ἑτέραν τὴν πιττώδη μέλαιναν. ἔτι δὲ συκαμινῶδες ἄλλο τῇ μορφῇ πλὴν σκληρὸν καὶ δυσκάτακτον, | ||
5 | σπάνιον δὲ τοῦτο· καὶ ἕτερον αἰδοιώδη σχέσιν ἔχον, τελειούμενον δ’ ἔτι σκληρὸν κατὰ τὴν ἐπανάστασιν καὶ τετρυπημένον· προσεμφερὲς τρόπον τινὰ τοῦτ’ ἐστὶ καὶ ταύρου κεφαλῇ, περι‐ καταγνύμενον δὲ ἔνδοθεν ἔχει πυρῆνος ἐλάας | |
10 | ἰσοφυές. φύει δὲ καὶ τὸν ὑπ’ ἐνίων καλούμενον πῖλον· τοῦτο δ’ ἐστὶ σφαιρίον ἐριῶδες μαλακὸν περὶ πυρήνιον σκληρότερον πεφυκός, ᾧ χρῶνται πρὸς τοὺς λύχνους· καίεται γὰρ καλῶς, ὥσπερ καὶ ἡ μέλαινα κηκίς. φύει δὲ καὶ ἕτερον σφαιρίον | |
15 | κόμην ἔχον, τὰ μὲν ἄλλα ἀχρεῖον, κατὰ δὲ τὴν ἐαρινὴν ὥραν ἐπίβαπτον χυλῷ μελιτηρῷ καὶ κατὰ τὴν ἁφὴν καὶ κατὰ τὴν γεῦσιν. | |
Hist Plant.3.7.5 | Παραφύει δ’ ἐνδοτέρω τῆς τῶν ῥαβδῶν μασχα‐ λίδος ἕτερον σφαιρίον ἄμισχον ἢ καὶ κοιλόμισχον ἴδιον καὶ ποικίλον· τοὺς μὲν γὰρ ἐπανεστηκότας ὀμφαλοὺς ἐπιλεύκους ἢ ἐπεστιγμένους ἔχει μέλα‐ | |
5 | νας τὸ δ’ ἀνὰ μέσον κοκκοβαφὲς καὶ λαμπρόν· ἀνοιγόμενον δ’ ἐστὶ μέλαν καὶ ἐπίσαπρον. σπάνιον δὲ παραφύει καὶ λιθάριον κισσηροειδὲς ἐπὶ πλεῖον. ἔτι δ’ ἄλλο τούτου σπανιαίτερον φυλλι‐ κὸν συμπεπιλημένον πρόμηκες σφαιρίον. ἐπὶ δὲ | |
10 | τοῦ φύλλου φύει κατὰ τὴν ῥάχιν σφαιρίον λευκὸν | |
διαυγὲς ὑδατῶδες, ὅταν ἁπαλὸν ᾖ· τοῦτο δὲ καὶ μύας ἐνίοτε ἐνδὸν ἴσχει. τελειούμενον δὲ σκλη‐ ρύνεται κηκίδος μικρᾶς λείας τρόπον. | ||
Hist Plant.3.7.6 | Ἡ μὲν οὖν δρῦς τοσαῦτα φέρει παρὰ τὸν καρπόν. οἱ γὰρ μύκητες ἀπὸ τῶν ῥιζῶν καὶ παρὰ τὰς ῥίζας φυόμενοι κοινοὶ καὶ ἑτέρων εἰσίν. ὡσαύτως δὲ καὶ ἡ ἰξία· καὶ γὰρ αὕτη φύεται | |
5 | καὶ ἐν ἄλλοις· ἀλλ’ οὐδὲν ἧττον, ὥσπερ ἐλέχθη, πλειστοφόρον ἐστίν· εἰ δέ γε δὴ καθ’ Ἡσίοδον φέρει μέλι καὶ μελίττας, ἔτι μᾶλλον· φαίνεται δ’ οὖν καὶ ὁ μελιτώδης οὗτος χυλὸς ἐκ τοῦ ἀέρος ἐπὶ ταύτῃ μάλιστα προσίζειν. φασὶ δὲ καὶ ὅταν | |
10 | κατακαυθῇ γίνεσθαι λίτρον ἐξ αὐτῆς. ταῦτα μὲν οὖν ἴδια τῆς δρυός. | |
Hist Plant.3.8.1 | Πάντων δέ, ὥσπερ ἐλέχθη, τῶν δένδρων ὡς καθ’ ἕκαστον γένος λαβεῖν διαφοραὶ πλείους εἰσίν· ἡ μὲν κοινὴ πᾶσιν, ᾗ διαιροῦσι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὧν τὸ μὲν καρποφόρον τὸ δὲ ἄκαρπον | |
5 | ἐπί τινων. ἐν οἷς δὲ ἄμφω καρποφόρα τὸ θῆλυ καλλικαρπότερον καὶ πολυκαρπότερον· πλὴν ὅσοι ταῦτα καλοῦσιν ἄρρενα, καλοῦσι γάρ τινες. παραπλησία δ’ ἡ τοιαύτη διαφορὰ καὶ ὡς τὸ ἥμερον διῄρηται πρὸς τὸ ἄγριον. ἑτέρα δὲ κατ’ | |
10 | εἶδος αὐτῶν τῶν ὁμογενῶν· ὑπὲρ ὧν λεκτέον ἅμα συνεμφαίνοντας καὶ τὰς ἰδίας μορφὰς τῶν μὴ | |
φανερῶν καὶ γνωρίμων. | ||
Hist Plant.3.8.2 | Δρυὸς δὴ γένη—ταύτην γὰρ μάλιστα διαιροῦσι· καὶ ἔνιοί γε εὐθὺς τὴν μὲν ἥμερον καλοῦσι τὴν δ’ ἀγρίαν οὐ τῇ γλυκύτητι τοῦ καρποῦ διαιροῦντες· ἐπεὶ γλυκύτατός γε ὁ τῆς φηγοῦ, ταύτην δ’ | |
5 | ἀγρίαν ποιοῦσιν· ἀλλὰ τῷ μᾶλλον ἐν τοῖς ἐργα‐ σίμοις φύεσθαι καὶ τὸ ξύλον ἔχειν λειότερον, τὴν δὲ φηγὸν τραχὺ καὶ ἐν τοῖς ὀρεινοῖς—γένη μὲν οὖν οἱ μὲν τέτταρα ποιοῦσιν οἱ δὲ πέντε. διαλλάττουσι δ’ ἔνια τοῖς ὀνόμασιν, οἷον τὴν τὰς | |
10 | γλυκείας φέρουσαν οἱ μὲν ἡμερίδα καλοῦντες οἱ δ’ ἐτυμόδρυν. ὁμοίως δὲ καὶ ἐπ’ ἄλλων. ὡς δ’ οὖν οἱ περὶ τὴν Ἴδην διαιροῦσι, τάδ’ ἐστὶ τὰ εἴδη· ἡμερὶς αἰγίλωψ πλατύφυλλος φηγὸς ἁλίφλοιος· οἱ δὲ εὐθύφλοιον καλοῦσιν. κάρπιμα μὲν πάντα· | |
15 | γλυκύτατα δὲ τὰ τῆς φηγοῦ, καθάπερ εἴρηται, καὶ δεύτερον τὰ τῆς ἡμερίδος, ἔπειτα τῆς πλατυ‐ φύλλου, καὶ τέταρτον ἡ ἁλίφλοιος, ἔσχατον δὲ | |
Hist Plant.3.8.3 | καὶ πικρότατον ἡ αἰγίλωψ. οὐχ ἅπασαι δὲ γλυκεῖαι ἐν τοῖς γένεσιν ἀλλ’ ἐνίοτε καὶ πικραί, καθάπερ ἡ φηγός. διαφέρουσι δὲ καὶ τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασι | |
5 | τῶν βαλάνων. ἴδιον δὲ ἔχουσιν ἥ τε φηγὸς καὶ ἡ ἁλίφλοιος· ἀμφότεραι γὰρ παραλιθάζουσιν ἐν τοῖς ἄρρεσι καλουμένοις ἐξ ἄκρων τῶν βαλάνων | |
ἑκατέρωθεν, αἱ μὲν πρὸς τῷ κελύφει αἱ δὲ πρὸς αὐτῇ τῇ σαρκί. δι’ ὃ καὶ ἀφαιρεθέντων ὅμοια | ||
10 | γίνεται κοιλώματα τοῖς ἐπὶ τῶν ζώων. | |
Hist Plant.3.8.4 | Διαφέρουσι δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς στελέ‐ χεσι καὶ τοῖς ξύλοις καὶ τῇ ὅλῃ μορφῇ. ἡ μὲν γὰρ ἡμερὶς οὐκ ὀρθοφυὴς οὐδὲ λεία οὐδὲ μακρά· περίκομος γὰρ ἡ φυτεία καὶ ἐπεστραμμένη καὶ | |
5 | πολυμάσχαλος, ὥστε ὀζώδη καὶ βραχεῖαν γίνε‐ σθαι· τὸ δὲ ξύλον ἰσχυρὸν μὲν ἀσθενέστερον δὲ τῆς φηγοῦ· τοῦτο γὰρ ἰσχυρότατον καὶ ἀσαπέ‐ στατον. οὐκ ὀρθοφυὴς δὲ οὐδ’ αὕτη ἀλλ’ ἧττον ἔτι τῆς ἡμερίδος, τὸ δὲ στέλεχος παχύτατον, ὥστε | |
10 | καὶ τὴν ὅλην μορφὴν βραχεῖαν εἶναι· καὶ γὰρ ἡ φυτεία περίκομος καὶ ταύτῃ καὶ οὐκ εἰς ὀρθόν. ἡ δὲ αἰγίλωψ ὀρθοφυέστατον καὶ ὑψηλότατον καὶ λειότατον καὶ τὸ ξύλον εἰς μῆκος ἰσχυρότατον. οὐ φύεται δὲ ἐν τοῖς ἐργασίμοις ἢ σπανίως. | |
Hist Plant.3.8.5 | Ἡ δὲ πλατύφυλλος δεύτερον ὀρθοφυΐᾳ καὶ μήκει, πρὸς δὲ τὴν χρείαν τὴν οἰκοδομικὴν χεί‐ ριστον μετὰ τὴν ἁλίφλοιον, φαῦλον δὲ καὶ εἰς τὸ καίειν καὶ ἀνθρακεύειν, ὥσπερ καὶ τὸ τῆς ἁλι‐ | |
5 | φλοίου, καὶ θριπηδέστατον μετ’ ἐκείνην· ἡ γὰρ ἁλίφλοιος παχὺ μὲν ἔχει τὸ στέλεχος χαῦνον δὲ καὶ κοῖλον ἐὰν ἔχῃ πάχος ὡς ἐπὶ τὸ πολύ, δι’ ὃ καὶ ἀχρεῖον εἰς τὰς οἰκοδομάς· ἔτι δὲ σήπεται τάχιστα· καὶ γὰρ ἔνυγρόν ἐστι τὸ δένδρον· δι’ ὃ | |
10 | καὶ κοίλη γίνεται. φασὶ δέ τινες οὐδ’ ἐγκάρδιον εἶναι μόνῃ. λέγουσιν ὡς καὶ κεραυνοβλῆτες | |
αὗται μόναι γίνονται καίπερ ὕψος οὐκ ἔχουσαι τῶν Αἰολέων τινές, οὐδὲ πρὸς τὰ ἱερὰ χρῶνται τοῖς ξύλοις. κατὰ μὲν οὖν τὰ ξύλα καὶ τὰς | ||
15 | ὅλας μορφὰς ἐν τούτοις αἱ διαφοραί. | |
Hist Plant.3.8.6 | Κηκίδας δὲ πάντα φέρει τὰ γένη, μόνη δὲ εἰς τὰ δέρματα χρησίμην ἡ ἡμερίς. ἡ δὲ τῆς αἰγί‐ λωπος καὶ τῆς πλατυφύλλου τῇ μὲν ὄψει παρο‐ μοία τῇ τῆς ἡμερίδος, πλὴν λειοτέρα, ἀχρεῖος δέ. | |
5 | φέρει καὶ τὴν ἑτέραν τὴν μέλαιναν ᾗ τὰ ἔρια βάπτουσιν. ὃ δὲ καλοῦσί τινες φάσκον ὅμοιον τοῖς ῥακίοις ἡ αἰγίλωψ μόνη φέρει πολιὸν καὶ τραχύ· καὶ γὰρ πηχυαῖον κατακρεμάννυται, καθάπερ τρύχος ὀθονίου μακρόν. φύεται δὲ | |
10 | τοῦτο ἐκ τοῦ φλοιοῦ καὶ οὐκ ἐκ τῆς κορύνης ὅθεν ἡ βάλανος, οὐδ’ ἐξ ὀφθαλμοῦ ἀλλ’ ἐκ τοῦ πλαγίου τῶν ἄνωθεν ὄζων. ἡ δ’ ἁλίφλοιος ἐπί‐ μελαν τοῦτο φύει καὶ βραχύ. | |
Hist Plant.3.8.7 | Οἱ μὲν οὖν ἐκ τῆς Ἴδης οὕτως διαιροῦσιν. οἱ δὲ περὶ Μακεδονίαν τέτταρα γένη ποιοῦσιν, ἐτυμόδρυν ἣ τὰς γλυκείας, πλατύφυλλον ἣ τὰς πικράς, φηγὸν ἣ τὰς στρογγύλας, ἄσπριν· ταύτην | |
5 | δὲ οἱ μὲν ἄκαρπον ὅλως οἱ δὲ φαῦλον τὸν καρπόν, ὥστε μηδὲν ἐσθίειν ζῶον πλὴν ὑός, καὶ ταύτην ὅταν ἑτέραν μὴ ἔχῃ· καὶ τὰ πολλὰ λαμβάνεσθαι | |
περικεφαλαίᾳ. μοχθηρὰ δὲ καὶ τὰ ξύλα· πελε‐ κηθέντα μὲν ὅλως ἀχρεῖα· καταρήγνυται γὰρ καὶ | ||
10 | διαπίπτει· ἀπελέκητα δὲ βελτίω, δι’ ὃ καὶ οὕτω χρῶνται. μοχθηρὰ δὲ καὶ εἰς καῦσιν καὶ εἰς ἀνθρακείαν· ἀχρεῖος γὰρ ὅλως ὁ ἄνθραξ διὰ τὸ πηδᾶν καὶ σπινθηρίζειν πλὴν τοῖς χαλκεῦσι. τούτοις δὲ χρησιμώτερος τῶν ἄλλων· διὰ γὰρ τὸ | |
15 | ἀποσβέννυσθαι, ὅταν παύσηται φυσώμενος, ὀλίγος ἀναλίσκεται. [τὸ δὲ τῆς ἁλιφλοίου χρήσιμον εἰς τοὺς ἄξονας μόνον καὶ τὰ τοιαῦτα.] δρυὸς μὲν οὖν ταύτας ποιοῦσι τὰς ἰδέας. | |
Hist Plant.3.9.1 | Τῶν δὲ ἄλλων ἐλάττους· καὶ σχεδὸν τά γε πλεῖστα διαιροῦσι ἄρρενι καὶ θήλει, καθάπερ εἴρηται, πλὴν ὀλίγων ὧν ἐστι καὶ ἡ πεύκη· πεύκης γὰρ τὸ μὲν ἥμερον ποιοῦσι τὸ δ’ ἄγριον, | |
5 | τῆς δ’ ἀγρίας δύο γένη· καλοῦσι δὲ τὴν μὲν Ἰδαίαν τὴν δὲ παραλίαν· τούτων δὲ ὀρθοτέρα καὶ μακρο‐ τέρα καὶ τὸ φύλλον ἔχουσα παχύτερον ἡ Ἰδαία, τὸ δὲ φύλλον λεπτότερον καὶ ἀμενηνότερον ἡ παραλία καὶ λειότερον τὸν φλοιὸν καὶ εἰς τὰ | |
10 | δέρματα χρήσιμον· ἡ δὲ ἑτέρα οὔ. καὶ τῶν στροβίλων ὁ μὲν τῆς παραλίας στρογγύλος τε καὶ διαχάσκων ταχέως, ὁ δὲ τῆς Ἰδαίας μακρό‐ τερος καὶ χλωρὸς καὶ ἧττον χάσκων ὡς ἂν ἀγριώτερος· τὸ δὲ ξύλον ἰσχυρότερον τὸ τῆς | |
15 | παραλίας· δεῖ γὰρ καὶ τὰς τοιαύτας διαφορὰς λαμβάνειν τῶν συγγενῶν· γνώριμοι γὰρ διὰ τὴν χρείαν. | |
Hist Plant.3.9.2 | Ὀρθότερον δὲ καὶ παχύτερον, ὥσπερ εἴπομεν, ἡ Ἰδαία, καὶ πρὸς τούτοις πιττωδέστερον ὅλως τὸ δένδρον, μελαντέρᾳ δὲ πίττῃ καὶ γλυκυτέρᾳ καὶ λεπτοτέρᾳ καὶ εὐωδεστέρᾳ, ὅταν ᾖ ὠμή· ἑψη‐ | |
5 | θεῖσα δὲ χείρων ἐκβαίνει διὰ τὸ πολὺν ἔχειν τὸν ὀρρόν. ἐοίκασι δ’ ἅπερ οὗτοι διαιροῦσιν ὀνόμασιν ἰδίοις οἱ ἄλλοι διαιρεῖν τῷ ἄρρενι καὶ θήλει. φασὶ δ’ οἱ περὶ Μακεδονίαν καὶ ἄκαρπόν τι γένος ὅλως εἶναι πεύκης, καὶ τὸ μὲν ἄρρεν βραχύτερόν | |
10 | τε καὶ σκληροφυλλότερον, τὸ δὲ θῆλυ εὐμηκέ‐ στερον, καὶ τὰ φύλλα λιπαρὰ καὶ ἁπαλὰ καὶ κεκλιμένα μᾶλλον ἔχειν· ἔτι δὲ τὰ ξύλα τῆς μὲν ἄρρενος περίμητρα καὶ σκληρὰ καὶ ἐν ταῖς ἐργασίαις στρεφόμενα, τῆς δὲ θηλείας εὐεργὰ καὶ | |
15 | ἀστραβῆ καὶ μαλακώτερα. | |
Hist Plant.3.9.3 | Σχεδὸν δὲ κοινή τις ἡ διαφορὰ πάντων τῶν ἀρρένων καὶ θηλειῶν, ὡς οἱ ὑλοτόμοι φασίν. ἅπαν γὰρ τὸ ἄρρεν τῇ πελεκήσει καὶ βραχύτερον καὶ ἐπεστραμμένον μᾶλλον καὶ δυσεργότερον καὶ τῷ | |
5 | χρώματι μελάντερον, τὸ δὲ θῆλυ εὐμηκέστερον· ἐπεὶ καὶ τὴν αἰγίδα τὴν καλουμένην ἡ θήλεια τῆς | |
πεύκης ἔχει· τοῦτο δ’ ἐστὶ τὸ ἐγκάρδιον αὐτῆς· αἴτιον δὲ ὅτι ἀπευκοτέρα καὶ ἧττον ἔνδᾳδος καὶ λειοτέρα καὶ εὐκτεανωτέρα. γίνεται δὲ ἐν τοῖς | ||
10 | μέγεθος ἔχουσι τῶν δένδρων, ὅταν ἐκπεσόντα περι‐ σαπῇ τὰ λευκὰ τὰ κύκλῳ. τούτων γὰρ περι‐ αιρεθέντων καὶ καταλειφθείσης τῆς μήτρας ἐκ ταύτης πελεκᾶται· ἔστι δὲ εὔχρουν σφόδρα καὶ λεπτόϊνον. ὃ δὲ οἱ περὶ τὴν Ἴδην δᾳδουργοὶ | |
15 | καλοῦσι συκῆν, τὸ ἐπιγιγνόμενον ἐν ταῖς πεύκαις, ἐρυθρότερον τὴν χροιὰν τῆς δᾳδός, ἐν τοῖς ἄρρεσίν ἐστι μᾶλλον· δυσῶδες δὲ τοῦτο καὶ οὐκ ὄζει δᾳδὸς οὐδὲ καίεται ἀλλ’ ἀποπηδᾷ ἀπὸ τοῦ πυρός. | |
Hist Plant.3.9.4 | Πεύκης μὲν οὖν ταῦτα γένη ποιοῦσιν, ἥμερόν τε καὶ ἄγριον, καὶ τῆς ἀγρίας ἄρρενά τε καὶ θήλειαν καὶ τρίτην τὴν ἄκαρπον. οἱ δὲ περὶ τὴν Ἀρκαδίαν οὔτε τὴν ἄκαρπον λέγουσιν οὔτε τὴν | |
5 | ἥμερον πεύκην, ἀλλὰ πίτυν εἶναί φασι· καὶ γὰρ τὸ στέλεχος ἐμφερέστατον εἶναι τῇ πίτυϊ καὶ ἔχειν τήν τε λεπτότητα καὶ τὸ μέγεθος καὶ ἐν ταῖς ἐργασίαις ταὐτὸ τὸ ξύλον· τὸ γὰρ τῆς πεύκης καὶ παχύτερον καὶ λειότερον καὶ ὑψηλότερον εἶναι· | |
10 | καὶ τὰ φύλλα τὴν μὲν πεύκην ἔχειν πολλὰ καὶ λιπαρὰ καὶ βαθέα καὶ κεκλιμένα, τὴν δὲ πίτυν καὶ τὴν κωνοφόρον ταύτην ὀλίγα τε καὶ αὐχμωδέ‐ στερα καὶ πεφρικότα μᾶλλον· 〈ἄμφω δὲ τριχό‐ | |
φυλλα.〉 ἔτι δὲ τὴν πίτταν ἐμφερεστέραν τῆς | ||
15 | πίτυος· καὶ γὰρ τὴν πίτυν ἔχειν ὀλίγην τε καὶ πικράν, ὥσπερ καὶ τὴν κωνοφόρον, τὴν δὲ πεύκην εὐώδη καὶ πολλήν. φύεται δ’ ἐν μὲν τῇ Ἀρκαδίᾳ ἡ πίτυς ὀλίγη περὶ δὲ τὴν Ἠλείαν πολλή. οὗτοι μὲν οὖν ὅλῳ τῷ γένει διαμφισβητοῦσιν. | |
Hist Plant.3.9.5 | Ἡ δὲ πίτυς δοκεῖ τῆς πεύκης καὶ διαφέρειν τῷ λιπαρωτέρα τε εἶναι καὶ λεπτοφυλλοτέρα καὶ τὸ μέγεθος ἐλάττων καὶ ἧττον ὀρθοφυής· ἔτι δὲ τὸν κῶνον ἐλάττω φέρειν καὶ πεφρικότα μᾶλλον καὶ | |
5 | τὸ κάρυον πιττωδέστερον· καὶ τὰ ξύλα λευκότερα καὶ ὁμοιότερα τῇ ἐλάτῃ καὶ τὸ ὅλον ἄπευκα. διαφορὰν δ’ ἔχει καὶ ταύτην μεγάλην πρὸς τὴν πεύκην· πεύκην μὲν γὰρ ἐπικαυθεισῶν τῶν ῥιζῶν οὐκ ἀναβλαστάνειν, τὴν πίτυν δέ φασί τινες ἀνα‐ | |
10 | βλαστάνειν, ὥσπερ καὶ ἐν Λέσβῳ ἐμπρησθέντος τοῦ Πυρραίων ὄρους τοῦ πιτυώδους. νόσημα δὲ ταῖς πεύκαις τοιοῦτόν τι λέγουσι συμβαίνειν οἱ περὶ τὴν Ἴδην ὥσθ’, ὅταν μὴ μόνον τὸ ἐγκάρδιον ἀλλὰ καὶ τὸ ἔξω τοῦ στελέχους ἔνδᾳδον γένηται, | |
15 | τηνικαῦτα ὥσπερ ἀποπνίγεσθαι. τοῦτο δὲ αὐτό‐ ματον συμβαίνει δι’ εὐτροφίαν τοῦ δένδρου, ὡς ἄν τις εἰκάσειεν· ὅλον γὰρ γίνεται δᾴς· περὶ μὲν οὖν τὴν πεύκην ἴδιον τοῦτο πάθος. | |
Hist Plant.3.9.6 | Ἐλάτη δ’ ἐστὶν ἡ μὲν ἄρρην ἡ δὲ θήλεια, δια‐ φορὰς δ’ ἔχουσα τοῖς φύλλοις· ὀξύτερα γὰρ καὶ κεντητικώτερα τὰ τοῦ ἄρρενος καὶ ἐπεστραμμένα μᾶλλον, δι’ ὃ καὶ οὐλότερον τῇ ὄψει φαίνεται τὸ | |
5 | δένδρον ὅλον. καὶ τῷ ξύλῳ· λευκότερον γὰρ καὶ | |
μαλακώτερον καὶ εὐεργέστερον τὸ τῆς θηλείας καὶ τὸ ὅλον στέλεχος εὐμηκέστερον· τὸ δὲ τοῦ ἄρρε‐ νος ποικιλώτερον καὶ παχύτερον καὶ σκληρότερον καὶ περίμητρον μᾶλλον ὅλως δὲ φαυλότερον τὴν | ||
10 | ὄψιν. ἐν δὲ τῷ κώνῳ τῷ μὲν τοῦ ἄρρενός ἐστι κάρυα ὀλίγα ἐπὶ τοῦ ἄκρου, τῷ δὲ τῆς θηλείας ὅλως οὐδέν, ὡς οἱ ἐκ Μακεδονίας ἔλεγον. ἔχει δὲ πτέρυγας τὸ φύλλον καὶ ἐπ’ ἔλαττον, ὥστε τὴν ὅλην μορφὴν εἶναι θολοειδῆ καὶ παρόμοιον μά‐ | |
15 | λιστα ταῖς Βοιωτίαις κυνέαις· πυκνὸν δὲ οὕτως ὥστε μήτε χιόνα διϊέναι μήθ’ ὑετόν. ὅλως δὲ καὶ τῇ ὄψει τὸ δένδρον καλόν· καὶ γὰρ ἡ βλάστησις ἰδία τις, ὥσπερ εἴρηται, παρὰ τὰς ἄλλας καὶ μόνη τάξιν ἔχουσα· τῷ δὲ μεγέθει μέγα καὶ πολὺ τῆς | |
20 | πεύκης εὐμηκέστερον. | |
Hist Plant.3.9.7 | Διαφέρει δὲ καὶ κατὰ τὸ ξύλον οὐ μικρόν· τὸ μὲν γὰρ τῆς ἐλάτης ἰνῶδες καὶ μαλακὸν καὶ κοῦ‐ φον, τὸ δὲ τῆς πεύκης δᾳδῶδες καὶ βαρὺ καὶ σαρκωδέστερον. ὄζους δὲ ἔχει πλείους μὲν ἡ | |
5 | πεύκη σκληροτέρους δ’ ἡ ἐλάτη, σχεδὸν δὲ πάν‐ των ὡς εἰπεῖν σκληροτέρους, τὸ δὲ ξύλον μαλα‐ κώτερον. ὅλως δὲ οἱ ὄζοι πυκνότατοι καὶ στερεώ‐ τατοι μόνον οὐ διαφανεῖς ἐλάτης καὶ πεύκης καὶ τῷ χρώματι δᾳδώδεις καὶ μάλιστα διάφοροι τοῦ | |
10 | ξύλου, μᾶλλον δὲ τῆς ἐλάτης. ἔχει δέ, ὥσπερ ἡ | |
πεύκη τὴν αἰγίδα, καὶ ἡ ἐλάτη τὸ λευκὸν λοῦσσον καλούμενον, οἷον ἀντίστροφον τῇ αἰγίδι, πλὴν τὸ μὲν λευκὸν ἡ δ’ αἰγὶς εὔχρως διὰ τὸ ἔνδᾳδον. πυκνὸν δὲ καὶ λευκὸν γίνεται καὶ καλὸν ἐκ τῶν | ||
15 | πρεσβυτέρων ἤδη δένδρων· ἀλλὰ σπάνιον τὸ χρηστόν, τὸ δὲ τυχὸν δαψιλές, ἐξ οὗ τά τε τῶν ζωγράφων πινάκια ποιοῦσι καὶ τὰ γραμματεῖα τὰ πολλά· τὰ δ’ ἐσπουδασμένα ἐκ τοῦ βελτίονος. | |
Hist Plant.3.9.8 | Οἱ δὲ περὶ Ἀρκαδίαν ἀμφότερα καλοῦσιν αἰγίδα καὶ τὴν τῆς πεύκης καὶ τὴν τῆς ἐλάτης, καὶ εἶναι πλείω τὴν τῆς ἐλάτης ἀλλὰ καλλίω τὴν τῆς πεύκης· εἶναι γὰρ τῆς μὲν ἐλάτης πολλήν τε | |
5 | καὶ λείαν καὶ πυκνήν, τῆς δὲ πεύκης ὀλίγην, τὴν μέντοι οὖσαν οὐλοτέραν καὶ ἰσχυροτέραν καὶ τὸ ὅλον καλλίω. οὗτοι μὲν οὖν ἐοίκασι τοῖς ὀνόμασι διαφωνεῖν. ἡ δὲ ἐλάτη ταύτας ἔχει τὰς διαφο‐ ρὰς πρὸς τὴν πεύκην καὶ ἔτι τὴν περὶ τὴν ἄμ‐ | |
10 | φαυξιν, ἣν πρότερον εἴπομεν. | |
Hist Plant.3.10.1 | Ὀξύη δ’ οὐκ ἔχει διαφορὰς ἀλλ’ ἐστὶ μονο‐ γενές· ὀρθοφυὲς δὲ καὶ λεῖον καὶ ἄνοζον καὶ πάχος καὶ ὕψος ἔχον σχεδὸν ἴσον τῇ ἐλάτῃ· καὶ τἆλλα δὲ παρόμοιον [τε] τὸ δένδρον· ξύλον δὲ εὔχρουν | |
5 | ἰσχυρὸν εὔινον καὶ φλοιὸν λεῖον καὶ παχύν, φύλ‐ λον δ’ ἀσχιδὲς προμηκέστερον ἀπίου καὶ ἐπα‐ κάνθιζον ἐξ ἄκρου, ῥίζας οὔτε πολλὰς οὔτε κατὰ | |
βάθους· ὁ δὲ καρπὸς λεῖος βαλανώδης ἐν ἐχίνῳ πλὴν [οὐκ] ἀνακάνθῳ καὶ λείῳ, καὶ οὐχ ὡς ἡ | ||
10 | διοσβάλανος ἀκανθώδει, προσεμφερὴς δὲ καὶ κατὰ γλυκύτητα καὶ κατὰ τὸν χυλὸν ἐκείνῳ. γίνεται δὲ καὶ ἐν τῷ ὄρει λευκή, ἣ καὶ χρήσιμον ἔχει τὸ ξύλον πρὸς πολλά· καὶ γὰρ πρὸς ἁμαξ‐ ουργίαν καὶ πρὸς κλινοπηγίαν καὶ εἰς διφρουρ‐ | |
15 | γίαν καὶ εἰς τραπεζίαν καὶ εἰς ναυπηγίαν· ἡ δ’ ἐν τοῖς πεδίοις μέλαινα καὶ ἄχρηστος πρὸς ταῦτα· τὸν δὲ καρπὸν ἔχουσι παραπλήσιον. | |
Hist Plant.3.10.2 | Μονογενὴς δὲ καὶ ἡ μίλος, ὀρθοφυὴς δὲ καὶ εὐαυξὴς καὶ ὁμοία τῇ ἐλάτῃ, πλὴν οὐχ ὑψηλὸν οὕτω, πολυμάσχαλον δὲ μᾶλλον. ὅμοιον δὲ καὶ τὸ φύλλον ἔχει τῇ ἐλάτῃ, λιπαρώτερον δὲ καὶ | |
5 | μαλακώτερον. τὸ δὲ ξύλον ἡ μὲν ἐξ Ἀρκαδίας μέλαν καὶ φοινικοῦν, ἡ δ’ ἐκ τῆς Ἴδης ξανθὸν σφόδρα καὶ ὅμοιον τῇ κέδρῳ, δι’ ὃ καὶ τοὺς πω‐ λοῦντάς φασιν ἐξαπατᾶν ὡς κέδρον πωλοῦντας· πᾶν γὰρ εἶναι καρδίαν, ὅταν ὁ φλοιὸς περιαιρεθῇ· | |
10 | ὅμοιον δὲ καὶ τὸν φλοιὸν ἔχειν καὶ τῇ τραχύτητι καὶ τῷ χρώματι τῇ κέδρῳ, ῥίζας δὲ μικρὰς καὶ λεπτὰς καὶ ἐπιπολαίους. σπάνιον δὲ τὸ δένδρον περὶ τὴν Ἴδην, περὶ δὲ Μακεδονίαν καὶ Ἀρκαδίαν πολύ· καὶ καρπὸν φέρει στρογγύλον μικρῷ μείζω | |
15 | κυάμου, τῷ χρώματι δ’ ἐρυθρὸν καὶ μαλακόν· φασὶ δὲ τὰ μὲν λόφουρα ἐὰν φάγῃ τῶν φύλλων ἀποθνήσκειν, τὰ δὲ μηρυκάζοντα οὐδὲν πάσχειν. τὸν δὲ καρπὸν ἐσθίουσι καὶ τῶν ἀνθρώπων τινὲς | |
καὶ ἔστιν ἡδὺς καὶ ἀσινής. | ||
Hist Plant.3.10.3 | Ἔστι δὲ καὶ ἡ ὄστρυς μονοειδής, ἣν καλοῦσί τινες ὀστρύαν, ὁμοφυὲς τῇ ὀξύᾳ τῇ τε φυτείᾳ καὶ τῷ φλοιῷ· φύλλα δὲ ἀπιοειδῆ τῷ σχήματι, πλὴν προμηκέστερα πολλῷ καὶ εἰς ὀξὺ συνηγμένα καὶ | |
5 | μείζω, πολύϊνα δέ, ἀπὸ τῆς μέσης εὐθείας καὶ μεγάλης τῶν ἄλλων πλευροειδῶς κατατεινουσῶν καὶ πάχος ἐχουσῶν· ἔτι δὲ ἐρρυτιδωμένα κατὰ τὰς ἶνας καὶ χαραγμὸν ἔχοντα κύκλῳ λεπτόν· τὸ δὲ ξύλον σκληρὸν καὶ ἄχρουν, ἔκλευκον· καρπὸν | |
10 | δὲ μικρὸν πρόμακρον ὅμοιον κριθῇ ξανθόν· ῥίζας δὲ ἔχει μετεώρους· ἔνυδρον δὲ καὶ φαραγγῶδες. λέγεται δὲ ὡς οὐκ ἐπιτήδειον εἰς οἰκίαν εἰσφέ‐ ρειν· δυσθανατεῖν γάρ φασι καὶ δυστοκεῖν οὗ ἂν ᾖ. | |
Hist Plant.3.10.4 | Τῆς δὲ φιλύρας ἡ μὲν ἄρρην ἐστὶ ἡ δὲ θήλεια· διαφέρουσι δὲ τῇ μορφῇ τῇ ὅλῃ καὶ τῇ τοῦ ξύλου καὶ τῷ τὸ μὲν εἶναι κάρπιμον τὸ δ’ ἄκαρπον. τὸ μὲν γὰρ τῆς ἄρρενος ξύλον σκληρὸν καὶ ξανθὸν καὶ | |
5 | ὀζωδέστερον καὶ πυκνότερόν ἐστι, ἔτι δ’ εὐωδέ‐ στερον, τὸ δὲ τῆς θηλείας λευκότερον. καὶ ὁ φλοιὸς τῆς μὲν ἄρρενος παχύτερος καὶ περιαιρεθεὶς ἀκαμπὴς διὰ τὴν σκληρότητα, τῆς δὲ θηλείας λεπ‐ τότερος καὶ εὐκαμπής, ἐξ οὗ τὰς κίστας ποιοῦσιν· | |
10 | καὶ ἡ μὲν ἄκαρπος καὶ ἀνανθής, ἡ δὲ θήλεια καὶ ἄνθος ἔχει καὶ καρπόν· τὸ μὲν ἄνθος καλυ‐ | |
κῶδες παρὰ τὸν τοῦ φύλλου μίσχον καὶ παρὰ τὴν εἰς νέωτα κάχρυν ἐφ’ ἑτέρου μίσχου, χλοερὸν δὲ ὅταν ᾖ καλυκῶδες, ἐκκαλυπτόμενον δὲ ἐπίξαν‐ | ||
Hist Plant.3.10.5 | θον· ἡ δὲ ἄνθησις ἅμα τοῖς ἡμέροις. ὁ δὲ καρπὸς στρογγύλος πρόμακρος ἡλίκος κύαμος ὅμοιος τῷ τοῦ κιττοῦ, γωνίας ἔχων ὁ ἁδρὸς πέντε οἷον ἰνῶν ἐξεχουσῶν καὶ εἰς ὀξὺ συναγομένων· ὁ δὲ μὴ | |
5 | ἁδρὸς ἀδιαρθρότερος· διακνιζόμενος δὲ ὁ ἁδρὸς ἔχει μίκρ’ ἄττα καὶ λεπτὰ σπερμάτια ἡλίκα καὶ ὁ τῆς ἀδραφάξυος. τὸ δὲ φύλλον καὶ ὁ φλοιὸς ἡδέα καὶ γλυκέα· τὴν δὲ μορφὴν κιττῶδες τὸ φύλλον, πλὴν ἐκ προσαγωγῆς μᾶλλον ἡ περι‐ | |
10 | φέρεια, κατὰ τὸ πρὸς τῷ μίσχῳ κυρτότατον, ἀλλὰ κατὰ μέσον εἰς ὀξύτερον τὴν συναγωγὴν ἔχον καὶ μακρότερον, ἔπουλον δὲ κύκλῳ καὶ κεχα‐ ραγμένον. μήτραν δ’ ἔχει τὸ ξύλον μικρὰν καὶ οὐ πολὺ μαλακωτέραν τοῦ ἄλλου· μαλακὸν γὰρ καὶ | |
15 | τὸ ἄλλο ξύλον. | |
Hist Plant.3.11.1 | Τῆς δὲ σφενδάμνου, καθάπερ εἴπομεν, δύο γένη ποιοῦσιν, οἱ δὲ τρία· ἓν μὲν δὴ τῷ κοινῷ προσαγορεύουσι σφένδαμνον, ἕτερον δὲ ζυγίαν, τρίτον δὲ κλινότροχον, ὡς οἱ περὶ Στάγειρα. δια‐ | |
5 | φορὰ δ’ ἐστὶ τῆς ζυγίας καὶ τῆς σφενδάμνου ὅτι ἡ μὲν σφένδαμνος λευκὸν ἔχει τὸ ξύλον καὶ εὐινότερον, ἡ δὲ ζυγία ξανθὸν καὶ οὖλον· τὸ δὲ | |
φύλλον εὐμέγεθες ἄμφω, τῇ σχίσει ὅμοιον τῷ τῆς πλατάνου τετανὸν λεπτότερον δὲ καὶ ἀσαρκό‐ | ||
10 | τερον καὶ μαλακώτερον καὶ προμηκέστερον· τὰ δὲ σχίσμαθ’ ὅλα τ’ εἰς ὀξὺ συνήκοντα καὶ οὐχ οὕτω μεσοσχιδῆ ἀλλ’ ἀκροσχιδέστερα· οὐ πολύϊνα δὲ ὡς κατὰ μέγεθος. ἔχει δὲ καὶ φλοιὸν μικρῷ τραχύτερον τοῦ τῆς φιλύρας, ὑποπέλιον παχὺν καὶ | |
15 | πυκνότερον ἢ ὁ τῆς πίτυος καὶ ἀκαμπῆ· ῥίζαι δ’ ὀλίγαι καὶ μετέωροι καὶ οὖλαι σχεδὸν αἱ πλεῖσται | |
Hist Plant.3.11.2 | καὶ αἱ τῆς ξανθῆς καὶ αἱ τῆς λευκῆς. γίνεται δὲ μάλιστα ἐν τοῖς ἐφύδροις, ὡς οἱ περὶ τὴν Ἴδην λέ‐ γουσι, καὶ ἔστι σπάνιον. περὶ ἄνθους δὲ οὐκ ᾔδεσαν· τὸν δὲ καρπὸν οὐ λίαν μὲν προμήκη, παρόμοιον δὲ | |
5 | τῷ παλιούρῳ πλὴν προμηκέστερον. οἱ δ’ ἐν τῷ Ὀλύμπῳ τὴν μὲν ζυγίαν ὄρειον μᾶλλον, τὴν δὲ σφένδαμνον καὶ ἐν τοῖς πεδίοις φύεσθαι· εἶναι δὲ τὴν μὲν ἐν τῷ ὄρει φυομένην ξανθὴν καὶ εὔχρουν καὶ οὔλην καὶ στερεάν, ᾗ καὶ πρὸς τὰ πολυτελῆ | |
10 | τῶν ἔργων χρῶνται, τὴν δὲ πεδεινὴν λευκήν τε καὶ μανοτέραν καὶ ἧττον οὔλην· καλοῦσι δ’ αὐτὴν ἔνιοι γλεῖνον, οὐ σφένδαμνον. ... καὶ τῆς ἄρρενος οὐλότερα τὰ ξύλα συνεστραμμένα, καὶ ἐν τῷ πεδίῳ ταύτην φύεσθαι μᾶλλον καὶ βλαστάνειν | |
15 | πρωΐτερον. | |
Hist Plant.3.11.3 | Ἔστι δὲ καὶ μελίας γένη δύο. τούτων δ’ ἡ μὲν ὑψηλὴ καὶ εὐμήκης ἐστὶ τὸ ξύλον ἔχουσα | |
λευκὸν καὶ εὔινον καὶ μαλακώτερον καὶ ἀνοζό‐ τερον καὶ οὐλότερον· ἡ δὲ ταπεινοτέρα καὶ ἧττον | ||
5 | εὐαυξὴς καὶ τραχυτέρα καὶ σκληροτέρα καὶ ξαν‐ θοτέρα. τὰ δὲ φύλλα τῷ μὲν σχήματι δαφνοειδῆ, πλατυφύλλου δάφνης, εἰς ὀξύτερον δὲ συνηγμένα, χαραγμὸν δέ τιν’ ἔχοντα κύκλῳ καὶ ἐπακανθί‐ ζοντα· τὸ δὲ ὅλον, ὅπερ εἴποι τις ἂν φύλλον τῷ | |
10 | ἅμα φυλλορροεῖν, ἀφ’ ἑνὸς μίσχου· καὶ περὶ μίαν οἷον ἶνα κατὰ γόνυ καὶ συζυγίαν τὰ φύλλα καθ’ ἕκαστον πέφυκε, συχνῶν διεχουσῶν τῶν συζυγιῶν, ὁμοίως καὶ ἐπὶ τῆς οἴης. ἔστι δὲ τῶν μὲν βραχέα τὰ γόνατα καὶ αἱ συζυγίαι τὸ πλῆθος | |
15 | ἐλάττους, τῶν δὲ τῆς λευκῆς καὶ μακρὰ καὶ πλείους· καὶ τὰ καθ’ ἕκαστον φύλλα μακρότερα καὶ στενότερα, τὴν δὲ χρόαν πρασώδη. φλοιὸν δὲ λεῖον ἔχει, καπυρὸν δὲ καὶ λεπτὸν καὶ τῇ | |
Hist Plant.3.11.4 | χρόᾳ πυρρόν. πυκνόρριζον δὲ καὶ παχύρριζον καὶ μετέωρον. καρπὸν δὲ οἱ μὲν περὶ τὴν Ἴδην οὐχ ὑπελάμβανον ἔχειν οὐδ’ ἄνθος· ἔχει δ’ ἐν λοβῷ λεπτῷ καρπὸν καρυηρὸν ὡς τῶν ἀμυγδα‐ | |
5 | λῶν ὑπόπικρον τῇ γεύσει. φέρει δὲ καὶ ἕτερ’ ἄττα οἷον βρύα, καθάπερ ἡ δάφνη, πλὴν στιφρό‐ τερα· καὶ ἕκαστον καθ’ αὑτὸ σφαιροειδές, ὥσπερ τὰ τῶν πλατάνων· τούτων δὲ τὰ μὲν περὶ τὸν καρπόν, τὰ δ’ ἀπηρτημένα πολύ, καὶ τὰ πλεῖστα | |
10 | οὕτω. φύεται δὲ ἡ μὲν λεία περὶ τὰ βαθυάγκη μάλιστα καὶ ἔφυδρα, ἡ δὲ τραχεῖα καὶ περὶ τὰ ξηρὰ | |
καὶ πετρώδη. ἔνιοι δὲ καλοῦσι τὴν μὲν μελίαν τὴν δὲ βουμέλιον, ὥσπερ οἱ περὶ Μακεδονίαν. | ||
Hist Plant.3.11.5 | μεῖζον δὲ καὶ μανότερον ἡ βουμέλιος, δι’ ὃ καὶ ἧττον οὖλον. φύσει δὲ τὸ μὲν πεδεινὸν καὶ τραχύ, τὸ δ’ ὀρεινὸν καὶ λεῖον· ἔστι δὲ ἡ μὲν ἐν τοῖς ὄρεσι φυομένη εὔχρους καὶ λεία καὶ στερεὰ καὶ | |
5 | γλίσχρα, ἡ δ’ ἐν τῷ πεδίῳ ἄχρους καὶ μανὴ καὶ τραχεῖα. (τὸ δ’ ὅλον ὡς εἰπεῖν τὰ δένδρα ὅσα καὶ ἐν τῷ πεδίῳ καὶ ἐν τῷ ὄρει φύεται, τὰ μὲν ὀρεινὰ εὔχροά τε καὶ στερεὰ καὶ λεῖα γίνεται, καθάπερ ὀξύη πτελέα τὰ ἄλλα· τὰ δὲ πεδεινὰ | |
10 | μανότερα καὶ ἀχρούστερα καὶ χείρω, πλὴν ἀπίου καὶ μηλέας καὶ ἀχράδος, ὡς οἱ περὶ τὸν Ὄλυμπόν φασι· ταῦτα δ’ ἐν τῷ πεδίῳ κρείττω καὶ τῷ καρπῷ καὶ τοῖς ξύλοις· ἐν μὲν γὰρ τῷ ὄρει τραχεῖς καὶ ἀκανθώδεις καὶ ὀζώδεις εἰσίν, ἐν δὲ τῷ | |
15 | πεδίῳ λειότεροι καὶ μείζους καὶ τὸν καρπὸν ἔχουσι γλυκύτερον καὶ σαρκωδέστερον· μεγέθει δὲ αἰεὶ μείζω τὰ πεδεινά.) | |
Hist Plant.3.12.1 | Κρανείας δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ἣν δὴ καὶ θηλυκρανείαν καλοῦσιν. ἔχουσι δὲ φύλλον μὲν ἀμυγδαλῇ ὅμοιον, πλὴν λιπωδέστερον καὶ παχύτερον, φλοιὸν δ’ ἰνώδη λεπτόν· τὸ δὲ | |
5 | στέλεχος οὐ παχὺ λίαν, ἀλλὰ παραφύει ῥάβδους ὥσπερ ἄγνος· ἐλάττους δὲ ἡ θηλυκρανεία καὶ θαμνωδέστερόν ἐστιν. τοὺς δὲ ὄζους ὁμοίως | |
ἔχουσιν ἄμφω τῇ ἄγνῳ καὶ κατὰ δύο καὶ κατ’ ἀλλήλους· τὸ δὲ ξύλον τὸ μὲν τῆς κρανείας | ||
10 | ἀκάρδιον καὶ στερεὸν ὅλον, ὅμοιον κέρατι τὴν πυκνότητα καὶ τὴν ἰσχύν, τὸ δὲ τῆς θηλυκρανείας ἐντεριώνην ἔχον καὶ μαλακώτερον καὶ κοιλαινό‐ | |
Hist Plant.3.12.2 | μενον· δι’ ὃ καὶ ἀχρεῖον εἰς τὰ ἀκόντια. τὸ δ’ ὕψος τοῦ ἄρρενος δώδεκα μάλιστα πηχέων, ἡλίκη τῶν σαρισσῶν ἡ μεγίστη· τὸ γὰρ ὅλον στέλεχος ὕψος οὐκ ἴσχει. φασὶ δ’ οἱ μὲν ἐν τῇ Ἴδῃ τῇ Τρωάδι | |
5 | τὸ μὲν ἄρρεν ἄκαρπον εἶναι τὸ δὲ θῆλυ κάρπιμον. πυρῆνα δ’ ὁ καρπὸς ἔχει παραπλήσιον ἐλάᾳ, καὶ ἐσθιόμενος γλυκὺς καὶ εὐώδης· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, καὶ ἀπανθεῖ δὲ καὶ καρποφορεῖ τὸν αὐτὸν τρόπον τῷ ἐξ ἑνὸς μίσχου πλείους | |
10 | ἔχειν, σχεδὸν δὲ καὶ τοῖς χρόνοις παραπλησίως. οἱ δ’ ἐν Μακεδονίᾳ καρποφορεῖν μὲν ἄμφω φασὶν τὸν δὲ τῆς θηλείας ἄβρωτον εἶναι· τὰς ῥίζας δ’ ὁμοίας ἔχει ταῖς ἄγνοις ἰσχυρὰς καὶ ἀνωλέθρους. γίνεται δὲ καὶ περὶ τὰ ἔφυδρα καὶ οὐκ ἐν τοῖς | |
15 | ξηροῖς μόνον· φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος. | |
Hist Plant.3.12.3 | Κέδρον δὲ οἱ μέν φασιν εἶναι διττήν, τὴν μὲν Λυκίαν τὴν δὲ Φοινικῆν, οἱ δὲ μονοειδῆ, καθάπερ οἱ ἐν τῇ Ἴδῃ. παρόμοιον δὲ τῇ ἀρκεύθῳ, διαφέρει δὲ μάλιστα τῷ φύλλῳ· τὸ μὲν γὰρ τῆς κέδρου | |
5 | σκληρὸν καὶ ὀξὺ καὶ ἀκανθῶδες, τὸ δὲ τῆς ἀρκεύθου μαλακώτερον· δοκεῖ δὲ καὶ ὑψηλοφυέστερον εἶναι | |
ἡ ἄρκευθος· οὐ μὴν ἀλλ’ ἔνιοί γε οὐ διαιροῦσι τοῖς ὀνόμασιν ἀλλ’ ἄμφω καλοῦσι κέδρους, πλὴν παρασήμως τὴν κέδρον ὀξύκεδρον. ὀζώδη δ’ | ||
10 | ἄμφω καὶ πολυμάσχαλα καὶ ἐπεστραμμένα ἔχον‐ τα τὰ ξύλα· μήτραν δ’ ἡ μὲν ἄρκευθος ἔχει μικρὰν καὶ πυκνὴν καὶ ὅταν κοπῇ ταχὺ σηπο‐ μένην· ἡ δὲ κέδρος τὸ πλεῖστον ἐγκάρδιον καὶ ἀσαπές, ἐρυθροκάρδια δ’ ἄμφω· καὶ ἡ μὲν τῆς | |
Hist Plant.3.12.4 | κέδρου εὐώδης ἡ δὲ τῆς ἑτέρας οὔ. καρπὸς δ’ ὁ μὲν τῆς κέδρου ξανθὸς μύρτου μέγεθος ἔχων εὐώδης ἡδὺς ἐσθίεσθαι. ὁ δὲ τῆς ἀρκεύθου τὰ μὲν ἄλλα ὅμοιος, μέλας δὲ καὶ στρυφνὸς καὶ | |
5 | ὥσπερ ἄβρωτος· διαμένει δ’ εἰς ἐνιαυτόν, εἶθ’ ὅταν ἄλλος ἐπιφυῇ ὁ περυσινὸς ἀποπίπτει. ὡς δὲ οἱ ἐν Ἀρκαδίᾳ λέγουσι, τρεῖς ἅμα καρποὺς ἴσχει, τόν τε περυσινὸν οὔπω πέπονα καὶ τὸν προπερύσινον ἤδη πέπονα καὶ ἐδώδιμον | |
10 | καὶ τρίτον τὸν νέον ὑποφαίνει. ἔφη δὲ Σάτυρος καὶ κομίσαι τοὺς ὀρεοτύπους αὐτῷ ἀνανθεῖς ἄμφω. τὸν δὲ φλοιὸν ὅμοιον ἔχει κυπαρίττῳ τραχύτερον δέ· ῥίζας δὲ μανὰς ἀμφότεραι καὶ ἐπιπολαίους. φύονται περὶ τὰ πετρώδη καὶ χειμέρια καὶ τούτους | |
15 | τοὺς τόπους ζητοῦσι. | |
Hist Plant.3.12.5 | Μεσπίλης δ’ ἐστὶ τρία γένη, ἀνθηδὼν σατά‐ νειος ἀνθηδονοειδής, ὡς οἱ περὶ τὴν Ἴδην διαι‐ ροῦσι. φέρει δὲ ἡ μὲν σατάνειος τὸν καρπὸν μείζω καὶ λευκότερον καὶ χαυνότερον καὶ τοὺς | |
5 | πυρῆνας ἔχοντα μαλακωτέρους· αἱ δ’ ἕτεραι ἐλάττω τέ τι καὶ εὐωδέστερον καὶ στρυφνότερον, ὥστε δύνασθαι πλείω χρόνον θησαυρίζεσθαι. πυκνότερον δὲ καὶ τὸ ξύλον τούτων καὶ ξανθότερον, τὰ δ’ ἄλλα ὅμοιον. τὸ δ’ ἄνθος πασῶν ὅμοιον | |
10 | ἀμυγδαλῇ, πλὴν οὐκ ἐρυθρὸν ὥσπερ ἐκεῖνο ἀλλ’ ἐγχλωρότερον ... μεγέθει μέγα τὸ δένδρον καὶ περίκομον. φύλλον δὲ τὸ μὲν ἐπὶ ... πολυσχιδὲς δὲ καὶ ἐν ἄκρῳ σελινοειδές, τὸ δ’ ἐπὶ τῶν παλαιοτέρων πολυσχιδὲς σφόδρα καὶ | |
15 | ἐγγωνοειδὲς μείζοσι σχίσμασι, τετανὸν ἰνῶδες λεπτότερον σελίνου καὶ προμηκέστερον καὶ τὸ ὅλον καὶ τὰ σχίσματα, περικεχαραγμένον δὲ ὅλον· μίσχον δ’ ἔχει λεπτὸν μακρόν· πρὸ τοῦ φυλλορροεῖν δ’ ἐρυθραίνεται σφόδρα. πολύρριζον | |
20 | δὲ τὸ δένδρον καὶ βαθύρριζον· δι’ ὃ καὶ χρόνιον καὶ δυσώλεθρον. καὶ τὸ ξύλον ἔχει πυκνὸν καὶ | |
Hist Plant.3.12.6 | στερεὸν καὶ ἀσαπές. φύεται δὲ καὶ ἀπὸ σπέρ‐ ματος καὶ ἀπὸ παρασπάδος. νόσημα δὲ αὐτῶν ἐστιν ὥστε γηράσκοντα σκωληκόβρωτα γίνεσθαι· καὶ οἱ σκώληκες μεγάλοι καὶ ἴδιοι ἢ οἱ ἐκ τῶν | |
5 | δένδρων τῶν ἄλλων. Τῶν δ’ οἰῶν δύο γένη ποιοῦσι, τὸ μὲν δὴ καρποφόρον θῆλυ τὸ δὲ ἄρρεν ἄκαρπον· οὐ μὴν ἀλλὰ διαφέρουσι τοῖς καρποῖς, τῷ τὰς μὲν στρογγύλον τὰς δὲ προμήκη τὰς δ’ ὠοειδῆ φέρειν. | |
10 | διαφέρουσι δὲ καὶ τοῖς χυλοῖς· ὡς γὰρ ἐπὶ τὸ πᾶν εὐωδέστερα καὶ γλυκύτερα τὰ στρογγύλα, τὰ δ’ ὠοειδῆ πολλάκις ἐστὶν ὀξέα καὶ ἧττον | |
Hist Plant.3.12.7 | εὐώδη. φύλλα δ’ ἀμφοῖν κατὰ μίσχον μακρὸν ἰνοειδῆ πεφύκασι στοιχηδὸν ἐκ τῶν πλαγίων πτερυγοειδῶς, ὡς ἑνὸς ὄντος τοῦ ὅλου λοβοὺς δὲ ἔχοντος ἐσχισμένους ἕως τῆς ἰνός· πλὴν διεστᾶσιν | |
5 | ἀφ’ ἑαυτῶν ὑπόσυχνον τὰ κατὰ μέρος· φυλλο‐ βολεῖ δὲ οὐ κατὰ μέρος ἀλλὰ ὅλον ἅμα τὸ πτερυγῶδες. εἰσὶ δὲ περὶ μὲν τὰ παλαιότερα καὶ μακρότερα πλείους αἱ συζυγίαι, περὶ δὲ τὰ νεώτερα καὶ βραχύτερα ἐλάττους, πάντων δὲ ἐπ’ | |
10 | ἄκρου τοῦ μίσχου φύλλον περιττόν, ὥστε καὶ πάντ’ εἶναι περιττά. τῷ δὲ σχήματι δαφνοειδῆ τῆς λεπτοφύλλου, πλὴν χαραγμὸν ἔχοντα καὶ βραχύτερα καὶ οὐκ εἰς ὀξὺ τὸ ἄκρον συνῆκον ἀλλ’ εἰς περιφερέστερον. ἄνθος δὲ ἔχει βοτρυ‐ | |
15 | ῶδες ἀπὸ μιᾶς κορύνης ἐκ πολλῶν μικρῶν καὶ | |
Hist Plant.3.12.8 | λευκῶν συγκείμενον. καὶ ὁ καρπὸς ὅταν εὐκαρπῇ βοτρυώδης· πολλὰ γὰρ ἀπὸ τῆς αὐτῆς κορύνης, ὥστ’ εἶναι καθάπερ κηρίον. σκωληκόβορος ἐπὶ τοῦ δένδρου ὁ καρπὸς ἄπεπτος ὢν ἔτι γίνεται | |
5 | μᾶλλον τῶν μεσπίλων καὶ ἀπίων καὶ ἀχράδων· καίτοι πολὺ στρυφνότατος. γίνεται δὲ καὶ αὐτὸ τὸ δένδρον σκωληκόβρωτον καὶ οὕτως αὐαίνεται γηράσκον· καὶ ὁ σκώληξ ἴδιος ἐρυθρὸς δασύς. καρποφορεῖ δ’ ἐπιεικῶς νέα· τριετὴς γὰρ εὐθὺς | |
10 | φύει. τοῦ μετοπώρου δ’ ὅταν ἀποβάλῃ τὸ φύλλον, | |
εὐθὺς ἴσχει τὴν καχρυώδη κορύνην λιπαρὰν καὶ ἐπωδηκυῖαν ὡσὰν ἤδη βλαστικόν, καὶ διαμένει | ||
Hist Plant.3.12.9 | τὸν χειμῶνα. ἀνάκανθον δέ ἐστι καὶ ἡ οἴη καὶ ἡ μεσπίλη· φλοιὸν δ’ ἔχει λεῖον ὑπολίπαρον, ὅσαπερ μὴ γεράνδρυα, τὴν δὲ χρόαν ξανθὸν ἐπιλευκαίνοντα· τὰ δὲ γεράνδρυα τραχὺν καὶ | |
5 | μέλανα. τὸ δὲ δένδρον εὐμέγεθες ὀρθοφυὲς εὔρυθμον τῇ κόμῃ· σχεδὸν γὰρ ὡς ἐπὶ τὸ πολὺ στροβιλοειδὲς σχῆμα λαμβάνει κατὰ τὴν κόμην, ἐὰν μή τι ἐμποδίσῃ. τὸ δὲ ξύλον στερεὸν πυκνὸν ἰσχυρὸν εὔχρουν, ῥίζας δὲ οὐ πολλὰς μὲν οὐδὲ | |
10 | κατὰ βάθους, ἰσχυρὰς δὲ καὶ παχείας καὶ ἀνω‐ λέθρους ἔχει. φύεται δὲ καὶ ἀπὸ ῥίζης καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· τόπον δὲ ζητεῖ ψυχρὸν ἔνικμον, φιλόζωον δ’ ἐν τούτῳ καὶ δυσώλεθρον· οὐ μὴν ἀλλὰ καὶ φύεται ἐν τοῖς | |
15 | ὄρεσιν. | |
Hist Plant.3.13.1 | Ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι· μεγέθει μὲν μέγα· καὶ γὰρ εἰς τέτταρας καὶ εἴκοσι πήχεις· ἔστι δ’ ὀρθοφυὲς σφόδρα· πάχος δὲ ὥστε καὶ δίπηχυν τὴν περίμετρον ἀπὸ | |
5 | τῆς ῥίζης ἔχειν. φύλλον δ’ ὅμοιον τῷ τῆς μεσπίλης σκληρὸν δὲ σφόδρα καὶ παχύτερον, ὥστε τῇ χροιᾷ πόρρωθεν φανερὸν εἶναι τὸ δένδρον. φλοιὸν δὲ τὴν λειότητα καὶ τὴν χρόαν καὶ τὸ πάχος ὅμοιον φιλύρᾳ, δι’ ὃ καὶ τὰς κίστας ἐξ | |
10 | αὐτοῦ ποιοῦσιν ὥσπερ καὶ ἐκ τοῦ τῆς φιλύρας. περιπέφυκε δὲ οὗτος οὔτε ὀρθοφυὴς οὔτε κύκλῳ | |
κατ’ ἶσον, ἀλλ’ ἑλικηδὸν περιείληφε κάτωθεν ἄνω προσάγων, ὥσπερ ἡ διαγραφὴ τῶν φύλλων· καὶ λοπιζόμενος οὗτος ἐκδέρεται, ἐκεῖνος δ’ ἐπίτομος | ||
Hist Plant.3.13.2 | γίνεται καὶ οὐ δύναται· μέρος δ’ αὐτοῦ τι τὸν αὐτὸν τρόπον ἀφαιρεῖται κατὰ πάχος σχιζόμενον λεπτὸν ὡς ἂν φύλλον, τὸ δὲ λοιπὸν προσμένειν τε δύναται καὶ σώζει τὸ δένδρον ὡσαύτως περι‐ | |
5 | πεφυκός. περιαιρουμένου δὲ ὅταν λοπᾷ τοῦ φλοιοῦ συνεκραίνει καὶ τότε τὴν ὑγρότητα· καὶ ὅταν ὁ ἔξω χιτὼν περιαιρεθῇ, μόνον ὁ ὑπολιπὴς ἐπιμελαίνεται ὥσπερ μυξώδει ὑγρασίᾳ, καὶ πάλιν ὑποφύεται τῷ δευτέρῳ ἔτει χιτὼν ἄλλος ἀντ’ | |
10 | ἐκείνου πλὴν λεπτότερος. πέφυκε καὶ τὸ ξύλον ὅμοιον ταῖς ἰσὶ τῷ φλοιῷ στρεπτῶς ἑλιττόμενον· καὶ οἱ ῥάβδοι φύονται τὸν αὐτὸν τρόπον εὐθύς· τοὺς ὄζους δ’ αὐξανομένου συμβαίνει τοὺς μὲν | |
Hist Plant.3.13.3 | κάτω ἀεὶ ἀπόλλυσθαι τοὺς δ’ ἄνω αὔξειν. τὸ δ’ ὅλον οὐ πολύοζον τὸ δένδρον ἀλλ’ ἀνοζότερον πολὺ τῆς αἰγείρου. πολύρριζον δὲ καὶ ἐπι‐ πολαιόρριζον οὐκ ἄγαν δὲ παχύρριζον· ἡ δ’ | |
5 | ἐπιστροφὴ καὶ τῆς ῥίζης καὶ τοῦ φλοιοῦ τοῦ περὶ αὐτὴν ἡ αὐτή. ἄνθος δὲ λευκὸν ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρὸς ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου | |
10 | μὲν ὁ πυρὴν σκληρὸς τοῦ δὲ κεράσου μαλακός. φύεται δ’ ὅπου καὶ ἡ φίλυρα, τὸ δὲ ὅλον ὅπου ποταμοὶ καὶ ἔφυδρα. | |
Hist Plant.3.13.4 | Φύεται δὲ καὶ ἡ ἀκτὴ μάλιστα παρ’ ὕδωρ καὶ ἐν τοῖς σκιεροῖς, οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς μὴ τοιούτοις· θαμνῶδες δὲ ῥάβδοις ἐπετείοις αὐξα‐ νομέναις μέχρι τῆς φυλλορροίας εἰς μῆκος, εἶτα | |
5 | μετὰ ταῦτα εἰς πάχος· τὸ δὲ ὕψος τῶν ῥάβδων οὐ μέγα λίαν ἀλλὰ καὶ μάλιστα ὡς ἑξάπηχυ· τῶν δὲ στελεχῶν πάχος τῶν γερανδρύων ὅσον περικεφαλαίας, φλοιὸς δὲ λεῖος λεπτὸς καπυρός· τὸ δὲ ξύλον χαῦνον καὶ κοῦφον ξηρανθέν, ἐν‐ | |
10 | τεριώνην δὲ ἔχον μαλακήν, ὥστε δι’ ὅλου καὶ κοιλαίνεσθαι τὰς ῥάβδους, ἐξ ὧν καὶ τὰς βακτη‐ ρίας ποιοῦσι τὰς κούφας. ξηρανθὲν δὲ ἰσχυρὸν καὶ ἀγήρων ἐὰν βρέχηται, κἂν ᾖ λελοπισμένον· λοπίζεται δὲ αὐτόματον ξηραινόμενον. ῥίζας δὲ | |
15 | ἔχει μετεώρους οὐ πολλὰς δὲ οὐδὲ μεγάλας. | |
Hist Plant.3.13.5 | φύλλον δὲ τὸ μὲν καθ’ ἕκαστον μαλακόν, πρό‐ μηκες ὡς τὸ τῆς πλατυφύλλου δάφνης, μεῖζον δὲ καὶ πλατύτερον καὶ περιφερέστερον ἐκ μέσου καὶ κάτωθεν, τὸ δ’ ἄκρον εἰς ὀξὺ μᾶλλον συνῆκον | |
5 | κύκλῳ δ’ ἔχον χαραγμόν· τὸ δὲ ὅλον, περὶ ἕνα μίσχον παχὺν καὶ ἰνώδη ὡσὰν κλωνίον τὰ μὲν ἔνθεν τὰ δὲ ἔνθεν κατὰ γόνυ καὶ συζυγίαν πεφύ‐ κασι τῶν φύλλων διέχοντα ἀπ’ ἀλλήλων, ἓν δὲ ἐξ ἄκρου τοῦ μίσχου. ὑπέρυθρα δὲ τὰ φύλλα | |
10 | ἐπιεικῶς καὶ χαῦνα καὶ σαρκώδη· φυλλορροεῖ δὲ τοῦτο ὅλον, διόπερ φύλλον ἄν τις εἴποι τὸ ὅλον. ἔχουσι δὲ καὶ οἱ κλῶνες οἱ νέοι γωνοειδῆ τινα. | |
Hist Plant.3.13.6 | τὸ δ’ ἄνθος λευκὸν ἐκ μικρῶν λευκῶν πολλῶν | |
ἐπὶ τῇ τοῦ μίσχου σχίσει κηριῶδες· εὐωδίαν δὲ ἔχει λειριώδη ἐπιβαρεῖαν. ἔχει δὲ καὶ τὸν καρπὸν ὁμοίως πρὸς ἑνὶ μίσχῳ παχεῖ βοτρυώδη | ||
5 | δέ· γίνεται δὲ καταπεπαινόμενος μέλας, ὠμὸς δὲ ὢν ὀμφακώδης· μεγέθει δὲ μικρῷ μείζων ὀρόβου· τὴν ὑγρασίαν δὲ οἰνώδη τῇ ὄψει· καὶ τὰς χεῖρας τελειούμενοι βάπτονται καὶ τὰς κεφαλάς· ἔχει δὲ καὶ τὰ ἐντὸς σησαμοειδῆ τὴν ὄψιν. | |
Hist Plant.3.13.7 | Πάρυδρον δὲ καὶ ἡ ἰτέα καὶ πολυειδές· ἡ μὲν μέλαινα καλουμένη τῷ τὸν φλοιὸν ἔχειν μέλανα καὶ φοινικοῦν, ἡ δὲ λευκὴ τῷ λευκόν. καλλίους δὲ ἔχει τὰς ῥάβδους καὶ χρησιμωτέρας εἰς τὸ | |
5 | πλέκειν ἡ μέλαινα, ἡ δὲ λευκὴ καπυρωτέρας. ἔστι δὲ καὶ τῆς μελαίνης καὶ τῆς λευκῆς ἔνιον γένος μικρὸν καὶ οὐκ ἔχον αὔξησιν εἰς ὕψος, ὥσπερ καὶ ἐπ’ ἄλλων τοῦτο δένδρων, οἷον κέδρου φοίνικος. καλοῦσι δ’ οἱ περὶ Ἀρκαδίαν οὐκ ἰτέαν ἀλλὰ | |
10 | ἑλίκην τὸ δένδρον· οἴονται δέ, ὥσπερ ἐλέχθη, καὶ καρπὸν ἔχειν αὐτὴν γόνιμον. | |
Hist Plant.3.14.1 | Ἔστι δὲ τῆς πτελέας δύο γένη, καὶ τὸ μὲν ὀρειπτελέα καλεῖται τὸ δὲ πτελέα· διαφέρει δὲ τῷ θαμνωδέστερον εἶναι τὴν πτελέαν εὐαυξέστερον δὲ τὴν ὀρειπτελέαν. φύλλον δὲ ἀσχιδὲς περικεχαραγ‐ | |
5 | μένον ἡσυχῆ, προμηκέστερον δὲ τοῦ τῆς ἀπίου, τραχὺ δὲ καὶ οὐ λεῖον. μέγα δὲ τὸ δένδρον καὶ τῷ ὕψει καὶ τῷ μεγέθει. πολὺ δ’ οὐκ ἔστι περὶ τὴν Ἴδην ἀλλὰ σπάνιον· τόπον δὲ ἔφυδρον φιλεῖ. τὸ δὲ ξύλον ξανθὸν καὶ ἰσχυρὸν καὶ εὔινον καὶ | |
10 | γλίσχρον· ἅπαν γὰρ καρδία· χρῶνται δ’ αὐτῷ καὶ πρὸς θυρώματα πολυτελῆ, καὶ χλωρὸν μὲν εὔτομον ξηρὸν δὲ δύστομον. ἄκαρπον δὲ νομί‐ ζουσιν, ἀλλ’ ἐν ταῖς κωρυκίσι τὸ κόμμι καὶ θηρί’ ἄττα κωνωποειδῆ φέρει. τὰς δὲ κάχρυς ἰδίας | |
15 | ἴσχει τοῦ μετοπώρου πολλὰς καὶ μικρὰς καὶ μελαίνας, ἐν δὲ ταῖς ἄλλαις ὥραις οὐκ ἐπέ‐ σκεπται. | |
Hist Plant.3.14.2 | Ἡ δὲ λεύκη καὶ ἡ αἴγειρος μονοειδής, ὀρθοφυῆ δὲ ἄμφω, πλὴν μακρότερον πολὺ καὶ μανότερον καὶ λειότερον ἡ αἴγειρος, τὸ δὲ σχῆμα τῶν φύλλων παρόμοιον. ὅμοιον δὲ καὶ τὸ ξύλον τεμνόμενον | |
5 | τῇ λευκότητι. καρπὸν δ’ οὐδέτερον τούτων οὐδὲ ἄνθος ἔχειν δοκεῖ. Ἡ κερκὶς δὲ παρόμοιον τῇ λεύκῃ καὶ τῷ μεγέθει καὶ τῷ τοὺς κλάδους ἐπιλεύκους ἔχειν· τὸ δὲ φύλλον κιττῶδες μὲν ἀγώνιον δὲ ἐκ τοῦ ἄλλου, | |
10 | τὴν δὲ μίαν προμήκη καὶ εἰς ὀξὺ συνήκουσαν· τῷ δὲ χρώματι σχεδὸν ὅμοιον τὸ ὕπτιον καὶ τὸ πρανές· μίσχῳ δὲ προσηρτημένον μακρῷ καὶ λεπτῷ, δι’ ὃ καὶ οὐκ ὀρθὸν ἀλλ’ ἐγκεκλιμένον. φλοιὸν δὲ τραχύτερον τῆς λεύκης καὶ μᾶλλον | |
15 | ὑπόλεπρον, ὥσπερ ὁ τῆς ἀχράδος. ἄκαρπον δέ. | |
Hist Plant.3.14.3 | Μονογενὲς δὲ καὶ ἡ κλήθρα· φύσει δὲ καὶ ὀρθοφυές, ξύλον δ’ ἔχον μαλακὸν καὶ ἐντεριώνην μαλακήν, ὥστε δι’ ὅλου κοιλαίνεσθαι τὰς λεπτὰς ῥάβδους. φύλλον δ’ ὅμοιον ἀπίω. πλὴν μεῖζον | |
5 | καὶ ἰνωδέστερον. τραχύφλοιον δὲ καὶ ὁ φλοιὸς ἔσωθεν ἐρυθρός, δι’ ὃ καὶ βάπτει τὰ δέρματα. ῥίζας δὲ ἐπιπολαίους ... ἡλίκον δάφνης. φύεται δὲ ἐν τοῖς ἐφύδροις ἀλλόθι δ’ οὐδαμοῦ. | |
Hist Plant.3.14.4 | [Σημύδα δὲ τὸ μὲν φύλλον ἔχει ὅμοιον τῇ Περσικῇ καλουμένῃ καρύᾳ πλὴν μικρῷ στενότε‐ ρον, τὸν φλοιὸν δὲ ποικίλον, ξύλον δὲ ἐλαφρόν· χρήσιμον δὲ εἰς βακτηρίας μόνον εἰς ἄλλο δὲ | |
5 | οὐδέν. Ἡ δὲ κολυτέα ἔχει τὸ μὲν φύλλον ἐγγὺς τοῦ τῆς ἰτέας, πολύοζον δὲ καὶ πολύφυλλον καὶ τὸ δένδρον ὅλως μέγα· τὸν δὲ καρπὸν ἔλλοβον, καθάπερ τὰ χεδροπά· λοβοῖς γὰρ πλατέσι καὶ | |
10 | οὐ στενοῖς τὸ σπερμάτιον τὸ ἐνὸν μικρὸν καὶ οὐ μέγα· σκληρὸν δὲ μετρίως οὐκ ἄγαν· οὐδὲ πολύ‐ καρπον ὡς κατὰ μέγεθος. σπάνιον δὲ τὸ ἐν λοβοῖς ἔχειν τὸν καρπόν· ὀλίγα γὰρ τοιαῦτα τῶν δένδρων.] | |
Hist Plant.3.15.1 | Ἡ δὲ Ἡρακλεωτικὴ καρύα—φύσει γὰρ καὶ τοῦτ’ ἄγριον τῷ τε μηδὲν ἢ μὴ πολὺ χείρω γίνεσθαι 〈ἢ〉 τῶν ἡμέρων τὸν καρπόν, καὶ τῷ δύνασθαι χειμῶνας ὑποφέρειν καὶ τῷ πολὺ | |
5 | φύεσθαι κατὰ τὰ ὄρη καὶ πολύκαρπον ἐν τοῖς | |
ὀρείοις· ἔτι δὲ τῷ μηδὲ στελεχῶδες ἀλλὰ θαμ‐ νῶδες εἶναι ῥάβδοις ἄνευ μασχαλῶν καὶ ἀνόζοις μακραῖς δὲ καὶ παχείαις ἐνίαις· —οὐ μὴν ἀλλὰ καὶ ἐξημεροῦται. διαφορὰν δὲ ἔχει τῷ τὸν | ||
10 | καρπὸν ἀποδιδόναι βελτίω καὶ μεῖζον τὸ φύλλον· κεχαραγμένον δ’ ἀμφοῖν· ὁμοιότατον τὸ τῆς κλήθρας, πλὴν πλατύτερον καὶ αὐτὸ τὸ δένδρον μεῖζον. καρπιμώτερον δ’ αἰεὶ γίνεται κατα‐ | |
Hist Plant.3.15.2 | κοπτόμενον τὰς ῥάβδους. γένη δὲ δύο ἀμφοῖν· αἱ μὲν γὰρ στρογγύλον αἱ δὲ πρόμακρον φέρουσι τὸ κάρυον· ἐκλευκότερον δὲ τὸ τῶν ἡμέρων. καὶ καλλικαρπεῖ μάλιστά γ’ ἐν τοῖς ἐφύδροις. ἐξη‐ | |
5 | μεροῦται δὲ τὰ ἄγρια μεταφυτευόμενα. φλοιὸν δ’ ἔχει λεῖον ἐπιπόλαιον λεπτὸν λιπαρὸν ἰδίως στιγμὰς λευκὰς ἔχοντα ἐν αὐτῷ· τὸ δὲ ξύλον σφόδρα γλίσχρον, ὥστε καὶ τὰ λεπτὰ πάνυ ῥαβ‐ δία περιλοπίσαντες κανέα ποιοῦσι, καὶ τὰ παχέα | |
10 | δὲ καταξύσαντες. ἔχει δὲ καὶ ἐντεριώνην λεπτὴν ξανθήν, ᾗ κοιλαίνεται. ἴδιον δ’ αὐτῶν τὸ περὶ τὸν ἴουλον, ὥσπερ εἴπομεν. | |
Hist Plant.3.15.3 | Τῆς δὲ τερμίνθου τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. τὸ μὲν οὖν ἄρρεν ἄκαρπον, δι’ ὃ καὶ καλοῦσιν ἄρρεν· τῶν δὲ θηλειῶν ἡ μὲν ἐρυθρὸν εὐθὺς φέρει τὸν καρπὸν ἡλίκον φακὸν ἄπεπτον, ἡ δὲ χλοερὸν | |
5 | ἐνέγκασα μετὰ ταῦτα ἐρυθραίνει, καὶ ἅμα τῇ ἀμπέλῳ πεπαίνουσα τὸ ἔσχατον ποιεῖ μέλανα, μέγεθος ἡλίκον κύαμον, ῥητινώδη δὲ καὶ θυω‐ δέστερον. ἔστι δὲ τὸ δένδρον περὶ μὲν τὴν Ἴδην καὶ Μακεδονίαν βραχὺ θαμνῶδες ἐστραμμένον, | |
10 | περὶ δὲ Δαμασκὸν τῆς Συρίας μέγα καὶ πολὺ | |
καὶ καλόν· ὄρος γάρ τί φασιν εἶναι πάμμεστον | ||
Hist Plant.3.15.4 | τερμίνθων, ἄλλο δ’ οὐδὲν πεφυκέναι. ξύλον δὲ ἔχει γλίσχρον καὶ ῥίζας ἰσχυρὰς κατὰ βάθους, καὶ τὸ ὅλον ἀνώλεθρον· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, τῷ χρώματι δὲ ἐρυθρόν. φύλλον, περὶ | |
5 | ἕνα μίσχον πλείω δαφνοειδῆ κατὰ συζυγίαν, ὥσπερ καὶ τὸ τῆς οἴης· καὶ τὸ ἐξ ἄκρου περιττόν· πλὴν ἐγγωνιώτερον τῆς οἴης καὶ δαφνοειδέστερον δὲ κύκλῳ καὶ λιπαρὸν ἅπαν ἅμα τῷ καρπῷ. φέρει δὲ καὶ κωρυκώδη τινὰ κοῖλα, καθάπερ ἡ | |
10 | πτελέα, ἐν οἷς θηρίδια ἐγγίγνεται κωνωποειδῆ· ἐγγίγνεται δέ τι καὶ ῥητινῶδες ἐν τούτοις καὶ γλίσχρον· οὐ μὴν ἐνθεῦτέν γε ἡ ῥητίνη συλλέ‐ γεται ἀλλ’ ἀπὸ τοῦ ξύλου. ὁ δὲ καρπὸς οὐκ ἀφίησι ῥητίνης πλῆθος, ἀλλὰ προσέχεται μὲν | |
15 | ταῖς χερσί, κἂν μὴ πλυθῇ μετὰ τὴν συλλογὴν συνέχεται· πλυνόμενος δὲ ὁ μὲν λευκὸς καὶ ἄπεπτος ἐπιπλεῖ, ὁ δὲ μέλας ὑφίσταται. | |
Hist Plant.3.15.5 | Ἡ δὲ πύξος μεγέθει μὲν οὐ μεγάλη, τὸ δὲ φύλλον ὅμοιον ἔχει μυρρίνῳ. φύεται δ’ ἐν τοῖς ψυχροῖς τόποις καὶ τραχέσι· καὶ γὰρ τὰ Κύτωρα τοιοῦτον, οὗ ἡ πλείστη γίνεται· ψυχρὸς δὲ καὶ | |
5 | ὁ Ὄλυμπος ὁ Μακεδονικός· καὶ γὰρ ἐνταῦθα γίνεται πλὴν οὐ μεγάλη· μεγίστη δὲ καὶ καλ‐ λίστη ἐν Κύρνῳ· καὶ γὰρ εὐμήκεις καὶ πάχος ἔχουσαι πολὺ παρὰ τὰς ἄλλας. δι’ ὃ καὶ τὸ | |
μέλι οὐχ ἡδὺ ὄζον τῆς πύξου. | ||
Hist Plant.3.15.6 | Πλήθει δὲ πολὺ κράταιγός ἐστιν, οἱ δὲ κρα‐ ταιγόνα καλοῦσιν· ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον μεσπίλῃ τετανόν, πλὴν μεῖζον ἐκείνου καὶ πλατύ‐ τερον ἢ προμηκέστερον, τὸν δὲ χαραγμὸν οὐκ | |
5 | ἔχον ὥσπερ ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ· τὸ δὲ ξύλον ποικίλον ἰσχυρὸν ξανθόν· ἔχει δὲ φλοιὸν λεῖον ὅμοιον μεσπίλῃ· μονόρριζον δ’ εἰς βάθος ὡς ἐπὶ τὸ πολύ. καρπὸν δ’ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος· | |
10 | πεπαινόμενος δὲ ξανθύνεται καὶ ἐπιμελαίνεται· κατὰ δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπιλῶδες· διόπερ οἷον ἀγρία μεσπίλη δόξειεν ἂν εἶναι. μονοειδὲς δὲ καὶ οὐκ ἔχον διαφοράς. | |
Hist Plant.3.16.1 | Ὁ δὲ πρῖνος φύλλον μὲν ἔχει δρυῶδες, ἔλαττον δὲ καὶ ἐπακανθίζον, τὸν δὲ φλοιὸν λειό‐ τερον δρυός. αὐτὸ δὲ τὸ δένδρον μέγα, καθάπερ ἡ δρῦς, ἐὰν ἔχῃ τόπον καὶ ἔδαφος· ξύλον δὲ | |
5 | πυκνὸν καὶ ἰσχυρόν· βαθύρριζον δὲ ἐπιεικῶς καὶ πολύρριζον. καρπὸν δὲ ἔχει βαλανώδη· μικρὰ δὲ ἡ βάλανος· περικαταλαμβάνει δὲ ὁ νέος τὸν ἔνον· ὀψὲ γὰρ πεπαίνει, δι’ ὃ καὶ διφορεῖν τινές φασι. φέρει δὲ παρὰ τὴν βάλανον καὶ κόκκον | |
10 | τινὰ φοινικοῦν· ἴσχει δὲ καὶ ἰξίαν καὶ ὑφέαρ· ὥστε ἐνίοτε συμβαίνει τέτταρας ἅμα καρποὺς ἔχειν αὐτόν, δύο μὲν τοὺς ἑαυτοῦ δύο δ’ ἄλλους | |
τόν τε τῆς ἰξίας καὶ τὸν τοῦ ὑφέαρος. καὶ τὴν μὲν ἰξίαν φέρει ἐκ τῶν πρὸς βορρᾶν, τὸ δὲ ὑφέαρ | ||
15 | ἐκ τῶν πρὸς μεσημβρίαν. | |
Hist Plant.3.16.2 | Οἱ δὲ περὶ Ἀρκαδίαν δένδρον τι σμίλακα καλοῦσιν, ὅ ἐστιν ὅμοιον τῷ πρίνῳ, τὰ δὲ φύλλα οὐκ ἀκανθώδη ἔχει ἀλλ’ ἁπαλώτερα καὶ βαθύτερα καὶ διαφορὰς ἔχοντα πλείους· οὐδὲ τὸ ξύλον | |
5 | ὥσπερ ἐκεῖνο στερεὸν καὶ πυκνόν, ἀλλὰ καὶ μαλακὸν ἐν ταῖς ἐργασίαις. | |
Hist Plant.3.16.3 | Ὃ δὲ καλοῦσιν οἱ Ἀρκάδες φελλόδρυν τοιάνδε ἔχει τὴν φύσιν· ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνὰ μέσον πρίνου καὶ δρυός ἐστιν· καὶ ἔνιοί γε ὑπολαμβά‐ νουσιν εἶναι θῆλυν πρῖνον· δι’ ὃ καὶ ὅπου μὴ | |
5 | φύεται πρῖνος τούτῳ χρῶνται πρὸς τὰς ἁμάξας καὶ τὰ τοιαῦτα, καθάπερ οἱ περὶ Λακεδαίμονα καὶ Ἠλείαν. καλοῦσι δὲ οἵ γε Δωριεῖς καὶ ἀρίαν τὸ δένδρον· ἔστι δὲ μαλακώτερον μὲν καὶ μανότερον τοῦ πρίνου, σκληρότερον δὲ καὶ πυκνότερον τῆς | |
10 | δρυός· καὶ τὸ χρῶμα φλοϊσθέντος τοῦ ξύλου λευκότερον μὲν τοῦ πρίνου, οἰνωπότερον δὲ τῆς δρυός· τὰ δὲ φύλλα προσέοικε μὲν ἀμφοῖν, ἔχει δὲ μείζω μὲν ἢ ὡς πρῖνος ἐλάττω δὲ ἢ ὡς δρῦς· καὶ τὸν καρπὸν τοῦ μὲν πρίνου κατὰ μέγεθος | |
15 | ἐλάττω ταῖς ἐλαχίσταις δὲ βαλάνοις ἴσον, καὶ γλυκύτερον μὲν τοῦ πρίνου πικρότερον δὲ τῆς δρυός. καλοῦσι δέ τινες τὸν μὲν τοῦ πρίνου καὶ τὸν ταύτης καρπὸν ἄκυλον, τὸν δὲ τῆς δρυὸς βάλανον. μήτραν δὲ ἔχει φανερωτέραν ἢ ὁ | |
20 | πρῖνος· καὶ ἡ μὲν φελλόδρυς τοιαύτην τινὰ ἔχει | |
φύσιν. | ||
Hist Plant.3.16.4 | Ἡ δὲ κόμαρος, ἡ τὸ μεμαίκυλον φέρουσα τὸ ἐδώδιμον, ἐστὶ μὲν οὐκ ἄγαν μέγα, τὸν δὲ φλοιὸν ἔχει λεπτὸν μὲν παρόμοιον μυρίκῃ, τὸ δὲ φύλλον μεταξὺ πρίνου καὶ δάφνης. ἀνθεῖ δὲ τοῦ Πυανε‐ | |
5 | ψιῶνος· τὰ δὲ ἄνθη πέφυκεν ἀπὸ μιᾶς κρεμάστρας ἐπ’ ἄκρων βοτρυδόν· τὴν δὲ μορφὴν ἕκαστόν ἐστιν ὅμοιον μύρτῳ προμήκει καὶ τῷ μεγέθει δὲ σχεδὸν τηλικοῦτον· ἄφυλλον δὲ καὶ κοῖλον ὥσπερ ὠὸν ἐκκεκολαμμένον τὸ στόμα δὲ ἀνεῳγμένον· | |
10 | ὅταν δ’ ἀπανθήσῃ, καὶ ἡ πρόσφυσις τετρύπηται, τὸ δ’ ἀπανθῆσαν λεπτὸν καὶ ὥσπερ σφόνδυλος περὶ ἄτρακτον ἢ κάρνειος Δωρικός· ὁ δὲ καρπὸς ἐνιαυτῷ πεπαίνεται, ὥσθ’ ἅμα συμβαίνει τοῦτόν τ’ ἔχειν καὶ τὸν ἕτερον ἀνθεῖν. | |
Hist Plant.3.16.5 | Παρόμοιον δὲ τὸ φύλλον καὶ ἡ ἀνδράχλη ἔχει τῷ κομάρῳ, μέγεθος οὐκ ἄγαν μέγα· τὸν δὲ φλοιὸν λεῖον ἔχει καὶ περιρρηγνύμενον· καρπὸν δ’ ἔχει ὅμοιον τῇ κομάρῳ. | |
Hist Plant.3.16.6 | Ὅμοιον δ’ ἐστὶ τούτοις τὸ φύλλον καὶ τὸ τῆς κοκκυγέας· τὸ δὲ δένδρον μικρόν. ἴδιον δὲ ἔχει τὸ ἐκπαπποῦσθαι τὸν καρπόν· τοῦτο γὰρ οὐδ’ ἐφ’ ἑνὸς ἀκηκόαμεν ἄλλου δένδρου. ταῦτα μὲν | |
5 | οὖν κοινότερα πλείοσι χώραις καὶ τόποις. | |
Hist Plant.3.17.1 | Ἔνια δὲ ἰδιώτερα, καθάπερ καὶ ὁ φελλός· γίνεται μὲν ἐν Τυρρηνίᾳ, τὸ δὲ δένδρον ἐστὶ στε‐ λεχῶδες μὲν καὶ ὀλιγόκλαδον, εὔμηκες δ’ ἐπιεικῶς καὶ εὐαυξές· ξύλον ἰσχυρόν· τὸν δὲ φλοιὸν παχὺν | |
5 | σφόδρα καὶ καταρρηγνύμενον, ὥσπερ ὁ τῆς πίτυος, πλὴν κατὰ μείζω. τὸ δὲ φύλλον ὅμοιον ταῖς μελίαις παχὺ προμηκέστερον· οὐκ ἀείφυλλον ἀλλὰ φυλλοβολοῦν. καρπὸν δὲ [αἰεὶ] φέρει βαλανηρὸν ὅμοιον τῇ ἀρίᾳ. περιαιροῦσι δὲ τὸν | |
10 | φλοιὸν καί φασι δεῖν πάντα ἀφαιρεῖν, εἰ δὲ μὴ χεῖρον γίνεται τὸ δένδρον· ἐξαναπληροῦται δὲ πάλιν σχεδὸν ἐν τρισὶν ἔτεσιν. | |
Hist Plant.3.17.2 | Ἴδιον δὲ καὶ ἡ κολουτέα περὶ Λιπάραν· δένδρον μὲν εὐμέγεθες, τὸν δὲ καρπὸν φέρει ἐν λοβοῖς ἡλίκον φακόν, ὃς πιαίνει τὰ πρόβατα θαυμαστῶς. φύεται δὲ ἀπὸ σπέρματος καὶ ἐκ τῆς τῶν προβά‐ | |
5 | των κόπρου κάλλιστα. ὥρα δὲ τῆς φυτείας ἅμα Ἀρκτούρῳ δυομένῳ· δεῖ δὲ φυτεύειν προβρέχοντας ὅταν ἤδη διαφύηται ἐν τῷ ὕδατι. φύλλον δ’ ἔχει παρόμοιον τήλει. βλαστάνει δὲ τὸ πρῶτον μονοφυὲς ἐπὶ ἔτη μάλιστα τρία ἐν οἷς καὶ τὰς | |
10 | βακτηρίας τέμνουσι· δοκοῦσι γὰρ εἶναι καλαί· καὶ ἐάν τις κολούσῃ ἀποθνήσκει· καὶ γὰρ ἀπα‐ ράβλαστόν ἐστιν· εἶτα σχίζεται καὶ ἀποδεν‐ | |
δροῦται τῷ τετάρτῳ ἔτει. | ||
Hist Plant.3.17.3 | Ἡ δὲ περὶ τὴν Ἴδην, ἣν καλοῦσι κολοιτίαν, ἕτερον εἶδός ἐστιν, θαμνοειδὲς δὲ καὶ ὀζῶδες καὶ πολυμάσχαλον, σπάνιον δέ, οὐ πολύ· ἔχει δὲ φύλλον δαφνοειδὲς πλατυφύλλου δάφνης, πλὴν | |
5 | στρογγυλώτερον καὶ μεῖζον ὥσθ’ ὅμοιον φαίνεσθαι τῷ τῆς πτελέας, προμηκέστερον δέ, τὴν χρόαν ἐπὶ θάτερα χλοερὸν ὄπισθεν δὲ ἐπιλευκαῖνον, καὶ πολύϊνον ἐκ τῶν ὄπισθεν ταῖς λεπταῖς ἰσὶ ἔκ τε τῆς ῥάχεως καὶ μεταξὺ τῶν πλευροειδῶν ἀπὸ | |
10 | τῆς μέσης κατατεινουσῶν· φλοιὸν δ’ οὐ λεῖον ἀλλ’ οἷον τὸν τῆς ἀμπέλου· τὸ δὲ ξύλον σκληρὸν καὶ πυκνόν· ῥίζας δὲ ἐπιπολαίους καὶ λεπτὰς καὶ μανὰς οὐλὰς δ’ ἐνίοτε, καὶ ξανθὰς σφόδρα. καρπὸν δὲ οὐκ ἔχειν φασὶν οὐδὲ ἄνθος· τὴν δὲ | |
15 | κορυνώδη κάχρυν καὶ τοὺς ὀφθαλμοὺς τοὺς παρὰ τὰ φύλλα λείους σφόδρα καὶ λιπαροὺς καὶ λευκοὺς τῷ σχήματι δὲ καχρυώδεις· ἀποκοπὲν δὲ καὶ ἐπικαυθὲν παραφύεται καὶ ἀναβλαστάνει. | |
Hist Plant.3.17.4 | Ἴδια δὲ καὶ τάδε τὰ περὶ τὴν Ἴδην ἐστίν, οἷον ἥ τε Ἀλεξάνδρεια καλουμένη δάφνη καὶ συκῆ τις καὶ ἄμπελος. τῆς μὲν οὖν δάφνης ἐν τούτῳ τὸ ἴδιον, ὅτι ἐπιφυλλόκαρπόν ἐστιν, ὥσπερ καὶ ἡ | |
5 | κεντρομυρρίνη· ἀμφότεραι γὰρ τὸν καρπὸν ἔχ‐ ουσιν ἐκ τῆς ῥάχεως τοῦ φύλλου. | |
Hist Plant.3.17.5 | Ἡ δὲ συκῆ θαμνῶδες μὲν καὶ οὐχ ὑψηλόν, πάχος δ’ ἔχον ὥστε καὶ πηχυαῖον εἶναι τὴν περί‐ μετρον· τὸ δὲ ξύλον ἐπεστραμμένον γλίσχρον· | |
κάτωθεν μὲν λεῖον καὶ ἄνοζον ἄνωθεν δὲ περί‐ | ||
5 | κομον· χρῶμα δὲ καὶ φύλλου καὶ φλοιοῦ πελιόν, τὸ δὲ σχῆμα τῶν φύλλων ὅμοιον τῷ τῆς φιλύρας καὶ μαλακὸν καὶ πλατὺ καὶ τὸ μέγεθος παρα‐ πλήσιον· ἄνθος μεσπιλῶδες καὶ ἀνθεῖ ἅμα τῇ μεσπίλῃ. ὁ δὲ καρπός, ὃν καλοῦσι σῦκον, ἐρυθρὸς | |
10 | ἡλίκος ἐλάας πλὴν στρογγυλώτερος, ἐσθιόμενος δὲ μεσπιλώδης· ῥίζας δὲ ἔχει παχείας ὡσὰν συκῆς ἡμέρου καὶ γλίσχρας. ἀσαπὲς δέ ἐστι τὸ δένδρον καὶ καρδίαν ἔχει στερεὰν οὐκ ἐντεριώνην. | |
Hist Plant.3.17.6 | Ἡ δὲ ἄμπελος φύεται μὲν τῆς Ἴδης περὶ τὰς Φαλάκρας καλουμένας· ἔστι δὲ θαμνῶδες ῥαβ‐ δίοις μικροῖς· τείνονται δὲ οἱ κλῶνες ὡς πυγω‐ νιαῖοι, πρὸς οἷς ῥᾶγές εἰσιν ἐκ πλαγίου μέλαιναι | |
5 | τὸ μέγεθος ἡλίκος κύαμος γλυκεῖαι· ἔχουσι δὲ ἐντὸς γιγαρτῶδές τι μαλακόν· φύλλον στρογγύλον ἀσχιδὲς μικρόν. | |
Hist Plant.3.18.1 | Ἔχει δὲ καὶ τἆλλα σχεδὸν ὄρη φύσεις τινὰς ἰδίας τὰ μὲν δένδρων τὰ δὲ θάμνων τὰ δ’ ἄλλων ὑλημάτων. ἀλλὰ γὰρ περὶ μὲν τῆς ἰδιό‐ τητος εἴρηται πλεονάκις ὅτι γίνεται καθ’ ἑκάστους | |
5 | τόπους. ἡ δὲ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν διαφορά, καθάπερ ἡ τῶν δένδρων καὶ τῶν θάμνων, ὁμοίως ἐστὶ καὶ τῶν ἄλλων, ὥσπερ εἴρηται, τῶν πλείστων, ὥσπερ καὶ ῥάμνου καὶ παλιούρου καὶ οἴσου [καὶ οἴτου] καὶ ῥοῦ καὶ κιττοῦ καὶ βάτου καὶ ἑτέρων | |
10 | πολλῶν. | |
Hist Plant.3.18.2 | Ῥάμνος τε γάρ ἐστιν ἡ μὲν μέλαινα ἡ δὲ λευκή, καὶ ὁ καρπὸς διάφορος, ἀκανθοφόροι δὲ ἄμφω. Τοῦ τε οἴσου τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· καὶ τὸ ἄνθος ἑκατέρου καὶ ὁ καρπὸς κατὰ λόγον ὁ μὲν | |
5 | λευκὸς ὁ δὲ μέλας· ἔνιοι δὲ καὶ ὥσπερ ἀνὰ μέσον, ὧν καὶ τὸ ἄνθος ἐπιπορφυρίζει καὶ οὔτε οἰνωπὸν οὔτε ἔκλευκόν ἐστιν ὥσπερ τῶν ἑτέρων. ἔχει δὲ καὶ τὰ φύλλα λεπτότερα καὶ λειότερα καὶ τὰς ῥάβδους τὸ λευκόν. | |
Hist Plant.3.18.3 | Ὅ τε παλίουρος ἔχει διαφορὰς ... ἅπαντα δὲ ταῦτα καρποφόρα. καὶ ὅ γε παλίουρος ἐν λοβῷ τινι τὸν καρπὸν ἔχει καθαπερεὶ φύλλῳ, ἐν ᾧ τρία ἢ τέτταρα γίνεται. χρῶνται δ’ αὐτῷ πρὸς τὰς | |
5 | βῆχας οἱ ἰατροὶ κόπτοντες· ἔχει γάρ τινα γλισχρότητα καὶ λίπος, ὥσπερ τὸ τοῦ λίνου σπέρμα. φύεται δὲ καὶ ἐπὶ τοῖς ἐφύδροις καὶ ἐν τοῖς ξηροῖς, ὥσπερ ὁ βάτος. [οὐχ ἧττον δέ ἐστι τὸ δένδρον πάρυδρον.] φυλλοβόλον δὲ καὶ οὐχ | |
10 | ὥσπερ ἡ ῥάμνος ἀείφυλλον. | |
Hist Plant.3.18.4 | Ἔτι δὲ καὶ τοῦ βάτου πλείω γένη, μεγίστην δὲ ἔχοντες διαφορὰν ὅτι ὁ μὲν ὀρθοφυὴς καὶ ὕψος ἔχων, ὁ δ’ ἐπὶ τῆς γῆς καὶ εὐθὺς κάτω νεύων καὶ ὅταν συνάπτῃ τῇ γῇ ῥιζούμενος πάλιν, ὃν δὴ | |
5 | καλοῦσί τινες χαμαίβατον. τὸ δὲ κυνόσβατον τὸν καρπὸν ὑπέρυθρον ἔχει καὶ παραπλήσιον τῷ τῆς ῥόας· ἔστι δὲ θάμνου καὶ δένδρου μεταξὺ καὶ | |
παρόμοιον ταῖς ῥόαις, τὸ δὲ φύλλον ἀκανθῶδες. | ||
Hist Plant.3.18.5 | Τῆς δὲ ῥοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ καλοῦσι τῷ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον. οὐκ ἔχει δὲ οὐδὲ τὰς ῥάβδους ὑψηλὰς οὐδὲ παχείας, φύλλον δ’ ὅμοιον πτελέᾳ πλὴν μικρὸν προμη‐ | |
5 | κέστερον καὶ ἐπίδασυ. τῶν δὲ κλωνίων τῶν νέων ἐξ ἴσου τὰ φύλλα εἰς δύο, κατ’ ἄλληλα δὲ ἐκ τῶν πλαγίων ὥστε στοιχεῖν. βάπτουσι δὲ τούτῳ καὶ οἱ σκυτοδέψαι τὰ δέρματα τὰ λευκά. ἄνθος λευκὸν βοτρυῶδες, τῷ σχήματι δὲ τὸ ὁλοσχερὲς | |
10 | ὄστλιγγας ἔχον ὥσπερ καὶ ὁ βότρυς· ἀπανθή‐ σαντος δὲ ὁ καρπὸς ἅμα τῇ σταφύλῃ ἐρυθραίνεται, καὶ γίνονται οἷον φακοὶ λεπτοὶ συγκείμενοι· βοτρυῶδες δὲ τὸ σχῆμα καὶ τούτων. ἔχει δὲ τὸ φαρμακῶδες τοῦτο ὃ καλεῖται ῥοῦς ἐν αὐτῷ | |
15 | ὀστῶδες, ὃ καὶ τῆς ῥοῦ διηττημένης ἔχει πολλάκις· ῥίζα δ’ ἐπιπόλαιος καὶ μονοφυὴς ὥστε ἀνα‐ κάμπτεσθαι ῥᾳδίως ὁλόρριζα· τὸ δὲ ξύλον ἐντε‐ ριώνην ἔχει, εὔφθαρτον δὲ καὶ κοπτόμενον. ἐν πᾶσι δὲ γίγνεται τοῖς τόποις, εὐθενεῖ δὲ μάλιστα | |
20 | ἐν τοῖς ἀργιλώδεσι. | |
Hist Plant.3.18.6 | Πολυειδὴς δὲ ὁ κιττός· καὶ γὰρ ἐπίγειος, ὁ δὲ εἰς ὕψος αἰρόμενος· καὶ τῶν ἐν ὕψει πλείω γένη. τρία δ’ οὖν φαίνεται τὰ μέγιστα ὅ τε λευκὸς καὶ ὁ μέλας καὶ τρίτον ἡ ἕλιξ. εἴδη δὲ καὶ ἑκάστου | |
5 | τούτων πλείω. λευκὸς γὰρ ὁ μὲν τῷ καρπῷ μόνον, ὁ δὲ καὶ τοῖς φύλλοις ἐστί. πάλιν δὲ τῶν λευκοκάρπων μόνον ὁ μὲν ἁδρὸν καὶ πυκνὸν καὶ | |
συνεστηκότα τὸν καρπὸν ἔχει καθαπερεὶ σφαῖραν, ὃν δὴ καλοῦσί τινες κορυμβίαν, οἱ δ’ Ἀθήνῃσιν | ||
10 | Ἀχαρνικόν. ὁ δὲ ἐλάττων διακεχυμένος ὥσπερ καὶ ὁ μέλας· ἔχει δὲ καὶ ὁ μέλας διαφορὰς ἀλλ’ οὐχ ὁμοίως φανεράς. | |
Hist Plant.3.18.7 | Ἡ δὲ ἕλιξ ἐν μεγίσταις διαφοραῖς· καὶ γὰρ τοῖς φύλλοις πλεῖστον διαφέρει τῇ τε μικρότητι καὶ τῷ γωνοειδῆ καὶ εὐρυθμότερα εἶναι· τὰ δὲ τοῦ κιττοῦ περιφερέστερα καὶ ἁπλᾶ· καὶ τῷ μήκει | |
5 | τῶν κλημάτων καὶ ἔτι τῷ ἄκαρπος εἶναι. δια‐ τείνονται γάρ τινες τῷ μὴ ἀποκιττοῦσθαι τῇ φύσει τὴν ἕλικα ἀλλὰ τὴν ἐκ τοῦ κιττοῦ τελειου‐ μένην. (εἰ δὲ πᾶσα ἀποκιττοῦται, καθάπερ τινές φασιν, ἡλικίας ἂν εἴη καὶ διαθέσεως οὐκ εἴδους | |
10 | διαφορά, καθάπερ καὶ τῆς ἀπίου πρὸς τὴν ἀχράδα.) πλὴν τό γε φύλλον καὶ ταύτης πολὺ διαφέρει πρὸς τὸν κιττόν. σπάνιον δὲ τοῦτο καὶ ἐν ὀλίγοις ἐστὶν ὥστε παλαιούμενον μεταβάλλειν, | |
Hist Plant.3.18.8 | ὥσπερ ἐπὶ τῆς λεύκης καὶ τοῦ κρότωνος. εἴδη δ’ ἐστὶ πλείω τῆς ἕλικος, ὡς μὲν τὰ προφανέ‐ στατα καὶ μέγιστα λαβεῖν τρία, ἥ τε χλοερὰ καὶ ποιώδης ἥπερ καὶ πλείστη, καὶ ἑτέρα ἡ λευκή, καὶ | |
5 | τρίτη ἡ ποικίλη, ἣν δὴ καλοῦσί τινες Θρᾳκίαν. ἑκάστη δὲ τούτων δοκεῖ διαφέρειν· καὶ γὰρ τῆς χλοώδους ἡ μὲν λεπτοτέρα καὶ ταξιφυλλοτέρα καὶ ἔτι πυκνοφυλλοτέρα, ἡ δ’ ἧττον πάντα ταῦτ’ ἔχουσα. καὶ τῆς ποικίλης ἡ μὲν μεῖζον ἡ δ’ | |
10 | ἔλαττον τὸ φύλλον, καὶ τὴν ποικιλίαν δια‐ φέρουσα. ὡσαύτως δὲ καὶ τὰ τῆς λευκῆς τῷ μεγέθει καὶ τῇ χροιᾷ διαφέρουσιν. εὐαυξεστάτη δὲ ἡ ποιώδης καὶ ἐπὶ πλεῖστον προϊοῦσα. φανερὰν δ’ εἶναί φασιν τὴν ἀποκιττουμένην οὐ μόνον τοῖς | |
15 | φύλλοις ὅτι μείζω καὶ πλατύτερα ἔχει ἀλλὰ καὶ τοῖς βλαστοῖς· εὐθὺς γὰρ ὀρθοὺς ἔχει, καὶ οὐχ ὥσπερ ἡ ἑτέρα κατακεκαμμένη, καὶ διὰ τὴν λεπτότητα καὶ διὰ τὸ μῆκος· τῆς δὲ κιττώδους καὶ βραχύτεροι καὶ παχύτεροι. καὶ ὁ κιττὸς | |
20 | ὅταν ἄρχηται σπερμοῦσθαι μετέωρον ἔχει καὶ ὀρθὸν τὸν βλαστόν. | |
Hist Plant.3.18.9 | Πολύρριζος μὲν οὖν ἅπας κιττὸς καὶ πυκνόρρι‐ ζος συνεστραμμένος ταῖς ῥίζαις καὶ ξυλώδεσι καὶ παχείαις καὶ οὐκ ἄγαν βαθύρριζος, μάλιστα δ’ ὁ μέλας, καὶ τοῦ λευκοῦ ὁ τραχύτατος καὶ ἀγριώ‐ | |
5 | τατος· δι’ ὃ καὶ χαλεπὸς παραφύεσθαι πᾶσι τοῖς δένδροις· ἀπόλλυσι γὰρ πάντα καὶ ἀφαυαίνει παραιρούμενος τὴν τροφήν. λαμβάνει δὲ μάλιστα πάχος οὗτος καὶ ἀποδενδροῦται καὶ γίνεται αὐτὸ καθ’ αὑτὸ κιττοῦ δένδρον. ὡς δ’ ἐπὶ τὸ πλεῖον | |
10 | εἶναι πρὸς ἑτέρῳ φιλεῖ καὶ ζητεῖ καὶ ὥσπερ | |
Hist Plant.3.18.10 | ἐπαλλόκαυλόν ἐστιν. ἔχει δ’ εὐθὺς καὶ τῆς φύσεώς τι τοιοῦτον· ἐκ γὰρ τῶν βλαστῶν ἀφίησιν ἀεὶ ῥίζας ἀνὰ μέσον τῶν φύλλων, αἷσπερ ἐνδύεται τοῖς δένδροις καὶ τοῖς τειχίοις οἷον ἐξεπίτηδες | |
5 | πεποιημέναις ὑπὸ τῆς φύσεως· δι’ ὃ καὶ ἐξαιρού‐ μενος τὴν ὑγρότητα καὶ ἕλκων ἀφαυαίνει, καὶ ἐὰν ἀποκοπῇ κάτωθεν δύναται διαμένειν καὶ ζῆν. ἔχει δὲ καὶ ἑτέραν διαφορὰν κατὰ τὸν καρπὸν οὐ μικράν· ὁ μὲν γὰρ ἐπίγλυκύς ἐστιν ὁ δὲ σφόδρα | |
10 | πικρὸς καὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος· σημεῖον δ’ ὅτι τὸν μὲν ἐσθίουσιν οἱ ὄρνιθες τὸν δ’ οὔ. τὰ μὲν οὖν περὶ τὸν κιττὸν οὕτως ἔχει. | |
Hist Plant.3.18.11 | Ἡ δὲ σμῖλάξ ἐστι μὲν ἐπαλλόκαυλον, ὁ δὲ καυλὸς ἀκανθώδης καὶ ὥσπερ ὀρθάκανθος, τὸ δὲ φύλλον κιττῶδες μικρὸν ἀγώνιον, κατὰ τὴν μίσχου πρόσφυσιν τυληρόν. ἴδιον δ’ ὅτι τήν τε | |
5 | διὰ μέσου ταύτην ὥσπερ ῥάχιν λεπτὴν ἔχει καὶ τὰς στημονίους διαλήψεις οὐκ ἀπὸ ταύτης, ὥσπερ τὰ τῶν ἄλλων, ἀλλὰ περὶ αὐτὴν περιφερεῖς ἠγμένας ἀπὸ τῆς προσφύσεως τοῦ μίσχου τῷ φύλλῳ. παρὰ δὲ τοῦ καυλοῦ τὰ γόνατα καὶ | |
10 | παρὰ τὰς διαλείψεις τὰς φυλλικὰς ἐκ τῶν αὐτῶν μίσχων τοῖς φύλλοις παραπέφυκεν ἴουλος λεπτὸς | |
καὶ ἑλικτός· ἄνθος δὲ λευκὸν καὶ εὐῶδες λείρινον· τὸν δὲ καρπὸν ἔχει προσεμφερῆ τῷ στρύχνῳ καὶ τῷ μηλώθρῳ καὶ μάλιστα τῇ καλουμένῃ σταφυλῇ | ||
Hist Plant.3.18.12 | ἀγρίᾳ· κατακρέμαστοι δ’ οἱ βότρυες κιττοῦ τρό‐ πον· παρεγγίζει δ’ ὁ παραθριγκισμὸς πρὸς τὴν σταφυλήν· ἀπὸ γὰρ ἑνὸς σημείου οἱ μίσχοι οἱ ῥαγικοί. ὁ δὲ καρπὸς ἐρυθρός, ἔχων πυρῆνας τὸ | |
5 | μὲν ἐπὶ πᾶν δύο, ἐν τοῖς μείζοσι τρεῖς ἐν δὲ τοῖς μικροῖς ἕνα· σκληρὸς δ’ ὁ πυρὴν εὖ μάλα καὶ τῷ χρώματι μέλας ἔξωθεν. ἴδιον δὲ τὸ τῶν βοτρύων, ὅτι ἐκ πλαγίων τε τὸν καυλὸν παραθριγκίζουσιν, καὶ κατ’ ἄκρον ὁ μέγιστος βότρυς τοῦ καυλοῦ, | |
10 | ὥσπερ ἐπὶ τῆς ῥάμνου καὶ τοῦ βάτου. τοῦτο δὲ δῆλον ὡς καὶ ἀκρόκαρπον καὶ πλαγιόκαρπον. | |
Hist Plant.3.18.13 | [Τὸ δ’ εὐώνυμος καλούμενον δένδρον φύεται μὲν ἄλλοθί τε καὶ τῆς Λέσβου ἐν τῷ ὄρει τῷ Ὀρδύν‐ νῳ καλουμένῳ· ἔστι δὲ ἡλίκον ῥόα καὶ τὸ φύλλον ἔχει ῥοῶδες, μεῖζον δὲ ἢ χαμαιδάφνης, καὶ μαλα‐ | |
5 | κὸν δὲ ὥσπερ ἡ ῥόα. ἡ δὲ βλάστησις ἄρχεται μὲν αὐτῷ περὶ τὸν Ποσειδεῶνα· ἀνθεῖ δὲ τοῦ ἦρος· τὸ δὲ ἄνθος ὅμοιον τὴν χρόαν τῷ λευκῷ ἴῳ· ὄζει δὲ δεινὸν ὥσπερ φόνου. ὁ δὲ καρπὸς ἐμφερὴς τὴν μορφὴν μετὰ τοῦ κελύφους τῷ τοῦ | |
10 | σησάμου λοβῷ· ἔνδοθεν δὲ στερεὸν πλὴν διῃρη‐ | |
μένον κατὰ τὴν τετραστοιχίαν. τοῦτο ἐσθιό‐ μενον ὑπὸ τῶν προβάτων ἀποκτιννύει, καὶ τὸ φύλλον καὶ ὁ καρπός, καὶ μάλιστα τὰς αἶγας ἐὰν μὴ καθάρσεως τύχῃ. καθαίρεται δὲ ἀν‐ | ||
15 | όχῳ.] περὶ μὲν οὖν δένδρων καὶ θάμνων εἴρηται· ἐν δὲ τοῖς ἑξῆς περὶ τῶν λειπομένων | |
λεκτέον. | ||
Hist Plant.4t1 | Δ | |
Hist Plant.4.1.1 | Αἱ μὲν οὖν διαφοραὶ τῶν ὁμογενῶν τεθεώ‐ ρηνται πρότερον. ἅπαντα δ’ ἐν τοῖς οἰκείοις τόποις καλλίω γίνεται καὶ μᾶλλον εὐσθενεῖ· καὶ γὰρ τοῖς ἀγρίοις εἰσὶν ἑκάστοις οἰκεῖοι, καθάπερ | |
5 | τοῖς ἡμέροις· τὰ μὲν γὰρ φιλεῖ τοὺς ἐφύδρους καὶ ἑλώδεις, οἷον αἴγειρος λεύκη ἰτέα καὶ ὅλως τὰ παρὰ τοὺς ποταμοὺς φυόμενα, τὰ δὲ τοὺς εὐσκε‐ πεῖς καὶ εὐηλίους, τὰ δὲ μᾶλλον τοὺς παλισκίους. πεύκη μὲν γὰρ ἐν τοῖς προσείλοις καλλίστη καὶ | |
10 | μεγίστη, ἐν δὲ τοῖς παλισκίοις ὅλως οὐ φύεται· ἐλάτη δὲ ἀνάπαλιν ἐν τοῖς παλισκίοις καλλίστη τοῖς δ’ εὐείλοις οὐχ ὁμοίως. | |
Hist Plant.4.1.2 | Ἐν Ἀρκαδίᾳ γοῦν περὶ τὴν Κράνην καλου‐ μένην τόπος ἐστί τις κοῖλος καὶ ἄπνους, εἰς ὃν οὐδέποθ’ ὅλως ἥλιον ἐμβάλλειν φασίν· ἐν τούτῳ δὲ πολὺ διαφέρουσιν αἱ ἐλάται καὶ τῷ μήκει καὶ | |
5 | τῷ πάχει, οὐ μὴν ὁμοίως γε πυκναὶ οὐδ’ ὡραῖαι ἀλλ’ ἥκιστα, καθάπερ καὶ αἱ πεῦκαι αἱ ἐν τοῖς παλισκίοις· δι’ ὃ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων, οἷον θυρώματα καὶ εἴ τι ἄλλο σπουδαῖον, οὐ χρῶνται τούτοις ἀλλὰ πρὸς τὰς ναυπηγίας | |
10 | μᾶλλον καὶ τὰς οἰκοδομάς· καὶ γὰρ δοκοὶ κάλλι‐ σται καὶ τανεῖαι καὶ κέραιαι αἱ ἐκ τούτων, ἔτι δ’ ἱστοὶ τῷ μήκει διαφέροντες ἀλλ’ οὐχ ὁμοίως ἰσχυροί· καὶ ἐκ τῶν προσείλων ἅμα τῇ βραχύτητι πυκνότεροί τε ἐκείνων καὶ ἰσχυρότεροι γίνονται. | |
Hist Plant.4.1.3 | Χαίρει δὲ σφόδρα καὶ ἡ μίλος τοῖς παλισκίοις καὶ ἡ πάδος καὶ ἡ θραύπαλος. περὶ δὲ τὰς κορυφὰς τῶν ὀρέων καὶ τοὺς ψυχροὺς τόπους θυία μὲν φύεται καὶ εἰς ὕψος, ἐλάτη δὲ καὶ ἄρκευθος | |
5 | φύεται μὲν οὐκ εἰς ὕψος δέ, καθάπερ καὶ περὶ τὴν ἄκραν Κυλλήνην· φύεται δὲ καὶ ἡ κήλαστρος ἐπὶ τῶν ἄκρων καὶ χειμεριωτάτων. ταῦτα μὲν οὖν ἄν τις θείη φιλόψυχρα· τὰ δ’ ἄλλα πάντα ὡς εἰπεῖν [οὐ] μᾶλλον χαίρει τοῖς προσείλοις. | |
10 | οὐ μὴν ἀλλὰ καὶ τοῦτο συμβαίνει κατὰ τὴν χώραν τὴν οἰκείαν ἑκάστῳ τῶν δένδρων. ἐν Κρήτῃ γοῦν φασιν ἐν τοῖς Ἰδαίοις ὄρεσι καὶ ἐν τοῖς Λευκοῖς καλουμένοις ἐπὶ τῶν ἄκρων ὅθεν οὐδέποτ’ ἐπιλείπει χιὼν κυπάριττον εἶναι· πλείστη γὰρ | |
15 | αὕτη τῆς ὕλης καὶ ὅλως ἐν τῇ νήσῳ καὶ ἐν τοῖς ὄρεσιν. | |
Hist Plant.4.1.4 | Ἔστι δέ, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων τὰ μὲν ὀρεινὰ τὰ δὲ πεδεινὰ μᾶλλον. ἀναλογίᾳ δὲ καὶ ἐν αὐτοῖς τοῖς ὄρεσι τὰ μὲν ἐν τοῖς ὑποκάτω τὰ δὲ περὶ τὰς | |
5 | κορυφάς, ὥστε καὶ καλλίω γίνεται καὶ εὐσθενῆ πανταχοῦ δὲ καὶ πάσης τῆς ὕλης πρὸς βορρᾶν τὰ ξύλα πυκνότερα καὶ οὐλότερα καὶ ἁπλῶς καλλίω· καὶ ὅλως δὲ πλείω ἐν τοῖς προσβορείοις | |
φύεται. αὐξάνεται δὲ καὶ ἐπιδίδωσι τὰ πυκνὰ | ||
10 | μὲν ὄντα μᾶλλον εἰς μῆκος, δι’ ὃ καὶ ἄνοζα καὶ εὐθέα καὶ ὀρθοφυῆ γίνεται, καὶ κωπεῶνες ἐκ τούτων κάλλιστοι· 〈τὰ δὲ μανὰ〉 μᾶλλον εἰς βάθος καὶ πάχος, δι’ ὃ καὶ σκολιώτερα καὶ ὀζωδέστερα καὶ τὸ ὅλον στερεώτερα καὶ πυκνότερα | |
15 | φύεται. | |
Hist Plant.4.1.5 | Σχεδὸν δὲ τὰς αὐτὰς ἔχει διαφορὰς τούτοις καὶ ἐν τοῖς παλισκίοις καὶ ἐν τοῖς εὐείλοις καὶ ἐν τοῖς ἀπνόοις καὶ εὐπνόοις· ὀζωδέστερα γὰρ καὶ βραχύτερα καὶ ἧττον εὐθέα τὰ ἐν τοῖς εὐείλοις | |
5 | ἢ τοῖς προσηνέμοις. ὅτι δὲ ἕκαστον ζητεῖ καὶ χώραν οἰκείαν καὶ κρᾶσιν ἀέρος φανερὸν τῷ τὰ μὲν φέρειν ἐνίους τόπους τὰ δὲ μὴ φέρειν μήτε αὐτὰ γιγνόμενα μήτε φυτευόμενα ῥᾳδίως, ἐὰν δὲ καὶ ἀντιλάβηται μὴ καρποφορεῖν, ὥσπερ ἐπὶ τοῦ | |
10 | φοίνικος ἐλέχθη καὶ τῆς Αἰγυπτίας συκαμίνου καὶ ἄλλων· εἰσὶ γὰρ πλείω καὶ ἐν πλείοσι χώραις τὰ μὲν ὅλως οὐ φυόμενα τὰ δὲ φυόμενα μὲν ἀναυξῆ δὲ καὶ ἄκαρπα καὶ τὸ ὅλον φαῦλα. περὶ ὧν ἴσως λεκτέον ἐφ’ ὅσον ἔχομεν ἱστορίας. | |
Hist Plant.4.2.1 | Ἐν Αἰγύπτῳ γάρ ἐστιν ἴδια δένδρα πλείω, ἥ τε συκάμινος καὶ ἡ περσέα καλουμένη καὶ ἡ βάλανος καὶ ἡ ἄκανθα καὶ ἕτερ’ ἄττα. Ἔστι δὲ ἡ μὲν συκάμινος παραπλησία πως τῇ | |
5 | ἐνταῦθα συκαμίνῳ· καὶ γὰρ τὸ φύλλον παρόμοιον ἔχει καὶ τὸ μέγεθος καὶ τὴν ὅλην πρόσοψιν, τὸν δὲ καρπὸν ἰδίως φέρει παρὰ τὰ ἄλλα, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐξ ἀρχῆς· οὐ γὰρ ἀπὸ τῶν βλαστῶν οὐδ’ ἀπὸ τῶν ἀκρεμόνων ἀλλ’ ἐκ τοῦ | |
10 | στελέχους, μέγεθος μὲν ἡλίκον σῦκον καὶ τῇ ὄψει δὲ παραπλήσιον, τῷ χυλῷ δὲ καὶ τῇ γλυκύτητι τοῖς ὀλύνθοις, πλὴν γλυκύτερον πολὺ καὶ κεγ‐ χραμίδας ὅλως οὐκ ἔχοντα, πλήθει δὲ πολύν. καὶ πέττειν οὐ δύναται μὴ ἐπικνισθέντα· ἀλλ’ | |
15 | ἔχοντες ὄνυχας σιδηροῦς ἐπικνίζουσιν· ἃ δ’ ἂν ἐπικνισθῇ τεταρταῖα πέττεται· τούτων δ’ ἀφαι‐ ρεθέντων πάλιν ἄλλα φύεται καὶ ἄλλα καὶ ἐκ τοῦ αὐτοῦ τόπου μηδὲν παραλλάττοντα· καὶ τοῦθ’ οἱ μὲν τρὶς οἱ δὲ πλεονάκις φασὶ γίνεσθαι. | |
Hist Plant.4.2.2 | πολύοπον δὲ τὸ δένδρον σφόδρα ἐστὶ καὶ τὸ ξύλον αὐτοῦ εἰς πολλὰ χρήσιμον. ἴδιον δὲ ἔχειν δοκεῖ παρὰ τἆλλα· τμηθὲν γὰρ εὐθὺς χλωρόν ἐστι· αὐαίνεται δὲ ἐμβύθιον· εἰς βόθρον δὲ ἐμβάλλουσι | |
5 | καὶ εἰς τὰς λίμνας εὐθὺς καὶ ταριχεύουσι· βρεχόμενον δ’ ἐν τῷ βυθῷ ξηραίνεται· καὶ ὅταν τελέως ξηρὸν γένηται, τότε ἀναφέρεται καὶ ἐπινεῖ καὶ δοκεῖ τότε καλῶς τεταριχεῦσθαι· γίνεται γὰρ κοῦφον καὶ μανόν. ἡ μὲν οὖν συκάμινος ἔχει | |
10 | ταύτας τὰς ἰδιότητας. | |
Hist Plant.4.2.3 | Ἔοικε δέ τις παραπλησία ἡ φύσις εἶναι καὶ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς· καὶ γὰρ ἐκείνη φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ ἐκ τῶν παχυτάτων ἀκρεμόνων, πλὴν ὅτι | |
5 | βλαστόν τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ | |
ῥιζίον, πρὸς ᾧ γε ὁ καρπός. τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις· οὐδένα δὲ πεπαίνει μὴ ἐπιτμη‐ | ||
10 | θέντος τοῦ ἐρινοῦ καὶ ἐκρυέντος τοῦ ὀποῦ. ἡ δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ τὰ ἔσωθεν τοῖς ἐρινοῖς· μέγεθος ἡλίκον κοκκύμηλον. | |
Hist Plant.4.2.4 | (Ταύτῃ δὲ παραπλησία καὶ ἣν οἱ Ἴωνες κερω‐ νίαν καλοῦσιν· ἐκ τοῦ στελέχους γὰρ καὶ αὕτη φέρει τὸν πλεῖστον καρπόν, ἀπὸ δὲ τῶν ἀκρεμόνων, ὥσπερ εἴπομεν, ὀλίγον. ὁ δὲ καρπὸς ἔλλοβος, ὃν | |
5 | καλοῦσί τινες Αἰγύπτιον σῦκον διημαρτηκότες· οὐ γίνεται γὰρ ὅλως περὶ Αἴγυπτον ἀλλ’ ἐν Συρίᾳ καὶ ἐν Ἰωνίᾳ δὲ καὶ περὶ Κνίδον καὶ Ῥόδον. ἀείφυλλον δὲ καὶ ἄνθος ἔκλευκον ἔχον καί τι βαρύτητος, μὴ μετεωρίζον δὲ σφόδρα καὶ ὅλως | |
10 | ἐκ τῶν κάτω παραβλαστητικὸν ἄνωθεν δὲ ὑποξηραινόμενον. ἔχει δὲ ἅμα καὶ τὸν ἔνον καὶ τὸν νέον καρπόν· ἀφαιρουμένου γὰρ θατέρου μετὰ Κύνα καὶ ὁ ἕτερος εὐθὺς φανερὸς κυούμενος· κύεται γὰρ ὥσπερ βότρυς ὁμοσχήμων· εἶτ’ αὐξη‐ | |
15 | θεὶς ἀνθεῖ περὶ Ἀρκτοῦρον καὶ ἰσημερίαν· ἀπὸ τούτου δὴ διαμένει τὸν χειμῶνα μέχρι Κυνός. ἡ μὲν οὖν ὁμοιότης ὅτι στελεχόκαρπα καὶ ταῦτα· διαφοραὶ δὲ αἱ εἰρημέναι πρὸς τὴν συκάμινον.) | |
Hist Plant.4.2.5 | Ἐν Αἰγύπτῳ δ’ ἐστὶν ἕτερον ἡ περσέα καλού‐ μενον, τῇ μὲν προσόψει μέγα καὶ καλόν, παρα‐ πλήσιον δὲ μάλιστα τῇ ἀπίῳ καὶ φύλλοις καὶ | |
ἄνθεσι καὶ ἀκρεμόσι καὶ τῷ ὅλῳ σχήματι· πλὴν | ||
5 | τὸ μὲν ἀείφυλλον τὸ δὲ φυλλοβόλον. καρπὸν δὲ φέρει πολὺν καὶ πᾶσαν ὥραν· περικαταλαμβάνει γὰρ ὁ νέος ἀεὶ τὸν ἔνον· πέττει δὲ ὑπὸ τοὺς ἐτησίας· τὸν δ’ ἄλλον ὠμότερον ἀφαιροῦσι καὶ ἀποτιθέασιν. ἔστι δὲ τὸ μέγεθος ἡλίκον ἄπιος, | |
10 | τῷ σχήματι δὲ πρόμακρος ἀμυγδαλώδης, χρῶμα δὲ αὐτοῦ ποιῶδες. ἔχει δὲ ἐντὸς κάρυον, ὥσπερ τὸ κοκκύμηλον, πλὴν ἔλαττον πολὺ καὶ μαλακώ‐ τερον· τὴν δὲ σάρκα γλυκεῖαν σφόδρα καὶ ἡδεῖαν καὶ εὔπεπτον· οὐδὲν γὰρ ἐνοχλεῖ πολὺ προσ‐ | |
15 | ενεγκαμένων. εὔριζον δὲ τὸ δένδρον καὶ μήκει καὶ πάχει καὶ πλήθει πολύ· ἔχει δὲ καὶ ξύλον ἰσχυρὸν καὶ καλὸν τῇ ὄψει μέλαν, ὥσπερ ὁ λωτός, ἐξ οὗ καὶ τὰ ἀγάλματα καὶ τὰ κλινία καὶ τραπέζια καὶ τἆλλα τὰ τοιαῦτα ποιοῦσιν. | |
Hist Plant.4.2.6 | Ἡ δὲ βάλανος ἔχει μὲν τὴν προσηγορίαν ἀπὸ τοῦ καρποῦ· φύλλον δ’ αὐτῇ παραπλήσιον τῷ τῆς μυρρίνης πλὴν προμηκέστερον. ἔστι δὲ τὸ δένδρον εὐπαχὲς μὲν καὶ εὐμέγεθες, οὐκ εὐφυὲς | |
5 | δὲ ἀλλὰ παρεστραμμένον. τοῦ καρποῦ δὲ τοῖς κελύφεσι χρῶνται οἱ μυρεψοὶ κόπτοντες· εὐῶδες γὰρ ἔχει τὸν δὲ καρπὸν αὐτὸν ἀχρεῖον. ἔστι δὲ καὶ τῷ μεγέθει καὶ τῇ ὄψει παραπλήσιος τῷ τῆς καππάριος· ξύλον δὲ ἰσχυρὸν καὶ εἰς ἄλλα τε | |
10 | χρήσιμον καὶ εἰς τὰς ναυπηγίας. | |
Hist Plant.4.2.7 | Τὸ δὲ καλούμενον κουκιόφορόν ἐστιν ὅμοιον τῷ φοίνικι· τὴν δὲ ὁμοιότητα κατὰ τὸ στέλεχος ἔχει καὶ τὰ φύλλα· διαφέρει δὲ ὅτι ὁ μὲν φοῖνιξ μονοφυὲς καὶ ἁπλοῦν ἐστι, τοῦτο δὲ προσαυξηθὲν | |
5 | σχίζεται καὶ γίνεται δίκρουν, εἶτα πάλιν ἑκάτερον τούτων ὁμοίως· ἔτι δὲ τὰς ῥάβδους βραχείας ἔχει σφόδρα καὶ οὐ πολλάς. χρῶνται δὲ τῷ φύλλῳ, καθάπερ τῷ φοίνικι, πρὸς τὰ πλέγματα. καρπὸν δὲ ἴδιον ἔχει πολὺ διαφέροντα καὶ μεγέθει καὶ | |
10 | σχήματι καὶ χυλῷ· μέγεθος μὲν γὰρ ἔχει σχεδὸν χειροπληθές· στρογγύλον δὲ καὶ οὐ προμήκη· χρῶμα ἐπίξανθον· χυλὸν δὲ γλυκὺν καὶ εὔστομον· οὐκ ἀθρόον δέ, ὥσπερ ὁ φοῖνιξ, ἀλλὰ κεχωρισμένον καθ’ ἕνα· πυρῆνα δὲ μέγαν καὶ σφόδρα σκληρόν, | |
15 | ἐξ οὗ τοὺς κρίκους τορνεύουσι τοὺς εἰς τοὺς στρωματεῖς τοὺς διαποικίλους· διαφέρει δὲ πολὺ τὸ ξύλον τοῦ φοίνικος· τὸ μὲν γὰρ μανὸν καὶ ἰνῶδες καὶ χαῦνον, τὸ δὲ πυκνὸν καὶ βαρὺ καὶ σαρκῶδες καὶ διατμηθὲν οὖλον σφόδρα καὶ | |
20 | σκληρόν ἐστιν. καὶ οἵ γε δὴ Πέρσαι πάνυ ἐτίμων αὐτὸ καὶ ἐκ τούτου τῶν κλινῶν ἐποιοῦντο τοὺς πόδας. | |
Hist Plant.4.2.8 | Ἡ δὲ ἄκανθα καλεῖται μὲν διὰ τὸ ἀκανθῶδες ὅλον τὸ δένδρον εἶναι πλὴν τοῦ στελέχους· καὶ γὰρ ἐπὶ τῶν ἀκρεμόνων καὶ ἐπὶ τῶν βλαστῶν καὶ ἐπὶ τῶν φύλλων ἔχει. μεγέθει δὲ μέγα, καὶ | |
5 | γὰρ δωδεκάπηχυς ἐξ αὐτῆς ἐρέψιμος ὕλη τέμνεται. διττὸν δὲ τὸ γένος αὐτῆς, ἡ μὲν γάρ ἐστι λευκὴ ἡ δὲ μέλαινα· καὶ ἡ μὲν λευκὴ ἀσθενής τε καὶ εὔσηπτος· ἡ δὲ μέλαινα ἰσχυροτέρα τε καὶ ἄσηπτος, δι’ ὃ καὶ ἐν ταῖς ναυπηγίαις χρῶνται | |
10 | πρὸς τὰ ἐγκοίλια αὐτῇ. τὸ δένδρον δὲ οὐκ ἄγαν ὀρθοφυές. ὁ δὲ καρπὸς ἔλλοβος, καθάπερ τῶν χεδροπῶν, ᾧ χρῶνται οἱ ἐγχώριοι πρὸς τὰ δέρματα ἀντὶ κηκίδος. τὸ δ’ ἄνθος καὶ τῇ ὄψει καλόν, | |
ὥστε καὶ στεφάνους ποιεῖν ἐξ αὐτοῦ, καὶ φαρμα‐ | ||
15 | κῶδες, δι’ ὃ καὶ συλλέγουσιν οἱ ἰατροί. γίνεται δὲ ἐκ ταύτης καὶ τὸ κόμμι· καὶ ῥέει καὶ πλη‐ γείσης καὶ αὐτόματον ἄνευ σχάσεως. ὅταν δὲ κοπῇ, μετὰ τρίτον ἔτος εὐθὺς ἀναβεβλάστηκε· πολὺ δὲ τὸ δένδρον ἐστί, καὶ δρυμὸς μέγας περὶ | |
20 | τὸν Θηβαϊκὸν νόμον, οὗπερ καὶ ἡ δρῦς καὶ ἡ περσέα πλείστη καὶ ἡ ἐλάα. | |
Hist Plant.4.2.9 | Καὶ γὰρ ἡ ἐλάα περὶ τοῦτον τὸν τόπον ἐστί, τῷ ποταμῷ μὲν οὐκ ἀρδευομένη, πλείω γὰρ ἢ τριακόσια στάδια ἀπέχει, ναματιαίοις δ’ ὕδασιν· εἰσὶ γὰρ κρῆναι πολλαί. τὸ δ’ ἔλαιον οὐδὲν | |
5 | χεῖρον τοῦ ἐνθάδε, πλὴν κακωδέστερον διὰ τὸ σπανίοις τοῖς ἁλσὶ χρῆσθαι· φύσει δὲ τὸ ξύλον τοῦ δένδρου καὶ σκληρὸν καὶ παραπλήσιον τεμνόμενον τὴν χρόαν τῷ λωτίνῳ. | |
Hist Plant.4.2.10 | Ἄλλο δέ τι δένδρον ἡ κοκκυμηλέα, μέγα μὲν τῷ μεγέθει καὶ τὴν φύσιν τοῦ καρποῦ ὅμοιον τοῖς μεσπίλοις, καὶ τὸ μέγεθος παραπλήσιον πλὴν ἔχοντα πυρῆνα στρογγύλον· ἄρχεται δὲ ἀνθεῖν | |
5 | μηνὸς Πυανεψιῶνος, τὸν δὲ καρπὸν πεπαίνει περὶ ἡλίου τροπὰς χειμερινάς· ἀείφυλλον δ’ ἐστίν. οἱ δὲ περὶ τὴν Θηβαΐδα κατοικοῦντες διὰ τὴν ἀφθονίαν τοῦ δένδρου ξηραίνουσι τὸν καρπὸν καὶ τὸν πυρῆνα ἐξαιροῦντες κόπτουσι καὶ ποιοῦσι | |
10 | παλάθας. | |
Hist Plant.4.2.11 | Ὕλημα δὲ ἴδιόν τι φύεται περὶ Μέμφιν, οὐ | |
κατὰ φύλλα καὶ βλαστοὺς καὶ τὴν ὅλην μορφὴν ἔχον τὸ ἴδιον ἀλλ’ εἰς τὸ συμβαῖνον περὶ αὐτὸ πάθος· ἡ μὲν γὰρ πρόσοψις ἀκανθώδης ἐστὶν | ||
5 | αὐτοῦ, καὶ τὸ φύλλον παρόμοιον ταῖς πτερ‐ ίσιν· ὅταν δέ τις ἅψηται τῶν κλωνίων, ὥσπερ ἀφαυαινόμενα τὰ φύλλα συμπίπτειν φασὶν εἶτα μετά τινα χρόνον ἀναβιώσκεσθαι πάλιν καὶ θάλλειν. καὶ τὰ μὲν ἴδια τῆς χώρας, ὅσα γ’ | |
10 | ἂν δένδρα τις ἢ θάμνους εἴποι, τά γ’ ἐπιφανέ‐ στατα ταῦτ’ ἐστί. περὶ γὰρ τῶν ἐν τῷ ποταμῷ καὶ τοῖς ἕλεσιν ὕστερον ἐροῦμεν, ὅταν καὶ περὶ τῶν ἄλλων ἐνύδρων. | |
Hist Plant.4.2.12 | [Ἅπαντα δὲ ἐν τῇ χώρᾳ τὰ δένδρα τὰ τοιαῦτα μεγάλα καὶ τοῖς μήκεσι καὶ τοῖς πάχεσιν· ἐν γοῦν Μέμφιδι τηλικοῦτο δένδρον εἶναι λέγεται τὸ πάχος, ὃ τρεῖς ἄνδρες οὐ δύνανται περιλαμβά‐ | |
5 | νειν. ἔστι δὲ καὶ τμηθὲν τὸ ξύλον καλόν· πυκνόν τε γὰρ σφόδρα καὶ τῷ χρώματι λωτοειδές.] | |
Hist Plant.4.3.1 | Ἐν Λιβύῃ δὲ ὁ λωτὸς πλεῖστος καὶ κάλ‐ λιστος καὶ ὁ παλίουρος καὶ ἔν τισι μέρεσι τῇ τε Νασαμωνικῇ καὶ παρ’ Ἄμμωνι καὶ ἄλλοις ὁ φοῖνιξ· ἐν δὲ τῇ Κυρηναίᾳ κυπάρισσος καὶ ἐλάαι | |
5 | τε κάλλισται καὶ ἔλαιον πλεῖστον. ἰδιώτατον δὲ πάντων τὸ σίλφιον· ἔτι κρόκον πολὺν ἡ χώρα φέρει καὶ εὔοσμον. ἔστι δὲ τοῦ λωτοῦ τὸ μὲν ὅλον δένδρον ἴδιον εὐμέγεθες ἡλίκον ἄπιος ἢ μικρὸν ἔλαττον· φύλλον δὲ ἐντομὰς ἔχον καὶ | |
10 | πρινῶδες· τὸ μὲν ξύλον μέλαν· γένη δὲ αὐτοῦ | |
πλείω διαφορὰς ἔχοντα τοῖς καρποῖς· ὁ δὲ καρπὸς ἡλίκος κύαμος, πεπαίνεται δέ, ὥσπερ οἱ βότρυες, μεταβάλλων τὰς χροιάς· φύεται δέ, καθάπερ τὰ μύρτα, παρ’ ἄλληλα πυκνὸς ἐπὶ τῶν βλαστῶν· | ||
15 | ἐσθιόμενος δ’ ὁ ἐν τοῖς Λωτοφάγοις καλουμένοις γλυκὺς καὶ ἡδὺς καὶ ἀσινὴς καὶ ἔτι πρὸς τὴν κοιλίαν ἀγαθός· ἡδίων δ’ ὁ ἀπύρηνος, ἔστι γὰρ καὶ τοιοῦτόν τι γένος· ποιοῦσι δὲ καὶ οἶνον ἐξ αὐτοῦ. | |
Hist Plant.4.3.2 | Πολὺ δὲ τὸ δένδρον καὶ πολύκαρπον· τό γ’ οὖν Ὀφέλλου στρατόπεδον, ἡνίκα ἐβάδιζεν εἰς Καρχηδόνα, καὶ τούτῳ φασὶ τραφῆναι πλείους ἡμέρας ἐπιλιπόντων τῶν ἐπιτηδείων. ἔστι μὲν | |
5 | οὖν καὶ ἐν τῇ νήσῳ τῇ Λωτοφαγιτίδι καλουμένῃ πολύς· αὕτη δ’ ἐπίκειται καὶ ἀπέχει μικρόν· οὐ μὴν οὐθέν γε μέρος ἀλλὰ πολλῷ πλεῖον ἐν τῇ ἠπείρῳ· πλεῖστον γὰρ ὅλως ἐν τῇ Λιβύῃ, καθάπερ εἴρηται, τοῦτο καὶ ὁ παλίουρός ἐστιν· ἐν γὰρ | |
10 | Εὐεσπερίσι τούτοις καυσίμοις χρῶνται. διαφέρει δὲ οὗτος ὁ λωτὸς τοῦ παρὰ τοῖς Λωτοφάγοις. | |
Hist Plant.4.3.3 | Ὁ δὲ παλίουρος θαμνωδέστερος τοῦ λωτοῦ· φύλλον δὲ παρόμοιον ἔχει τῷ ἐνταῦθα, τὸν δὲ καρπὸν διάφορον· οὐ γὰρ πλατὺν ἀλλὰ στρογγύ‐ λον καὶ ἐρυθρόν, μέγεθος δὲ ἡλίκον τῆς κέδρου ἢ | |
5 | μικρῷ μεῖζον· πυρῆνα δὲ ἔχει οὐ συνεσθιόμενον καθάπερ ταῖς ῥοαῖς· ἡδὺν δὲ τὸν καρπόν· καὶ ἐάν τις οἶνον ἐπιχέῃ καὶ αὐτὸν ἡδίω γίνεσθαί φασι | |
καὶ τὸν οἶνον ἡδίω ποιεῖν. | ||
Hist Plant.4.3.4 | Ἔνιοι δὲ τὸ τοῦ λωτοῦ δένδρον θαμνῶδες εἶναι καὶ πολύκλαδον, τῷ στελέχει δὲ εὐπαχές· τὸν δὲ καρπὸν μέγα τὸ κάρυον ἔχειν· τὸ δ’ ἐκτὸς οὐ σαρκῶδες ἀλλὰ δερματωδέστερον· ἐσθιόμενον δὲ | |
5 | οὐχ οὕτω γλυκὺν ὡς εὔστομον· καὶ τὸν οἶνον ὃν ἐξ αὐτοῦ ποιοῦσιν οὐ διαμένειν ἀλλ’ ἢ δύο ἢ τρεῖς ἡμέρας εἶτ’ ὀξύνειν. ἡδίω μὲν οὖν τὸν καρπὸν τὸν ἐν τοῖς Λωτοφάγοις, ξύλον δὲ κάλλιον τὸ ἐν Κυρηναίᾳ· θερμοτέραν δὲ εἶναι | |
10 | τὴν χώραν τὴν τῶν Λωτοφάγων· τοῦ ξύλου δὲ τὴν ῥίζαν εἶναι μελαντέραν μὲν πολὺ πυκνὴν δὲ ἧττον καὶ εἰς ἐλάττω χρησίμην· εἰς γὰρ τὰ ἐγχειρίδια καὶ τὰ ἐπικολλήματα χρῆσθαι, τῷ ξύλῳ δὲ εἴς τε τοὺς αὐλοὺς καὶ εἰς ἄλλα πλείω. | |
Hist Plant.4.3.5 | Ἐν δὲ τῇ μὴ ὑομένῃ τῆς Λιβύης ἄλλα τε πλείω φύεσθαι καὶ φοίνικας μεγάλους καὶ καλούς· οὐ μὴν ἀλλ’ ὅπου μὲν φοῖνιξ ἁλμυρίδα τε εἶναι καὶ ἔφυδρον τὸν τόπον, οὐκ ἐν πολλῷ δὲ βάθει ἀλλὰ | |
5 | μάλιστα ἐπ’ ὀργυίαις τρισίν. τὸ δ’ ὕδωρ ἔνθα μὲν γλυκὺ σφόδρα ἔνθα δὲ ἁλυκὸν πλησίον ὄντων ἀλλήλοις· ὅπου δὲ τὰ ἄλλα φύεται ξηρὸν καὶ ἄνυδρον· ἐνιαχοῦ δὲ καὶ τὰ φρέατα εἶναι ἑκατὸν ὀργυιῶν, ὥστε ὑποζυγίοις ἀπὸ τροχηλιᾶς ἀνιμᾷν· | |
10 | δι’ ὃ καὶ θαυμαστὸν πῶς ποτε ὠρύχθη τηλικαῦτα βάθη· τὸ δ’ οὖν τῶν ὑδάτων τῶν ὑπὸ τοὺς φοίνικας καὶ ἐν Ἄμμωνος εἶναι διαφορὰν ἔχον τὴν εἰρημένην. φύεσθαι δὲ ἐν τῇ μὴ ὑομένῃ τὸ | |
θύμον πολὺ καὶ ἄλλα ἴδιά τε καὶ πλείω γίνεσθαι | ||
15 | ἐνταῦθα, καὶ πτῶκα καὶ δορκάδα καὶ στρουθὸν | |
Hist Plant.4.3.6 | καὶ ἕτερα τῶν θηρίων. ἀλλὰ ταῦτα μὲν ἄδηλον εἰ ἐκτοπίζει που πιόμενα· (διὰ γὰρ τὸ τάχος δύναται μακράν τε καὶ ταχὺ παραγενέσθαι), ἄλλως τε κεἰ δι’ ἡμερῶν τινων πίνουσι, καθάπερ | |
5 | καὶ τὰ ἥμερα παρὰ τρίτην ἢ τετάρτην ποτίζεται ταῦτα· τὸ δὲ τῶν ἄλλων ζώων, οἷον ὄφεων σαυρῶν καὶ τῶν τοιούτων, φανερὸν ὅτι ἄποτα. τοὺς δὲ Λίβυας λέγειν ὅτι τὸν ὄνον ἐσθίει ταῦτα ὃς καὶ παρ’ ἡμῖν γίνεται, πολύπουν τε καὶ μέλαν | |
10 | συσπειρώμενον εἰς ἑαυτό· τοῦτον δὲ πολύν τε γίνεσθαι σφόδρα καὶ ὑγρὸν τὴν φύσιν εἶναι. | |
Hist Plant.4.3.7 | Δρόσον δὲ ἀεὶ πίπτειν ἐν τῇ μὴ ὑομένῃ πολλήν, ὥστε δῆλον ὅτι τὸν μὲν φοίνικα καὶ εἴ τι ἄλλο φύεται ἐν ἀνύδροις τό τε ἐκ τῆς γῆς ἀνιὸν ἐκτρέφει καὶ πρὸς τούτῳ ἡ δρόσος. ἱκανὴ γὰρ ὡς κατὰ | |
5 | μεγέθη καὶ τὴν φύσιν αὐτῶν ξηρὰν οὖσαν καὶ ἐκ τοιούτων συνεστηκυῖαν. καὶ δένδρα μὲν ταῦτα πλεῖστα καὶ ἰδιώτατα. περὶ δὲ τοῦ σιλφίου λεκτέον ὕστερον ποῖόν τι τὴν φύσιν. | |
Hist Plant.4.4.1 | Ἐν δὲ τῇ Ἀσίᾳ παρ’ ἑκάστοις ἴδι’ ἄττα | |
τυγχάνει· τὰ μὲν γὰρ φέρουσιν αἱ χῶραι τὰ δ’ οὐ φύουσιν· οἷον κιττὸν καὶ ἐλάαν οὔ φασιν εἶναι τῆς Ἀσίας ἐν τοῖς ἄνω τῆς Συρίας ἀπὸ θαλάττης | ||
5 | πένθ’ ἡμερῶν· ἀλλ’ ἐν Ἰνδοῖς φανῆναι κιττὸν ἐν τῷ ὄρει τῷ Μηρῷ καλουμένῳ, ὅθεν δὴ καὶ τὸν Διόνυσον εἶναι μυθολογοῦσι. δι’ ὃ καὶ Ἀλέξαν‐ δρος ἀπ’ ἐξοδίας λέγεται ἀπιὼν ἐστεφανωμένος κιττῷ εἶναι καὶ αὐτὸς καὶ ἡ στρατιά· τῶν δὲ | |
10 | ἄλλων ἐν Μηδίᾳ μόνον· περικλείειν γὰρ αὕτη δοκεῖ καὶ συνάπτειν πως τῷ Πόντῳ. καίτοι γε διεφιλοτιμήθη Ἅρπαλος ἐν τοῖς παραδείσοις τοῖς περὶ Βαβυλῶνα φυτεύων πολλάκις καὶ πραγ‐ ματευόμενος, ἀλλ’ οὐδὲν ἐποίει πλέον· οὐ γὰρ | |
15 | ἐδύνατο ζῆν ὥσπερ τἆλλα τὰ ἐκ τῆς Ἑλλάδος. τοῦτο μὲν οὖν οὐ δέχεται ἡ χώρα διὰ τὴν τοῦ ἀέρος κρᾶσιν· ἀναγκαίως δὲ δέχεται καὶ πύξον καὶ φίλυραν· καὶ γὰρ περὶ ταῦτα πονοῦσιν οἱ ἐν τοῖς παραδείσοις. ἕτερα δὲ ἴδια φέρει καὶ δένδρα | |
Hist Plant.4.4.2 | καὶ ὑλήματα· καὶ ἔοικεν ὅλως ὁ τόπος ὁ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν ὥσπερ καὶ ζῶα καὶ φυτὰ φέρειν ἴδια παρὰ τοὺς ἄλλους· οἷον ἥ τε Μηδία χώρα καὶ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ | |
5 | τὸ μῆλον τὸ Μηδικὸν ἢ τὸ Περσικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς ἀνδράχλης, ἀκάνθας δὲ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα | |
καὶ ἰσχυράς· τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, | ||
10 | εὔοσμον δὲ πάνυ καὶ τὸ φύλλον τοῦ δένδρου· κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον ἄκοπα διατηρεῖ. χρή‐ σιμον δ’ ἐπειδὰν τύχῃ 〈τισ〉 πεπωκὼς φάρμακον 〈θανάσιμον· δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον·〉 καὶ πρὸς στό‐ | |
15 | ματος εὐωδίαν· ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ, ἢ ἐν ἄλλῳ τινὶ τὸ ἔσωθεν τοῦ μήλου ἐκπιέσῃ εἰς τὸ στόμα καὶ καταροφήσῃ, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. | |
Hist Plant.4.4.3 | σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς, εἶτα ἀρδεύεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας· ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μα‐ | |
5 | λακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν· φιλεῖ γὰρ τὰ τοιαῦτα. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν· τὰ μὲν γὰρ ἀφῄρηται τὰ δὲ ἀνθεῖ τὰ δὲ ἐκπέττει. τῶν δὲ ἀνθῶν ὅσα, ὥσπερ εἴπομεν, ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τιν’ ἐξέχουσαν, ταῦτά ἐστι | |
10 | γόνιμα, ὅσα δὲ μὴ ἄγονα. σπείρεται δὲ καὶ εἰς ὄστρακα διατετρημένα, καθάπερ καὶ οἱ φοίνικες. τοῦτο μὲν οὖν, ὥσπερ εἴρηται, περὶ τὴν Περσίδα καὶ τὴν Μηδίαν ἐστίν. | |
Hist Plant.4.4.4 | Ἡ δὲ Ἰνδικὴ χώρα τήν τε καλουμένην ἔχει συκῆν, ἣ καθίησιν ἐκ τῶν κλάδων τὰς ῥίζας ἀν’ ἕκαστον ἔτος, ὥσπερ εἴρηται πρότερον· ἀφίησι δὲ οὐκ ἐκ τῶν νέων ἀλλ’ ἐκ τῶν ἔνων καὶ ἔτι | |
5 | παλαιοτέρων· αὗται δὲ συνάπτουσαι τῇ γῇ ποιοῦσιν ὥσπερ δρύφακτον κύκλῳ περὶ τὸ δέν‐ | |
δρον, ὥστε γίνεσθαι καθάπερ σκηνήν, οὗ δὴ καὶ εἰώθασι διατρίβειν. εἰσὶ δὲ αἱ ῥίζαι φυόμεναι διάδηλοι πρὸς τοὺς βλαστούς· λευκότεραι γὰρ | ||
10 | καὶ δασεῖαι καὶ σκολιαὶ καὶ ἄφυλλοι. ἔχει δὲ καὶ τὴν ἄνω κόμην πολλήν, καὶ τὸ ὅλον δένδρον εὔκυκλον καὶ τῷ μεγέθει μέγα σφόδρα· καὶ γὰρ ἐπὶ δύο στάδια ποιεῖν φασι τὴν σκιάν· καὶ τὸ πάχος τοῦ στελέχους ἔνια πλειόνων ἢ ἑξήκοντα | |
15 | βημάτων, τὰ δὲ πολλὰ τετταράκοντα. τὸ δέ γε φύλλον οὐκ ἔλαττον ἔχει πέλτης, καρπὸν δὲ σφόδρα μικρὸν ἡλίκον ἐρέβινθον ὅμοιον δὲ σύκῳ· δι’ ὃ καὶ ἐκάλουν αὐτὸ οἱ Ἕλληνες συκῆν· ὀλίγον δὲ θαυμαστῶς τὸν καρπὸν οὐχ ὅτι κατὰ τὸ τοῦ | |
20 | δένδρου μέγεθος ἀλλὰ καὶ τὸ ὅλον. φύεται δὲ καὶ τὸ δένδρον περὶ τὸν Ἀκεσίνην ποταμόν. | |
Hist Plant.4.4.5 | Ἔστι δὲ καὶ ἕτερον δένδρον καὶ τῷ μεγέθει μέγα καὶ ἡδύκαρπον θαυμαστῶς καὶ μεγαλό‐ καρπον· καὶ χρῶνται τροφῇ τῶν Ἰνδῶν οἱ σοφοὶ καὶ μὴ ἀμπεχόμενοι. | |
5 | Ἕτερον δὲ οὗ τὸ φύλλον τὴν μὲν μορφὴν πρόμηκες τοῖς τῶν στρουθῶν πτεροῖς ὅμοιον, ἃ παρατίθενται παρὰ τὰ κράνη, μῆκος δὲ ὡς διπηχυαῖον. Ἄλλο τέ ἐστιν οὗ ὁ καρπὸς μακρὸς καὶ οὐκ | |
10 | εὐθὺς ἀλλὰ σκολιὸς ἐσθιόμενος δὲ γλυκύς. οὗτος ἐν τῇ κοιλίᾳ δηγμὸν ἐμποιεῖ καὶ δυσεντερίαν, δι’ ὃ Ἀλέξανδρος ἀπεκήρυξε μὴ ἐσθίειν. ἔστι δὲ | |
καὶ ἕτερον οὗ ὁ καρπὸς ὅμοιος τοῖς κρανέοις. Καὶ ἕτερα δὲ πλείω καὶ διαφέροντα τῶν ἐν | ||
15 | τοῖς Ἕλλησιν ἀλλ’ ἀνώνυμα. θαυμαστὸν δ’ οὐδὲν τῆς ἰδιότητος· σχεδὸν γάρ, ὥς γε δή τινές φασιν, οὐθὲν ὅλως τῶν δένδρων οὐδὲ τῶν ὑλη‐ μάτων οὐδὲ τῶν ποιωδῶν ὅμοιόν ἐστι τοῖς ἐν τῇ Ἑλλάδι πλὴν ὀλίγων. | |
Hist Plant.4.4.6 | Ἴδιον δὲ καὶ ἡ ἐβένη τῆς χώρας ταύτης· ταύτης δὲ δύο γένη, τὸ μὲν εὔξυλον καὶ καλὸν τὸ δὲ φαῦλον. σπάνιον δὲ τὸ καλὸν θάτερον δὲ πολύ. τὴν δὲ χρόαν οὐ θησαυριζομένη λαμβάνει τὴν | |
5 | εὔχρουν ἀλλ’ εὐθὺς τῇ φύσει. ἔστι δὲ τὸ δένδρον θαμνῶδες, ὥσπερ ὁ κύτισος. | |
Hist Plant.4.4.7 | Φασὶ δ’ εἶναι καὶ τέρμινθον, οἱ δ’ ὅμοιον τερμίνθῳ, ὃ τὸ μὲν φύλλον καὶ τοὺς κλῶνας καὶ τἆλλα πάντα ὅμοια ἔχει τῇ τερμίνθῳ τὸν δὲ καρπὸν διάφορον· ὅμοιον γὰρ ταῖς ἀμυγδαλαῖς. | |
5 | εἶναι γὰρ καὶ ἐν Βάκτροις τὴν τέρμινθον ταύτην καὶ κάρυα φέρειν ἡλίκα ἀμύγδαλα διὰ τὸ μὴ μεγάλα· καὶ τῇ ὄψει δὲ παρόμοια, πλὴν τὸ κέλυφος οὐ τραχύ, τῇ δ’ εὐστομίᾳ καὶ ἡδονῇ κρείττω τῶν ἀμυγδάλων. δι’ ὃ καὶ χρῆσθαι τοὺς | |
10 | ἐκεῖ μᾶλλον. | |
Hist Plant.4.4.8 | Ἐξ ὧν δὲ τὰ ἱμάτια ποιοῦσι τὸ μὲν φύλλον ὅμοιον ἔχει τῇ συκαμίνῳ, τὸ δὲ ὅλον φυτὸν τοῖς κυνορόδοις ὅμοιον. φυτεύουσι δὲ ἐν τοῖς πεδίοις αὐτὸ κατ’ ὄρχους, δι’ ὃ καὶ πόρρωθεν ἀφορῶσι | |
5 | ἄμπελοι φαίνονται. ἔχει δὲ καὶ φοίνικας ἔνια μέρη πολλούς. καὶ ταῦτα μὲν ἐν δένδρου φύσει. | |
Hist Plant.4.4.9 | Φέρει δὲ καὶ σπέρματα ἴδια, τὰ μὲν τοῖς χεδροποῖς ὅμοια τὰ δὲ τοῖς πυροῖς καὶ ταῖς κριθαῖς. ἐρέβινθος μὲν γὰρ καὶ φακὸς καὶ τἆλλα τὰ παρ’ ἡμῖν οὐκ ἔστιν· ἕτερα δ’ ἐστὶν ὥστε | |
5 | παραπλήσια ποιεῖν τὰ ἑψήματα καὶ μὴ δια‐ γιγνώσκειν, ὥς φασιν, ἂν μή τις ἀκούσῃ. κριθαὶ δὲ καὶ πυροὶ καὶ ἄλλο τι γένος ἀγρίων κριθῶν, ἐξ ὧν καὶ ἄρτοι ἡδεῖς καὶ χόνδρος καλός. ταύτας οἱ ἵπποι ἐσθίοντες τὸ πρῶτον διεφθείροντο, κατὰ | |
10 | μικρὸν δὲ οὖν ἐθισθέντες ἐν ἀχύροις οὐδὲν ἔπασχον. | |
Hist Plant.4.4.10 | Μάλιστα δὲ σπείρουσι τὸ καλούμενον ὄρυζον, ἐξ οὗ τὸ ἕψημα. τοῦτο δὲ ὅμοιον τῇ ζειᾷ καὶ περιπτισθὲν οἷον χόνδρος εὔπεπτον δέ, τὴν ὄψιν πεφυκὸς ὅμοιον ταῖς αἴραις καὶ τὸν πολὺν χρόνον | |
5 | ἐν ὕδατι, ἀποχεῖται δὲ οὐκ εἰς στάχυν ἀλλ’ οἷον φόβην, ὥσπερ ὁ κέγχρος καὶ ὁ ἔλυμος. ἄλλο δὲ ὃ ἐκάλουν οἱ Ἕλληνες φακόν· τοῦτο δὲ ὅμοιον μὲν τῇ ὄψει καὶ τὸ βούκερας, θερίζεται δὲ περὶ Πλειάδος δύσιν. | |
Hist Plant.4.4.11 | Διαφέρει δὲ καὶ αὕτη ἡ χώρα τῷ τὴν μὲν φέρειν ἔνια τὴν δὲ μὴ φέρειν· ἡ γὰρ ὀρεινὴ καὶ ἄμπελον ἔχει καὶ ἐλάαν καὶ τὰ ἄλλα ἀκρόδρυα· πλὴν ἄκαρπον τὴν ἐλάαν, καὶ σχεδὸν καὶ τὴν | |
5 | φύσιν ὥσπερ μεταξὺ κοτίνου καὶ ἐλάας ἐστὶ καὶ τῇ ὅλῃ μορφῇ· καὶ τὸ φύλλον τοῦ μὲν πλατύ‐ τερον τοῦ δὲ στενότερον. ταῦτα μὲν οὖν κατὰ τὴν Ἰνδικήν. | |
Hist Plant.4.4.12 | Ἐν δὲ τῇ Ἀρίᾳ χώρᾳ καλουμένῃ ἄκανθά ἐστιν, ἐφ’ ἧς γίνεται δάκρυον ὅμοιον τῇ σμύρνῃ καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ· τοῦτο δὲ ὅταν ἐπιλάμψῃ ὁ ἥλιος καταρρεῖ. πολλὰ δὲ καὶ ἄλλα παρὰ τὰ | |
5 | ἐνταῦθα καὶ ἐν τῇ χώρᾳ καὶ ἐν τοῖς ποταμοῖς γίνεται. ἐν ἑτέροις δὲ τόποις ἐστὶν ἄκανθα λευκὴ τρίοζος, ἐξ ἧς καὶ σκυτάλια καὶ βακτηρίας ποι‐ οῦσιν· ὀπώδης δὲ καὶ μανή· ταύτην δὲ καλοῦσιν Ἡρακλέους. | |
10 | Ἄλλο δὲ ὕλημα μέγεθος μὲν ἡλίκον ῥάφανος, τὸ δὲ φύλλον ὅμοιον δάφνῃ καὶ τῷ μεγέθει καὶ τῇ μορφῇ. τοῦτο δ’ εἴ τι φάγοι ἐναποθνήσκει. δι’ ὃ καὶ ὅπου ἵπποι τούτους ἐφύλαττον διὰ χειρῶν. | |
Hist Plant.4.4.13 | Ἐν δὲ τῇ Γεδρωσίᾳ χώρᾳ πεφυκέναι φασὶν ἓν μὲν ὅμοιον τῇ δάφνῃ φύλλον ἔχον, οὗ τὰ ὑποζύγια καὶ ὁτιοῦν εἰ φάγοι μικρὸν ἐπισχόντα διεφθεί‐ ροντο παραπλησίως διατιθέμενα καὶ σπώμενα | |
5 | ὁμοίως τοῖς ἐπιλήπτοις. Ἕτερον δὲ ἄκανθάν τινα εἶναι· ταύτην δὲ φύλλον μὲν οὐδὲν ἔχειν πεφυκέναι δ’ ἐκ μιᾶς ῥίζης· ἐφ’ ἑκάστῳ δὲ τῶν ὄζων ἄκανθαν ἔχειν ὀξεῖαν σφόδρα, καὶ τούτων δὲ καταγνυμένων ἢ | |
10 | προστριβομένων ὀπὸν ἐκρεῖν πολύν, ὃς ἀποτυφλοῖ τἆλλα ζῶα πάντα καὶ πρὸς τοὺς ἀνθρώπους εἴ τις προσραίνειεν αὐτοῖς. ἐν δὲ τόποις τισὶ πεφυ‐ κέναι τινὰ βοτάνην, ὑφ’ ᾗ συνεσπειρωμένους ὄφεις εἶναι μικροὺς σφόδρα· τούτοις δ’ εἴ τις ἐμβὰς | |
15 | πληγείη θνήσκειν. ἀποπνίγεσθαι δὲ καὶ ἀπὸ τῶν φοινίκων τῶν ὠμῶν εἴ τις φάγοι, καὶ τοῦτο ὕστερον κατανοηθῆναι. τοιαῦται μὲν οὖν δυνά‐ μεις καὶ ζώων καὶ φυτῶν ἴσως καὶ παρ’ ἄλλοις εἰσί. | |
Hist Plant.4.4.14 | Περιττότερα δὲ τῶν φυομένων καὶ πλεῖστον ἐξηλλαγμένα πρὸς τὰ ἄλλα τὰ εὔοσμα τὰ περὶ Ἀραβίαν καὶ Συρίαν καὶ Ἰνδούς, οἷον ὅ τε λιβανωτὸς καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ τὸ | |
5 | ὀποβάλσαμον καὶ τὸ κινάμωμον καὶ ὅσα ἄλλα τοιαῦτα· περὶ ὧν ἐν ἄλλοις εἴρηται διὰ πλειόνων. ἐν μὲν οὖν τοῖς πρὸς ἕω τε καὶ μεσημβρίαν καὶ ταῦτ’ ἴδια καὶ ἕτερα δὲ τούτων πλείω ἐστίν. | |
Hist Plant.4.5.1 | Ἐν δὲ τοῖς πρὸς ἄρκτον οὐχ ὁμοίως· οὐθὲν γὰρ ὅτι ἄξιον λόγου λέγεται παρὰ τὰ κοινὰ τῶν δένδρων ἃ καὶ φιλόψυχρά τε τυγχάνει καὶ ἔστι καὶ παρ’ ἡμῖν, οἷον πεύκη δρῦς ἐλάτη πύξος | |
5 | διοσβάλανος φίλυρα καὶ τὰ ἄλλα δὲ τὰ τοιαῦτα· σχεδὸν γὰρ οὐδὲν ἕτερον παρὰ ταῦτά ἐστιν, ἀλλὰ τῶν ἄλλων ὑλημάτων ἔνια ἃ τοὺς ψυχροὺς μᾶλλον ζητεῖ τόπους, καθάπερ κενταύριον ἀψίνθιον, ἔτι δὲ τὰ φαρμακώδη ταῖς ῥίζαις καὶ | |
10 | τοῖς ὀποῖς, οἷον ἐλλέβορος ἐλατήριον σκαμμωνία, σχεδὸν πάντα τὰ ῥιζοτομούμενα. | |
Hist Plant.4.5.2 | Τὰ μὲν γὰρ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ γίνεται, τὰ δὲ περὶ τὴν Οἴτην καὶ τὸν Παρνασὸν καὶ τὸ Πήλιον καὶ τὴν Ὄσσαν καὶ τὸ Τελέθριον· καὶ ἐν τούτοις δέ τινές φασι πλεῖστον· πολλὰ δὲ καὶ | |
5 | ἐν τῇ Ἀρκαδίᾳ καὶ ἐν τῇ Λακωνικῇ· φαρμακώδεις γὰρ καὶ αὗται. τῶν δὲ εὐωδῶν οὐδὲν ἐν ταύταις, πλὴν ἶρις ἐν τῇ Ἰλλυρίδι καὶ περὶ τὸν Ἀδρίαν· ταύτῃ γὰρ χρηστὴ καὶ πολὺ διαφέρουσα τῶν ἄλλων· ἀλλ’ ἐν τοῖς ἀλεεινοῖς καὶ τοῖς πρὸς | |
10 | μεσημβρίαν ὥσπερ ἀντικείμενα τὰ εὐώδη. ἔχουσι δὲ καὶ κυπάριττον οἱ ἀλεεινοὶ μᾶλλον, ὥσπερ Κρήτη Λυκία Ῥόδος, κέδρον δὲ καὶ τὰ Θρᾴκια ὄρη καὶ τὰ Φρύγια. | |
Hist Plant.4.5.3 | Τῶν δὲ ἡμερουμένων ἥκιστά φασιν ἐν τοῖς ψυχροῖς ὑπομένειν δάφνην καὶ μυρρίνην, καὶ τούτων δὲ ἧττον ἔτι τὴν μυρρίνην· σημεῖον δὲ λέγουσιν ὅτι ἐν τῷ Ὀλύμπῳ δάφνη μὲν πολλή, | |
5 | μύρρινος δὲ ὅλως οὐκ ἔστιν. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον οὐδ’ ἕτερον καίπερ σπουδα‐ ζόντων καὶ πάντα μηχανωμένων πρὸς τὰς ἱερο‐ σύνας· συκαῖ δὲ πολλαὶ καὶ εὐμεγέθεις καὶ ῥοιαὶ δὲ περισκεπαζόμεναι· ἄπιοι δὲ καὶ μηλέαι | |
10 | πλεῖσται καὶ παντοδαπώταται καὶ χρησταί· αὗται δ’ ἐαριναὶ πλὴν εἰ ἄρα ὄψιαι· τῆς δὲ ἀγρίας ὕλης ἐστὶ δρῦς πτελέα μελία καὶ ὅσα τοιαῦτα· πεύκη δὲ καὶ ἐλάτη καὶ πίτυς οὐκ ἔστιν οὐδὲ ὅλως οὐδὲν ἔνδᾳδον· ὑγρὰ δὲ αὕτη καὶ | |
15 | χείρων πολὺ τῆς Σινωπικῆς, ὥστ’ οὐδὲ πολὺ | |
χρῶνται αὐτῇ πλὴν πρὸς τὰ ὑπαίθρια. ταῦτα μὲν οὖν περὶ τὸν Πόντον ἢ ἔν τισί γε τόποις αὐτοῦ. | ||
Hist Plant.4.5.4 | Ἐν δὲ τῇ Προποντίδι γίνεται καὶ μύρρινος καὶ δάφνη πολλαχοῦ ἐν τοῖς ὄρεσιν. ἴσως δ’ ἔνια καὶ τῶν τόπων ἴδια θετέον· ἕκαστοι γὰρ ἔχουσι τὰ διαφέροντα, ὥσπερ εἴρηται, κατὰ τὰς ὕλας οὐ | |
5 | μόνον τῷ βελτίω καὶ χείρω τὴν αὐτὴν ἔχειν ἀλλὰ καὶ τῷ φέρειν ἢ μὴ φέρειν· οἷον ὁ μὲν Τμῶλος ἔχει καὶ ὁ Μύσιος Ὄλυμπος πολὺ τὸ κάρυον καὶ τὴν διοσβάλανον, ἔτι δὲ ἄμπελον καὶ μηλέαν καὶ ῥόαν· ἡ δὲ Ἴδη τὰ μὲν οὐκ ἔχει τούτων τὰ | |
10 | δὲ σπάνια· περὶ δὲ Μακεδονίαν καὶ τὸν Πιερικὸν Ὄλυμπον τὰ μὲν ἔστι τὰ δ’ οὐκ ἔστι τούτων· ἐν δὲ τῇ Εὐβοίᾳ καὶ περὶ τὴν Μαγνησίαν τὰ μὲν Εὐβοϊκὰ πολλὰ τῶν δὲ ἄλλων οὐθέν· οὐδὲ δὴ περὶ τὸ Πέλιον οὐδὲ τὰ ἄλλα τὰ ἐνταῦθα ὄρη. | |
Hist Plant.4.5.5 | Βραχὺς δ’ ἐστὶ τόπος ὃς ἔχει καὶ ὅλως τὴν ναυπηγήσιμον ὕλην· τῆς μὲν γὰρ Εὐρώπης δοκεῖ τὰ περὶ τὴν Μακεδονίαν καὶ ὅσα τῆς Θρᾴκης καὶ περὶ Ἰταλίαν· τῆς δὲ Ἀσίας τά τε ἐν Κιλικίᾳ | |
5 | καὶ τὰ ἐν Σινώπῃ καὶ Ἀμίσῳ, ἔτι δὲ ὁ Μύσιος Ὄλυμπος καὶ ἡ Ἴδη πλὴν οὐ πολλήν· ἡ γὰρ Συρία κέδρον ἔχει καὶ ταύτῃ χρῶνται πρὸς τὰς τριήρεις. | |
Hist Plant.4.5.6 | Ἀλλὰ καὶ τὰ φίλυδρα καὶ τὰ παραποτάμια ταῦθ’ ὁμοίως· ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ πλάτανον οὔ φασιν εἶναι πλὴν περὶ τὸ Διομήδους ἱερόν· σπανίαν δὲ καὶ ἐν Ἰταλίᾳ πάσῃ· καίτοι πολλοὶ | |
5 | καὶ μεγάλοι ποταμοὶ παρ’ ἀμφοῖν· ἀλλ’ οὐκ ἔοικε φέρειν ὁ τόπος· ἐν Ῥηγίῳ γοῦν ἃς Διονύσιος πρεσβύτερος ὁ τύραννος ἐφύτευσεν ἐν τῷ παρα‐ δείσῳ, αἵ εἰσι νῦν ἐν τῷ γυμνασίῳ, φιλοτιμηθεῖσαι οὐ δεδύνηνται λαβεῖν μέγεθος. | |
Hist Plant.4.5.7 | Ἔνιοι δὲ πλείστην ἔχουσι πλάτανον, οἱ δὲ πτελέαν καὶ ἰτέαν, οἱ δὲ μυρίκην, ὥσπερ ὁ Αἷμος. ὥστε τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, τῶν τόπων ἴδια θετέον ὁμοίως ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς | |
5 | ἡμέροις. οὐ μὴν ἀλλὰ τάχ’ ἂν εἴη καὶ τούτων ἐπί τινων ὥστε διακοσμηθέντων δύνασθαι τὴν χώραν φέρειν, ὃ καὶ νῦν ξυμβαῖνον ὁρῶμεν καὶ ἐπὶ ζώων ἐνίων καὶ φυτῶν. | |
Hist Plant.4.6.1 | Μεγίστην δὲ διαφορὰν αὐτῆς τῆς φύσεως τῶν δένδρων καὶ ἁπλῶς τῶν ὑλημάτων ὑπολη‐ πτέον ἣν καὶ πρότερον εἴπομεν, ὅτι τὰ μὲν ἔγγαια τὰ δ’ ἔνυδρα τυγχάνει, καθάπερ τῶν ζώων, καὶ τῶν | |
5 | φυτῶν· οὐ μόνον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς ποταμοῖς γὰρ ἀλλὰ καὶ ἐν τῇ θαλάττῃ φύεται καὶ ὑλήματα ἔνια ἔν τε τῇ ἔξω καὶ δένδρα· ἐν μὲν γὰρ τῇ περὶ ἡμᾶς μικρὰ πάντα τὰ φυόμενα, καὶ οὐδὲν ὑπερέχον ὡς εἰπεῖν τῆς θαλάττης· ἐν | |
10 | ἐκείνῃ δὲ καὶ τὰ τοιαῦτα καὶ ὑπερέχοντα, καὶ ἕτερα δὲ μείζω δένδρα. | |
Hist Plant.4.6.2 | Τὰ μὲν οὖν περὶ ἡμᾶς ἐστι τάδε· φανερώτατα μὲν καὶ κοινότατα πᾶσιν τό τε φῦκος καὶ τὸ | |
βρύον καὶ ὅσα ἄλλα τοιαῦτα· φανερώτατα δὲ καὶ ἰδιώτατα κατὰ τοὺς τόπους ἐλάτη συκῆ δρῦς | ||
5 | ἄμπελος φοῖνιξ. τούτων δὲ τὰ μὲν πρόσγεια τὰ δὲ πόντια τὰ δ’ ἀμφοτέρων τῶν τόπων κοινά. καὶ τὰ μὲν πολυειδῆ, καθάπερ τὸ φῦκος, τὰ δὲ μίαν ἰδέαν ἔχοντα. τοῦ γὰρ φύκους τὸ μέν ἐστι πλατύφυλλον ταινιοειδὲς χρῶμα ποῶδες ἔχον, | |
10 | ὃ δὴ καὶ πράσον καλοῦσί τινες, οἱ δὲ ζωστῆρα· ῥίζαν δὲ ἔχει δασεῖαν ἔξωθεν ἔνδοθεν δὲ λεπυριώδη, μακρὰν δὲ ἐπιεικῶς καὶ εὐπαχῆ παρομοίαν τοῖς κρομυογητείοις. | |
Hist Plant.4.6.3 | Τὸ δὲ τριχόφυλλον, ὥσπερ τὸ μάραθον, οὐ ποῶδες ἀλλ’ ἔξωχρον οὐδὲ ἔχον καυλὸν ἀλλ’ ὀρθόν πως ἐν αὑτῷ· φύεται δὲ τοῦτο ἐπὶ τῶν ὀστράκων καὶ τῶν λίθων, οὐχ ὥσπερ θάτερον | |
5 | πρὸς τῇ γῇ· πρόσγεια δ’ ἄμφω, καὶ τὸ μὲν τριχόφυλλον πρὸς αὐτῇ τῇ γῇ, πολλάκις δὲ ὥσπερ ἐπικλύζεται μόνον ὑπὸ τῆς θαλάττης, θάτερον δὲ ἀνωτέρω. | |
Hist Plant.4.6.4 | Γίνεται δὲ ἐν μὲν τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας θαυμαστόν τι τὸ μέγεθος, ὥς φασι, καὶ τὸ πλάτος μεῖζον ὡς παλαιστιαῖον. φέρεται δὲ τοῦτο εἰς τὴν ἔσω θάλατταν ἅμα τῷ ῥῷ τῷ | |
5 | ἔξωθεν καὶ καλοῦσιν αὐτὸ πράσον· ἐν ταύτῃ δ’ ἔν τισι τόποις ὥστ’ ἐπάνω τοῦ ὀμφαλοῦ. λέγεται δὲ ἐπέτειον εἶναι καὶ φύεσθαι μὲν τοῦ ἦρος λήγοντος, ἀκμάζειν δὲ τοῦ θέρους, τοῦ μετοπώρου δὲ φθίνειν, κατὰ δὲ τὸν χειμῶνα ἀπόλλυσθαι καὶ | |
10 | ἐκπίπτειν. ἅπαντα δὲ καὶ τἆλλα τὰ φυόμενα | |
χείρω καὶ ἀμαυρότερα γίνεσθαι τοῦ χειμῶνος. ταῦτα μὲν οὖν οἷον πρόσγεια περί γε τὴν θάλατταν. τὸ δὲ πόντιον φῦκος ὃ οἱ σπογγιεῖς ἀνακολυμβῶσι πελάγιον. | ||
Hist Plant.4.6.5 | Καὶ ἐν Κρήτῃ δὲ φύεται πρὸς τῇ γῇ ἐπὶ τῶν πετρῶν πλεῖστον καὶ κάλλιστον ᾧ βάπτουσιν οὐ μόνον τὰς ταινίας ἀλλὰ καὶ ἔρια καὶ ἱμάτια· καὶ ἕως ἂν ᾖ πρόσφατος ἡ βαφή, πολὺ καλλίων ἡ | |
5 | χρόα τῆς πορφύρας· γίνεται δ’ ἐν τῇ προσβόρρῳ καὶ πλεῖον καὶ κάλλιον, ὥσπερ αἱ σπογγιαὶ καὶ ἄλλα τοιαῦτα. | |
Hist Plant.4.6.6 | Ἄλλο δ’ ἐστὶν ὅμοιον τῇ ἀγρώστει· καὶ γὰρ τὸ φύλλον παραπλήσιον ἔχει καὶ τὴν ῥίζαν γονα‐ τώδη καὶ μακρὰν καὶ πεφυκυῖαν πλαγίαν, ὥσπερ ἡ τῆς ἀγρώστιδος· ἔχει δὲ καὶ καυλὸν καλαμώδη, | |
5 | καθάπερ ἡ ἄγρωστις· μεγέθει δὲ ἔλαττον πολὺ τοῦ φύκους. Ἄλλο δὲ τὸ βρύον, ὃ φύλλον μὲν ἔχει ποῶδες τῇ χρόᾳ, πλατὺ δὲ καὶ οὐκ ἀνόμοιον ταῖς θριδα‐ κίναις, πλὴν ῥυτιδωδέστερον καὶ ὥσπερ συν‐ | |
10 | εσπασμένον. καυλὸν δὲ οὐκ ἔχει, ἀλλ’ ἀπὸ μιᾶς ἀρχῆς πλείω τὰ τοιαῦτα καὶ πάλιν ἀπ’ ἄλλης· φύεται δὲ ἐπὶ τῶν λίθων τὰ τοιαῦτα πρὸς τῇ γῇ καὶ τῶν ὀστράκων. καὶ τὰ μὲν ἐλάττω σχεδὸν ταῦτ’ ἐστίν. | |
Hist Plant.4.6.7 | Ἡ δὲ δρῦς καὶ ἡ ἐλάτη παράγειοι μὲν ἄμφω· φύονται δ’ ἐπὶ λίθοις καὶ ὀστράκοις ῥίζας μὲν οὐκ ἔχουσαι, προσπεφυκυῖαι δὲ ὥσπερ αἱ λεπάδες. ἀμφότεραι μὲν οἷον σαρκόφυλλα· προμηκέστερον | |
5 | δὲ τὸ φύλλον πολὺ καὶ παχύτερον τῆς ἐλάτης πέφυκε καὶ οὐκ ἀνόμοιον τοῖς τῶν ὀσπρίων λοβοῖς, κοῖλον δ’ ἔνδοθεν καὶ οὐδὲν ἔχον ἐν αὐτοῖς· τὸ δὲ τῆς δρυὸς λεπτὸν καὶ μυρικωδέστερον· χρῶμα δ’ ἐπιπόρφυρον ἀμφοῖν. ἡ δὲ ὅλη μορφὴ τῆς μὲν | |
10 | ἐλάτης ὀρθὴ καὶ αὐτῆς καὶ τῶν ἀκρεμόνων, τῆς δὲ δρυὸς σκολιωτέρα καὶ μᾶλλον ἔχουσα πλάτος· | |
Hist Plant.4.6.8 | γίνεται δὲ ἄμφω καὶ πολύκαυλα καὶ 〈μονόκαυλα,〉 μονοκαυλότερον δὲ ἡ ἐλάτη· τὰς δὲ ἀκρεμονικὰς ἀποφύσεις ἡ μὲν ἐλάτη μακρὰς ἔχει καὶ εὐθείας καὶ μανάς, ἡ δὲ δρῦς βραχυτέρας καὶ σκολιωτέρας | |
5 | καὶ πυκνοτέρας. τὸ δ’ ὅλον μέγεθος ἀμφοτέρων ὡς πυγωνιαῖον ἢ μικρὸν ὑπεραῖρον, μεῖζον δὲ ὡς ἁπλῶς εἰπεῖν τὸ τῆς ἐλάτης. χρήσιμον δὲ ἡ δρῦς εἰς βαφὴν ἐρίων ταῖς γυναιξίν. ἐπὶ μὲν τῶν ἀκρεμόνων προσηρτημένα τῶν ὀστρακοδέρμων | |
10 | ζώων ἔνια· καὶ κάτω δὲ πρὸς αὐτῷ τῷ καυλῷ περιπεφυκότων τινῶν γ’ ὅλῳ, ἐν τούτοις δεδυκότες ὀνίννοι τε καὶ ἄλλ’ ἄττα καὶ τὸ ὅμοιον πολύποδι. | |
Hist Plant.4.6.9 | Ταῦτα μὲν οὖν πρόσγεια καὶ ῥᾴδια θεωρηθῆναι· φασὶ δέ τινες καὶ ἄλλην δρῦν εἶναι ποντίαν ἣ καὶ καρπὸν φέρει, καὶ ἡ βάλανος αὐτῆς χρησίμη· τοὺς δὲ σκινθοὺς καὶ κολυμβητὰς λέγειν ὅτι καὶ | |
5 | ἕτεραι μεγάλαι τινὲς τοῖς μεγέθεσιν εἴησαν. Ἡ δὲ ἄμπελος ἀμφοτέρωσε γίνεται· καὶ γὰρ πρὸς τῇ γῇ καὶ ποντία· μείζω δ’ ἔχει καὶ τὰ φύλλα καὶ τὰ κλήματα καὶ τὸν καρπὸν ἡ ποντία. | |
10 | Ἡ δὲ συκῆ ἄφυλλος μὲν τῷ δὲ μεγέθει οὐ | |
μεγάλη, χρῶμα δὲ τοῦ φλοιοῦ φοινικοῦν. | ||
Hist Plant.4.6.10 | Ὁ δὲ φοῖνίξ ἐστι μὲν πόντιον βραχυστέλεχες δὲ σφόδρα, καὶ σχεδὸν εὐθεῖαι αἱ ἐκφύσεις τῶν ῥάβδων· καὶ κάτωθεν οὐ κύκλῳ αὗται, καθάπερ τῶν ῥάβδων αἱ ἀκρεμόνες, ἀλλ’ ὡσὰν ἐν πλάτει | |
5 | κατὰ μίαν συνεχεῖς, ὀλιγαχοῦ δὲ καὶ ἀπαλ‐ λάττουσαι. τῶν δὲ ῥάβδων ἢ τῶν ἀποφύσεων τούτων ὁμοία τρόπον τινὰ ἡ φύσις τοῖς τῶν ἀκανθῶν φύλλοις τῶν ἀκανικῶν, οἷον σόγκοις καὶ τοῖς τοιούτοις, πλὴν ὀρθαὶ καὶ οὐχ, ὥσπερ | |
10 | ἐκεῖνα, περικεκλάσμεναι καὶ τὸ φύλλον ἔχουσαι διαβεβρωμένον ὑπὸ τῆς ἅλμης· ἐπεὶ τό γε δι’ ὅλου ἥκειν τὸν μέσον γε καυλὸν καὶ ἡ ἄλλη ὄψις παραπλησία. τὸ δὲ χρῶμα καὶ τούτων καὶ τῶν καυλῶν καὶ ὅλου τοῦ φυτοῦ ἐξέρυθρόν τε σφόδρα | |
15 | καὶ φοινικοῦν. Καὶ τὰ μὲν ἐν τῇδε τῇ θαλάττῃ τοσαῦτά ἐστιν. ἡ γὰρ σπογγιὰ καὶ αἱ ἀπλυσίαι καλούμεναι καὶ εἴ τι τοιοῦτον ἑτέραν ἔχει φύσιν. | |
Hist Plant.4.7.1 | Ἐν δὲ τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας τό τε πράσον, ὥσπερ εἴρηται, φύεται καὶ τὰ ἀπολιθούμενα ταῦτα, οἷον θῦμα καὶ τὰ δαφνοειδῆ καὶ τὰ ἄλλα. τῆς δὲ ἐρυθρᾶς καλουμένης ἐν τῇ | |
5 | Ἀραβίᾳ μικρὸν ἐπάνω Κόπτου ἐν μὲν τῇ γῇ δένδρον οὐδὲν φύεται πλὴν τῆς ἀκάνθης τῆς διψάδος καλουμένης· σπανία δὲ καὶ αὕτη διὰ τὰ καύματα καὶ τὴν ἀνυδρίαν· οὐχ ὕει γὰρ ἀλλ’ ἢ δι’ ἐτῶν τεττάρων ἢ πέντε καὶ τότε λάβρως καὶ | |
10 | ἐπ’ ὀλίγον χρόνον. | |
Hist Plant.4.7.2 | Ἐν δὲ τῇ θαλάττῃ φύεται, καλοῦσι δ’ αὐτὰ δάφνην καὶ ἐλάαν. ἔστι δὲ ἡ μὲν δάφνη ὁμοία τῇ ἀρίᾳ ἡ δὲ ἐλάα 〈τῇ ἐλάᾳ〉 τῷ φύλλῳ· καρπὸν δὲ ἔχει ἡ ἐλάα παραπλήσιον ταῖς ἐλάαις· ἀφίησι | |
5 | δὲ καὶ δάκρυον, ἐξ οὗ οἱ ἰατροὶ φάρμακον ἔναιμον συντιθέασιν ὃ γίνεται σφόδρα ἀγαθόν. ὅταν δὲ ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάττῃ κατά τινα τόπον, οὗτοι δὲ ἀπολιθοῦνται ὑπὸ τοῦ ἡλίου. ἡ δὲ θάλαττα θηριώδης· πλεί‐ | |
10 | στους δὲ ἔχει τοὺς καρχαρίας, ὥστε μὴ εἶναι κολυμβῆσαι. Ἐν δὲ τῷ κόλπῳ τῷ καλουμένῳ Ἡρώων, ἐφ’ ὃν καταβαίνουσιν οἱ ἐξ Αἰγύπτου, φύεται μὲν δάφνη τε καὶ ἐλάα καὶ θύμον, οὐ μὴν χλωρά γε ἀλλὰ | |
15 | λιθοειδῆ τὰ ὑπερέχοντα τῆς θαλάττης, ὅμοια δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς βλαστοῖς τοῖς χλωροῖς. ἐν δὲ τῷ θύμῳ καὶ τὸ τοῦ ἄνθους χρῶμα διάδηλον ὡσὰν μήπω τελέως ἐξηνθηκός. μήκη δὲ τῶν δενδρυφίων ὅσον εἰς τρεῖς πήχεις. | |
Hist Plant.4.7.3 | Οἱ δέ, ὅτε ἀνάπλους ἦν τῶν ἐξ Ἰνδῶν ἀποστα‐ λέντων ὑπὸ Ἀλεξάνδρου, τὰ ἐν τῇ θαλάττῃ φυόμενα, μέχρι οὗ μὲν ἂν ᾖ ἐν τῷ ὑγρῷ, χρῶμά | |
φασιν ἔχειν ὅμοιον τοῖς φυκίοις, ὁπόταν δ’ ἐξ‐ | ||
5 | ενεχθέντα τεθῇ πρὸς τὸν ἥλιον, ἐν ὀλίγῳ χρόνῳ ἐξομοιοῦσθαι τῷ ἁλί. φύεσθαι δὲ καὶ σχοίνους λιθίνους παρ’ αὐτὴν τὴν θάλατταν, οὓς οὐδεὶς ἂν διαγνοίη τῇ ὄψει πρὸς τοὺς ἀληθινούς. θαυμα‐ σιώτερον δέ τι τούτου λέγουσι· φύεσθαι γὰρ | |
10 | δενδρύφι’ ἄττα τὸ μὲν χρῶμα ἔχοντα ὅμοιον κέρατι βοὸς τοῖς δὲ ὄζοις τραχέα καὶ ἀπ’ ἄκρου πυρρά· ταῦτα δὲ θραύεσθαι μὲν εἰ συγκλῴη τις· ἐκ δὲ τούτων πυρὶ ἐμβαλλόμενα, καθάπερ τὸν σίδηρον, διάπυρα γινόμενα πάλιν ὅταν ἀποψύ‐ | |
15 | χοιτο καθίστασθαι καὶ τὴν αὐτὴν χρόαν λαμ‐ βάνειν. | |
Hist Plant.4.7.4 | Ἐν δὲ ταῖς νήσοις ταῖς ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομέναις δένδρα μεγάλα πεφυκέναι ἡλίκαι πλάτανοι καὶ αἴγειροι αἱ μέγισται· συμ‐ βαίνειν δέ, ὅθ’ ἡ πλημμυρὶς ἐπέλθοι, τὰ μὲν ἄλλα | |
5 | κατακρύπτεσθαι ὅλα, τῶν δὲ μεγίστων ὑπερέχειν τοὺς κλάδους, ἐξ ὧν τὰ πρυμνησία ἀνάπτειν, εἶθ’ ὅτε πάλιν ἄμπωτις γίνοιτο ἐκ τῶν ῥιζῶν. ἔχειν δὲ τὸ δένδρον φύλλον μὲν ὅμοιον τῇ δάφνῃ, ἄνθος δὲ τοῖς ἴοις καὶ τῷ χρώματι καὶ τῇ ὀσμῇ, καρπὸν | |
10 | δὲ ἡλίκον ἐλάα καὶ τοῦτον εὐώδη σφόδρα· καὶ τὰ μὲν φύλλα οὐκ ἀποβάλλειν, τὸ δὲ ἄνθος καὶ τὸν καρπὸν ἅμα τῷ φθινοπώρῳ γίνεσθαι, τοῦ δὲ ἔαρος ἀπορρεῖν. | |
Hist Plant.4.7.5 | Ἄλλα δ’ ἐν αὐτῇ τῇ θαλάττῃ πεφυκέναι, ἀεί‐ φυλλα μὲν τὸν δὲ καρπὸν ὅμοιον ἔχειν τοῖς θέρμοις. Περὶ δὲ τὴν Περσίδα τὴν κατὰ τὴν Καρμανίαν, | |
5 | καθ’ ὃ ἡ πλημμυρὶς γίνεται, δένδρα ἐστὶν εὐμεγέθη ὅμοια τῇ ἀνδράχλῃ καὶ τῇ μορφῇ καὶ τοῖς φύλλοις· | |
καρπὸν δὲ ἔχει πολὺν ὅμοιον τῷ χρώματι ταῖς ἀμυγδάλαις ἔξωθεν, τὸ δ’ ἐντὸς συνελίττεται καθάπερ συνηρτημένον πᾶσιν. ὑποβέβρωται δὲ | ||
10 | ταῦτα τὰ δένδρα πάντα κατὰ μέσον ὑπὸ τῆς θαλάττης καὶ ἕστηκεν ὑπὸ τῶν ῥιζῶν, ὥσπερ πολύπους. ὅταν γὰρ ἡ ἄμπωτις γένηται θεωρεῖν | |
Hist Plant.4.7.6 | ἐστιν. ὕδωρ δὲ ὅλως οὐκ ἔστιν ἐν τῷ τόπῳ· κατα‐ λείπονται δέ τινες διώρυχες δι’ ὧν διαπλέουσιν· αὗται δ’ εἰσὶ θαλάττης· ᾧ καὶ δῆλον οἴονταί τινες ὅτι τρέφονται ταύτῃ καὶ οὐ τῷ ὕδατι, πλὴν εἴ τι | |
5 | ταῖς ῥίζαις ἐκ τῆς γῆς ἕλκουσιν. εὔλογον δὲ καὶ τοῦθ’ ἁλμυρὸν εἶναι· καὶ γὰρ οὐδὲ κατὰ βάθους αἱ ῥίζαι. τὸ δὲ ὅλον ἓν τὸ γένος εἶναι τῶν τ’ ἐν τῇ θαλάττῃ φυομένων καὶ τῶν ἐν τῇ γῇ ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομένων· καὶ τὰ μὲν ἐν | |
10 | τῇ θαλάττῃ μικρὰ καὶ φυκώδη φαινόμενα, τὰ δ’ ἐν τῇ γῇ μεγάλα καὶ χλωρὰ καὶ ἄνθος εὔοδμον ἔχοντα, καρπὸν δὲ οἷον θέρμος. | |
Hist Plant.4.7.7 | Ἐν Τύλῳ δὲ τῇ νήσῳ, κεῖται δ’ αὕτη ἐν τῷ Ἀραβίῳ κόλπῳ, τὰ μὲν πρὸς ἕω τοσοῦτο πλῆθος εἶναί φασι δένδρων ὅτ’ ἐκβαίνει ἡ πλημμυρὶς ὥστ’ ἀπωχυρῶσθαι. πάντα δὲ ταῦτα μεγέθη μὲν | |
5 | ἔχειν ἡλίκα συκῆ, τὸ δὲ ἄνθος ὑπερβάλλον τῇ εὐωδίᾳ, καρπὸν δὲ ἄβρωτον ὅμοιον τῇ ὄψει τῷ θέρμῳ. φέρειν δὲ τὴν νῆσον καὶ τὰ δένδρα τὰ ἐριοφόρα πολλά. ταῦτα δὲ φύλλον μὲν ἔχειν παρόμοιον τῇ ἀμπέλῳ πλὴν μικρόν, καρπὸν δὲ | |
10 | οὐδένα φέρειν· ἐν ᾧ δὲ τὸ ἔριον ἡλίκον μῆλον | |
ἐαρινὸν συμμεμυκός· ὅταν δὲ ὡραῖον ᾖ, ἐκπετάν‐ νυσθαι καὶ ἐξείρειν τὸ ἔριον, ἐξ οὗ τὰς σινδόνας ὑφαίνουσι, τὰς μὲν εὐτελεῖς τὰς δὲ πολυτελε‐ στάτας. | ||
Hist Plant.4.7.8 | Γίνεται δὲ τοῦτο καὶ ἐν Ἰνδοῖς, ὥσπερ ἐλέχθη, καὶ ἐν Ἀραβίᾳ. εἶναι δὲ ἄλλα δένδρα τὸ ἄνθος ἔχοντα ὅμοιον τῷ λευκοΐῳ, πλὴν ἄοδμον καὶ τῷ μεγέθει τετραπλάσιον τῶν ἴων. καὶ ἕτερον δέ τι | |
5 | δένδρον πολύφυλλον ὥσπερ τὸ ῥόδον· τοῦτο δὲ τὴν μὲν νύκτα συμμύειν ἅμα δὲ τῷ ἡλίῳ ἀνιόντι διοίγνυσθαι, μεσημβρίας δὲ τελέως διεπτύχθαι, πάλιν δὲ τῆς δείλης συνάγεσθαι κατὰ μικρὸν καὶ τὴν νύκτα συμμύειν· λέγειν δὲ καὶ τοὺς ἐγχω‐ | |
10 | ρίους ὅτι καθεύδει. γίνεσθαι δὲ καὶ φοίνικας ἐν τῇ νήσῳ καὶ ἀμπέλους καὶ τἆλλα ἀκρόδρυα καὶ συκᾶς οὐ φυλλορροούσας. ὕδωρ δὲ οὐράνιον γίνε‐ σθαι μέν, οὐ μὴν χρῆσθαί γε πρὸς τοὺς καρπούς· ἀλλ’ εἶναι κρήνας ἐν τῇ νήσῳ πολλάς, ἀφ’ ὧν | |
15 | πάντα βρέχειν, ὃ καὶ συμφέρειν μᾶλλον τῷ σίτῳ καὶ τοῖς δένδρεσιν. δι’ ὃ καὶ ὅταν ὕσῃ τοῦτο ἐπ‐ αφιέναι καθαπερεὶ καταπλύνοντας ἐκεῖνο. καὶ τὰ μὲν ἐν τῇ ἔξω θαλάττῃ δένδρα τά γε νῦν τεθεωρημένα σχεδὸν τοσαῦτά ἐστιν. | |
Hist Plant.4.8.1 | Ὑπὲρ δὲ τῶν ἐν τοῖς ποταμοῖς καὶ τοῖς ἕλεσι καὶ ταῖς λίμναις μετὰ ταῦτα λεκτέον. τρία | |
δέ ἐστιν εἴδη τῶν ἐν τούτοις, τὰ μὲν δένδρα τὰ δ’ ὥσπερ ποιώδη τὰ δὲ λοχμώδη. λέγω δὲ ποιώδη | ||
5 | μὲν οἷον τὸ σέλινον τὸ ἕλειον καὶ ὅσα ἄλλα τοι‐ αῦτα· λοχμώδη δὲ κάλαμον κύπειρον φλεὼ σχοῖ‐ νον βούτομον, ἅπερ σχεδὸν κοινὰ πάντων τῶν ποταμῶν καὶ τῶν τοιούτων τόπων. Ἐνιαχοῦ δὲ καὶ βάτοι καὶ παλίουροι καὶ τὰ | |
10 | ἄλλα δένδρα, καθάπερ ἰτέα λεύκη πλάτανος. τὰ μὲν οὖν μέχρι τοῦ κατακρύπτεσθαι, τὰ δὲ ὥστε μικρὸν ὑπερέχειν, τῶν δὲ αἱ μὲν ῥίζαι καὶ μικρὸν τοῦ στελέχους ἐν τῷ ὑγρῷ, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔξω. τοῦτο γὰρ καὶ ἰτέᾳ καὶ κλήθρᾳ καὶ πλατάνῳ | |
15 | καὶ φιλύρᾳ καὶ πᾶσι τοῖς φιλύδροις συμβαίνει. | |
Hist Plant.4.8.2 | Σχεδὸν δὲ καὶ ταῦτα κοινὰ πάντων τῶν ποτα‐ μῶν ἐστιν· ἐπεὶ καὶ ἐν τῷ Νείλῳ πέφυκεν· οὐ μὴν πολλή γε ἡ πλάτανος, ἀλλὰ σπανιωτέρα ἔτι ταύτης ἡ λεύκη, πλείστη δὲ μελία καὶ βουμέλιος. | |
5 | τῶν γοῦν ἐν Αἰγύπτῳ φυομένων τὸ μὲν ὅλον πολὺ πλῆθός ἐστιν πρὸς τὸ ἀριθμήσασθαι καθ’ ἕκαστον· οὐ μὴν ἀλλ’ ὥς γε ἁπλῶς εἰπεῖν ἅπαντα ἐδώδιμα καὶ χυλοὺς ἔχοντα γλυκεῖς. διαφέρειν δὲ δοκεῖ τῇ γλυκύτητι καὶ τῷ τρόφιμα μάλιστα | |
10 | εἶναι τρία ταῦτα, ὅ τε πάπυρος καὶ τὸ καλού‐ μενον σάρι καὶ τρίτον ὃ μνάσιον καλοῦσι. | |
Hist Plant.4.8.3 | Φύεται δὲ ὁ πάπυρος οὐκ ἐν βάθει τοῦ ὕδατος ἀλλ’ ὅσον ἐν δύο πήχεσιν, ἐνιαχοῦ δὲ καὶ ἐν ἐλάττονι. πάχος μὲν οὖν τῆς ῥίζης ἡλίκον καρ‐ πὸς χειρὸς ἀνδρὸς εὐρώστου, μῆκος δὲ ὑπὲρ τε‐ | |
5 | τράπηχυ· φύεται δὲ ὑπὲρ τῆς γῆς αὐτῆς, πλαγίας ῥίζας εἰς τὸν πηλὸν καθιεῖσα λεπτὰς καὶ πυκνάς, | |
ἄνω δὲ τοὺς παπύρους καλουμένους τριγώνους, μέγεθος ὡς δέκα πήχεις, κόμην ἔχοντας ἀχρεῖον ἀσθενῆ καρπὸν δὲ ὅλως οὐδένα· τούτους δ’ ἀναδί‐ | ||
Hist Plant.4.8.4 | δωσι κατὰ πολλὰ μέρη. χρῶνται δὲ ταῖς μὲν ῥίζαις ἀντὶ ξύλων οὐ μόνον τῷ κάειν ἀλλὰ καὶ τῷ σκεύη ἄλλα ποιεῖν ἐξ αὐτῶν παντοδαπά· πολὺ γὰρ ἔχει τὸ ξύλον καὶ καλόν. αὐτὸς δὲ ὁ πά‐ | |
5 | πυρος πρὸς πλεῖστα χρήσιμος· καὶ γὰρ πλοῖα ποιοῦσιν ἐξ αὐτοῦ, καὶ ἐκ τῆς βίβλου ἱστία τε πλέκουσι καὶ ψιάθους καὶ ἐσθῆτά τινα καὶ στρωμνὰς καὶ σχοινία τε καὶ ἕτερα πλείω. καὶ ἐμφανέστατα δὴ τοῖς ἔξω τὰ βιβλία· μάλιστα δὲ | |
10 | καὶ πλείστη βοήθεια πρὸς τὴν τροφὴν ἀπ’ αὐτοῦ γίνεται. μασῶνται γὰρ ἅπαντες οἱ ἐν τῇ χώρᾳ τὸν πάπυρον καὶ ὠμὸν καὶ ἑφθὸν καὶ ὀπτόν· καὶ τὸν μὲν χυλὸν καταπίνουσι, τὸ δὲ μάσημα ἐκβάλ‐ λουσιν. ὁ μὲν οὖν πάπυρος τοιοῦτός τε καὶ ταύ‐ | |
15 | τας παρέχεται τὰς χρείας. γίνεται δὲ καὶ ἐν Συρίᾳ περὶ τὴν λίμνην ἐν ᾗ καὶ ὁ κάλαμος ὁ εὐώδης· ὅθεν καὶ Ἀντίγονος εἰς τὰς ναῦς ἐποιεῖτο τὰ σχοινία. | |
Hist Plant.4.8.5 | Τὸ δὲ σάρι φύεται μὲν ἐν τῷ ὕδατι περὶ τὰ ἕλη καὶ τὰ πεδία, ἐπειδὰν ὁ ποταμὸς ἀπέλθῃ, ῥίζαν δὲ ἔχει σκληρὰν καὶ συνεστραμμένην, καὶ ἐξ αὐτῆς φύεται τὰ σαρία καλούμενα· ταῦτα δὲ μῆκος μὲν | |
5 | ὡς δύο πήχεις, πάχος δὲ ἡλίκον ὁ δάκτυλος ὁ μέγας τῆς χειρός· τρίγωνον δὲ καὶ τοῦτο, καθάπερ ὁ πάπυρος, καὶ κόμην ἔχον παραπλήσιον. μα‐ σώμενοι δὲ ἐκβάλλουσι καὶ τοῦτο τὸ μάσημα, τῇ ῥίζῃ δὲ οἱ σιδηρουργοὶ χρῶνται· τὸν γὰρ ἄνθρακα | |
10 | ποιεῖ χρηστὸν διὰ τὸ σκληρὸν εἶναι τὸ ξύλον. | |
Hist Plant.4.8.6 | Τὸ δὲ μνάσιον ποιῶδές ἐστιν, ὥστ’ οὐδεμίαν | |
παρέχεται χρείαν πλὴν τὴν εἰς τροφήν. Καὶ τὰ μὲν γλυκύτητι διαφέροντα ταῦτά ἐστι. φύεται δὲ καὶ ἕτερον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμ‐ | ||
5 | ναις ὃ οὐ συνάπτει τῇ γῇ, τὴν μὲν φύσιν ὅμοιον τοῖς κρίνοις, πολυφυλλότερον δὲ καὶ παρ’ ἄλληλα τὰ φύλλα καθάπερ ἐν διστοιχίᾳ· χρῶμα δὲ χλω‐ ρὸν ἔχει σφόδρα. χρῶνται δὲ οἱ ἰατροὶ πρός τε τὰ γυναικεῖα αὐτῷ καὶ πρὸς τὰ κατάγματα. | |
Hist Plant.4.8.7 | [Ταῦτα δὲ γίνεται ἐν τῷ ποταμῷ εἰ μὴ ὁ ῥοῦς ἐξέφερεν· συμβαίνει δὲ ὥστε καὶ ἀποφέρεσθαι· ἕτερα δ’ ἀπ’ αὐτῶν πλείω.] Ὁ δὲ κύαμος φύεται μὲν ἐν τοῖς ἕλεσι καὶ λίμ‐ | |
5 | ναις, καυλὸς δὲ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς τέτταρας πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος δὲ καλάμῳ μαλακῷ ἀγονάτῳ. διαφύσεις δὲ ἔνδοθεν ἔχει δι’ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις· ἐπὶ τούτῳ δὲ ἡ κωδύα, παρομοία σφηκίῳ | |
10 | περιφερεῖ, καὶ ἐν ἑκάστῳ τῶν κυττάρων κύαμος μικρὸν ὑπεραίρων αὐτῆς, πλῆθος δὲ οἱ πλεῖστοι τριάκοντα. τὸ δὲ ἄνθος διπλάσιον ἢ μήκωνος, χρῶμα δὲ ὅμοιον ῥόδῳ κατακορές· ἐπάνω δὲ τοῦ ὕδατος ἡ κωδύα. παραφύεται δὲ φύλλα μεγάλα | |
15 | παρ’ ἕκαστον τῶν κυάμων, ὧν ἴσα τὰ μεγέθη πετάσῳ Θετταλικῇ τὸν αὐτὸν ἔχοντα καυλὸν τῷ τῶν κυάμων. συντρίψαντι δ’ ἕκαστον τῶν κυά‐ | |
μων φανερόν ἐστι τὸ πικρὸν συνεστραμμένον, ἐξ | ||
Hist Plant.4.8.8 | οὗ γίνεται ὁ πῖλος. τὰ μὲν οὖν περὶ τὸν καρπὸν τοιαῦτα. ἡ δὲ ῥίζα παχυτέρα τοῦ καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίως ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ’ αὐτὴν καὶ ὠμὴν καὶ ἑφθὴν | |
5 | καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶν‐ ται. φύεται μὲν οὖν ὁ πολὺς αὐτόματος· οὐ μὴν ἀλλὰ καὶ καταβάλλουσιν ἐν πηλῷ ἀχυρώσαντες εὖ μάλα πρὸς τὸ κατενεχθῆναί τε καὶ μεῖναι καὶ μὴ διαφθαρῆναι· καὶ οὕτω κατασκευάζουσι τοὺς | |
10 | κυαμῶνας· ἂν δ’ ἅπαξ ἀντιλάβηται, μένει διὰ τέλους. ἰσχυρὰ γὰρ ἡ ῥίζα καὶ οὐ πόρρω τῆς τῶν καλάμων πλὴν ἐπακανθίζουσα· δι’ ὃ καὶ ὁ κροκόδειλος φεύγει μὴ προσκόψῃ τῷ ὀφθαλμῷ τῷ μὴ ὀξὺ καθορᾷν· γίνεται δὲ οὗτος καὶ ἐν | |
15 | Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ’ οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει· καὶ αὐτοῦ πέττεται τελέως καὶ τελεοκαρπεῖ. | |
Hist Plant.4.8.9 | Ὁ δὲ λωτὸς καλούμενος φύεται μὲν ὁ πλεῖστος ἐν τοῖς πεδίοις, ὅταν ἡ χώρα κατακλυσθῇ. τού‐ του δὲ ἡ μὲν τοῦ καυλοῦ φύσις ὁμοία τῇ τοῦ κυάμου, καὶ οἱ πέτασοι δὲ ὡσαύτως, πλὴν ἐλάτ‐ | |
5 | τους καὶ λεπτότεροι. ἐπιφύεται δὲ ὁμοίως ὁ καρπὸς τῷ τοῦ κυάμου. τὸ ἄνθος αὐτοῦ λευκὸν ἐμφερὲς τῇ στενότητι τῶν φύλλων τοῖς τοῦ κρίνου, πολλὰ δὲ καὶ πυκνὰ ἐπ’ ἀλλήλοις φύεται. ταῦτα δὲ ὅταν μὲν ὁ ἥλιος δύῃ συμμύει καὶ συγ‐ | |
10 | καλύπτει τὴν κωδύαν, ἅμα δὲ τῇ ἀνατολῇ διοί‐ γεται καὶ ὑπὲρ τοῦ ὕδατος γίνεται. τοῦτο δὲ ποιεῖ μέχρι ἂν ἡ κωδύα ἐκτελεωθῇ καὶ τὰ ἄνθη | |
Hist Plant.4.8.10 | περιρρυῇ. τῆς δὲ κωδύας τὸ μέγεθος ἡλίκον μήκωνος τῆς μεγίστης, καὶ διέζωσται ταῖς κατα‐ τομαῖς τὸν αὐτὸν τρόπον τῇ μήκωνι· πλὴν πυκνό‐ τερος ἐν ταύταις ὁ καρπός. ἔστι δὲ παρόμοιος | |
5 | τῷ κέγχρῳ. ἐν δὲ τῷ Εὐφράτῃ τὴν κωδύαν φασὶ καὶ τὰ ἄνθη δύνειν καὶ ὑποκαταβαίνειν τῆς ὀψίας μέχρι μεσῶν νυκτῶν καὶ τῷ βάθει πόρρω· οὐδὲ γὰρ καθιέντα τὴν χεῖρα λαβεῖν εἶναι. μετὰ δὲ ταῦτα ὅταν ὄρθρος ᾖ πάλιν ἐπανιέναι καὶ πρὸς | |
10 | ἡμέραν ἔτι μᾶλλον, ἅμα τῷ ἡλίῳ φανερὸν 〈ὂν〉 ὑπὲρ τοῦ ὕδατος καὶ ἀνοίγειν τὸ ἄνθος, ἀνοιχθέν‐ τος δὲ ἔτι ἀναβαίνειν· συχνὸν δὲ τὸ ὑπεραῖρον | |
Hist Plant.4.8.11 | εἶναι τὸ ὕδωρ. τὰς δὲ κωδύας ταύτας οἱ Αἰγύ‐ πτιοι συνθέντες εἰς τὸ αὐτὸ σήπουσιν· ἐπὰν δὲ σαπῇ τὸ κέλυφος, ἐν τῷ ποταμῷ κλύζοντες ἐξαι‐ ροῦσι τὸν καρπόν, ξηράναντες δὲ καὶ πτίσαντες | |
5 | ἄρτους ποιοῦσι καὶ τούτῳ χρῶνται σιτίῳ. ἡ δὲ ῥίζα τοῦ λωτοῦ καλεῖται μὲν κόρσιον, ἐστὶ δὲ στρογγύλη, τὸ μέγεθος ἡλίκον μῆλον Κυδώνιον· φλοιὸς δὲ περίκειται περὶ αὐτὴν μέλας ἐμφερὴς τῷ κασταναϊκῷ καρύῳ· τὸ δὲ ἐντὸς λευκόν, ἑψό‐ | |
10 | μενον δὲ καὶ ὀπτώμενον γίνεται λεκιθῶδες, ἡδὺ δὲ ἐν τῇ προσφορᾷ· ἐσθίεται δὲ καὶ ὠμή, ἀρίστη δὲ ἐν [τῷ] ὕδατι ἑφθὴ καὶ ὀπτή. καὶ τὰ μὲν ἐν τοῖς ὕδασιν σχεδὸν ταῦτά ἐστιν. | |
Hist Plant.4.8.12 | Ἐν δὲ τοῖς ἀμμώδεσι χωρίοις, ἅ ἐστιν οὐ πόρρω τοῦ ποταμοῦ, φύεται κατὰ γῆς ὃ καλεῖται μαλιν‐ αθάλλη, στρογγύλον τῷ σχήματι μέγεθος δὲ ἡλίκον μέσπιλον ἀπύρηνον δὲ ἄφλοιον· φύλλα | |
5 | δὲ ἀφίησιν ἀπ’ αὐτοῦ ὅμοια κυπείρῳ· ταῦτα συνάγοντες οἱ κατὰ τὴν χώραν ἕψουσιν ἐν βρυτῷ τῷ ἀπὸ τῶν κριθῶν καὶ γίνεται γλυκέα σφόδρα· χρῶνται δὲ πάντες ὥσπερ τραγήμασι. | |
Hist Plant.4.8.13 | Τοῖς δὲ βουσὶ καὶ τοῖς προβάτοις ἅπαντα μὲν τὰ φυόμενα ἐδώδιμά ἐστιν, ἓν δέ τι γένος ἐν ταῖς λίμναις καὶ τοῖς ἕλεσι φύεται διαφέρον, ὃ καὶ χλωρὸν νέμονται καὶ ξηραίνοντες παρέχουσι κατὰ | |
5 | χειμῶνα τοῖς βουσὶν ὅταν ἐργάσωνται· καὶ τὰ σώματα ἔχουσιν εὖ σίτου ἄλλο λαμβάνοντες οὐθέν. | |
Hist Plant.4.8.14 | Ἔστι δὲ καὶ ἄλλο παραφυόμενον αὐτόματον ἐν τῷ σίτῳ· τοῦτο δέ, ὅταν ὁ σῖτος ᾖ καθαρός, ὑποπτίσαντες καταβάλλουσι τοῦ χειμῶνος ὑγ‐ ρὰν εἰς γῆν· βλαστήσαντος δὲ τεμόντες καὶ | |
5 | ξηράναντες παρέχουσι καὶ τοῦτο βουσὶ καὶ ἵπποις καὶ τοῖς ὑποζυγίοις σὺν τῷ καρπῷ τῷ ἐπι‐ γινομένῳ· ὁ δὲ καρπὸς μέγεθος μὲν ἡλίκον σή‐ σαμον, στρογγύλος δὲ καὶ τῷ χρώματι χλωρός, ἀγαθὸς δὲ διαφερόντως. ἐν Αἰγύπτῳ μὲν οὖν | |
10 | τὰ περιττὰ σχεδὸν ταῦτα ἄν τις λάβοι. | |
Hist Plant.4.9.1 | Ἕκαστοι δὲ τῶν ποταμῶν ἐοίκασιν ἴδιόν τι φέρειν, ὥσπερ καὶ τῶν χερσαίων. ἐπεὶ οὐδὲ ὁ τρίβολος ἐν ἅπασιν οὐδὲ πανταχοῦ φύεται, ἀλλ’ ἐν τοῖς ἑλώδεσι τῶν ποταμῶν· ἐν μεγίστῳ | |
5 | δὲ βάθει πενταπήχει ἢ μικρῷ μείζονι, καθάπερ περὶ τὸν Στρυμόνα· σχεδὸν δὲ ἐν τοσούτῳ καὶ ὁ κάλαμος καὶ τὰ ἄλλα. ὑπερέχει δὲ οὐθὲν αὐτοῦ πλὴν αὐτὰ τὰ φύλλα ὥσπερ ἐπινέοντα καὶ κρύπτοντα τὸν τρίβολον, ὁ δὲ τρίβολος αὐτὸς | |
10 | ἐν τῷ ὕδατι νεύων εἰς βυθόν. τὸ δὲ φύλλον ἐστὶ πλατὺ προσεμφερὲς τῷ τῆς πτελέας, μίσχον δὲ | |
Hist Plant.4.9.2 | ἔχει σφόδρα μακρόν· ὁ δὲ καυλὸς ἐξ ἄκρου παχύτατος, ὅθεν τὰ φύλλα καὶ ὁ καρπός, τὰ δὲ κάτω λεπτότερος ἀεὶ μέχρι τῆς ῥίζης· ἔχει δὲ ἀποπεφυκότα ἀπ’ αὐτοῦ τριχώδη τὰ μὲν | |
5 | πλεῖστα παράλληλα τὰ δὲ καὶ παραλλάττοντα, κάτωθεν ἀπὸ τῆς ῥίζης μεγάλα τὰ δὲ ἄνω ἀεὶ ἐλάτ‐ τω προϊοῦσιν, ὥστε τὰ τελευταῖα μικρὰ πάμπαν εἶναι καὶ τὴν διαφορὰν μεγάλην τὴν ἀπὸ τῆς ῥίζης πρὸς τὸν καρπόν. ἔχει δὲ ἐκ τοῦ ἑνὸς | |
10 | καυλοῦ καὶ παραβλαστήματα πλείω· καὶ γὰρ τρία καὶ τέτταρα, μέγιστον δ’ αἰεὶ τὸ πλησιαί‐ τερον τῆς ῥίζης, εἶτα τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα κατὰ λόγον. τὸ δὲ παραβλάστημά ἐστιν ὥσπερ καυλὸς ἄλλος λεπτότερος μὲν τοῦ πρώτου, | |
15 | τὰ δὲ φύλλα καὶ τὸν καρπὸν ἔχων ὁμοίως. ὁ δὲ καρπὸς μέλας καὶ σκληρὸς σφόδρα. ῥίζαν δὲ ἡλίκην καὶ ποίαν ἔχει σκεπτέον. ἡ μὲν οὖν φύσις τοιαύτη. φύεται μὲν ἀπὸ τοῦ καρποῦ τοῦ πίπτοντος καὶ ἀφίησι βλαστὸν τοῦ ἦρος· | |
Hist Plant.4.9.3 | φασὶ δὲ οἱ μὲν εἶναι ἐπέτειον οἱ δὲ διαμένειν τὴν μὲν ῥίζαν εἰς χρόνον, ἐξ ἧς καὶ τὴν βλά‐ στησιν εἶναι τοῦ καυλοῦ. τοῦτο μὲν οὖν σκε‐ πτέον. ἴδιον δὲ παρὰ τἆλλα τὸ τῶν παραφυομένων | |
5 | ἐκ τοῦ καυλοῦ τριχωδῶν· οὔτε γὰρ φύλλα ταῦτα οὔτε καυλός· ἐπεὶ τό γε τῆς παραβλαστήσεως | |
κοινὸν καλάμου καὶ ἄλλων. | ||
Hist Plant.4.10.1 | Τὰ μὲν οὖν ἴδια θεωρητέον ἰδίως δῆλον ὅτι, τὰ δὲ κοινὰ κοινῶς. διαιρεῖν δὲ χρὴ καὶ ταῦτα κατὰ τοὺς τόπους, οἷον εἰ τὰ μὲν ἕλεια τὰ δὲ λιμναῖα τὰ δὲ ποτάμια μᾶλλον ἢ καὶ κοινὰ πάν‐ | |
5 | των τῶν τόπων· διαιρεῖν δὲ καὶ ποῖα ταὐτὰ ἐν τῷ ὑγρῷ καὶ τῷ ξηρῷ φύεται, καὶ ποῖα ἐν τῷ ὑγρῷ μόνον, ὡς ἁπλῶς εἰπεῖν πρὸς τὰ κοινότατα εἰρη‐ μένα πρότερον. Ἐν δ’ οὖν τῇ λίμνῃ τῇ περὶ Ὀρχομενὸν τάδ’ | |
10 | ἐστὶ τὰ φυόμενα δένδρα καὶ ὑλήματα, ἰτέα ἐλαίαγνος σίδη κάλαμος ὅ τε αὐλητικὸς καὶ ὁ ἕτερος κύπειρον φλεὼς τύφη, ἔτι γε μήνανθος ἴκμη καὶ τὸ καλούμενον ἴπνον. ὃ γὰρ προσαγο‐ ρεύουσι λέμνα τούτου τὰ πλείω καθ’ ὕδατός ἐστι. | |
Hist Plant.4.10.2 | Τούτων δὲ τὰ μὲν ἄλλα γνώριμα· ὁ δ’ ἐλαίαγνος καὶ ἡ σίδη καὶ ἡ μήνανθος καὶ ἡ ἴκμη καὶ τὸ ἴπνον ἴσως μὲν φύεται καὶ ἑτέρωθι, προσαγορεύε‐ ται δὲ ἄλλοις ὀνόμασι· λεκτέον δὲ περὶ αὐτῶν. | |
5 | ἔστι δὲ ὁ μὲν ἐλαίαγνος φύσει μὲν θαμνῶδες καὶ παρόμοιον τοῖς ἄγνοις, φύλλον δὲ ἔχει τῷ μὲν σχήματι παραπλήσιον μαλακὸν δέ, ὥσπερ αἱ μηλέαι καὶ χνοῶδες. ἄνθος δὲ τῷ τῆς λεύκης ὅμοιον ἔλαττον· καρπὸν δὲ οὐδένα φέρει. φύεται | |
10 | δὲ ὁ πλεῖστος μὲν ἐπὶ τῶν πλοάδων νήσων· εἰσὶ | |
γάρ τινες καὶ ἐνταῦθα πλοάδες, ὥσπερ ἐν Αἰγύπτῳ περὶ τὰ ἕλη καὶ ἐν Θεσπρωτίδι καὶ ἐν ἄλλαις λίμ‐ ναις· ἐλάττων δὲ καθ’ ὕδατος· ὁ μὲν οὖν ἐλαίαγνος τοιοῦτον. | ||
Hist Plant.4.10.3 | Ἡ δὲ σίδη τὴν μὲν μορφήν ἐστιν ὁμοία τῇ μήκωνι· καὶ γὰρ τὸ ἄνω κυτινῶδες τοιοῦτον ἔχει, πλὴν μεῖζον ὡς κατὰ λόγον· μεγέθει δὲ ὅλος ὁ ὄγκος ἡλίκον μῆλον· ἔστι δὲ οὐ γυμνόν, ἀλλὰ ὑμένες | |
5 | περὶ αὐτὴν λευκοί, καὶ ἐπὶ τούτοις ἔξωθεν φύλλα ποώδη παραπλήσια τοῖς τῶν ῥόδων ὅταν ἐν κάλυξιν ὦσι, τέτταρα τὸν ἀριθμόν· ἀνοιχθεῖσα δὲ τοὺς κόκκους ἐρυθροὺς μὲν ἔχει τῷ σχήματι δὲ οὐχ ὁμοίους ταῖς ῥόαις ἀλλὰ περιφερεῖς μικροὺς | |
10 | δὲ καὶ οὐ πολλῷ μείζους κέγχρου· τὸν δὲ χυλὸν ὑδατώδη τινά, καθάπερ ὁ τῶν πυρῶν. ἁδρύνεται δὲ τοῦ θέρους, μίσχον δὲ ἔχει μακρόν. τὸ δὲ ἄνθος ὅμοιον ῥόδου κάλυκι, μεῖζον δὲ καὶ σχεδὸν διπλάσιον τῷ μεγέθει. τοῦτο μὲν οὖν καὶ τὸ | |
15 | φύλλον ἐπὶ τοῦ ὕδατος· μετὰ δὲ ταῦτα, ὅταν ἀπανθήσῃ καὶ συστῇ τὸ περικάρπιον, κατακλίνε‐ σθαί φασιν εἰς τὸ ὕδωρ μᾶλλον, τέλος δὲ συνάπτειν τῇ γῇ καὶ τὸν καρπὸν ἐκχεῖν. | |
Hist Plant.4.10.4 | Καρποφορεῖν δὲ τῶν ἐν τῇ λίμνῃ τοῦτο καὶ τὸ βούτομον καὶ τὸν φλεών. εἶναι δὲ τοῦ βουτόμου μέλανα, τῷ δὲ μεγέθει παραπλήσιον τῷ τῆς | |
σίδης. τοῦ δὲ φλεὼ τὴν καλουμένην ἀνθήλην, | ||
5 | ᾧ χρῶνται πρὸς τὰς κονίας. τοῦτο δ’ ἐστὶν οἷον πλακουντῶδές τι μαλακὸν ἐπίπυρρον. ἔτι δὲ καὶ τοῦ φλεὼ καὶ τοῦ βουτόμου τὸ μὲν θῆλυ ἄκαρπον, χρήσιμον δὲ πρὸς τὰ πλόκανα, τὸ δὲ ἄρρεν ἀχρεῖον. | |
10 | Περὶ δὲ τῆς ἴκμης καὶ μηνάνθους καὶ τοῦ ἴπνου σκεπτέον. | |
Hist Plant.4.10.5 | Ἰδιώτατον δὲ τούτων ἐστὶν ἡ τύφη καὶ τῷ ἄφυλλον εἶναι καὶ τῷ μὴ πολύρριζον τοῖς ἄλλοις ὁμοίως· ἐπεὶ τἆλλα οὐχ ἧττον εἰς τὰ κάτω τὴν ὁρμὴν ἔχει καὶ τὴν δύναμιν· μάλιστα δὲ τὸ | |
5 | κύπειρον, ὥσπερ καὶ ἡ ἄγρωστις, δι’ ὃ καὶ δυσώ‐ λεθρα καὶ ταῦτα καὶ ὅλως ἅπαν τὸ γένος τὸ τοιοῦ‐ τον. ἡ δὲ ῥίζα τοῦ κυπείρου πολύ τι τῶν ἄλλων παραλλάττει τῇ ἀνωμαλίᾳ, τῷ τὸ μὲν εἶναι παχύ τι καὶ σαρκῶδες αὐτῆς τὸ δὲ λεπτὸν καὶ ξυλῶδες· | |
10 | καὶ τῇ βλαστήσει καὶ τῇ γενέσει· φύεται γὰρ ἀπὸ τοῦ πρεμνώδους ἑτέρα λεπτὴ κατὰ πλάγιον, εἶτ’ ἐν ταύτῃ συνίσταται πάλιν τὸ σαρκῶδες, ἐν ᾧ καὶ ὁ βλαστὸς ἀφ’ οὗ ὁ καυλός· ἀφίησι δὲ καὶ εἰς βάθος τὸν αὐτὸν τρόπον ῥίζας, δι’ ὃ καὶ πάντων | |
15 | μάλιστα δυσώλεθρον καὶ ἔργον ἐξελεῖν. | |
Hist Plant.4.10.6 | (Σχεδὸν δὲ παραπλησίως φύεται ἡ ἄγρωστις ἐκ τῶν γονάτων· αἱ γὰρ ῥίζαι γονατώδεις, ἐξ ἑκά‐ στου δ’ ἀφίησιν ἄνω βλαστὸν καὶ κάτωθεν ῥίζαν. ὡσαύτως δὲ καὶ ἡ ἄκανθα ἡ ἀκανώδης, | |
5 | ἀλλ’ οὐ καλαμώδης οὐδὲ γονατώδης ἡ ῥίζα ταύ‐ της. ταῦτα μὲν οὖν ἐπὶ πλεῖον διὰ τὴν ὁμοιότητα εἴρηται.) Φύεται δ’ ἐν ἀμφοῖν καὶ ἐν τῇ γῇ καὶ ἐν τῷ ὕδατι ἰτέα κάλαμος, πλὴν τοῦ αὐλητικοῦ, | |
10 | κύπειρον τύφη φλεὼς βούτομος· ἐν δὲ τῷ ὕδατι μόνον σίδη. περὶ γὰρ τῆς τύφης ἀμφισβητοῦσι. καλλίω δὲ καὶ μείζω τῶν ἐν ἀμφοῖν φυομένων αἰεὶ τὰ ἐν τῷ ὕδατι γίνεσθαί φασι. φύεσθαι δ’ ἔνια τούτων καὶ ἐπὶ τῶν πλοάδων, οἷον τὸ κύ‐ | |
15 | πειρον καὶ τὸ βούτομον καὶ τὸν φλεών, ὥστε πάντα τὰ μέρη ταῦτα κατέχειν. | |
Hist Plant.4.10.7 | Ἐδώδιμα δ’ ἐστὶ τῶν ἐν τῇ λίμνῃ τάδε· ἡ μὲν σίδη καὶ αὐτὴ καὶ τὰ φύλλα τοῖς προβάτοις, ὁ δὲ βλαστὸς τοῖς ὑσίν, ὁ δὲ καρπὸς τοῖς ἀνθρώποις. τοῦ δὲ φλεὼ καὶ τῆς τύφης καὶ τοῦ βουτόμου τὸ | |
5 | πρὸς ταῖς ῥίζαις ἁπαλόν, ὃ μάλιστα ἐσθίει τὰ παιδία. ῥίζα δ’ ἐδώδιμος ἡ τοῦ φλεὼ μόνη τοῖς βοσκήμασιν. ὅταν δ’ αὐχμὸς ᾖ καὶ μὴ γένηται τὸ κατὰ κεφαλὴν ὕδωρ, ἅπαντα αὐχμεῖ τὰ ἐν τῇ λίμνῃ, μάλιστα δὲ ὁ κάλαμος, ὑπὲρ οὗ καὶ λοιπὸν | |
10 | εἰπεῖν· ὑπὲρ γὰρ τῶν ἄλλων σχεδὸν εἴρηται. | |
Hist Plant.4.11.1 | Τοῦ δὴ καλάμου δύο φασὶν εἶναι γένη, τόν τε αὐλητικὸν καὶ τὸν ἕτερον· ἓν γὰρ εἶναι τὸ γένος τοῦ ἑτέρου, διαφέρειν δὲ ἀλλήλων ἰσχύϊ 〈καὶ παχύτητι〉 καὶ λεπτότητι καὶ ἀσθενείᾳ· | |
5 | καλοῦσι δὲ τὸν μὲν ἰσχυρὸν καὶ παχὺν χαρακίαν | |
τὸν δ’ ἕτερον πλόκιμον· καὶ φύεσθαι τὸν μὲν πλόκιμον ἐπὶ τῶν πλοάδων τὸν δὲ χαρακίαν ἐπὶ τοῖς κώμυσι· κώμυθας δὲ καλοῦσι οὗ ἂν ᾖ συν‐ ηθροισμένος κάλαμος καὶ συμπεπλεγμένος ταῖς | ||
10 | ῥίζαις· τοῦτο δὲ γίνεται καθ’ οὓς ἂν τόπους τῆς λίμνης εὔγειον ᾖ χωρίον· γίνεσθαι δέ ποτε τὸν χαρακίαν καὶ οὗ ὁ αὐλητικός, μακρότερον μὲν τοῦ ἄλλου χαρακίου σκωληκόβρωτον δέ. τούτου μὲν οὖν ταύτας λέγουσι τὰς διαφοράς. | |
Hist Plant.4.11.2 | Περὶ δὲ τοῦ αὐλητικοῦ τὸ μὲν φύεσθαι δι’ ἐν‐ νεατηρίδος, ὥσπερ τινές φασι, καὶ ταύτην εἶναι τὴν τάξιν οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ὅλον αὐξη‐ θείσης γίνεται τῆς λίμνης· ὅτι δὲ τοῦτ’ ἐδόκει | |
5 | συμβαίνειν ἐν τοῖς πρότερον χρόνοις μάλιστα δι’ ἐννεατηρίδος, καὶ τὴν γένεσιν τοῦ καλάμου ταύ‐ την ἐποίουν τὸ συμβεβηκὸς ὡς τάξιν λαμβάνον‐ | |
Hist Plant.4.11.3 | τες. γίνεται δὲ ὅταν ἐπομβρίας γενομένης ἐμμένῃ τὸ ὕδωρ δύ’ ἔτη τοὐλάχιστον, ἂν δὲ πλείω καὶ καλλίων· τούτου δὲ μάλιστα μνημονεύουσι γεγον‐ ότος τῶν ὕστερον χρόνων ὅτε συνέβη τὰ περὶ | |
5 | Χαιρώνειαν· πρὸ τούτων γὰρ ἔφασαν ἔτη πλείω βαθυνθῆναι τὴν λίμνην· μετὰ δὲ ταῦτα ὕστερον, ὡς ὁ λοιμὸς ἐγένετο σφοδρός, πλησθῆναι μὲν αὐτήν, οὐ μείναντος δὲ τοῦ ὕδατος ἀλλ’ ἐκλιπόν‐ τος χειμῶνος οὐ γενέσθαι τὸν κάλαμον· φασὶ γὰρ | |
10 | καὶ δοκεῖ βαθυνομένης τῆς λίμνης αὐξάνεσθαι τὸν κάλαμον εἰς μῆκος, μείναντα δὲ τὸν ἐπιόντα ἐνιαυτὸν ἁδρύνεσθαι· καὶ γίνεσθαι τὸν μὲν ἁδρυ‐ | |
θέντα ζευγίτην, ᾧ δ’ ἂν μὴ συμπαραμείνῃ τὸ ὕδωρ βομβυκίαν. τὴν μὲν οὖν γένεσιν εἶναι | ||
15 | τοιαύτην. | |
Hist Plant.4.11.4 | Διαφέρειν δὲ τῶν ἄλλων καλάμων ὡς καθ’ ὅλου λαβεῖν εὐτροφίᾳ τινὶ τῆς φύσεως· εὐπληθέστερον γὰρ εἶναι καὶ εὐσαρκότερον καὶ ὅλως δὲ θῆλυν τῇ προσόψει. καὶ γὰρ τὸ φύλλον πλατύτερον ἔχειν | |
5 | καὶ λευκότερον τὴν δὲ ἀνθήλην ἐλάττω τῶν ἄλλων, τινὰς δὲ ὅλως οὐκ ἔχειν, οὓς καὶ προσ‐ αγορεύουσιν εὐνουχίας· ἐξ ὧν ἄριστα μέν φασί τινες γίνεσθαι τὰ ζεύγη, κατορθοῦν δὲ ὀλίγα παρὰ τὴν ἐργασίαν. | |
10 | Τὴν δὲ τομὴν ὡραίαν εἶναι πρὸ Ἀντιγενίδου μέν, ἡνίκ’ ηὔλουν ἀπλάστως, ὑπ’ Ἄρκτουρον Βοη‐ δρομιῶνος μηνός· τὸν γὰρ οὕτω τμηθέντα συχνοῖς μὲν ἔτεσιν ὕστερον γίνεσθαι χρήσιμον καὶ προ‐ καταυλήσεως δεῖσθαι πολλῆς, συμμύειν δὲ τὸ | |
15 | στόμα τῶν γλωττῶν, ὃ πρὸς τὴν διακτηρίαν εἶναι | |
Hist Plant.4.11.5 | χρήσιμον. ἐπεὶ δὲ εἰς τὴν πλάσιν μετέβησαν, καὶ ἡ τομὴ μετεκινήθη· τέμνουσι γὰρ δὴ νῦν τοῦ Σκιρροφοριῶνος καὶ Ἑκατομβαιῶνος ὥσπερ πρὸ τροπῶν μικρὸν ἢ ὑπὸ τροπάς. γίνεσθαι δέ φασι | |
5 | τρίενόν τε χρήσιμον καὶ καταυλήσεως βραχείας δεῖσθαι καὶ κατασπάσματα τὰς γλώττας ἴσχειν· τοῦτο δὲ ἀναγκαῖον τοῖς μετὰ πλάσματος αὐ‐ λοῦσι. τοῦ μὲν οὖν ζευγίτου ταύτας εἶναι τὰς ὥρας τῆς τομῆς. | |
Hist Plant.4.11.6 | Ἡ δ’ ἐργασία γίνεται τοῦτον τὸν τρόπον· ὅταν συλλέξωσι τιθέασιν ὑπαίθριον τοῦ χειμῶνος ἐν τῷ λέμματι· τοῦ δ’ ἦρος περικαθάραντες καὶ ἐκτρίψαντες εἰς τὸν ἥλιον ἔθεσαν. τοῦ θέρους δὲ | |
5 | μετὰ ταῦτα συντεμόντες εἰς τὰ μεσογονάτια πάλιν ὑπαίθριον τιθέασι χρόνον τινά. προσλείπουσι δὲ τῷ μεσογονατίῳ τὸ πρὸς τοὺς βλαστοὺς γόνυ· τὰ δὲ μήκη τὰ τούτων οὐ γίνεται διπαλαίστων ἐλάττω. βέλτιστα μὲν οὖν εἶναι τῶν μεσογονα‐ | |
10 | τίων πρὸς τὴν ζευγοποιΐαν ὅλου τοῦ καλάμου τὰ μέσα· μαλακώτατα δὲ ἴσχειν ζεύγη τὰ πρὸς τοὺς | |
Hist Plant.4.11.7 | βλαστούς, σκληρότατα δὲ τὰ πρὸς τῇ ῥίζῃ· συμ‐ φωνεῖν δὲ τὰς γλώττας τὰς ἐκ τοῦ αὐτοῦ μεσογο‐ νατίου, τὰς δὲ ἄλλας οὐ συμφωνεῖν· καὶ τὴν μὲν πρὸς τῇ ῥίζῃ ἀριστερὰν εἶναι, τὴν δὲ πρὸς τοὺς | |
5 | βλαστοὺς δεξιάν. τμηθέντος δὲ δίχα τοῦ μεσο‐ γονατίου τὸ στόμα τῆς γλώττης ἑκατέρας γίνε‐ σθαι κατὰ τὴν τοῦ καλάμου τομήν· ἐὰν δὲ ἄλλον τρόπον ἐργασθῶσιν αἱ γλῶτται, ταύτας οὐ πάνυ | |
συμφωνεῖν· ἡ μὲν οὖν ἐργασία τοιαύτη. | ||
Hist Plant.4.11.8 | Φύεται δὲ πλεῖστος μὲν μεταξὺ τοῦ Κηφισοῦ καὶ τοῦ Μέλανος· οὗτος δὲ ὁ τόπος προσαγο‐ ρεύεται μὲν Πελεκανία· τούτου δ’ ἔστιν ἄττα Χύτροι καλούμενοι βαθύσματα τῆς λίμνης, ἐν οἷς | |
5 | κάλλιστόν φασι γίνεσθαι· 〈γίνεσθαι〉 δὲ καὶ καθ’ ὃ ἡ Προβατία καλουμένη καταφέρεται· τοῦτο δ’ ἐστὶ ποταμὸς ῥέων ἐκ Λεβαδείας. κάλλιστος δὲ δοκεῖ πάντων γίνεσθαι περὶ τὴν Ὀξεῖαν καλου‐ μένην Καμπήν· ὁ δὲ τόπος οὗτός ἐστιν ἐμβολὴ | |
10 | τοῦ Κηφισοῦ. γειτνιᾷ δ’ αὐτῷ πεδίον εὔγειον, ὃ | |
Hist Plant.4.11.9 | προσαγορεύουσι Ἱππίαν. πρόσβορρος δὲ τόπος ἄλλος τῆς Ὀξείας Καμπῆς ἐστιν, ὃν καλοῦσι Βοηδρίαν· φύεσθαι δέ φασι καὶ κατὰ ταύτην εὐγενῆ τὸν κάλαμον. τὸ δὲ ὅλον, οὗ ἂν ᾖ βαθύ‐ | |
5 | γειον καὶ εὔγειον χωρίον καὶ ἰλυῶδες καὶ ὁ Κηφισὸς ἀναμίσγεται καὶ πρὸς τούτοις βάθυσμα τῆς λίμνης, κάλλιστον γίνεσθαι κάλαμον. περὶ γὰρ τὴν Ὀξεῖαν Καμπὴν καὶ τὴν Βοηδρίαν πάντα ταῦτα ὑπάρχειν. ὅτι δὲ ὁ Κηφισὸς μεγάλην ἔχει | |
10 | ῥοπὴν εἰς τὸ ποιεῖν καλὸν τὸν κάλαμον σημεῖον ἔχουσι· καθ’ ὃν γὰρ τόπον ὁ Μέλας καλούμενος ἐμβάλλει βαθείας οὔσης τῆς λίμνης καὶ τοῦ ἐδάφους εὐγείου καὶ ἰλυώδους, ἢ ὅλως μὴ γίνεσθαι ἢ φαῦλον. ἡ μὲν οὖν γένεσις καὶ φύσις τοῦ | |
15 | αὐλητικοῦ καὶ ἡ κατεργασία καὶ τίνας ἔχει δια‐ φορὰς πρὸς τοὺς ἄλλους ἱκανῶς εἰρήσθω. | |
Hist Plant.4.11.10 | Γένη δὲ οὐ ταῦτα μόνον ἀλλὰ πλείω τοῦ καλά‐ μου τυγχάνει φανερὰς ἔχοντα τῇ αἰσθήσει δια‐ | |
φοράς· ὁ μὲν γὰρ πυκνὸς καὶ τῇ σαρκὶ καὶ τοῖς γόνασιν, ὁ δὲ μανὸς καὶ ὀλιγογόνατος· καὶ ὁ μὲν | ||
5 | κοῖλος, ὃν καλοῦσί τινες συριγγίαν, οὐδὲν γὰρ ὡς εἰπεῖν ἔχει ξύλου καὶ σαρκός· ὁ δὲ στερεὸς καὶ συμπλήρης μικροῦ. καὶ ὁ μὲν βραχύς, ὁ δὲ εὐαυξὴς καὶ ὑψηλὸς καὶ παχύς. ὁ δὲ λεπτὸς καὶ πολύφυλλος, ὁ δὲ ὀλιγόφυλλος καὶ μονόφυλλος. | |
10 | ὅλως δὲ πολλαί τινές εἰσι διαφοραὶ κατὰ τὰς χρείας· ἕκαστος γὰρ πρὸς ἕκαστα χρήσιμος. | |
Hist Plant.4.11.11 | Ὀνόμασι δὲ ἄλλοι ἄλλοις προσαγορεύουσι· κοινότατον δέ πως ὁ δόναξ, ὃν καὶ λοχμωδέστατόν γέ φασιν εἶναι καὶ μάλιστα φύεσθαι παρὰ τοὺς ποταμοὺς καὶ τὰς λίμνας. διαφέρειν δ’ ὅμως | |
5 | παντὸς καλάμου πολὺ τόν τε ἐν τῷ ξηρῷ καὶ τὸν ἐν τοῖς ὕδασι φυόμενον. ἴδιος δὲ καὶ ὁ τοξικός, ὃν δὴ Κρητικόν τινες καλοῦσιν· ὀλιγογόνατος μὲν σαρκωδέστερος δὲ πάντων καὶ μάλιστα κάμψιν δεχόμενος, καὶ ὅλως ἄγεσθαι δυνάμενος ὡς ἂν | |
10 | θέλῃ τις θερμαινόμενος. | |
Hist Plant.4.11.12 | Ἔχουσι δέ, ὥσπερ ἐλέχθη, καὶ κατὰ τὰ φύλλα μεγάλας διαφορὰς οὐ πλήθει καὶ μεγέθει μόνον ἀλλὰ καὶ χροιᾷ. ποικίλος γὰρ ὁ Λακωνικὸς καλούμενος. ἔτι δὲ τῇ θέσει καὶ προσφύσει· | |
5 | κάτωθεν γὰρ ἔνιοι πλεῖστα φέρουσι τῶν φύλλων, αὐτὸς δὲ ὥσπερ ἐκ θάμνου πέφυκε. σχεδὸν δέ τινές φασι καὶ τῶν λιμναίων ταύτην εἶναι τὴν διαφοράν, τὸ πολύφυλλον καὶ παρόμοιον ἔχειν | |
τρόπον τινὰ τὸ φύλλον τῷ τοῦ κυπείρου καὶ | ||
10 | φλεὼ καὶ θρύου καὶ βουτόμου· σκέψασθαι δὲ δεῖ τοῦτο. | |
Hist Plant.4.11.13 | Γένος δέ τι καλάμου φύεται καὶ ἐπίγειον, ὃ οὐκ εἰς ὀρθὸν ἀλλ’ ἐπὶ γῆς ἀφίησι τὸν καυλόν, ὥσπερ ἡ ἄγρωστις, καὶ οὕτως ποιεῖται τὴν αὔξησιν. ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, καλεῖται δὲ ὑπό | |
5 | τινων εἰλετίας ... Ὁ δὲ Ἰνδικὸς ἐν μεγίστῃ διαφορᾷ καὶ ὥσπερ ἕτερον ὅλως τὸ γένος· ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, ὁ δὲ θῆλυς κοῖλος· διαιροῦσι γὰρ καὶ τοῦτον τῷ ἄρρενι καὶ θήλει. φύονται δ’ ἐξ ἑνὸς πυθμένος | |
10 | πολλοὶ καὶ οὐ λοχμώδεις· τὸ δὲ φύλλον οὐ μακ‐ ρὸν ἀλλ’ ὅμοιον τῇ ἰτέᾳ· τῷ δὲ μεγέθει μεγάλοι καὶ εὐπαγεῖς, ὥστε ἀκοντίοις χρῆσθαι. φύονται δὲ οὗτοι περὶ τὸν Ἀκεσίνην ποταμόν. ἅπας δὲ κάλαμος εὔζωος καὶ τεμνόμενος καὶ ἐπικαιόμενος | |
15 | καλλίων βλαστάνει· ἔτι δὲ παχύρριζος καὶ πο‐ λύρριζος, δι’ ὃ καὶ δυσώλεθρος. ἡ δὲ ῥίζα γονα‐ τώδης, ὥσπερ ἡ τῆς ἀγρωστίδος, πλὴν οὐ παντὸς ὁμοίως. ἀλλὰ περὶ μὲν καλάμων ἱκανῶς εἰρήσθω. | |
Hist Plant.4.12.1 | Κατάλοιπον δὲ εἰπεῖν ὡσὰν ἐκ τοῦ γένους τούτου περὶ σχοίνου· καὶ γὰρ καὶ τοῦτο τῶν ἐνύδρων θετέον. ἔστι δὲ αὐτοῦ τρία εἴδη, καθάπερ τινὲς διαιροῦσιν, ὅ τε ὀξὺς καὶ ἄκαρπος, ὃν δὴ | |
5 | καλοῦσιν ἄρρενα, καὶ ὁ κάρπιμος, ὃν μελαγκρανὶν καλοῦμεν διὰ τὸ μέλανα τὸν καρπὸν ἔχειν, παχύ‐ τερος δὲ οὗτος καὶ σαρκωδέστερος· καὶ τρίτος τῷ μεγέθει καὶ τῇ παχύτητι καὶ εὐσαρκίᾳ διαφέρων ὁ καλούμενος ὁλόσχοινος. | |
Hist Plant.4.12.2 | Ἡ μὲν οὖν μελαγκρανὶς αὐτός τις καθ’ αὑτόν· ὁ δ’ ὀξὺς καὶ ὁλόσχοινος ἐκ τοῦ αὐτοῦ φύονται· ὃ καὶ ἄτοπον φαίνεται, καὶ θαυμαστόν γ’ ἦν ἰδεῖν ὅλης κομισθείσης τῆς σχοινιᾶς· οἱ πολλοὶ γὰρ | |
5 | ἦσαν ἄκαρποι πεφυκότες ἐκ τοῦ αὐτοῦ, κάρπιμοι δὲ ὀλίγοι. τοῦτο μὲν οὖν ἐπισκεπτέον. ἐλάτ‐ τους δὲ ὅλως οἱ κάρπιμοι· πρὸς γὰρ τὰ πλέγματα χρησιμώτερος ὁ ὁλόσχοινος διὰ τὸ σαρκῶδες καὶ μαλακόν. κορυνᾷ δ’ ὅλως ὁ κάρπιμος ἐξ αὐτοῦ | |
10 | τοῦ γραμμώδους ἐξοιδήσας, κἄπειτα ἐκτίκτει καθάπερ ὠά. πρὸς μιᾷ γὰρ ἀρχῇ γραμμώδει ἔχει τοὺς περισταχυώδεις μίσχους, ἐφ’ ὧν ἄκρων παραπλαγίους τὰς τῶν ἀγγείων ἔχει στρογγυλό‐ τητας ὑποχασκούσας· ἐν τούτοις δὲ τὸ σπερμά‐ | |
15 | τιον ἀκιδῶδές ἐστι μέλαν ἑκάστῳ προσεμφερὲς | |
Hist Plant.4.12.3 | τῷ τοῦ ἀστερίσκου πλὴν ἀμενηνότερον. ῥίζαν δὲ ἔχει μακρὰν καὶ παχυτέραν πολὺ τοῦ σχοίνου· αὕτη δ’ αὐαίνεται καθ’ ἕκαστον ἐνιαυτόν, εἶθ’ ἑτέρα πάλιν ἀπὸ τῆς κεφαλῆς τοῦ σχοίνου καθίε‐ | |
5 | ται· τοῦτο δὲ καὶ ἐν τῇ ὄψει φανερὸν ἰδεῖν τὰς μὲν αὔας τὰς δὲ χλωρὰς καθιεμένας· ἡ δὲ κεφαλὴ | |
ὁμοία τῇ τῶν κρομύων καὶ τῇ τῶν γητείων, συμ‐ πεφυκυῖά πως ἐκ πλειόνων εἰς ταὐτὸ καὶ πλατεῖα κάτωθεν ἔχουσα κελύφη ὑπέρυθρα. συμβαίνει δ’ | ||
10 | οὖν ἴδιον ἐπὶ τῶν ῥιζῶν εἰ αὐαίνονται κατ’ ἐνιαυτὸν καὶ ἐκ τοῦ ἄνωθεν πάλιν ἡ γένεσις. τῶν μὲν οὖν σχοίνων τοιαύτη τις φύσις. | |
Hist Plant.4.12.4 | Εἰ δὲ καὶ ὁ βάτος καὶ ὁ παλίουρος ἔνυδρά πώς ἐστιν ἢ πάρυδρα, καθάπερ ἐνιαχοῦ, φανεραὶ σχε‐ δὸν καὶ αἱ τούτων διαφοραί· περὶ ἀμφοῖν γὰρ εἴρηται πρότερον. | |
5 | [Τῶν δὲ νήσων τῶν πλοάδων τῶν ἐν Ὀρχομενῷ τὰ μὲν μεγέθη παντοδαπὰ τυγχάνει, τὰ δὲ μέ‐ γιστα αὐτῶν ἐστιν ὅσον τριῶν σταδίων τὴν περί‐ μετρον. ἐν Αἰγύπτῳ δὲ μάλιστα μεγάλα σφόδρα συνίσταται, ὥστε καὶ ὗς ἐν αὐταῖς ἐγγίνεσθαι | |
10 | πολλούς, οὓς καὶ κυνηγετοῦσι διαβαίνοντες.] καὶ περὶ μὲν ἐνύδρων ταῦτ’ εἰρήσθω. | |
Hist Plant.4.13.1 | Περὶ δὲ βραχυβιότητος φυτῶν καὶ δέν‐ δρων τῶν ἐνύδρων ἐπὶ τοσοῦτον ἔχομεν ὡς ἂν καθ’ ὅλου λέγοντες, ὅτι βραχυβιώτερα τῶν χερσαίων ἐστί, καθάπερ καὶ τὰ ζῶα. τοὺς δὲ καθ’ ἕκαστον | |
5 | βίους ἱστορῆσαι δεῖ τῶν χερσαίων. τὰ μὲν οὖν ἄγριά φασιν οὐδεμίαν ἔχειν ὡς εἰπεῖν οἱ ὀρεοτύποι διαφοράν, ἀλλὰ πάντα εἶναι μακρόβια καὶ οὐθὲν βραχύβιον· αὐτὸ μὲν τοῦτο ἴσως ἀληθὲς λέγον‐ τες· ἅπαντα γὰρ ὑπερτείνει πολὺ τὴν τῶν ἄλλων | |
10 | ζωήν. οὐ μὴν ἀλλ’ ὅμως ἐστὶ τὰ μὲν μᾶλλον τὰ | |
δ’ ἧττον μακρόβια, καθάπερ ἐν τοῖς ἡμέροις· ποῖα δὲ ταῦτα σκεπτέον. τὰ δὲ ἥμερα φανερῶς δια‐ φέρει τῷ τὰ μὲν εἶναι μακρόβια τὰ δὲ βραχύβια· ὡς δ’ ἁπλῶς εἰπεῖν τὰ ἄγρια τῶν ἡμέρων μακρο‐ | ||
15 | βιώτερα καὶ ὅλως τῷ γένει καὶ τὰ ἀντιδιῃρημένα καθ’ ἕκαστον, οἷον κότινος ἐλάας καὶ ἀχρὰς ἀπίου ἐρινεὸς συκῆς· ἰσχυρότερα γὰρ καὶ πυκνότερα καὶ ἀγονώτερα τοῖς περικαρπίοις. | |
Hist Plant.4.13.2 | Τὴν δὲ μακροβιότητα μαρτυροῦσιν ἐπί γέ τινων καὶ ἡμέρων καὶ ἀγρίων καὶ αἱ παραδεδομέναι φῆμαι παρὰ τῶν μυθολόγων· ἐλάαν μὲν γὰρ λέγουσι τὴν Ἀθήνῃσι, φοίνικα δὲ τὸν ἐν Δήλῳ, | |
5 | κότινον δὲ τὸν ἐν Ὀλυμπίᾳ, ἀφ’ οὗ ὁ στέφανος· φηγοὺς δὲ τὰς ἐν Ἰλίῳ τὰς ἐπὶ τοῦ Ἴλου μνήμα‐ τος· τινὲς δέ φασι καὶ τὴν ἐν Δελφοῖς πλάτανον Ἀγαμέμνονα φυτεῦσαι καὶ τὴν ἐν Καφύαις τῆς Ἀρκαδίας. ταῦτα μὲν οὖν ὅπως ἔχει τάχ’ ἂν | |
10 | ἕτερος εἴη λόγος· ὅτι δέ ἐστι μεγάλη διαφορὰ τῶν δένδρων φανερόν· μακρόβια μὲν γὰρ τά τε προειρημένα καὶ ἕτερα πλείω· βραχύβια δὲ καὶ τὰ τοιαῦτα ὁμολογουμένως, οἷον ῥοιὰ συκῆ μηλέα, καὶ τούτων ἡ ἠρινὴ μᾶλλον καὶ ἡ γλυκεῖα τῆς | |
15 | ὀξείας, ὥσπερ τῶν ῥοῶν ἡ ἀπύρηνος. βραχύβια δὲ καὶ ἀμπέλων ἔνια γένη καὶ μάλιστα τὰ πολύ‐ | |
καρπα· δοκεῖ δὲ καὶ τὰ πάρυδρα βραχυβιώτερα τῶν ἐν τοῖς ξηροῖς εἶναι, οἷον ἰτέα λεύκη ἀκτὴ αἴγειρος. | ||
Hist Plant.4.13.3 | Ἔνια δὲ γηράσκει μὲν καὶ σήπεται ταχέως, παραβλαστάνει δὲ πάλιν ἐκ τῶν αὐτῶν, ὥσπερ αἱ δάφναι καὶ αἱ μηλέαι τε καὶ αἱ ῥόαι καὶ τῶν φιλύδρων τὰ πολλά· περὶ ὧν καὶ σκέψαιτ’ ἄν | |
5 | τις πότερα ταὐτὰ δεῖ λέγειν ἢ ἕτερα· καθάπερ εἴ τις τὸ στέλεχος ἀποκόψας, ὥσπερ ποιοῦσιν οἱ γεωργοί, πάλιν ἀναθεραπεύοι τοὺς βλαστούς, ἢ εἰ καὶ ὅλως ἐκκόψειεν ἄχρι τῶν ῥιζῶν καὶ ἐπικαύ‐ σειεν· καὶ γὰρ ταῦτα ποιοῦσιν, ὁτὲ δὲ καὶ ἀπὸ | |
10 | τοῦ αὐτομάτου συμβαίνει· πότερα δὴ τοῦτο ταὐτὸ δεῖ λέγειν ἢ ἕτερον; ᾗ μὲν γὰρ ἀεὶ τὰ μέρη τὰς αὐξήσεις καὶ φθίσεις φαίνεται παραλλάττοντα καὶ ἔτι τὰς διακαθάρσεις τὰς ὑπ’ αὐτῶν, ταύτῃ μὲν ἂν δόξειε ταὐτὸν εἶναι· τί γὰρ ἂν ἐπὶ τούτων | |
Hist Plant.4.13.4 | ἢ ἐκείνων διαφέροι; ᾗ δ’ ὥσπερ οὐσία καὶ φύσις τοῦ δένδρου μάλιστ’ ἂν φαίνοιτο τὸ στέλεχος, ὅταν μεταλλάττῃ τοῦτο, κἂν τὸ ὅλον ἕτερον ὑπολάβοι τις, εἰ μὴ ἄρα διὰ τὸ ἀπὸ τῶν αὐτῶν ἀρχῶν εἶναι | |
5 | ταὐτὸ θείη· καίτοι πολλάκις συμβαίνει καὶ τὰς ῥίζας ἑτέρας εἶναι καὶ μεταβάλλειν τῶν μὲν σηπο‐ μένων τῶν δ’ ἐξ ἀρχῆς βλαστανουσῶν. ἐπεί, ἐὰν | |
ἀληθὲς ᾖ, ὥς γέ τινές φασι, τὰς ἀμπέλους μακρο‐ βιωτάτας εἶναι τῷ μὴ φύειν ἑτέρας ἀλλ’ ἐξ αὐτῶν | ||
10 | ἀεὶ συναναπληροῦσθαι, γελοῖον ἂν ἴσως δοκοίη τοι‐ αύτη σύγκρισις ἐὰν 〈μὴ〉 μένῃ τὸ στέλεχος· αὕτη γὰρ οἷον ὑπόθεσις καὶ φύσις δένδρων. τοῦτο μὲν οὖν ὁποτέρως ποτὲ λεκτέον οὐθὲν ἂν διενέγκαι | |
Hist Plant.4.13.5 | πρὸς τὰ νῦν. τάχα δ’ ἂν εἴη μακροβιώτατον τὸ πάντως δυνάμενον ἀνταρκεῖν, ὥσπερ ἡ ἐλάα καὶ τῷ στελέχει καὶ τῇ παραβλαστήσει καὶ τῷ δυσωλέθρους ἔχειν τὰς ῥίζας. δοκεῖ δὲ ὁ βίος | |
5 | τῆς γε μιᾶς εἶναι, καθ’ ὃν τὸ στέλεχος δεῖ τὴν ἀρχὴν τιθέντα μέτρον ἀναμετρεῖν τὸν χρόνον, μάλιστα περὶ ἔτη διακόσια. εἰ δ’ ὅπερ ἐπὶ τῶν ἀμπέλων λέγουσί τινες, ὡς παραιρουμένων τῶν ῥιζῶν κατὰ μέρος δύναται διαμένειν τὸ στέλεχος, | |
10 | καὶ ἡ ὅλη φύσις ὁμοία καὶ ὁμοιοφόρος ὁποσονοῦν χρόνον, μακροβιώτατον ἂν εἴη πάντων. φασὶ δὲ δεῖν οὕτω ποιεῖν ὅταν ἤδη δοκῇ καταφέρεσθαι· κλήματά τε ἐπιβάλλειν καὶ καρποῦσθαι τὸν ἐνιαυτόν· μετὰ δὲ ταῦτα κατασκάψαντα ἐπὶ | |
15 | θάτερα τῆς ἀμπέλου περικαθᾶραι πάσας τὰς ῥίζας, εἶτ’ ἐμπλῆσαι φρυγάνων καὶ ἐπαμήσασθαι | |
Hist Plant.4.13.6 | τὴν γῆν· τούτῳ μὲν οὖν τῷ ἔτει κακῶς φέρειν | |
σφόδρα, τῷ δ’ ὑστέρῳ βέλτιον, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ καθίστασθαι καὶ φέρειν πολλοὺς καὶ καλούς, ὥστε μηδὲν διαφέρειν ἢ ὅτε ἤκμαζεν· | ||
5 | ἐπειδὰν δὲ πάλιν ἀποπληγῇ, θάτερον μέρος παρα‐ σκάπτειν καὶ θεραπεύειν ὁμοίως, καὶ οὕτως αἰεὶ διαμένειν· ποιεῖν δὲ τοῦτο μάλιστα δι’ ἐτῶν δέκα· δι’ ὃ καὶ κόπτειν οὐδέποτε τοὺς τοῦτο ποιοῦντας, ἀλλ’ ἐπὶ γενεὰς πολλὰς ταὐτὰ τὰ στελέχη δια‐ | |
10 | μένειν, ὥστε μηδὲ μεμνῆσθαι τοὺς φυτεύσαντας· τοῦτο μὲν οὖν ἴσως τῶν πεπειραμένων ἀκούοντα δεῖ πιστεύειν. τὰ δὲ μακρόβια καὶ βραχύβια διὰ τῶν εἰρημένων θεωρητέον. | |
Hist Plant.4.14.1 | Νοσήματα δὲ τοῖς μὲν ἀγρίοις οὔ φασι ξυμβαίνειν ὑφ’ ὧν ἀναιροῦνται, φαύλως δὲ δια‐ τίθεσθαι καὶ μάλιστα ἐπιδήλως ὅταν χαλαζοκο‐ πηθῇ ἢ βλαστάνειν μέλλοντα ἢ ἀρχόμενα ἢ | |
5 | ἀνθοῦντα, καὶ ὅταν ἢ πνεῦμα ψυχρὸν ἢ θερμὸν ἐπιγένηται κατὰ τούτους τοὺς καιρούς. ὑπὸ δὲ τῶν ὡραίων χειμώνων οὐδὲ ἂν ὑπερβάλλοντες ὦσιν οὐδὲν πάσχειν, ἀλλὰ καὶ ξυμφέρειν πᾶσι χειμασθῆναι· μὴ χειμασθέντα γὰρ κακοβλαστό‐ | |
Hist Plant.4.14.2 | τερα γίνεσθαι. τοῖς δὲ ἡμέροις ἐστὶ πλείω νοσή‐ ματα, καὶ τὰ μὲν ὥσπερ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις τὰ δ’ ἴδια κατὰ γένη. κοινὰ δὴ τό τε σκωληκοῦσθαι καὶ ἀστροβολεῖσθαι καὶ ὁ σφα‐ | |
5 | κελισμός. ἅπαντα γὰρ ὡς εἰπεῖν καὶ σκώληκας ἴσχει πλὴν τὰ μὲν ἐλάττους τὰ δὲ πλείους, καθά‐ περ συκῆ μηλέα καὶ ἄπιος. ὡς δὲ ἁπλῶς εἰπεῖν ἥκιστα σκωληκοῦνται τὰ δριμέα καὶ ὀπώδη, καὶ ἀστροβολεῖται ὡσαύτως· μᾶλλον δὲ τοῖς νέοις ἢ | |
10 | τοῖς ἐν ἀκμῇ τοῦτο συμβαίνει, πάντων δὲ μάλιστα τῇ τε συκῇ καὶ τῇ ἀμπέλῳ. | |
Hist Plant.4.14.3 | Ἡ δ’ ἐλάα πρὸς τῷ τοὺς σκώληκας ἴσχειν, οἳ δὴ καὶ τὴν συκῆν διαφθείρουσιν ἐντίκτοντες, φύει καὶ ἧλον· οἱ δὲ μύκητα καλοῦσιν, ἔνιοι δὲ λοπάδα· τοῦτο δ’ ἐστὶν οἷον ἡλίου καῦσις. διαφθείρονται | |
5 | δ’ ἐνίοτε καὶ αἱ νέαι ἐλάαι διὰ τὴν ὑπερβολὴν τῆς πολυκαρπίας. ἡ δὲ ψώρα καὶ οἱ προσφυόμενοι κοχλίαι συκῆς εἰσιν· οὐ πανταχοῦ δὲ τοῦτο συμβαίνει ταῖς συκαῖς, ἀλλ’ ἔοικε καὶ τὰ νοσήματα γίνεσθαι κατὰ τοὺς τόπους, ὥσπερ τοῖς | |
10 | ζώοις· ἐπεὶ παρ’ ἐνίοις οὐ ψωριῶσι, καθάπερ οὐδὲ περὶ τὴν Αἰνείαν. | |
Hist Plant.4.14.4 | Ἁλίσκεται δὲ συκῆ μάλιστα καὶ σφακελισμῷ καὶ κράδῳ. καλεῖται δὲ σφακελισμὸς μὲν ὅταν αἱ ῥίζαι μελανθῶσι, κράδος δ’ ὅταν οἱ κλάδοι· καὶ γὰρ καλοῦσί τινες κράδους, ὅθεν καὶ τοὔνομα τῇ | |
5 | νόσῳ· ὁ δ’ ἐρινεὸς οὔτε κραδᾷ οὔτε σφακελίζει οὔτε ψωριᾷ οὔτε σκωληκοῦται ταῖς ῥιζαῖς ὁμοίως· οὐδὲ δὴ τὰ ἐρινά τινες ἀποβάλλουσιν οὐδ’ ἐὰν | |
ἐμφυτευθῶσιν εἰς συκῆν. | ||
Hist Plant.4.14.5 | Ἡ δὲ ψώρα μάλιστα γίνεται ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· ἐὰν δὲ πολύ, ἀπο‐ κλύζεται· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ ἀπορ‐ ρεῖν καὶ τοὺς ὀλύνθους. τῶν δὲ σκωλήκων τῶν | |
5 | ἐν ταῖς συκαῖς οἱ μὲν ἐξ αὐτῆς γίνονται οἱ δὲ ἐντίκτονται ὑπὸ τοῦ καλουμένου κεράστου· πάντες δὲ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται δὲ οἷον τριγμόν. νοσεῖ δὲ συκῆ καὶ ἐὰν ἐπομβρία γένηται· τά τε γὰρ πρὸς τὴν ῥίζαν καὶ αὐτὴ ἡ | |
10 | ῥίζα ὥσπερ μαδᾷ· τοῦτο δὲ καλοῦσι λοπᾶν. | |
Hist Plant.4.14.6 | ἡ δ’ ἄμπελος τραγᾷ· τοῦτο δὲ μάλιστα αὐτῆς ἐστι πρὸς τῷ ἀστροβολεῖσθαι, ἢ ὅταν ὑπὸ πνευμάτων βλαστοκοπηθῇ ἢ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ ἢ τρίτον ὑπτία τμηθῇ. | |
5 | Ῥυὰς δὲ γίνεται, ὃ καλοῦσί τινες ψίνεσθαι, ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἢ ὅταν κρειττωθῇ· τὸ δὲ πάθος ἐστὶν ὥστε ἀπορρεῖν τὰς ῥᾶγας καὶ τὰς ἐπιμενούσας εἶναι μικράς. ἔνια δὲ καὶ ῥιγώσαντα νοσεῖ, καθάπερ ἡ ἄμπελος· ἀμ‐ | |
10 | βλοῦνται γὰρ οἱ ὀφθαλμοὶ τῆς πρωτοτόμου· καὶ πάλιν ὑπερθερμανθέντα· ζητεῖ γὰρ καὶ τούτων τὴν συμμετρίαν ὥσπερ καὶ τῆς τροφῆς. ὅλως δὲ πᾶν | |
τὸ παρὰ φύσιν ἐπικίνδυνον. | ||
Hist Plant.4.14.7 | Μεγάλα δὲ ξυμβάλλεται καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ τῶν περισκαπτόντων εἰς τὸ μὴ φέρειν τὰς μεταβολὰς ἢ καυμάτων ἢ χειμώνων· ἀσθενὲς γὰρ ὂν διὰ τὴν ἕλκωσιν καὶ τὸν πόνον εὐχειρω‐ | |
5 | τότατόν ἐστι ταῖς ὑπερβολαῖς. σχεδὸν δέ, ὥς τινες οἴονται, τὰ πλεῖστα τῶν νοσημάτων ἀπὸ πληγῆς γίνεται· καὶ γὰρ τὰ ἀστρόβλητα καλούμενα καὶ τὰ σφακελίζοντα διὰ τὸ ἀπὸ ταύτης εἶναι τῶν ῥιζῶν τὸν πόνον. οἴονται δὲ καὶ δύο ταύτας εἶναι | |
10 | μόνας νόσους· οὐ μὴν ἀλλὰ τοῦτό γ’ οὐκ ἄγαν ὁμολογούμενόν ἐστι. [Πάντων δ’ ἀσθενέστατον ἡ μηλέα ἡ ἠρινὴ καὶ τούτων ἡ γλυκεῖα.] | |
Hist Plant.4.14.8 | Ἔνιαι δὲ πηρώσεις οὐκ εἰς φθορὰν γίνονται ὅλων ἀλλ’ εἰς ἀκαρπίαν· οἷον ἐάν τις τῆς πίτυος ἀφέλῃ τὸ ἄκρον ἢ τοῦ φοίνικος, ἄκαρπα γίνεσθαι ἄμφω δοκεῖ καὶ οὐχ ὅλως ἀναιρεῖσθαι. | |
5 | Γίνονται δὲ νόσοι καὶ τῶν καρπῶν αὐτῶν, ἐὰν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ οὐράνια γένηται· συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, οἷον τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγο‐ | |
10 | μένους ἢ πάλιν ἀναξηραινομένους παρὰ τὸ δέον. χείριστον δὲ ἐὰν ἀπανθοῦσί τισιν ἐφύσῃ, καθάπερ ἐλάᾳ καὶ ἀμπέλῳ· συναπορρεῖ γὰρ ὁ καρπὸς δι’ | |
ἀσθένειαν. | ||
Hist Plant.4.14.9 | Ἐν Μιλήτῳ δὲ τὰς ἐλάας, ὅταν ὦσι περὶ τὸ ἀνθεῖν, κάμπαι κατεσθίουσιν, αἱ μὲν τὰ φύλλα αἱ δὲ τὰ ἄνθη, ἕτεραι τῷ γένει, καὶ ψιλοῦσι τὰ δένδρα· γίνονται δὲ ἐὰν ᾖ νότια καὶ εὐδιεινά· ἐὰν | |
5 | δὲ ἐπιλάβῃ καύματα ῥήγνυνται. Περὶ δὲ Τάραντα προφαίνουσι μὲν ἀεὶ πολὺν καρπόν, ὑπὸ δὲ τὴν ἀπάνθησιν τὰ πολλ’ ἀπόλ‐ λυται. τὰ μὲν οὖν τοιαῦτα τῶν τόπων ἴδια. | |
Hist Plant.4.14.10 | Γίνεται δὲ καὶ ἄλλο νόσημα περὶ τὰς ἐλάας ἀράχνιον καλούμενον· φύεται γὰρ τοῦτο καὶ δια‐ φθείρει τὸν καρπόν. ἐπικάει δὲ καὶ καύματά τινα καὶ ἐλάαν καὶ βότρυν καὶ ἄλλους καρπούς. | |
5 | οἱ δὲ καρποὶ σκωληκοῦνταί τινων, οἷον ἐλάας ἀπίου μηλέας μεσπίλης ῥόας. καὶ ὅ γε τῆς ἐλάας σκώληξ ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένηται διαφθείρει τὸν καρπόν, ἐὰν δὲ τὸν πυρῆνα διαφάγῃ ὠφελεῖ. κωλύεται δὲ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ’ | |
10 | Ἀρκτούρῳ γενομένου. γίνονται δὲ καὶ ἐν ταῖς δρυπεπέσι σκώληκες, αἵπερ καὶ χείρους εἰς τὴν ῥύσιν· ὅλως δὲ καὶ δοκοῦσιν εἶναι σαπραί· δι’ ὃ καὶ γίνονται τοῖς νοτίοις καὶ μᾶλλον ἐν τοῖς ἐφύδροις. ἐγγίνονται δὲ καὶ κνῖπες ἔν τισι τῶν | |
15 | δένδρων, ὥσπερ ἐν τῇ δρυῒ καὶ τῇ συκῇ· καὶ δοκοῦσιν ἐκ τῆς ὑγρότητος συνίστασθαι τῆς ὑπὸ τὸν φλοιὸν συνισταμένης· αὕτη δέ ἐστι γλυκεῖα | |
γευομένοις. γίνονται δὲ καὶ ἐν λαχάνοις τισίν, ἔνθα δὲ κάμπαι διαφερούσης δῆλον ὅτι τῆς | ||
20 | ἀρχῆς. | |
Hist Plant.4.14.11 | Καὶ τὰ μὲν νοσήματα σχεδὸν ταῦτα καὶ ἐν τούτοις ἐστίν. ἔνια δὲ πάθη τῶν κατὰ τὰς ὥρας καὶ τῶν κατὰ τοὺς τόπους γινομένων ἀναιρεῖν πέφυκεν, ἃ οὐκ ἄν τις εἴποι νόσους, οἷον λέγω τὴν | |
5 | ἔκπηξιν καὶ ὃ καλοῦσί τινες καυθμόν. ἄλλα δὲ παρ’ ἑκάστοις πέφυκε πνεύματα ἀπολλύναι καὶ ἀποκάειν· οἷον ἐν Χαλκίδι τῆς Εὐβοίας Ὀλυμπίας ὅταν πνεύσῃ μικρὸν πρὸ τροπῶν ἢ μετὰ τροπὰς χειμερινὰς ψυχρός· ἀποκάει γὰρ τὰ δένδρα καὶ | |
10 | οὕτως αὖα ποιεῖ καὶ ξηρὰ ὡς οὐδ’ ἂν ὑφ’ ἡλίου καὶ χρόνου πολλοῦ γένοιτ’ ἄν, δι’ ὃ καὶ καλοῦσι καυθμόν· ἐγένετο δὲ πρότερον πολλάκις ἤδη καὶ ἐπ’ Ἀρχίππου δι’ ἐτῶν τετταράκοντα σφοδρός. | |
Hist Plant.4.14.12 | Πονοῦσι δὲ μάλιστα τῶν τόπων οἱ κοῖλοι καὶ οἱ αὐλῶνες καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ ἁπλῶς οἱ ἀπνευστότατοι· τῶν δένδρων δὲ μάλιστα συκῆ, δεύτερον δὲ ἐλάα. ἐλάας δὲ μᾶλλον ὁ | |
5 | κότινος ἐπόνησεν ἰσχυρότερος ὤν, ὃ καὶ θαυμαστὸν ἦν· αἱ δὲ ἀμυγδαλαῖ τὸ πάμπαν ἀπαθεῖς· ἀπαθεῖς δὲ καὶ αἱ μηλέαι καὶ αἱ ἄπιοι καὶ αἱ ῥόαι ἐγένοντο· δι’ ὃ καὶ τοῦτο ἦν θαυμαστόν. ἀποκάεται δὲ εὐθὺς ἐκ τοῦ στελέχους, καὶ ὅλως δὲ μᾶλλον καὶ | |
10 | πρότερον ὡς εἰπεῖν ἅπτεται 〈τὰ ἄνω〉 τῶν κάτω. | |
φανερὰ δὲ γίνεται τὰ μὲν ἅμα περὶ τὴν βλάστησιν, ἡ δὲ ἐλάα διὰ τὸ ἀείφυλλον ὕστερον· ὅσαι μὲν οὖν ἂν φυλλοβολήσωσιν ἀναβιώσκονται πάλιν, ὅσαι δ’ ἂν μὴ τελέως ἀπόλλυνται. παρ’ ἐνίοις δέ τινες | ||
15 | ἀποκαυθεῖσαι καὶ τῶν φύλλων αὐανθέντων ἀνε‐ βλάστησαν πάλιν ἄνευ τοῦ ἀποβαλεῖν καὶ τὰ φύλλα ἀνεβίωσεν. ἐνιαχοῦ δὲ καὶ πολλάκις τοῦτο συμβαίνει, καθάπερ καὶ ἐν Φιλίπποις. | |
Hist Plant.4.14.13 | Τὰ δ’ ἐκπαγέντα, ὅταν μὴ τελέως ἀπόληται, τάχιστα ἀναβλαστάνει, ὥστε εὐθὺς τὴν ἄμπελον καρποφορεῖν, ὥσπερ ἐν Θετταλίᾳ. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον αἱ μὲν ἐκπήξεις | |
5 | γίνονται διχῶς, ὁτὲ μὲν ὑπὸ ψύχους ἐὰν χειμέριον ᾖ τὸ ἔτος, ὁτὲ δὲ ὑπὸ πάγων ἐάν γε πολὺν χρόνον διαμένωσι. ἀμφότερα δὲ μάλιστα γίγνονται μετὰ τροπὰς περὶ τὰς τετταράκοντα. γίνονται δὲ οἱ μὲν πάγοι ταῖς αἰθρίαις, τὰ δὲ ψύχη μάλιστα | |
10 | ὑφ’ ὧν ἡ ἔκπηξις ὅταν αἰθρίας οὔσης αἱ λεπίδες καταφέρωνται. ταῦτα δ’ ἐστὶν ὥσπερ τὰ ξύσματα πλὴν πλατύτερα, καὶ φερόμενα φανερὰ πεσόντα δὲ οὐ διαμένει· περὶ δὲ τὴν Θρᾴκην ἐκπήγνυνται. | |
Hist Plant.4.14.14 | Ἀλλὰ γὰρ αἱ μὲν νόσοι πόσαι τε καὶ ποῖαι καὶ τίνες γίνονται καὶ πάλιν αἱ δι’ ὑπερβολὴν χειμῶνος ἢ καυμάτων φθοραὶ καὶ αἱ διὰ πνευ‐ μάτων ψυχρότητα ἢ θερμότητα διὰ τούτων | |
5 | θεωρείσθωσαν· ὧν ἐνίας οὐθὲν ἂν κωλύοι καὶ τοῖς ἀγρίοις εἶναι κοινὰς καὶ κατὰ τὴν ὅλην τῶν δένδρων φθορὰν καὶ ἔτι μᾶλλον κατὰ τὴν τῶν | |
καρπῶν· ὃ καὶ συμβαῖνον ὁρῶμεν· οὐκ εὐκαρπεῖ γὰρ οὐδ’ ἐκεῖνα πολλάκις, ἀλλ’ οὐχ ὁμοίως οἶμαι | ||
10 | παρατετήρηται. | |
Hist Plant.4.15.1 | Λοιπὸν δ’ εἰπεῖν ὅσα παραιρουμένων τινῶν μορίων ἀπόλλυται. κοινὴ μὲν δὴ πᾶσι φθορὰ τοῦ φλοιοῦ περιαιρεθέντος κύκλῳ· πᾶν γὰρ ὡς εἰπεῖν οὕτως ἀπόλλυσθαι δοκεῖ πλὴν | |
5 | ἀνδράχλη· καὶ αὕτη δὲ ἐάν τις τὴν σάρκα σφόδρα πιέσῃ καὶ τὸν μέλλοντα βλαστὸν διακόψῃ· πλὴν εἰ ἄρα φελλοῦ· τοῦτον γάρ φασι καὶ εὐσθενεῖν μᾶλλον περιαιρουμένου δῆλον ὅτι τοῦ ἔξω καὶ τοῦ κάτω πρὸς τῇ σαρκί, καθάπερ καὶ τῆς ἀνδρά‐ | |
10 | χλης. ἐπεὶ καὶ τοῦ κεράσου περιαιρεῖται καὶ τῆς ἀμπέλου καὶ τῆς φιλύρας, ἐξ οὗ τὰ σχοινία, καὶ μαλάχης τῶν ἐλαττόνων, ἀλλ’ οὐχ ὁ κύριος οὐδ’ ὁ πρῶτος, ἀλλ’ ὁ ἐπιπολῆς, ὃς καὶ αὐτόματος ἐνίοτε ἀποπίπτει διὰ τὴν ὑπόφυσιν θατέρου. | |
Hist Plant.4.15.2 | Καὶ γὰρ φλοιορραγῆ ἔνια τῶν δένδρων ἐστίν, ὥσπερ καὶ ἡ ἀνδράχλη καὶ ἡ πλάτανος. ὡς δέ τινες οἴονται, πάλιν ὑποφύεται νέος, ὁ δὲ ἔξωθεν ἀποξηραίνεται καὶ ῥήγνυται καὶ αὐτόματος | |
5 | ἀποπίπτει πολλῶν, ἀλλ’ οὐχ ὁμοίως ἐπίδηλος. φθείρονται μὲν οὖν, ὡς οἴονται, πάντα περιαιρου‐ | |
μένου, διαφέρει δὲ τῷ θᾶττον καὶ βραδύτερον καὶ μᾶλλον καὶ ἧττον. ἔνια γὰρ πλείω χρόνον δια‐ μένει, καθάπερ συκῆ καὶ φίλυρα καὶ δρῦς· οἱ δὲ | ||
10 | καὶ ζῆν φασι ταῦτα, ζῆν δὲ καὶ πτελέαν καὶ φοίνικα· τῆς δὲ φιλύρας καὶ συμφύεσθαι τὸν φλοιὸν πλὴν μικροῦ· τῶν δὲ ἄλλων οἷον πωροῦ‐ σθαι καὶ ἰδίαν τινὰ φύσιν ἔχειν. βοηθεῖν δὲ πειρῶνται διαπλάττοντες πηλῷ καὶ περιδοῦντες | |
15 | φλοιοῖς καὶ καλάμοις καὶ τοῖς τοιούτοις, ὅπως μὴ ψύχηται μηδ’ ἀποξηραίνηται. καὶ ἤδη φασί που ἀναφῦναι, καθάπερ καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, | |
Hist Plant.4.15.3 | τὰς συκᾶς. δεῖ δὲ ἅμα τῇ τῆς χώρας ἀρετῇ καὶ τῇ τοῦ ἀέρος κράσει καὶ τὰ ἐπιγιγνόμενα τοιαῦτα εἶναι· χειμώνων γὰρ ἢ καυμάτων ἐπιγινομένων σφοδρῶν εὐθὺς ἀπόλλυνται· διαφέρουσι δὲ καὶ | |
5 | αἱ ὧραι· περὶ γὰρ τὴν βλάστησιν ἐλάτης ἢ πεύκης, ὅτε καὶ λοπῶσι, τοῦ Θαργηλιῶνος ἢ Σκιρροφοριῶνος ἄν τις περιέλῃ, παραχρῆμα ἀπ‐ όλλυται. τοῦ δὲ χειμῶνος πλείω χρόνον ἀντ‐ έχει καὶ ἔτι μᾶλλον τὰ ἰσχυρότατα, καθάπερ πρῖ‐ | |
10 | νος καὶ δρῦς· χρονιωτέρα γὰρ ἡ τούτων φθορά. | |
Hist Plant.4.15.4 | δεῖ δὲ καὶ τὴν περιαίρεσιν ἔχειν τι πλάτος, πάντων μὲν μάλιστα δὲ τῶν ἰσχυροτάτων· ἐπεὶ ἄν τις μικρὰν παντελῶς ποιήσῃ, οὐθὲν ἄτοπον τὸ μὴ ἀπόλλυσθαι· καίτοι φασί γέ τινες, ἐὰν ὁπ‐ | |
5 | οσονοῦν, συμφθείρεσθαι πάντως· ἀλλ’ ἐπὶ τῶν ἀσθενεστέρων τοῦτ’ εἰκός. ἔνια γὰρ κἂν μὴ | |
κύκλῳ περιαιρεθῇ φθείρεσθαί φασιν, ἃ καὶ λυπρὰν ἔχει χώραν καὶ ἄτροφον. αὕτη μὲν δή, καθάπερ εἴρηται, κοινὴ φθορὰ πάντων. | ||
Hist Plant.4.16.1 | Ἣν δὲ καλοῦσιν ἐπικοπὴν τῶν δένδρων, μόνον πεύκης ἐλάτης πίτυος φοίνικος, οἱ δὲ καὶ κέδρου καὶ κυπαρίττου φασί. ταῦτα γάρ, ἐὰν περιαιρεθῇ τὴν κόμην ἄνωθεν καὶ ἐπικοπῇ τὸ | |
5 | ἄκρον, φθείρεται πάντα καὶ οὐ βλαστάνει, καθά‐ περ οὐδ’ ἐπικαυθέντα ἢ πάντα ἢ ἔνια. τὰ δ’ ἄλλα πάντα καὶ περικοπέντα βλαστάνει, καὶ ἔνιά γε καλλίω γίνεται, καθάπερ ἡ ἐλάα. δια‐ φθείρεται δὲ τὰ πολλὰ κἂν σχισθῇ τὸ στέλεχος· | |
10 | οὐδὲν γὰρ ὑπομένειν δοκεῖ πλὴν ἀμπέλου καὶ συκῆς καὶ ῥόας καὶ μηλέας· ἔνια δὲ κἂν ἑλκωθῇ καὶ μεῖζον καὶ βαθύτερον ἀπόλλυται. τὰ δ’ οὐδὲν πάσχει, καθάπερ ἡ πεύκη δᾳδουργουμένη, καὶ ἐξ ὧν δὴ τὰς ῥητίνας συλλέγουσιν, οἷον ἐλά‐ | |
15 | της τερμίνθου· καὶ γὰρ δὴ τούτων εἰς βάθος ἡ τρῶσις καὶ ἕλκωσις. καὶ γὰρ ἐξ ἀφόρων φοράδες γίνονται καὶ ἐξ ὀλιγοφόρων πολυφόροι. | |
Hist Plant.4.16.2 | Τὰ δὲ καὶ πελέκησιν ὑπομένει καὶ ὀρθὰ καὶ πεσόντα ὑπὸ πνεύματος, ὥστε πάλιν ἀνίστασθαι καὶ ζῆν καὶ βλαστάνειν, οἷον ἰτέα καὶ πλάτανος. ὅπερ συνέβη καὶ ἐν Ἀντάνδρῳ καὶ ἐν Φιλίπποις· | |
5 | ἐκπεσούσης γὰρ ὡς ἀπέκοψαν τοὺς ἀκρεμόνας καὶ ἐπελέκησαν, ἀνεφύη νύκτωρ ἡ πλάτανος κουφισθεῖσα τοῦ βάρους καὶ ἀνεβίω καὶ ὁ φλοιὸς περιέφυ πάλιν. παραπεπελεκημένη δ’ ἐτύγχανεν | |
ἐκ τῶν δύο μερῶν· ἦν δὲ τὸ δένδρον μέγα μῆκος | ||
10 | μὲν μεῖζον ἢ δεκάπηχυ, πάχος δ’ ὥστε μὴ ῥᾳδίως | |
Hist Plant.4.16.3 | ἂν περιλαβεῖν τέτταρας ἄνδρας. ἡ δὲ ἐν Φιλίπ‐ ποις ἰτέα περιεκόπη μὲν τοὺς ἀκρεμόνας, οὐ μὴν παρεπελεκήθη. μάντις δέ τις ἔπεισεν αὐτοὺς θυσίαν τε ποιεῖσθαι καὶ τηρεῖν τὸ δένδρον ὡς | |
5 | σημεῖον ἀγαθὸν γεγονός. ἀνέστη δὲ καὶ ἐν Σταγείροις ἐν τῷ μουσείῳ λεύκη τις ἐκπεσοῦσα. | |
Hist Plant.4.16.4 | Τῆς δὲ μήτρας ἐξαιρουμένης οὐθὲν ὡς εἰπεῖν φθείρεται δένδρον. σημεῖον δὲ ὅτι πολλὰ κοῖλα τῶν μέγεθος ἐχόντων δένδρων ἐστίν. οἱ δὲ περὶ Ἀρκαδίαν φασὶ μέχρι τινὸς μὲν ζῆν τὸ δένδρον, | |
5 | τελέως δὲ ἐξ ἅπαντος ἐξαιρεθείσης καὶ πεύκην φθείρεσθαι καὶ ἐλάτην καὶ ἄλλο πᾶν. | |
Hist Plant.4.16.5 | Κοινὴ δὲ φθορὰ πάντων κἂν αἱ ῥίζαι περι‐ κοπῶσιν ἢ πᾶσαι ἢ αἱ πλεῖσται καὶ μέγισται καὶ κυριώταται τοῦ ζῆν. αὗται μὲν οὖν ἐξ ἀφαιρέσεως. | |
5 | Ἡ δ’ ὑπὸ τοῦ ἐλαίου προσθέσει τινὶ μᾶλλον ἢ ἀφαιρέσει· πολέμιον γὰρ δὴ καὶ τοῦτο πᾶσι· καὶ ἔλαιον ἐπιχέουσι τοῖς ὑπολείμμασι τῶν ῥιζῶν. ἰσχύει δὲ μᾶλλον τὸ ἔλαιον ἐν τοῖς νέοις καὶ ἄρτι φυομένοις· ἀσθενέστερα γάρ, δι’ ὃ καὶ ἅπτεσθαι | |
10 | κωλύουσι. Φθοραὶ δὲ καὶ ὑπ’ ἀλλήλων εἰσὶ τῷ παραι‐ ρεῖσθαι τὰς τροφὰς καὶ ἐν τοῖς ἄλλοις ἐμποδίζειν. χαλεπὸς δὲ καὶ ὁ κιττὸς παραφυόμενος, χαλεπὸς | |
δὲ καὶ ὁ κύτισος· ἀπόλλυσι γὰρ πάνθ’ ὡς εἰπεῖν· | ||
15 | ἰσχυρότερον δὲ τούτου τὸ ἅλιμον· ἀπόλλυσι γὰρ τὸν κύτισον. | |
Hist Plant.4.16.6 | Ἔνια δὲ οὐ φθείρει μὲν χείρω δὲ ποιεῖ ταῖς δυνάμεσι τῶν χυλῶν καὶ τῶν ὀσμῶν, οἷον ἡ ῥάφανος καὶ ἡ δάφνη τὴν ἄμπελον. ὀσφραίνεσθαι γάρ φασι καὶ ἕλκειν. δι’ ὃ καὶ ὅταν ὁ βλαστὸς | |
5 | πλησίον γένηται πάλιν ἀναστρέφειν καὶ ἀφορᾶν ὡς πολεμίας οὔσης τῆς ὀσμῆς. Ἀνδροκύδης δὲ καὶ παραδείγματι τούτῳ κατεχρήσατο πρὸς τὴν βοήθειαν τὴν ἀπὸ τῆς ῥαφάνου γινομένην πρὸς τὸν οἶνον, ὡς ἐξελαύνουσαν τὴν μέθην· φεύγειν | |
10 | γὰρ δὴ καὶ ζῶσαν τὴν ἄμπελον τὴν ὀσμήν. αἱ μὲν οὖν φθοραὶ πῶς τε γίνονται καὶ πόσαι καὶ | |
ποσαχῶς φανερὸν ἐκ τῶν προειρημένων. | ||
Hist Plant.5t1 | Ε | |
Hist Plant.5.1.1 | Περὶ δὲ τῆς ὕλης, ποία τέ ἐστιν ἑκάστη, καὶ πόθ’ ὡραία τέμνεσθαι, καὶ πρὸς ποῖα τῶν ἔργων χρησίμη, καὶ ποία δύσεργος ἢ εὔεργος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης ἱστορίας ἔχεται, πειρα‐ | |
5 | τέον ὁμοίως εἰπεῖν. Ὡραῖα δὴ τέμνεσθαι τῶν ξύλων τὰ μὲν οὖν στρογγύλα καὶ ὅσα πρὸς φλοϊσμὸν ὅταν βλα‐ στάνῃ· τότε γὰρ εὐπεριαίρετος ὁ φλοιός, ὃ δὴ καλοῦσι λοπᾶν, διὰ τὴν ὑγρότητα τὴν ὑπογινο‐ | |
10 | μένην αὐτῇ. μετὰ δὲ ταῦτα δυσπεριαίρετος καὶ τὸ ξύλον μέλαν γίνεται καὶ δυσειδές. τὰ δὲ τετράγωνα μετὰ τὸν λοπητόν· ἀφαιρεῖται γὰρ ἡ πελέκησις τὴν δυσείδειαν. ὅλως πᾶν πρὸς ἰσχὺν ὡραιότατον οὐ μόνον πεπαυμένον τῆς | |
15 | βλαστήσεως ἀλλ’ ἔτι μᾶλλον ἐκπεπᾶναν τὸν καρπόν. ἀλλὰ διὰ τὸν φλοϊσμὸν ἀώροις οὖσιν ὡραίοις συμβαίνει γίνεσθαι τοῖς στρογγύλοις, | |
ὥστε ἐναντίαι αἱ ὧραι κατὰ συμβεβηκός. εὐ‐ χρούστερα δὲ τὰ ἐλάτινα γίνεται κατὰ τὸν | ||
20 | πρῶτον λοπητόν. | |
Hist Plant.5.1.2 | Ἐπεὶ δὲ μάλιστ’ ἢ μόνον περιαιροῦσι τὸν φλοιὸν ἐλάτης πεύκης πίτυος, ταῦτα μὲν τέμνεται τοῦ ἦρος· τότε γὰρ ἡ βλάστησις· τὰ δὲ ἄλλα ὁτὲ μὲν μετὰ πυροτομίαν, ὁτὲ δὲ μετὰ τρυγητὸν καὶ | |
5 | Ἀρκτοῦρον, οἷον ἀρία πτελέα σφένδαμνος μελία ζυγία ὀξύα φίλυρα φηγός τε καὶ ὅλως ὅσα κατορύττεται· δρῦς δὲ ὀψιαίτατα κατὰ χειμῶνα μετὰ τὸ μετόπωρον· ἐὰν δὲ ὑπὸ τὸν λοπητὸν τμηθῇ, σήπεται τάχιστα ὡς εἰπεῖν, ἐάν τε ἔμ‐ | |
10 | φλοιος ἐάν τε ἄφλοιος· καὶ μάλιστα μὲν τὰ ἐν τῷ πρώτῳ λοπητῷ, δεύτερα δὲ τὰ ἐν τῷ δευτέρῳ, τρίτα δὲ καὶ ἥκιστα τὰ ἐν τῷ τρίτῳ· τὰ δὲ μετὰ τὴν πέπανσιν τῶν καρπῶν ἄβρωτα διαμένει, κἂν ἀλόπιστα ᾖ· πλὴν ὑπὸ τὸν φλοιὸν ὑποδυό‐ | |
15 | μενοι σκώληκες ἐπιπολῆς ἐγγράφουσι τὸ στέλεχος, οἷς καὶ σφραγῖσι χρῶνταί τινες· ὡραῖον δὲ τμη‐ θὲν τὸ δρύϊνον ἀσαπές τε καὶ ἀθριπηδέστατον γίνεται καὶ σκληρὸν καὶ πυκνὸν ὥσπερ κέρας· πᾶν γὰρ ὅμοιόν ἐστιν ἐγκαρδίῳ· πλὴν τό γε τῆς | |
20 | ἁλιφλοίου καὶ τότε φαῦλον. | |
Hist Plant.5.1.3 | Συμβαίνει δὲ καὶ τοῦτο ὑπεναντίον, ὅταν τε κατὰ τὴν βλάστησιν τέμνωνται καὶ ὅταν μετὰ τοὺς καρπούς. τότε μὲν γὰρ ἀναξηραίνεται τὰ στελέχη καὶ οὐ βλαστάνει τὰ δένδρα· μετὰ δὲ | |
5 | τοὺς καρποὺς παραβλαστάνει. δυστομώτερα δὲ διὰ τὴν σκληρότητα κατὰ ταύτην τὴν ὥραν. κελεύουσι δὲ καὶ δεδυκυίας τῆς σελήνης τέμνειν ὡς σκληροτέρων καὶ ἀσαπεστέρων γινομένων. ἐπεὶ δὲ αἱ πέψεις τῶν καρπῶν παραλλάττουσι, | |
10 | δῆλον ὅτι καὶ αἱ ἀκμαὶ πρὸς τὴν τομὴν παραλ‐ λάττουσιν· ἀεὶ γὰρ ὀψιαίτεραι αἱ τῶν ὀψικαρ‐ | |
Hist Plant.5.1.4 | ποτέρων. δι’ ὃ καὶ πειρῶνταί τινες ὁρίζειν καθ’ ἑκάστην· οἷον πεύκην μὲν καὶ ἐλάτην ὅταν ὑπο‐ λοπῶσιν· ἔτι δὲ ὀξύαν καὶ φίλυραν καὶ σφέν‐ δαμνον καὶ ζυγίαν τῆς ὀπώρας· δρῦν δέ, ὥσπερ | |
5 | εἴρηται, μετὰ τὸ φθινόπωρον. φασὶ δέ τινες πεύκην ὡραίαν εἶναι τοῦ ἦρος, ὅταν γε ἔχῃ τὴν καλουμένην κάχρυν, καὶ τὴν πίτυν ὅταν ὁ βότρυς αὐτῆς ἀνθῇ. ποῖα μὲν οὖν ὡραῖα καθ’ ἕκαστον χρόνον οὕτω διαιροῦνται. πάντων δὲ δῆλον ὅτι | |
10 | βελτίω τὰ τῶν ἀκμαζόντων δένδρων ἢ τῶν νέων κομιδῆ καὶ γεγηρακότων· τὰ μὲν γὰρ ὑδατώδη, τὰ δὲ γεώδη. | |
Hist Plant.5.1.5 | Πλείστας δὲ χρείας καὶ μεγίστας ἡ ἐλάτη καὶ ἡ πεύκη παρέχονται, καὶ ταῦτα κάλλιστα καὶ μέγιστα τῶν ξύλων ἐστί. διαφέρουσι δὲ ἀλλήλων ἐν πολλοῖς· ἡ μὲν γὰρ πεύκη σαρκωδεστέρα τε | |
5 | καὶ ὀλιγόϊνος· ἡ δ’ ἐλάτη καὶ πολύϊνος καὶ ἄσαρκος, ὥστε ἐναντίως ἑκάτερον ἔχειν τῶν | |
μερῶν, τὰς μὲν ἶνας ἰσχυρὰς τὴν δὲ σάρκα μαλακὴν καὶ μανήν· δι’ ὃ τὸ μὲν βάρυ τὸ δὲ κοῦφον· τὸ μὲν γὰρ ἔνδᾳδον τὸ δὲ ἄδᾳδον, ᾗ καὶ | ||
Hist Plant.5.1.6 | λευκότερον. ἔχει δὲ καὶ ὄζους πλείους μὲν ἡ πεύκη, σκληροτέρους δὲ ἡ ἐλάτη πολλῷ, μᾶλλον δὲ καὶ σκληροτάτους πάντων· ἄμφω δὲ πυκνοὺς καὶ κερατώδεις καὶ τῷ χρώματι ξανθοὺς καὶ | |
5 | δᾳδώδεις. ὅταν δὲ τμηθῆσι, ῥεῖ καὶ ἐκ τῶν τῆς ἐλάτης καὶ ἐκ τῶν τῆς πεύκης ἐπὶ πολὺν χρόνον ὑγρότης καὶ μᾶλλον ἐκ τῶν τῆς ἐλάτης. ἔστι δὲ καὶ πολύλοπον ἡ ἐλάτη, καθάπερ καὶ τὸ κρόμυον· ἀεὶ γὰρ ἔχει τινὰ ὑποκάτω τοῦ φαινομένου, καὶ | |
Hist Plant.5.1.7 | ἐκ τοιούτων ἡ ὅλη. δι’ ὃ καὶ τὰς κώπας ξύοντες ἀφαιρεῖν πειρῶνται καθ’ ἕνα καὶ ὁμαλῶς· ἐὰν γὰρ οὕτως ἀφαιρῶσιν, ἰσχυρὸς ὁ κωπεών, ἐὰν δὲ παραλλάξωσι καὶ μὴ κατασπῶσιν ὁμοίως, ἀσθε‐ | |
5 | νής· πληγὴ γὰρ οὕτως, ἐκείνως δ’ ἀφαίρεσις. ἔστι δὲ καὶ μακρότατον ἡ ἐλάτη καὶ ὀρθοφυέστατον. δι’ ὃ καὶ τὰς κεραίας καὶ τοὺς ἱστοὺς ἐκ ταύτης ποιοῦσιν. ἔχει δὲ καὶ τὰς φλέβας καὶ τὰς ἶνας | |
Hist Plant.5.1.8 | ἐμφανεστάτας πάντων. αὐξάνεται δὲ πρῶτον εἰς μῆκος, ἄχρι οὗ δὴ ἐφίκηται τοῦ ἡλίου· καὶ οὔτε ὄζος οὐδεὶς οὔτε παραβλάστησις οὔτε πάχος γίνεται· μετὰ δὲ ταῦτα εἰς βάθος καὶ πάχος· | |
5 | οὕτως αἱ τῶν ὄζων ἐκφύσεις καὶ παραβλαστήσεις. | |
Hist Plant.5.1.9 | Ταῦτα μὲν οὖν ἴδια τῆς ἐλάτης, τὰ δὲ κοινὰ καὶ πεύκης καὶ ἐλάτης καὶ τῶν ἄλλων. ἔστι γὰρ ἡ μὲν τετράξοος ἡ δὲ δίξοος. καλοῦσι δὲ τετραξόους μὲν ὅσαις ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης δύο κτη‐ | |
5 | δόνες εἰσὶν ἐναντίαν ἔχουσαι τὴν φύσιν· ἔπειτα καθ’ ἑκατέραν τὴν κτηδόνα ποιοῦνται τὴν πελέ‐ κησιν ἐναντίας τὰς πληγὰς κατὰ κτηδόνα φέρον‐ τες, ὅταν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης ἡ πελέκησις ἀναστρέφῃ. τοῦτο γὰρ ἐξ ἀνάγκης συμβαίνει | |
10 | διὰ τὴν φύσιν τῶν κτηδόνων. τὰς δὲ τοιαύτας ἐλάτας καὶ πεύκας τετραξόους καλοῦσι. εἰσὶ δὲ καὶ πρὸς τὰς ἐργασίας αὗται κάλλισται· πυκνό‐ τατα γὰρ ἔχουσι τὰ ξύλα καὶ τὰς αἰγίδας αὗται | |
Hist Plant.5.1.10 | φύουσιν. αἱ δίξοοι δὲ κτηδόνα μὲν ἔχουσι μίαν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης, ταύτας δὲ ἐναντίας ἀλλήλαις, ὥστε καὶ τὴν πελέκησιν εἶναι διπλῆν, μίαν καθ’ ἑκατέραν κτηδόνα ταῖς πληγαῖς ἐναν‐ | |
5 | τίαις· ἁπαλώτατα μὲν οὖν ταῦτά φασιν ἔχειν τὰ ξύλα, χείριστα δὲ πρὸς τὰς ἐργασίας· δια‐ στρέφεται γὰρ μάλιστα. μονοξόους δὲ καλοῦσι τὰς ἐχούσας μίαν μόνον κτηδόνα· τὴν δὲ πελέ‐ κησιν αὐτῶν γίνεσθαι τὴν αὐτὴν ἐφ’ ἑκάτερα | |
10 | τῆς ἐντεριώνης· φασὶ δὲ μανότατα μὲν ἔχειν τῇ φύσει τὰ ξύλα ταῦτα πρὸς δὲ τὰς διαστροφὰς ἀσφαλέστατα. | |
Hist Plant.5.1.11 | Διαφορὰς δὲ ἔχουσι τοῖς φλοιοῖς, καθ’ ἃς | |
γνωρίζουσιν ἰδόντες εὐθὺς τὸ δένδρον πεφυκὸς ποῖόν τί ἐστι· τῶν μὲν γὰρ εὐκτηδόνων καὶ ἀστραβῶν καὶ ὁ φλοιὸς λεῖος καὶ ὀρθός, τῶν | ||
5 | δ’ ἐναντίων τραχύς τε καὶ διεστραμμένος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλ’ ἔστι τετράξοα μὲν ὀλίγα μονόξοα δὲ πλείω τῶν ἄλλων. ἅπασα δὲ ἡ ὕλη μείζων καὶ ὀρθοτέρα καὶ ἀστραβεστέρα καὶ στιφροτέρα καὶ ὅλως καλλίων καὶ πλείων | |
10 | ἡ ἐν τοῖς προσβορείοις, ὥσπερ καὶ πρότερον ἐλέχθη· καὶ αὐτοῦ τοῦ δένδρου δὲ τὰ πρὸς βορρᾶν πυκνότερα καὶ νεανικώτερα. ὅσα δὲ ὑποπαράβορρα καὶ ἐν περίπνῳ, ταῦτα στρέφει καὶ παραλλάττει παρὰ μικρὸν ὁ βορέας, ὥστε | |
15 | εἶναι παρεστραμμένην αὐτῶν τὴν μήτραν καὶ | |
Hist Plant.5.1.12 | οὐ κατ’ ὀρθόν. ἔστι δὲ ὅλα μὲν τὰ τοιαῦτα ἰσχυρὰ τμηθέντα δὲ ἀσθενῆ διὰ τὸ πολλὰς ἔχειν παραλλαγάς. καλοῦσι δὲ οἱ τέκτονες ἐπίτομα ταῦτα διὰ τὸ πρὸς τὴν χρείαν οὕτω τέμνειν. | |
5 | ὅλως δὲ χείρω τὰ ἐκ τῶν ἐφύγρων καὶ εὐ‐ διεινῶν καὶ παλισκίων καὶ συνηρεφῶν καὶ πρὸς τὴν τεκτονικὴν χρείαν καὶ πρὸς τὴν πυρευ‐ τικήν. αἱ μὲν οὖν τοιαῦται διαφοραὶ πρὸς τοὺς τόπους εἰσὶν αὐτῶν τῶν ὁμογενῶν ὥς γε ἁπλῶς | |
10 | εἰπεῖν. | |
Hist Plant.5.2.1 | Διαιροῦσι γάρ τινες κατὰ τὰς χώρας, καί φασιν ἀρίστην μὲν εἶναι τῆς ὕλης πρὸς τὴν τεκτονικὴν χρείαν τῆς εἰς τὴν Ἑλλάδα παρα‐ γινομένης τὴν Μακεδονικήν· λεία τε γάρ ἐστι | |
5 | καὶ ἀστραβὴς καὶ ἔχουσα θυῖον. δευτέραν δὲ | |
τὴν Ποντικήν, τρίτην δὲ τὴν ἀπὸ τοῦ Ῥυνδάκου, τετάρτην δὲ τὴν Αἰνιανικήν· χειρίστην δὲ τήν τε Παρνασιακὴν καὶ τὴν Εὐβοϊκήν· καὶ γὰρ ὀζώδεις καὶ τραχείας καὶ ταχὺ σήπεσθαι. περὶ δὲ τῆς | ||
10 | Ἀρκαδικῆς σκεπτέον. | |
Hist Plant.5.2.2 | Ἰσχυρότατα δὲ τῶν ξύλων ἐστὶ τὰ ἄοζα καὶ λεῖα· καὶ τῇ ὄψει δὲ ταῦτα κάλλιστα. ὀζώδη δὲ γίνεται τὰ κακοτροφηθέντα καὶ ἤτοι χειμῶνι πιεσθέντα ἢ καὶ ἄλλῳ τινὶ τοιούτῳ· τὸ γὰρ | |
5 | ὅλον τὴν πολυοζίαν εἶναι ἔνδειαν εὐτροφίας. ὅταν δὲ κακοτροφήσαντα ἀναλάβῃ πάλιν καὶ εὐ‐ σθενήσῃ, συμβαίνει καταπίνεσθαι τοὺς ὄζους ὑπὸ τῆς περιφύσεως· εὐτροφοῦν γὰρ καὶ αὐ‐ ξανόμενον ἀναλαμβάνει καὶ πολλάκις ἔξωθεν | |
10 | μὲν λεῖον τὸ ξύλον διαιρούμενον δὲ ὀζῶδες ἐφάνη. δι’ ὃ καὶ σκοποῦνται τῶν σχιστῶν τὰς μήτρας· ἐὰν γὰρ αὗται ἔχωσιν ὄζους, ὀζώδη καὶ τὰ ἐκτός· καὶ οὗτοι χαλεπώτεροι τῶν ἐκτὸς καὶ φανεροί. | |
Hist Plant.5.2.3 | Γίνονται δὲ καὶ αἱ σπεῖραι διὰ χειμῶνας τε καὶ κακοτροφίαν. σπείρας δὲ καλοῦσιν ὅταν ᾖ συστροφή τις ἐν αὐτῇ μείζων καὶ κύκλοις περι‐ εχομένη πλείοσιν οὔθ’ ὥσπερ ὁ ὄζος ἁπλῶς οὔθ’ | |
5 | ὡς ἡ οὐλότης ἡ ἐν αὐτῷ τῷ ξύλῳ· δι’ ὅλου γάρ πως αὕτη καὶ ὁμαλίζουσα· χαλεπώτερον δὲ τοῦτο πολὺ καὶ δυσεργότερον τῶν ὄζων. ἔοικε | |
δὲ παραπλησίως καὶ ὡς ἐν τοῖς λίθοις ἐγγίνεσθαι τὰ καλούμενα κέντρα. ὅτι δ’ ἡ περίφυσις κατα‐ | ||
10 | λαμβάνει τοὺς ὄζους φανερώτατον ἐξ αὐτῆς τῆς αἰσθήσεως, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ἄλλων | |
Hist Plant.5.2.4 | τῶν ὁμοίων· πολλάκις γὰρ αὐτοῦ τοῦ δένδρου μέρος τι συνελήφθη ὑπὸ θατέρου συμφυοὺς γενο‐ μένου· καὶ ἐάν τις ἐκγλύψας θῇ λίθον εἰς τὸ δένδρον ἢ καὶ ἄλλο τι τοιοῦτον, κατακρύπτεται | |
5 | περιληφθὲν ὑπὸ τῆς περιφύσεως· ὅπερ καὶ περὶ τὸν κότινον συνέβη τὸν ἐν Μεγάροις τὸν ἐν τῇ ἀγορᾷ· οὗ καὶ ἐκκοπέντος λόγιον ἦν ἁλῶναι καὶ διαρπασθῆναι τὴν πόλιν· ὅπερ ἐγένετο ... Δημήτριος. ἐν τούτῳ γὰρ διασχιζομένῳ κνη‐ | |
10 | μῖδες εὑρέθησαν καὶ ἄλλ’ ἄττα τῆς Ἀττικῆς ἐργασίας κρεμαστά, τοῦ κοτίνου οὗ ἀνετέθη τὸ πρῶτον ἐγκοιλανθέντος. τούτου δ’ ἔτι μικρὸν τὸ λοιπόν. πολλαχοῦ δὲ καὶ ἄλλοθι γίνεται πλείονα τοιαῦτα. καὶ ταῦτα μέν, ὥσπερ εἴρηται | |
15 | κοινὰ πλειόνων. | |
Hist Plant.5.3.1 | Κατὰ δὲ τὰς ἰδίας ἑκάστου φύσεις αἱ τοιαῦταί εἰσι διαφοραί, οἷον πυκνότης μανότης βαρύτης κουφότης σκληρότης μαλακότης, ὡσαύ‐ τως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη· κοιναὶ δὲ ὁμοίως | |
5 | αὗται καὶ τῶν ἡμέρων καὶ τῶν ἀγρίων, ὥστε περὶ | |
πάντων λεκτέον. Πυκνότατα μὲν οὖν δοκεῖ καὶ βαρύτατα πύξος εἶναι καὶ ἔβενος· οὐδὲ γὰρ οὐδ’ ἐπὶ τοῦ ὕδατος ταῦτ’ ἐπινεῖ. καὶ ἡ μὲν πύξος ὅλη, τῆς δὲ ἐβένου | ||
10 | ἡ μήτρα, ἐν ᾗ καὶ ἡ τοῦ χρώματός ἐστι μελανία. τῶν δ’ ἄλλων ὁ λωτός. πυκνὸν δὲ καὶ ἡ τῆς δρυὸς μήτρα, ἣν καλοῦσι μελάνδρυον· καὶ ἔτι μᾶλλον ἡ τοῦ κυτίσου· παρομοία γὰρ αὕτη δοκεῖ τῇ ἐβένῳ εἶναι. | |
Hist Plant.5.3.2 | Μέλαν δὲ σφόδρα καὶ πυκνὸν τὸ τῆς τερ‐ μίνθου· περὶ γοῦν Συρίαν μελάντερόν φασιν εἶναι τῆς ἐβένου· καὶ ἐκ τούτου γὰρ καὶ τὰς λαβὰς τῶν ἐγχειριδίων ποιεῖσθαι, τορνεύεσθαι | |
5 | δὲ ἐξ αὐτῶν καὶ κύλικας Θηρικλείους, ὥστε μηδένα ἂν διαγνῶναι πρὸς τὰς κεραμέας· λαμ‐ βάνειν δὲ τὸ ἐγκάρδιον· δεῖν δὲ ἀλείφειν τὸ ξύλον· οὕτω γὰρ γίνεσθαι καὶ κάλλιον καὶ μελάντερον. | |
10 | Εἶναι δὲ καὶ ἄλλο τι δένδρον, ὃ ἅμα τῇ μελανίᾳ καὶ ποικιλίαν τινὰ ἔχει ὑπέρυθρον, ὥστε εἶναι τὴν ὄψιν ὡσὰν ἐβένου ποικίλης· ποιεῖσθαι δ’ ἐξ αὐτοῦ καὶ κλίνας καὶ δίφρους καὶ τὰ ἄλλα τὰ σπουδαζόμενα. τὸ 〈δὲ〉 δένδρον μέγα σφόδρα | |
15 | καὶ καλόφυλλον εἶναι ὅμοιον ταῖς ἀπίοις. | |
Hist Plant.5.3.3 | Ταῦτα μὲν οὖν ἅμα τῇ μελανίᾳ καὶ πυκνό‐ τητα ἔχει. πυκνὸν δὲ καὶ ἡ σφένδαμνος καὶ ἡ ζυγία καὶ ὅλως πάντα τὰ οὖλα· καὶ ἡ ἐλάα δὲ καὶ ὁ κότινος, ἀλλὰ κραῦρα. μανὰ δὲ τῶν | |
5 | μὲν ἀγρίων καὶ ἐρεψίμων τὰ ἐλάτινα μάλιστα, τῶν δ’ ἄλλων τὰ ἄκτινα καὶ τὰ σύκινα καὶ τὰ τῆς μηλέας καὶ τὰ τῆς δάφνης. σκλη‐ ρότατα δὲ τὰ δρύϊνα καὶ τὰ ζύγινα καὶ τὰ τῆς ἀρίας· καὶ γὰρ ὑποβρέχουσι ταῦτα πρὸς | |
10 | τὴν τρύπησιν μαλάξεως χάριν. μαλακὰ δὲ καθ’ ὅλου μὲν τὰ μανὰ καὶ χαῦνα· τῶν δὲ σαρκωδῶν μάλιστα φίλυρα. δοκεῖ δὲ καὶ θερ‐ μότατον εἶναι τοῦτο· σημεῖον δὲ ὅτι μάλιστα ἀμβλύνει τὰ σιδήρια· τὴν γὰρ βαφὴν ἀνίησι διὰ | |
15 | τὴν θερμότητα. | |
Hist Plant.5.3.4 | Θερμὸν δὲ καὶ κιττὸς καὶ δάφνη καὶ ὅλως ἐξ ὧν τὰ πυρεῖα γίνεται· Μενέστωρ δέ φησι καὶ συκάμινον. ψυχρότατα δὲ τὰ ἔνυδρα καὶ ὑδατώδη. καὶ γλίσχρα δὲ τὰ ἰτέϊνα καὶ ἀμ‐ | |
5 | πέλινα, δι’ ὃ καὶ τὰς ἀσπίδας ἐκ τούτων ποιοῦσι· συμμύει γὰρ πληγέντα· κουφότερον δὲ τὸ τῆς ἰτέας, μανότερον γάρ, δι’ ὃ καὶ τούτῳ μᾶλλον χρῶνται. τὸ δὲ τῆς πλατάνου γλισχρότητα μὲν ἔχει, φύσει δὲ ὑγρότερον τοῦτο καὶ τὸ τῆς πτε‐ | |
10 | λέας. σημεῖον δέ ἐστιν, μετὰ τὴν τομὴν ὀρθὸν ὅταν σταθῇ, πολὺ ὕδωρ ἀφίησι. τὸ δὲ τῆς συκα‐ μίνου πυκνὸν ἅμα καὶ γλίσχρον. | |
Hist Plant.5.3.5 | Ἔστι δὲ καὶ ἀστραβέστατον τὸ τῆς πτελέας, δι’ ὃ καὶ τοὺς στροφεῖς τῶν θυρῶν ποιοῦσι πτελεΐνους· ἐὰν γὰρ οὗτοι μένωσι, καὶ αἱ θύραι μένουσιν ἀστραβεῖς, εἰ δὲ μή, διαστρέφονται. | |
5 | ποιοῦσι δ’ αὐτοὺς ἔμπαλιν τιθέντες τὰ ξύλα τό | |
τε ἀπὸ τῆς ῥίζης καὶ τὸ ἀπὸ τοῦ φύλλου· καλοῦσι δὲ οἱ τέκτονες τὸ ἀπὸ τοῦ φύλλου τὸ ἄνω· ἐναρμοσθέντα γὰρ ἀλλήλοις ἑκάτερον κω‐ λύει πρὸς τὴν ὁρμὴν ἐναντίως ἔχον. εἰ δὲ ἔκειτο | ||
10 | κατὰ φύσιν, οὗπερ ἡ ῥοπὴ ἐνταῦθα πάντων ἂν ἦν ἡ φορά. Τὰς δὲ θύρας οὐκ εὐθὺς συντελοῦσιν, ἀλλὰ πήξαντες ἐφιστᾶσι, κἄπειτα ὑστέρῳ οἱ δὲ τῷ τρίτῳ ἔτει συνετέλεσαν ἐὰν μᾶλλον σπουδάζωσι· | |
15 | τοῦ μὲν γὰρ θέρους ἀναξηραινομένων διΐστανται, τοῦ δὲ χειμῶνος συμμύουσιν. αἴτιον δ’ ὅτι τῆς ἐλάτης τὰ μανὰ καὶ σαρκώδη ἕλκει τὸν ἀέρα ἔνικμον ὄντα. | |
Hist Plant.5.3.6 | Ὁ δὲ φοῖνιξ κοῦφος καὶ εὔεργος καὶ μαλακός, ὥσπερ ὁ φελλός, βελτίων δὲ τοῦ φελλοῦ ὅτι γλί‐ σχρος· ἐκεῖνο δὲ θραυστόν. διὰ τοῦτο τὰ εἴδωλα νῦν ἐκ τοῦ τῶν φοινίκων ποιοῦσι, τὸν δὲ φελλὸν | |
5 | παρήκασι. τὰς ἶνας δὲ οὐ δι’ ὅλου ἔχει οὐδ’ ἐπὶ πολὺ καὶ μακρὰς οὐδ’ ὡσαύτως τῇ θέσει ἐγκει‐ μένας πάσας ἀλλὰ παντοδαπῶς. ἀναξηραίνεται δὲ καὶ λεαινόμενον καὶ πριόμενον τὸ ξύλον. | |
Hist Plant.5.3.7 | Τὸ δὲ θύον, οἱ δὲ θύαν καλοῦσι, παρ’ Ἄμμωνι τε γίνεται καὶ ἐν τῇ Κυρηναίᾳ, τὴν μὲν μορφὴν ὅμοιον κυπαρίττῳ καὶ τοῖς κλάδοις καὶ τοῖς φύλ‐ λοις καὶ τῷ στελέχει καὶ τῷ καρπῷ, μᾶλλον δ’ | |
5 | ὥσπερ κυπάριττος ἀγρία· πολὺ μὲν καὶ ὅπου νῦν ἡ πόλις ἐστί, καὶ ἔτι διαμνημονεύουσιν ὀροφάς τινας τῶν ἀρχαίων οὔσας. ἀσαπὲς γὰρ ὅλως τὸ ξύλον οὐλότατον δὲ τὴν ῥίζαν ἐστί· καὶ ἐκ ταύτης τὰ σπουδαιότατα ποιεῖται τῶν ἔργων. | |
10 | τὰ δὲ ἀγάλματα γλύφουσιν ἐκ τῶνδε, κέδρων κυπαρίττου λωτοῦ πύξου· τὰ δ’ ἐλάττω καὶ ἐκ τῶν ἐλαΐνων ῥιζῶν· ἀρραγεῖς γὰρ αὗται καὶ ὁμαλῶς πως σαρκώδεις. ταῦτα μὲν οὖν ἰδιό‐ τητά τινα τόπων καὶ φύσεως καὶ χρείας | |
15 | ἀποδηλοῖ. | |
Hist Plant.5.4.1 | Βαρέα δὲ καὶ κοῦφα δῆλον ὡς τῇ πυκνό‐ τητι καὶ μανότητι καὶ ὑγρότητι καὶ ξηρότητι καὶ τῷ γλοιώδει καὶ σκληρότητι καὶ μαλακότητι ληπτέον. ἔνια μὲν οὖν ἅμα σκληρὰ καὶ βαρέα, | |
5 | καθάπερ πύξος καὶ δρῦς· ὅσα δὲ κραῦρα καὶ τῇ ξηρότητι σκληρότατα, ταῦτ’ οὐκ ἔχει βάρος. ἅπαντα δὲ τὰ ἄγρια τῶν ἡμέρων καὶ τὰ ἄρρενα τῶν θηλειῶν πυκνότερά τε καὶ σκληρότερα καὶ βαρύτερα καὶ τὸ ὅλον ἰσχυρότερα, καθάπερ καὶ | |
10 | πρότερον εἴπομεν. ὡς δ’ ἐπὶ τὸ πᾶν καὶ τὰ ἀκαρπότερα τῶν καρπίμων καὶ τὰ χείρω τῶν καλλικαρποτέρων· εἰ μή που καρπιμώτερον τὸ ἄρρεν, ὥσπερ ἄλλα τέ φασι καὶ τὴν κυπάριττον καὶ τὴν κράνειαν. ἀλλὰ τῶν γε ἀμπέλων φα‐ | |
15 | νερῶς αἱ ὀλιγοκαρπότεραι καὶ πυκνοφθαλμότεραι καὶ στερεώτεραι· καὶ μηλεῶν δὲ καὶ τῶν ἄλλων | |
ἡμέρων. | ||
Hist Plant.5.4.2 | Ἀσαπῆ δὲ φύσει κυπάριττος κέδρος ἔβενος λωτὸς πύξος ἐλάα κότινος πεύκη ἔνδᾳδος ἀρία δρῦς καρύα Εὐβοϊκή. τούτων δὲ χρονιώτατα δοκεῖ τὰ κυπαρίττινα εἶναι· τὰ γοῦν ἐν Ἐφέσῳ, | |
5 | ἐξ ὧν αἱ θύραι τοῦ νεωστὶ νεώ, τεθησαυρισμένα τέτταρας ἔκειτο γενεάς. μόνα δὲ καὶ στιλβηδόνα δέχεται, δι’ ὃ καὶ τὰ σπουδαζόμενα τῶν ἔργων ἐκ τούτων ποιοῦσι. τῶν δὲ ἄλλων ἀσαπέστατον μετὰ τὰ κυπαρίττινα καὶ τὰ θυώδη τὴν συκά‐ | |
10 | μινον εἶναί φασι, καὶ ἰσχυρὸν ἅμα καὶ εὔεργον τὸ ξύλον· γίνεται δὲ τὸ ξύλον [καὶ] παλαιούμενον μέλαν, ὥσπερ λωτός. | |
Hist Plant.5.4.3 | Ἔτι δὲ ἄλλο πρὸς ἄλλο καὶ ἐν ἄλλῳ ἀσαπές, οἷον πτελέα μὲν ἐν τῷ ἀέρι, δρῦς δὲ κατορυτ‐ τομένη καὶ ἐν τῷ ὕδατι καταβρεχομένη· δοκεῖ γὰρ ὅλως ἀσαπὲς εἶναι· δι’ ὃ καὶ εἰς τοὺς ποτα‐ | |
5 | μοὺς καὶ εἰς τὰς λίμνας ἐκ τούτων ναυπηγοῦσιν· ἐν δὲ τῇ θαλάττῃ σήπεται. τὰ δὲ ἄλλα διαμένει μᾶλλον, ὅπερ καὶ εὔλογον, ταριχευόμενα τῇ ἅλμῃ. | |
Hist Plant.5.4.4 | Δοκεῖ δὲ καὶ ἡ ὀξύη πρὸς τὸ ὕδωρ ἀσαπὴς εἶναι καὶ βελτίων γίνεσθαι βρεχομένη. καὶ ἡ καρύα δὲ ἡ Εὐβοϊκὴ ἀσαπής. φασὶ δὲ καὶ τὴν πεύκην ἐλάτης μᾶλλον ὑπὸ τερηδόνος ἐσθίεσθαι· | |
5 | τὴν μὲν γὰρ εἶναι ξηράν, τὴν δὲ πεύκην ἔχειν | |
γλυκύτητα, καὶ ὅσῳ ἐνδᾳδωτέρα, μᾶλλον· πάντα δ’ ἐσθίεσθαι τερηδόνι πλὴν κοτίνου καὶ ἐλάας· τὰ δὲ οὔ, διὰ τὴν πικρότητα. ἐσθίεται δὲ τὰ μὲν ἐν τῇ θαλάττῃ σηπόμενα ὑπὸ τερηδόνος, τὰ δ’ ἐν | ||
10 | τῇ γῇ ὑπὸ σκωλήκων καὶ ὑπὸ θριπῶν· οὐ γὰρ γίνεται τερηδὼν ἀλλ’ ἢ ἐν τῇ θαλάττῃ. ἔστι δὲ ἡ τερηδὼν τῷ μὲν μεγέθει μικρόν, κεφαλὴν δ’ ἔχει | |
Hist Plant.5.4.5 | μεγάλην καὶ ὀδόντας· οἱ δὲ θρίπες ὅμοιοι τοῖς σκώληξιν, ὑφ’ ὧν τιτραίνεται κατὰ μικρὸν τὰ ξύλα. καὶ ἔστι ταῦτα εὐΐατα· πιττοκοπηθέντα γὰρ ὅταν εἰς τὴν θάλατταν ἑλκυσθῇ στέγει· τὰ | |
5 | δὲ ὑπὸ τῶν τερηδόνων ἀνίατα. τῶν δὲ σκωλήκων τῶν ἐν τοῖς ξύλοις οἱ μέν εἰσιν ἐκ τῆς οἰκείας σήψεως, οἱ δ’ ἐντικτόντων ἑτέρων· ἐντίκτει γάρ, ὥσπερ καὶ τοῖς δένδροις, ὁ κεράστης καλούμενος, ὅταν τιτράνῃ καὶ κοιλάνῃ περιστραφεὶς ὡσπερεὶ | |
10 | μυοδόχον. φεύγει δὲ τά τε ὀσμώδη καὶ πικρὰ καὶ σκληρὰ διὰ τὸ μὴ δύνασθαι τιτρᾶναι, καθάπερ | |
Hist Plant.5.4.6 | τὴν πύξον. φασὶ δὲ καὶ τὴν ἐλάτην φλοϊσθεῖσαν ὑπὸ τὴν βλάστησιν ἀσαπῆ διαμένειν ἐν τῷ ὕδατι· φανερὸν δὲ γενέσθαι ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὅτε αὐτοῖς ἐλιμνώθη τὸ πεδίον φραχθέντος τοῦ βερέ‐ | |
5 | θρου· τότε γὰρ τὰς γεφύρας ποιοῦντες ἐλατίνας καί, ὅταν ἐπαναβαίνῃ τὸ ὕδωρ, ἄλλην καὶ ἄλλην ἐφιστάντες, ὡς ἐρράγη καὶ ἀπῆλθε, πάντα εὑρε‐ θῆναι τὰ ξύλα ἀσαπῆ. τοῦτο μὲν οὖν ἐκ συμ‐ | |
πτώματος. | ||
Hist Plant.5.4.7 | Ἐν Τύλῳ δὲ τῇ νήσῳ τῇ περὶ τὴν Ἀραβίαν εἶναί τί φασι ξύλον ἐξ οὗ τὰ πλοῖα ναυπηγοῦνται· τοῦτο δὲ ἐν μὲν τῇ θαλάττῃ σχεδὸν ἄσηπτον εἶναι· διαμένει γὰρ ἔτη πλείω ἢ διακόσια κατα‐ | |
5 | βυθιζόμενον· ἐὰν δὲ ἔξω, χρόνιον μὲν θᾶττον δὲ σήπεται. (θαυμαστὸν δὲ καὶ ἕτερον λέγουσι, οὐδὲν δὲ πρὸς τὴν σῆψιν. εἶναι γάρ τι δένδρον ἐξ οὗ τὰς βακτηρίας τέμνεσθαι, καὶ γίνεσθαι καλὰς σφόδρα ποικιλίαν τινὰ ἐχούσας ὁμοίαν τῷ | |
10 | τοῦ τίγριος δέρματι· βαρὺ δὲ σφόδρα τὸ ξύλον τοῦτο· ὅταν δέ τις ῥίψῃ πρὸς στερεώτερον τόπον, κατάγνυσθαι καθάπερ τὰ κεράμια.) | |
Hist Plant.5.4.8 | Καὶ τὸ τῆς μυρίκης δὲ ξύλον οὐχ ὥσπερ ἐνταῦθα ἀσθενές, ἀλλ’ ἰσχυρὸν ὥσπερ πρίνινον ἢ καὶ ἄλλο τι τῶν ἰσχυρῶν. τοῦτο μὲν οὖν ἅμα μηνύει χώρας τε καὶ ἀέρος διαφορὰς καὶ δυνάμεις. | |
5 | τῶν δὲ ὁμογενῶν ξύλων, οἷον δρυΐνων πευκίνων, ὅταν ταριχεύωνται—ταριχεύουσι γὰρ οὐκ ἐν ἴσῳ βάθει πάντα δύοντες τῆς θαλάττης, ἀλλὰ τὰ μὲν πρὸς αὐτῇ τῇ γῇ, τὰ δὲ μικρὸν ἀνωτέρω, τὰ δ’ ἐν πλείονι βάθει· πάντων δὲ τὰ πρὸς τὴν ῥίζαν | |
10 | θᾶττον δύεται καθ’ ὕδατος, κἂν ἐπινῇ μᾶλλον ῥέπει κάτω. | |
Hist Plant.5.5.1 | Ἔστι δὲ τὰ μὲν εὔεργα τῶν ξύλων, τὰ δὲ | |
δύσεργα· εὔεργα μὲν τὰ μαλακά, καὶ πάντων μάλιστα φίλυρα· δύσεργα δὲ καὶ τὰ σκληρὰ καὶ τὰ ὀζώδη καὶ οὔλας ἔχοντα συστροφάς· δυσεργό‐ | ||
5 | τατα δὲ ἀρία καὶ δρῦς, ὡς δὲ κατὰ μέρος ὁ τῆς πεύκης ὄζος καὶ τῆς ἐλάτης. ἀεὶ δὲ τῶν ὁμογενῶν τὸ μαλακώτερον τοῦ σκληροτέρου κρεῖττον· σαρκωδέστερον γάρ· καὶ εὐθὺ σκοποῦνται τὰς σανίδας οἱ τέκτονες οὕτως. τὰ δὲ μοχθηρὰ | |
10 | σιδήρια δύναται τέμνειν τὰ σκληρὰ μᾶλλον τῶν μαλακῶν· ἀνίησι γὰρ ἐν τοῖς μαλακοῖς, ὥσπερ ἐλέχθη περὶ τῆς φιλύρας, παρακονᾷ δὲ μάλιστα τὰ σκληρά· δι’ ὃ καὶ οἱ σκυτοτόμοι ποιοῦνται τοὺς πίνακας ἀχράδος. | |
Hist Plant.5.5.2 | Μήτραν δὲ πάντα μὲν ἔχειν φασὶν οἱ τέκτονες φανερὰν δ’ εἶναι μάλιστα ἐν τῇ ἐλάτῃ· φαίνεσθαι γὰρ οἷον φλοιώδη τινὰ τὴν σύνθεσιν αὐτῆς τῶν κύκλων. ἐν ἐλάᾳ δὲ καὶ πύξῳ καὶ τοῖς τοιούτοις | |
5 | οὐχ ὁμοίως· δι’ ὃ καὶ οὔ φασί τινες ἔχειν τῇ δυνάμει πύξον καὶ ἐλάαν· ἥκιστα γὰρ ἕλκεσθαι ταῦτα τῶν ξύλων. ἔστι δὲ τὸ ἕλκεσθαι τὸ συμ‐ περιΐστασθαι κινουμένης τῆς μήτρας. ζῇ γὰρ ὡς ἔοικεν ἐπὶ χρόνον πολύν· δι’ ὃ πανταχόθεν | |
10 | μὲν ἅμα μάλιστα δ’ ἐκ τῶν θυρωμάτων ἐξαιροῦ‐ σιν, ὅπως ἀστραβῆ ᾖ· καὶ διὰ τοῦτο σχίζουσιν. | |
Hist Plant.5.5.3 | Ἄτοπον δ’ ἂν δόξειεν ὅτι ἐν μὲν τοῖς ξύλοις τοῖς στρογγύλοις ἄλυπος ἡ μήτρα καὶ ἀκίνητος, | |
ἐν δὲ τοῖς παρακινηθεῖσιν, ἐὰν μὴ ὅλως ἐξαιρεθῇ, κινεῖ καὶ παραστρέφει· μᾶλλον γὰρ εἰκὸς γυμνω‐ | ||
5 | θεῖσαν ἀποθνήσκειν. ὅμως δὲ οἵ γε ἱστοὶ καὶ αἱ κεραῖαι ἐξαιρεθείσης ἀχρεῖοι. τοῦτο δὲ κατὰ συμβεβηκός, ὅτι χιτῶνας ἔχει πλείους, ἰσχυρό‐ τατον δὲ καὶ λεπτότατον δὲ τὸν ἔσχατον, ξηρότα‐ τον γάρ, καὶ τοὺς ἄλλους ἀνὰ λόγον. ὅταν οὖν | |
Hist Plant.5.5.4 | σχισθῇ, περιαιρεῖται τὰ ξηρότατα. εἰ δ’ ἡ μήτρα διὰ τὸ ξηρὸν σκεπτέον. διαστρέφει δὲ ἑλκομένη τὰ ξύλα καὶ ἐν τοῖς σχιστοῖς καὶ πριστοῖς, ὅταν μὴ ὡς δεῖ πρίωσι· δεῖ γὰρ ὀρθὴν τὴν πρίσιν εἶναι | |
5 | καὶ μὴ πλαγίαν. οἷον οὔσης τῆς μήτρας ἐφ’ ἣν τὸ α, μὴ παρὰ τὴν βγ τέμνειν, ἀλλὰ παρὰ τὴν βδ. φθείρεσθαι γὰρ οὕτω φασίν, ἐκείνως δὲ ζῆν. ὅτι δὲ πᾶν ξύλον ἔχει μήτραν ἐκ τούτων οἴονται· φανερὸν γάρ ἐστι καὶ τὰ μὴ δοκοῦντα πάντ’ ἔχειν, | |
10 | οἷον πύξον λωτὸν πρῖνον. σημεῖον δέ· τοὺς γὰρ στρόφιγγας τῶν θυρῶν τῶν πολυτελῶν ποιοῦσι μὲν ἐκ τούτων, συγγράφονται δὲ οἱ ἀρχιτέκτονες οὕτως 〈μὴ〉 ἐκ μήτρας. ταὐτὸ δὲ τοῦτο σημεῖον καὶ ὅτι πᾶσα μήτρα ἕλκεται, καὶ αἱ τῶν σκληρο‐ | |
Hist Plant.5.5.5 | τάτων, ἃς δή τινες καρδίας καλοῦσι. παντὸς δὲ ὡς εἰπεῖν ξύλου σκληροτάτη καὶ μανοτάτη ἡ μήτρα, καὶ αὐτῆς τῆς ἐλάτης· μανοτάτη μὲν οὖν, ὅτι τὰς ἶνας ἔχει καὶ διὰ πολλοῦ καὶ τὸ σαρκῶδες | |
5 | τὸ ἀνὰ μέσον πολύ· σκληροτάτη δέ, ὅτι καὶ αἱ ἶνες σκληρόταται καὶ τὸ σαρκῶδες· δι’ ὃ καὶ οἱ ἀρχιτέκτονες συγγράφονται παραιρεῖν τὰ πρὸς τὴν μήτραν, ὅπως λάβωσι τοῦ ξύλου τὸ πυκνότα‐ τον καὶ μαλακώτατον. | |
Hist Plant.5.5.6 | Τῶν δὲ ξύλων τὰ μὲν σχιστὰ τὰ δὲ πελεκητὰ τὰ δὲ στρογγύλα· σχιστὰ μέν, ὅσα διαιροῦντες κατὰ τὸ μέσον πρίζουσι· πελεκητὰ δέ, ὅσων ἀποπελεκῶσι τὰ ἔξω· στρογγύλα δὲ δῆλον ὅτι | |
5 | τὰ ὅλως ἄψαυστα. τούτων δὲ τὰ σχιστὰ μὲν ὅλως ἀρραγῆ διὰ τὸ γυμνωθεῖσαν τὴν μήτραν ξηραίνεσθαι καὶ ἀποθνήσκειν· τὰ δὲ πελεκητὰ καὶ τὰ στρογγύλα ῥήγνυται· μᾶλλον δὲ πολὺ τὰ στρογγύλα διὰ τὸ ἐναπειλῆφθαι τὴν μήτραν· | |
10 | οὐδὲν γὰρ ὅτι τῶν ἁπάντων οὐ ῥήγνυται. τοῖς δὲ λωτίνοις καὶ τοῖς ἄλλοις οἷς εἰς τοὺς στρό‐ φιγγας χρῶνται πρὸς τὸ μὴ ῥήγνυσθαι βόλβιτον περιπλάττουσιν, ὅπως ἀναξηρανθῇ καὶ διαπνευσθῇ κατὰ μικρὸν ἡ ἐκ τῆς μήτρας ὑγρότης. ἡ μὲν οὖν | |
15 | μήτρα τοιαύτην ἔχει δύναμιν. | |
Hist Plant.5.6.1 | Βάρος δὲ ἐνεγκεῖν ἰσχυρὰ καὶ ἡ ἐλάτη | |
καὶ ἡ πεύκη πλάγιαι τιθέμεναι· οὐδὲν γὰρ ἐν‐ διδόασιν, ὥσπερ ἡ δρῦς καὶ τὰ γεώδη, ἀλλ’ ἀντω‐ θοῦσι· σημεῖον δὲ ὅτι οὐδέποτε ῥήγνυνται, καθάπερ | ||
5 | ἐλάα καὶ δρῦς, ἀλλὰ πρότερον σήπονται καὶ ἄλλως ἀπαυδῶσιν. ἰσχυρὸν δὲ καὶ ὁ φοῖνιξ· ἀνάπαλιν γὰρ ἡ κάμψις ἢ τοῖς ἄλλοις γίνεται· τὰ μὲν γὰρ εἰς τὰ κάτω κάμπτεται, ὁ δὲ φοῖνιξ εἰς τὰ ἄνω. φασὶ δὲ καὶ τὴν πεύκην καὶ τὴν | |
10 | ἐλάτην ἀντωθεῖν. τὸ δὲ τῆς Εὐβοϊκῆς καρύας, γίνεται γὰρ μέγα καὶ χρῶνται πρὸς τὴν ἔρεψιν, ὅταν μέλλῃ ῥήγνυσθαι ψοφεῖν ὥστε προαισθάν‐ εσθαι πρότερον· ὅπερ καὶ ἐν Ἀντάνδρῳ συνέ‐ πεσεν ἐν τῷ βαλανείῳ καὶ πάντες ἐξεπήδησαν. | |
15 | ἰσχυρὸν δὲ καὶ τὸ τῆς συκῆς πλὴν εἰς ὀρθόν. | |
Hist Plant.5.6.2 | Ἡ δὲ ἐλάτη μάλιστα ὡς εἰπεῖν ἰσχυρόν. πρὸς δὲ τὰς τῶν τεκτόνων χρείας ἐχέκολλον μὲν μά‐ λιστα ἡ πεύκη διά τε τὴν μανότητα καὶ τὴν εὐθυπορίαν· οὐδὲ γὰρ ὅλως οὐδὲ ῥήγνυσθαί φασιν | |
5 | ἐὰν κολληθῇ. εὐτορνότατον δὲ φιλύκη, καὶ ἡ λευκότης ὥσπερ ἡ τοῦ κηλάστρου. τῶν δὲ ἄλλων ἡ φίλυρα· τὸ γὰρ ὅλον εὔεργον, ὥσπερ ἐλέχθη, διὰ μαλακότητα. εὔκαμπτα δὲ ὡς μὲν ἁπλῶς εἰπεῖν ὅσα γλίσχρα. διαφέρειν δὲ δοκεῖ συκά‐ | |
10 | μινος καὶ ἐρινεός, δι’ ὃ καὶ τὰ ἴκρια καὶ τὰς στεφάνας καὶ ὅλως ὅσα περὶ τὸν κόσμον ἐκ τούτων ποιοῦσι. | |
Hist Plant.5.6.3 | Εὔπριστα δὲ καὶ εὔσχιστα τὰ ἐνικμότερα τῶν πάμπαν ξηρῶν· τὰ μὲν γὰρ παύονται, τὰ δὲ ἵστανται· τὰ δὲ χλωρὰ λίαν συμμύει καὶ ἐνέχε‐ ται ἐν τοῖς ὀδοῦσι τὰ πρίσματα καὶ ἐμπλάττει, | |
5 | δι’ ὃ καὶ παραλλάττουσιν ἀλλήλων τοὺς ὀδόντας ἵνα ἐξάγηται. ἔστι δὲ καὶ δυστρυπητότερα τὰ λίαν χλωρά· βραδέως γὰρ ἀναφέρεται τὰ ἐκτρυ‐ πήματα διὰ τὸ βαρέα εἶναι· τῶν δὲ ξηρῶν ταχέως καὶ εὐθὺς ὁ ἀὴρ ἀναθερμαινόμενος ἀναδίδωσι· | |
10 | πάλιν δὲ τὰ λίαν ξηρὰ διὰ τὴν σκληρότητα δύσπριστα· καθάπερ γὰρ ὄστρακον συμβαίνει πρίειν, δι’ ὃ καὶ τρυπῶντες ἐπιβρέχουσιν. | |
Hist Plant.5.6.4 | Εὐπελεκητότερα δὲ καὶ εὐτορνότερα καὶ εὐξο‐ ώτερα τὰ χλωρά· προσκάθηταί τε γὰρ τὸ τορνευ‐ τήριον μᾶλλον καὶ οὐκ ἀποπηδᾷ. καὶ ἡ πελέκησις τῶν μαλακωτέρων ῥᾴων, καὶ ἡ ξέσις δὲ ὁμοίως καὶ | |
5 | ἔτι λειοτέρα. ἰσχυρότατον δὲ καὶ ἡ κράνεια, τῶν δὲ ἄλλων οὐχ ἥκιστα ἡ πτελέα, δι’ ὃ καὶ τοὺς στροφέας, ὥσπερ ἐλέχθη, ταῖς θύραις πτελεΐνους ποιοῦσιν. ὑγρότατον δὲ μελία καὶ ὀξύη· καὶ γὰρ τὰ κλινάρια τὰ ἐνδιδόντα ἐκ τούτων. | |
Hist Plant.5.7.1 | Ὅλως δὲ πρὸς ποῖα τῆς ὕλης ἑκάστη χρησίμη καὶ ποία ναυπηγήσιμος καὶ οἰκοδομική, πλείστη γὰρ αὕτη ἡ χρεία καὶ ἐν μεγίστοις, πειρατέον εἰπεῖν, ἀφορίζοντα καθ’ ἕκαστον τὸ | |
5 | χρήσιμον. | |
Ἐλάτη μὲν οὖν καὶ πεύκη καὶ κέδρος ὡς ἁπλῶς εἰπεῖν ναυπηγήσιμα· τὰς μὲν γὰρ τριήρεις καὶ τὰ μακρὰ πλοῖα ἐλάτινα ποιοῦσι διὰ κουφότητα, τὰ δὲ στρογγύλα πεύκινα διὰ τὸ ἀσαπές· ἔνιοι δὲ καὶ | ||
10 | τὰς τριήρεις διὰ τὸ μὴ εὐπορεῖν ἐλάτης. οἱ δὲ κατὰ Συρίαν καὶ Φοινίκην ἐκ κέδρου· σπανίζουσι γὰρ καὶ πεύκης. οἱ δ’ ἐν Κύπρῳ πίτυος· ταύτην γὰρ ἡ νῆσος ἔχει καὶ δοκεῖ κρείττων εἶναι τῆς | |
Hist Plant.5.7.2 | πεύκης. καὶ τὰ μὲν ἄλλα ἐκ τούτων· τὴν δὲ τρόπιν τριήρει μὲν δρυΐνην, ἵνα ἀντέχῃ πρὸς τὰς νεωλκίας, ταῖς δὲ ὁλκάσι πευκίνην· ὑποτιθέασι δ’ ἔτι καὶ δρυΐνην ἐπὰν νεωλκῶσι, ταῖς δ’ ἐλάττοσιν | |
5 | ὀξυΐνην· καὶ ὅλως ἐκ τούτου τὸ χέλυσμα. Οὐχ ἅπτεται δὲ οὐδὲ κατὰ τὴν κόλλησιν ὁμοίως τὸ δρύϊνον τῶν πευκίνων καὶ ἐλατίνων· τὰ μὲν γὰρ πυκνὰ τὰ δὲ μανά, καὶ τὰ μὲν ὅμοια τὰ δ’ οὔ. δεῖ δὲ ὁμοιοπαθῆ εἶναι τὰ μέλλοντα συμ‐ | |
10 | φύεσθαι καὶ μὴ ἐναντία, καθαπερανεὶ λίθον καὶ ξύλον. | |
Hist Plant.5.7.3 | Ἡ δὲ τορνεία τοῖς μὲν πλοίοις γίνεται συκα‐ μίνου μελίας πτελέας πλατάνου· γλισχρότητα γὰρ ἔχειν δεῖ καὶ ἰσχύν. χειρίστη δὲ ἡ τῆς πλατάνου· ταχὺ γὰρ σήπεται. ταῖς δὲ τριήρεσιν | |
5 | ἔνιοι καὶ πιτυΐνας ποιοῦσι διὰ τὸ ἐλαφρόν. τὸ δὲ στερέωμα, πρὸς ᾧ τὸ χέλυσμα, καὶ τὰς ἐπω‐ | |
τίδας, μελίας καὶ συκαμίνου καὶ πτελέας· ἰσχυρὰ γὰρ δεῖ ταῦτ’ εἶναι. ναυπηγήσιμος μὲν οὖν ὕλη σχεδὸν αὕτη. | ||
Hist Plant.5.7.4 | Οἰκοδομικὴ δὲ πολλῷ πλείων, ἐλάτη τε καὶ πεύκη καὶ κέδρος, ἔτι κυπάριττος δρῦς καὶ ἄρ‐ κευθος· ὡς δ’ ἁπλῶς εἰπεῖν πᾶσα χρησίμη πλὴν εἴ τις ἀσθενὴς πάμπαν· οὐκ εἰς ταὐτὸ γὰρ πᾶσαι, | |
5 | καθάπερ οὐδ’ ἐπὶ τῆς ναυπηγίας. αἱ δ’ ἄλλαι πρὸς τὰ ἴδια τῶν τεχνῶν, οἷον σκεύη καὶ ὄργανα καὶ εἴ τι τοιοῦτον ἕτερον. πρὸς πλεῖστα δὲ σχεδὸν ἡ ἐλάτη παρέχεται χρείαν· καὶ γὰρ πρὸς τοὺς πίνακας τοὺς γραφομένους. τεκτονικῇ μὲν οὖν ἡ | |
10 | παλαιοτάτη κρατίστη, ἐὰν ᾖ ἀσαπής· εὐθετεῖ γὰρ ὡς εἰπεῖν πᾶσι χρῆσθαι· ναυπηγικῇ δὲ διὰ τὴν κάμψιν ἐνικμοτέρᾳ ἀναγκαῖον· ἐπεὶ πρός γε τὴν κόλλησιν ἡ ξηροτέρα συμφέρει. ἵσταται γὰρ καινὰ τὰ ναυπηγούμενα καὶ ὅταν συμπαγῇ καθ‐ | |
15 | ελκυσθέντα συμμύει καὶ στέγει, πλὴν ἐὰν μὴ παντάπασιν ἐξικμασθῇ· τότε δὲ οὐ δέχεται κόλ‐ λησιν ἢ οὐχ ὁμοίως. | |
Hist Plant.5.7.5 | Δεῖ δὲ καὶ καθ’ ἕκαστον λαμβάνειν εἰς ποῖα χρήσιμός ἐστιν. ἐλάτη μὲν οὖν καὶ πεύκη, | |
καθάπερ εἴρηται, καὶ πρὸς ναυπηγίαν καὶ πρὸς οἰκοδομίαν καὶ ἔτι πρὸς ἄλλα τῶν ἔργων, εἰς | ||
5 | πλείω δὲ ἡ ἐλάτη. πίτυϊ δὲ χρῶνται μὲν εἰς ἄμφω καὶ οὐχ ἧττον εἰς ναυπηγίαν, οὐ μὴν ἀλλὰ ταχὺ διασήπεται. δρῦς δὲ πρὸς οἰκοδομίαν καὶ πρὸς ναυπηγίαν ἔτι τε πρὸς τὰ κατὰ γῆς κατορυτ‐ τόμενα. φίλυρα δὲ πρὸς τὰ σανιδώματα τῶν | |
10 | μακρῶν πλοίων καὶ πρὸς κιβώτια καὶ πρὸς τὴν τῶν μέτρων κατασκευήν. ἔχει δὲ καὶ τὸν φλοιὸν χρήσιμον πρός τε τὰ σχοινία καὶ πρὸς τὰς κίστας· ποιοῦσι γὰρ ἐξ αὐτῆς. | |
Hist Plant.5.7.6 | Σφένδαμνός τε καὶ ζυγία πρὸς κλινοπηγίαν καὶ πρὸς τὰ ζυγὰ τῶν λοφούρων. μίλος δὲ εἰς παρακολλήματα κιβώτοις καὶ ὑποβάθροις καὶ ὅλως τοῖς τοιούτοις. πρῖνος δὲ πρὸς ἄξονας ταῖς | |
5 | μονοστρόφοις ἁμάξαις καὶ εἰς ζυγὰ λύραις καὶ ψαλτηρίοις. ὀξύη δὲ πρὸς ἁμαξοπηγίαν καὶ διφροπηγίαν τὴν εὐτελῆ. πτελέα δὲ πρὸς θυρο‐ πηγίαν καὶ γαλεάγρας· χρῶνται δὲ καὶ εἰς τὰ ἁμαξικὰ μετρίως. πηδὸς δὲ εἰς ἄξονάς τε ταῖς | |
10 | ἁμάξαις καὶ εἰς ἕλκηθρα τοῖς ἀρότροις. ἀνδράχλη δὲ ταῖς γυναιξὶν εἰς τὰ περὶ τοὺς ἱστούς. ἄρ‐ κευθος δὲ εἰς τεκτονίας καὶ εἰς τὰ ὑπαίθρια καὶ εἰς τὰ κατορυττόμενα κατὰ γῆς διὰ τὸ ἀσαπές. | |
Hist Plant.5.7.7 | ὡσαύτως δὲ καὶ ἡ Εὐβοϊκὴ καρύα, καὶ πρός γε τὴν κατόρυξιν ἔτι μᾶλλον ἀσαπής. πύξῳ δὲ χρῶνται μὲν πρὸς ἔνια, οὐ μὴν ἀλλ’ ἥ γε ἐν τῷ Ὀλύμπῳ γινομένη διὰ τὸ βραχεῖά τε εἶναι καὶ | |
5 | ὀζώδης ἀχρεῖος. τερμίνθῳ δὲ οὐδὲν χρῶνται πλὴν τῷ καρπῷ καὶ τῇ ῥητίνῃ. οὐδὲ φιλύκῃ πλὴν τοῖς προβάτοις· ἀεὶ γάρ ἐστι δασεῖα. τῇ δὲ ἀφάρκῃ εἰς χάρακάς τε καὶ τὸ καίειν. κη‐ λάστρῳ δὲ καὶ σημύδᾳ πρὸς βακτηρίας. ἔνιοι δὲ | |
10 | καὶ δάφνῃ· τὰς γὰρ γεροντικὰς καὶ κούφας ταύτης ποιοῦσιν. ἰτέᾳ δὲ πρός τε τὰς ἀσπίδας καὶ τὰς κίστας καὶ τὰ κανᾶ καὶ τἆλλα. προσανα‐ λαβεῖν δέ ἐστι καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως. | |
Hist Plant.5.7.8 | Διῄρηται δὲ καὶ πρὸς τὰ τεκτονικὰ τῶν ὀργά‐ νων ἕκαστα κατὰ τὴν χρείαν· οἷον σφυρίον μὲν καὶ τερέτριον ἄριστα μὲν γίνεται κοτίνου· χρῶνται δὲ καὶ πυξίνοις καὶ πτελεΐνοις καὶ μελεΐνοις· τὰς | |
5 | δὲ μεγάλας σφύρας πιτυΐνας ποιοῦσιν. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει τινὰ τάξιν. καὶ ταῦτα μὲν αἱ χρεῖαι διαιροῦσιν. | |
Hist Plant.5.8.1 | Ἑκάστη δὲ τῆς ὕλης, ὥσπερ καὶ πρότερον ἐλέχθη, διαφέρει κατὰ τοὺς τόπους· ἔνθα μὲν γὰρ λωτὸς ἔνθα δὲ κέδρος γίνεται θαυμαστή, καθάπερ καὶ περὶ Συρίαν· ἐν Συρίᾳ γὰρ ἔν τε τοῖς ὄρεσι | |
5 | διαφέροντα γίνεται τὰ δένδρα τῆς κέδρου καὶ τῷ ὕψει καὶ τῷ πάχει· τηλικαῦτα γάρ ἐστιν ὥστ’ ἔνια μὲν μὴ δύνασθαι τρεῖς ἄνδρας περιλαμβάνειν· ἔν τε τοῖς παραδείσοις ἔτι μείζω καὶ καλλίω. φαίνεται δὲ καὶ ἐάν τις ἐᾷ καὶ μὴ τέμνῃ τόπον | |
10 | οἰκεῖον ἕκαστον ἔχον γίνεσθαι θαυμαστὸν τῷ μήκει καὶ πάχει. ἐν Κύπρῳ γοῦν οὐκ ἔτεμνον οἱ | |
βασιλεῖς, ἅμα μὲν τηροῦντες καὶ ταμιευόμενοι, ἅμα δὲ καὶ διὰ τὸ δυσκόμιστον εἶναι. μῆκος μὲν ἦν τῶν εἰς τὴν ἑνδεκήρη τὴν Δημητρίου τμηθέντων | ||
15 | τρισκαιδεκαόργυιον, αὐτὰ δὲ τὰ ξύλα τῷ μήκει θαυμαστὰ καὶ ἄοζα καὶ λεῖα. μέγιστα δὲ καὶ παρὰ πολὺ τὰ ἐν τῇ Κύρνῳ φασὶν εἶναι· τῶν γὰρ ἐν τῇ Λατίνῃ καλῶν γινομένων ὑπερβολῇ καὶ τῶν ἐλατίνων καὶ τῶν πευκίνων—μείζω γὰρ | |
20 | ταῦτα καὶ καλλίω τῶν Ἰταλικῶν—οὐδὲν εἶναι | |
Hist Plant.5.8.2 | πρὸς τὰ ἐν τῇ Κύρνῳ. πλεῦσαι γάρ ποτε τοὺς Ῥωμαίους βουλομένους κατασκευάσασθαι πόλιν ἐν τῇ νήσῳ πέντε καὶ εἴκοσι ναυσί, καὶ τηλικοῦτον εἶναι τὸ μέγεθος τῶν δένδρων ὥστε εἰσπλέοντας | |
5 | εἰς κόλπους τινὰς καὶ λιμένας διασχισθεῖσι τοῖς ἱστοῖς ἐπικινδυνεῦσαι. καὶ ὅλως δὲ πᾶσαν τὴν νῆσον δασεῖαν καὶ ὥσπερ ἠγριωμένην τῇ ὕλῃ· δι’ ὃ καὶ ἀποστῆναι τὴν πόλιν οἰκίζειν· διαβάντας δέ τινας ἀποτεμέσθαι πάμπολυ πλῆθος ἐκ τόπου | |
10 | βραχέος, ὥστε τηλικαύτην ποιῆσαι σχεδίαν ἣ ἐχρήσατο πεντήκοντα ἱστίοις· οὐ μὴν ἀλλὰ διαπεσεῖν αὐτὴν ἐν τῷ πελάγει. Κύρνος μὲν οὖν εἴτε διὰ τὴν ἄνεσιν εἴτε καὶ τὸ ἔδαφος καὶ τὸν ἀέρα πολὺ διαφέρει τῶν ἄλλων. | |
Hist Plant.5.8.3 | Ἡ δὲ τῶν Λατίνων ἔφυδρος πᾶσα· καὶ ἡ μὲν πεδεινὴ δάφνην ἔχει καὶ μυρρίνους καὶ ὀξύην θαυμαστήν· τηλικαῦτα γὰρ τὰ μήκη τέμνουσι ὥστ’ εἶναι διανεκῶς τῶν Τυρρηνίδων ὑπὸ τὴν | |
5 | τρόπιν· ἡ δὲ ὀρεινὴ πεύκην καὶ ἐλάτην. τὸ δὲ Κιρκαῖον καλούμενον εἶναι μὲν ἄκραν ὑψηλήν, δασεῖαν δὲ σφόδρα καὶ ἔχειν δρῦν καὶ δάφνην πολ‐ λὴν καὶ μυρρίνους. λέγειν δὲ τοὺς ἐγχωρίους ὡς ἐνταῦθα ἡ Κίρκη κατῴκει καὶ δεικνύναι τὸν τοῦ | |
10 | Ἐλπήνορος τάφον, ἐξ οὗ φύονται μυρρίναι καθά‐ περ αἱ στεφανώτιδες τῶν ἄλλων ὄντων μεγάλων μυρρίνων. τὸν δὲ τόπον εἶναι καὶ τοῦτον νέαν πρόσθεσιν, καὶ πρότερον μὲν οὖν νῆσον εἶναι τὸ Κιρκαῖον, νῦν δὲ ὑπὸ ποταμῶν τινων προσκε‐ | |
15 | χῶσθαι καὶ εἶναι ἠϊόνα. τῆς δὲ νήσου τὸ μέγεθος περὶ ὀγδοήκοντα σταδίους. καὶ τὰ μὲν τῶν τόπων ἴδια πολλὴν ἔχει διαφοράν, ὥσπερ εἴρηται πολλάκις. | |
Hist Plant.5.9.1 | Τὸ δὲ καὶ πρὸς τὴν πύρωσιν πῶς ἑκάστη τῆς ὕλης ἔχει λεκτέον ὁμοίως καὶ πειρατέον λαβεῖν. ἄνθρακες μὲν οὖν ἄριστοι γίνονται τῶν πυκνοτάτων, οἷον ἀρίας δρυὸς κομάρου· στερεώ‐ | |
5 | τατοι γάρ, ὥστε πλεῖστον χρόνον ἀντέχουσι καὶ μάλιστα ἰσχύουσι· δι’ ὃ καὶ ἐν τοῖς ἀργυρείοις τούτοις χρῶνται πρὸς τὴν πρώτην τούτων ἕψησιν. χείριστοι δὲ τούτων οἱ δρύϊνοι· γεωδέστατοι γάρ· χείρους δὲ καὶ οἱ τῶν πρεσβυτέρων τῶν νέων, καὶ | |
10 | μάλιστα οἱ τῶν γερανδρύων διὰ ταὐτό· ξηρότατοι γάρ, δι’ ὃ καὶ πηδῶσι καιόμενοι· δεῖ δὲ ἔνικμον εἶναι. | |
Hist Plant.5.9.2 | Βέλτιστοι δὲ οἱ τῶν ἐν ἀκμῇ καὶ μάλιστα οἱ τῶν κολοβῶν· συμμέτρως γὰρ ἔχουσι τῷ πυκνῷ καὶ γεώδει καὶ τῷ ὑγρῷ· βελτίους δὲ καὶ ἐκ τῶν εὐείλων καὶ ξηρῶν καὶ προσβόρρων ἢ ἐκ τῶν | |
5 | παλισκίων καὶ ὑγρῶν καὶ πρὸς νότον· καὶ εἰ ἐνικμοτέρας ὕλης, πυκνῆς· ὑγροτέρα γὰρ ἡ πυκνή. καὶ ὅλως, ὅσα ἢ φύσει ἢ διὰ [τὸν] τόπον ξηρότερον πυκνότερα, ἐξ ἁπάντων βελτίω διὰ τὴν αὐτὴν αἰτίαν. χρεία δὲ ἄλλων ἄλλη· πρὸς ἔνια γὰρ | |
10 | ζητοῦσι τοὺς μαλακούς, οἷον ἐν τοῖς σιδηρείοις τοὺς τῆς καρύας τῆς Εὐβοϊκῆς, ὅταν ἤδη κεκαυ‐ μένος ᾖ, καὶ ἐν τοῖς ἀργυρείοις τοὺς πιτυΐνους. | |
Hist Plant.5.9.3 | χρῶνται δὲ καὶ αἱ τέχναι τούτοις. ζητοῦσι δὲ καὶ οἱ χαλκεῖς τοὺς πευκίνους μᾶλλον ἢ δρυΐνους· καίτοι ἀσθενέστεροι ἀλλ’ εἰς τὴν φύσησιν ἀμεί‐ νους ὡς ἧσσον καταμαραινόμενοι· ἔστι δὲ ἡ φλὸξ | |
5 | ὀξυτέρα τούτων. τὸ δὲ ὅλον ὀξυτέρα φλὸξ καὶ ἡ τούτων καὶ ἡ τῶν ξύλων τῶν μανῶν καὶ κούφων καὶ ἡ τῶν αὔων· ἡ δ’ ἐκ τῶν πυκνῶν καὶ χλωρῶν νωθεστέρα καὶ παχυτέρα· πασῶν δὲ ὀξυτάτη ἡ ἐκ τῶν ὑλημάτων· ἄνθρακες δὲ ὅλως οὐ γίνονται | |
10 | διὰ τὸ μὴ ἔχειν τὸ σωματῶδες. | |
Hist Plant.5.9.4 | Τέμνουσι δὲ καὶ ζητοῦσι εἰς τὰς ἀνθρακιὰς τὰ εὐθέα καὶ τὰ λεῖα· δεῖ γὰρ ὡς πυκνότατα συν‐ θεῖναι πρὸς τὴν κατάπνιξιν. ὅταν δὲ περι‐ αλείψωσι τὴν κάμινον, ἐξάπτουσι παρὰ μέρος | |
5 | παρακεντοῦντες ὀβελίσκοις. εἰς μὲν τὴν ἀνθρα‐ κιὰν τὰ τοιαῦτα ζητοῦσι. Δύσκαπνα δὲ τῷ γένει μὲν ὅλως τὰ ὑγρά· καὶ τὰ χλωρὰ διὰ τοῦτο δύσκαπνα. λέγω δὲ τὰ ὑγρὰ τὰ ἕλεια, οἷον πλάτανον ἰτέαν λεύκην αἴγειρον· | |
10 | ἐπεὶ καὶ ἡ ἄμπελος ὅτε ὑγρὰ δύσκαπνος. ἐκ δὲ τῆς ἰδίας φύσεως ὁ φοῖνιξ, ὃν δὴ καὶ μάλιστά τινες ὑπειλήφασι δύσκαπνον· ὅθεν καὶ Χαιρήμων ἐποίησε “τοῦ τε δυσκαπνοτάτου φοίνικος ἐκ γῆς | |
Hist Plant.5.9.5 | ῥιζοφοιτήτους φλέβας.” δριμύτατος δὲ ὁ καπνὸς συκῆς καὶ ἐρινεοῦ καὶ εἴ τι ἄλλο ὀπῶδες· αἰτία δὲ ἡ ὑγρότης· φλοϊσθέντα δὲ καὶ ἀποβρεχθέντα ἐν ὕδατι ἐπιρρύτῳ καὶ μετὰ ταῦτα ξηρανθέντα | |
5 | πάντων ἀκαπνότατα καὶ φλόγα μαλακωτάτην ἀνίησιν, ἅτε καὶ τῆς οἰκείας ὑγρότητος ἐξῃρημένης. δριμεῖα δὲ καὶ ἡ τέφρα καὶ ἡ κονία ἡ ἀπ’ αὐτῶν. μάλιστα δέ φασι τὴν ἀπὸ τῆς ἀμυγδαλῆς. | |
Hist Plant.5.9.6 | Πρὸς δὴ τὰς καμινίας καὶ τὰς ἄλλας τέχνας ἄλλη ἄλλοις χρησίμη. ἐμπυρεύεσθαι δὲ ἄριστα συκῆ καὶ ἐλάα· συκῆ μέν, ὅτι γλίσχρον τε καὶ μανόν, ὥστε ἕλκει τε καὶ οὐ δίεισιν· ἐλάα δέ, ὅτι | |
5 | πυκνὸν καὶ λιπαρόν. Πυρεῖα δὲ γίνεται μὲν ἐκ πολλῶν, ἄριστα δέ, ὥς φησι Μενέστωρ, ἐκ κιττοῦ· τάχιστα γὰρ καὶ πλεῖστον ἀναπνεῖ. πυρεῖον δέ φασιν ἄριστον μὲν ἐκ τῆς ἀθραγένης καλουμένης ὑπό τινων· | |
10 | τοῦτο δ’ ἐστὶ δένδρον ὅμοιον τῇ ἀμπέλῳ καὶ τῇ οἰνάνθῃ τῇ ἀγρίᾳ· ὥσπερ ἐκεῖνα καὶ τοῦτο ἀνα‐ | |
Hist Plant.5.9.7 | βαίνει πρὸς τὰ δένδρα. δεῖ δὲ τὴν ἐσχάραν ἐκ τούτων ποιεῖν τὸ δὲ τρύπανον ἐκ δάφνης· οὐ γὰρ ἐκ ταὐτοῦ τὸ ποιοῦν καὶ πάσχον, ἀλλ’ ἕτερον εὐθὺ δεῖ κατὰ φύσιν, καὶ τὸ μὲν δεῖ παθητικὸν | |
5 | εἶναι τὸ δὲ ποιητικόν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γίνεται καί, ὥς γέ τινες ὑπολαμβάνουσιν, οὐδὲν διαφέρει. γίνεται γὰρ ἐκ ῥάμνου καὶ πρίνου καὶ φιλύρας καὶ σχεδὸν ἐκ τῶν πλείστων πλὴν ἐλάας· ὃ καὶ δοκεῖ ἄτοπον εἶναι· καὶ γὰρ | |
10 | σκληρότερον καὶ λιπαρὸν ἡ ἐλάα· τοῦτο μὲν οὖν ἀσύμμετρον ἔχει δῆλον ὅτι τὴν ὑγρότητα πρὸς τὴν πύρωσιν. ἀγαθὰ δὲ τὰ ἐκ ῥάμνου· ποιεῖ δὲ τοῦτο καὶ τὴν ἐσχάραν χρηστήν· πρὸς γὰρ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι δεῖ καὶ μανοτέραν, ἵν’ ἡ | |
15 | τρίψις ἰσχύῃ, τὸ δὲ τρύπανον ἀπαθέστερον· δι’ ὃ τὸ τῆς δάφνης ἄριστον· ἀπαθὲς γὰρ ὂν ἐργά‐ ζεται τῇ δριμύτητι. πάντα δὲ τὰ πυρεῖα βορείοις μὲν θᾶττον καὶ μᾶλλον ἐξάπτεται, νοτίοις δὲ ἧττον· καὶ ἐν μὲν τοῖς μετεώροις μᾶλλον, ἐν δὲ | |
20 | τοῖς κοίλοις ἧττον. | |
Hist Plant.5.9.8 | Ἀνίει δὲ τῶν ξύλων τὰ κέδρινα καὶ ἁπλῶς ὧν ἐλαιώδης ἡ ὑγρότης· δι’ ὃ καὶ τὰ ἀγάλματά φασιν ἰδίειν ἐνίοτε· ποιοῦσι γὰρ ἐκ τούτων. ὃ δὲ καλοῦσιν οἱ μάντεις Εἰλειθυίας ἄφεδρον, ὑπὲρ | |
5 | οὗ καὶ ἐκθύονται, πρὸς τοῖς ἐλατίνοις γίνεται συνισταμένης τινὸς ὑγρότητος, τῷ σχήματι μὲν στρογγύλον μέγεθος δὲ ἡλίκον ἄπιον ἢ καὶ μικρῷ μεῖζον ἢ ἔλαττον. ἐκβλαστάνει δὲ μάλιστα τὰ ἐλάϊνα καὶ ἀργὰ κείμενα καὶ εἰργασμένα πολλά‐ | |
10 | κις, ἐὰν ἰκμάδα λαμβάνῃ καὶ ἔχῃ τόπον νοτερόν· ὥσπερ ἤδη τις στροφεὺς τῆς θύρας ἐβλάστησε, καὶ | |
εἰς κυλίκιον πλίνθινον τεθεῖσα κώπη ἐν πήλῳ. | ||
Hist Plant.6t1 | Ζ | |
Hist Plant.6.1.1 | Περὶ μὲν οὖν δένδρων καὶ θάμνων εἴρηται πρότερον· ἑπόμενον δ’ εἰπεῖν περί τε τῶν φρυγανι‐ κῶν καὶ ποιωδῶν καὶ εἴ τινες ἐν τούτοις ἕτεραι συμπεριλαμβάνονται φύσεις· οἷον ἥ γε σιτηρὰ | |
5 | ποιώδης ἐστί. Πρῶτον δὲ λέγωμεν περὶ τῆς φρυγανικῆς· αὕτη γὰρ ἐγγυτέρω τῶν προειρημένων διὰ τὸ ξυλώδης εἶναι. πανταχοῦ μὲν οὖν ἴσως αἰεὶ τὸ ἄγριον τοῦ ἡμέρου πλεῖον, εἰ δὲ μή, περί γε τὴν φρυ‐ | |
10 | γανικὴν οὐσίαν· ὀλίγον γὰρ τὸ ἥμερον αὐτῆς, ὅπερ σχεδὸν ἐν τοῖς στεφανωτικοῖς ἐστιν, οἷον ῥοδωνία ἰωνία διόσανθος ἀμάρακος ἡμεροκαλλές, ἔτι δὲ ἕρπυλλος σισύμβριον ἑλένιον ἀβρότονον. ἅπαντα γὰρ ταῦτα ξυλώδη καὶ μικρόφυλλα, δι’ | |
Hist Plant.6.1.2 | ὃ καὶ φρυγανικά. καὶ ἐπὶ τῶν λαχανηρῶν δ’ ὁμοίως, οἷον ῥάφανος πήγανον καὶ ὅσα παρα‐ πλήσια τούτοις ἐστίν. ὑπὲρ ὧν οὐχ ἧττον ἴσως ἁρμόττει κατὰ τὴν οἰκείαν προσηγορίαν εἰπεῖν, | |
5 | ὅταν περὶ στεφανωμάτων καὶ λαχάνων ποιώμεθα μνείαν. νῦν δὲ πρῶτον περὶ τῶν ἀγρίων λέγωμεν. ἔστιν αὐτῶν εἴδη καὶ μέρη πλείω, ἃ δεῖ διαιρεῖν καὶ τοῖς καθ’ ἕκαστον γένος καὶ τοῖς ὅλοις εἴδεσι. Μεγίστην δ’ ἄν τις λάβοι διαφορὰν τῶν ὅλων | |
10 | γενῶν, ὅτι τὰ μὲν ἀνάκανθα τὰ δὲ ἀκανθώδη τυγχάνει. πάλιν δ’ ἐν ἑκατέρῳ τούτων πολλαὶ διαφοραὶ γενῶν καὶ εἰδῶν, ὑπὲρ ὧν καθ’ ἑκάτερα πειρατέον εἰπεῖν. | |
Hist Plant.6.1.3 | Τῶν ἀκανθικῶν δὴ τὰ μὲν ἁπλῶς εἰσιν ἄκανθαι, ὥσπερ ἀσφάραγος καὶ σκορπίος· οὐ γὰρ ἔχουσι φύλλον οὐδὲν παρὰ τὴν ἄκανθαν. τὰ δὲ φυλ‐ λάκανθα, καθάπερ ἄκανος ἠρύγγιον κνῆκος· ταῦτα | |
5 | γὰρ καὶ τὰ τοιαῦτα ἐπὶ τῶν φύλλων ἔχει τὴν ἄκανθαν, δι’ ὃ καὶ φυλλάκανθα καλεῖται. τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἕτερον ἔχει φύλλον, ὥσπερ ἡ ὀνωνὶς καὶ ὁ τρίβολος καὶ ὁ φέως, ὃν δή τινες καλοῦσι στοιβήν. ὁ δὲ τρίβολος καὶ περικαρ‐ | |
10 | πιάκανθός ἐστιν· ἔχει γὰρ ἀκάνθας ἐν τῷ περι‐ καρπίῳ, δι’ ὃ καὶ τοῦτο ἴδιον πρὸς ἅπαντα ὡς εἰπεῖν· ἐπεὶ πτορθάκανθά γε πολλὰ καὶ τῶν δένδρων καὶ τῶν θαμνωδῶν ἐστιν, οἷον ἀχρὰς ῥόα παλίουρος βάτος ῥοδωνία κάππαρις. ἐν μὲν οὖν | |
15 | τοῖς ἀκανθικοῖς ταύτας ἄν τις ὡς εἰπεῖν τύπῳ | |
λάβοι τὰς διαφοράς. | ||
Hist Plant.6.1.4 | Ἐν δὲ τοῖς ἀνακάνθοις οὐκ ἔστιν οὕτως δια‐ λαβεῖν τοῖς γένεσιν· ἡ γὰρ τῶν φύλλων ἀνωμαλία μεγέθει καὶ μικρότητι καὶ σχήμασιν ἄπειρος καὶ ἀσαφής· ἀλλὰ δεῖ πειρᾶσθαι κατ’ ἄλλον τρόπον | |
5 | διαιρεῖν. πλείω δέ ἐστι τὰ γένη τὰ τούτων καὶ διαφορὰς ἔχοντα μεγάλας, οἷον κίσθος μήλωθρον ἐρευθεδανὸν σπειραία κνέωρον ὀρίγανος θύμβρα σφάκος ἐλελίσφακος πράσιον κόνυζα μελισσό‐ φυλλον ἕτερα τοιαῦτα· πρὸς τούτοις ἔτι τὰ | |
10 | ναρθηκώδη καὶ ἐννευρόκαυλα, καθάπερ μάραθον ἱππομάραθον ναρθηκία νάρθηξ καὶ τὸ καλού‐ μενον ὑπό τινων μυοφόνον καὶ ὅσα ὅμοια τούτοις. ἅπαντα γὰρ ἄν τις καὶ ταῦτα καὶ ὅλως εἴ τι ναρθηκῶδές ἐστι τῆς φρυγανικῆς θείη φύσεως. | |
Hist Plant.6.2.1 | Εἴδη δὲ καὶ διαφοραὶ καθ’ ἕκαστον τῶν εἰρημένων εἰσὶ τῶν μὲν φανερώτεραι τῶν δὲ ἀφανέστεραι. καὶ γὰρ κίσθου δύο γένη διαιροῦσι, τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, τῷ τὸ μὲν μεῖζον καὶ | |
5 | σκληρότερον καὶ λιπαρώτερον εἶναι καὶ τὸ ἄνθος ἐπιπορφυρίζον· ἄμφω δὲ ὅμοια τοῖς ἀγρίοις ῥόδοις, πλὴν ἐλάττω καὶ ἄοσμα. | |
Hist Plant.6.2.2 | Δύο δὲ εἴδη καὶ τοῦ κνεώρου· ὁ μὲν γὰρ λευκὸς | |
ὁ δὲ μέλας. ἔχει δὲ ὁ μὲν λευκὸς τὸ φύλλον δερματῶδες πρόμηκες ὁμοιόσχημον τρόπον τινὰ τῇ ἐλάᾳ, ὁ δὲ μέλας οἷον ἡ μυρίκη σαρκῶδες· | ||
5 | ἐπίγειος δὲ μᾶλλον ὁ λευκός· ἔστι δὲ ὀσμώδης, ὁ δὲ μέλας ἄοσμος. τὴν δὲ ῥίζαν τὴν εἰς βάθος ἄμφω μεγάλην ἔχουσι καὶ τοὺς ἀκρεμόνας πολ‐ λοὺς καὶ παχεῖς καὶ ξυλώδεις ἀπ’ αὐτῆς τῆς γῆς ἢ μικρὸν ἄνω σχιζομένους, ξυλωδεστάτην δέ. | |
10 | γλίσχρον δὲ σφόδρα, δι’ ὃ καὶ χρῶνται πρὸς τὸ καταδεῖν καὶ περιλαμβάνειν, ὥσπερ τῷ οἴσῳ. βλαστάνει δὲ καὶ ἀνθεῖ μετ’ ἰσημερίαν μετο‐ πωρινὴν καὶ ἀνθεῖ πολὺν χρόνον. | |
Hist Plant.6.2.3 | Καὶ τῆς ὀριγάνου δὲ ἡ μέλαινα ἄκαρπος ἡ δὲ λευκὴ κάρπιμος. καὶ θύμον τὸ μὲν λευκὸν τὸ δὲ μέλαν εὐανθὲς δὲ σφόδρα· περὶ τροπὰς γὰρ ἀνθεῖ θερινάς. ἀφ’ οὗ καὶ ἡ μέλιττα λαμβάνει τὸ μέλι, | |
5 | καὶ τούτῳ φασὶν οἱ μελιττουργοὶ δῆλον εἶναι πότερον εὐμελιτοῦσι ἢ οὔ· καλῶς γὰρ ἀπαν‐ θήσαντος εὐμελιτεῖν· βλάπτει δὲ καὶ ἀπόλλυσι τὴν ἄνθησιν ἐὰν ὕδωρ ἐπιγένηται. Σπέρμα δὲ κάρπιμον ἡ μὲν θύμβρα καὶ ἔτι | |
10 | μᾶλλον ἡ ὀρίγανος ἔχει φανερόν, τοῦ θύμου δ’ οὐκ ἔστι λαβεῖν, ἀλλ’ ἐν τῷ ἄνθει πως ἀναμέ‐ μικται· σπείρουσι γὰρ τοῦτο καὶ ἀναβλαστάνει. | |
Hist Plant.6.2.4 | ζητοῦσι δὲ καὶ λαμβάνουσιν οἱ ἐξάγειν Ἀθήνῃσι βουλόμενοι τὸ γένος. ἴδιον δὲ ἔχει καὶ πρὸς ταῦτα καὶ σχεδὸν πρὸς τὰ ἄλλα τὸ κατὰ τοὺς | |
τόπους· οὐ γάρ φασι δύνασθαι φύεσθαι καὶ | ||
5 | λαμβάνειν ὅπου μὴ ἀναπνοὴ διϊκνεῖται ἡ ἀπὸ τῆς θαλάττης· δι’ ὃ οὐδ’ ἐν Ἀρκαδίᾳ γίνεται· θύμβρα δὲ καὶ ὀρίγανος καὶ τὰ τοιαῦτα πολλὰ καὶ πολ‐ λαχοῦ. παραπλήσιον οὖν τὸ συμβαῖνον τοῦτο καὶ ἐπὶ τῆς ἐλάας· οὐδὲ γὰρ οὐδ’ ἐκείνη δοκεῖ | |
10 | τριακοσίων σταδίων ἀπὸ θαλάττης ἐπάνω φύεσθαι. | |
Hist Plant.6.2.5 | Σφάκος δὲ καὶ ἐλελίσφακος διαφέρουσιν ὡσὰν τὸ μὲν ἥμερον τὸ δὲ ἄγριον· λειότερον γὰρ τὸ φύλλον τοῦ σφάκου καὶ ἔλαττον καὶ αὐχμηρότε‐ ρον, τὸ δὲ τοῦ ἐλελισφάκου τραχύτερον. | |
5 | Δύο δὲ γένη καὶ τοῦ πρασίου· τὸ μὲν γὰρ ἔχει ποῶδες τὸ φύλλον καὶ μᾶλλον ἐπικεχαραγμένον, ἔτι δὲ τὰς ἐντομὰς ἐνδήλους σφόδρα καὶ βαθείας, ᾧ καὶ οἱ φαρμακοπῶλαι χρῶνται πρὸς ἔνια· τὸ δὲ ἕτερον στρογγυλότερον καὶ αὐχμῶδες σφόδρα, | |
10 | καθάπερ τοῦ σφάκου, καὶ τὰς ἐντομὰς ἀμαυρο‐ τέρας ἔχον καὶ ἐπικεχαραγμένον ἧττον. | |
Hist Plant.6.2.6 | Κονύζης δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. δια‐ φορὰς δὲ ἔχει καθάπερ τὰ ἄλλα τὰ οὕτω διαι‐ ρούμενα· τὸ μὲν γὰρ θῆλυ λεπτοφυλλότερον καὶ ξυνεστηκὸς μᾶλλον καὶ τὸ ὅλον ἔλαττον, τὸ | |
5 | δὲ ἄρρεν μεῖζόν τε καὶ παχυκαυλότερον καὶ πολυκλωνότερον καὶ τὸ φύλλον μεῖζον καὶ λιπαρώτερον ἔχον, ἔτι δὲ τὸ ἄνθος λαμπρό‐ τερον. καρποφόρα δὲ ἄμφω· τὸ δὲ ὅλον ὀψι‐ | |
βλαστεῖ καὶ ὀψιανθεῖ περὶ Ἀρκτοῦρον καὶ μετ’ | ||
10 | Ἀρκτοῦρον λαμβάνει. βαρεῖα δὲ ἡ ὀσμὴ τοῦ ἄρρενος, ἡ δὲ τῆς θηλείας δριμυτέρα, δι’ ὃ καὶ πρὸς τὰ θηρία χρησίμη. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα ὥσπερ δια‐ φέροντα. πάλιν δὲ ἄλλα μονοειδῆ τυγχάνοντα | |
15 | καὶ τῶν πρότερον εἰρημένων καὶ ἕτερα παρὰ ταῦτα· πλείω γάρ ἐστι. | |
Hist Plant.6.2.7 | Τὸ δὲ ναρθηκῶδες, καὶ γὰρ καὶ τοῦτο τῶν φρυγανικῶν, πολλὰς περιείληφεν ἰδέας· ἐν οἷς πρῶτον ὑπὲρ τοῦ κοινοῦ πᾶσι λεκτέον, ὑπὲρ νάρθηκός τε καὶ ναρθηκίας, εἴτε τὸ αὐτὸ γένος | |
5 | ἐστὶν ἀμφοῖν διαφέρον δὲ κατὰ μέγεθος, εἴτε καὶ ἕτερον ὥσπερ τινές φασιν. ἡ δ’ οὖν φανερὰ φύσις ἀμφοῖν ὁμοία πλὴν κατὰ τὸ μέγεθος· ὁ μὲν γὰρ νάρθηξ γίνεται μέγας σφόδρα ἡ δὲ ναρθηκία μικρά. μονόκαυλα δ’ ἄμφω καὶ γονα‐ | |
10 | τώδη, ἀφ’ ὧν τά τε φύλλα βλαστάνει καὶ καυλοί | |
Hist Plant.6.2.8 | τινες μικροί· βλαστάνει δὲ παραλλὰξ τὰ φύλλα· λέγω δὲ παραλλὰξ ὅτι οὐκ ἐκ τοῦ αὐτοῦ μέρους τῶν γονάτων ἀλλ’ ἐναλλάξ· περιειληφότα δὲ τὸν καυλὸν ἐπὶ πολύ, καθάπερ τὰ τοῦ καλάμου, πλὴν | |
5 | ἀποκεκλιμένα ταῦτα μᾶλλον διὰ τὴν μαλακό‐ τητα καὶ τὸ μέγεθος· μέγα γὰρ τὸ φύλλον καὶ μαλακὸν καὶ πολυσχιδές, ὥστε εἶναι σχεδὸν τριχῶδες· ἔχει δὲ μέγιστα τὰ κάτω πρὸς τὴν γῆν καὶ ἀεὶ κατὰ λόγον. ἄνθος δὲ μηλινοειδὲς | |
10 | ἀμαυρόν, καρπὸν δὲ παρόμοιον τῷ ἀνήθῳ πλὴν μείζω. ἐξ ἄκρου δὲ σχίζεται καὶ ἔχει τινὰς οὐ μεγάλους καυλούς· ἐνταῦθα δὲ τό τε ἄνθος καὶ ὁ καρπός. ἔχει δὲ καὶ ἄνθος καὶ καρπὸν καὶ ἐν τοῖς παρακαυλίζουσι δι’ ὅλου, καθάπερ | |
15 | τὸ ἄνηθον. ἐπετειόκαυλον δέ, καὶ ἡ βλάστη‐ σις τοῦ ἦρος πρῶτον μὲν τῶν φύλλων ἔπειτα τοῦ καυλοῦ, καθάπερ τῶν ἄλλων. ῥίζαν δὲ ἔχει βαθεῖαν, ἔστι δὲ μονόρριζον. ὁ μὲν οὖν νάρθηξ τοιοῦτος. | |
Hist Plant.6.2.9 | Τῶν δ’ ἄλλων τὰ μὲν ὁμοιότερα τούτῳ τὸν καυλὸν ἔχει 〈κοῖλον〉, καθάπερ ὁ μανδραγόρας καὶ τὸ κώνειον καὶ ὁ ἐλλέβορος καὶ ὁ ἀνθέρικος· τὰ δ’ οἷον ἐννευρόκαυλα τυγχάνει, καθάπερ μάραθον | |
5 | μυοφόνον τὰ ὅμοια τούτοις. ἴδιος δὲ ὁ καρπὸς τοῦ μανδραγόρου τῷ μέλας τε καὶ ῥαγώδης καὶ οἰνώδης εἶναι τῷ χυμῷ. | |
Hist Plant.6.3.1 | Μέγισται δὲ καὶ ἰδιώταται φύσεις ἥ τε τοῦ σιλφίου καὶ ἡ τοῦ παπύρου ἐν Αἰγύπτῳ· ναρθηκώδη γὰρ καὶ ταῦτά ἐστιν· ὑπὲρ ὧν τοῦ μὲν παπύρου πρότερον εἴπομεν ἐν τοῖς ἐνύδροις, | |
5 | ὑπὲρ θατέρου δὲ νῦν λεκτέον. Τὸ δὲ σίλφιον ἔχει ῥίζαν μὲν πολλὴν καὶ παχεῖαν, τὸν δὲ καυλὸν ἡλίκον νάρθηξ, σχεδὸν δὲ καὶ τῷ πάχει παραπλήσιον, τὸ δὲ φύλλον, ὃ | |
καλοῦσι μάσπετον, ὅμοιον τῷ σελίνῳ· σπέρμα | ||
10 | δ’ ἔχει πλατύ, οἷον φυλλῶδες, τὸ λεγόμενον φύλ‐ λον. ἐπετειόκαυλον δ’ ἐστίν, ὥσπερ ὁ νάρθηξ. ἅμα μὲν οὖν τῷ ἦρι τὸ μάσπετον τοῦτο ἀφίησιν, ὃ καθαίρει τὰ πρόβατα καὶ παχύνει σφόδρα καὶ τὰ κρέα θαυμαστὰ ποιεῖ τῇ ἡδονῇ· μετὰ δὲ ταῦτα | |
15 | καυλόν, 〈ὃν〉 ἐσθίεσθαι πάντα τρόπον ἑφθὸν ὀπτόν, καθαίρειν δὲ καὶ τοῦτόν φασι τὰ σώματα | |
Hist Plant.6.3.2 | τετταράκοντα ἡμέραις. ὀπὸν δὲ διττὸν ἔχει, τὸν μὲν ἀπὸ τοῦ καυλοῦ τὸν δὲ ἀπὸ τῆς ῥίζης, δι’ ὃ καλοῦσι τὸν μὲν καυλίαν τὸν δὲ ῥιζίαν. ἡ δὲ ῥίζα τὸν φλοιὸν ἔχει μέλανα, καὶ τοῦτον περι‐ | |
5 | αιροῦσιν. ἔστι δὲ ὥσπερ μέταλλα τῶν ῥιζοτο‐ μιῶν αὐτοῖς, ἐξ ὧν ὁπόσον ἂν δοκῇ συμφέρειν ταμιευόμενοι πρὸς τὰς τομὰς καὶ τὸ προϋπάρχον τέμνουσιν· οὐκ ἔξεστι γὰρ οὔτε παρατέμνειν οὔτε πλεῖον τῶν τεταγμένων· καὶ γὰρ διαφθεί‐ | |
10 | ρεται καὶ σήπεται τὸ ἀργὸν ἐὰν χρονίζῃ. κατερ‐ γάζονται δὲ ἄγοντες εἰς τὸν Πειραιᾶ τόνδε τὸν τρόπον· ὅταν βάλωσι εἰς ἀγγεῖα καὶ ἄλευρα μίξωσι, σείουσι χρόνον συχνόν, ὅθεν καὶ τὸ χρῶμα λαμβάνει καὶ ἐργασθὲν ἄσηπτον ἤδη δια‐ | |
15 | μένει. τὰ μὲν οὖν κατὰ τὴν ἐργασίαν καὶ τομὴν οὕτως ἔχει. | |
Hist Plant.6.3.3 | Τόπον δὲ πολὺν ἐπέχει τῆς Λιβύης· πλείω γάρ φασιν ἢ τετρακισχίλια στάδια· πλεῖστα δὲ γίνεσθαι περὶ τὴν σύρτιν ἀπὸ τῶν Εὐεσπερίδων. ἴδιον δὲ τὸ φεύγειν τὴν ἐργαζομένην καὶ ἀεὶ | |
5 | συνεργαζομένης καὶ συνημερουμένης ἐξαναχωρεῖν, ὡς οὐ δεομένου δῆλον ὅτι θεραπείας ἀλλ’ ὄντος ἀγρίου. φασὶ δ’ οἱ Κυρηναῖοι φανῆναι τὸ σίλ‐ φιον ἔτεσι πρότερον ἢ αὐτοὶ τὴν πόλιν ᾤκησαν ἑπτά· οἰκοῦσι δὲ μάλιστα περὶ τριακόσια εἰς | |
10 | Σιμωνίδην ἄρχοντα Ἀθήνῃσιν. | |
Hist Plant.6.3.4 | Οἱ μὲν οὖν οὕτω λέγουσιν. οἱ δὲ τοῦ σιλφίου τὴν ῥίζαν φασὶ γίνεσθαι πηχυαίαν ἢ μικρῷ μείζω. ταύτην δὲ ἔχειν ἐπὶ τοῦ μέσου κεφαλήν, ὃ καὶ μετεωρότατόν ἐστι καὶ σχεδὸν ὑπὲρ γῆς, καλεῖ‐ | |
5 | σθαι δὲ γάλα· ἐξ ἧς δὴ φύεσθαι μετὰ ταῦτα καὶ τὸν καυλόν, ἐκ δὲ τούτου μαγύδαριν τὸ καὶ καλούμενον φύλλον· τοῦτο δ’ εἶναι σπέρμα· καὶ ὅταν νότος λαμπρὸς πνεύσῃ μετὰ Κύνα διαρρίπ‐ τεσθαι, ἐξ οὗ φύεσθαι τὸ σίλφιον. τῷ αὐτῷ δὲ | |
10 | ἔτει τήν τε ῥίζαν γίνεσθαι καὶ τὸν καυλόν· οὐθὲν δὲ τοῦτο ἴδιον, καὶ γὰρ ἐπ’ ἄλλων, εἰ μὴ τοῦτο λέγουσιν ὅτι εὐθὺς φύεται μετὰ τὴν διάρριψιν. | |
Hist Plant.6.3.5 | Καὶ τοῦτο ἴδιον καὶ διάφορον τοῖς πρότερον, ὅτι φασὶ δεῖν ὀρύττειν ἐπέτειον· ἐὰν δὲ ἐαθῇ, φέρειν μὲν τὸ σπέρμα καὶ τὸν καυλόν, χείρω δὲ γίνεσθαι καὶ ταῦτα καὶ τὴν ῥίζαν, ὀρυττομένας δὲ βελτίους | |
5 | γίνεσθαι διὰ τὸ μεταβάλλεσθαι τὴν γῆν. ἐναν‐ τίον δὲ τοῦτο τῷ φεύγειν τὴν ἐργάσιμον. ἐσθί‐ εσθαι καὶ τὰς ῥίζας προσφάτους κατατεμνομένας | |
εἰς ὄξος. τὸ δὲ φύλλον τῇ χροιᾷ χρυσοειδὲς | ||
Hist Plant.6.3.6 | εἶναι. ἐναντίον δὲ καὶ τὸ μὴ καθαίρεσθαι τὰ πρόβατα τὸ φύλλον ἐσθίοντα· φασὶ γὰρ καὶ τοῦ ἦρος καὶ τοῦ χειμῶνος εἰς ὄρος ἀφιέναι, νέμεσθαι δὲ τοῦτό τε καὶ ἕτερον ὅμοιον ἀβροτόνῳ· θερμαν‐ | |
5 | τικὰ δ’ ἄμφω δοκεῖ εἶναι καὶ κάθαρσιν μὲν οὐ ποιεῖν, ἀναξηραίνειν δὲ καὶ συμπέττειν· ἐὰν δέ τι νοσοῦν ἢ κακῶς ἔχον εἰσέλθῃ πρόβατον, ὑγιάζε‐ σθαι ταχέως ἢ ἀποθνήσκειν, ὡς δ’ ἐπὶ τὸ πολὺ σώζεσθαι μᾶλλον. ταῦτα μὲν ὁποτέρως ἔχει | |
10 | σκεπτέον. | |
Hist Plant.6.3.7 | Ἡ δὲ καλουμένη μαγύδαρις ἕτερόν ἐστι τοῦ σιλφίου μανότερόν τε καὶ ἧττον δριμὺ καὶ τὸν ὀπὸν οὐκ ἔχει· διάδηλος δέ ἐστι καὶ τῇ ὄψει τοῖς ἐμπείροις. γίνεται δὲ περὶ Συρίαν καὶ οὐκ ἐν | |
5 | Κυρήνῃ· φασὶ δὲ καὶ ἐν τῷ Παρνασίῳ ὄρει πολλήν· ἔνιοι δὲ σίλφιον τοῦτο καλοῦσιν. εἰ δὲ φεύγει τὴν ἐργάσιμον ὥσπερ τὸ σίλφιον σκεπ‐ τέον, ὡσαύτως δὲ καὶ εἴ τι ὅμοιον ἢ παραπλήσιον ἔχει φύλλου τε πέρι καὶ καυλοῦ, καὶ εἰ ὅλως | |
10 | ἀφίησί τι δάκρυον. τὴν μὲν οὖν ναρθηκώδη [καὶ ὅλως τὴν ἀκανθώδη] φύσιν ἐν τοῖς τοιούτοις θεωρητέον. | |
Hist Plant.6.4.1 | Τῆς δ’ ἀκανθικῆς, ἑπόμενον γὰρ τοῦτο εἰπεῖν, ἐπειδὴ διῄρηται τὸ μὲν ἀκανθῶδες ὅλως τὸ | |
δὲ φυλλάκανθον, ὑπὲρ ἑκατέρου χώρις λεκτέον, καὶ τρίτου δὴ περὶ τοῦ καὶ παρὰ τὴν ἄκανθαν | ||
5 | ἔχοντος φύλλον, ὥσπερ ὅ τε φέως καὶ ὁ τρίβολος. καὶ ἡ κάππαρις ἴδιον ἔχει τὸ μὴ μόνον τὴν ἐκ τῶν καυλῶν ἄκανθαν ἔχειν ἀλλὰ καὶ τὸ φύλλον ἐπακανθίζον. τῶν δὲ διῃρημένων εἰδῶν πλεῖστον μέν ἐστι τὸ φυλλάκανθον, ἐλάχιστον δὲ ὡς εἰπεῖν | |
10 | τὸ ἀκανθῶδες ὅλως. βραχὺ γάρ τι πάμπαν ἐστίν, ὥσπερ ἐλέχθη, καὶ σχεδὸν οὐ ῥᾴδιον λαβεῖν παρά τε τὸν ἀσφάραγον καὶ τὸν σκορπίον. | |
Hist Plant.6.4.2 | Ἀμφότερα δὲ ταῦτα ἀνθεῖ μετὰ ἰσημερίαν φθινοπωρινήν. ὁ μὲν σκορπίος ἐν τῷ σαρκώδει τῷ ἐποιδοῦντι τῷ ὑπὸ τὸ ἄκρον τῆς ἀκάνθης ἔχων τὸ ἄνθος ἐξ ἀρχῆς μὲν λευκὸν ὕστερον δ’ | |
5 | ἐπιπορφυρίζον. ὁ δὲ ἀσφάραγος ἐκφύων παρὰ τὰς ἀκάνθας κορυνῶδες μικρόν, ἐκ τούτου δέ ἐστι τὸ ἄνθος μικρόν. ὁ δὲ σκορπίος μονόρριζον καὶ βαθύρριζον, ὁ δὲ ἀσφάραγος βαθύρριζόν τε εὖ μάλα καὶ πολύρριζον πυκναῖς ταῖς ῥίζαις, ὥστε | |
10 | τὸ ἄνω συνεχὲς εἶναι αὐτῶν, ἀφ’ οὗ καὶ αἱ βλαστήσεις αὐτῶν τῶν καυλῶν· ἀναβλαστάνει δὲ ὁ καυλὸς ἐκ τῆς ἀσφαραγιᾶς τοῦ ἦρος καὶ ἐδώδιμός ἐστιν· εἶθ’ οὕτως ἀποτραχύνεται καὶ ἐξακανθοῦται προϊούσης τῆς ὥρας· ἡ δὲ ἄνθησις | |
15 | οὐκ ἐκ τούτου μόνον ἀλλὰ καὶ ἐκ τῶν πρότερον· οὐ γὰρ ἐπετειόκαυλόν ἐστι. τὰ μὲν οὖν ὅλως ἀκανθώδη τοιαύτην τινὰ ἔχει φύσιν. | |
Hist Plant.6.4.3 | Τῶν δὲ φυλλακάνθων τὸ πλεῖστον γένος ὡς ἁπλῶς εἰπεῖν ἀκανῶδες τυγχάνει· λέγω δὲ τὸ ἀκανῶδες, ὅτι τὸ κύημα καὶ ἐν ᾧ τὸ ἄνθος ἢ καὶ ὁ καρπὸς ἄκανος ἢ ἀκανῶδες πάντων ἐστί. διαφο‐ | |
5 | ρὰν δὲ ἔχει ἐν ἑαυτῷ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι καὶ πλήθει καὶ ὀλιγότητι τῶν ἀκαν‐ θῶν καὶ τῶν ἄλλων. ἔξω γὰρ ὀλίγων πάνυ, καθάπερ τοῦ στρουθίου τε καὶ τοῦ σόγκου καὶ εἴ τινων ἑτέρων, τὰ λοιπὰ πάντα ὡς εἰπεῖν τοιαύτην | |
10 | ἔχει τὴν φύσιν· ἐπεὶ καὶ ὁ σόγκος τήν γε φύσιν ἀκανθώδη ἔχει, τὸ δὲ σπερματικὸν οὐχ ὅμοιον· ἀλλὰ τά γε τοιαῦτα πάντα οἷον ἄκορνα λευκ‐ άκανθα χάλκειος κνῆκος πολυάκανθος ἀτρακτυλὶς ὀνόπυξος ἰξίνη χαμαιλέων· πλὴν οὗτος οὐ φυλλ‐ | |
15 | άκανθος, σκόλυμος δέ, ὃς καὶ λειμωνία, φυλλ‐ | |
Hist Plant.6.4.4 | άκανθος· καὶ τἆλλα, πλείω γάρ ἐστι. διαφέρουσι δ’ ἀλλήλων πρὸς τοῖς εἰρημένοις τῷ τὰ μὲν πολύ‐ καυλα εἶναι καὶ ἀποφύσεις ἔχειν, ὥσπερ ὁ ἄκανος, τὰ δὲ μονόκαυλα καὶ μὴ ἔχειν, ὥσπερ ὁ κνῆκος, | |
5 | ἔνια δ’ ἄνωθεν ἔχειν ἐξ ἄκρου, καθάπερ τὸ ῥύτρος. καὶ τὰ μὲν εὐθὺς τοῖς πρώτοις ὑετοῖς βλαστάνειν τὰ δ’ ὕστερον, ἔνια δὲ καὶ τοῦ θέρους, ὥσπερ καὶ ἡ τετράλιξ ὑπό τινων καλουμένη καὶ ἡ ἰξίνη· καὶ ἐπὶ τῶν ἀνθῶν ὁμοίως· ὀψιανθὴς γὰρ ὁ σκόλυμος | |
10 | καὶ ἐπὶ πολὺν χρόνον. | |
Hist Plant.6.4.5 | Διαφοραὶ δὲ τῶν μὲν ἀκάνων οὐκ εἰσί, τῆς κνήκου δ’ εἰσίν· ἡ μὲν γὰρ ἀγρία ἡ δ’ ἥμερος. τῆς δ’ ἀγρίας δύο εἴδη, τὸ μὲν προσεμφερὲς σφό‐ δρα τῷ ἡμέρῳ πλὴν εὐθυκαυλότερον, δι’ ὃ καὶ | |
5 | πηνίοις ἔνιαι τῶν ἀρχαίων ἐχρῶντο γυναικῶν. καρπὸν δὲ ἔχει μέλανα καὶ μέγαν καὶ πικρόν. ἡ δ’ ἑτέρα δασεῖα καὶ τοὺς καυλοὺς ἔχει σογκώδεις, ὥστε τρόπον τινὰ ἐπιγειόκαυλος γίνεται· διὰ γὰρ μαλακότητα τῶν καυλῶν κατακλίνεται πρὸς τὰς | |
10 | ἀρούρας· καρπὸν δ’ ἔχει μικρὸν πώγωνος· σπερ‐ ματώδεις πᾶσαι, πλὴν μειζόσι καὶ πυκνοτέροις αἱ ἄγριαι. ἴδιον δὲ ἔχει πρὸς τὰ ἄλλα ἄγρια· τὰ μὲν γὰρ σκληρότερα καὶ ἀκανθωδέστερα τῶν ἡμέρων, αὕτη δὲ μαλακωτέρα καὶ λειοτέρα. | |
Hist Plant.6.4.6 | Ἡ δ’ ἄκορνα προσεμφερὴς ὡς ἁπλῶς εἰπεῖν κατὰ τὴν πρόσοψιν τῇ κνήκῳ τῇ ἡμέρῳ, χρῶμα δ’ ἐπίξανθον ἔχει καὶ χυλὸν λιπαρόν. ἀτρακτυ‐ λὶς δέ τις καλεῖται καὶ λευκοτέρα τούτων· ἴδιον | |
5 | δὲ ἔχει τὸ περὶ τὸ φύλλον, ὅτι ἀφαιρούμενον καὶ τῇ σαρκὶ προσφερόμενον αἱματώδη ποιεῖ τὸν χυλόν, δι’ ὃ καὶ φόνον ἔνιοι καλοῦσι τὴν ἄκανθαν ταύτην· ἔχει δὲ καὶ τὴν ὀσμὴν δεινὴν καὶ φονώδη· | |
ὀψὲ δὲ καὶ τελειοῖ τὸν καρπὸν πρὸς τὸ μετό‐ | ||
10 | πωρον. τὸ δ’ ὅλον ὡς ἁπλῶς εἰπεῖν ἅπασα ἡ ἀκανικὴ φύσις ὀψίκαρπος. ἅπαντα δὲ ταῦτα φύεται καὶ ἀπὸ τοῦ σπέρματος καὶ ἀπὸ τῆς ῥίζης, ὥστε βραχύν τινα γίνεσθαι τὸν ἀνὰ μέσον χρόνον τῆς ἐκφύσεως τε καὶ τῆς τοῦ σπέρματος | |
15 | τελειώσεως. | |
Hist Plant.6.4.7 | Τοῦ σκολύμου δὲ οὐχ ὅτι τοῦτο μόνον ἴδιον, ὅτι τὴν ῥίζαν ἐδώδιμον ἔχει καὶ ἑφθὴν καὶ ὠμήν, ἀλλὰ καὶ ὅτι τότε ἀρίστην ὅταν ἀνθῇ καὶ ὅτι σκληρυνομένη ἀφίησιν ὀπόν. ἴδιον δὲ καὶ τὸ τῆς | |
5 | ἀνθήσεως· ἐπεὶ περὶ τροπάς. | |
Hist Plant.6.4.8 | Σαρκώδης δὲ καὶ ἐδώδιμος ἡ τοῦ σόγκου· ἡ δὲ κύησις οὐκ ἀκανώδης ἀλλὰ προμήκης αὐτοῦ· καὶ τοῦτ’ ἴδιον μόνον ἔχει τῶν φυλλακάνθων ἀντ‐ εστραμμένως ἢ ὁ χαμαιλέων· ὁ μὲν γὰρ ἀφυλλ‐ | |
5 | άκανθος ὢν ἀκανίζει. γηράσκον δὲ τὸ ἄνθος ἐκπαπποῦται, καθάπερ τὸ τῆς ἀπάπης καὶ τὸ τῆς μυρίκης καὶ ὅσα παραπλήσια τούτοις. παρακο‐ λουθεῖ δὲ μέχρι τοῦ θέρους τὸ μὲν κυοῦν τὸ δὲ ἀνθοῦν τὸ δὲ σπέρμα τίκτον, μικρὰν ἰκμάδα καὶ | |
10 | κέντρον ἔχον· ξηραινόμενον δὲ τὸ φύλλον διαχεῖ‐ ται καὶ οὐκέτι κεντεῖ. | |
Hist Plant.6.4.9 | Ἡ ἰξίνη δὲ φύεται μὲν οὐ πολλαχοῦ, ῥιζόφυλ‐ λον δέ ἐστιν. ἀπὸ δὲ τῆς ῥίζης μέσης ὁ σπερ‐ | |
ματικὸς ἄκανος ἐπιπέφυκεν, ὥσπερ μῆλον εὖ μάλα ἐπικεκρυμμένον ὑπὸ τῶν φύλλων· οὗτος | ||
5 | δὲ ἐπὶ τοῦ ἄκρου φέρει τὸ δάκρυον εὔστομον, καὶ τοῦτό ἐστιν ἡ ἀκανθικὴ μαστίχη. ταῦ‐ τα μὲν οὖν καὶ τὰ τοιαῦτα πανταχοῦ σχεδόν ἐστιν. | |
Hist Plant.6.4.10 | Ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δὲ οὐκ ἔστιν. ἴδιον δὲ παρὰ τἆλλα τὸ φυτόν· ἀφίησι γὰρ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους, τὸ δὲ φύλλον ἔχει | |
5 | πλατὺ καὶ ἀκανθῶδες· καλοῦσι δὲ τοὺς καυλοὺς τούτους κάκτους· ἐδώδιμοι δέ εἰσι περιλεπόμενοι μικρὸν ἐπίπικροι, καὶ θησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. | |
Hist Plant.6.4.11 | Ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα· γίνεται δὲ καὶ οὗτος ἐδώδιμος πλὴν ἀθησαύριστος. τὸ δὲ περικάρπιον, ἐν ᾧ τὸ σπέρμα, τὴν μὲν μορφὴν ἀκανῶδες, ἀφαιρεθέν‐ | |
5 | των δὲ τῶν παππωδῶν σπερμάτων ἐδώδιμον καὶ τοῦτο καὶ ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγ‐ κεφάλῳ· καλοῦσι δὲ αὐτὸ σκαλίαν. τὰ μὲν οὖν φυλλάκανθα σκεπτέον ἐν τοιαύταις δια‐ φοραῖς. | |
Hist Plant.6.5.1 | Τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντα φύλλον, οἷον τὰ τοιαῦτα φέως ὄνωνις παντά‐ δουσα τρίβολος ἱππόφεως μυάκανθος ... τε | |
σφόδρα καὶ τὸ φύλλον ἔχει σαρκῶδες· πολυ‐ | ||
5 | σχιδὲς δὲ καὶ πολύρριζον, οὐ μὴν κατὰ βάθους γε τὰς ῥίζας ἔχον. βλαστάνει δὲ ἅμα Πλειάδι καὶ τοῖς πρώτοις ἀρότοις καὶ ἀφίησι τότε τὸ φύλλον· οὐ γάρ ἐστιν ἐπέτειον ἀλλὰ χρονιώ‐ τερον. | |
Hist Plant.6.5.2 | Τὸ δὲ τῆς καππάριος ἴδιον, ὥσπερ ἐλέχθη, παρὰ ταῦτα· καὶ γὰρ τὸ φύλλον ἐπακανθίζον ἔχει καὶ τὸν καυλόν, οὐχ ὥσπερ ὁ φέως καὶ ἱππόφεως ἀνάκανθα τοῖς φύλλοις· μονόρριζον | |
5 | δὲ καὶ ἐπίγειον καὶ χαμαίκαυλον· βλαστάνει δὲ καὶ ἀνθεῖ τοῦ θέρους καὶ διαμένει τὸ φύλλον χλωρὸν ἄχρι Πλειάδος. χαίρει δὲ ὑφάμμοις καὶ λεπτογείοις χωρίοις· λέγεται δὲ ὡς ἐν τοῖς ἐργασίμοις οὐ θέλει φύεσθαι, καὶ ταῦτα περὶ τὰ | |
10 | ἄστη καὶ ἐν εὐγείοις τόποις φυομένη καὶ οὐχ ὥσπερ σίλφιον ἐν ὀρεινοῖς· τοῦτο μὲν 〈οὖν〉 οὐ πάντως ἀληθές. | |
Hist Plant.6.5.3 | Ὁ δὲ τρίβολος ἴδιον ἔχει, διότι περικαρπι‐ άκανθός ἐστι. δύο δ’ αὐτοῦ γένη· τὸ μὲν γὰρ ἔχει φύλλον ἐρεβινθῶδες, ἕτερος δὲ φυλλάκανθος· ἐπίγειοι δὲ ἄμφω καὶ πολλαχῆ σχιζόμενοι· ὀψι‐ | |
5 | βλαστὴς δὲ μᾶλλον ὁ φυλλάκανθος καὶ φύεται περὶ τὰς αὐλάς. τὸ δὲ σπέρμα τοῦ μὲν πρωΐου σησαμῶδες, τοῦ δὲ ὀψίου στρογγύλον ἐπίμελαν ἐν λοβῷ. καὶ τὰ μὲν οὖν παρὰ τὰ φύλλα καὶ ἄκανθαν ἔχοντα σχεδὸν ἐν τούτοις. | |
10 | Ἡ δ’ ὄνωνίς ἐστι πτορθάκανθον· ἐπέτειον δὲ | |
τὸ φύλλον ἔχει πηγανῶδες παραπεφυκὸς παρ’ ὅλον τὸν καυλόν, ὥστε καθάπερ στεφάνου τὴν ὅλην εἶναι μορφήν, διαλαμβανομένων ἐπαλλή‐ λων· κολοβοανθὴς δὲ καὶ ἐλλοβόκαρπος ἀδια‐ | ||
Hist Plant.6.5.4 | φράκτως· φύεται δ’ ἐν τῇ γλίσχρᾳ καὶ γανώδει καὶ μάλιστα ἐν τῇ σπορίμῳ καὶ γεωργουμένῃ, δι’ ὃ καὶ πολέμιον τοῖς γεωργοῖς· καὶ ἔστι δυσώλεθρος· ὅταν γὰρ λάβῃ χώρας βάθος, ὠθεῖ‐ | |
5 | ται κάτω εὐθὺς καὶ καθ’ ἕκαστον ἔτος ἀποφύσεις ἀφεμένη εἰς τὰ πλάγια πάλιν εἰς τὸ ἕτερον ὠθεῖται κάτω· σπαστέα μὲν οὖν ὅλη· τοῦτο δὲ βραχείσης γίνεται τῆς γῆς καὶ ἀπόλλυται ῥᾷον· ἐὰν δὲ καὶ μικρὸν ἀπολειφθῇ, ἀπὸ τούτου | |
10 | πάλιν βλαστάνει· ἄρχεται δὲ τῆς βλαστήσεως θέρους τελειοῦται δὲ μετοπώρου. τὰ μὲν οὖν ἄγρια τῶν φρυγανικῶν ἐκ τούτων θεωρείσθω. | |
Hist Plant.6.6.1 | Τὰ δὲ ἥμερα βραχεῖάν τινα ἔχει θεωρίαν, ἅπερ ἐν τοῖς στεφανωματικοῖς ἐστι. Τὰ δὲ καθ’ ὅλου πειρατέον περὶ στεφανωμάτων εἰπεῖν, ὅπως ἅπαν περιληφθῇ τὸ γένος. ἡ γὰρ | |
5 | στεφανωματικὴ φύσις ἰδίαν τινὰ ἔχει τάξιν, ἐπιμιγνυμένη δὲ τὰ μὲν τοῖς φρυγανικοῖς τὰ δὲ τοῖς ποιώδεσι· δι’ ὃ κἀκεῖνα συμπεριληπτέον ἐπιμιμνησκομένους ὡς ἂν ᾖ ὁ καιρός, ἀρξαμένους | |
Hist Plant.6.6.2 | πρῶτον ἀπὸ τῶν φρυγανικῶν. διχῆ δὲ ἡ τούτων διαίρεσις ἡ κατὰ τὴν χρείαν. τῶν μὲν γὰρ τὸ ἄνθος μόνον χρήσιμον· καὶ τούτων τὸ μὲν εὔοσμον, ὥσπερ ἴον, τὸ δ’ ἄνοσμον, ὥσπερ διόσανθος φλόξ. | |
5 | τῶν δὲ καὶ οἱ κλῶνες καὶ τὰ φύλλα καὶ ὅλως ἡ πᾶσα φύσις εὔοσμος, οἷον ἑρπύλλου ἑλενίου σισυμβρίου τῶν ἄλλων. ἄμφω δὲ φρυγανικά. κἀκείνων τῶν ἀνθικῶν πολλῶν ἡ φύσις φρυγα‐ νώδης, ἡ μὲν ἐπέτειος οὖσα μόνον, ἡ δὲ πολυ‐ | |
10 | χρονιωτέρα, πλὴν ἰωνίας τῆς μελαίνης· αὕτη γὰρ ἄκλων ὅλως ἀλλὰ προσριζόφυλλος καὶ ἀεί‐ φυλλος, ὡς δέ τινές φασι καὶ δυναμένη δι’ ὅλου φέρειν τὸ ἄνθος, ἐὰν τρόπῳ τινὶ θεραπεύηται. τοῦτο μὲν ἴδιον ἂν ἔχοι. | |
Hist Plant.6.6.3 | Τῶν δὲ ἄλλων μᾶλλον δὲ τῶν πάντων αἱ μὲν ὅλαι μορφαὶ σχεδὸν πᾶσι φανεραί· εἰ δέ τινας ἄλλας ἰδιότητας ἔχουσι, ταύτας λεκτέον, οἷον εἰ τὰ μὲν ἁπλᾶ δοκεῖ τοῖς εἴδεσιν εἶναι τὰ δὲ ἔχειν | |
5 | διαφοράς. Ἁπλᾶ μὲν οὖν τὰ ξυλώδη, καθάπερ ἕρπυλλος σισύμβριον ἑλένιον· πλὴν εἰ τὰ μὲν ἄγρια τὰ δὲ ἥμερα καὶ 〈τὰ μὲν〉 εὔοσμα τὰ δὲ ἀοσμότερά ἐστι· τούτων δὲ καὶ αἱ θεραπεῖαι καὶ αἱ χῶραι διά‐ | |
10 | φοροι καὶ οἱ ἀέρες. ἔνια δὲ καὶ τῶν ἀνθῶν, οἷον | |
τὸ μέλαν ἴον· οὐ γὰρ ἔχειν δοκεῖ τοῦτο διαφορὰν ὥσπερ τὸ λευκόν· ἐμφανὴς γὰρ ἡ τούτων χροιὰ διαλλάττουσα, καὶ ἔτι δὴ μᾶλλον ἡ τῶν κρίνων, εἴπερ δή, καθάπερ φασίν, ἔνια καὶ πορφυρᾶ ἐστι. | ||
Hist Plant.6.6.4 | Τῶν δὲ ῥόδων πολλαὶ διαφοραὶ πλήθει τε φύλλων καὶ ὀλιγότητι καὶ τραχύτητι καὶ λειότητι καὶ εὐχροίᾳ καὶ εὐοσμίᾳ. τὰ μὲν γὰρ πλεῖστα πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα καὶ εἰκοσίφυλλα, | |
5 | τὰ δ’ ἔτι πολλῷ πλεῖον ὑπεραίροντα τούτων· ἔνια γὰρ εἶναί φασιν ἃ καὶ καλοῦσιν ἑκατοντάφυλλα· πλεῖστα δὲ τὰ τοιαῦτά ἐστι περὶ Φιλίππους· οὗτοι γὰρ λαμβάνοντες ἐκ τοῦ Παγγαίου φυτεύ‐ ουσιν· ἐκεῖ γὰρ γίνεται πολλά· σμικρὰ δὲ σφόδρα | |
10 | τὰ ἐντὸς φύλλα· ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ὥστε εἶναι τὰ μὲν ἐκτὸς τὰ δ’ ἐντός· οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. ἐν δὲ τοῖς μεγά‐ | |
Hist Plant.6.6.5 | λοις εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω. τὸ δὲ ὅλον, ὥσπερ ἐλέχθη, καὶ ἡ εὔχροια καὶ ἡ εὐοσμία παρὰ τοὺς τόπους ἐστίν· ἐπεὶ καὶ τὰ ἐν γῇ τῇ αὐτῇ γινόμενα ποιεῖ τινα παραλλαγὴν εὐοσμίας | |
5 | καὶ ἀοσμίας. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, δι’ ὃ καὶ τὸ μύρον ἥδιστον. ἁπλῶς δὲ καὶ τῶν ἴων | |
καὶ τῶν ἄλλων ἀνθῶν ἄκρατοι μάλιστα ἐκεῖθι αἱ ὀσμαί, διαφερόντως δὲ τοῦ κρόκου· πλεῖστον | ||
Hist Plant.6.6.6 | γὰρ οὗτος δοκεῖ παραλλάττειν. φύεται μὲν οὖν ἡ ῥοδωνία καὶ ἐκ τοῦ σπέρματος· ἔχει δὲ ὑπὸ τὸ ἄνθος ἐν τῷ μήλῳ κνηκῶδες ἢ ἀκανῶδες, ἔχον δέ τινα χνοῦν ὥστε ἐγγὺς εἶναι τῶν παππωδῶν | |
5 | σπερμάτων· οὐ μὴν ἀλλὰ διὰ τὸ βραδέως παρα‐ γίνεσθαι κατακόπτοντες, ὡς ἐλέχθη, τὸν καυλὸν φυτεύουσιν. ἐπικαιομένη δὲ καὶ ἐπιτεμνομένη βέλτιον φέρει τὸ ἄνθος· ἐωμένη γὰρ ἐξαύξεται καὶ ἀπολοχμοῦται. δεῖ δὲ καὶ μεταφυτεύειν | |
10 | πολλάκις· καὶ γὰρ οὕτω φασὶ κάλλιον γίνεσθαι τὸ ῥόδον. αἱ δ’ ἄγριαι τραχύτεραι καὶ ταῖς ῥάβδοις καὶ τοῖς φύλλοις, ἔτι δὲ ἄνθος ἀχρού‐ στερον ἔχουσι καὶ ἔλαττον. | |
Hist Plant.6.6.7 | Τὸ δὲ ἴον τὸ μέλαν τοῦ λευκοῦ διαφέρει κατά τε ἄλλα καὶ κατ’ αὐτὴν τὴν ἰωνίαν, ὅτι πλατύ‐ φυλλός τε καὶ ἐγγειόφυλλος καὶ σαρκόφυλλός ἐστι, πολλὴν ἔχουσα ῥίζαν. | |
Hist Plant.6.6.8 | Τὰ δὲ κρίνα τῇ μὲν χροιᾷ τὴν εἰρημένην ἔχει διαφοράν. μονόκαυλα δέ ἐστιν ὡς ἐπὶ πᾶν, δικαυλεῖ δὲ σπανίως· τάχα δὲ τοῦτο χώρας καὶ ἀέρος διαφορᾶς. καθ’ ἕκαστον δὲ καυλὸν ὁτὲ μὲν | |
5 | ἓν κρίνον ὁτὲ δὲ πλείω γίνεται· βλαστάνει γὰρ τὸ ἄκρον· σπανιώτερα δὲ ταῦτα· ῥίζαν δὲ ἔχει | |
πολλὴν σαρκώδη καὶ στρογγύλην· ὁ δὲ καρπὸς ἀφαιρούμενος ἐκβλαστάνει καὶ ἀποδίδωσι τὸ κρίνον πλὴν ἔλαττον. ποιεῖ δέ τινα καὶ δακρυώδη | ||
10 | συρροήν, ἣν καὶ φυτεύουσιν, ὥσπερ εἴπομεν. | |
Hist Plant.6.6.9 | Ὁ δὲ νάρκισσος ἢ τὸ λείριον, οἱ μὲν γὰρ τοῦτο οἱ δ’ ἐκεῖνο καλοῦσι, τὸ μὲν ἐπὶ τῇ γῇ φύλλον ἀσφοδελῶδες ἔχει, πλατύτερον δὲ πολύ, καθάπερ ἡ κρινωνία, τὸν δὲ καυλὸν ἄφυλλον μὲν ποώδη | |
5 | δὲ καὶ ἐξ ἄκρου τὸ ἄνθος, καὶ ἐν ὑμένι τινὶ καθάπερ ἐν ἀγγείῳ 〈καρπὸν〉 μέγαν εὖ μάλα καὶ μέλανα τῇ χροιᾷ σχήματι δὲ προμήκη. οὗτος δ’ ἐκπίπτων ποιεῖ βλάστησιν αὐτόματον· οὐ μὴν ἀλλὰ καὶ συλλέγοντες πηγνύουσι καὶ τὴν ῥίζαν | |
10 | φυτεύουσιν. ἔχει ῥίζαν σαρκώδη στρογγύλην μεγάλην. ὄψιον δὲ σφόδρα· μετὰ γὰρ Ἀρκτοῦρον ἡ ἄνθησις καὶ περὶ ἰσημερίαν. | |
Hist Plant.6.6.10 | Ὁ δὲ κρόκος ποώδης μὲν τῇ φύσει, καθάπερ καὶ ταῦτα, πλὴν φύλλῳ στενῷ, σχεδὸν γὰρ ὥσπερ τριχόφυλλόν ἐστιν· ὀψιανθὲς δὲ σφόδρα καὶ ὀψιβλαστὲς ἢ πρωϊανθές, ὁποτέρως τις λαμβάνοι | |
5 | τὴν ὥραν· 〈μετὰ〉 Πλειάδα γὰρ ἀνθεῖ καὶ ὀλίγας ἡμέρας· εὐθὺς δ’ ἅμα τῷ φύλλῳ καὶ τὸ ἄνθος ὠθεῖ· δοκεῖ δὲ καὶ πρότερον· ῥίζα δὲ πολλὴ καὶ σαρκώδης, καὶ τὸ ὅλον εὔζωον· φιλεῖ δὲ καὶ | |
πατεῖσθαι καὶ γίνεται καλλίων κατατριβομένης | ||
10 | πάτῳ τῆς ῥίζης· δι’ ὃ καὶ παρὰ τὰς ὁδοὺς καὶ ἐν τοῖς κροτητοῖς κάλλιστος. ἡ δὲ φυτεία ἀπὸ ῥίζης. | |
Hist Plant.6.6.11 | Ταῦτα μὲν οὖν οὕτω γεννᾶται. τὰ δ’ ἄλλα ἄνθη τὰ προειρημένα πάντα σπείρεται, οἷον ἰωνία διόσανθος ἴφυον φλὸξ ἡμεροκαλλές· καὶ γὰρ αὐτὰ καὶ αἱ ῥίζαι ξυλώδεις· σπείρεται δὲ | |
5 | καὶ ἡ οἰνάνθη· καὶ γὰρ καὶ τοῦτο ἀνθῶδες. τὰ μὲν οὖν ἀνθικὰ σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ληπτέον. | |
Hist Plant.6.7.1 | Τὰ δὲ ἕτερα πάντα μὲν ἀνθεῖ καὶ σπερ‐ μοφορεῖ, δοκεῖ δὲ οὐ πάντα διὰ τὸ μὴ φανερὸν εἶναί τινων τὸν καρπόν· ἐπεὶ καὶ τὸ ἄνθος ἐνίων ἀμαυρόν· ἀλλ’ ὅτι βραδέως καὶ χαλεπω‐ | |
5 | τέρως παραγίνεται, τῇ φυτείᾳ χρῶνται μᾶλλον, | |
Hist Plant.6.7.2 | ὥσπερ ἐλέχθη καὶ κατ’ ἀρχάς. καίτοι διατεί‐ νονταί τινες ὡς οὐκ ἐχόντων καρπόν· οἵ τε πεπειρᾶσθαι φάσκοντες καὶ τούτων εἰσίν, αὐτοὶ γὰρ ξηρᾶναι πολλάκις καὶ ἀποτρίψαι καὶ σπεῖραι, | |
5 | καὶ οὐδεπώποτε βλαστεῖν οὔτε ἕρπυλλον οὔτε ἑλένιον οὔτε σισύμβριον οὔτε μίνθαν· πεπειρᾶσθαι γὰρ καὶ ταύτης. ἀλλ’ ὅμως ἐκεῖνο ἀληθέστερον, ἥ τε τῶν ἀγρίων φύσις ἐπιμαρτυρεῖ· καὶ γὰρ ἕρπυλλός ἐστιν ἄγριος, ὃν κομίζοντες ἐκ τῶν | |
10 | ὀρῶν φυτεύουσι καὶ ἐν Σικυῶνι καὶ Ἀθήνῃσιν ἐκ τοῦ Ὑμηττοῦ· παρ’ ἄλλοις δὲ ὅλως ὄρη πλήρη | |
καὶ λόφοι, καθάπερ ἐν τῇ Θρᾴκῃ· καὶ σισύμβριον δὲ καὶ τἆλλα δριμυτέραν ἔχοντα τὴν ὀσμήν· ἕρπυλλος δ’ ἐνίοτε καὶ παντελῶς θυμώδης· ἃ | ||
15 | δῆλον ὅτι ταύτην τὴν γένεσιν λαμβάνει. | |
Hist Plant.6.7.3 | Ἀβρότονον δὲ μᾶλλον ἀπὸ σπέρματος βλα‐ στάνει ἢ ἀπὸ ῥίζης καὶ παρασπάδος· χαλεπῶς δὲ καὶ ἀπὸ σπέρματος· προμοσχευόμενον 〈δὲ〉 ἐν ὀστράκοις, ὥσπερ οἱ Ἀδώνιδος κῆποι, τοῦ θέρους· | |
5 | δύσριγον γὰρ σφόδρα καὶ ὅλως ἐπίκηρον καὶ ὅποι ὁ ἥλιος σφόδρα λάμπει· ἐμβιῶσαν δὲ καὶ αὐξηθὲν μέγα καὶ ἰσχυρὸν καὶ δενδρῶδες ὥσπερ τὸ πήγα‐ νον, πλὴν ξυλωδέστερον πολὺ τοῦτο καὶ ξηρότερον καὶ αὐχμωδέστερον. | |
Hist Plant.6.7.4 | Ὁ δὲ ἀμάρακος ἀμφοτέρως φύεται, καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· πολύσπερμον δέ, καὶ τὸ σπέρμα εὔοσμον ὀσμῇ μαλακωτέρᾳ· δύναται δὲ καὶ μεταφυτεύεσθαι. πολύσπερμον δὲ | |
5 | καὶ τὸ ἀβρότονον καὶ οὐκ ἄοσμον. τοῦτο δὲ ῥίζας μὲν ἔχει ὀρθὰς καὶ κατὰ βάθους. ἔστι γὰρ ὥσπερ μονόρριζον τῇ παχείᾳ τὰς δ’ ἄλλας 〈ἀφίησιν〉 ἀπ’ αὐτῆς· ὁ δ’ ἀμάρακος καὶ ὁ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τὸ ἑλένιον ἐπιπολαίους καὶ | |
10 | πολυσχιδεῖς καὶ ταρρώδεις· ξυλώδεις δὲ πᾶσαι, πολὺ δὲ μᾶλλον ἡ τοῦ ἀβροτόνου καὶ διὰ τὸ | |
μέγεθος καὶ τῇ ξηρότητι. | ||
Hist Plant.6.7.5 | Τοῦ δὲ ἑρπύλλου ἴδιος ἡ αὔξησις ἡ τῶν βλα‐ στῶν· δύναται γὰρ ἐφ’ ὁσονοῦν προϊέναι κατὰ μῆκος χάρακα λαβὼν ἢ πρὸς αἱμασιὰν φυτευ‐ θεὶς ἢ κάτω καθιέμενος· εὐαυξέστατος δὲ εἰς | |
5 | φρέαρ. εἴδη δὲ τοῦ μὲν ἡμέρου λαβεῖν οὐκ ἔστι, καθάπερ ἐλέχθη. τοῦ δὲ ἀγρίου φασὶν εἶναι. τοῦ γὰρ ἐν τοῖς ὄρεσιν τὸν μὲν θυμβρώδη τινὰ καὶ δριμύτατον τὸν δ’ εὔοσμον εἶναι καὶ μαλακώτερον. | |
Hist Plant.6.7.6 | Ὥρα δὲ τῆς φυτείας πλείστων μετόπωρον, ἐν ᾧ σπεύδουσιν ὡς πρῶτα φυτεύειν· οὐ μὴν ἀλλ’ ἔνια καὶ τοῦ ἦρος φυτεύουσιν. ἅπαντα φιλόσκια καὶ φίλυδρα καὶ φιλόκοπρα μάλιστα· αὐχμὸν δὲ | |
5 | δέχεται καὶ ὅλως ὀλιγοϋδρότατος ὁ ἕρπυλλος. κόπρῳ δὲ χαίρει, μάλιστα δὲ καὶ τῇ τῶν λοφού‐ ρων· φασὶ δὲ καὶ μεταφυτεύειν δεῖν πολλάκις· καλλίω γάρ. τὸ δὲ σισύμβριον, ὥσπερ ἐλέχθη, καὶ ἐξίσταται μὴ μεταφυτευόμενον. | |
Hist Plant.6.8.1 | Τῶν δ’ ἀνθῶν τὸ μὲν πρῶτον ἐκφαίνεται τὸ λευκόϊον, ὅπου μὲν ὁ ἀὴρ μαλακώτερος εὐθὺς τοῦ χειμῶνος, ὅπου δὲ σκληρότερος ὕστερον, ἐνιαχοῦ τοῦ ἦρος. ἅμα δὲ τῷ ἴῳ ἢ μικρόν τι | |
5 | ὕστερον καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον· ταῦτα γὰρ ὧν οἱ στεφανήπλοκοι χρῶνται πολὺ ἐκτρέχει τῶν ἄλλων. μετὰ δὲ ταῦτα ὁ νάρ‐ κισσος καὶ τὸ λείριον, 〈καὶ τῶν ἀγρίων ἀνεμώ‐ νης γένος τὸ καλούμενον ὄρειον,〉 καὶ τὸ τοῦ | |
10 | βολβοῦ κώδυον· ἐμπλέκουσι γὰρ ἔνιοι καὶ τοῦτο εἰς τοὺς στεφάνους. ἐπὶ δὲ τούτοις ἡ οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων ὅ τε ἐλειό‐ χρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλου‐ μένη καὶ τὸ ξίφιον καὶ ὑάκινθος καὶ σχεδὸν | |
Hist Plant.6.8.2 | ὅσοις ἄλλοις χρῶνται τῶν ὀρείων. τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δ’ ἀπολείπει τῶν ἐαρινῶν· ὀλιγοχρονία γὰρ ἡ ἄνθησις. ὀλιγοχρόνια δὲ καὶ τῶν ἀγ‐ | |
5 | ρίων τὰ λοιπὰ πλὴν τῆς ὑακίνθου καὶ τῆς ἀγρίας καὶ τῆς σπαρτῆς· αὕτη δὲ διαμένει καὶ τὸ λευκὸν ἴον καὶ ἔτι πλείω τὸ φλόγινον· τὸ δὲ δὴ μέλαν ἴον, ὥσπερ εἴρηται, δι’ ἐνιαυτοῦ θεραπείας τυγχάνον. ὡσαύτως δὲ καὶ ἡ οἰνάνθη, καὶ γὰρ τοῦτο ἀνθι‐ | |
10 | κὸν μὲν ποῶδες δὲ τὴν φύσιν, ἐάν τις ἀποκνίζῃ καὶ ἀφαιρῇ τὸ ἄνθος καὶ μὴ ἐᾷ σπερματοῦσθαι καὶ ἔτι τόπον εὔειλον ἔχῃ· τὸ δὲ ἄνθος βοτρυῶδες καὶ λευκὸν καθάπερ τῶν ἀγρίων ... ταῦτα μὲν οὖν ὥσπερ ἐαρινὰ φαίνεται. | |
Hist Plant.6.8.3 | Τὰ δὲ θερινὰ μᾶλλον ἥ τε λυχνὶς καὶ τὸ | |
διόσανθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ὁ ἀμάρακος ὁ Φρύγιος· ἔτι δὲ ὁ πόθος καλούμενος· οὗτος δ’ ἐστὶ διττός, ὁ μὲν ἔχων τὸ ἄνθος ὅμοιον | ||
5 | τῇ ὑακίνθῳ, ὁ δὲ ἕτερος ἄχρους λευκός, ᾧ χρῶν‐ ται περὶ τοὺς τάφους· καὶ χρονιώτερος οὗτος. ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον· τῇ μὲν ὄψει καλὸν τὸ ἄνθος ἄοσμον δέ. μετοπώρου δὲ τὸ λείριον τὸ ἕτερον καὶ ὁ | |
10 | κρόκος, ὅ τε ὀρεινὸς ἄοσμος καὶ ὁ ἥμερος· εὐθὺς γὰρ ἀνθοῦσι τοῖς πρώτοις ὕδασι. χρῶνται δὲ καὶ τῶν ἀγρίων τῷ τῆς ὀξυακάνθου καρπῷ καὶ τῷ ἄνθει τῷ τῆς μίλακος. | |
Hist Plant.6.8.4 | Καὶ ταῖς μὲν ὥραις οὕτως ἑκάστων ἡ γένεσις. ὡς δὲ ἁπλῶς εἰπεῖν οὐδεὶς διαλείπεται χρόνος οὐδ’ ἔστιν ἀνανθής, ἀλλὰ καὶ ὁ χειμὼν ἔχει καί‐ περ ἄγονος δοκῶν εἶναι διὰ τὴν κατάψυξιν τῶν | |
5 | μετοπωρινῶν μεταλαμβανόντων, ἐὰν δὲ δὴ καὶ μαλακὸς ᾖ, πολλῷ μᾶλλον. ἁπλῶς γὰρ πάντ’ ἢ τὰ πολλὰ καὶ ἐπεκτείνεται τῆς οἰκείας ὥρας, καὶ ἐὰν ὁ τόπος εὔειλος ᾖ μᾶλλον· δι’ ὃ καὶ συνέχεια γίνεται. χρόνοι μὲν οὖν οὗτοι καὶ ὧραι κατὰ | |
10 | τὰς γενέσεις. | |
Hist Plant.6.8.5 | Βίος δὲ ἰωνιᾶς μὲν τῆς λευκῆς ἔτη μάλιστα τρία· γηράσκουσα δὲ ἐλαττοῦται καὶ ἴα λευκό‐ τερα φέρει. ῥοδωνιᾶς δὲ πέντε τὰ πρὸς τὴν ἀκμὴν μὴ ἐπικαομένης· χείρω δὲ καὶ ταύτης τὰ | |
5 | ῥόδα γηρασκούσης. πρὸς εὐοσμίαν δὲ καὶ ῥόδων | |
καὶ ἴων καὶ τῶν ἄλλων ἀνθῶν μέγιστον ὁ τόπος συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς ἕκαστον οἰκεῖος· ἐν Αἰγύπτῳ γὰρ τὰ μὲν ἄλλα πάντ’ ἄοσμα καὶ ἄνθη καὶ ἀρώματα, αἱ δὲ μυρρίναι θαυμασταὶ | ||
10 | τῇ εὐοσμίᾳ. προτερεῖν δέ φασι τῶν ἐνταῦθα καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα ἄνθη καὶ διμήνῳ, καὶ διαμένειν πλείω τῶν παρ’ ἡμῖν ἢ οὐκ ἐλάττω χρόνον ταῦτα. | |
Hist Plant.6.8.6 | Δοκεῖ δὲ πολὺ πρὸς εὐοσμίαν διαφέρειν, ὥσπερ ἐλέχθη, καὶ ὁ ἐνιαυτὸς τοῖος ἢ τοῖος γενόμενος, οὐ μόνον ἐπομβρίαις καὶ αὐχμοῖς ἀλλὰ καὶ τῷ κατὰ καιρὸν γίνεσθαι καὶ ὕδατα καὶ πνεύματα | |
5 | καὶ ἁπλῶς τὰς τοῦ ἀέρος μεταβολάς. τὰ δὲ ἐν τοῖς ὄρεσιν ὡς ἁπλῶς εἰπεῖν καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα 〈καλῶς μὲν ἀνθεῖν〉 τῇ δὲ ὀσμῇ πολλὰ χείρω γίνεσθαι. καὶ περὶ μὲν τῶν στεφανω‐ ματικῶν καὶ ἁπλῶς τῶν φρυγανικῶν σχεδὸν ἐν | |
10 | τούτοις καὶ τοῖς ὁμοίοις ἐστὶν ἡ ἱστορία. | |
Hist Plant.7t1 | Η | |
Hist Plant.7.1.1 | Ἑπόμενον δὲ τοῖς εἰρημένοις περὶ τῶν ποιω‐ δῶν εἰπεῖν· τοῦτο γάρ ἐστι λοιπὸν τῶν ἐξ ἀρχῆς διαιρεθέντων γενῶν, ἐν ᾧ συμπεριλαμβάνονταί πως τὸ λαχανηρὸν καὶ τὸ σιτῶδες. καὶ πρῶτον | |
5 | περὶ τοῦ λαχανώδους λεκτέον ἀρξαμένους ἀπὸ τῶν ἡμέρων, ἐπεὶ γνώριμα μᾶλλον τυγχάνει τῶν ἀγρίων. Εἰσὶ δὴ τρεῖς ἄροτοι πάντων τῶν κηπευομένων, ἐν οἷς ἕκαστα σπείρουσι διαιροῦντες ταῖς ὥραις. | |
10 | εἷς μὲν οὖν ὁ χειμερινός, ἄλλος δὲ ὁ θερινός, τρίτος δὲ ὁ μεταξὺ τούτων μεθ’ ἡλίου τροπὰς | |
Hist Plant.7.1.2 | χειμερινάς. καλοῦσι δ’ οὕτως οὐ πρὸς τὴν σπορὰν βλέποντες ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν χρείαν ἑκάστου· ἐπεὶ ἥ γε σπορὰ σχεδὸν ἐν τοῖς ἐναντίοις γίνεται. τοῦ χειμερινοῦ μὲν | |
5 | γὰρ ἀρχὴ μετὰ τροπὰς θερινὰς τοῦ Μεταγειτ‐ νιῶνος μηνός, ἐν ᾧ σπείρουσι ῥάφανον ῥαφανίδα γογγυλίδα καὶ τὰ καλούμενα ἐπίσπορα· ταῦτα δ’ ἐστὶ τεύτλιον θριδακίνη εὔζωμον λάπαθον | |
νᾶπυ κορίαννον ἄνηθον κάρδαμον· καλοῦσι δὲ | ||
10 | καὶ πρῶτον τοῦτον τῶν ἀρότων. τοῦ δὲ δευ‐ τέρου πάλιν μεθ’ ἡλίου τροπὰς τοῦ Γαμηλιῶνος μηνός, ἐν ᾧ σπείρουσι καὶ πηγνύουσι πράσον σέλινον γήθυον ἀδράφαξυν. τοῦ τρίτου δέ, ὃν καλοῦσι θερινόν, τοῦ Μουνυχιῶνος· ἐν τούτῳ | |
15 | δὲ σπείρεται σίκυος κολοκύντη βλίτον ὤκιμον ἀνδράχνη θύμβρον. ποιοῦνται δὲ πλείους ἀρό‐ τους τῶν ὁμοίων καθ’ ἑκάστην ὥραν, οἷον ῥαφα‐ νίδος ὠκίμου τῶν ἄλλων. πᾶσι δὲ σπείρεται τοῖς ἀρότοις τὰ ἐπίσπορα. | |
Hist Plant.7.1.3 | Διαφύεται δ’ οὐκ ἐν ἴσοις πάντα χρόνοις, ἀλλὰ τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον ὅσα δυσφυῆ. τάχιστα μὲν οὖν ὤκιμον καὶ βλίτον καὶ εὔζω‐ μον καὶ τῶν χειμερινῶν ῥαφανίς· τριταῖα γὰρ | |
5 | ὡς εἰπεῖν. θριδακίναι δὲ τεταρταῖαι ἢ πεμπτ‐ αῖαι. σίκυος δὲ καὶ κολοκύντη περὶ τὰς πέντε ἢ ἕξ, οἱ δέ φασιν ἑπτά· πρότερον δὲ καὶ θᾶττον ὁ σίκυος. ἀνδράχνη δ’ ἐν πλείοσι τούτων. ἄνη‐ θον δὲ τεταρταῖον. κάρδαμον δὲ καὶ νᾶπυ πεμπτ‐ | |
10 | αῖα. τεύτλιον δὲ θέρους μὲν ἑκταῖον χειμῶνος δὲ δεκαταῖον. ἀδράφαξυς δὲ ὀγδοαία. ῥάφανος δὲ δεκαταία. πράσον δὲ καὶ γήθυον οὐκ ἐν ἴσοις, ἀλλὰ τὸ μὲν ἐννεακαιδεκαταῖον ἐνιαχοῦ δὲ εἰκοσταῖον, γήθυον δὲ δεκαταῖον ἢ δωδεκα‐ | |
15 | ταῖον. κορίαννον δὲ δυσφυές· οὐδὲ γὰρ ἐθέλει βλαστάνειν τὸ νέον ἐὰν μὴ βρεχθῇ. θύμβρα δὲ καὶ ὀρίγανος ἐν πλείοσιν ἢ τριάκοντα. δυσ‐ φυέστατον δὲ πάντων τὸ σέλινον· τεσσαρακο‐ | |
σταῖον γάρ φασιν οἱ τὰ συντομώτερα λέγοντες, | ||
20 | οἱ δὲ πεντηκοσταῖον, καὶ τοῦτο κατὰ πάντας τοὺς ἀρότους· ἐπισπείρουσι γάρ τινες ἐπὶ πᾶσιν. | |
Hist Plant.7.1.4 | Ὅλως δὲ ὅσα κατὰ πλείους ὥρας σπείρεται, ταῦτ’ οὐδὲν θᾶττον τέλεια γίνεται τοῦ θέρους. καὶ θαυμαστὸν εἰ καὶ μηθὲν ἡ ὥρα συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς τὸ θᾶττον, ἐὰν δὲ μοχθηρὰ καὶ | |
5 | ψυχρὰ καὶ τῷ ἀέρι περισκεπὴς βραδύτερον· ἐπεὶ καὶ χειμώνων ἢ εὐδιῶν ἐπιγινομένων τοῖς ἀρότοις ὁτὲ μὲν βραδύτερον ὁτὲ δὲ θᾶττον ἡ βλάστησις· διαφέρει δὲ ταῦτα κατὰ τοὺς ἀρότους ἑκάστων· πρωϊαίτατον γὰρ ἐν τοῖς εὐείλοις καὶ εὐκρᾶσιν. | |
Hist Plant.7.1.5 | Ὡς γὰρ ἁπλῶς εἰπεῖν ἐν πλείοσι δεῖ τὰς αἰτίας ὑπολαβεῖν τῶν τοιούτων, ἔν τε τοῖς σπέρμασιν αὐτοῖς καὶ ἐν τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ταῖς ὥραις αἷς ἕκαστα σπείρουσι καὶ χειμώνων καὶ εὐδιῶν. | |
5 | ἀλλὰ τοῦτο μὲν σκεπτέον, ἐφ’ ὧν τε παραλλάτ‐ τουσιν οἱ χρόνοι καὶ ἐφ’ ὧν οὔ· καὶ γὰρ τὴν ῥαφανίδα φασί τινες τριταίαν καὶ θέρους καὶ χειμῶνος, τὸ δὲ τεύτλιον, ὥσπερ εἴρηται, παραλ‐ λάττει κατὰ τὰς ὥρας. χρόνοι δ’ οὖν οὗτοι τῆς | |
10 | βλαστήσεώς εἰσι καὶ λέγονται καθ’ ἕκαστον. | |
Hist Plant.7.1.6 | Διαφέρει δὲ πρὸς τὸ θᾶττον καὶ βραδύτερον καὶ ἡ τῶν σπερμάτων παλαιότης. τὰ μὲν γὰρ | |
ἀπὸ νέων παραγίνεται θᾶττον, οἷον πράσον γήθυον σίκυος κολοκύντη· ἔνιοι δὲ καὶ προβρέχουσι τὸν | ||
5 | σίκυον πρὸς τὸ θᾶττον ἢ ἐν γάλακτι ἢ ἐν ὕδατι. τὰ δ’ ἀπὸ παλαιῶν, οἷον σέλινον τεύτλιον κάρ‐ δαμον θύμβρα κορίαννον ὀρίγανον· εἴπερ μὴ 〈φυτεύεται〉 αὐτὰ ἀπὸ τοῦ νέου, καθάπερ εἴπομεν. ἴδιον δέ φασιν ἐπὶ τοῦ τευτλίου συμβαίνειν· οὐ | |
10 | γὰρ διαφύεσθαι πᾶν εὐθὺς ἀλλ’ ὕστερον πολλῷ, τὸ δὲ καὶ τῷ ἐχομένῳ ἔτει καὶ τῷ τρίτῳ, δι’ ὃ καὶ ἐκ πολλοῦ σπέρματος ὀλίγον βλαστάνειν. | |
Hist Plant.7.1.7 | Ἕκαστον δὲ τῶν σπερμάτων, ἐὰν ἁδρυνθέντα ἀποπέσῃ, διαμένει πρὸς τὴν ὥραν τὴν ἑαυτοῦ καὶ οὐ πρότερον ἐκβλαστάνει· καὶ κατὰ λόγον ἐστί· καὶ γὰρ ἐπὶ τῶν ἀγρίων ὁρῶμεν συμβαῖνον, ἐὰν | |
5 | μὴ φθαρῇ. αἱ δὲ τελειώσεις τῶν καρπῶν ἁπάν‐ των γίνονται τοῦ θέρους, πρότερον δὲ καὶ θᾶττον ὡς ἁπλῶς εἰπεῖν τῶν πρότερον σπαρέντων. δια‐ φέρει δὲ καὶ ἡ ὥρα· τὰ γὰρ ἐν ταῖς θερμημερίαις σπαρέντα θᾶττον ἐκκαυλεῖ καὶ ἐκσπερματοῦται, | |
10 | καθάπερ ῥαφανὶς γογγυλίς. ἔνια δὲ οὐκ ἐνιαύσια φέρει τὸν καρπὸν ἀλλὰ δίενα, καθάπερ σέλινον πράσον γήθυον, ἃ καὶ διαμένει χρόνον πλείονα καὶ οὐκ ἔστιν ἐπέτεια· τὰ γὰρ πολλὰ τούτων ἅμα τῇ τελειώσει τῶν σπερμάτων αὐαίνεται. | |
Hist Plant.7.1.8 | Πάντα δὲ ὡς εἰπεῖν ὅσα ἐκκαυλεῖ καὶ τελειοῖ τὸν καρπὸν ἀποτελειοῦται κατὰ τὸ σχῆμα τοῦ παραβλαστήσεις ἐκ τῶν καυλῶν ἔχειν ἀκρε‐ μονικάς, πλὴν ὅσα μονόκαυλα, καθάπερ πράσον | |
5 | καὶ γήθυον καὶ κρόμυον καὶ σκόροδον. | |
Φίλυδρα δὲ καὶ φιλόκοπρα πάντα, μᾶλλον δὲ τὰ ἀσθενέστερα καὶ πλείονος ἐπιμελείας δεόμενα, τὰ δὲ καὶ τροφῆς. | ||
Hist Plant.7.2.1 | Φύεται δὲ πάντα ἀπὸ τοῦ σπέρματος, ἔνια δὲ καὶ ἀπὸ παρασπάδος καὶ κλωνὸς καὶ ῥίζης. ἀπὸ μὲν παρασπάδος ἡ ῥάφανος· δεῖ γάρ τι καὶ ῥιζῶδες προσλαβεῖν. ἀπὸ δὲ τῶν βλαστῶν πή‐ | |
5 | γανον ὀρίγανος ὤκιμον· ἀποφυτεύουσι γὰρ καὶ τοῦτο ὅταν σπιθαμιαῖον ἢ μεῖζον γένηται τεμόντες εἰς τὸ ἥμισυ. ἀπὸ ῥίζης δὲ σκόροδον καὶ κρόμυον καὶ βολβὸς καὶ ἄρον καὶ ἁπλῶς τὰ τοιαῦτα τῶν κεφαλορρίζων. φύεται δὲ καὶ εἴ τινων αἱ ῥίζαι | |
10 | διαμένουσιν ἐπὶ πλείονα χρόνον ἐπετειοκαύλων ὄντων. ὅτι δὲ ἀπὸ σπέρματος πάντα βλαστάνει φανερόν· καὶ γὰρ τὸ πήγανον, ὅπερ οὔ φασί τινες, ἀλλὰ βραδέως, δι’ ὃ καὶ ἀποφυτεύουσιν. | |
Hist Plant.7.2.2 | Ὅσα δὲ ἀπὸ ῥίζης φύεται, τούτων ἡ μὲν ῥίζα χρόνιος αὐτὰ δὲ ἐπετειόκαυλα, δι’ ὃ καὶ παραβλα‐ στάνουσιν αἱ ῥίζαι τῶν τοιούτων καὶ γίνονται πλείους οὐ μόνον ἐν τοῖς ἡμέροις καὶ κηπευο‐ | |
5 | μένοις ἀλλὰ καὶ ἐν τοῖς ἀγρίοις, ὥσπερ εἴπομεν, οἷον βολβοῖς γηθύοις σκίλλαις καὶ τοῖς ἄλλοις. παραβλαστάνει δ’ ἔνια καὶ τῶν μὴ κεφαλορρίζων χρονιωτέρων δέ, οἷον σέλινον καὶ τεύτλιον· ἀφιᾶσι | |
γὰρ ῥίζας ἀφ’ ὧν φύονται φύλλα καὶ καυλοί. | ||
10 | παραβλαστάνει δὲ καὶ γήθυον καὶ πράσον καὶ παραφύει κάτωθεν οἷον βολβώδη τινὰ κεφαλήν, ἐξ ἧς ἡ βλάστησις γίνεται τῶν φύλλων, αὐαν‐ θέντος δὲ τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἀφαιρε‐ θέντος· ἀλλὰ διὰ τὸ μὴ χρησίμας εἶναι τὰς | |
15 | τούτων κεφαλὰς οὐ συλλέγουσιν εἰς ξηρασίαν, δι’ | |
Hist Plant.7.2.3 | ὃ καὶ οὐ φυτεύουσι. τάχα δὲ ταῦτα καὶ ὁμογενῆ καὶ σύνεγγύς πως τῇ τοῦ κρομύου φύσει, δι’ ὃ καὶ οὐ θαυμαστόν. ἀλλ’ ὁμοίως [καὶ] ἐπὶ πάντων καὶ ἡμέρων καὶ ἀγρίων, ὅσα χρονιώτερα μέν | |
5 | ἐστιν ἐπετειόκαυλα δέ, τούτων καὶ αἱ ῥίζαι ἐπι‐ βλαστάνουσιν, ὥσπερ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ τῶν θαμνωδῶν· ἀλλ’ ἐπὶ τῶν κρομύων καὶ σκορόδων καὶ βολβῶν καὶ ὥσπερ ἀριθμός τις γίνεται τούτων. ἡ δὴ γένεσις, ὥσπερ εἴρηται, | |
10 | τριχῶς ἐστιν, ἀπὸ σπέρματος μὲν πάντων, ἀπὸ δὲ καυλοῦ καὶ ῥίζης τῶν εἰρημένων. | |
Hist Plant.7.2.4 | Τῶν δὲ καυλῶν κολουσθέντων πάντα μὲν ὡς εἰπεῖν βλαστάνει πλὴν τῶν ἀποκαύλων, ἐμφανέ‐ στατα δ’ ὥσπερ καὶ εἰς χρείαν ὤκιμον θρῖδαξ ῥάφανος. καὶ τῆς μὲν θρίδακος ἡδίους φασὶ τοὺς | |
5 | παλιμβλαστεῖς εἶναι καυλούς· τὸν γὰρ πρῶτον ὀπώδη καὶ πικρὸν εἶναι ὡς ἄπεπτον· οἱ δὲ τὸ ἐναντίον ὀπωδεστέρους τούτους ἀλλ’ ἕως ἂν ὦσιν | |
ἁπαλοὶ φαίνεσθαι γλυκυτέρους. ἀλλ’ ἐπὶ τῆς ῥαφάνου τοῦτο ὁμολογούμενον, ὡς εἰ πάλιν βλα‐ | ||
10 | στήσειεν ἡδίων ἀφαιρεθέντων γε τῶν φύλλων πρὸ τοῦ διακαυλίσαι. | |
Hist Plant.7.2.5 | Διαμένουσι δὲ αἱ ῥίζαι πλειόνων, ἀλλ’ αἱ μὲν βλαστάνουσι πάλιν αἱ δὲ οὔ. ῥαφανὶς γοῦν καὶ γογγυλὶς διαμένουσι γῆς ἐπιβληθείσης ἄχρι θέρους καὶ αὔξησιν λαμβάνουσιν, ὅπερ ποιοῦσί | |
5 | τινες ἐξεπίτηδες τῶν κηπουρῶν· οὐ βλαστάνουσι δὲ οὐδ’ ἀφιᾶσι φύλλον οὐδ’ εἴ τις ἀφέλοι τὴν ἐπισεσαγμένην γῆν. ἰδεῖν δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἐστί. τὰ δὲ πλεῖστα τῶν λαχάνων μονόρ‐ ριζα τῇ παχείᾳ κατὰ βάθους ῥίζῃ· καὶ γὰρ ὅσα | |
10 | παραφύει τὰς ἰσοπαχεῖς ταύτας, ὥσπερ σέλινον καὶ τεύτλιον, ἀπὸ τῆς μέσης πως ἡ παράφυσίς ἐστι καὶ οὐκ εὐθὺς ἀπὸ τῆς ἀρχῆς ἡ σχίσις· ἐκ δὲ ταύτης τῆς μιᾶς ἀπήρτηνται αἱ ἀποφυάδες αἱ μικραὶ καὶ τῆς ῥαφανίδος καὶ τῆς γογγυλίδος. | |
15 | καὶ αὗται μὲν δὴ πᾶσι φανεραὶ διὰ τὴν χρείαν. | |
Hist Plant.7.2.6 | Ἡ δὲ τοῦ τευτλίου μία μὲν μακρὰ καὶ παχεῖα καὶ ὀρθή, καθάπερ ἡ τῶν ῥαφανίδων, ἀποφύσεις δὲ ἔχει παχείας ὁτὲ μὲν δύο ὁτὲ δὲ καὶ τρεῖς ὁτὲ δὲ καὶ μίαν, τὰς δὲ μικρὰς ἐκ τούτων. σαρκώδης | |
5 | δὲ ἡ ῥίζα καὶ τῇ γεύσει γλυκεῖα καὶ ἡδεῖα, δι’ ὃ καὶ ὠμὴν ἐσθίουσί τινες· ὁ δὲ φλοιὸς οὐ παχὺς οὐδὲ ἀφαιρετός, ὥσπερ ὁ τῶν ῥαφανίδων, ἀλλὰ μᾶλλον οἷος ὁ τῶν ἱπποσελίνων. ὡσαύτως δὲ καὶ ἡ τῆς ἀδραφάξυος μία μὲν εἰς βάθος ἐκ | |
10 | ταύτης δὲ ἄλλαι. | |
Hist Plant.7.2.7 | Μονορριζότατον δὲ τούτων πάντων τὸ λά‐ παθον· οὐ γὰρ ἔχει παχείας ἀποφύσεις ἀλλὰ τὰς λεπτάς· βαθυρριζότατον δὲ πάντων, ἔχει γὰρ μείζω τριῶν ἡμιποδίων· τὸ δ’ ἄγριον βραχυτέραν, | |
5 | πολύκαυλον δὲ καὶ πολύκλαδον καὶ ἡ ὅλη μορφὴ τελειωθεῖσα παραπλησία τῇ τοῦ τευτλίου· πολυ‐ χρονιώτερον δὲ καὶ τοῦ ἀγρίου καὶ ὅλως δὲ πάντων τῶν λαχάνων ὡς εἰπεῖν· διαμένει γὰρ ὁποσονοῦν χρόνον ὥς φασιν. ἔχει δὲ σαρκώδη | |
10 | τὴν ῥίζαν καὶ ἔνικμον, δι’ ὃ καὶ ἐξαιρεθεῖσα ζῇ πολὺν χρόνον. Τὸ δ’ ὤκιμον μίαν μὲν τὴν παχεῖαν τὴν κατὰ βάθους τὰς δ’ ἄλλας τὰς ἐκ πλαγίου λεπτὰς ἐπιεικῶς εὐμήκεις. | |
15 | Ἔνια δ’ οὐκ ἔχει τὴν μίαν τὴν ὀρθήν, οἷον τὸ βλίτον, ἀλλ’ εὐθὺ πολλὰς ἐξ ἄκρου καὶ εὐπαχεῖς καὶ μακροτέρας τῆς ἀδραφάξυος. | |
Hist Plant.7.2.8 | Τῶν δὲ ῥιζῶν ξυλωδέσταται πασῶν αἱ τοῦ ὠκίμου, καθάπερ καὶ ὁ καυλός. ἡ γὰρ τοῦ βλίτου καὶ τῆς ἀδραφάξυος καὶ τῶν τοιούτων ἧττον ξυλώδης. εἰσὶ γὰρ ὡς ἁπλῶς εἰπεῖν πασῶν αἱ | |
5 | μὲν σαρκώδεις αἱ δὲ ξυλώδεις. 〈σαρκώδεισ〉, οἷον ἡ τοῦ τευτλίου καὶ τοῦ σελίνου καὶ ἱπποσελίνου καὶ λαπάθου καὶ ῥαφανίδος καὶ γογγυλίδος καὶ πάν‐ των μάλιστα τῶν κεφαλοβαρῶν· οὐδὲ γὰρ ἀναξη‐ | |
ραινόμεναι σκληρύνονται τελείως. ξυλώδεις δέ, | ||
10 | ὥσπερ αἱ τοῦ ὠκίμου καὶ βλίτου καὶ ἀδραφάξυος καὶ εὐζώμου καὶ ἀνήθου [καὶ λαπάθου] καὶ κοριάννου καὶ ἁπλῶς τῶν νευροκαύλων· ἔχει γὰρ δὴ καὶ τὸ ἄνηθον καὶ τὸ κορίαννον ὄντα μονόρριζα ξυλώδη τε τὴν ῥίζαν καὶ οὐ μακρὰν οὐδὲ τὰς | |
15 | λεπτὰς ἀποφυάδας ἔχουσαν πολλάς· πολύκαυλα δὲ ἄμφω καὶ πολύοζα, δι’ ὃ καὶ οὐ κατὰ λόγον οὐδενὶ τούτων τὸ ἄνω πρὸς τὸ κάτω. | |
Hist Plant.7.2.9 | Βραχύρριζα δὲ ταῦτά ἐστιν, οἷον θρῖδαξ ἀν‐ δράχνη, τῇ ὀρθῇ καὶ ταῖς εἰς τὰ πλάγια. ἡ δὲ θρῖδαξ, ὥσπερ οὐκ ἔχει τὰς τοιαύτας ἀποφύσεις ἀλλὰ μόνον τὰς λεπτάς, καὶ μάλιστα δὴ μονόρ‐ | |
5 | ριζον ὡς εἰπεῖν. ἁπλῶς δὴ πάντα τὰ θερινὰ βραχύρριζα· καὶ γὰρ ὁ σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα καὶ διὰ τὴν ὥραν καὶ ἴσως ἔτι μᾶλλον διὰ τὴν φύσιν, ἥπερ συνηκολούθηκε τῇ ὥρᾳ. ἡ δὲ μεταφυτευομένη θρῖδαξ βραχυτέραν ἔχει τὴν | |
10 | ῥίζαν τῆς σπαρείσης· παραβλαστάνει γὰρ ἐκ τῶν πλαγίων μᾶλλον· βραχυτέραν δὲ καὶ ἡ ἀγρία τῆς ἡμέρου, καὶ ἐκ τῶν ἄνωθεν πολυκαυλότερα. | |
Hist Plant.7.3.1 | Ἀνθεῖ δὲ τῶν μὲν ἄλλων ἕκαστον ἀθρόον, τὸ δὲ ὤκιμον κατὰ μέρος, τὰ κάτω πρῶτον εἶθ’ | |
ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἄνω, δι’ ὃ καὶ πολυ‐ χρόνιον ἐν τῷ ἀνθεῖν, καθάπερ κύαμος καὶ τῆς | ||
5 | πόας τὸ ἡλιοτρόπιον καλούμενον καὶ ἄλλα δὲ τῶν ἀγρίων. ἀνθεῖ δὲ καὶ ὁ σίκυος πολὺν χρόνον· καὶ γὰρ ἐπιβλαστάνειν τούτῳ γε συμβαίνει. τὰ δὲ ἄνθη τῶν μὲν ἔκλευκα τῶν δὲ μηλινοειδῆ τῶν δὲ μικρὸν ἐπιπορφυρίζοντα, εὔχρουν δ’ οὐθέν. | |
Hist Plant.7.3.2 | Τὰ δὲ σπέρματα διαφέρει καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ πλεῖστα στρογγύλα τὰ δὲ προμήκη τὰ δ’ αὖ πλατέα καὶ φυλλώδη, καθάπερ τὰ τῆς ἀδραφάξυος· ὅμοιον γὰρ τῷ τοῦ σιλφίου· τὰ δὲ | |
5 | στενὰ καὶ γραμμώδη, καθάπερ τοῦ κυμίνου. καὶ τοῖς χρώμασιν ὁμοίως, τὰ μὲν μέλανα τὰ δὲ ξυλώδη τὰ δὲ λευκότερα. πάντα δὴ ἐλλοβο‐ σπέρματα ἢ γυμνοσπέρματα ἢ ἐμφλοιοσπέρματα ἢ παπποσπέρματα· ῥαφανὶς μὲν γὰρ καὶ νᾶπυ | |
10 | καὶ γογγυλὶς ἐλλοβοσπέρματα, κορίαννον δὲ καὶ μάραθον καὶ ἄνηθον καὶ κύμινον γυμνοσπέρματα, βλίτον δὲ καὶ τεύτλιον καὶ ἀδράφαξυς καὶ ὤκιμον ἐμφλοιοσπέρματα, θριδακίνη δὲ παππο‐ σπέρματον. | |
Hist Plant.7.3.3 | Πάντα δὲ πολύκαρπα καὶ πολυβλαστῆ, πολυ‐ καρπότατον δὲ τὸ κύμινον. ἴδιον δὲ καὶ ὃ λέγουσι κατὰ τούτου· φασὶ γὰρ δεῖν καταρᾶσθαί τε καὶ βλασφημεῖν σπείροντας, εἰ μέλλει καλὸν ἔσεσθαι | |
5 | καὶ πολύ. Δυσξήραντα δὲ πάντα μὲν ὡς εἰπεῖν πλὴν τοῦ | |
κυμίνου, οὐχ ὡς ὁ σῖτος· οὗτος γὰρ κἂν ἅπαξ ἁδρυνθῇ ταχὺ ξηραίνεται καὶ ἀποπίπτει· δυσ‐ ξηραντότερα δὲ τὰ ἐμφλοιοσπέρματα καὶ τούτων | ||
Hist Plant.7.3.4 | 〈μάλιστα τὸ ὤκιμον. ἅπαντα δὲ ξηρανθέντα πολυκαρπότερα γίνεται, δι’ ὃ〉 καὶ προαφαι‐ ροῦντες αὐτὰ ξηραίνουσιν. ἅπαντα δὲ πολύχοα καὶ πολυσπέρματα, πολυκαρπότατον δὲ τὸ | |
5 | ὤκιμον. Ἔστι δὲ τὰ μὲν ἀκρόκαρπα, καθάπερ ὤκιμον πράσον κρόμυον· τὰ δὲ πλαγιόκαρπα μᾶλλον, οἷον ῥαφανὶς γογγυλὶς καὶ τὰ τοιαῦτα· τὰ δ’ ἀμφοτέρως, οἷον βλίτον ἀδράφαξυς· ἀμφότερα | |
10 | γὰρ ταῦτα καὶ ἐκ τοῦ πλαγίου, καὶ τό γε βλίτον εὐθὺς παρ’ ἕκαστον ὄζον προσκαθήμενον ἔχει τὸ σπέρμα βοτρυῶδες. τὰ δ’ ἐκ παλαιοτέρων σπερ‐ μάτων θᾶττον ἐκκαυλεῖ, τάχιστα δὲ τὰ ἐκ τῶν ἀκμαζόντων· ἔστι γάρ τις ἀκμὴ καὶ τούτων. ἀνὰ | |
15 | λόγον δὲ καὶ τὸ κάλλος ἀκολουθεῖ τῶν ... ἐὰν τὰ ἄλλα τὴν αὐτὴν ἔχωσι θεραπείαν. Δοκεῖ δὲ καὶ εἰς τὸ αὐτὸ ἀθρόα θεμένων καλλίω γίνεσθαι καὶ βλαστάνειν· οὕτω γὰρ τὸ τοῦ πράσου καὶ τὸ τοῦ σελίνου τιθέασιν ἀποδήσαντες | |
20 | εἰς ὀθόνιον καὶ γίνονται μεγάλα. | |
Hist Plant.7.3.5 | Συμβάλλεται δέ τι καὶ ὁ τόπος πρὸς αὔξησιν· κελεύουσι γοῦν, ὅταν τις μεταφυτεύῃ τὰ σέλινα, πάτταλον κατακρούειν ἡλίκον ἂν βούληται ποιεῖν τὸ σέλινον· τιθέναι δὲ καὶ ἐν ὀθονίῳ πάτταλον | |
5 | κατακρούσαντα καὶ πλήσαντα κόπρου καὶ γῆς. Ἔνια δὲ καὶ τοῖς σχήμασιν ἐξομοιοῦται καὶ τοῖς τόποις· ἡ γὰρ σικύα ὁμοιοσχήμων γίνεται ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ. Καὶ διαφορὰν λαμβάνει κατὰ τοὺς χυμοὺς | |
10 | ἔνια προθεραπευθέντα τῶν σπερμάτων, οἷον τὸ τοῦ σικύου ἐὰν ἐν γάλακτι βρέξαντες σπεί‐ ρωσιν. ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως οἰκειότερα τῆς θεραπείας. | |
Hist Plant.7.4.1 | Γένη δὲ τῶν μέν ἐστι πλείω τῶν δ’ οὐκ ἔστιν, οἷον ὠκίμου λαπάθου βλίτου καρδάμου εὐζώμου ἀδραφάξυος κοριάννου ἀνήθου πηγάνου· τούτων γὰρ οὔ φασιν εἶναι 〈γένους διαφοράν.〉 | |
5 | τῶν δὲ ἔστι, ῥαφανῖδος ῥαφάνου τευτλίου σικύου κολοκύντης κυμίνου σκορόδου θριδακίνης. διαι‐ ροῦσι δὲ τοῖς τε φύλλοις καὶ ταῖς ῥίζαις καὶ τοῖς χρώμασι καὶ τοῖς χυλοῖς καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. | |
Hist Plant.7.4.2 | Οἷον τῆς ῥαφανῖδος 〈γένη Κορινθίαν Κλεωναίαν Λειοθασίαν〉 ἀμωρέαν Βοιωτίαν· εὐαυξεστάτην δὲ τὴν Κορινθίαν, ἣ καὶ τὴν ῥίζαν ἔχει γυμνήν· ὠθεῖται γὰρ εἰς τὸ ἄνω καὶ οὐχ ὡς αἱ ἄλλαι κάτω. | |
5 | τὴν δὲ Λειοθασίαν, ἣν ἔνιοι καλοῦσι Θρᾳκίαν, ἰσχυροτάτην πρὸς τοὺς χειμῶνας. τὴν δὲ Βοι‐ ωτίαν γλυκυτάτην καὶ τῷ σχήματι στρογγύλην, οὐχ ὥσπερ τὴν Κλεωναίαν μακράν. ὅσων δ’ ἂν ᾖ λεῖα τὰ φύλλα, γλυκύτεραι καὶ ἡδίους, ὅσων δ’ ἂν | |
10 | τραχέα, δριμύτεραι. γένος δέ τι παρὰ ταῦτα ἔστιν ὃ ἔχει τὸ φύλλον εὐζώμῳ ὅμοιον. ῥαφα‐ νῖδος μὲν οὖν ταῦτα. | |
Hist Plant.7.4.3 | Γογγυλίδος δὲ οἱ μέν φασιν εἶναι οἱ δ’ οὔ φασιν, ἀλλὰ τῷ ἄρρενι καὶ τῇ θηλείᾳ διαφέρειν, γίνεσθαι δὲ ἐκ τοῦ αὐτοῦ σπέρματος ἄμφω. πρὸς δὲ τὸ ἀποθηλύνεσθαι πηγνύναι δεῖν μανάς· | |
5 | ἐὰν γὰρ πυκνάς, πάσας ἀπαρρενοῦσθαι, τὸν αὐτὸν δὲ τρόπον κἂν ἐν γῇ μοχθηρᾷ σπαρῶσι· δι’ ὃ καὶ πρὸς σπερματισμὸν μεταφέροντες φυτεύουσι τὰς ἐκφύσεις καὶ πλατείας. ἔστι δὲ καὶ τὸ σπέρμα τῇ ὄψει τὸ χεῖρον καὶ βέλτιον φανερόν· τῆς μὲν | |
10 | γὰρ χρηστῆς λεπτὸν τῆς δὲ μοχθηρᾶς ἁδρόν. χειμαζομένη δὲ χαίρει καὶ αὕτη καὶ ἡ ῥαφανίς· οἴονται γὰρ ἅμα γλυκαίνεσθαί τε καὶ τὴν αὔξησιν εἰς τὴν ῥίζαν τρέπεσθαι καὶ οὐκ εἰς τὰ φύλλα. τοῖς δὲ νοτίοις καὶ ταῖς εὐδίαις ἐκκαυλεῖ ταχύ. | |
15 | τοῦτο μὲν οὖν λόγου δεῖται τῆς ὁμοιώσεως ἐν | |
ἀμφοῖν εἶναι τὰς διαφοράς. | ||
Hist Plant.7.4.4 | Τῆς δὲ ῥαφάνου τριχῆ διαιρουμένης, οὐλο‐ φύλλου τε καὶ λειοφύλλου καὶ τρίτης τῆς ἀγρίας, 〈ἡ ἀγρία〉 τὸ μὲν φύλλον ἔχει λεῖον μικρὸν δὲ καὶ περιφερές, πολύκλαδος καὶ πολύφυλλος, ἔτι δὲ | |
5 | χυλὸν ἔχουσα δριμὺν καὶ φαρμακώδη, δι’ ὃ καὶ πρὸς τὰς κοιλίας αὐτῷ χρῶνται οἱ ἰατροί. ὁμοίως δὲ καὶ ἐν ἐκείναις δοκοῦσι διαφοραὶ καθ’ ἑκατέραν· ἐπεὶ ἄσπερμόν τι γένος αὐτῶν ἐστιν ἢ κακό‐ σπερμον. τὸ δ’ ὅλον ἡ οὔλη τῆς λείας εὐχυλο‐ | |
10 | τέρα καὶ μεγαλοφυλλοτέρα. Εὐχυλότερον δὲ καὶ τῶν τευτλίων τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον, ὃ καλοῦσι τινες Σικελικόν. | |
Hist Plant.7.4.5 | Ὡσαύτως δὲ καὶ τῆς θριδακίνης· ἡ γὰρ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δὲ αὐτῆς ἐστὶν ἄλλα τρία, τό τε πλατύκαυλον καὶ στρογγυλό‐ καυλον καὶ τρίτον τὸ Λακωνικόν· αὕτη δὲ τὸ μὲν | |
5 | φύλλον ἔχει σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστος ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς πλατύκαυλοι γίνονται ὥστ’ ἐνίους φασὶ καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τὸ δὲ ὀπῶδες σφόδρα καὶ μικρόφυλλον καὶ λευκο‐ | |
10 | καυλότερον ἔοικεν ἀγρίᾳ. | |
Hist Plant.7.4.6 | Τῶν δὲ σελίνων καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς καυλοῖς αἱ διαφοραί· τὸ μὲν γὰρ πυκνὸν καὶ οὖλον καὶ δασὺ τὸ φύλλον ἔχει, τὸ δὲ μανότερον καὶ πλατύτερον καυλὸν δὲ μείζω. τούτων δὲ | |
5 | πάλιν τὰ μὲν λευκόκαυλα τὰ δὲ πορφυρόκαυλα ἢ ποικιλόκαυλα· τὸ δ’ ὅλον ἅπαν τὸ τοιοῦτον | |
ἐμφερέστερον τῷ ἀγρίῳ. Σικύου δὲ καὶ κολοκύντης τοῦ μὲν εἶναί φασι γένη τῆς δ’ οὐκ εἶναι, καθάπερ τῆς ῥαφανῖδος καὶ | ||
10 | τῆς γογγυλίδος, ἀλλ’ ἐν τῷ αὐτῷ γένει τὰς μὲν βελτίους τὰς δὲ χείρους. τοῦ δὲ σικύου τρία, Λακωνικὸν σκυταλίαν Βοιώτιον· τούτων δὲ ὁ μὲν Λακωνικὸς ὑδρευόμενος βελτίων, οἱ δ’ ἕτεροι ἀνύδρευτοι. | |
Hist Plant.7.4.7 | Διαφέρει δὲ γένει καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα. πλείω δὲ τοῦ κρομύου τὰ γένη, οἷον τὰ κατὰ τὰς χώρας ἐπικαλούμενα Σάρδια Κνίδια Σαμοθράκια, καὶ πάλιν τὰ σητάνια καὶ σχιστὰ | |
5 | καὶ Ἀσκαλώνια. τούτων δὲ τὰ μὲν σητάνια μικρὰ γλυκέα δὲ εὖ μάλα, τὰ δὲ σχιστὰ καὶ ἀσκαλώνια καὶ ταῖς θεραπείαις διαφέροντα καὶ δῆλον ὅτι τῇ φύσει· τὸ γὰρ σχιστὸν τῷ μὲν χειμῶνι μετὰ τῆς κόμης ἐῶσιν ἀργόν, ἅμα δὲ τῷ | |
10 | ἦρι τὰ φύλλα περιαιροῦσι τὰ ἔξω καὶ τὰ ἄλλα θεραπεύουσι· περιαιρεθέντων δὲ τῶν φύλλων ἕτερα βλαστάνει καὶ ἅμα κάτω σχίζεται, δι’ ὃ καλοῦσι σχιστά. οἱ δὲ καὶ ὅλως φασὶ πάντων δεῖν, ὅπως ἡ δύναμις εἰς τὸ κάτω καὶ μὴ σπερ‐ | |
Hist Plant.7.4.8 | μοφυῇ. τῶν δὲ Ἀσκαλωνίων ἰδία τις ἡ φύσις· μόνα γὰρ 〈οὐ〉 σχιστὰ καὶ ὥσπερ ἄγονα ἀπὸ τῆς | |
ῥίζης, ἔτι δὲ ἐν αὐτοῖς ἀναυξῆ καὶ ἀνεπίδοτα· δι’ ὃ καὶ οὐ πηγνύουσιν ἀλλὰ σπείρουσιν αὐτὰ | ||
5 | καὶ σπείρουσιν ὀψὲ πρὸς τὸ ἔαρ, εἶθ’ ὅταν βλαστήσῃ μεταφυτεύουσι· τελειοῦται δὲ οὕτω ταχέως ὥσθ’ ἅμα τοῖς ἄλλοις ἢ καὶ πρότερον ἐξαιρεῖσθαι· πλέονα δὲ χρόνον ἐαθέντα ἐν τῇ γῇ σήπεται· φυτευθέντα δὲ καυλὸν ἀφίησι καὶ | |
10 | σπέρμα φύει μόνον, εἶτα κενοῦται καὶ αὐαίνεται. τούτων μὲν οὖν τοιαύτη τις ἡ φύσις. | |
Hist Plant.7.4.9 | Διαφέρει δ’ ἔνια καὶ τοῖς χρώμασιν· ἐν Ἰσσῷ γὰρ τὰ μὲν ἄλλα ὅμοια τοῖς ἄλλοις, λευκὰ δὲ σφόδρα τῇ χροιᾷ· φέρειν δέ φασιν ὅμοια τοῖς Σαρδιανοῖς. ἰδιωτάτη δὲ ἡ φύσις ἡ τῶν Κρητικῶν, | |
5 | παραπλησία δὲ τρόπον τινὰ τοῖς Ἀσκαλωνίοις, εἰ μὴ ἄρα καὶ ἡ αὐτή. ἐν Κρήτῃ γάρ ἐστί τι γένος ὃ σπειρόμενον μὲν ῥίζαν ποιεῖ φυτευόμενον δὲ καυλὸν καὶ σπέρμα, κεφαλὴν δὲ οὐκ ἴσχει, γλυκὺ δὲ τῷ χυμῷ· τοῦτο γὰρ οἷον ἀνάπαλιν ἔχει τοῖς | |
Hist Plant.7.4.10 | ἄλλοις. ἅπαντα γὰρ πηγνύμενα καὶ βελτίω καὶ θᾶττον παραγίνεται. πάντα δὲ φυτεύεται μετ’ Ἀρκτοῦρον ἔτι θερμῆς οὔσης τῆς γῆς, ὅπως τὰ ὕδατα πεφυτευμένα καταλαμβάνῃ. καὶ ὅλα | |
5 | δὲ φυτεύεται καὶ διατεμνόμενα παρὰ τὴν κεφα‐ λήν. οὐχ ὅμοιαι δὲ αἱ ἐκβλαστήσεις, ἀλλ’ ἐκ | |
μὲν τοῦ κάτω γίνεται κρόμυον, ἐκ δὲ τοῦ ἄνω χλόη μόνον· ὀρθὸν δὲ διατμηθὲν ὅλως ἀβλαστές ἐστι. τὸ δὲ γήτειον καλούμενον ἀκέφαλόν τι καὶ | ||
10 | ὥσπερ αὐχένα μακρὸν ἔχον, ὅθεν καὶ ἡ βλάστησις ἄκρα· καὶ ἐπικείρεται πολλάκις, ὥσπερ τὸ πρά‐ σον, δι’ ὃ καὶ σπείρουσιν αὐτὸ καὶ οὐ φυτεύουσι. τὰ μὲν οὖν κρόμυα σχεδὸν ταύτας ἔχει τὰς ἰδέας. | |
Hist Plant.7.4.11 | Τὸ δὲ σκόροδον φυτεύεται μὲν μικρὸν πρὸ τροπῶν ἢ μετὰ τροπὰς διαιρούμενον κατὰ γέλγεις. διαφορὰ δέ ἐστιν αὐτῶν ἥ τε τῶν ὀψίων πρὸς τὰ πρώϊα· γένος γάρ τι τυγχάνει τοιοῦτον ὃ ἐν | |
5 | ἑξήκοντα ἡμέραις τελειοῦται, καὶ μεγέθει καὶ μικρότητι. καὶ τῷ μεγέθει γένος τι διάφορόν ἐστι, μάλιστα δὲ τὸ Κύπριον καλούμενον τοιοῦτον, ὅπερ οὐχ ἑψοῦσιν ἀλλὰ πρὸς τοὺς μυττωτοὺς χρῶνται, καὶ ἐν τῇ τρίψει θαυμαστὸν ποιεῖ τὸν | |
10 | ὄγκον ἐκπνευματούμενον. καὶ ἔτι τῷ μὴ ἔχειν ἔνια τὰς γέλγεις. ἡ δὲ γλυκύτης καὶ ἡ εὐωδία καὶ ἡ ἁδρότης σχεδὸν παρὰ τὰς χώρας γίνεται καὶ τὰς θεραπείας, ὥσπερ καὶ τῶν ἄλλων. τελει‐ οῦται δὲ καὶ ἀπὸ σπέρματος ἀλλὰ βραδέως· τῷ | |
15 | πρώτῳ γὰρ ἔτει κεφαλὴν ἡλίκην πράσου λαμ‐ βάνει, τῷ δ’ ὕστερον γελγιδοῦται, καὶ τῷ τρίτῳ τέλειον γίνεται, καὶ οὐδὲν χεῖρον ἀλλ’ ἔνιοί γε | |
Hist Plant.7.4.12 | καὶ κάλλιόν φασι τοῦ πηκτοῦ. τῆς δὲ ῥίζης ἡ γένεσις οὐχ ὁμοία τοῦ τε σκορόδου καὶ τοῦ κρομύου· ἀλλὰ τοῦ μὲν σκορόδου ὅταν ἀνοιδήσῃ ἡ γελγὶς κυρτοῦται πᾶσα καὶ ἐνταῦθα αὐξηθεῖσα | |
5 | διαιρεῖται πάλιν εἰς τὰς γέλγεις καὶ ἐξ ἑνὸς πολλὰ | |
γίνεται τῷ τελειοῦσθαι τὴν κεφαλήν, τὸ δὲ κρόμυον εὐθὺς ἐκ τῆς ῥίζης ἄλλο καὶ ἄλλο παρα‐ φίησι, καθάπερ καὶ βολβοὶ καὶ σκίλλα καὶ πάντα τὰ τοιαῦτα. καὶ γὰρ τὰ κρόμυα καὶ τὰ σκόροδα | ||
10 | μὴ ἀναιρούντων ἀλλ’ ἐώντων πολλὰ γίνεται. φέρειν δέ φασι καὶ τὸ σκόροδον ἐπὶ τῆς φύσιγγος σκόροδα καὶ τὸ κρόμυον κρόμυα· περὶ μὲν οὖν τῶν γενέσεων ἱκανῶς εἰρήσθω. | |
Hist Plant.7.5.1 | Φίλυδρα δὲ πάντα τὰ ἄλλα λάχανα καὶ φιλόκοπρα πλὴν πηγάνου, τοῦτο δὲ ἥκιστα φιλό‐ κοπρον. τὰ χειμερινὰ δὲ οὐχ ἧττον τῶν θερινῶν καὶ τὰ ἐπίκηρα τῶν ἰσχυρῶν. κόπρον δὲ μάλιστα | |
5 | ἐπαινοῦσι τὴν συρματῖτιν, τὴν δὲ τῶν ὑποζυγίων μοχθηρὰν διὰ τὸ μάλιστα ἐξικμάζεσθαι· ζητοῦσι δὲ τὴν κόπρον ἅμα τῷ σπόρῳ μάλιστα συνανα‐ μιχθεῖσαν· οἱ δὲ καὶ σπείροντες ἐπιβάλλουσι· χρῶνται δὲ καὶ τῇ ἀνθρωπίνῃ ὠμῇ πρὸς τὴν | |
10 | χύλωσιν. φιλυδρότερα δὲ τὰ χειμερινὰ τῶν θερινῶν καὶ τὰ ἀσθενῆ τῶν ἰσχυρῶν, ἔτι δὲ τὰ πλείστης δεόμενα τροφῆς. φίλυδρα καὶ τὸ κρόμυον καὶ τὸ γήθυον· καίτοι φασί τινες οὐ ζητεῖν, ἐὰν τὸ πρῶτον ἐπιγένηται δὶς ἢ τρίς. | |
Hist Plant.7.5.2 | τῶν δὲ ὑδάτων ἄριστα τὰ πότιμα καὶ τὰ ψυχρά, χείριστα δὲ τὰ ἁλυκὰ καὶ δυσμανῆ, δι’ ὃ καὶ ἐκ τῶν ὀχετῶν οὐ χρηστά· συμπεριφέρει γὰρ | |
σπέρματα πόας. ἀγαθὰ δὲ τὰ ἐκ διός· ταῦτα | ||
5 | γὰρ δοκεῖ καὶ φθείρειν τὰ θηρία [γινόμενα] τὰ γόνιμα κατεσθίοντα. φασὶ δέ τινες οὔτε τοῖς σικύοις συμφέρειν οὔτε τοῖς κρομύοις. ἀρδεύουσι δὲ τὰ μὲν ἄλλα πρωῒ ἢ πρὸς ἑσπέραν, ὅπως μὴ καθέψηται, τὸ δὲ ὤκιμον καὶ μεσημβρίας· καὶ | |
10 | γὰρ διαβλαστάνειν θᾶττόν φασι θερμῷ τὸ πρῶτον ἀρδευόμενον. τὸ δὲ πολὺ λίαν ὕδωρ δοκεῖ συμ‐ φέρειν ἄλλως τε καὶ ἐὰν [μὴ] ἔχῃ κόπρον· πολλάκις γὰρ πεινῆν τὰ λάχανά φασι, καὶ ταῦτα γνωρίζειν τοὺς ἐμπείρους τῶν κηπουρῶν. | |
Hist Plant.7.5.3 | Μεταφυτευόμενα δὲ πάντα καλλίω καὶ μείζω γίνεται· καὶ γὰρ τὰ τῶν πράσων μεγέθη καὶ τὰ τῶν ῥαφανίδων ἐκ μεταφυτείας. μάλιστα δὲ μεταφυτεύουσι πρὸς τοὺς σπερματισμούς· καὶ | |
5 | τὰ μὲν ἄλλα ὑπομένει, οἷον γήθυον πράσον ῥάφανος σίκυος σέλινον γογγυλὶς θρῖδαξ, 〈τὰ δὲ〉 γλίσχρως. ἅπαντα δ’ εὐαυξέστερα καὶ μείζω πηγνυμένων τῶν σπερμάτων ἢ σπειρομένων. | |
Hist Plant.7.5.4 | Θηρία δὲ γίνεται ταῖς μὲν ῥαφανῖσι ψύλλαι, τῇ δὲ ῥαφάνῳ κάμπαι καὶ σκώληκες, καὶ ἐν τῇ θριδακίνῃ καὶ ἐν τοῖς πράσοις καὶ ἐν ἄλλοις δὲ πλείοσιν αἱ πρασοκουρίδες. ταύτας μὲν οὖν ἡ | |
5 | κράστις ἀθροισθεῖσα ἀπόλλυσι καὶ ὅταν κόπρος ἀθρόα που καταλάβῃ· φιλόκοπρον δ’ ὂν τὸ θηρίον ἀναδύεται καὶ ἐνδῦσα κοιμᾶται ἐν τῇ κόπρῳ, δι’ ὃ δὴ ῥᾴδιον θηρεύειν· ἄλλως δ’ οὐκ ἔστι. ταῖς δὲ ῥαφανῖσι πρὸς τὰς ψύλλας πρόσφορον τὸ | |
10 | ἐπισπείρειν ὀρόβους. πρὸς δὲ τὸ μὴ γίνεσθαι ψύλλας οὔ φασιν εἶναι φάρμακον οὐδέν. ὑπὸ δὲ τὸ ἄστρον ὤκιμον μὲν λευκαίνεται κορίαννον δὲ ἁλμᾷ. τὰ μὲν οὖν συμβαίνοντα διὰ τούτων θεωρητέον. | |
Hist Plant.7.5.5 | Τῶν δὲ σπερμάτων τὰ μέν ἐστιν ἰσχυρότερα τὰ δὲ ἀσθενέστερα πρὸς διαμονήν· ἰσχυρότερα μὲν οἷον κορίαννον τεύτλιον πράσον κάρδαμον νᾶπυ εὔζωμον θύμβρα, ἁπλῶς τὰ δριμέα πάντα· | |
5 | ἀσθενέστερα δὲ γήθυον, τοῦτο γὰρ οὐκ ἐθέλει μένειν, ἀδράφαξυς ὤκιμον κολοκύντη σίκυος, ἁπλῶς τὰ θερινὰ τῶν χειμερινῶν μᾶλλον. δια‐ μένει δὲ οὐδὲν πλέον τεττάρων ἐτῶν ὥστε ἔτι χρήσιμον εἶναι πρὸς τοὺς σπόρους· ἀλλὰ διένα | |
10 | μὲν βελτίω, τὰ δὲ τριένα οὐδὲν χείρω, τὸ δ’ ὑπερτεῖνον ἤδη χεῖρον. | |
Hist Plant.7.5.6 | Πρὸς δὲ τὴν μαγειρικὴν χρείαν ἐπὶ πλείω δια‐ μένει, πλὴν ἀσθενέστερα ταῦτα ἀναγκαῖον εἶναι διὰ τὴν ἀναπνοὴν καὶ τὴν σκωλήκωσιν. φθορὰ δὲ μάλιστα μὲν ὑπὸ τῶν θηρίων· γίγνεται γὰρ ἐν | |
5 | ἅπασι καὶ τοῖς δριμέσιν, ἥκιστα δὲ ἐν τῷ σικυῶνι· οὐ μὴν ἀλλὰ καὶ ἐξικμαζόμενα πικρὰ γίνεται τῇ γεύσει, δι’ ὃ καὶ πρὸς τὴν χρείαν χείρω. καὶ περὶ μὲν τῶν σπερμάτων καὶ ἁπλῶς τῶν κηπευο‐ μένων ἱκανῶς εἰρήσθω. | |
Hist Plant.7.6.1 | Περὶ δὲ τῶν ἀγρίων καὶ τῶν καλουμένων ἀρουραίων πειρατέον ὁμοίως εἰπεῖν. τυγχάνει δὲ τὰ μὲν ὁμώνυμα τοῖς ἡμέροις· ἅπαντα γάρ ἐστι τὰ γένη ταῦτα καὶ ἄγρια, καὶ σχεδὸν τά γε πολλὰ | |
5 | παραπλησίαν ἔχοντα τὴν ὄψιν τοῖς ἡμέροις, πλὴν τοῖς γε φύλλοις ἐλάττω ταῦτα καὶ τραχύτερα καὶ τοῖς καυλοῖς καὶ μάλιστα τοῖς χυλοῖς δριμύ‐ τερα καὶ ἰσχυρότερα, καθάπερ ἥ τε θύμβρα καὶ ἡ ὀρίγανος ἥ τε ῥάφανος καὶ τὸ πήγανον· ἐπεὶ | |
10 | καὶ τὸ λάπαθον ἄγριον, καίπερ εὐστομώτερον τοῦ ἡμέρου ὄν, τὸν χυλὸν ὅμως ὀξύτερον ἔχει καὶ τούτῳ μάλιστα διαφέρει. πάντα δὲ καὶ ξηρότερα τῶν ἡμέρων, καὶ ἴσως αὐτῷ τούτῳ τά γε πολλὰ καὶ δριμύτερα καὶ ἰσχυρότερα. | |
Hist Plant.7.6.2 | Ἰδίως δὲ ἡ ῥάφανος ἔχει παρὰ τὰ ἄλλα τοὺς | |
καυλοὺς περιφερεστέρους καὶ λειοτέρους τῆς ἡμέ‐ ρου, καὶ τὴν τοῦ φύλλου πρόσθεσιν ἐκείνη μὲν ἔχει πλατεῖαν αὕτη δὲ περιφερεστέραν, καὶ αὐτὸ | ||
5 | δὲ τὸ φύλλον ἀγωνότερον· ἐπεὶ τά γε ἄλλα τραχύτερα καὶ τοῖς καυλοῖς καὶ τοῖς φύλλοις. Ἡ δὲ γογγυλὶς καὶ τὴν ῥίζαν ἔχει μακρὰν καὶ ῥαφανιδώδη καὶ τὸν καυλὸν βραχύν. Θριδακίνη δὲ τό τε φύλλον βραχύτερον τῆς | |
10 | ἡμέρου, καὶ τελεουμένης ἀκανθοῦται, καὶ τὸν καυλὸν ὁμοίως, τὸν ὀπὸν δὲ δριμὺν καὶ φαρμα‐ κώδη. φύεται δ’ ἐν ταῖς ἀρούραις· ὀπίζουσι δ’ αὐτὴν ὑπὸ πυραμητόν, καί φασι καθαίρειν ὕδρωπα καὶ ἀχλὺν ἀπ’ ὀφθαλμῶν ἀπάγειν καὶ ἄργεμα | |
15 | ἀφαιρεῖν ἐν γάλακτι γυναικείῳ. | |
Hist Plant.7.6.3 | Τὸ δ’ ἱπποσέλινον καὶ ἐλειοσέλινον καὶ ὀρεο‐ σέλινον καὶ πρὸς ἑαυτὰ διαφορὰν ἔχει καὶ πρὸς τὸ ἥμερον· τὸ μὲν γὰρ ἐλειοσέλινον τὸ παρὰ τοὺς ὀχετοὺς καὶ ἐν τοῖς ἕλεσι φυόμενον μανόφυλλόν | |
5 | τε καὶ οὐ δασὺ γίνεται, προσεμφερὲς δέ πως τῷ σελίνῳ καὶ τῇ ὀσμῇ καὶ τῷ χυλῷ καὶ τῷ σχή‐ ματι. τὸ δ’ ἱπποσέλινον φύλλον μὲν ἐμφερὲς τῷ ἐλειοσελίνῳ, δασὺ δὲ καὶ μεγαλόκαυλον καὶ τὴν ῥίζαν ὥσπερ ῥαφανὶς ἔχει τὸ πάχος μέλαιναν· | |
10 | μέλας δὲ καὶ ὁ καρπός, μέγεθος δὲ μεῖζον ὀρόβου. χρήσιμα δ’ ἄμφω φασὶ πρὸς στραγγουρίαν εἶναι | |
ἐν οἴνῳ γλυκεῖ λευκῷ καὶ τοῖς λιθιῶσι· φύεται δὲ ὁμοίως πανταχοῦ· γίνεται δὲ καί τι δάκρυον ἐξ αὐτοῦ ὅμοιον τῇ μύρρᾳ· οἱ δέ φασιν ὅλως μύρραν. | ||
Hist Plant.7.6.4 | Τὸ δὲ ὀρεοσέλινον μείζους ἔτι διαφορὰς ἔχει· τὸ μὲν γὰρ φύλλον ἔοικε κωνείῳ, ῥίζα δὲ λεπτή, τὸν δὲ καρπὸν ἔχει καθάπερ ἄνηθον πλὴν ἐλάττω· διδόασι δὲ τοῦτον ἐν οἴνῳ αὐστηρῷ τῶν γυναι‐ | |
5 | κείων χάριν. Ἔνια δὲ ὅλως ἀσύμβλητα τοῖς ἡμέροις ἐστὶ κατά γε τοὺς χυλοὺς καὶ τὰς δυνάμεις, ὥσπερ σίκυος ὅ τε ἄγριος καὶ ὁ ἥμερος, ἀλλ’ ἐκ τῆς προσόψεως ἔχει τὴν ὁμοιότητα, καθάπερ καὶ ἐν | |
10 | τοῖς στεφανώμασιν ἡ ἰωνία· τὸ γὰρ φύλλον ἔχει παρόμοιον. τούτων μὲν οὖν ἐν τοῖς εἰρημένοις αἱ διαφοραί. | |
Hist Plant.7.7.1 | Τῶν δὲ ἀρουραίων λεγομένων μετὰ ταῦτα ῥητέον, καὶ ὅλως εἴ τι ποιῶδές ἐστιν ὃ μὴ τυγ‐ χάνει βρωτόν. καλοῦμεν γὰρ λάχανα τὰ πρὸς τὴν ἡμετέραν χρείαν· ἐν δὲ τῷ καθ’ ὅλου κἀκεῖνα | |
5 | περιέχεται, δι’ ὃ καὶ περὶ ἐκείνων λεκτέον. λά‐ χανα μὲν δὴ καὶ τὰ τοιαῦτα καλεῖται, κιχόρη | |
ἀπάπη χόνδρυλλα ὑποχοιρὶς ἠριγέρων, καὶ ὅλως ὅσα κιχοριώδη καλεῖται διὰ τὴν ὁμοιότητα τῶν φύλλων· πάντα γάρ πως ἐμφερῆ ἔχει τῷ κιχορίῳ· | ||
10 | πάλιν καυκαλὶς ἔνθρυσκον ἡδύοσμον. οἱ δὲ μυρία ἄλλα καλοῦσιν, σκάνδιξ καὶ ὅσα ἄλλα τοιαῦτα σκανδικώδη, τραγοπώγων, οἱ δὲ κόμην καλοῦσιν, ὃ τὴν μὲν ῥίζαν ἔχει μακρὰν καὶ γλυκεῖαν τὰ δὲ φύλλα τῷ κρόκῳ ὅμοια πλὴν μακρότερα, τὸν | |
15 | καυλὸν δὲ βραχύν, ἐφ’ οὗ τὴν κάλυκα μεγάλην καὶ ἐξ ἄκρου μέγαν τὸν πάππον πολιόν, ἀφ’ οὗ καλεῖται τραγοπώγων. | |
Hist Plant.7.7.2 | Ὁμοίως δὲ καὶ ὅσα ἄλλα τοιαύτας μὲν ἰδέας ἔχει τοὺς δὲ χυλοὺς ἐδωδίμους ἢ ὠμοὺς ἢ ἑφθούς· ἔνια γὰρ δεῖται πυρώσεως, ὥσπερ μαλάχη καὶ τευτλὶς καὶ τὸ λάπαθον καὶ ἡ ἀκαλύφη καὶ τὸ | |
5 | παρθένιον· τὸν δὲ στρύχνον καὶ ὠμὸν ἐσθίουσιν, ὃν καὶ εὐκήπευτόν τινες πρότερον ... καὶ ἕτερα δὲ πλείω τούτων, ἐν οἷς καὶ ὁ παροιμιαζόμενός ἐστι διὰ πικρότητα κόρχορος ἔχων τὸ φύλλον ὠκιμῶδες. πάντα δὲ τὰ μὲν ἐπέτεια τὰ δὲ ἐπε‐ | |
10 | τειόκαυλα τυγχάνει· τὰ μὲν γὰρ ἐξαυαίνονται τῶν δὲ διαμένουσιν εἰς πλείω χρόνον αἱ ῥίζαι· σχεδὸν δὲ οὐκ ἐλάττω τὰ τοιαῦτά ἐστι. | |
Hist Plant.7.7.3 | Φύεται δὲ τὰ μὲν καὶ ἀπὸ τῶν ῥιζῶν καὶ ἀπὸ | |
τῶν σπερμάτων, τὰ δὲ ἕτερα μόνον ἀπὸ σπέρ‐ ματος, εἰ μή τι καὶ αὐτόματον. ἡ δὲ βλάστησις καὶ τούτων καὶ τῶν ἄλλων τῶν μὲν ἅμα τοῖς | ||
5 | πρώτοις ὑετοῖς ἐστι μετ’ ἰσημερίαν, οἷον ἀπάπης καὶ τοῦ κύνωπος καὶ ἣν καλοῦσί τινες βού‐ πρηστιν, τῶν δὲ μετὰ Πλειάδα, καθάπερ καὶ κιχο‐ ρίου καὶ σχεδὸν τῶν ἄλλων τῶν κιχοριωδῶν. καὶ τὰ μὲν εὐθὺς ἅμα τῇ βλαστήσει τὸ ἄνθος ἀφίησι, | |
10 | καθάπερ ἡ ἀφία, τὰ δὲ ὕστερον οὐ πολλῷ, καθά‐ περ ἡ ἀνεμώνη, τὰ δὲ ἅμα τῷ ἦρι καὶ ἐκκαυλεῖ καὶ ἀνθεῖ, καθάπερ τὸ κιχόριον καὶ τὰ κιχοριώδη καὶ τῶν ἀκανθικῶν ὅσα λαχανώδη. | |
Hist Plant.7.7.4 | Διαφορὰ δὲ τῶν ἀνθῶν πολλή, περὶ ἧς ἐν τοῖς πρότερον εἴρηται· σχεδὸν γάρ ἐστι κοινὸν ἁπάν‐ των· ἔνια δὲ καὶ ὅλως ἀνανθῆ, καθάπερ καὶ τὸ ἐπίπετρον. συμβαίνει δὲ τοῖς ἅμα τῷ καυλῷ τὸ | |
5 | ἄνθος ἀφιεῖσι ταχεῖαν εἶναι τὴν ἀπάνθησιν· πλὴν ἡ μὲν ἀπάπη γηράσαντος τοῦ πρώτου πάλιν ἄλλο καὶ ἄλλο παραφύει, καὶ τοῦτο ποιεῖ παρ’ ὅλον τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους. πολὺν δὲ χρόνον καὶ ὁ ἠριγέρων. τὰ δὲ ἄλλα οὐ | |
10 | ποιεῖ τοῦτο, καθάπερ οὐδὲ ὁ κρόκος οὔτε ὁ εὔοσ‐ μος οὔθ’ ὁ λευκὸς οὐθ’ ὁ ἀκανθώδης· οὗτοι δὲ ἄοσμοι. | |
Hist Plant.7.8.1 | Κοινὴ δὲ διαφορὰ πάντων τῶν ποιωδῶν | |
ἡ τοιάδε· τὰ μὲν γάρ ἐστιν ὀρθόκαυλα καὶ νευρό‐ καυλα, τὰ δὲ ἐπιγειόκαυλα, καθάπερ μαλάχη σκάνδιξ σίκυος ἄγριος· τὸ δὲ ἡλιοτρόπιον ἔτι | ||
5 | μᾶλλον ὡς εἰπεῖν τοιοῦτον, ὥσπερ καὶ ἐν τοῖς ἀκανθώδεσιν οὖσιν τρίβολος καὶ ἡ κάππαρις καὶ ἄλλα πλείω· καὶ γὰρ ἐκείνων ἡ διαφορὰ πλείων. ἔνια δὲ περιαλλόκαυλα, μὴ ἔχοντα δὲ ποῦ προσ‐ πέσωσιν ἐπιγειόκαυλα, καθάπερ ἐπετίνη καὶ ἀπα‐ | |
10 | ρίνη καὶ ἁπλῶς ὧν ὁ καυλὸς λεπτὸς καὶ μαλακὸς καὶ μακρός, δι’ ὃ καὶ φύονται ταῦτα ὡς ἐπὶ τὸ πᾶν ἐν ἄλλοις· κοινὴ δὴ καὶ αὕτη ἡ διαφορὰ πάντων οὐ μόνον τῶν ποιωδῶν καὶ φρυγανικῶν ἀλλὰ καὶ τῶν θαμνωδῶν· καὶ γὰρ ἡ ἕλιξ καὶ ἔτι | |
15 | μᾶλλον ἡ σμῖλαξ περιαλλόκαυλον. | |
Hist Plant.7.8.2 | Ἔτι δὲ καὶ τῶν ποιωδῶν τὰ μὲν πολύκαυλα τὰ δὲ μονόκαυλα· καὶ τῶν μονοκαύλων τὰ μὲν ἀπα‐ ράβλαστα κατὰ τὸν καυλὸν τὰ δὲ παραβλαστικά, καθάπερ καὶ ἐν τοῖς ἡμέροις ἥ τε ῥαφανὶς καὶ | |
5 | ἄλλ’ ἄττα. πολύκαυλα δὲ ὡς ἁπλῶς εἰπεῖν τὰ ἐπιγειόκαυλα, μονόκαυλα δὲ καὶ ὀλιγόκαυλα τὰ ὀρθόκαυλα. τούτων δὲ ἀπαράβλαστα τὰ λειό‐ καυλα κρόμυον πράσον σκόροδον, ὥσπερ καὶ ἐν τοῖς ἡμέροις καὶ τὰ μὲν εὐθύκαυλα τὰ δὲ σκολιό‐ | |
10 | καυλα καὶ τούτων [τοῖς ἡμέροις] ὑπάρχει. | |
Hist Plant.7.8.3 | Διαφορὰ δέ τις καὶ τοιάδε τῶν ποιωδῶν ἐστι· τὰ μὲν γὰρ ἐπιγειόφυλλα τὰ δ’ ἐπικαυλόφυλλα | |
τυγχάνει τὰ δ’ ἀμφοτέρως. ἐπιγειόφυλλα μὲν κορωνόπους ἄνθεμον ἀφύλλανθες ἄγχουσα πόα | ||
5 | ἀνεμώνη ἀπαργία ἀρνόγλωσσον ἀπάπη· ἐπικαυ‐ λόφυλλα δὲ κρηπὶς ἄνθεμον τὸ φυλλῶδες λωτὸς λευκόϊον· ἀμφοτέρως δὲ τὸ κιχόριον· καὶ γὰρ ἐπὶ τῶν καυλῶν ἅμα ταῖς ἐκφύσεσι ταῖς ἀκρεμονικαῖς ἐκφύει τι καὶ ἄνθος· καὶ τῶν φυλλακάνθων ἔνια, | |
10 | πλὴν ἀκανθώδεσι κομιδῆ, καθάπερ ὁ σόγκος. | |
Hist Plant.7.9.1 | Ἔστι δὲ καὶ τὰ μὲν ἄκαρπα τὰ δὲ κάρ‐ πιμα. καὶ ὅλως τῶν ποιωδῶν τὰ μὲν ἄχρι τῶν φύλλων ἀφικνεῖται, τὰ δὲ καυλὸν ἔχει καὶ ἄνθος καρπὸν δὲ οὔ. τὰ δὲ καὶ καρπὸν ὥσπερ τελειο‐ | |
5 | τάτην φύσιν, εἰ μή τι καὶ ἄνευ τοῦ ἄνθους καρπο‐ φόρον, ὥσπερ ἐπὶ τῶν δένδρων. Διαφέρει δὲ καὶ τὰ φύλλα σχεδὸν οὐκ ἐλάττο‐ σιν ἀλλὰ πλείοσι διαφοραῖς ἢ τὰ τῶν δένδρων· καὶ πρὸς αὐτὰ δὲ ἐκεῖνα διαφορὰς ἔχει· μεγίστην | |
10 | μὲν ὡς εἰπεῖν ὅτι τὰ μὲν ἀπὸ μίσχου προσπέφυκε, τὰ δὲ αὐτὰ μὲν ὡς ἁπλῶς, τὰ δὲ καυλικῇ τινι προσφύσει. καὶ τῶν μὲν ἐν τῇ βλαστήσει προ‐ τερεῖ 〈ὁ καυλόσ〉, τῶν δὲ πλείστων τὰ φύλλα, καὶ σχεδὸν ἐν τῇ ἀρχῇ μέγιστα γίνονται καὶ μάλιστα | |
15 | ἐδώδιμα· τὰ δὲ ἐκ τῶν δένδρων προωθεῖ τινα | |
καυλόν. | ||
Hist Plant.7.9.2 | Διαφέρουσι δὲ καὶ τοῖς ἄνθεσι πολύ· ἐν μὲν γὰρ τοῖς δένδρεσι τά γε πλεῖστα λευκά, τὰ δὲ μικρὸν ἐπιπορφυρίζοντα, τὰ δὲ ποώδη καὶ χλοώδη, κεχρωσμένον δὲ ἀνθινῷ 〈οὐδέν· ἐν δὲ τοῖς ποιώ‐ | |
5 | δεσι τῶν ἀνθῶν〉 πολλαὶ καὶ παντοδαπαὶ χροιαὶ καὶ ἄκρατοι καὶ μεμιγμέναι καὶ εὔοσμοι δὴ καὶ ἄοσμοί εἰσιν. καὶ τὰ μὲν δένδρα τὴν ἄνθησιν ἀθρόαν ποιεῖται, τούτων δ’ ἔνια κατὰ μέρος, ὥσ‐ περ ἐλέχθη καὶ περὶ τοῦ ὠκίμου, δι’ ὃ καὶ πολὺν | |
10 | χρόνον ἀνθεῖ, καθάπερ ἄλλα τε πολλὰ καὶ τὸ ἡλιοτρόπιον καὶ τὸ κιχόριον. | |
Hist Plant.7.9.3 | Πολλαὶ δὲ καὶ τῶν ῥιζῶν διαφοραὶ καὶ τρόπον τινὰ αἱ τούτων φανερώτεραι· εἰσὶ γὰρ αἱ μὲν ξυλώδεις αἱ δὲ σαρκώδεις καὶ ἰνώδεις, ὥσπερ καὶ τῶν ἡμέρων, καθάπερ αἵ τε τοῦ σίτου καὶ τῆς | |
5 | πόας τῆς πλείστης. αὐτῶν δὲ τούτων ἕκασται πλείστας ἔχουσι διαφορὰς χρώμασιν ὀσμαῖς χυ‐ μοῖς μεγέθεσιν· αἱ μὲν γὰρ λευκαὶ αἱ δὲ μέλαιναι αἱ δ’ ἐρυθραί, καθάπερ ἥ τε τῆς ἀγχούσης καὶ τοῦ ἐρευθεδάνου· αἱ δ’ ὥσπερ ξανθαὶ καὶ ξυλοειδεῖς· | |
10 | καὶ γλυκεῖαι δὲ καὶ πικραὶ καὶ δριμεῖαι καὶ εὐώδεις καὶ κακώδεις, καὶ ἔνιαι φαρμακώδεις, ὡς ἐν ἄλλοις εἴρηται. | |
Hist Plant.7.9.4 | Διαφοραὶ δὲ καὶ τῶν σαρκωδῶν· αἱ μὲν γὰρ στρογγύλαι αἱ δὲ προμήκεις καὶ βαλανώδεις, ὥσπερ ἀσφοδέλου καὶ κρόκου· καὶ αἱ μὲν λεπυ‐ ριώδεις, ὥσπερ ἡ τοῦ βολβοῦ καὶ τῆς σκίλλης καὶ | |
5 | ὅσαι βολβώδεις καὶ κρομύου δὲ καὶ γηθύου καὶ ὅσα τούτοις ὅμοια. αἱ δὲ ὁμαλεῖς καὶ ψαθυραὶ καὶ μαλακαὶ δι’ ὅλου καὶ ὥσπερ ἄφλοιοι, καθάπερ τοῦ ἄρου· αἱ δὲ φλοιὸν ἔχουσι πρὸς τῇ σαρκί, καθάπερ ἡ τοῦ κυκλαμίνου καὶ τῆς γογγυλίδος. | |
10 | οὐχ ἅπασαι δ’ αἱ εὐώδεις ἢ γλυκεῖαι ἢ εὔστομοι καὶ ἐδώδιμοι, οὐδ’ αἱ πικραὶ ἄβρωτοι· ἀλλ’ ὅσαι ἀβλαβεῖς εἰσι τῷ σώματι μετὰ τὴν προσφοράν· ἔνιαι γὰρ γλυκεῖαι μὲν θανάσιμοι δὲ καὶ νοσώδεις, | |
Hist Plant.7.9.5 | αἱ δὲ πικραὶ μὲν ἢ κακώδεις ὠφέλιμοι δέ. τὸν αὐτὸν δὲ τρόπον καὶ φύλλα καὶ καυλοί, καθάπερ τοῦ ἀψινθίου καὶ τοῦ κενταυρίου. διαφορὰ δὲ καὶ κατὰ τὴν βλάστησιν καὶ κατὰ τὴν ἄνθησιν, | |
5 | οἷον ἀρχομένου χειμῶνος καὶ μεσοῦντος καὶ πάλιν ἦρος ἢ θέρους ἢ μετοπώρου. καὶ ἐπὶ τῶν καρπῶν δὲ ὁμοίως τῷ βρωτοὺς εἶναι καὶ ἐγχύλους ἐνίοις καὶ φύλλα καὶ σπέρματα καὶ ῥίζας· καὶ ἐν αὐτοῖς τούτοις κατὰ τοὺς χυλούς, οἷον ὀξύτητι | |
10 | καὶ δριμύτητι καὶ γλυκύτητι καὶ αὐστηρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ἁπλῶς τε καὶ κατὰ τὸ μᾶλλον. τὰς μὲν οὖν διαφορὰς ἐν τούτοις ληπτέον. | |
Hist Plant.7.10.1 | Διῃρημένων δὲ κατὰ τὰς ὥρας ἑκάστων πρός τε τὰς βλαστήσεις καὶ κατὰ τὰς ἀνθήσεις καὶ τελειώσεις τῶν καρπῶν, οὐδὲν ἀναβλαστάνει πρὸ τῆς οἰκείας ὥρας οὔτε τῶν ῥιζοφυῶν οὔτε | |
5 | τῶν σπερμοφυῶν, ἀλλ’ ἕκαστον ἀναμένει τὴν οἰκείαν οὐδ’ ὑπὸ τῶν ὑδάτων οὐδὲν πάσχον· ἔνια γὰρ θερινὰ κομιδῆ καὶ τῇ βλαστήσει καὶ τῇ ἀνθήσει, καθάπερ ὅ τε σκόλυμος καὶ ὁ σίκυος ἄγριος, ὥσπερ καὶ περὶ τῶν φρυγανικῶν ἐλέχθη | |
10 | περὶ κονύζης τε καὶ καππάριδος καὶ τῶν ἄλλων· οὐδὲν γὰρ οὐδὲ ἐκείνων ἀνθεῖ καὶ βλαστάνει πρὸ | |
Hist Plant.7.10.2 | τῆς οἰκείας ὥρας. δι’ ὃ κἂν ταύτῃ δόξαιεν ἂν διαφέρειν τῶν δένδρων. τῶν μὲν γὰρ ἅμα πως πάντων ἢ ἐγγὺς ἡ βλάστησις, εἰ δὲ μὴ κατὰ μίαν γε ὥραν ὡς εἰπεῖν· τούτων δὲ ἐν πολλαῖς μᾶλλον | |
5 | δὲ ἐν ἁπάσαις ἡ βλάστησις καὶ ἔτι μᾶλλον ἡ ἄνθησις, ὥστε εἴ τις ἐθέλει κατανοεῖν σχεδὸν συνεχὴς γίνεται καθ’ ὅλον ἐνιαυτὸν καὶ ἡ βλάσ‐ τησις καὶ ἡ ἄνθησις· αἰεὶ γὰρ ἕτερον ἐξ ἑτέρου διαδεχόμενον πάσας καταλαμβάνει τὰς ὥρας· | |
10 | οἷον μετὰ τὴν ἀπάπην κρόκος ἔσται καὶ ἀνεμώνη καὶ ὁ ἠριγέρων καὶ τὰ ἄλλα χειμερινά, μετὰ δὲ ταῦτα τὰ ἠρινὰ 〈καὶ θερινὰ〉 καὶ μετοπωρινά. | |
Hist Plant.7.10.3 | πολλὰ δέ, ὥσπερ ἐλέχθη, διὰ τὸ κατὰ μέρος ἀνθεῖν ἐπιτείνεται ταῖς ὥραις· ἔνια γὰρ οὕτως ἀνθεῖ, καθάπερ ἥ τε ἀπάπη καὶ τὸ ὀνοχειλὲς καὶ τὸ κιχόριον καὶ τὸ ἀρνόγλωσσον καὶ ἄλλα· διὰ δὲ | |
5 | τὴν συνέχειαν καὶ τὴν περικατάληψιν τὴν ὑπ’ ἀλλήλων οὐ φαίνεται ῥᾴδιον ἐν ἐνίοις οὐδ’ ὁρίσαι ποῖα πρῶτα βλαστάνει καὶ ποῖα ὀψιβλαστῆ· | |
πλὴν εἴ τις ὑποθοῖτο τοῦ ἔτους τὴν ἀρχήν τινα | ||
Hist Plant.7.10.4 | ὥρας τινὸς ἀρχῇ. καὶ αὐτῶν δὲ τούτων τὰς γενέσεις καὶ τὰς ὥρας ὅταν τελειωθέντων τῶν καρπῶν πάλιν ἄλλας ἀρχὰς ἐνίστωνται τῆς γενέσεως· ὅπερ μάλιστα δοκεῖ συμβαίνειν μετ’ | |
5 | ἰσημερίαν μετοπωρινήν· τότε γὰρ ἤδη τὰ σπέρ‐ ματα πλεῖστα τετελείωται καὶ τῶν δενδρικῶν καρπῶν οἱ πολλοί, καὶ ἅμα μεταβολή τις αὐτοῦ τούτου προσγίνεται καὶ τῆς ὥρας· ὅσα δὲ ἀτελῆ καὶ ἄπεπτα περικαταλαμβάνεται, τούτοις κατὰ | |
10 | λόγον ἐκ περιόδου καὶ ἡ βλάστησις γίνεται καὶ ἡ ἄνθησις καὶ ἡ τελείωσις· δι’ ὃ συμβαίνει τὰ μὲν ὑπὸ τροπὰς ἀνθεῖν τὰ δ’ ὑπὸ Κύνα τὰ δὲ καὶ μετὰ Ἀρκτοῦρον καὶ ἰσημερίαν μετοπωρινήν. | |
Hist Plant.7.10.5 | Ἀλλὰ ταῦτα μὲν ἔοικε κοινοτέραν ἔχειν σκέψιν εἰς ἀφορισμὸν ἀρχῆς. ὅτι δὲ αἱ διαφοραὶ πλείους ἢ οὐκ ἐλάττους ἐν τούτοις φανερόν. ἐπεὶ καὶ ἀείφυλλα τῶν τοιούτων ἐστὶν ἔνια, καθάπερ τὸ | |
5 | πόλιον καὶ ἡλιοτρόπιον καὶ τὸ ἀδίαντον. | |
Hist Plant.7.11.1 | Ἀφωρισμένων οὖν τούτων περὶ τὰς δια‐ φορὰς ἐν οἷς γίνονται καὶ πῶς λεκτέον ἤδη τὰς | |
καθ’ ἕκαστον ἱστορίας ... ὅσα μὴ κατὰ τὴν ἰδίαν ἑκάστου φύσιν. λέγω δὲ οἷον τὰ σταχυώδη | ||
5 | καὶ τὰ σκανδικώδη καὶ μονοφυῆ, κἂν εἴ τι ἕτερόν ἐστι τοιοῦτον κοινὸν ἐπὶ πάντων λαβεῖν, ὁ τῇ αἰσθήσει γνώριμον ἢ φύλλοις ἢ ἄνθεσιν ἢ ῥίζαις ἢ καρποῖς· ἐκ γὰρ τῶν φανερῶν ὁ μερισμὸς ὥσπερ καὶ ἐκ τῶν ῥιζῶν. | |
Hist Plant.7.11.2 | Σταχυώδη μὲν οὖν ἐστιν ὅ τε κύνωψ ὑπό τινων καλούμενος πλείους ἔχων ἰδέας ἐν ἑαυτῷ· καὶ ὁ ἀλωπέκουρος καὶ ὁ στελέφουρος ὑπ’ ἐνίων δὲ ἀρνόγλωσσον τῶν δὲ ὄρτυξ καλούμενος· παρό‐ | |
5 | μοιον δὲ τούτῳ τρόπον τινὰ καὶ ἡ θρυαλλίς. ἁπλᾶ δὲ καὶ μονοειδῆ τρόπον τινὰ ταῦτα καὶ στάχυν οὐκ ὀξὺν οὐδ’ ἀθερώδη ἔχοντα· ὁ δ’ ἀλωπέκουρος μαλακὸν καὶ χνοωδέστερον, ὅτι καὶ ὅμοιον ταῖς τῶν ἀλωπέκων οὐραῖς, ὅθεν καὶ | |
10 | τοὔνομα μετείληφεν. ὅμοιος δὲ τούτῳ καὶ ὁ στελέφουρος, πλὴν οὐχ ὥσπερ ἐκεῖνος ἀνθεῖ κατὰ μέρος ἀλλὰ δι’ ὅλου τοῦ στάχυος ὥσπερ ὁ πυρός. ἡ δὲ ἄνθησις ἀμφοῖν χνοώδης, καθάπερ καὶ τοῦ σίτου· παρόμοιον δὲ τῇ ὅλῃ μορφῇ τῷ πυρῷ | |
15 | πλὴν πλατυφυλλότερον. ὡσαύτως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ σταχυώδη λεκτέον. | |
Hist Plant.7.11.3 | Τὰ δὲ κιχοριώδη πάντα μὲν ἐπετειόφυλλα καὶ ῥιζόφυλλα, βλαστάνει δὲ μετὰ Πλειάδα πλὴν | |
τῆς ἀπάπης, τοῖς δὲ καυλοῖς καὶ ταῖς ῥίζαις μεγάλας ἔχουσι διαφοράς· οἱ μὲν γὰρ τῶν ἄλλων | ||
5 | ἁπλούστεροι καὶ ἐλάττους, ὁ δὲ τοῦ κιχορίου μέγας καὶ ἀποφύσεις ἔχων πολλάς, ἔτι δὲ γλί‐ σχρος καὶ δυσδιαίρετος, δι’ ὃ καὶ δεσμῷ χρῶνται· παραβλαστητικὸν δὲ καὶ τῇ ῥίζῃ καὶ ἄλλως μακρόρριζον, δι’ ὃ καὶ δυσώλεθρον· ὅταν γὰρ | |
10 | ἐκλαχανίσωνται, πάλιν τὸ ὑπόλοιπον ἀρχὴν λαμβάνει γενέσεως. συμβαίνει δὲ καὶ παρανθεῖν αὐτοῦ μέρος ἄλλο καὶ ἄλλο, καὶ τοῦτο ἄχρι τοῦ μετοπώρου, σκληροῦ δοκοῦντος εἶναι τοῦ καυλοῦ. φέρει δὲ καὶ λοβὸν ἐν ᾧ τὸ σπέρμα περὶ τὰ ἄκρα | |
15 | τῶν καυλῶν. | |
Hist Plant.7.11.4 | Ἡ δὲ ὑποχοιρὶς λειοτέρα καὶ ἡμερωτέρα τῇ προσόψει καὶ γλυκυτέρα καὶ οὐχ ὥσπερ ἡ χόν‐ δρυλλα· τὸ γὰρ ὅλον οὐκ ἐδώδιμος αὕτη καὶ ἄβρωτος καὶ ἐν τῇ ῥίζῃ δριμὺν ὀπὸν ἔχει καὶ | |
5 | πολύν. Ἄβρωτος δὲ καὶ πικρὰ ἡ ἀπάπη· πρωϊανθὴς δὲ καὶ ταχὺ γηράσκει καὶ ἀποπαπποῦται, εἶτ’ ἄλλο φύεται πάλιν καὶ ἄλλο καὶ τοῦτο παρ’ ὅλον ποιεῖ τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους· τὸ | |
10 | δ’ ἄνθος μηλινοειδές. Ὡσαύτως δὲ καὶ ἡ πικρίς· καὶ γὰρ αὕτη τῷ ἦρι ἀνθεῖ, καὶ παραπλησία δι’ ὅλου τοῦ χειμῶνος καὶ τοῦ θέρους παρανθεῖ· τῇ γεύσει δὲ πικρά, δι’ | |
ὃ καὶ τοὔνομα εἴληφε. ταῦτα μὲν οὖν ἐν ταύ‐ | ||
15 | ταις ταῖς διαφοραῖς. πειρατέον δέ, ὡς ἐλέχθη, καὶ τῶν ἄλλων λαμβάνειν ὁμοίως. | |
Hist Plant.7.12.1 | Πολὺ δέ τι γένος ἐστὶ καὶ τῶν σαρκορ‐ ρίζων ἢ κεφαλορρίζων, ἃ καὶ πρὸς τὰ ἄλλα καὶ καθ’ αὑτὰ τὰς διαφορὰς ἔχει ῥίζαις τε καὶ φύλ‐ λοις καὶ καυλοῖς καὶ ταῖς ἄλλαις μορφαῖς. τῶν | |
5 | γὰρ ῥιζῶν, ὥσπερ εἴρηται πρότερον, αἱ μὲν λεπυ‐ ριώδεις αἱ δὲ σαρκώδεις, καὶ αἱ μὲν ἔχουσαι φλοιὸν αἱ δ’ ἄφλοιοι, ἔτι δὲ αἱ μὲν στρογγύλαι αἱ δὲ προμήκεις καὶ αἱ μὲν ἐδώδιμοι αἱ δ’ ἄβρωτοι. ἐδώδιμοι μὲν γὰρ οὐ μόνον βολβοὶ καὶ τὰ ὅμοια | |
10 | τούτοις, ἀλλὰ καὶ ἡ τοῦ ἀσφοδέλου ῥίζα καὶ ἡ τῆς σκίλλης, πλὴν οὐ πάσης ἀλλὰ τῆς Ἐπιμενι‐ δείου καλουμένης, ἣ ἀπὸ τῆς χρήσεως ἔχει τὴν προσηγορίαν· αὕτη δὲ στενοφυλλοτέρα τε καὶ λειοτέρα τῶν λοιπῶν ἐστιν. | |
Hist Plant.7.12.2 | Ἐδώδιμος δὲ καὶ ἡ τοῦ ἄρου καὶ αὐτὴ καὶ τὰ φύλλα προαφεψηθέντα ἐν ὄξει καί ἐστιν ἡδεῖά τε καὶ πρὸς τὰ ῥήγματα ἀγαθή. πρὸς δὲ τὴν αὔξησιν αὐτῆς, ὅταν ἀποφυλλίσωσιν, ἔχει δὲ | |
5 | μέγα σφόδρα τὸ φύλλον, ἀνορύξαντες στρέφουσιν, ὅπως ἂν μὴ διαβλαστάνῃ ἀλλὰ πᾶσαν ἕλκῃ τὴν | |
τροφὴν εἰς ἑαυτήν, ὃ καὶ ἐπὶ τῶν βολβῶν τινες ποιοῦσι συντιθέντες· ἡ δὲ τοῦ δρακοντίου, καλοῦσι γάρ τι δρακόντιον ἄρον διὰ τὸ τὸν καυλὸν ἔχειν | ||
10 | τινὰ ποικιλίαν, ἄβρωτος καὶ φαρμακώδης. | |
Hist Plant.7.12.3 | Ἀλλὰ ἡ τοῦ φασγάνου καλουμένου γλυκεῖά τε ἑψηθεῖσα, καὶ τριφθεῖσα μιγνυμένη τῷ ἀλεύρῳ ποιεῖ τὸν ἄρτον γλυκὺν καὶ ἀσινῆ· στρογγύλη δέ ἐστι καὶ ἄφλοιος καὶ ἀποφύσεις ἔχουσα μικράς, | |
5 | ὥσπερ τὸ γήθυον· πολλὰς δὲ εὑρίσκουσιν ἐν ταῖς σκαλοπιαῖς· χαίρει γὰρ καὶ συλλέγει τὸ ζῶον. Ἡ δὲ τοῦ θησείου τῇ μὲν γεύσει πικρά, τρι‐ βομένη δὲ κοιλίαν ὑποκαθαίρει. φαρμακώδεις δέ τινές εἰσι καὶ ἕτεραι, πολλῶν δὲ οὔτε φαρμακώ‐ | |
10 | δεις οὔτε ἐδώδιμοι. καὶ αὗται μὲν ἐν ταῖς ῥίζαις αἱ διαφοραί. | |
Hist Plant.7.13.1 | Κατὰ δὲ τὰ φύλλα τοῖς τε μεγέθεσιν καὶ τοῖς σχήμασιν. ὁ μὲν ἀσφόδελος μακρὸν καὶ στενότερον καὶ ὑπόγλισχρον ἔχει τὸ φύλλον, ἡ δὲ σκίλλα πλατὺ καὶ εὐδιαίρετον, τὸ δὲ φάσγανον | |
5 | ὑπό τινων δὲ καλούμενον ξίφος ξιφοειδές, ὅθεν ἔσχε καὶ τοὔνομα, ἡ δὲ ἶρις καλαμωδέστερον· τὸ δὲ τοῦ ἄρου πρὸς τῇ πλατύτητι καὶ ἔγκοιλον καὶ σικυῶδές ἐστιν· ὁ δὲ νάρκισσος στενὸν καὶ πολὺ καὶ λιπαρόν· βολβὸς δὲ καὶ τὰ βολβώδη παντε‐ | |
10 | λῶς στενὰ καὶ τοῦ κρόκου δ’ ἔτι στενότερον. | |
Hist Plant.7.13.2 | Καυλὸν δὲ τὰ μὲν οὐκ ἔχει τὸ ὅλον οὐδ’ ἄνθος, ὥσπερ τὸ ἄρον τὸ ἐδώδιμον· τὰ δὲ τὸν τοῦ ἄνθους μόνον, ὥσπερ ὁ νάρκισσος καὶ ὁ κρόκος· ἔνια δὲ ἔχει, καθάπερ ἡ σκίλλα καὶ ὁ βολβὸς καὶ | |
5 | ἡ ἶρις καὶ τὸ ξίφιον· μέγιστον δὲ πάντων ἀσφό‐ δελος· ὁ γὰρ ἀνθέρικος μέγιστος· ὁ δὲ τῆς ἴριδος ἐλάττων μὲν σκληρότερος δὲ τὸ δὲ ὅλον ἀνθερι‐ κώδης. ἔστι δὲ καὶ πολύκαρπος ὁ ἀσφόδελος, καὶ ὁ καρπὸς αὐτοῦ ξυλώδης τῇ μὲν μορφῇ τρίγωνος | |
10 | τῷ δὲ χρώματι μέλας· γίνεται δὲ ἐν τῷ στρογ‐ γύλῳ τῷ ὑποκάτω τοῦ ἄνθους, ἐκπίπτει δὲ τοῦ | |
Hist Plant.7.13.3 | θέρους, ὅταν τοῦτο διαχάνῃ. τὴν ἄνθησιν ποιεῖται κατὰ μέρος, ὥσπερ καὶ ἐπὶ τῆς σκίλλης, ἄρχεται δὲ πρῶτον ἀπὸ τῶν κάτωθεν. ἐν δὲ τῷ ἀνθερίκῳ συνίσταται σκώληξ, ὃς εἰς ἄλλο μεταβάλλει ζῶον | |
5 | ἀνθρηνοειδές, εἶθ’ ὅταν ὁ ἀνθέρικος αὐανθῇ διεσ‐ θίον ἐκπέταται. δοκεῖ δὲ ἴδιον ἔχειν πρὸς τὰ ἄλλα τὰ λειόκαυλα, διότι στενὸς ὢν ἀποφύσεις ἄνωθεν ἔχει. πολλὰ δὲ εἰς τροφὴν παρέχεται χρήσιμα· καὶ γὰρ ὁ ἀνθέρικος ἐδώδιμος στα‐ | |
10 | θευόμενος καὶ τὸ σπέρμα φρυγόμενον καὶ πάντων δὲ μάλιστα ἡ ῥίζα κοπτομένη μετὰ σύκου καὶ πλείστην ὄνησιν ἔχει καθ’ Ἡσίοδον. | |
Hist Plant.7.13.4 | Ἅπαντα μὲν οὖν φιλόζωα τὰ κεφαλόρριζα μάλιστα δ’ ἡ σκίλλα· καὶ γὰρ κρεμαννυμένη ζῇ καὶ πλεῖστόν γε χρόνον διαμένει· δύναται δὲ καὶ τὰ θησαυριζόμενα σώζειν, ὥσπερ τὴν ῥόαν ἐμπηγ‐ | |
5 | νυμένου τοῦ μίσχου, καὶ τῶν φυτευομένων δ’ ἔνια βλαστάνει θᾶττον ἐν αὐτῇ· λέγεται δὲ καὶ πρὸ τῶν θυρῶν τῆς εἰσόδου φυτευθεῖσαν ἀλεξητήριον εἶναι τῆς ἐπιφερομένης δηλήσεως. πάντα δὲ ταῦτα ἀθρόα φύεται, καθάπερ καὶ τὰ κρόμυα | |
10 | καὶ τὰ σκόροδα· παραβλαστάνουσι γὰρ ἀπὸ τῆς ῥίζης· ἔνια δὲ καὶ ἀπὸ τοῦ σπέρματος φανερῶς, οἷον ὅ τε ἀνθέρικος καὶ τὸ λείριον καὶ τὸ φάσγα‐ νον καὶ ὁ βολβός. | |
Hist Plant.7.13.5 | Ἀλλ’ ἴδιον τοῦτο τοῦ βολβοῦ λέγεται, τὸ μὴ ἀπὸ πάντων βλαστάνειν ἅμα τῶν σπερμάτων, ἀλλὰ τοῦ μὲν αὐτοετὲς τοῦ δ’ εἰς νέωτα, καθάπερ τὸν αἰγίλωπά φασι καὶ τὸν λωτόν. τοῦτο μὲν | |
5 | οὖν εἴπερ ἀληθὲς κοινὸν ἑτέρων. κοινὸν δὲ ἴσως καὶ τὸ μέλλον λέγεσθαι, πλὴν οὐ πολλῶν, θαυ‐ μαστὸν δὲ ἐπὶ πάντων, ὅπερ ἐπί τε τῆς σκίλλης καὶ τοῦ ναρκίσσου συμβαίνει· τῶν μὲν γὰρ ἄλλων καὶ τῶν ἐξ ἀρχῆς φυτευομένων καὶ τῶν βλασ‐ | |
10 | τανόντων καθ’ ὥραν ἔτους τὸ φύλλον ἀνατέλλει πρῶτον, εἶθ’ ὕστερον ὁ καυλός· ἐπὶ δὲ τούτων ὁ καυλὸς πρότερον. | |
Hist Plant.7.13.6 | Τοῦ ναρκίσσου δὲ ὁ τοῦ ἄνθους μόνον εὐθὺ προωθῶν τὸ ἄνθος· τῆς δὲ σκίλλης καθ’ αὑτόν, εἰς ὕστερον ἐπὶ τούτῳ τὸ ἄνθος ἀνίσχον προσ‐ καθήμενον· ποιεῖται δὲ τὰς ἀνθήσεις τρεῖς, ὧν ἡ | |
5 | μὲν πρώτη δοκεῖ σημαίνειν τὸν πρῶτον ἄροτον, ἡ δὲ δευτέρα τὸν μέσον, ἡ δὲ τρίτη τὸν ἔσχατον· ὡς γὰρ ἂν αὗται γένωνται καὶ οἱ ἄροτοι σχεδὸν οὕτως ἐκβαίνουσιν· ὅταν δὲ οὗτος ἀπογηράσῃ, τότε ἡ τῶν φύλλων βλάστησις πολλαῖς ἡμέραις | |
10 | ὕστερον· ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ναρκίσσου, πλὴν οὔτε καυλὸν ἕτερον ἔχει παρὰ τὸν τοῦ ἄν‐ | |
θους, ὥσπερ εἴπομεν, οὔτε καρπὸν φανερόν, ἀλλ’ αὐτὸ τὸ ἄνθος ἅμα τῷ καυλῷ καταφθίνει καὶ ὅταν αὐανθῇ τότε τὰ φύλλα ἀνατέλλει. | ||
Hist Plant.7.13.7 | Πρὸς μὲν οὖν τὰ ἄλλα τὰ συνάμφω ταῦτα ἴδια· πρὸς δὲ τὰ προανθοῦντα τῶν φύλλων καὶ τῶν καυλῶν, ὅπερ δοκεῖ ποιεῖν τὸ τίφυον καὶ ἕτερα τῶν ἀνθικῶν, ἔτι τε τῶν δένδρων ἡ ἀμυγδαλῆ | |
5 | μάλιστα ἢ μόνον, ὅτι ταῦτα μὲν ἅμα τῷ ἄνθει προφαίνει τὸ φύλλον ἢ εὐθὺς κατόπιν, ὥστε καὶ διαζητεῖσθαι περί τινων, ἐπὶ δὲ τούτων οἷον ἀφ’ ἑτέρας ἀρχῆς φαίνεται καὶ διὰ τὸ πλῆθος τῶν ἡμερῶν καὶ διὰ τὸ μὴ πρότερον βλαστάνειν πρὶν | |
10 | τοῦ μὲν τὸ ἄνθος τοῦ δὲ καὶ ὁ καυλὸς ὅλος ἀπο‐ γηράσῃ. ἡ δὲ βλάστησις προτέρα μὲν τῆς σκίλ‐ λης, ὑστέρα δὲ τοῦ ναρκίσσου· πολὺ δὲ πλέον τὸ φύλλον οὗτος ἀφίησι, καί ἐστιν ἡ ῥίζα αὐτὴ μικρὰ καὶ οὐ μεγάλη, προσεμφερὴς δὲ κατὰ τὸ σχῆμα | |
15 | τῷ βολβῷ, πλὴν 〈οὐ〉 λεπυριώδης. ταῦτα μὲν οὖν ἔχει σκέψιν. | |
Hist Plant.7.13.8 | Τῶν δὲ βολβῶν ὅτι πλείω γένη φανερόν, καὶ γὰρ τῷ μεγέθει καὶ τῇ χρόᾳ καὶ τοῖς σχήμασι διαφέρουσι καὶ τοῖς χυλοῖς· ἐνιαχοῦ γὰρ οὕτω γλυκεῖς ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, καθάπερ ἐν | |
5 | Χερρονήσῳ τῇ Ταυρικῇ. μεγίστη δὲ καὶ ἰδιωτάτη διαφορὰ τῶν ἐριοφόρων· ἔστι γάρ τι γένος τοιοῦ‐ τον, ὃ φύεται μὲν ἐν αἰγιαλοῖς ἔχει δὲ τὸ ἔριον | |
ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ τε ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω· ὑφαίνεται | ||
10 | δὲ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια· δι’ ὃ καὶ ἐριῶδες τοῦτο καὶ οὐχ ὥσπερ τὸ ἐν Ἰνδοῖς τριχῶδες. | |
Hist Plant.7.13.9 | Πλείω δὲ καὶ τὰ βολβώδη καὶ ἐλάττω. ταῦτα δὲ ... καθάπερ τὸ λευκόϊον καὶ βολβίνη καὶ ὀπιτίων καὶ κύϊξ καὶ τρόπον τινὰ τὸ σισυρίγχιον. βολβώδη δὲ ταῦτα ὅτι στρογγύλα ταῖς ῥίζαις· | |
5 | ἐπεὶ τοῖς γε χρώμασι λευκὰ καὶ οὐ λεπυριώδη. ἴδιον δὲ τοῦ σισυριγχίου τὸ τῆς ῥίζης αὐξάνεσθαι τὸ κάτω πρῶτον, ὃ καλοῦσι ... χειμῶνα, τοῦ δ’ ἦρος ὑποφαίνοντος τοῦτο μὲν ταπεινοῦσθαι τὸ δ’ ἄνω τὸ ἐδώδιμον αὐξάνεσθαι. καὶ τὰ μὲν | |
10 | τοιαύτας ἔχει τὰς διαφοράς. | |
Hist Plant.7.14.1 | Ἴδια δὲ καὶ ταῦτα ἐν τοῖς ποιώδεσιν, οἷον τό [τε] ἐπὶ τοῦ ἀδιάντου συμβαῖνον· οὐδὲ γὰρ ὑγραίνεται τὸ φύλλον βρεχόμενον οὐδ’ ἐπίδροσόν ἐστι διὰ τὸ μὴ τὴν νοτίαν ἐπιμένειν, ὅθεν καὶ ἡ | |
5 | προσηγορία. γένη δὲ αὐτοῦ δύο, τὸ μὲν λευκὸν τὸ δὲ μέλαν, χρήσιμα δ’ ἀμφότερα πρὸς ἔκρυσιν | |
κεφαλῆς τριχῶν ἐν ἐλαίῳ τριβόμενα. φύεται δὲ μάλιστα πρὸς τὰ ὑδρηλά. ὡς δὲ οἴονταί τινες, καὶ πρὸς στραγγουρίαν τὸ τριχομανὲς ποιεῖ· ἔχει | ||
10 | δὲ τὸν καυλὸν ὅμοιον τῷ ἀδιάντῳ τῷ μέλανι, φύλλα δὲ μικρὰ σφόδρα καὶ πυκνὰ καὶ πεφυκότα καταντικρὺ ἀλλήλων, ῥίζα δὲ οὐχ ὕπεστι· χωρία δὲ φιλεῖ σκιερά. | |
Hist Plant.7.14.2 | Τῶν δὲ κατὰ μέρος ἀνθούντων ἴδιον τὸ περὶ τὸ ἄνθεμον, ὅτι τῶν μὲν ἄλλων πάντων τὰ κάτω πρῶτον ἀπανθεῖ τούτου δὲ τὰ ἄνω· τυγχάνει δ’ αὐτοῦ τὸ μὲν κύκλῳ τὸ λευκὸν ἄνθος τὸ δὲ ἐν τῷ | |
5 | μέσῳ τὸ χλωρόν· καὶ καρπὸς ὃς ἐκπίπτει, καθά‐ περ τοῖς ἀκανθώδεσι, καταλιπὼν τὴν πρόσφυσιν κενήν· εἴδη δ’ αὐτοῦ πλείω. | |
Hist Plant.7.14.3 | Ἴδιον δὲ καὶ τὸ περὶ τὴν ἀπαρίνην, ἣ καὶ τῶν ἱματίων ἀντέχεται διὰ τὴν τραχύτητα καί ἐστι δυσαφαίρετον· ἐν τούτῳ γὰρ ἐγγίνεται τῷ τραχεῖ τὸ ἄνθος οὐ προϊὸν οὐδὲ ἐκφαῖνον ἀλλ’ ἐν ἑαυτῷ | |
5 | πεττόμενον καὶ σπερμογονοῦν· ὥστε παρόμοιον εἶναι τὸ συμβαῖνον ὥσπερ ἐπὶ τῶν γαλεῶν καὶ ῥινῶν· ἐκεῖνά τε γὰρ ἐν ἑαυτοῖς ὠοτοκήσαντα ζωογονεῖ, καὶ αὕτη τὸ ἄνθος ἐν ἑαυτῇ κατέχουσα καὶ πέττουσα καρποτοκεῖ. | |
Hist Plant.7.15.1 | Ὅσα δὲ τὰς ἀνθήσεις λαμβάνουσι ἀκο‐ λουθοῦντα τοῖς ἄστροις, οἷον τὸ ἡλιοτρόπιον καλούμενον καὶ ὁ σκόλυμος, ἅμα γὰρ ταῖς τρο‐ παῖς καὶ οὗτος, ἔτι δὲ τὸ χελιδόνιον, καὶ γὰρ | |
5 | τοῦτο ἅμα τῷ χελιδονίᾳ ἀνθεῖ, ταῦτα δὲ δόξειεν ἂν τῇ μὲν φυσικὴν ἔχειν τὴν αἰτίαν τῇ δὲ | |
συμπτωματικήν. | ||
Hist Plant.7.15.2 | Πολλὰ δὲ τοιαῦτά ἐστι καὶ ἐν ἑτέροις ἴδια· οἷον καὶ ἡ τοῦ ἀειζώου φύσις τὸ διαμένειν ὑγρὸν ἀεὶ καὶ χλωρόν, φύλλον σαρκῶδες ἔχον καὶ λεῖον καὶ πρόμηκες. φύεται δὲ ἔν τε τοῖς ἁλιπέδοις | |
5 | τοῖς τε ἐπὶ τῶν τειχῶν ἀνδήροις καὶ οὐχ ἥκιστα ἐπὶ τῶν κεράμων, ὅταν ἐπιγένηται γῆς τις ἀμμώ‐ δης συρροή. | |
Hist Plant.7.15.3 | Πολλὰ δ’ ἄν τις ἴσως λάβοι καὶ ἕτερα περιττά. χρὴ δέ, ὥσπερ πολλάκις εἴρηται, τὰς ἰδιότητας θεωρεῖν καὶ τὰς διαφορὰς πρὸς τὰ ἄλλα. τὰ μὲν ἐν πλείοσιν ἰδέαις ἐστὶ καὶ σχεδὸν οἷον ὁμωνύμοις, | |
5 | ὥσπερ ὁ λωτός· τούτου γὰρ εἴδη πολλὰ διαφέ‐ ροντα καὶ φύλλοις καὶ καυλοῖς καὶ ἄνθεσι καὶ καρποῖς, ἐν οἷς καὶ ὁ μελίλωτος καλούμενος· καὶ δυνάμει δὲ τῇ κατὰ τὴν προσφοράν, ἔτι τε τῷ μὴ τοὺς αὐτοὺς τόπους ζητεῖν. ὁμοίως δὲ καὶ ἕτερα | |
10 | πλείω. | |
Hist Plant.7.15.4 | Τὰ δὲ ἐν ἐλάττοσιν, ὥσπερ ὁ στρύχνος ὁμωνυ‐ μίᾳ τινὶ παντελῶς εἰλημμένος· ὁ μὲν γὰρ ἐδώδιμος καὶ ὥσπερ ἥμερον, καρπὸν ἔχων ῥαγώδη, ἕτεροι δὲ δύο εἰσίν, ὧν ὁ μὲν ὕπνον ὁ δὲ μανίαν ἐμποιεῖν | |
5 | δύναται, πλείων δ’ ἔτι δοθεὶς καὶ κτείνει. ὁμοίως δὲ τοῦτο καὶ ἐφ’ ἑτέρων ἐστὶ λαβεῖν, ἃ πολλὴν ἔχει διάστασιν. περὶ μὲν οὖν τῶν ἄλλων τῶν ποιωδῶν ἱκανῶς εἴρηται. περὶ δὲ τοῦ σίτου καὶ τῶν σιτωδῶν μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ | |
10 | ἔτι κατάλοιπον ἦν. | |
Hist Plant.8t1 | Θ | |
Hist Plant.8.1.1 | Περὶ μὲν οὖν τῶν ἄλλων ποιωδῶν ἱκανῶς εἰρήσθω· περὶ δὲ σίτου καὶ τῶν σιτωδῶν λέγωμεν ὁμοίως τοῖς πρότερον· τοῦτο γὰρ κατάλοιπον ἦν τῶν ποιωδῶν. | |
5 | Δύο δὲ αὐτοῦ γένη τὰ μέγιστα τυγχάνει· τὰ μὲν γὰρ σιτώδη, οἷον πυροὶ κριθαὶ τίφαι ζειαὶ τὰ ἄλλα τὰ ὁμοιόπυρα ἢ ὁμοιόκριθα· τὰ δὲ χεδροπά, οἷον κύαμος ἐρέβινθος πισὸς καὶ ὅλως τὰ ὄσπρια προσαγορευόμενα· τρίτον δὲ παρ’ αὐτὰ κέγχρος | |
10 | ἔλυμος σήσαμον καὶ ἁπλῶς τὰ ἐν τοῖς θερινοῖς ἀρότοις ἀνώνυμα κοινῇ προσηγορίᾳ. | |
Hist Plant.8.1.2 | Ἔστι δὲ ἡ μὲν γένεσις αὐτῶν μία καὶ ἁπλῆ· φύεται γὰρ ἀπὸ σπέρματος, ἐὰν μή τι σπάνιον καὶ ὀλίγον ἀπὸ τῆς ῥίζης. ὧραι δὲ τοῦ σπόρου τῶν πλείστων δύο· πρώτη μὲν καὶ μάλιστα ἡ | |
5 | περὶ Πλειάδος δύσιν, ᾗ καὶ Ἡσίοδος ἠκολούθηκε καὶ σχεδὸν οἱ πλεῖστοι, δι’ ὃ καὶ καλοῦσί τινες αὐτὴν ἄροτον· ἄλλη δ’ ἀρχομένου τοῦ ἦρος μετὰ τὰς τροπὰς τοῦ χειμῶνος. οὐ τῶν αὐτῶν δὲ ἑκατέρα. τὰ μὲν γὰρ αὐτῶν φιλεῖ πρωϊσπο‐ | |
10 | ρεῖσθαι, τὰ δὲ ὀψὲ διὰ τὸ μὴ δύνασθαι φέρειν τοὺς χειμῶνας, τὰ δὲ πρὸς ἀμφοτέρας τὰς ὥρας οὐ κακῶς ἔχει, καὶ πρὸς χειμῶνα καὶ πρὸς ἔαρ. | |
Hist Plant.8.1.3 | Πρωΐσπορα μὲν οὖν ἐστι πυρὸς κριθή, καὶ τού‐ των ἡ κριθὴ πρωϊσπορώτερον· ἔτι δὲ ζειὰ τίφη ὀλύρα καὶ εἴ τι ἕτερον ὁμοιόπυρον· ἁπάντων γὰρ σχεδὸν ὁ αὐτὸς χρόνος τῆς σπορᾶς· τῶν δὲ χεδρο‐ | |
5 | πῶν μάλιστα ὡς εἰπεῖν κύαμος καὶ ὦχρος· ταῦτα γὰρ διὰ τὴν ἀσθένειαν προλαβεῖν τῇ ῥιζώσει βούλεται τοὺς χειμῶνας· πρωΐσπορον δὲ καὶ ὁ θέρμος· ἀπὸ τῆς ἅλω γάρ φασι δεῖν καταβάλλειν εὐθύς. | |
Hist Plant.8.1.4 | Ὀψίσπορα δὲ τούτων γε αὐτῶν ὅσα διαφέρει τοῖς γένεσιν, οἷον πυρῶν τέ τι γένος καὶ κριθῶν ὃ καλοῦσι τρίμηνον διὰ τὸ ἐν τοσούτῳ τελειοῦσθαι· καὶ τῶν χεδροπῶν τὰ τοιάδε, φακὸς ἀφάκη πισός. | |
5 | ἐν ἀμφοτέραις δὲ ταῖς ὥραις τῶν χεδροπῶν, καθά‐ περ ὄροβος ἐρέβινθος· οἱ δὲ καὶ τὸν κύαμον ὀψὲ σπείρουσιν, ἐὰν ὑστερήσωσι τῶν πρώτων ἀρότων. ἁπλῶς δὲ πρωϊσποροῦσι τὰ μὲν δι’ ἰσχὺν ὡς δυνάμενα φέρειν τοὺς χειμῶνας, τὰ δὲ δι’ ἀσθέ‐ | |
10 | νειαν, ὅπως προλάβωσι ταῖς εὐδίαις τὴν αὔξησιν. | |
δύο μὲν οὖν αὗται. τρίτη δὲ τῶν θερινῶν ἣν εἴπομεν, ἐν ᾗ κέγχρος σπείρεται καὶ μέλινος καὶ σήσαμον, ἔτι δ’ ἐρύσιμον καὶ ὅρμινον. χρόνοι μὲν οὖν ἑκάστων οὗτοι. | ||
Hist Plant.8.1.5 | Βλαστάνει δὲ τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον· καὶ κριθὴ μὲν καὶ πυρὸς ἑβδομαῖα μάλιστα· προ‐ τερεῖ δὲ ἡ κριθὴ μᾶλλον· τὰ δ’ ὄσπρια τεταρταῖα ἢ πεμπταῖα πλὴν κυάμων· κύαμος δὲ καὶ τῶν | |
5 | σιτωδῶν ἔνια πλείοσιν· ἐνιαχοῦ γὰρ καὶ πεντε‐ καιδεκαταῖος, ὁτὲ δὲ καὶ εἰκοσταῖος· δυσφυέστα‐ τον γὰρ τοῦτο πάντων, ἐὰν δὲ δὴ καὶ σπαρέντος ἐπὶ πλέον ὕδωρ ἐπιγένηται, καὶ παντελῶς. εἰ δὲ τῶν ἐν τοῖς ἠρινοῖς ἀρότοις θᾶττον ἡ ἔκφυσις διὰ | |
10 | τὴν ὥραν σκεπτέον. | |
Hist Plant.8.1.6 | Χρὴ δὲ τὰς ἀναβλαστήσεις καὶ τὰς διαφύσεις ταύτας ὡς ἐπὶ τὸ πᾶν διαλαβεῖν· ἐνίοτε γὰρ ἐνιαχοῦ καὶ ἐν ἐλάττοσιν ἡμέραις, καθάπερ ἐν Αἰγύπτῳ 〈κριθή〉· τριταίαν γάρ φασι καὶ τεταρ‐ | |
5 | ταίαν ἀνατέλλειν· παρ’ ἄλλοις δὲ ἐν πλείοσι τῶν εἰρημένων, ὅπερ καὶ οὐκ ἄλογον, ὅταν καὶ χώρα καὶ ἀὴρ διαφέρῃ καὶ πρωϊαίτερον ἢ ὀψιαίτερον ἀρόσῃ καὶ τὰ ἐπιγινόμενα ἀνόμοια τυγχάνῃ. ἡ μὲν γὰρ μανὴ καὶ κούφη καὶ εὐκράτῳ ἀέρι ταχὺ | |
10 | καὶ ῥᾳδίως ἀναδίδωσιν, ἡ δὲ γλίσχρα καὶ βαρεῖα βραδέως, ἡ δὲ τοῖς τόποις αὐχμωδεστέρα βραδύ‐ τερον. | |
Hist Plant.8.1.7 | Ἔτι δὲ ἂν χειμῶνες ἐπιγένωνται καὶ αὐχμοὶ καὶ εὐδίαι καὶ πάλιν ὕδατα· καὶ γὰρ ἐν τούτοις | |
πολὺ παραλλάττουσιν. ὡσαύτως δὲ καὶ ἐὰν ἡ γῆ προειργασμένη καὶ κόπρον ἔχουσα τυγχάνῃ, | ||
5 | καὶ ἐὰν μηδὲν τούτων· ἐπεὶ καὶ περὶ τὸ πρωϊ‐ σπορεῖν ἕκαστα καὶ ὀψισπορεῖν αἱ χῶραι διαφέ‐ ρουσιν. ἔνιοι δὲ καὶ περὶ τὴν Ἑλλάδα πάντα πρωϊσπορεῖν εἰώθασι διὰ ψυχρότητα τῆς χώρας, ὥσπερ οἱ Φωκεῖς, ὅπως ἂν οἱ χειμῶνες μὴ νήπια | |
10 | καταλαμβάνωσιν. | |
Hist Plant.8.2.1 | Βλαστάνει δὲ τὰ μὲν ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν ἀφιέντα καὶ τὸ φύλλον, τὰ δὲ ἑκάτερον ἐξ ἑκατέρου τοῦ ἄκρου. πυρὸς μὲν οὖν καὶ κριθὴ καὶ τίφη καὶ ὅλως ὅσα σιτώδη πάντα ἐξ ἑκατέρου | |
5 | ὥσπερ ἐν τῷ στάχυϊ πέφυκεν, ἀπὸ μὲν τοῦ κάτω τοῦ παχέος τὴν ῥίζαν ἀπὸ δὲ τοῦ ἄνω τὸν βλασ‐ τόν· ἓν δέ τι καὶ συνεχὲς γίνεται τὸ ἀμφοῖν τῆς τε ῥίζης καὶ τοῦ καυλοῦ. κύαμος δὲ καὶ τὰ ἄλλα χεδροπὰ οὐχ ὁμοίως, ἀλλ’ ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν | |
10 | καὶ τὸν καυλόν, καθ’ ὃ καὶ ἡ πρόσφυσις αὐτῶν ἐστι πρὸς τὸν λοβόν, ἐν ᾧ καὶ ἔχουσιν οἷον ἀρχήν τινα φανεράν· ἐπ’ ἐνίων δὲ καὶ αἰδοιῶδες φαίνεται, καθάπερ ἐπὶ τῶν κυάμων καὶ τῶν ἐρεβίνθων καὶ μάλιστα τῶν θέρμων· ἐκ τούτου γὰρ ἡ μὲν ῥίζα | |
15 | κάτω τὸ δὲ φύλλον καὶ ὁ καυλὸς ἄνω χωρεῖ. | |
Hist Plant.8.2.2 | Ταύτῃ μὲν οὖν πη διαφέρει. τῇ δὲ ὁμοίως ἔχει τῷ πάντα κατὰ τὴν πρόσφυσιν τοῦ λοβοῦ | |
καὶ τοῦ στάχυος ἀφιέναι τὴν ῥίζαν καὶ μὴ καθάπερ ἐν τοῖς δενδρικοῖς τισιν ἀνάπαλιν, οἷον | ||
5 | ἀμυγδαλῇ καρύῳ βαλάνῳ τοῖς τοιούτοις. ἐν ἅπασι δὲ ἡ ῥίζα μικρῷ πρότερον ἐκφύεται τοῦ καυλοῦ· συμβαίνει δὲ ἔν γέ τισι τῶν δένδρων ὥστε τὸν μὲν βλαστὸν ἐν αὐτῷ τῷ σπέρματι βλαστάνειν πρῶτον, αὐξανομένου δὲ διΐστασθαι | |
10 | τὰ σπέρματα—πάντα γάρ πως καὶ ταῦτα διμερῆ, τὰ δὲ δὴ χεδροπὰ φανερῶς πάντα δίθυρα καὶ σύνθετα—τὴν δὲ ῥίζαν εὐθὺς ἔξω προωθεῖσθαι· ἐν δὲ τοῖς σιτηροῖς διὰ τὸ καθ’ ἓν αὐτὰ εἶναι τοῦτο μὲν οὐ συμβαίνει, προτερεῖ δὲ ἡ ῥίζα | |
15 | μικρόν. | |
Hist Plant.8.2.3 | Ἀναφύεται δὲ ἡ μὲν κριθὴ καὶ ὁ πυρὸς μονό‐ φυλλα, ὁ δὲ πισὸς καὶ ὁ κύαμος καὶ ὁ ἐρέβινθος πολύφυλλα. ῥίζαν δὲ ἔχει τὰ μὲν χεδροπὰ πάντα ξυλώδη καὶ μίαν ἀπὸ δὲ ταύτης καὶ ἀποφύσεις | |
5 | λεπτάς. βαθυρριζότατον δὲ ὡς εἰπεῖν τούτων ὁ ἐρέβινθος, ἐνίοτε δὲ καὶ παρακαθίησιν· ἀλλ’ ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ τὰ ἄλλα τὰ σιτώδη πολύρριζα καὶ λεπτόρριζα, δι’ ὃ καὶ ταρρώδη. καὶ πολύκλαδα καὶ πολύκαυλα πάντα τὰ τοιαῦτα. | |
10 | σχεδὸν δὲ καὶ ἐναντίωσίς τις ἑκατέρων ἐστί· τὰ μὲν γὰρ χεδροπὰ μονόρριζα ὄντα πολλὰς ἄνωθεν ἀπὸ τῶν καυλῶν ἀποφύσεις ἔχει πλὴν κυάμου· | |
τὰ δὲ σιτηρὰ πολύρριζα πολλοὺς μὲν ἀνίησι βλαστούς, ἀπαράβλαστοι δὲ οὗτοι, πλὴν εἴ τι | ||
15 | γένος πυρῶν τοιοῦτον, οὓς καλοῦσι σιτανίας καὶ κριθανίας. | |
Hist Plant.8.2.4 | Τὸν μὲν οὖν χειμῶνα ἐν τῇ χλόῃ μένει τὰ σιτώδη, διαγελώσης δὲ τῆς ὥρας καυλὸν ἀφίησιν ἐκ τοῦ μέσου καὶ γονατοῦται. συμβαίνει δ’ εὐθὺς ἐν τῷ τρίτῳ γόνατι, τοῖς δὲ ἐν τῷ τετάρτῳ, | |
5 | καὶ τὸν στάχυν ἔχειν ἀλλ’ οὐ φανερὸν ἐν τῷ ὄγκῳ· —γίνεται δὲ ἐν τῷ ὅλῳ καλάμῳ πλείω τούτων· —ὥστε σχεδὸν ἅμα τῷ καλαμοῦσθαι συνίστασθαι 〈ἢ〉 μικρὸν ὕστερον· ἀλλ’ οὐ πρό‐ τερον φανερὸς γίνεται πρὶν ἂν προαυξηθεὶς ἐν τῇ | |
10 | κάλυκι γένηται, τότε δὲ ἡ κύησις φανερὰ διὰ τὸν ὄγκον. | |
Hist Plant.8.2.5 | Ἀπολυθεὶς δ’ εὐθὺς ἀνθεῖ μεθ’ ἡμέρας τέτταρας ἢ πέντε καὶ πυρὸς καὶ κριθὴ καὶ ἀνθεῖ σχεδὸν τὰς ἴσας, οἱ δὲ τὰς πλείστας λέγοντες ἐν ταῖς ἑπτά φασιν ἀπανθεῖν. ἀλλὰ τῶν χεδροπῶν | |
5 | χρόνιος ἡ ἄνθησις· χρονιωτάτη δὲ τῶν μὲν ἄλλων ὀρόβου καὶ ἐρεβίνθου, τούτων δ’ ἁπάντων τοῦ κυάμου καὶ ἐν μεγίστῃ διαφορᾷ· τετταράκοντα γὰρ ἡμερῶν ἀνθεῖν λέγουσι· πλὴν οἱ μὲν ἀεὶ παρανθοῦντος ἑτέρου καὶ ἑτέρου λέγουσι, κατὰ | |
10 | μέρος γὰρ ἀνθεῖν, οἱ δὲ ἁπλῶς. ἡ γὰρ ἄνθησις τῶν μὲν σταχυηρῶν ἀθρόως τῶν δὲ ἐλλοβωδῶν καὶ χεδροπῶν πάντων κατὰ μέρος· πρῶτα γὰρ ἀνθεῖ τὰ κάτω, καὶ ὅταν ταῦτα ἀπανθήσῃ τὰ | |
ἐχόμενα, καὶ οὕτως αἰεὶ βαδίζει πρὸς τὰ ἄνω. | ||
15 | δι’ ὃ πολλὰ τῶν ὀρόβων τίλλεται τὰ μὲν κάτω κατερρυηκότα τὰ δ’ ἄνω χλωρὰ πάμπαν. | |
Hist Plant.8.2.6 | Μετὰ δὲ τὴν ἀπάνθησιν ἁδρύνονται καὶ τελ‐ ειοῦνται πυρὸς μὲν καὶ κριθὴ τετταρακοσταῖα μάλιστα· παραπλησίως δὲ καὶ τίφη καὶ τἆλλα τὰ τοιαῦτα. τετταρακοσταῖον δέ φασι καὶ τὸν | |
5 | κύαμον, ὥστε ἐν ἴσαις ἀνθεῖν καὶ τελειοῦσθαι· τὰ δ’ ἄλλα ἐν ἐλάττοσιν· ἐλαχίσταις δὲ ὁ ἐρέ‐ βινθος, εἴπερ ἀπὸ τῆς σπορᾶς ἐν τετταράκοντα τελειοῦται ταῖς ἁπάσαις ὥσπερ τινές φασιν· ἐπεὶ τό γ’ ὅλον ὅτι τάχιστα φανερόν. οἱ δὲ | |
10 | κέγχροι καὶ τὰ σήσαμα καὶ οἱ μέλινοι καὶ ὅλως τὰ θερινὰ σχεδὸν ὁμολογεῖται τὰς τετταράκονθ’ ἡμέρας λαμβάνειν· οἱ δέ φασι καὶ ἐλάττους. | |
Hist Plant.8.2.7 | Διαφέρει δὲ καὶ πρὸς τὴν τελείωσιν χώρα τε χώρας καὶ ἀὴρ ἀέρος· ἐν ἐλάττοσι γὰρ ἔνιαι δοκοῦσιν ἐκφέρειν, ὥσπερ ἄλλαι τε καὶ μάλιστα ἐπιδήλως Αἴγυπτος· ἐκεῖ γὰρ κριθαὶ μὲν ἐν | |
5 | ἑξαμήνῳ πυροὶ δὲ ἐν τῷ ἑβδόμῳ θερίζονται· περὶ δὲ τὴν Ἑλλάδα κριθαὶ μὲν ἐν τῷ ἑβδόμῳ παρὰ δὲ τοῖς πλείστοις ὀγδόῳ, πυροὶ δὲ ἔτι προσεπι‐ λαμβάνουσιν. οὐ μὴν οὐδὲ ἐκεῖ τό γε πᾶν πλῆθος οὕτως, ἀλλ’ ὅσον εἰς ἀπαρχήν· κομίζεται γὰρ | |
10 | πρὸς ἱερῶν τινῶν χρείαν ἄλφιτα νέα τῷ ἕκτῳ μηνὶ καὶ ταῦτα ἐκ τῶν ἄνω τόπων ὑπὲρ Μέμφιν. | |
Hist Plant.8.2.8 | Λέγεται δὲ καὶ ἐν Σικελίᾳ τῆς Μεσσηνίας ἐν ταῖς καλουμέναις Μύλαις ταχεῖάν τινα γίνεσθαι τὴν τελείωσιν τῶν ὀψίων· τὸν τῶν ὀσπρίων μὲν γὰρ σπορητὸν ἓξ μῆνας, τὸν δὲ τῷ ὑστάτῳ | |
5 | σπείραντα θερίζειν ἅμα τοῖς πρώτοις· ἀγαθὴν δὲ διαφερόντως εἶναι τὴν χώραν, ὥστε τριακοντάχοα ποιεῖν, ἔχειν δὲ καὶ νομὰς θαυμαστὰς καὶ ὕλην. ἐν Μήλῳ δέ τι θαυμασιώτερον λέγουσιν· ἐν γὰρ τριάκοντα ἢ τετταράκοντα ἡμέραις σπαρέντα | |
10 | θερίζουσι, δι’ ὃ καὶ λέγειν αὐτοὺς ὅτι μέχρι τούτου δεῖ σπείρειν ἕως ἂν ἴδῃ τις δράγμα· γίνεσθαι δὲ οὔτε ὄσπρια τοιαῦτα οὔτε πολλὰ παρ’ αὐτοῖς. δεινὴν δέ τινα διαδοῦναι τὴν χώραν τροφήν· καὶ γὰρ εἶναι σιτοφόρον μὲν καὶ ἐλαιο‐ | |
15 | φόρον ἀγαθὴν ἀμπελοφόρον δὲ μετρίαν. | |
Hist Plant.8.2.9 | Ὑπερβάλλον δ’ ἔτι τούτου καὶ πάντων θαυμα‐ σιώτερον τὸ περὶ Χαλκίαν τὴν νῆσον τὴν Ῥοδίων γινόμενον· ἐκεῖ γάρ φασιν εἶναί τινα τόπον πρώϊον οὕτω καὶ εὔφορον ὡς σπαρεισῶν κριθῶν | |
5 | ἅμα ταῖς ἄλλαις θερίσαντες ταύτας σπείρουσιν εἶτα πάλιν, εἶτα θερίζουσιν ἅμα τοῖς λοιποῖς· μεγίστη μὲν οὖν, εἴπερ ἀληθής, αὕτη διαφορά. τὸ γὰρ εἰς ἑτέραν χώραν μετενεχθέντα διαφέρειν, ὥσπερ ἐκ Κιλικίας φασὶν εἰς Καππαδοκίαν καὶ | |
10 | ὅλως τὴν ἐπέκεινα τοῦ Ταύρου, ἧττον ἄτοπον· | |
φανερὰ γὰρ ἡ τῶν τόπων διάστασις. | ||
Hist Plant.8.2.10 | Τὸ δὲ τὴν αὐτὴν διφορεῖν, ἐν ᾧπερ γε ἅπαξ αἱ ἄλλαι, σύνορον οὖσαν καὶ μίαν θαυμασιώτατον· αὕτη μὲν οὖν ἐν μεγίστῃ διαφορᾷ. Τὰ δὲ κατὰ τὰς ἄλλας χώρας οὐ πολλὴν ἢ | |
5 | οὐδεμίαν ὡς εἰπεῖν τοῦ γε χρόνου λαμβάνει διάστασιν· προτερεῖ γὰρ ταῖς ὥραις τὰ Ἀθή‐ νῃσι τῶν περὶ Ἑλλήσποντον ἡμέραις τριάκοντα μάλιστα ἢ οὐ πολλῷ πλείοσιν· εἰ μὲν οὖν καὶ ὁ σπορητὸς πρότερον, μετάθεσις ἂν εἴη τῆς ὥρας· | |
10 | εἰ δ’ ἅμα, δῆλον ὅτι πλείων ἂν ὁ χρόνος. | |
Hist Plant.8.2.11 | Οὐ μικρὰν δὲ ποιοῦσι διαφορὰν οὐδὲ οἱ τόποι, καίπερ ἔνιοι συνεγγὺς ὄντες· τὰ γὰρ ἐν Σαλαμῖνι προτερεῖ πολὺ τῶν ἄλλων τῶν ἐν τῇ Ἀττικῇ καὶ ὅλως τὰ ἐπιθαλάττια καὶ εἰς ταῦτα καὶ εἰς τοὺς | |
5 | ἄλλους καρπούς, ὡς τὰ περὶ τὴν Ἀκτὴν καλου‐ μένην τῆς Πελοποννήσου καὶ τὰ ἐν Φαλύκῳ τῆς Μεγαρίδος· πλὴν ἐνταῦθά γε συμβάλλεται καὶ τὸ λεπτόγεων εἶναι καὶ ψαφαρὰν τὴν χώραν. καὶ τὰ μὲν περὶ τὴν γένεσιν καὶ τὴν | |
10 | τελείωσιν οὕτως ἔχει. | |
Hist Plant.8.3.1 | Διαφέρει δὲ καθ’ ὅλα τὰ γένη τὰ διῃρη‐ μένα τῶν γενῶν, οἷον σῖτος χεδροπὰ τὰ θερινά, καὶ καθ’ ἕκαστον γένος τὰ ὁμογενῆ. τὰ μὲν γὰρ | |
σιτώδη τὸ φύλλον ἔχει καλάμου, τῶν δὲ χεδρο‐ | ||
5 | πῶν τὰ μὲν περιφερές, οἷον ὁ κύαμος καὶ σχεδὸν τὰ πλεῖστα, τὰ δὲ προμηκέστερον, οἷον ὁ πισὸς καὶ ὁ λάθυρος καὶ ὁ ὦχρος καὶ τὰ τοιαῦτα. καὶ τὰ μὲν ἰνώδη τὰ δ’ ἄφλεβα καὶ ἄϊνα. τὸ δὲ σήσαμον καὶ τὸ ἐρύσιμον ἰδιώτερα παρὰ ταῦτα. | |
Hist Plant.8.3.2 | Πάλιν ὁ καυλὸς τῶν μὲν γονατώδης καὶ κοῖλος, δι’ ὃ καὶ καλεῖται κάλαμος· ὁ δὲ τοῦ κυάμου κοῖλος, τῶν δ’ ἄλλων χεδροπῶν ξυλωδέστερος, ξυλωδέστατος δὲ ὁ ἐρέβινθος· τῶν δὲ θερινῶν | |
5 | κέγχρου μὲν καὶ μελίνου καλαμώδης, σησάμου δὲ καὶ ἐρυσίμου ναρθηκώδης μᾶλλον. καὶ τὰ μέν ἐστιν ὀρθόκαυλα, καθάπερ πυρὸς καὶ κριθὴ καὶ ὅλως τὰ σιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον, οἷον ἐρέβινθος ὄροβος φακός, τὰ δ’ ἐπι‐ | |
10 | γειόκαυλα, καθάπερ ὦχρος πισὸς λάθυρος· ὁ δὲ δόλιχος, ἐὰν παρακαταπήξῃ τις ξύλα μακρά, ἀναβαίνει καὶ γίνεται κάρπιμος, εἰ δὲ μή, φαῦλος καὶ ἐρυσιβώδης· μόνος δ’ ἢ μάλιστα τῶν χεδρο‐ πῶν ὀρθόκαυλος ὁ κύαμος. | |
Hist Plant.8.3.3 | Ἔχει δὲ καὶ τὰ ἄνθη διαφορὰν καὶ τῇ φύσει καὶ τῇ θέσει, περὶ ὧν σχεδὸν ἐν τοῖς καθ’ ὅλου διείλομεν, ὅτι τὰ μὲν χνοώδη, καθάπερ σίτου καὶ παντὸς τοῦ σταχυώδους· τὰ δὲ φυλλώδη, καθά‐ | |
5 | περ τῶν χεδροπῶν, καὶ τῶν πλείστων κολοβά· τὰ γὰρ πολλὰ κολοβανθῆ· χνοῶδες δὲ καὶ τὸ τοῦ κέγχρου καὶ μελίνου τοῦ δὲ σησάμου καὶ τοῦ ἐρυσίμου φυλλῶδες. καὶ ὅτι δὴ τὰ μὲν ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον τὰ σιτώδη καὶ | |
10 | κεγχρώδη περὶ τὸν στάχυν· τὰ δὲ χεδροπὰ ἐξ αὐτοῦ πως τοῦ ἄνθους ἢ ἀπό γε τῆς αὐτῆς ἀρχῆς γίνεται. καὶ τὴν ἄνθησιν, ὅτι τὰ μὲν ἀθρόαν τὰ δὲ κατὰ μέρος ποιεῖται· καὶ τἆλλα δὲ τὰ παραπλήσια τούτοις. | |
Hist Plant.8.3.4 | Ὁμοίως δὲ καὶ τὰ κατὰ τοὺς καρπούς, ὅτι τὰ μὲν ἔχει στάχυν, τὰ δὲ χεδροπὰ λοβόν, τὰ δὲ κεγχρώδη φόβην· ἡ δὲ καλαμώδης ἀπόχυσις φόβη. τὸ δ’ ὅλον ἐναγγειόσπερμα, τὰ δὲ ἐνυ‐ | |
5 | μενόσπερμα, τὰ δὲ γυμνόσπερμα· καὶ ἔτι τὰ μὲν ἀκρόκαρπα, τὰ δὲ πλαγιόκαρπα, καὶ ὅσα δὴ ἄλλα ταύτης ἔχεται τῆς θεωρίας. Ὅλως δὲ πολυκαρπότερα καὶ πολυχούστερα τὰ χεδροπά, τούτων δ’ ἔτι μᾶλλον τὰ θερινὰ | |
10 | κέγχρος καὶ σήσαμον, αὐτῶν δὲ τῶν χεδροπῶν | |
Hist Plant.8.3.5 | μάλιστα φακός. ἁπλῶς δὲ τὰ μικροσπερμότερα μᾶλλον ὡς εἰπεῖν, ὥσπερ καὶ τῶν λαχανωδῶν κύμινον ἁπάντων ὄντων πολυσπέρμων. ἰσχυρό‐ τερα δὲ πρὸς μὲν τὸν χειμῶνα καὶ ὅλως τὰ | |
5 | τοῦ ἀέρος τὰ σιτηρά, πρὸς δὲ τὴν τροφὴν τὰ χεδροπά. τάχα δὲ τοῦτό γε ἡμῖν τοῖς ἄλλοις ἀνάπαλιν. | |
Hist Plant.8.4.1 | Τὰ μὲν οὖν ὅλα γένη τοιαύτας ἔχει δια‐ φοράς· τὰ δὲ ὁμογενῆ δῆλον ὅτι κατὰ τὴν τῶν μερῶν ἀνωμαλίαν, οἷον τῶν σιτωδῶν πυρὸς κριθῆς στενοφυλλότερον καὶ λειοκαυλότερον καὶ | |
5 | πυκνότερον καὶ γλισχρότερον ἔχει τὸν καυλὸν καὶ δυσθλαστότερον· ἅμα δὲ καὶ ὁ μὲν ἐν χιτῶσι πολλοῖς ἡ δὲ γυμνόν· μάλιστα γὰρ δὴ γυμνοσπέρματον ἡ κριθή. πολύλοπον δὲ καὶ ἡ τίφη καὶ ἡ ὀλύρα καὶ πάντα τὰ τοιαῦτα καὶ | |
10 | μάλιστα πάντων ὡς εἰπεῖν ὁ βρόμος. ἔστι δὲ καὶ ὑψηλότερος ὁ κάλαμος τοῦ πυροῦ ἢ τῆς κριθῆς, καὶ τὸν στάχυν ἀπηρτημένον ἔχει τοῦ φύλλου μᾶλλον ὁ πυρός. Ἴδιον δὲ καὶ τὸ ἄχυρον τοῦ κριθίνου τὸ πύρινον· | |
15 | ἐγχυλότερον γὰρ καὶ μαλακώτερον. διαφέρει δὲ | |
Hist Plant.8.4.2 | ἡ κριθὴ καὶ τούτῳ τῶν πυρῶν· ἡ μὲν γὰρ στοι‐ χειώδης, ὁ δὲ πυρὸς ἄστοιχος καὶ πανταχόθεν ὁμαλής τις. Τῷ μὲν οὖν ὅλῳ γένει πρὸς γένος τοιαῦταί | |
5 | τινές εἰσι διαφοραί. καθ’ ἑκάτερον δὲ τούτων πάλιν, οἷον πυρῶν καὶ κριθῶν, πολλὰ γένη καὶ τοῖς καρποῖς αὐτοῖς διαφέροντα καὶ τοῖς στάχυσι | |
καὶ ταῖς ἄλλαις μορφαῖς καὶ ἔτι ταῖς δυνάμεσι καὶ τοῖς πάθεσι. τῶν μὲν κριθῶν αἱ μέν εἰσι | ||
10 | δίστοιχοι αἱ δὲ τρίστοιχοι αἱ δὲ τετράστοιχοι καὶ πεντάστοιχοι· πλεῖστον δ’ ἑξάστοιχον, καὶ γὰρ τοιοῦτό τι γένος ἐστί. πυκνότεραι δὲ ἀεὶ κατὰ τὴν θέσιν ὡς ἐπὶ πᾶν αἱ πολυστοιχότεραι. διαφορὰ δὲ μεγάλη καὶ τὸ παραβλαστητικὴν | |
15 | εἶναι, καθάπερ εἴπομεν τὴν Ἰνδικήν. καὶ οἱ στάχυες δὲ τῶν μὲν μεγάλοι καὶ μανότεροι ταῖς κριθαῖς τῶν δὲ ἐλάττους καὶ πυκνότεροι, καὶ ἀπέχοντες δὲ τοῦ φύλλου τῶν μὲν πολὺ τῶν δὲ μικρόν, ὥσπερ τῶν Ἀχιλλείων καλουμένων. καὶ | |
20 | αὐτῶν δὲ τῶν κριθῶν αἱ μὲν στρογγυλότεραι καὶ ἐλάττους αἱ δὲ προμηκέστεραι καὶ μείζους καὶ μανότεραι κατὰ τὸν στάχυν. ἔτι δὲ αἱ μὲν λευ‐ καί, αἱ δὲ μέλαιναι καὶ ἐπιπορφυρίζουσαι, αἵπερ καὶ πολυάλφιτοι δοκοῦσιν εἶναι καὶ πρὸς τοὺς | |
25 | χειμῶνας δὲ καὶ τὰ πνεύματα καὶ ὅλως τὸν ἀέρα τῶν λευκῶν ἰσχυρότεραι. | |
Hist Plant.8.4.3 | Πολλὰ δὲ γένη καὶ τῶν πυρῶν ἐστιν εὐθὺς ἀπὸ τῶν χωρῶν ἔχοντα τὰς ἐπωνυμίας, οἷον Λιβυκοὶ Ποντικοὶ Θρᾷκες Ἀσσύριοι Αἰγύπτιοι Σικελοί. διαφορὰς δὲ καὶ ταῖς χροιαῖς καὶ τοῖς | |
5 | μεγέθεσι καὶ τοῖς εἴδεσι καὶ ταῖς ἰδιότησιν ἔχουσι καὶ ἐν ταῖς δυνάμεσι ταῖς τε ἄλλαις καὶ | |
μάλιστα ταῖς πρὸς τὴν σίτησιν. τινὲς καὶ ἀπ’ ἄλλων τὰς προσηγορίας, οἷον καγχρυδίας στλεγ‐ γὺς Ἀλεξάνδρειος· ὧν ἁπάντων ἐν τοῖς εἰρημένοις | ||
10 | τὰς διαφορὰς ληπτέον. οὐχ ἥκιστα δ’ οἰκεῖαι εἴ τις λαμβάνοι τὰς τοιαύτας· οἷόν εἰσιν οἱ μὲν πρώϊοι οἱ δὲ ὄψιοι, καὶ εὐαυξεῖς καὶ πολύχοι οἱ δὲ 〈μικροὶ〉 καὶ ὀλιγόχοι, καὶ μεγαλοστάχυες οἱ δὲ μικροστάχυες. καὶ οἱ μὲν ἐν κάλυκι πολὺν χρόνον | |
15 | οἱ δ’ ὀλίγον ἐνόντες, ὥσπερ ὁ Λιβυκός. καὶ κάλα‐ μον οἱ μὲν λεπτὸν οἱ δὲ παχύν· καὶ τοῦτο ὁ Λι‐ βυκὸς ἔχει, παχὺν δὲ καὶ ὁ καγχρυδίας. ἔτι δὲ χιτῶνας οἱ μὲν ὀλίγους οἱ δὲ πολλούς, ὥσπερ ὁ Θρᾴκιος. καὶ ὁ μὲν μονοκάλαμος ὁ δὲ πολυκά‐ | |
20 | λαμος, καὶ μᾶλλον δὲ καὶ ἧττον. | |
Hist Plant.8.4.4 | Ὁμοίως δὲ καὶ εἴ τι παραπλήσιον τούτοις ἢ τοῖς πρότερον εἰρημένοις κατὰ τὰς δυνάμεις. αἱ γὰρ τοιαῦται φυσικώταται δόξαιεν ἂν εἶναι τῶν διαφορῶν. ἐν αἷς καὶ τὸ τῶν τριμήνων καὶ | |
5 | τὸ τῶν διμήνων καὶ εἴ τι γένος ἐν ἐλάττοσιν ἡμέραις τελειοῦται, καθάπερ φασὶν εἶναι περὶ τὴν Αἰνείαν, οἳ τετταράκοντα ἡμέραις ἀπὸ τῆς σπορᾶς ἁδρύνονται καὶ τέλος ἴσχουσιν· εἶναι δ’ ἰσχυρὸν τοῦτον καὶ βαρὺν οὐχ ὥσπερ τὸν τρί‐ | |
10 | μηνον κοῦφον, δι’ ὃ καὶ τοῖς οἰκέταις παρ‐ έχειν, καὶ γὰρ οὐδὲ πίτυρον ἔχειν πολύ. σπα‐ | |
νιώτατος μὲν οὖν καὶ τάχιστος εἰς τελείωσιν οὗτος. εἰσὶ δὲ καὶ δίμηνοί τινες οἵπερ καὶ ἐκ Σικελίας ἐκομίσθησαν εἰς Ἀχαίαν· ὀλιγοχόοι δὲ | ||
15 | καὶ ὀλιγογόνοι καὶ κοῦφοι κατὰ τὴν προσφορὰν καὶ ἡδεῖς. καὶ ἄλλοι δέ τινες οἱ περὶ Εὔβοιαν εἰσὶ καὶ μάλιστα ἐν τῇ Καρυστίᾳ. τρίμηνοι δὲ πολλοὶ καὶ πανταχοῦ κοῦφοι οὗτοι καὶ ὀλιγοχόοι καὶ μονοκάλαμοι κατὰ τὴν ἔκφυσιν καὶ τὸ ὅλον | |
Hist Plant.8.4.5 | ἀσθενεῖς. κουφότατος μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν πυρὸς ὁ Ποντικός· βαρύτερος δὲ τῶν εἰς τὴν Ἑλλάδα παραγινομένων ὁ Σικελός· τούτου δ’ ἔτι βαρύτερος ὁ Βοιωτός· σημεῖον δὲ λέγουσιν ὅτι | |
5 | οἱ μὲν ἀθληταὶ ἐν τῇ Βοιωτίᾳ τρί’ ἡμιχοίνικα μόλις ἀναλίσκουσιν, Ἀθήναζε δὲ ὅταν ἔλθωσι πένθ’ ἡμιχοίνικα ῥᾳδίως. κοῦφος δὲ καὶ ὁ ἐν τῇ Λακωνικῇ. τούτων μὲν οὖν ἔν τε ταῖς χώ‐ ραις καὶ τῷ ἀέρι τὸ αἴτιον· ἐπεὶ καὶ περὶ τὴν | |
10 | Ἀσίαν οὐ πόρρω Βάκτρων ἐν μέν τινι τόπῳ οὕτως ἁδρὸν εἶναί φασι τὸν σῖτον ὥστε πυρῆνος ἐλαίας μέγεθος λαμβάνειν, ἐν δὲ τοῖς Πισσάτοις καλουμένοις οὕτως ἰσχυρὸν ὥστ’ εἴ τις πλεῖον προσενέγκοιτο διαρρήγνυσθαι, καὶ τῶν Μακε‐ | |
15 | δόνων καὶ πολλοὺς τοῦτο παθεῖν. ἄτοπον δὲ καὶ ἀνομολογούμενον πρὸς τὴν τῶν τριμήνων κουφότητα τὸ περὶ τοὺς Ποντικοὺς συμβαῖνον· εἰσὶ γὰρ οἱ μὲν σκληροὶ ἠρινοὶ οἱ δὲ μαλακοὶ χειμερινοί· πολὺ γὰρ διαφέρει τῇ κουφότητι ὁ | |
Hist Plant.8.4.6 | μαλακός. [ὁμοίως δὲ καὶ δύο ἀρότους ὡς ἔοικε παντὸς τοῦ σίτου ποιοῦνται, τὸν μὲν χειμερινὸν τὸν δὲ ἠρινόν, ἐν ᾧ καὶ τὰ ὄσπρια καταβάλ‐ λουσιν]. | |
5 | Εἰσὶ δὲ καὶ οἱ μὲν καθαροὶ αἰρῶν, ὥσπερ ὁ Ποντικὸς καὶ ὁ Αἰγύπτιος· καθαρὸς δὲ ἐπιει‐ κῶς καὶ ὁ Σικελὸς καὶ μάλιστα ὁ Ἀκραγαντῖνος οὐκ αἰρώδης. Ὁ δὲ Σικελὸς ἴδιον ἔχει τὸ μελάμπυρον καλού‐ | |
10 | μενον, ὅ ἐστιν ἀβλαβὲς καὶ οὐχ ὥσπερ ἡ αἶρα βαρὺ καὶ κεφαλαλγές. ἀλλὰ τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, ταῖς χώραις ἀναθετέον καὶ ὅσον ἐπιβάλλει τοῖς γένεσιν. | |
Hist Plant.8.5.1 | Ἐν δὲ τοῖς ὀσπρίοις οὐχ ὁμοίως ἐστὶ λαβεῖν τὰς τοιαύτας διαφοράς, εἴτ’ οὖν διὰ τὸ μὴ ἐξετάζειν ὁμοίως εἴτε καὶ διὰ τὸ μονοειδέ‐ στερα τυγχάνειν· ἔξω γὰρ ἐρεβίνθου καὶ φακοῦ | |
5 | καὶ ἐπ’ ὀλίγου κυάμου καὶ ὀρόβου, καθ’ ὅσον ἡ τῶν χρωμάτων καὶ τῶν χυλῶν διαφορά, τῶν γ’ ἄλλων οὐ ποιοῦσιν ἰδέας. οἱ δὲ ἐρέβινθοι καὶ τοῖς μεγέθεσι καὶ τοῖς χυλοῖς καὶ τοῖς χρώμασι καὶ ταῖς μορφαῖς διαφέρουσιν, οἷον | |
10 | κριοὶ ὀροβιαῖοι οἱ ἀνὰ μέσον. ἐπὶ πᾶσι δὲ τὰ λευκὰ γλυκύτερα· καὶ γὰρ ὁ ὄροβος καὶ φακὸς καὶ ἐρέβινθος καὶ κύαμος καὶ σήσαμον· ἔστι γὰρ καὶ σήσαμον λευκόν. | |
Hist Plant.8.5.2 | Ἀλλὰ μᾶλλον ἐν τοῖς τοιοῖσδε ποιεῖν ἐστι τὰς | |
διαφορὰς οἷον, ἐπεὶ πάντα ταῦτ’ ἔλλοβα, τὰ μὲν αὐτῶν ἀδιάφρακτα καὶ ὥσπερ συμψαύοντα τυγ‐ χάνει, καθάπερ ὄροβος πισὸς καὶ σχεδὸν τὰ πλεῖ‐ | ||
5 | στα, τὰ δὲ διαπεφραγμένα, καθάπερ θέρμος, ἔτι δὲ μᾶλλον καὶ ἰδίως τὸ σήσαμον. καὶ τὰ μὲν μακρόλοβα τὰ δὲ καὶ στρογγυλόλοβα, καθάπερ ὁ ἐρέβινθος. ἀνὰ λόγον δ’ ἀκολουθεῖ καὶ τὰ πλήθη τῶν σπερμάτων· ἐλάττω γὰρ ἐν τοῖς μικροῖς, | |
10 | ὥσπερ ἔν τε τῷ τῶν ἐρεβίνθων καὶ ἐν τῷ τῶν φακῶν. | |
Hist Plant.8.5.3 | Καὶ παραπλήσιαι δὲ ἴσως αἱ τοιαῦται καὶ ἃς ἐπὶ τῶν σιτηρῶν ἐλέγομεν περὶ τῶν σταχύων καὶ αὐτῶν τῶν καρπῶν· ἐπεὶ καὶ οἱ καλούμενοι λοβοὶ σχεδὸν ἀκόλουθοι τοῖς σπέρμασίν εἰσιν, οἱ μὲν | |
5 | ἐπιπλατεῖς, ὥσπερ οἱ τοῦ φακοῦ καὶ τῆς ἀφάκης, οἱ δὲ κυλινδρώδεις μᾶλλον, ὡς οἱ τοῦ ὀρόβου καὶ τοῦ πισοῦ· τὰ γὰρ σπέρματα ἑκατέρων τοιαῦτα τοῖς σχήμασι· ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς πολλὰς ἄν τις εὕροι καθ’ ἕκαστον, ὧν αἱ μὲν | |
10 | κοιναὶ πᾶσιν αἱ δὲ ἴδιαι κατὰ γένος. | |
Hist Plant.8.5.4 | Ὅτι δὲ πάντα προσπέφυκε τοῖς λοβοῖς καὶ ἔχει καθάπερ ἀρχήν τινα, τὰ μὲν προέχουσαν, ὥσπερ ὁ κύαμος καὶ ὁ ἐρέβινθος, τὰ δὲ καὶ ἔγκοιλον, ὥσπερ θέρμος καὶ ἄλλ’ ἄττα, τὰ δὲ | |
5 | οὕτω μὲν οὐ φανερὰν ἐλάττω δὲ καὶ ὥσπερ ἀπο‐ σημαίνουσαν μόνον, δῆλον μὲν ἀπὸ τῆς ὄψεως· ἐξ ἧς καὶ ὅταν σπαρῇ βλαστάνει καὶ ῥιζοῦται, καθάπερ ἐλέχθη, κατ’ ἀρχὰς δὲ καὶ αὐτὰ τρέ‐ | |
φεται προσηρτημένα τῷ λοβῷ, μέχρι οὗ ἂν | ||
10 | τελειωθῇ· φανερὸν δέ ἐστι καὶ ἐκ τῶν νῦν καὶ ἐκ τῶν προειρημένων. περὶ μὲν οὖν τῶν κατὰ τὰς διαφορὰς ἅλις. | |
Hist Plant.8.6.1 | Σπείρειν δὲ ξυμφέρει πάντα μάλιστα μὲν ἐν τοῖς ὡραίοις ἀρότοις· οὐ μὴν ἀλλὰ καὶ ἐν ξηρᾷ τινες καταβάλλουσι καὶ οὐχ ἥκιστα πυροὺς καὶ κριθὰς ὡς μάλιστα αὐταρκεῖν δυνάμενα, ὅπου μὴ | |
5 | ὄρνισιν ἢ ἄλλοις θηρίοις ἐπισινὴς ἡ χώρα. δοκεῖ γὰρ ὡς ἐπὶ πᾶν ὁ πρῶτος ἄροτος ἀμείνων εἶναι, χείριστος δὲ σπόρος ἐν ταῖς ἡμιβρόχοις· ἀπόλ‐ λυται γὰρ καὶ ἐκγαλακτοῦται τὰ σπέρματα, καὶ ἅμα ξυμβαίνει πόαν ἀναφύεσθαι πολλήν. μετὰ | |
10 | δὲ τὴν σπορὰν ὕδωρ ἐπιγίνεσθαι πᾶσι ξυμφέρει, πλὴν ὅσα δυσβλαστῆ γίνεται μᾶλλον, ὥσπερ ὅ τε κύαμος δοκεῖ καὶ τῶν θερινῶν σήσαμον καὶ κύ‐ μινον καὶ ἐρύσιμον. | |
Hist Plant.8.6.2 | Πυκνοσπορεῖν δὲ καὶ μανοσπορεῖν καὶ πρὸς τὰς χώρας βλέποντα χρή· πλεῖον γὰρ ἡ πίειρα καὶ ἀγαθὴ δύναται φέρειν τῆς ὑφάμμου τε καὶ λεπτῆς. καίτοι λέγεταί τις λόγος ὡς ὁτὲ μὲν πλέον ὁτὲ δὲ | |
5 | ἔλαττον ἡ αὐτὴ δέχεται χώρα· καὶ οἰωνίζονται τὸ πλέον ὡς οὐκ ἀγαθόν, πεινῆν γὰρ εὐθύς φασι τὴν γῆν· οὗτος μὲν οὖν ἴσως εὐηθέστερος λόγος. εἰ δέ τις πρὸς τὰ σπέρματα θεωροίη καὶ μάλιστά γε πρὸς αὐτοὺς τοὺς τόπους ἅμα τῷ ἐδάφει | |
10 | καὶ τὴν θέσιν ἀναθεωρῶν τήν γε πρὸς τὰ πνεύ‐ ματα καὶ τὸν ἥλιον, οἰκειότερον ἂν λαμβάνοι τὰς διαφοράς. | |
Hist Plant.8.6.3 | Ἀνὰ λόγον δὲ ἔχει καὶ ἡ κόπρισις τοῖς σπόροις πρὸς τὰς χώρας· νειὸς δ’ ἀμείνων ἡ χειμέριος τῆς ἐαρινῆς. ἐνιαχοῦ δὲ οὐ ξυμφέρειν βαθεῖαν ἀρο‐ τριᾶν, ὥσπερ καὶ ἐν Συρίᾳ, δι’ ὃ μικροῖς ἀρότροις | |
5 | χρῶνται. παρ’ ἄλλοις δὲ τὸ λίαν ἐξεργάζεσθαι βλάπτει, καθάπερ ἐν Σικελίᾳ, δι’ ὃ καὶ τῶν ξένων ὡς ἔοικε πολλοὶ διαμαρτάνουσι. πάντα μὲν οὖν πρὸς τὰς χώρας. | |
Hist Plant.8.6.4 | Διαιροῦσι δὲ καὶ τὰ σπέρματα ποίᾳ ποῖον πρόσφορον· ἐν γὰρ ταῖς χειμεριναῖς πυρὸν μᾶλλον ἢ κριθήν, καὶ ὅλως σῖτον ἢ χεδροπὰ κελεύουσιν ἐν ταῖς χέρσοις καὶ διὰ χρόνου κινουμέναις· καὶ | |
5 | γὰρ αὗται πυρὸν φέρουσι μᾶλλον ἢ κριθήν. δέ‐ χεται δὲ καὶ ἐπομβρίαν μᾶλλον πυρὸς τῆς κριθῆς, καὶ ἐν τοῖς ἀκόπροις φέρει μᾶλλον. ὡσαύτως δὲ καὶ αὐτῶν τῶν πυρῶν ποῖος τῇ ποίᾳ πρόσφορος, οἷον ἀγαθῇ καὶ πιείρᾳ καὶ ψαφαρᾷ καὶ λεπτῇ | |
10 | 〈καὶ〉 ταῖς ἄλλαις ὁμοίως. | |
Hist Plant.8.6.5 | Ὕδωρ δὲ ὅταν μὲν χλοηφορήσῃ καὶ κυήσῃ πλεῖον ἅπασι ξυμφέρει· ἀνθοῦσι δὲ πυροῖς μὲν | |
καὶ κριθαῖς καὶ τοῖς σιτώδεσι βλαβερόν· ἀπόλ‐ λυσι γάρ· ὀσπρίοις δ’ ἀβλαβὲς πλὴν ἐρεβίνθων· | ||
5 | οὗτοι γὰρ ἀποκλυσθείσης τῆς ἅλμης ἀπόλλυνται σφακελίζοντες καὶ ὑπὸ καμπῶν κατεσθιόμενοι· ἰσχυρότερος δὲ ὁ μέλας ἐρέβινθος καὶ ὁ πυρρὸς τοῦ λευκοῦ· συμφέρει δέ, φασίν, ἐν τοῖς ἐφύδροις τόποις ὀψὲ σπείρειν αὐτόν. κύαμος δὲ ἀνθῶν | |
10 | μάλιστα φιλεῖ βρέχεσθαι, δι’ ὃ καὶ οὐκ ἐθέ‐ λουσιν ὀψισπορεῖν, ὥσπερ εἴπομεν, ὅτι πολὺν ἀνθεῖ· μετὰ δὲ τὴν ἀπάνθησιν ὀλίγου πάμπαν ὕδατος δεῖται· σύνεγγυς γὰρ ἡ τελείωσις. ἀλλ’ ὅταν ἁδρυνθῇ καὶ βλάπτειν δοκεῖ τὰ σιτώδη καὶ | |
15 | κριθὴν δὲ πυροῦ μᾶλλον. | |
Hist Plant.8.6.6 | Ἐν Αἰγύπτῳ δὲ καὶ Βαβυλῶνι καὶ Βάκτροις, ὅπου μὴ ὕεται ἡ χώρα 〈ἢ〉 σπανίως, αἱ δρόσοι τὸ ὅλον ἐκτρέφουσιν. ἔτι καὶ οἱ περὶ Κυρήνην καὶ Εὐεσπερίδας τόποι. καιριώτατα δὲ πᾶσιν ὡς | |
5 | ἁπλῶς εἰπεῖν τὰ ἠρινά· δι’ ὃ καὶ ἡ Σικελία πολύσιτος· πολλὰ γὰρ τοῦ ἦρος καὶ μαλακὰ γίνεται, τοῦ δὲ χειμῶνος ὀλίγα. ζητεῖ δὲ ἡ μὲν λεπτόγεως πολλὰ κατὰ μικρόν· ἡ δὲ πίειρα καὶ πλῆθος μὲν ἐνεγκεῖν δύναται καὶ ἀϋδρίαν—πρὸς | |
10 | δὲ τὴν χώρας ἀϋδρίαν πόντια πνεύματα καὶ αὖραι δοκοῦσι ξυμφέρειν, ἄλλα δὲ παρ’ ἄλλοις τοιαῦτα, καθάπερ καὶ πρότερον εἴρηται, —ὡς ἐπὶ τὸ πᾶν δὲ μᾶλλον αὐχμὸς ἢ ἐπομβρία ξυμφέρει τῷ σίτῳ· | |
Hist Plant.8.6.7 | οἱ γὰρ ὄμβροι καὶ ἄλλως ἐναντίοι καὶ πολλάκις | |
αὐτὰ τὰ σπέρματα διαφθείρουσιν, εἰ δὲ μὴ πλῆ‐ θός γε ποιοῦσι βοτάνης, ὥστε καταπνίγεσθαι καὶ ἀτροφεῖν. | ||
Hist Plant.8.7.1 | Τῶν μὲν οὖν ἄλλων σπερμάτων οὐδὲν εἰς ἄλλο πέφυκε μεταβάλλειν φθειρόμενον, πυρὸν δὲ καὶ κριθὴν εἰς αἶράν φασι καὶ μᾶλλον τὸν πυρόν, γίνεσθαι δὲ τοῦτ’ ἐν ταῖς ἐπομβρίαις καὶ | |
5 | μάλιστα ἐν τοῖς εὐύδροις καὶ ὀμβρώδεσι χωρίοις. ὅτι δ’ οὐκ ἔστιν ἠρινὸν ἡ αἶρα καθάπερ ἡ ἄλλη πόα, πειρῶνται γάρ τινες τοῦτο λέγειν, ἐκεῖθεν δῆλον· εὐθὺς γὰρ τοῦ χειμῶνος φανερὰ γίνεται πεφυκυῖα· καὶ διαφέρει πολλοῖς· ἔχει γὰρ τὸ | |
10 | φύλλον στενὸν καὶ δασὺ καὶ λιπαρόν, καὶ τούτων ἰδιώτατον τὸ λιπαρόν· ἡ γὰρ δασύτης καὶ τοῖς τοῦ αἰγίλωπος ὑπάρχει, ἀλλ’ ἐκφανὴς γίνεται ἐπὶ τοῖς τοῦ αἰγίλωπος τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τούτων, καὶ ἔτι τοῦ λίνου· καὶ γὰρ ἐκ τούτου | |
15 | φασὶ γίνεσθαι τὴν αἶραν. | |
Hist Plant.8.7.2 | Τοῦ δὲ ἐρεβίνθου πρὸς τὰ ἄλλα χεδροπὰ τό τε περὶ τὴν ἄνθησιν λεχθὲν καὶ τὸ τάχιστα τελειο‐ | |
καρπεῖν ἰσχυρότατον ὂν καὶ ξυλωδέστατον, καὶ τὸ ὅλον μὴ ποιεῖν νειὸν 〈ὡσ〉 καρπιζόμενον· τὴν | ||
5 | δὲ πόαν ἐξαπόλλυσι καὶ μάλιστα δὲ καὶ τάχιστα τὸν τρίβολον. ὅλως δὲ οὐδὲ ἡ τυχοῦσα δύναται φέρειν αὐτόν, ἀλλὰ μελάγγειόν τινα δεῖ καὶ πίει‐ ραν εἶναι. τῶν δὲ ἄλλων ἡ ἀρίστη νειὸς ἀπὸ τῶν κυάμων καίπερ πυκνοσπορουμένων καὶ πολὺν | |
10 | καρπὸν φερόντων. | |
Hist Plant.8.7.3 | Τὰ δὲ ἐν τοῖς θερινοῖς ἀρότοις ὀλίγου δεῖ πάντα, φασὶ δὲ καὶ τὰ ναματιαῖα συμφέρειν μᾶλλον αὐτοῖς τῶν ἐκ διός, μέλινοι δὲ καὶ κέγχροι ἐλάττους ὕδατος· ἐὰν γὰρ ἔχωσι πλεῖον φυλλο‐ | |
5 | βολοῦσιν. ἰσχυρότερον δὲ ὁ κέγχρος· οἱ δὲ μέλινοι γλυκύτεροι καὶ ἀσθενέστεροι. σήσαμον δὲ οὐδὲν 〈ζῶον〉 ἐσθίει χλωρὸν οὐδὲ θέρμον. εἰ δὲ μηδ’ ἐρύσιμον μηδὲ ὅρμινον σκεπτέον· καὶ ταῦτα πικρά. ἔστι δὲ τὸ μὲν ἐρύσιμον ὅμοιον σησάμῳ | |
10 | καὶ λῖπος ἔχει· τὸ δὲ ὅρμινον κυμινῶδες μέλαν· σπείρεται δὲ ἅμα καὶ τὸ σήσαμον. περὶ μὲν οὖν τούτων σκεπτέον. | |
Hist Plant.8.7.4 | Ἐν δὲ ταῖς ἀγαθαῖς χώραις πρὸς τὸ μὴ φυλλο‐ | |
μανεῖν ἐπινέμουσι καὶ ἐπικείρουσι τὸν σῖτον, ὥσπερ καὶ ἐν Θετταλίᾳ. συμβαίνει δ’ ἂν μὲν ἐπινέμωσιν ὁποσακισοῦν μηδὲν ἀλλοιοῦσθαι τὸν | ||
5 | καρπόν, ἂν δὲ ἐπικείρωσιν ἅπαξ μόνον ἐξίστασθαι τὸν πυρὸν καὶ γίνεσθαι μακρὸν καὶ οὐχ ἁδρόν, ὃν καλοῦσι καμακίαν, καὶ οὐκ ἀποκαθίστασθαι πάλιν σπειρόμενον· τοῦτο μὲν οὖν ὡς παύροις συμβαῖνον Θετταλοὶ λέγουσιν. ἐν Βαβυλῶνι δὲ | |
10 | ἀεὶ καὶ ὥσπερ τεταγμένως ἐπικείρουσι μὲν δίς, τὸ δὲ τρίτον τὰ πρόβατα ἐπαφιᾶσιν· οὕτω γὰρ φύει τὸν καυλόν, εἰ δὲ μὴ φυλλομανεῖ· γίνεται δὲ μὴ καλῶς ἐργασαμένοις πεντηκονταχόα, τοῖς δὲ ἐπι‐ μελῶς ἑκατονταχόα. ἡ δὲ ἐργασία τὸ ὡς πλεῖστον | |
15 | χρόνον ἐμμένειν τὸ ὕδωρ, ὅπως ἰλὺν ποιήσῃ πολλήν· πίειραν γὰρ οὖσαν καὶ πυκνὴν τὴν γῆν δεῖ ποιῆσαι μανήν. ὕλην δὲ οὐ φέρει καὶ πόαν ὥσπερ ἐν Αἰγύπτῳ. τὰ μὲν οὖν τοιαῦτα χώρας ἀρετῆς. | |
Hist Plant.8.7.5 | Φύεται δὲ καὶ ἀπὸ ῥιζῶν πυρὸς καὶ κριθὴ πολλαχοῦ τῷ ὑστέρῳ ἔτει· αὐτοετὴς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν κειρομένων ἑτέρου καλάμου παρα‐ βλαστάνοντος. ὡσαύτως δὲ κἂν ὑπὸ χειμῶνος | |
5 | ἐκπαγῇ· παραβλαστάνει γὰρ ὑδάτων ἐπιγινομέ‐ νων· ὁ δὲ στάχυς ἀτελὴς καὶ μικρὸς ἀπὸ τῶν τοιούτων. βλαστάνουσι δὲ τῷ ὑστέρῳ ἔτει καὶ ἀπὸ τῶν καταπονουμένων καὶ συμπατουμένων, | |
ὥστε μηδὲν εἶναι δῆλον ὡς εἰπεῖν, οἷον ὅταν | ||
10 | διέλθῃ στρατόπεδον, καὶ οἱ στάχυες μικροὶ καὶ τούτων, οὓς καλοῦσιν ἄρνας· τῶν δὲ χεδροπῶν οὐδὲν δύναται τοιοῦτον ποιεῖν ἢ οὐχ ὁμοίως. καὶ αἱ βλαστήσεις τοσαυταχῶς. | |
Hist Plant.8.7.6 | Πρὸς αὔξησιν δὲ καὶ τροφὴν μέγιστα μὲν ἡ τοῦ ἀέρος κρᾶσις συμβάλλεται, καὶ ὅλως ἡ τοῦ ἔτους κατάστασις· εὐκαίρων γὰρ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων γινομένων ἅπαντα εὔφορα καὶ | |
5 | πολύκαρπα, κἂν ἐν ἁλμώδεσι καὶ λεπτογείοις ᾖ· δι’ ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐ κακῶς ὅτι “ἔτος φέρει οὐχὶ ἄρουρα.” Μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν οὐ μόνον τῷ πίειραι καὶ λεπταὶ καὶ ἔπομβροι καὶ αὐχμώδεις | |
10 | 〈εἶναι〉 ἀλλὰ καὶ τῷ ἀέρι τῷ περιέχοντι καὶ τοῖς πνεύμασιν· ἔνιαι γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελεσφοροῦσι διὰ τὸ πρὸς τὰ πνεύματα τὰ πόντια | |
Hist Plant.8.7.7 | κεῖσθαι καλῶς. ἄλλα δὲ ἄλλαις τοιαῦτα, καθάπερ πολλάκις εἴρηται· ταῖς μὲν γὰρ τὰ ζεφυρικὰ ταῖς δὲ τὰ βόρεια ταῖς δὲ τὰ νότια. Συμβάλλεται δὲ καὶ οὐ μικρὰ ἡ ἐργασία καὶ | |
5 | μάλισθ’ ἡ 〈πρὸ〉 τοῦ σπόρου· κατεργασθεῖσα γὰρ ῥᾳδίως ἐκφέρει. καὶ ἡ κόπρος δὲ μεγάλα βοηθεῖ τῷ διαθερμαίνειν καὶ συμπέττειν· προτρέχει γὰρ | |
τὰ κοπριζόμενα τῶν ἀκόπρων καὶ εἴκοσιν ἡμέραις· ἅπασι δὲ οὐ ξυμφέρει· καὶ χρήσιμος οὐ μόνον | ||
10 | τοῖς περὶ τὸν σῖτον ἀλλὰ καὶ τοῖς ἄλλοις πλὴν πτερίδος, ταύτην δὲ φθείρειν φασὶν ἐπιβαλλο‐ μένην. ἀπόλλυται δὲ ἡ πτερὶς καὶ ἐπικοιμωμένων τῶν προβάτων, ὡς δέ τινες λέγουσι καὶ ἡ Μηδικὴ διὰ τὴν κόπρον καὶ τὸ οὖρον. | |
Hist Plant.8.8.1 | Τῶν δὲ σπερμάτων ἕκαστα καὶ πρὸς τὴν τῆς χώρας φύσιν ἁρμόττει, καὶ ὅλως γένη πρὸς γένος καὶ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν, ἃ δὴ πει‐ ρῶνται διαιρεῖν. μεταβάλλει δὲ τὰ ξενικὰ τῶν | |
5 | σπερμάτων μάλιστα μὲν ἐν τρισὶν ἔτεσιν εἰς τὰ ἐπιχώρια. συμφέρει δὲ ἐκ τῶν ἀλεεινῶν εἰς τὰ μικρὸν ἧττον ἀλεεινὰ καὶ ἐκ τῶν ψυχεινῶν ἀνὰ λόγον ποιεῖσθαι τὴν μεταβολήν. τὰ δ’ ἐκ τῶν δυσχειμερινῶν ἐν τοῖς πρωΐοις ὀψὲ ἀποχεῖται, | |
10 | ὥστ’ ἀπ’ αὐχμοῦ φθείρεται, ἐὰν μὴ ὄψιον ὕδωρ σώσῃ. διὰ τοῦτο καὶ εὐλαβητέον φασὶ τὸ μίσγειν τὰ ξενικὰ τοῖς ἐπιχωρίοις ἐὰν μὴ ἐξ ὁμοίας, ὅτι ἀσύμφωνα τῇ χώρᾳ κατὰ τὸν σπόρον καὶ κατὰ τὴν γένεσιν, ὥστε καὶ ἐργασίας ἑτέρας δεῖται· τάς | |
15 | τε τῆς γῆς διαφορὰς καὶ τὰς τῶν σπερμάτων δυνάμεις καὶ ἔτι τὰς ἑκάστων ὥρας. | |
Hist Plant.8.8.2 | Ὅταν δὲ εὐετηρία γένηται, καὶ πολυνοστότερα | |
τὰ σπέρματα γίνεται. Ἀθήνῃσι γοῦν αἱ κριθαὶ τὰ πλεῖστα ποιοῦσιν ἄλφιτα· κριθοφόρος γὰρ ἀρίστη· τοῦτο δ’ οὐχ ὅταν πλεῖσται γένωνται | ||
5 | ἀλλ’ ὅταν λάβῃ τινὰ κρᾶσιν. ἐν δὲ τῇ Φωκίδι περὶ Ἐλάτειαν οἱ πυροὶ ποιοῦσιν ἡμιόλια τὰ ἄλευρα, καὶ ἐν Σόλοις τῆς Κιλικίας καὶ οἱ πυροὶ καὶ αἱ κριθαί· καὶ παρ’ ἄλλοις ἄλλα πρὸς ἅπερ εὐφυὴς ἑκάστη. βελτίω μὲν οὖν καὶ χείρω τὰ | |
10 | σπέρματα καὶ διὰ τὴν ἐργασίαν καὶ διὰ τὴν γῆν γίνεται· καὶ γὰρ ἀπαγριοῦται καὶ ἡμεροῦται, καθάπερ τὰ δένδρα· καὶ ὅλως μεταβάλλει 〈κατὰ〉 τὴν χώραν, ὥσπερ τινὰ τῶν δένδρων εὐθὺς ἕστηκε πρὸς τὸ χεῖρον. | |
Hist Plant.8.8.3 | Γένος δ’ ὅλον ἐξαλλάττειν εἰς ἕτερον οὐδὲν ἄλλο πέφυκε πλὴν τίφη καὶ ζειά, καθάπερ εἴπο‐ μεν ἐν τοῖς πρώτοις λόγοις, καὶ ἡ αἶρα δ’ ἐκ τῶν πυρῶν καὶ κριθῶν διαφθειρομένων· ἢ εἰ μὴ τοῦτο | |
5 | ἀλλὰ φιλεῖ γε μάλιστα ἐν τοῖς πυροῖς γίνεσθαι, καθάπερ καὶ ὁ μελάμπυρος ὁ Ποντικὸς καὶ τὸ τῶν βολβῶν σπέρμα, καὶ ἄλλα δὲ ἐν ἄλλοις τῶν σπερμάτων· ἐπεὶ καὶ ὁ αἰγίλωψ δοκεῖ μᾶλλον ἐν ταῖς κριθαῖς, ἐν δὲ τοῖς φακοῖς ἄρακος τὸ τραχὺ | |
10 | καὶ σκληρόν, ἐν δὲ ταῖς ἀφάκαις ὁ πελεκῖνος ὅμοιον τῇ ὄψει τῷ πελέκει· σχεδὸν δὲ καθ’ | |
ἕκαστόν ἐστι τὸ συνεκτρεφόμενον καὶ συνανα‐ μιγνύμενον εἴτε διὰ τὰς χώρας, ὅπερ οὐκ ἄλογον, | ||
Hist Plant.8.8.4 | εἴτε δι’ ἄλλην τινὰ αἰτίαν. ἔνια δὲ καὶ φανερῶς ἐστι κοινὰ πλειόνων, ἀλλὰ διὰ τὸ μάλιστα ἔν τισιν εὐθενεῖν ἴδια τούτων φαίνεται, καθάπερ ἡ ὀροβάγχη τῶν ὀρόβων καὶ ἡ ἀπαρίνη τῶν φακῶν· | |
5 | ἀλλὰ ἡ μὲν μάλιστα ἐπικρατεῖ τῶν ὀρόβων διὰ τὴν ἀσθένειαν· ἡ δὲ ἀπαρίνη μάλιστα ἐν τοῖς φακοῖς εὐτροφεῖ· τρόπον δέ τινα καὶ παραπλή‐ σιόν ἐστι τῇ ὀροβάγχῃ 〈τῷ〉 ἐπιβάλλειν καὶ κατέχειν ὅλον ὥσπερ πλεκτάναις· ἀποπνίγει γὰρ | |
10 | οὕτως, ὅθεν καὶ τοὔνομα εἴληφε. | |
Hist Plant.8.8.5 | Τὸ δ’ ὑποφυόμενον εὐθὺς ἐκ τῆς ῥίζης τῷ κυμίνῳ καὶ τῷ βουκέρῳ τὸ αἱμόδωρον καλούμενον μᾶλλον ἰδίᾳ. ἔστι δὲ τὸ αἱμόδωρον μονόκαυλον οὐκ ἀπεμφερές [τῷ καυλῷ], πλὴν βραχύτερόν τε | |
5 | πολύ, καὶ ἄνωθέν τι κεφαλῶδες ἔχει ῥίζαν δὲ ὑποστρόγγυλον· οὐθὲν δὲ ἕτερον ἀφαυαίνεται παρὰ τὸ βούκερας. γίνεται δὲ ταῦτα ἐν ταῖς λεπταῖς οὐκ ἐν ταῖς πιείραις, ὥσπερ καὶ τῆς Εὐβοίας ἐν τῷ Ληλάντῳ μὲν οὐ γίνεται περὶ δὲ | |
10 | τὸν Κάνηθον καὶ εἴ τις ἄλλος τοιοῦτος τόπος. ταῦτα μὲν οὖν κοινὰ πλειόνων ὄντα κατισχύει μᾶλλον ἐν τοῖς εἰρημένοις διὰ τὴν ἀσθένειαν. | |
Hist Plant.8.8.6 | Τὸ δὲ τέραμον καὶ ἀτέραμον λέγεται μὲν ἐπὶ τῶν ὀσπρίων μόνον, οὐκ ἄλογον δὲ καὶ ἐπὶ τῶν σιτωδῶν παραπλήσιον ἢ καὶ ταὐτό τι συμβαίνειν, ἀλλὰ διὰ τὸ μὴ τὴν αὐτὴν εἶναι χρείαν οὐχ | |
5 | ὁμοίως ἐμφανές· ἐπεὶ οὐδ’ ἐπὶ τούτων ἁπάντων ὁμοίως ἀλλὰ μάλιστα ἐπὶ τῶν κυάμων λέγεται καὶ φακῶν, εἴτ’ οὖν καὶ μάλιστα πασχόντων εἴτε καὶ διὰ τὴν χρείαν φαινομένων. γίνεται γοῦν πλεοναχῶς· πολλαχοῦ γὰρ τόποι τινές | |
10 | εἰσιν οἳ αἰεὶ φέρουσι τεράμονα καὶ ἄλλοι πάλιν ἀτεράμονα· τὸ δὲ ὡς ἐπὶ πᾶν οἱ λεπτόγεω μᾶλλον | |
Hist Plant.8.8.7 | τεράμονα· καὶ ἀέρος κατάστασίς τις ποιεῖ τὴν τοιαύτην παραλλαγήν· σημεῖον δὲ ὅτι ταὐτὰ χωρία καὶ ὁμοίως ἐργασθέντα φέρει ποτὲ μὲν τεράμονα 〈ποτὲ δὲ ἀτεράμονα.〉 περὶ Φιλίππους | |
5 | δὲ ὁ κύαμος λικμώμενος, ἐὰν ὑπὸ πνεύματος ἐγ‐ χωρίου ληφθῇ, τεράμων ὢν ἀτεράμων γίνεται. | |
ταῦτα μὲν οὖν μηνύει διότι πολλαχῶς τῶν αὐτῶν χωρίων ἔνια σύνορα καὶ ὁμοίως καθήμενα καὶ οὐδεμίαν ἔχοντα κατὰ τὴν γῆν διαφορὰν τὸ μὲν | ||
10 | τεράμονα τὸ δ’ ἀτεράμονα φέρει, καὶ ἐνίοτε μόνον αὔλακος διοριζούσης. | |
Hist Plant.8.9.1 | Καρπίζεται τὴν γῆν μάλιστα πυρὸς εἶτα κριθή, δι’ ὃ καὶ ὁ μὲν ἀγαθὴν ζητεῖ χώραν ἡ δὲ κριθὴ δύναται καὶ ἐν ταῖς ψαφαρωτέραις ἐκ‐ φέρειν· τῶν δὲ χεδροπῶν μάλιστα ἐρέβινθος | |
5 | καίπερ ἐλάχιστον χρόνον ἐν τῇ γῇ μένων, ὁ δὲ κύαμος, ὥσπερ ἐλέχθη, καὶ ἄλλως οὐ βαρὺ καὶ ἔτι κοπρίζειν δοκεῖ τὴν γῆν διὰ μανότητα καὶ εὐ‐ σηψίαν· δι’ ὃ καὶ οἱ περὶ Μακεδονίαν καὶ Θεττα‐ λίαν ὅταν ἀνθῶσιν ἀνατρέπουσι τὰς ἀρούρας. | |
Hist Plant.8.9.2 | Τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶς τίφης ὀλύρας βρόμου αἰγίλωπος, ἰσχυρότατον καὶ μάλιστα καρπιζόμενον ἡ ζειά· καὶ γὰρ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον· ὁ | |
5 | δὲ καρπὸς κουφότατος καὶ προσφιλὴς πᾶσι τοῖς ζώοις. τῶν δὲ ἄλλων ὁ βρόμος· πολύρριζος γὰρ καὶ οὗτος καὶ πολυκάλαμος. ἡ δὲ ὀλύρα μαλα‐ κώτερον καὶ ἀσθενέστερον τούτων. ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ καὶ μονοκάλαμον | |
10 | 〈καὶ λεπτοκάλαμον,〉 δι’ ὃ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥσπερ ἡ ζειὰ πίειραν καὶ ἀγαθήν. ἔστι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖς πυροῖς ἥ τε 〈ζειὰ καὶ ἡ τίφη,〉 ὁ δ’ αἰγίλωψ καὶ ὁ βρόμος ὥσπερ ἄγρι’ ἄττα καὶ ἀνήμερα. | |
Hist Plant.8.9.3 | Ἐπικαρπίζεται δὲ σφόδρα καὶ ὁ αἰγίλωψ τὴν γῆν, καί ἐστι πολύρριζον καὶ πολυκάλαμον· ἡ δὲ αἶρα παντελῶς ἀπηγριωμένον. τῶν δὲ ἐν τοῖς θερινοῖς ἀρότοις τὸ σήσαμον δοκεῖ χαλεπώτατον | |
5 | εἶναι τῇ γῇ καὶ μάλιστα καρπίζεσθαι· καίτοι πολυκαλαμώτερον καὶ παχυκαλαμώτερον καὶ πολυρριζότερον κέγχρος. διαφέρει δὲ τά τε πρὸς τὴν γῆν κοῦφα καὶ τὰ πρὸς τὴν ἡμετέραν τροφήν. ἔνια γὰρ ἐναντίως, ὥσπερ τὰ χεδροπὰ καὶ οἱ | |
10 | κέγχροι· καὶ τὰ πρὸς ἡμᾶς δέ, ὥσπερ ἐλέχθη, καὶ τἆλλα ζῶα. καὶ περὶ μὲν τούτων ἅλις. | |
Hist Plant.8.10.1 | Νοσήματα δὲ τῶν σπερμάτων τὰ μὲν κοινὰ πάντων ἐστίν, οἷον ἡ ἐρυσίβη, τὰ δ’ ἴδιά τινων, οἷον ὁ σφακελισμὸς τοῦ ἐρεβίνθου, καὶ τὸ ὑπὸ καμπῶν κατεσθίεσθαι καὶ ὑπὸ ψυλλῶν, τινὰ δὲ | |
5 | καὶ ὑπ’ ἄλλων θηριδίων. ἔνια δὲ καὶ ψωριᾷ καὶ ἁλμᾷ, καθάπερ καὶ τὸ κύμινον. τὰ δ’ ἐπιγινό‐ μενα ζῶα μὴ ἐξ αὐτῶν ἀλλ’ ἐκ τῶν ἔξωθεν οὐχ | |
ὁμοίως βλάπτει. ἐπιγίνεται γὰρ ἡ μὲν κανθαρὶς ἐν τοῖς πυροῖς, τὸ δὲ φαλάγγιον ἐν ὀρόβοις, ἄλλα | ||
10 | δ’ ἐν ἄλλοις. | |
Hist Plant.8.10.2 | Ἐρυσιβᾷ δ’ ὡς ἁπλῶς εἰπεῖν τὰ σιτώδη μᾶλ‐ λον τῶν ὀσπρίων· αὐτῶν δὲ τούτων κριθὴ μᾶλλον ἢ πυρός· καὶ τῶν κριθῶν ἕτεραι ἑτέρων, μάλιστα δ’ ὡς εἰπεῖν ἡ Ἀχιλληΐς. διαφέρει δὲ καὶ ἡ τῶν | |
5 | χωρίων θέσις καὶ ἡ φύσις οὐ μικρόν· τὰ γὰρ προσήνεμα καὶ μετέωρα οὐκ ἐρυσιβᾷ ἢ ἧττον, ἀλλὰ τὰ ἔγκοιλα καὶ ἄπνοα· γίνεται δὲ ἡ ἐρυσίβη | |
Hist Plant.8.10.3 | πανσελήνοις μάλιστα. ἀπόλλυται δὲ καὶ ὑπὸ τῶν πνευμάτων καὶ πυρὸς καὶ κριθή, ὅταν ἢ ἀνθοῦντα ληφθῇ ἢ ἄρτι ἀπηνθηκότα καὶ ἀσθενῆ· μᾶλλον δὲ κριθή, πολλάκις δ’ ἤδη ἐν τῷ ἁδρύ‐ | |
5 | νεσθαι οὖσα, ἐὰν μεγάλα καὶ πλείω χρόνον ἐπι‐ γένηται· ξηραίνει γὰρ καὶ ἀφαυαίνει, ὃ καλοῦσί τινες ἐξανεμοῦσθαι. διαπόλλυσι δὲ καὶ ἥλιος ὁ ἐκνέφελος ἄμφω καὶ μᾶλλον πυρὸν ἢ κριθήν, ὥστε μηδ’ ἐπίδηλον εἶναι τὸν στάχυν τῇ ὄψει ὄντα | |
10 | κενόν. | |
Hist Plant.8.10.4 | Τὸν δὲ πυρὸν ἀπολλύουσι καὶ οἱ σκώληκες οἱ μὲν εὐθὺς κατεσθίοντες φυόμενοι τὰς ῥίζας, οἱ δὲ ὅταν αὐχμῶντες ἀποχυθῆναι μὴ δύνωνται· τότε γὰρ ἐγγινόμενος ὁ σκώληξ ἐσθίει τὸν ἀποπηνιζό‐ | |
5 | μενον κάλαμον· ἐσθίει δὲ ἄχρι τοῦ στάχυος, εἶτ’ ἐξαναλώσας ἀπόλλυται· καὶ ἐὰν μὲν ὅλον ἐκφάγῃ τελέως αὐτὸς ὁ πυρός, ἐὰν δὲ ἐπὶ θάτερον τοῦ καλάμου καὶ ἐκβιάσηται τὴν ἀπόχυσιν, τοῦτο μὲν αὖον τοῦ στάχυος θάτερον δὲ ὑγιές. γίνεται | |
10 | δὲ οὐ πανταχοῦ τὸ περὶ τοὺς πυρούς, οἷον ἐν Θετταλίᾳ, ἀλλὰ κατὰ χώρας τινάς, ὥσπερ ἐν τῇ Λιβύῃ καὶ τῆς Εὐβοίας ἐν τῷ Ληλάντῳ. | |
Hist Plant.8.10.5 | Σκώληκες δὲ γίνονται καὶ ἐν τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς, ὅταν ὑγρανθῶσι καὶ θερμημερίαι γένωνται, καθάπερ καὶ ἐν τοῖς ἐρεβίνθοις αἱ κάμπαι. πάντα δὲ ἐξαναλώσαντα | |
5 | τὰς τροφὰς ἀπόλλυται καὶ ἐν τοῖς χλωροῖς καὶ ἐν τοῖς ξηροῖς καρποῖς, οἷον οἵ τε ἶπες καὶ οἱ ἐν τοῖς κυάμοις ἐγγινόμενοι καὶ ἐν τοῖς ἄλλοις, ὥσπερ καὶ ἐν τοῖς δένδρεσι καὶ ἐν τοῖς ξύλοις ἐλέχθη, πλὴν τῶν κεραστῶν καλουμένων. πρὸς ἅπαντα δὴ | |
10 | ταῦτα μεγάλα διαφέρουσιν αἱ χῶραι οὐκ ἀλόγως· ὁ γὰρ ἀὴρ εὐθὺς διάφορος τῷ θερμὸς ἢ ψυχρὸς εἶναι ἢ ὑγρὸς ἢ ξηρός· οὗτος δ’ ἦν ὁ γονεύων· δι’ ὃ καὶ ἐν οἷς εἰώθασι γίνεσθαι οὐκ ἀεὶ γίνονται. | |
Hist Plant.8.11.1 | Τῶν δὲ σπερμάτων οὐχ ἡ αὐτὴ δύναμίς | |
ἐστιν εἴς τε τὴν βλάστησιν καὶ εἰς θησαυρισμόν. ἔνια μὲν γὰρ βλαστάνει καὶ τελειοῦται τάχιστα καὶ θησαυρίζεται κράτιστα, καθάπερ ἔλυμος καὶ | ||
5 | κέγχρος· ἔνια δὲ βλαστάνει μὲν εὖ ταχέως δὲ σήπεται, καθάπερ ὁ κύαμος καὶ μᾶλλον ὁ τερά‐ μων· ταχὺ δ’ ἡ ἀφάκη καὶ ὁ δόλιχος· κριθὴ δὲ πυροῦ 〈θᾶττον·〉 θᾶττον δὲ καὶ ὁ κονιορτώδης σῖτος καὶ ὁ ἐν οἰκήμασι κονιατοῖς ἢ ἀκονιάτοις. | |
Hist Plant.8.11.2 | Γίνεται δὴ φθειρομένοις σπέρμασι ἴδια ζῶα, καθάπερ ἐλέχθη, πλὴν ἐρεβίνθου· μόνος γὰρ οὗτος οὐ ζωογονεῖ. καὶ σηπομένοις μὲν πᾶσι σκώληξ κοπτομένοις δὲ καθ’ ἕκαστον ἴδιον. πάντων δὲ | |
5 | μάλιστα διαμένουσιν ἐρέβινθος καὶ ὄροβος, τού‐ των δ’ ἔτι μᾶλλον ὁ θέρμος· ἀλλ’ ἔοικέ γ’ οὗτος ὥσπερ ἀγρίῳ. | |
Hist Plant.8.11.3 | Διαφέρει δὲ ὡς ἔοικε χώρα χώρας καὶ ἀὴρ ἀέρος εἰς τὸ κόπτεσθαι καὶ μὴ τὰ σπέρματα· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον οὐκ ἐσθίε‐ σθαί φασιν ὅλως κύαμον, δι’ ὃ καὶ εἰς θησαυρισ‐ | |
5 | μὸν ἀποτίθεσθαι· διαμένει δὲ καὶ περὶ Κυζικὸν ἐπὶ πλείω. μέγα δὲ πρὸς διαμονὴν καὶ τὸ ξηρὰ θερίζειν· ἐλάττων γὰρ ἡ ὑγρότης· θερίζουσι δ’ ἐγχυλότερα τὰ μὲν χεδροπὰ πρὸς τὸ μᾶλλον καὶ | |
ῥᾷον συλλέξαι, ταχὺ γὰρ καταρρεῖ καὶ αὐανθέντα | ||
10 | θρύπτεται, τοὺς δὲ πυροὺς καὶ γένος τι κριθῶν διὰ τὸ βελτίους εἰς τὰ ἄλφιτα γίνεσθαι μὴ ἀπε‐ ξηραμμένας. | |
Hist Plant.8.11.4 | Δι’ ὃ καὶ εἰς θώμους συντιθέασι καὶ πυροὺς καὶ κριθάς, καὶ δοκοῦσιν ἁδρύνεσθαι ἐν θώμῳ μᾶλλον ἢ λιποσαρκεῖν. οὐκ ἐσθίεται δὲ σῖτος, ὅταν ὑσθεὶς θερισθῇ· ἀθέριστος δὲ μάλιστα διαμένει ὁ πυρός, | |
5 | ἔτι δὲ μᾶλλον ὁ θέρμος· οὐδὲ γὰρ θερίζουσι τοῦτον πρότερον ἢ ὕδωρ γενέσθαι, διὰ τὸ ἐκπηδᾶν θεριζόμενον καὶ ἀπόλλυσθαι τὸ σπέρμα. | |
Hist Plant.8.11.5 | Πρὸς ἔκφυσιν δὲ καὶ τὴν ὅλην σπορὰν ἄριστα δοκεῖ τὰ ἑνάενα· τὰ δὲ δίενα χείρω καὶ τὰ τρίενα, τὰ δ’ ὑπερτείνοντα σχεδὸν ἄγονα, πρὸς δὲ τὴν σίτησιν ἀρκοῦντα. βίος γάρ ἐστιν ἑκάστοις ὡρισ‐ | |
5 | μένος εἰς γονήν. καίτοι καὶ ταύταις παραλλάττει ταῖς δυνάμεσι διὰ τοὺς τόπους ἐν οἷς ἂν θησαυρί‐ ζωνται. τῆς γοῦν Καππαδοκίας ἐν χωρίῳ τινὶ τῷ καλουμένῳ Πέτρᾳ καὶ τετταράκοντα ἔτη δια‐ μένειν φασὶ γόνιμα καὶ χρήσιμα πρὸς σπόρον, εἰς | |
10 | δὲ τὴν σίτησιν ἑξήκοντα ἢ ἑβδομήκοντα· τὸ γὰρ ὅλον οὐ κόπτεσθαι· τὰ δὲ ἱμάτια καὶ τὴν ἄλλην | |
Hist Plant.8.11.6 | γάζαν κόπτεσθαι. τὸ γὰρ χώριον ἄλλως τε ὑψηλὸν εἶναι καὶ εὔπνουν καὶ ἔναυρον αἰεὶ καὶ | |
ἀπ’ ἀνατολῆς ἔχουσι καὶ δύσεως καὶ μεσημβρίας. φασὶ δὲ καὶ ἐν Μηδείᾳ καὶ ταῖς ἄλλαις ταῖς | ||
5 | ὑψηλαῖς χώραις διαμένειν θησαυριζόμενα πολὺν χρόνον. ἐρέβινθον δὲ δὴ καὶ θέρμον καὶ ὄροβον καὶ κέγχρον καὶ τὰ τοιαῦτα δῆλον ὅτι πολλῷ πλείω τούτων, ὥσπερ καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἴρηται, τῶν | |
10 | τόπων ἴδια. | |
Hist Plant.8.11.7 | Δοκεῖ δὲ καὶ γῆ τις εἶναι παρά τισιν ἣ δια‐ παττομένη συντηρεῖ τὸν πυρόν, ὥσπερ ἥ τε ἐν Ὀλύνθῳ καὶ ἐν Κηρίνθῳ τῆς Εὐβοίας· ποιεῖ δὲ χείρω μὲν εἰς τὴν σίτησιν ἁδρότερον δὲ τῇ προσ‐ | |
5 | όψει· παραπάττουσι δὲ χοίνικα εἰς τὸν μέδιμνον. Πυρωθέντα πάντα τὰ σπέρματα ἀπόλλυται καὶ ἀβλαστῆ γίνεται· καίτοι περί γε Βαβυλῶνά φασι τὰς κριθὰς καὶ τοὺς πυροὺς ἐπὶ τῆς ἅλω πηδᾶν, ὥσπερ τὰ φρυγόμενα· ἀλλὰ δῆλον ὅτι | |
10 | διαφορά τίς ἐστι τῆς θερμότητος, ἢ ἁπλῶς πως θερμασίᾳ γίνεται [καὶ] ἡ πήδησις. καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὡσπερεὶ κοινὰ δόξειεν ἂν εἶναι | |
πάντων ἢ τῶν πλείστων. | ||
Hist Plant.8.11.8 | Ἔνια δὲ ἔχει τινὰ ἰδιότητα καὶ τῶν δοκούντων ὥσπερ ἀγρίων εἶναι καὶ κατὰ τὴν γένεσιν καὶ τὴν ἔκφυσιν, ὥσπερ ὁ θέρμος καὶ ὁ αἰγίλωψ· ὁ μὲν γὰρ θέρμος καίπερ ἰσχυρότατος ὢν ὅμως, ἐὰν μὴ | |
5 | εὐθὺς ἀπὸ τῆς ἅλω καταβληθῇ, κακοφυὴς γίνεται, καθάπερ ἐλέχθη, καὶ τὸ ὅλον δὲ οὐκ ἐθέλει κρύπτεσθαι τῇ γῇ, δι’ ὃ καὶ οὐχ ὑπαροῦντες σπείρουσι· πολλάκις δὲ κἂν εἰς ὕλην ἢ βοτάνην τινὰ πέσῃ, διωσάμενος ταύτην συνάπτει τὴν ῥίζαν | |
10 | τῇ γῇ καὶ βλαστάνει. χώραν δὲ ὕφαμμον ζητεῖ καὶ φαύλην μᾶλλον, τὸ δὲ ὅλον οὐκ ἐθέλει φύεσθαι ἐν διειργασμένῃ. | |
Hist Plant.8.11.9 | Ὁ δὲ αἰγίλωψ ἀνάπαλιν· ἐν γὰρ τῇ γεωργου‐ μένῃ κάλλιον· καὶ ἐνιαχοῦ δὲ πρότερον ἀβλαστὴς ὢν ἐὰν γεωργηθῇ βλαστάνει καὶ γίνεται πολύς, καὶ ὅλως δὲ φιλεῖ χώραν ἀγαθήν. ἴδιον δὲ αὐτοῦ | |
5 | λέγεται πρὸς τὰ ἄλλα τὰ σιτώδη σπέρματα καὶ ἡ παρ’ ἐνιαυτὸν βλάστησις ἑκατέρου τῶν σπερ‐ μάτων. δι’ ὃ καὶ οἱ βουλόμενοι τελέως φθεῖραι, δύσφθαρτον γὰρ δὴ φύσει τυγχάνει, τὰς ἀρούρας ἀνιᾶσιν ἀσπόρους ἐπὶ δύο ἔτη, καὶ ὅταν ἀνα‐ | |
10 | βλαστήσῃ τὰ πρόβατα ἐπαφιᾶσι πολλάκις, ἕως ἂν ἐκνεμηθῶσι, καὶ αὕτη γίνεται φθορὰ παντε‐ λής· ἅμα δὲ τοῦτο μαρτυρεῖ καὶ τὴν παρὰ μέρος | |
βλάστησιν. | ||
Hist Plant.9t1 | Ι | |
Hist Plant.9.1.1 | Ἡ ὑγρότης οἰκεία τῶν φυτῶν, ἣν δὴ καλοῦσί τινες ὀπὸν ὀνόματι κοινῷ προσαγορεύοντες· δύνα‐ μιν δὲ ἔχει δῆλον ὅτι τὴν καθ’ αὑτὴν ἑκάστη. χυμὸς δὲ ταῖς μὲν μᾶλλον ταῖς δ’ ἧττον ἀκολουθεῖ, ταῖς | |
5 | δ’ ὅλως οὐκ ἂν δόξειεν, οὕτως ἀσθενὴς καὶ ὑδαρής τίς ἐστι. πλείστη μὲν οὖν ὑπάρχει πᾶσι κατὰ τὴν βλάστησιν, ἰσχυροτάτη δὲ καὶ μάλιστα ἐκφαίνουσα τὴν ἑαυτῆς φύσιν ὅταν ἤδη παύσηται καὶ βλαστάνοντα καὶ καρπογονοῦντα. συμβαίνει | |
10 | δέ τισι τῶν φυτῶν καὶ χρόας ἰδίας ἔχειν· τοῖς μὲν λευκὰς οἷον τοῖς ὀπώδεσι, τοῖς δ’ αἱματώδεις οἷον τῷ κενταυρίῳ καὶ τῇ ἀτρακτυλίδι καλουμένῃ ἀκάνθῃ, τοῖς δὲ χλωρόν, τοῖς δ’ ἐν ἄλλῃ χρόᾳ. ἔνδηλα δὲ μᾶλλον ταῦτα ἐν τοῖς ἐπετείοις καὶ | |
15 | τοῖς ἐπετειοκαύλοις ἢ τοῖς δένδροις. | |
Hist Plant.9.1.2 | Ἡ δ’ ὑγρότης τῶν μὲν πάχος ἔχει μόνον, ὥσπερ τῶν ὀπωδῶν· τῶν δὲ καὶ δακρυώδης γίνεται, καθά‐ περ ἐλάτης πεύκης τερεβίνθου πίτυος ἀμυγδαλῆς κεράσου προύμνης ἀρκεύθου κέδρου τῆς ἀκάνθης | |
5 | τῆς Αἰγυπτίας πτελέας, καὶ γὰρ αὕτη φέρει κόμμι πλὴν οὐκ ἐκ τοῦ φλοιοῦ ἀλλ’ ἐν τῷ κωρύκῳ, ἔτι δὲ ἀφ’ ὧν ὁ λίβανος καὶ ἡ σμύρνα, δάκρυα γὰρ καὶ ταῦτα, καὶ τὸ βάλσαμον καὶ 〈ἡ〉 χαλβάνη καὶ εἴ τι τοιοῦτον ἕτερον, οἷόν φασι τὴν ἄκανθαν | |
10 | τὴν Ἰνδικήν, ἀφ’ ἧς γίνεταί τι ὅμοιον τῇ σμύρνῃ· συνίσταται δὲ καὶ ἐπὶ τῆς σχίνου καὶ ἐπὶ τῆς ἀκάνθης τῆς ἰξίνης καλουμένης, ἐξ ὧν ἡ μαστίχη. | |
Hist Plant.9.1.3 | Ἅπαντα δὲ ταῦτα εὔοσμα καὶ σχεδὸν ὅσα πιότητά τινα ἔχει καὶ λῖπος· ὅσα δ’ ἀλιπῆ ταῦτα δ’ ἄοσμα, καθάπερ τὸ κόμμι καὶ τὸ τῆς ἀμυγ‐ δαλῆς. ἔχει δὲ δάκρυον καὶ ἡ ἰξία ἡ ἐν Κρήτῃ | |
5 | καὶ ἡ τραγάκανθα καλουμένη· ταύτην δὲ πρό‐ τερον ᾤοντο μόνον ἐν Κρήτῃ φύεσθαι, νῦν δὲ φανερὰ καὶ ἐν Ἀχαΐδι τῆς Πελοποννήσου καὶ ἄλλοθι καὶ τῆς Ἀσίας περὶ τὴν Μήδειαν. καὶ τούτων μὲν πάντων ἔν τε τοῖς καυλοῖς καὶ τοῖς | |
10 | στελέχεσι καὶ τοῖς ἀκρεμόσι τὸ δάκρυον· ἐνίων δ’ ἐν ταῖς ῥίζαις, ὥσπερ τοῦ ἱπποσελίνου καὶ τῆς σκαμμωνίας καὶ ἄλλων πολλῶν φαρμακωδῶν. τῶν δὲ καὶ ἐν τῷ καυλῷ καὶ ἐν τῇ ῥίζῃ· καὶ γὰρ τὸν καυλὸν ὀπίζουσιν ἐνίων καὶ τὰς ῥίζας, ὥσπερ | |
15 | καὶ τοῦ σιλφίου. | |
Hist Plant.9.1.4 | Τὸ μὲν οὖν τοῦ ἱπποσελίνου παρόμοιον τῇ σμύρνῃ· καί τινες ἀκούσαντες ὡς ἐντεῦθεν ἡ | |
σμύρνα ἡγοῦνται βλαστάνειν ἐξ αὐτῆς ἱπποσέ‐ λινον· φυτεύεται γάρ, ὥσπερ ἐλέχθη, καὶ ἀπὸ | ||
5 | δακρύου τὸ ἱπποσέλινον, καθάπερ ἡ κρινωνία καὶ ἄλλα. τὸ δὲ τοῦ σιλφίου δριμύ, καθάπερ αὐτὸ τὸ σίλφιον· ὁ γὰρ ὀπὸς καλούμενος τοῦ σιλφίου δάκρυόν ἐστιν. ἡ δὲ σκαμμωνία καὶ εἴ τι ἄλλο τοιοῦτον, ὥσπερ ἐλέχθη, φαρμακώδεις ἔχουσι τὰς | |
10 | δυνάμεις. | |
Hist Plant.9.1.5 | Πάντων δὲ τῶν εἰρημένων τὰ μὲν αὐτομάτως συνίσταται, τὰ δ’ ἀπ’ ἐντομῆς, τὰ δ’ ἀμφοτέρωθεν· τέμνουσι δὲ δῆλον ὅτι τὰ χρήσιμα καὶ τὰ μᾶλλον ἐπιζητούμενα. τοῦ δ’ ἀπὸ τῆς ἀμυγδαλῆς οὐ‐ | |
5 | δεμία χρεία δακρύου, δι’ ὃ κοὐκ ἀφελκοῦσι. πλὴν ἐκεῖνό γε φανερὸν ὅτι ὧν αὐτόματος ἡ πῆξις | |
Hist Plant.9.1.6 | τούτων πλείων ἡ ἐπιρροὴ τῆς ὑγρότητος. οὐ τὴν αὐτὴν δ’ ὥραν ἁπάντων αἱ ἐντομαὶ καὶ ἡ πῆξις, ἀλλὰ τὸ μὲν τῆς ἀμπέλου μάλιστα συνίστασθαί φασιν ἐὰν μικρὸν πρὸ τῆς βλαστήσεως τμηθῇ, | |
5 | τοῦ δὲ μετοπώρου καὶ ἀρχομένου τοῦ χειμῶνος ἧττον· καίτοι πρός γε καρποτοκίαν αἱ ὡραιόταται ταῖς γε πλείσταις αὗται. τῆς δὲ τερμίνθου καὶ τῆς πεύκης καὶ εἰ ἔκ τινων ἄλλων ῥητίνη γίνεται μετὰ τὴν βλάστησιν· τὸ δ’ ὅλον οὐκ ἐπέτειος ἡ | |
10 | τούτων, ἀλλ’ εἰς πλείω χρόνον ἡ ἐντομή. τὸν δὲ λιβανωτὸν καὶ τὴν σμύρναν ὑπὸ Κύνα φασὶ καὶ ταῖς θερμοτάταις ἡμέραις ἐντέμνειν· ὡσαύτως δὲ καὶ τὸ ἐν Συρίᾳ βάλσαμον. | |
Hist Plant.9.1.7 | Ἀκριβεστέρα δὲ καὶ ἐλάττων ἡ καὶ τούτων ἐντομή· καὶ γὰρ ἡ συρροὴ τῆς ὑγρότητος ἐλάτ‐ των· ὧν δὲ καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἡ ῥίζα, τούτων ὁ καυλὸς πρότερον, ὥσπερ καὶ τοῦ σιλ‐ | |
5 | φίου, καὶ καλοῦσι δὲ τῶν ὀπῶν τούτων τὸν μὲν καυλίαν τὸν δὲ ῥιζίαν· καί ἐστι βελτίων ὁ ῥιζίας· καθαρὸς γὰρ καὶ διαφανὴς καὶ ξηρότερος. ὁ δὲ καυλίας ὑγρότερος· καὶ διὰ τοῦτο ἄλευρον αὐτῷ περιπάττουσι πρὸς τὴν πῆξιν. τὴν ὥραν τῆς | |
10 | ἐντομῆς ἴσασιν οἱ Λίβυες· οὗτοι γὰρ οἱ σίλφιον λέγοντες. ὡσαύτως δὲ καὶ οἱ ῥιζοτόμοι καὶ οἱ τοὺς φαρμακώδεις ὀποὺς συλλέγοντες· καὶ γὰρ οὗτοι τοὺς καυλοὺς ὀπίζουσι πρότερον. ἁπλῶς δὲ πάντες καὶ οἱ τὰς ῥίζας καὶ οἱ τοὺς ὀποὺς συλ‐ | |
15 | λέγοντες τὴν οἰκείαν ὥραν ἑκάστων τηροῦσι. καὶ τοῦτο μὲν δὴ κοινόν. | |
Hist Plant.9.2.1 | Ἡ δὲ ῥητίνη γίνεται τόνδε τὸν τρόπον· ἐν μὲν τῇ πεύκῃ ὅταν ἀφελκωθείσης ἡ δᾷς ἐξαιρεθῇ, συρρεῖ γὰρ εἰς τὸ ἕλκωμα τοῦτο πλείων ἡ ὑγρότης, ἐν δὲ τῇ ἐλάτῃ καὶ τῇ πίτυϊ ὅταν γευσάμενοι τῶν | |
5 | ξύλων ἀφελκώσωσιν· οὐ γὰρ πᾶς ἀφορισμὸς ὁμοίως· ἀφελκοῦσι γὰρ καὶ τὰς τερμίνθους ἐν ἀμφοῖν καὶ ἐν τῷ στελέχει καὶ ἐν τοῖς ἀκρεμόσιν· αἰεὶ δὲ πλείων καὶ βελτίων ἡ εἰς τὸ στέλεχος συρρέουσα τῆς εἰς τοὺς ἀκρεμόνας. | |
Hist Plant.9.2.2 | Διαφέρουσι δὲ καὶ κατὰ τὰ δένδρα. βελτίστη μὲν γὰρ ἡ τερμινθίνη· καὶ γὰρ συνεστηκυῖα καὶ εὐωδεστάτη καὶ κουφοτάτη τῇ ὀσμῇ ἀλλ’ ὀλίγη. δευτέρα δὲ ἡ ἐλατίνη καὶ πιτυΐνη, κουφότεραι | |
5 | γὰρ τῆς πευκίνης. πλείστη δὲ ἡ πευκίνη καὶ βαρυτάτη καὶ πιττωδεστάτη διὰ τὸ μάλιστα ἔνδᾳδον εἶναι τὴν πεύκην. ἄγεται δὲ ἐν ἀσκοῖς ὑγρά, κἄπειτα οὕτω συνίσταται. καίτοι φασὶ καὶ τὴν τέρμινθον πιττοκαυτεῖσθαι περὶ Συρίαν· ἔστι | |
10 | γὰρ ὄρος, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἴπομεν, μέγα τερμίνθων μεστὸν ἅπαν μεγάλων. | |
Hist Plant.9.2.3 | Ἔνιοι δέ φασι καὶ τὴν πίτυν καὶ τὴν κέδρον δὲ τὴν Φοινικικήν· ἀλλὰ ταῦτα μὲν ὡς ἐνδεχόμενα ληπτέον διὰ τὸ σπάνιον· ἐπεὶ οἵ γε περὶ Μακε‐ δονίαν οὐδὲ τὴν πεύκην πιττοκαυτοῦσιν ἀλλ’ ἢ | |
5 | τὴν ἄρρενα· καλοῦσι γὰρ ἄρρενα τὴν μὴ καρ‐ ποφόρον. τῆς δὲ θηλείας ἐάν τινα τῶν ῥιζῶν λάβωσιν· ἅπασα γὰρ ἔνδᾳδος πεύκη ταῖς ῥίζαις. καλλίστη δὲ πίττα γίνεται καὶ καθαρωτάτη ἡ ἐκ τῶν σφόδρα προσείλων καὶ προσβόρρων, ἐκ δὲ | |
10 | τῶν παλισκίων βλοσυρωτέρα καὶ βορβορώδης· ἐν γὰρ τοῖς σφόδρα παλισκίοις οὐδὲ φύεται πεύκη τὸ παράπαν. | |
Hist Plant.9.2.4 | Ἔστι δὲ καὶ ἀφορία τις καὶ εὐφορία καὶ πλή‐ θους καὶ καλλονῆς· ὅταν μὲν γὰρ χειμὼν μέτριος γίνηται, πολλὴ γίνεται καὶ καλὴ καὶ τῷ χρώματι λευκοτέρα, ὅταν δὲ ἰσχυρός, ὀλίγη καὶ μοχθηρο‐ | |
5 | τέρα. καὶ ταῦτά γέ ἐστι τὰ ὁρίζοντα πλῆθος καὶ | |
καλλονὴν πίττης, οὐχ ἡ πολυκαρπία τῶν πευκῶν. | ||
Hist Plant.9.2.5 | Οἱ δὲ περὶ τὴν Ἴδην φασί, διαιροῦντες τὰς πεύκας καὶ τὴν μὲν καλοῦντες Ἰδαίαν τὴν δὲ παραλίαν, τὴν ἐκ τῆς Ἰδαίας πλείω καὶ μελαν‐ τέραν γίνεσθαι καὶ γλυκυτέραν καὶ τὸ ὅλον | |
5 | εὐωδεστέραν ὠμήν, ἑψηθεῖσαν δὲ ἐλάττω ἐκ‐ βαίνειν· πλείω γὰρ ἔχειν τὸν ὀρρόν, δι’ ὃ καὶ λεπτοτέραν εἶναι. τὴν δὲ τῆς παραλίας ξανθο‐ τέραν καὶ παχυτέραν ὠμήν, ὥστε καὶ τὴν ἄφεψιν ἐλάττω γίνεσθαι, δᾳδωδεστέραν δὲ τὴν Ἰδαίαν. | |
10 | ὡς δὲ ἁπλῶς εἰπεῖν ἐκ τῆς ἴσης δᾳδὸς πλείω καὶ ὑδαρεστέραν ἐν ταῖς ἐπομβρίαις γίνεσθαι ἢ ἐν τοῖς αὐχμοῖς, καὶ ἐκ τῶν χειμερινῶν καὶ παλι‐ σκίων τόπων ἢ ἐκ τῶν εὐείλων καὶ εὐδιεινῶν. ταῦτα μὲν οὖν οὕτως ἑκάτεροι λέγουσιν. | |
Hist Plant.9.2.6 | Ἀναπληροῦσθαι δὲ συμβαίνει τὰ κοιλώματα πρὸς τὸ πάλιν ἐξαιρεῖν τῶν μὲν ἀγαθῶν πευκῶν ἐνιαυτῷ, τῶν δὲ μετριωτέρων ἐν δυσὶν ἔτεσι, τῶν δὲ μοχθηρῶν ἐν τρισίν. ἡ δὲ ἀναπλήρωσις οὐ | |
5 | τοῦ ξύλου καὶ τῆς συμφύσεως ἀλλὰ τῆς πίττης ἐστίν· ἐπεὶ τὸ ξύλον ἀδύνατον συμφῦναι καὶ ἓν γενέσθαι πάλιν, ἀλλ’ ἡ ἐργασία διὰ τοσούτου χρόνου γίνεται τῆς πίττης· ἀναγκαῖον δὲ δῆλον | |
ὅτι καὶ τῷ ξύλῳ γίνεσθαί τινα πρόσφυσιν, εἴπερ | ||
10 | ἐξαιρουμένης τῆς δᾳδὸς καὶ καιομένης τῆς πίττης ἡ ἐκροή. τοῦτο μὲν οὖν οὕτω ληπτέον. | |
Hist Plant.9.2.7 | Οἱ δὲ περὶ τὴν Ἴδην φασίν, ὅταν λεπίσωσι τὸ στέλεχος, —λεπίζουσι δὲ τὸ πρὸς ἥλιον μέρος ἐπὶ δύο ἢ τρεῖς πήχεις ἀπὸ τῆς γῆς—ἐνταῦθα τῆς ἐπιρροῆς γινομένης ἐνδᾳδοῦσθαι ἐνιαυτῷ μά‐ | |
5 | λιστα, τοῦτο δ’ ὅταν ἐκπελεκήσωσιν ἐν ἑτέρῳ πάλιν ἐνδᾳδοῦσθαι καὶ τὸ τρίτον ὡσαύτως, μετὰ δὲ ταῦτα διὰ τὴν ὑποτομὴν ἐκπίπτειν τὸ δένδρον ὑπὸ τῶν πνευμάτων σαπέν· τότε δ’ ἐξαιρεῖν αὐτοῦ τὴν καρδίαν, τοῦτο γὰρ μάλιστα δᾳδῶδες, | |
10 | ἐξαιρεῖν δὲ ἐκ τῶν ῥιζῶν· καὶ γὰρ ταύτας, ὥσπερ εἴπομεν, ἐνδᾴδους πασῶν. | |
Hist Plant.9.2.8 | Εἰκὸς δὲ δῆλον ὅτι τὰς μὲν ἀγαθάς, ὥσπερ ἐλέχθη, συνεχῶς τοῦτο δρᾶν τὰς δὲ χείρονας διὰ πλείονος χρόνου· καὶ ταμιευομένων μὲν πλείω χρόνον ἀντέχειν, ἐὰν δὲ πᾶσαν ἐξαιρῶσιν ἐλάττω· | |
5 | δύναται δ’ ὡς ἔοικε τρεῖς μάλιστα τοιαύτας ἐξαιρέσεις ὑπομένειν. οὐχ ἅμα δὲ καρποφοροῦσιν αἱ πεῦκαι καὶ δᾳδοφοροῦσι· καρποφοροῦσι μὲν γὰρ εὐθὺς νέαι, δᾳδοφοροῦσι δὲ ὕστερον πολλῷ πρεσβύτεραι γινόμεναι. | |
Hist Plant.9.3.1 | Τὴν δὲ πίτταν καίουσι τόνδε τὸν τρόπον· | |
ὅταν κατασκευάσωσιν ὁμαλῆ τόπον ὥσπερ ἅλω ποιήσαντες ἔχουσαν εἰς τὸ μέσον συρροὴν καὶ ταύτην ἐδαφίσωσι, κατασχίσαντες τοὺς κορμοὺς | ||
5 | συντιθέασι παραπλησίαν σύνθεσιν τῆς τῶν ἀν‐ θρακευόντων, πλὴν οὐκ ἔμβοθρον· ἀλλὰ τὰς σχίζας ὀρθὰς πρὸς ἀλλήλας, ὥστε λαμβάνειν ὕψος αἰεὶ κατὰ πλῆθος· γίνεσθαι δέ φασιν, ὅταν ἡ σύνθεσις ᾖ κύκλῳ μὲν ὀγδοήκοντα καὶ ἑκατὸν | |
10 | πηχέων εἰς ὕψος δὲ ἑξήκοντα πλεῖστον ἢ πεντή‐ κοντα ἢ ἑκατὸν ἀμφοτέροις, ἐάνπερ ἡ δᾷς τυγχάνῃ | |
Hist Plant.9.3.2 | πίειρα. συνθέντες οὖν αὐτὴν οὕτως καὶ κατα‐ σκεπάσαντες ὕλῃ γῆν ἐπιβαλόντες κατακρύπτου‐ σιν ὅπως μηδαμῶς διαλάμψῃ τὸ πῦρ, ἀπόλλυται γὰρ ἡ πίττα τούτου συμβάντος. ὑφάπτουσι δὲ | |
5 | κατὰ τὴν ὑπολειπομένην δίοδον· εἶτα δὲ καὶ ταῦτα ἐπιφράξαντες τῇ ὕλῃ καὶ ἐπιχώσαντες τηροῦσιν ἀναβαίνοντες κατὰ κλίμακος, ᾗ ἂν ὁρῶσι τὸν καπνὸν ὠθούμενον, καὶ ἐπιβάλλουσιν αἰεὶ τῆς γῆς ὅπως μηδ’ ἀναλάμψῃ. κατεσκεύασται | |
10 | δὲ ὀχετὸς τῇ πίττῃ διὰ τῆς συνθέσεως τῆς ἀπορροῆς εἰς βόθυνον ὅσον ἀπέχοντα πεντε‐ καίδεκα πήχεις· ἡ δ’ ἀπορρέουσα τῆς πίττης | |
Hist Plant.9.3.3 | ψυχρὰ γίνεται κατὰ τὴν ἁφήν. καίεται δὲ μά‐ λιστα δύο ἡμέρας καὶ νύκτας· τῇ γὰρ ὑστεραίᾳ πρὸ ἡλίου δύναντος ἐκκεκαυμένη γίνεται καὶ ἐνδέδωκεν ἡ πυρά· τοῦτο γὰρ συμβαίνει μηκέτι | |
5 | ῥεούσης. τοῦτον δὲ τὸν χρόνον ἅπαντα τηροῦσιν ἀγρυπνοῦντες, ὅπως μὴ διαλάμπῃ, καὶ θύουσι δὲ καὶ ἑορτάζουσιν εὐχόμενοι πολλήν τε καὶ καλὴν γίνεσθαι τὴν πίτταν· οἱ μὲν δὴ περὶ Μακεδονίαν καίουσι τὸν τρόπον τοῦτον. | |
Hist Plant.9.3.4 | Ἐν δὲ τῇ Ἀσίᾳ φασὶ περὶ Συρίαν οὐκ ἐκ‐ πελεκῶντας τὴν δᾷδα ἀλλ’ ἐπ’ αὐτῷ τῷ δένδρῳ προσκαίειν φέροντας ὄργανόν τι περιπεποιημένον καὶ τούτῳ περιάπτοντας, εἶθ’ ὅταν ἐκτήξωσι | |
5 | ταύτην πάλιν ἐπ’ ἄλλο καὶ ἄλλο μεταφέρειν· ὅρος δέ ἐστιν αὐτοῖς τις καὶ σημεῖα τοῦ παύεσθαι καὶ μάλιστα δῆλον ὅτι τὸ μηκέτι ῥεῖν. πιττο‐ καυτοῦσι δέ, ὥσπερ καὶ πρότερον ἐλέχθη, τὰς τερμίνθους· πεύκην γὰρ οὐ φέρουσιν οἱ | |
10 | τόποι. τὰ μὲν οὖν περὶ τὴν ῥητίνην καὶ τὴν πίτταν οὕτως ἔχει. | |
Hist Plant.9.4.1 | Περὶ δὲ λιβανωτοῦ καὶ σμύρνης καὶ βαλ‐ σάμου καὶ εἴ τι τοιοῦτον ἕτερον ὅτι μὲν καὶ ἀπ’ ἐντομῆς γίνεται καὶ αὐτομάτως εἴρηται. ποία δέ τις ἡ τῶν δένδρων φύσις καὶ εἴ τι περὶ τὴν γένε‐ | |
5 | σιν ἢ τὴν συλλογὴν ἢ τῶν ἄλλων ἴδιον αὐτοῖς ὑπάρχει πειρατέον εἰπεῖν, ὡσαύτως δὲ καὶ περὶ τῶν λοιπῶν εὐόσμων· σχεδὸν γὰρ τά γε πλεῖστα ἀπὸ τῶν τόπων ἐστὶ τῶν τε πρὸς μεσημβρίαν καὶ ἀνατολήν. | |
Hist Plant.9.4.2 | Γίνεται μὲν οὖν ὁ λίβανος καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ ἔτι τὸ κινάμωμον ἐν τῇ τῶν Ἀράβων | |
Χερρονήσῳ περί τε Σαβὰ καὶ Ἁδραμύτα καὶ Κιτίβαινα καὶ Μαμάλι. φύεται δὲ τὰ τοῦ λι‐ | ||
5 | βανωτοῦ καὶ τῆς σμύρνης δένδρα τὰ μὲν ἐν τῷ ὄρει τὰ δ’ ἐν ταῖς ἰδίαις γεωργίαις ὑπὸ τὴν ὑπώ‐ ρειαν, δι’ ὃ καὶ τὰ μὲν θεραπεύεται τὰ δ’ οὔ· τὸ δ’ ὄρος εἶναί φασιν ὑψηλὸν καὶ δασὺ καὶ νιφόμενον, ῥεῖν δ’ ἐξ αὐτοῦ καὶ ποταμοὺς εἰς τὸ πέδιον. | |
10 | εἶναι δὲ τὸ μὲν τοῦ λιβανωτοῦ δένδρον οὐ μέγα, πεντάπηχυ δέ τι καὶ πολύκλαδον, φύλλον δ’ ἔχειν ἐμφερὲς τῇ ἀπίῳ, πλὴν ἔλαττον πολὺ καὶ τῷ χρώματι ποῶδες σφόδρα, καθάπερ τὸ πήγανον· λειόφλοιον δὲ πᾶν, ὥσπερ τὴν δάφνην. | |
Hist Plant.9.4.3 | Τὴν δὲ σμύρναν ἔλαττον ἔτι τῷ μεγέθει καὶ θαμνωδέστερον δέ, τὸ δὲ στέλεχος ἔχειν σκληρὸν καὶ συνεστραμμένον ἐπὶ τῆς γῆς, παχύτερον δὲ ἢ κνημοπαχές· φλοιὸν δὲ ἔχειν λεῖον ὅμοιον τῇ | |
5 | ἀνδράχλῃ. ἕτεροι δὲ οἱ φάσκοντες τεθεωρηκέναι περὶ μὲν τοῦ μεγέθους σχεδὸν συμφωνοῦσιν· οὐ‐ δέτερον γὰρ εἶναι μέγα τῶν δένδρων, ἔλαττον δὲ τὸ τῆς σμύρνης καὶ ταπεινότερον· φύλλον δὲ ἔχειν τὸ τοῦ λιβανωτοῦ δαφνοειδὲς καὶ λειόφλοιον δ’ | |
10 | εἶναι· τὸ δὲ τῆς σμύρνης ἀκανθῶδες καὶ οὐ λεῖον, φύλλον δὲ προσεμφερὲς ἔχειν τῇ πτελέᾳ, πλὴν οὖλον ἐξ ἄκρου δὲ ἐπακανθίζον, ὥσπερ τὸ τῆς πρίνου. | |
Hist Plant.9.4.4 | Ἔφασαν δὲ οὗτοι κατὰ τὸν παράπλουν ὃν ἐξ Ἡρώων ἐποιοῦντο κόλπου ζητεῖν ἐκβάντες ὕδωρ ἐν τῷ ὄρει καὶ οὕτω θεωρῆσαι τὰ δένδρα καὶ τὴν | |
συλλογήν. εἶναι δ’ ἀμφοτέρων ἐντετμημένα καὶ | ||
5 | τὰ στελέχη καὶ τοὺς κλάδους, ἀλλὰ τὰ μὲν ὥσπερ ἀξίνῃ δοκεῖν τετμῆσθαι τοὺς δὲ λεπτοτέρας ἔχειν τὰς ἐντομάς· τὸ δὲ δάκρυον τὸ μὲν καταπίπτειν τὸ δὲ καὶ πρὸς τῷ δένδρῳ προσέχεσθαι. ἐνιαχοῦ μὲν ὑποβεβλῆσθαι ψιάθους ἐκ φοινίκων πεπλεγ‐ | |
10 | μένας, ἐνιαχοῦ δὲ τὸ ἔδαφος μόνον ἠδαφίσθαι καὶ καθαρὸν εἶναι· καὶ τὸν μὲν ἐπὶ τῶν ψιάθων λιβανωτὸν εἶναι καὶ καθαρὸν καὶ διαφανῆ, τὸν δ’ ἐπὶ τῆς γῆς ἧττον· τὸν δ’ ἐπὶ τοῖς δένδροις προσ‐ εχόμενον ἀποξύειν σιδήροις, δι’ ὃ καὶ φλοιὸν ἐνίοις | |
Hist Plant.9.4.5 | προσεῖναι. τὸ δὲ ὄρος ἅπαν μεμερίσθαι τοῖς Σαβαίοις, τούτους γὰρ εἶναι κυρίους, δικαίους δὲ τὰ πρὸς ἀλλήλους, δι’ ὃ καὶ οὐδένα τηρεῖν· ὅθεν καὶ αὐτοὶ δαψιλῶς εἰς τὰ πλοῖα λαβόντες ἐνθέ‐ | |
5 | σθαι τοῦ λιβανωτοῦ καὶ τῆς σμύρνης ἐρημίας οὔσης καὶ ἀποπλεῖν. ἔλεγον δ’ οὗτοι καὶ τόδε καὶ ἔφασαν ἀκούειν, ὅτι συνάγεται πανταχόθεν ἡ σμύρνα καὶ ὁ λιβανωτὸς εἰς τὸ ἱερὸν τὸ τοῦ ἡλίου· τοῦτο δ’ εἶναι μὲν τῶν Σαβαίων ἁγιώτατον δὲ | |
10 | πολὺ τῶν περὶ τὸν τόπον, τηρεῖν δέ τινας Ἄρα‐ | |
Hist Plant.9.4.6 | βας ἐνόπλους· ὅταν δὲ κομίσωσιν, ἕκαστον σωρεύ‐ σαντα τὸν αὑτοῦ καὶ τὴν σμύρναν ὁμοίως κατα‐ λιπεῖν τοῖς ἐπὶ τῆς φυλακῆς, τιθέναι δὲ ἐπὶ τοῦ σωροῦ πινάκιον γραφὴν ἔχον τοῦ τε πλήθους τῶν | |
5 | μέτρων καὶ τῆς τιμῆς ἧς δεῖ πραθῆναι τὸ μέτρον ἕκαστον· ὅταν δὲ οἱ ἔμποροι παραγένωνται, σκο‐ | |
πεῖν τὰς γραφάς, ὅστις δ’ ἂν αὐτοῖς ἀρέσκῃ μετρησαμένους τιθέναι τὴν τιμὴν εἰς τοῦτο τὸ χωρίον ἔνθεν ἂν ἕλωνται, καὶ τὸν ἱερέα παραγενό‐ | ||
10 | μενον τὸ τρίτον μέρος λαβόντα τῆς τιμῆς τῷ θεῷ τὸ λοιπὸν αὐτοῦ καταλιπεῖν καὶ τοῦτο σῶν εἶναι τοῖς κυρίοις, ἕως ἂν ἕλωνται παραγενόμενοι. | |
Hist Plant.9.4.7 | Ἄλλοι δέ τινες τὸ μὲν τοῦ λιβανωτοῦ δένδρον ὅμοιον εἶναί φασι σχίνῳ καὶ τὸν καρπὸν ταῖς σχινίσι φύλλον δὲ ὑπέρυθρον· εἶναι δὲ τὸν μὲν ἐκ τῶν νέων λιβανωτὸν λευκότερον καὶ ἀοδμότερον, | |
5 | τὸν δ’ ἐκ τῶν παρηκμακότων ξανθότερον καὶ εὐοσμότερον· τὸ δὲ τῆς σμύρνης ὅμοιον τῇ τερ‐ μίνθῳ, τραχύτερον δὲ καὶ ἀκανθωδέστερον, φύλ‐ λον δὲ μικρῷ στρογγυλότερον, τῇ δὲ γεύσει δια‐ μασωμένοις ὅμοιον τῷ τῆς τερμίνθου· εἶναι δὲ καὶ | |
10 | τούτων τὰ παρηκμακότα εὐοσμότερα. | |
Hist Plant.9.4.8 | Γίνεσθαι δὲ ἀμφότερα ἐν τῷ αὐτῷ τόπῳ· τὴν δὲ γῆν ὑπάργιλον καὶ πλακώδη, καὶ ὕδατα πηγαῖα σπάνια. ταῦτα μὲν οὖν ὑπεναντία τῷ νίφεσθαι καὶ ὕεσθαι καὶ ποταμοὺς ἐξιέναι· τὸ δὲ παρόμοιον | |
5 | εἶναι τὸ δένδρον τῇ τερμίνθῳ καὶ ἄλλοι τινὲς λέγουσιν, οἱ δὲ καὶ ὅλως τέρμινθον εἶναι· κομι‐ σθῆναι γὰρ ξύλα πρὸς Ἀντίγονον ὑπὸ τῶν Ἀρά‐ βων τῶν τὸν λιβανωτὸν καταγόντων, ἃ οὐδὲν | |
διέφερε τῶν τῆς τερμίνθου· πλὴν οὗτοί γε μεῖζον | ||
10 | ἕτερον ἀγνόημα προσηγνόουν· ᾤοντο γὰρ ἐκ τοῦ αὐτοῦ δένδρου τόν τε λιβανωτὸν γίνεσθαι καὶ τὴν | |
Hist Plant.9.4.9 | σμύρναν· διόπερ ἐκεῖνος ὁ λόγος πιθανώτερος ὁ παρὰ τῶν ἀναπλευσάντων ἐξ Ἡρώων πόλεως· ἐπεὶ καὶ τὸ ὑπὲρ Σάρδεων πεφυκὸς τοῦ λιβανω‐ τοῦ δένδρον ἐν ἱερῷ τινι δαφνοειδὲς ἔχει τὸ φύλ‐ | |
5 | λον, εἴ τι δεῖ σταθμᾶσθαι τοῦτο· ὁ λιβανωτὸς δ’ ἔχει, καὶ ὁ ἐκ τοῦ στελέχους καὶ ὁ ἐκ τῶν ἀκρε‐ μόνων, ὁμοίως καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ θυμιώ‐ μενος τῷ ἄλλῳ λιβανωτῷ. πέφυκε δὲ τοῦτο μόνον τὸ δένδρον οὐδεμιᾶς τυγχάνειν 〈θεραπείασ〉. | |
Hist Plant.9.4.10 | Ἔνιοι δὲ λέγουσιν ὡς πλείων μὲν ὁ λιβανωτὸς ἐν τῇ Ἀραβίᾳ γίνεται, καλλίων δὲ ἐν ταῖς ἐπικει‐ μέναις νήσοις ὧν ἐπάρχουσιν· ἐνταῦθα γὰρ καὶ σχηματοποιεῖν ἐπὶ τῶν δένδρων οἷον ἂν θέλωσι· | |
5 | καὶ τάχα τοῦτό γε οὐκ ἀπίθανον· ἐνδέχεται 〈γὰρ〉 ὁποίαν ἂν βούλωνται ποιεῖν τὴν ἐντομήν. εἰσὶ δέ τινες καὶ μεγάλοι σφόδρα τῶν χόνδρων, ὥστ’ εἶναι τῷ μὲν ὄγκῳ χειροπληθιαίους σταθμῷ δὲ πλέον ἢ τρίτον μέρος μνᾶς. ἀργὸς δὲ κομίζεται | |
10 | πᾶς ὁ λιβανωτός, ὅμοιος δὲ τῇ προσόψει φλοιῷ. τῆς σμύρνης δὲ ἡ μὲν στακτὴ ἡ δὲ πλαστή. δοκιμάζεται δ’ ἡ μὲν ἀμείνων τῇ γεύσει, καὶ ἀπὸ ταύτης τὴν ὁμόχρων λαμβάνουσι. περὶ μὲν οὖν λιβανωτοῦ καὶ σμύρνης σχεδὸν τοσαῦτα | |
15 | ἀκηκόαμεν ἄχρι γε τοῦ νῦν. | |
Hist Plant.9.5.1 | Περὶ δὲ κιναμώμου καὶ κασίας τάδε λέ‐ γουσι· θάμνους μὲν ἀμφότερα ταῦτ’ εἶναι οὐ μεγάλους ἀλλ’ ἡλίκους ἄγνου, πολυκλάδους δὲ καὶ ξυλώδεις. ὅταν δὲ ἐκκόψωσιν, ὅλον τὸ κινά‐ | |
5 | μωμον διαιρεῖν εἰς πέντε μέρη· τούτων δὲ τὸ πρῶ‐ τον πρὸς τοῖς βλαστοῖς βέλτιστον εἶναι, ὃ τέμ‐ νεται σπιθαμιαῖον ἢ μικρῷ μεῖζον· ἑπόμενον δὲ τὸ δεύτερον, ὃ καὶ τῇ τομῇ ἔλαττον· εἶτα τὸ τρίτον καὶ τέταρτον· ἔσχατον δὲ τὸ χείριστον τὸ πρὸς | |
10 | τῇ ῥίζῃ· φλοιὸν γὰρ ἐλάχιστον ἔχειν· χρήσιμος δὲ οὗτος, οὐ τὸ ξύλον· δι’ ὃ καὶ τὸ ἀκροφυὲς κρά‐ τιστον, πλεῖστον γὰρ ἔχειν καὶ τὸν φλοιόν. οἱ μὲν οὕτω λέγουσιν. | |
Hist Plant.9.5.2 | Ἄλλοι δὲ θαμνῶδες μὲν καὶ ἔτι μᾶλλον φρυ‐ γανῶδες εἶναί φασι· δύο δ’ αὐτοῦ γένη, τὸ μὲν μέλαν τὸ δὲ λευκόν. λέγεται δέ τις καὶ μῦθος ὑπὲρ αὐτοῦ· φύεσθαι μὲν γάρ φασιν ἐν φάραγξιν, | |
5 | ἐν ταύταις δ’ ὄφεις εἶναι πολλοὺς δῆγμα θανάσι‐ μον ἔχοντας, πρὸς οὓς φραξάμενοι τὰς χεῖρας καὶ τοὺς πόδας καταβαίνουσι καὶ συλλέγουσιν, εἶθ’ ὅταν ἐξενέγκωσι διελόντες τρία μέρη διακλη‐ ροῦνται πρὸς τὸν ἥλιον, καὶ ἣν ἂν λάχῃ ὁ ἥλιος | |
10 | καταλείπουσιν· ἀπιόντες δ’ εὐθὺς ὁρᾶν φασι καιο‐ μένην ταύτην· οὗτος μὲν οὖν τῷ ὄντι μῦθος. | |
Hist Plant.9.5.3 | Τὴν δὲ κασίαν φασὶ τὰς μὲν ῥάβδους παχυ‐ τέρας ἔχειν, ἰνώδεις δὲ σφόδρα καὶ οὐκ εἶναι | |
περιφλεῦσαι· χρήσιμον δὲ καὶ ταύτης τὸν φλοιόν. ὅταν οὖν τέμνωσι τὰς ῥάβδους, κατακόπτειν ὡς | ||
5 | διδάκτυλα τὸ μῆκος ἢ μικρῷ μείζω, ταῦτα δ’ εἰς νεόδορον βύρσαν καταρράπτειν· εἶτ’ ἐκ ταύτης καὶ τῶν ξύλων σηπομένων σκωλήκια γίνεσθαι, ἃ τὸ μὲν ξύλον κατεσθίει, τοῦ φλοιοῦ δ’ οὐχ ἅπτεται διὰ τὴν πικρότητα καὶ δριμύτητα τῆς | |
10 | ὀσμῆς. καὶ περὶ μὲν κασίας καὶ κιναμώμου τοσαῦτα λέγεται. | |
Hist Plant.9.6.1 | Τὸ δὲ βάλσαμον γίνεται μὲν ἐν τῷ αὐλῶνι τῷ περὶ Συρίαν. παραδείσους δ’ εἶναί φασι δύο μόνους, τὸν μὲν ὅσον εἴκοσι πλέθρων τὸν δ’ ἕτερον πολλῷ ἐλάττονα. τὸ δὲ δένδρον μέγεθος μὲν | |
5 | ἡλίκον ῥόα μεγάλη πολύκλαδον δὲ σφόδρα· φύλλον δὲ ἔχειν ὅμοιον πηγάνῳ, πλὴν ἔκλευκον, ἀείφυλλον δὲ εἶναι· καρπὸν δὲ παρόμοιον τῇ τερμίνθῳ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι· εὐῶδες σφόδρα καὶ τοῦτο καὶ μᾶλλον τοῦ δακρύου. | |
Hist Plant.9.6.2 | Τὸ δὲ δάκρυον ἀπὸ ἐντομῆς συλλέγειν, ἐντέμ‐ νειν δὲ ὄνυξι σιδηροῖς ὑπὸ τὸ ἄστρον, ὅταν μάλισ‐ τα πνίγη ὦσι, καὶ τὰ στελέχη καὶ τὰ ἄνω. τὴν δὲ συλλογὴν ὅλον τὸ θέρος ποιεῖσθαι· οὐκ εἶναι | |
5 | δὲ πολὺ τὸ ῥέον, ἀλλ’ ἐν ἡμέρᾳ τὸν ἄνδρα συλλέ‐ γειν ὅσον κόγχην· τὴν δ’ ὀσμὴν διαφέρουσαν καὶ πολλήν, ὥστε ἀπὸ μικροῦ πολὺν ἐφικνεῖσθαι τό‐ πον. ἀλλ’ οὐ φοιτᾶν ἐνταῦθα ἄκρατον ἀλλὰ τὸ | |
συνηγμένον κεκραμένον· πολλὴν γὰρ δέχεσθαι | ||
10 | κρᾶσιν· καὶ τὸ ἐν τῇ Ἑλλάδι πολλάκις εἶναι κεκραμένον· εὔοσμα δὲ σφόδρα καὶ τὰ ῥαβδία· | |
Hist Plant.9.6.3 | καθαίρειν γὰρ καὶ τῶνδε ἕνεκα καί του διαφόρου· πωλεῖσθαι 〈γὰρ〉 τίμια. καὶ τὴν ἐργασίαν τὴν περὶ τὰ δένδρα σχεδὸν ἐν ταὐτῇ αἰτίᾳ εἶναι καὶ τὴν βροχήν· βρέχεσθαι γὰρ συνεχῶς. συναιτίαν | |
5 | δὲ δοκεῖν εἶναι τοῦ μὴ μεγάλα γίνεσθαι τὰ δένδρα καὶ τὴν τῶν ῥαβδίων τομήν. διὰ γὰρ τὸ πολλά‐ κις ἐπικείρεσθαι ῥάβδους ἀφιέναι καὶ οὐκ εἰς ἓν ἐκτείνειν τὴν ὁρμήν. | |
Hist Plant.9.6.4 | Ἄγριον δὲ οὐδὲν εἶναι βάλσαμον οὐδαμοῦ· γί‐ νεσθαι δὲ ἐκ μὲν τοῦ μείζονος παραδείσου ἀγγεί‐ δια δώδεκα ὅσον ἡμιχοαῖα, ἐκ δὲ τοῦ ἑτέρου δύο μόνον· πωλεῖσθαι δὲ τὸ μὲν ἄκρατον δὶς πρὸς | |
5 | ἀργύριον τὸ δ’ ἄλλο κατὰ λόγον τῆς μίξεως· καὶ τοῦτο μὲν διαφέρον τι φαίνεται κατὰ τὴν εὐοσ‐ μίαν. | |
Hist Plant.9.7.1 | Ὁ δὲ κάλαμος γίνεται καὶ ὁ σχοῖνος ὑπερ‐ βάλλοντι τὸν Λίβανον μεταξὺ τοῦ τε Λιβάνου καὶ ἄλλου τινὸς ὄρους μικροῦ ἐν τῷ αὐλωνίσκῳ τούτῳ, καὶ οὐχ ὥς τινές φασι τοῦ Ἀντιλιβάνου· ὁ | |
5 | γὰρ Ἀντιλίβανος μακρὰν ἀπέχει τοῦ Λιβάνου καὶ μεταξὺ τούτων ἐστὶν ὃν αὐλῶνα καλοῦσι πε‐ δίον πολὺ καὶ καλόν. ὅπου δὲ ὁ κάλαμος καὶ ὁ σχοῖνος φύεται λίμνη μεγάλη τυγχάνει, πρὸς | |
ταύτην δὲ ἐν τῷ ἕλει τῷ ἀνεξηραμμένῳ πεφύκασι· | ||
10 | τόπον δὲ ἔχουσι πλεῖον ἢ τριάκοντα σταδίων. οὐκ ὄζουσι δὲ χλωροὶ ἀλλὰ ξηρανθέντες, τῇ προσόψει δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων· εἰσ‐ βάλλοντι δ’ εἰς τὸν τόπον εὐθὺς ὀσμὴ προσ‐ | |
Hist Plant.9.7.2 | βάλλει· οὐ μὴν πορρωτέρω γε ἡ ἀποπνοὴ γίνεται, καθάπερ τινές φασι, ταῖς προσφερομέναις ναυσὶ πρὸς τὴν χώραν· καὶ γὰρ ὁ τόπος οὗτος ἀπὸ θαλάττης ἀπέχει πλείους ἢ ἑκατὸν πεντήκοντα | |
5 | σταδίους· ἀλλ’ ἐν τῇ Ἀραβίᾳ τὴν ἀποπνοὴν εἶναί φασι τὴν ἀπὸ τῆς χώρας εὔοσμον. Ἐν μὲν οὖν Συρίᾳ τὰ περιττὰ τῇ ὀσμῇ σχεδὸν ταῦτ’ ἐστίν· ἡ γὰρ χαλβάνη βαρύτερον καὶ μᾶλ‐ λον φαρμακῶδες· ἐπεὶ καὶ αὕτη γίνεται περὶ | |
10 | Συρίαν ἐκ τοῦ πανάκους καλουμένου. τὰ δὲ ἄλλα πάντα τὰ εὔοσμα οἷς πρὸς τὰ ἀρώματα χρῶνται, τὰ μὲν ἐξ Ἰνδῶν κομίζεται κἀκεῖθεν ἐπὶ θάλατταν καταπέμπεται, τὰ δ’ ἐξ Ἀραβίας, οἷον πρὸς τῷ κιναμώμῳ καὶ τῇ κασίᾳ καὶ κώμακον· ἕτερον δ’ | |
15 | εἶναι τὸ κώμακον καρπόν· τὸ δ’ ἕτερον παραμίσ‐ γουσιν εἰς τὰ σπουδαιότατα τῶν μύρων. τὸ δὲ καρδάμωμον καὶ ἄμωμον οἱ μὲν ἐκ Μηδείας, οἱ δ’ ἐξ Ἰνδῶν καὶ ταῦτα καὶ τὴν νάρδον καὶ τὰ ἄλλα ἢ τὰ πλεῖστα. | |
Hist Plant.9.7.3 | Οἷς μὲν οὖν εἰς τὰ ἀρώματα χρῶνται σχεδὸν τάδε ἐστί· κασία κινάμωμον καρδάμωμον νάρδος | |
ναῖρον βάλσαμον ἀσπάλαθος στύραξ ἶρις νάρτη κόστος πάνακες κρόκος σμύρνα κύπειρον σχοῖνος | ||
5 | κάλαμος ἀμάρακον λωτὸς ἄννητος. τούτων δὲ τὰ μὲν ῥίζαι τὰ δὲ φλοιοὶ τὰ δὲ κλῶνες τὰ δὲ ξύλα τὰ δὲ σπέρματα τὰ δὲ δάκρυα τὰ δὲ ἄνθη. καὶ τὰ μὲν πολλαχοῦ γίνεται, τὰ δὲ περιττότατα καὶ εὐοδμότατα πάντα ἐκ τῆς Ἀσίας καὶ ἐκ τῶν | |
10 | ἀλεεινῶν τόπων. ἐκ γὰρ αὐτῆς Εὐρώπης οὐδέν ἐστιν ἔξω τῆς ἴριδος. | |
Hist Plant.9.7.4 | Αὕτη δ’ ἀρίστη ἐν Ἰλλυριοῖς, οὐκ ἐν τῇ πρὸς θάλατταν χώρᾳ, ἀλλ’ ἐν τῇ ἀνακεχωρηκυίᾳ κει‐ μένῃ δὲ μᾶλλον πρὸς ἄρκτον. τόποι δὲ τόπων διαφέρουσιν ἐν οἷς ἀμείνων· ἐργασία δὲ περὶ αὐ‐ | |
5 | τὴν οὐδεμία πλὴν τοῦ περικαθήραντα ἀναξηρᾶναι. Τὰ γὰρ ἐν τῇ Θρᾴκῃ φυόμενα ῥιζία, καθάπερ τό τε τῇ νάρδῳ προσεμφερῆ τὴν ὀσμὴν ἔχον καὶ ἕτερ’ ἄττα, μικράν τινα καὶ ἀσθενῆ τὴν εὐωδίαν ἔχει. καὶ περὶ μὲν τῶν εὐόσμων ἐπὶ τοσοῦτον | |
10 | εἰρήσθω. | |
Hist Plant.9.8.1 | Περὶ δὲ τῶν ὀπῶν ὅσα μὴ πρότερον εἴ‐ ρηται, λέγω δ’ οἷον εἴ τινες φαρμακώδεις ἢ καὶ ἄλλας ἔχουσι δυνάμεις, πειρατέον ὁμοίως εἰπεῖν· ἅμα δὲ καὶ περὶ ῥιζῶν, καὶ γὰρ τῶν ὀπῶν τινες ἐκ | |
5 | τούτων καὶ χωρὶς αὐταὶ καθ’ αὑτὰς πολλὰς καὶ παντοίας ἔχουσι δυνάμεις, ὅλως δὲ περὶ πάντων φαρμακωδῶν, οἷον καρποῦ χυλισμοῦ φύλλων ῥι‐ ζῶν πόας· καλοῦσι γὰρ καὶ πόαν ἔνια τῶν φαρ‐ | |
μακωδῶν οἱ ῥιζοτόμοι. | ||
10 | Τῶν δὲ ῥιζῶν πλείους μέν εἰσιν αἱ δυνάμεις καὶ πρὸς πλείω· ζητοῦνται δὲ μάλιστα αἱ φαρμα‐ κώδεις ὡς χρησιμώταται, διαφέρουσαι τῷ τε μὴ πρὸς ταὐτὰ καὶ τῷ μὴ ἐν τοῖς αὐτοῖς ἔχειν τὴν δύναμιν. ὡς δ’ οὖν ἐπὶ πᾶν αἱ πλεῖσται μὲν ἐν | |
15 | αὑταῖς ἔχουσι καὶ τοῖς καρποῖς καὶ τοῖς ὀποῖς, ἔνιαι δὲ καὶ ἐν τοῖς φύλλοις· τὰς δὲ φυλλώδεις δυνάμεις τὰς πολλὰς σχεδὸν πόας καλοῦσιν, ὥσ‐ περ εἴρηται μικρῷ πρότερον, οἱ ῥιζοτόμοι. | |
Hist Plant.9.8.2 | Ὁ μὲν οὖν ὀπισμὸς γίνεται τῶν ὀπιζομένων ὡς ἐπὶ τὸ πολὺ τοῦ θέρους, τῶν μὲν ἐνισταμένου τῶν δὲ προεληλυθότος. ἡ δὲ ῥιζοτομία γίνεταί τινων καὶ ὑπὸ πυροτομίαν καὶ μικρῷ πρότερον, οὐ μὴν | |
5 | ἀλλ’ ἥ γε πλείων τοῦ μετοπώρου μετ’ Ἀρκτοῦρον, ὅταν φυλλορροήσωσιν, ὅσων δὲ καὶ ὁ καρπὸς χρήσιμος, ὅταν ἀμερθῶσι τὸν καρπόν. ἔστι δὲ ὁ ὀπισμὸς ἢ ἀπὸ τῶν καυλῶν, ὥσπερ τοῦ τιθυμάλ‐ λου καὶ τῆς θριδακίνης καὶ σχεδὸν τῶν πλείστων, | |
10 | ἢ ἀπὸ τῶν ῥιζῶν, ἢ τρίτον ἀπὸ τῆς κεφαλῆς, ὥσπερ τῆς μήκωνος· ταύτης γὰρ μόνης οὕτω καὶ τοῦτ’ | |
ἴδιον αὐτῆς. τῶν μὲν οὖν καὶ αὐτόματος ὁ ὀπὸς συνίσταται δακρυώδης τις, ὥσπερ καὶ τῆς τραγα‐ κάνθης· ταύτην γὰρ οὐδὲ τέμνειν ἐστί· τῶν δὲ | ||
15 | πλείστων ἀπὸ τῆς ἐντομῆς. ὧν ἐνίους μὲν εὐθὺς εἰς ἀγγεῖα συνάγουσιν, ὥσπερ καὶ τὸν τοῦ τιθυ‐ μάλλου ἢ μηκωνίου, καλοῦσι γὰρ ἀμφοτέρως, καὶ ἁπλῶς ὅσα πολύοπα τυγχάνει· τῶν δὲ μὴ πολυό‐ πων ἐρίῳ λαμβάνουσιν ὥσπερ καὶ τῆς θριδακίνης. | |
Hist Plant.9.8.3 | Ἐνίων δ’ οὐδ’ ὀπισμὸς ἀλλ’ οἷον χυλισμός ἐστιν, ὥσπερ ὅσα κόψαντες ἢ τρίψαντες καὶ ὕδωρ ἐπιχέαντες ἀπηθοῦσι καὶ λαμβάνουσι τὴν ὑπό‐ στασιν· ξηρὸς δὲ δῆλον ὅτι καὶ ἐλάττων ὁ χυλὸς | |
5 | τούτων. ἔστι δὲ τῶν μὲν ἄλλων ῥιζῶν τὸ χύλισ‐ μα ἀσθενέστερον τοῦ καρποῦ, τοῦ κωνείου δὲ ἰσχυρότερον, καὶ τὴν ἀπαλλαγὴν ῥᾴω ποιεῖ καὶ θάττω μικρὸν πάνυ καταπότιον δοθέν· ἐνεργό‐ τερον δὲ καὶ εἰς τὰς ἄλλας χρείας. ἰσχυρὸν δὲ | |
10 | καὶ τὸ τῆς θαψίας. τὰ δὲ ἄλλα πάντα ἀσθενέ‐ στερα. οἱ μὲν οὖν ὀπισμοὶ σχεδὸν τοσαυταχῶς γίνονται. | |
Hist Plant.9.8.4 | Τῆς δὲ ῥιζοτομίας οὐκ ἔστι τοιαύτη διαφορὰ πλὴν ἐν ταῖς ὥραις οἷον θέρους ἢ μετοπώρου, καὶ τῷ τάσδε ἢ τάσδε τῶν ῥιζῶν· οἷον τοῦ ἐλλεβόρου τὰς κάτω τὰς λεπτάς· τὴν γὰρ ἄνω τὴν παχεῖαν | |
5 | τὴν κεφαλώδη φασὶν ἀχρεῖον εἶναι καὶ διδόναι ταῖς κυσὶν ὅταν βούλωνται καθαίρειν. καὶ ἐφ’ ἑτέρων δέ τινων τοιαύτας λέγουσι διαφοράς. | |
Hist Plant.9.8.5 | Ἔτι δὲ ὅσα οἱ φαρμακοπῶλαι καὶ οἱ ῥιζοτόμοι τὰ μὲν ἴσως οἰκείως τὰ δὲ καὶ ἐπιτραγωδοῦντες λέγουσι. κελεύουσι γὰρ τὰς μὲν κατ’ ἄνεμον ἱσταμένους τέμνειν, ὥσπερ ἑτέρας τέ τινας καὶ | |
5 | τὴν θαψίαν, ἀλειψάμενον λίπα· τὸ γὰρ σῶμα ἀνοιδεῖν ἐὰν ἐξ ἐναντίας. κατ’ ἄνεμον δὲ καὶ τοῦ κυνοσβάτου τὸν καρπὸν συλλέγειν, εἰ δὲ μὴ κίν‐ δυνον εἶναι τῶν ὀφθαλμῶν. τὰς δὲ νύκτωρ τὰς δὲ μεθ’ ἡμέραν, ἐνίας δὲ πρὶν τὸν ἥλιον ἐπιβάλ‐ | |
10 | λειν, οἷον καὶ τὸ καλούμενον κλύμενον. | |
Hist Plant.9.8.6 | Καὶ ταῦτα μὲν καὶ τὰ παραπλήσια τούτοις τάχ’ ἂν οὐκ ἀλλοτρίως δόξειεν λέγειν· ἐπισινεῖς γάρ τινων αἱ δυνάμεις· ἐξάπτειν γάρ φασιν ὥσ‐ περ πῦρ καὶ κατακαίειν· ἐπεὶ καὶ ὁ ἐλλέβορος | |
5 | ταχὺ καρηβαρεῖν ποιεῖ, καὶ οὐ δύνανται πολὺν χρόνον ὀρύττειν, δι’ ὃ καὶ προεσθίουσι σκόροδα καὶ ἄκρατον ἐπιπίνουσιν. ἀλλὰ τὰ τοιαῦτα ὥσπερ ἐπίθετα καὶ πόρρωθεν, οἷον τὴν παιωνίαν. οἱ δὲ γλυκυσίδην καλοῦσι, νύκτωρ κελεύουσιν | |
10 | ὀρύττειν· ἐὰν γὰρ ἡμέρας καὶ ὀφθῇ τις ὑπὸ δρυο‐ κολάπτου τὸν μὲν καρπὸν ἀπολέγων κινδυνεύειν τοῖς ὀφθαλμοῖς, τὴν δὲ ῥίζαν τέμνων ἐκπίπτειν | |
τὴν ἕδραν. | ||
Hist Plant.9.8.7 | Φυλάττεσθαι δὲ καὶ τὴν κενταυρίδα τέμνοντα τριόρχην, ὅπως ἂν ἄτρωτος ἀπέλθῃ. καὶ ἄλλας δέ τινας αἰτίας. τὸ δ’ ἐπευχόμενον τέμνειν οὐθὲν ἴσως ἄτοπον· ἀλλ’ εἴ τι καὶ ἄλλο προστιθέασιν, | |
5 | οἷον ὅταν τὸ πάνακες τὸ Ἀσκληπίειον καλούμενον· ἀντεμβάλλειν γὰρ τῇ γῇ παγκαρπίαν 〈καὶ〉 μελιττοῦταν· ὅταν δὲ τὴν ξίριν, τριμήνου μελιτ‐ τούτας ἀντεμβάλλειν μισθόν· τέμνειν δὲ ἀμφήκει ξίφει περιγράψαντα εἰς τρίς· καὶ ὅτι ἂν πρῶτον | |
10 | τμηθῇ μετέωρον ἔχειν εἶθ’ οὕτω τὸ ἕτερον τέμνειν. | |
Hist Plant.9.8.8 | Καὶ ἄλλα δὲ τοιαῦτα πλείω. περιγράφειν δὲ καὶ τὸν μανδραγόραν εἰς τρὶς ξίφει, τέμνειν δὲ πρὸς ἑσπέραν βλέποντα. τὸν δ’ ἕτερον κύκλῳ περιορχεῖσθαι καὶ λέγειν ὡς πλεῖστα περὶ ἀφ‐ | |
5 | ροδισίων. τοῦτο δ’ ὅμοιον ἔοικε τῷ περὶ τοῦ κυμίνου λεγομένῳ κατὰ τὴν βλασφημίαν ὅταν σπείρωσι. περιγράφειν δὲ καὶ τὸν ἐλλέβορον τὸν μέλανα καὶ τέμνειν ἱστάμενον πρὸς ἕω καὶ κατευχόμενον· ἀετὸν δὲ φυλάττεσθαι καὶ ἐκ | |
10 | δεξιᾶς καὶ ἐξ ἀριστερᾶς· κίνδυνον γὰρ εἶναι τοῖς | |
τέμνουσιν, ἐάνπερ ἐγγὺς ἐπιγένηται ὁ ἀετός, ἀπο‐ θνήσκειν ἐνιαυτῷ. ταῦτα μὲν οὖν ἐπιθέτοις ἔοικεν, ὥσπερ εἴρηται. τρόποι δ’ οὐκ εἰσὶ τῶν ῥιζοτομιῶν πλὴν οὓς εἴπομεν. | ||
Hist Plant.9.9.1 | Ἔστι δέ, ὥσπερ ἐλέχθη, τῶν μὲν πάντα χρήσιμα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ ὁ ὀπός, ὥσπερ ἄλλων τε καὶ τοῦ πανάκους· τῶν δὲ ἡ ῥίζα καὶ ὁ ὀπός, οἷον τῆς σκαμμωνίας καὶ τοῦ | |
5 | κυκλαμίνου καὶ τῆς θαψίας καὶ ἑτέρων, καθάπερ καὶ τοῦ μανδραγόρου· τοῦ γὰρ μανδραγόρου τὸ φύλλον χρήσιμον εἶναί φασι πρὸς τὰ ἕλκη μετ’ ἀλφίτου, τὴν δὲ ῥίζαν πρὸς ἐρυσίπελας ξυσθεῖσάν τε καὶ ὄξει δευθεῖσαν καὶ πρὸς τὰ ποδαγρικὰ καὶ | |
10 | πρὸς ὕπνον καὶ πρὸς φίλτρα· διδόασι δ’ ἐν οἴνῳ ἢ ὄξει· τέμνουσι δὲ τροχίσκους ὥσπερ ῥαφανῖδος καὶ ἐνείραντες ὑπὲρ γλεύκους ἐκρέμασαν ἐπὶ καπνῷ. | |
Hist Plant.9.9.2 | Ὁ δὲ ἐλλέβορος ἐπὶ ταὐτὰ τῇ τε ῥίζῃ καὶ τῷ καρπῷ χρήσιμος, εἴπερ οἱ ἐν Ἀντικύρᾳ, καθάπερ φασί, τῷ καρπῷ καθαίρουσιν· ἔχει δὲ 〈τὸν〉 σησαμώδη τοῦτον. | |
5 | Πλείω δὲ καὶ τοῦ πανάκους τὰ χρήσιμα καὶ οὐ πάντα πρὸς τὰ αὐτά· ἀλλ’ ὁ μὲν καρπὸς πρὸς τὰς ἐξαμβλώσεις καὶ τὰς δυσουρίας, ὁ δὲ ὀπὸς ἡ χαλβάνη καλουμένη πρός τε τὰς ἐξαμβλώσεις καὶ πρὸς τὰ σπάσματα καὶ τοὺς τοιούτους | |
10 | πόνους, ἔτι δὲ πρὸς τὰ ὦτα καὶ τὰς φωνασκίας· ἡ δὲ ῥίζα πρός τε τοὺς τόκους καὶ τὰ γυναικεῖα καὶ πρὸς ὑποζυγίων φύσας· χρησίμη δὲ καὶ πρὸς τὸ ἴρινον μύρον διὰ τὴν εὐωδίαν· ἰσχυρότερον δὲ τὸ σπέρμα τῆς ῥίζης. γίνεται δὲ περὶ Συρίαν | |
15 | καὶ τέμνεται περὶ πυραμητόν. | |
Hist Plant.9.9.3 | Τοῦ δὲ κυκλαμίνου ἡ μὲν ῥίζα πρός τε τὰς ἐκπυήσεις τῶν φλεγμονῶν καὶ πρόσθετον γυναιξὶ καὶ πρὸς τὰ ἕλκη ἐν μέλιτι· ὁ δὲ ὀπὸς πρὸς τὰς ἀπὸ κεφαλῆς καθάρσεις ἐν μέλιτι ἐγχεόμενος, καὶ | |
5 | πρὸς τὸ μεθύσκειν, ἐὰν ἐν οἴνῳ διαβρέχων διδῷ τις πίνειν. ἀγαθὴν δὲ τὴν ῥίζαν καὶ ὠκυτόκιον περίαπτον καὶ εἰς φίλτρα· ὅταν δὲ ὀρύξωσι, κατα‐ καίουσιν εἶτ’ οἴνῳ δεύσαντες τροχίσκους ποιοῦσιν, ὥσπερ τῆς τρυγὸς ᾗ ῥυπτόμεθα. | |
Hist Plant.9.9.4 | Καὶ τοῦ σικύου δὲ τοῦ ἀγρίου τὴν μὲν ῥίζαν 〈πρὸσ〉 ἀλφοὺς καὶ ψώρας βοσκημάτων· τὸ δὲ σπέρμα χυλισθὲν ποιεῖ τὸ ἐλατήριον. συλλέ‐ γεται δὲ τοῦ φθινοπώρου· τότε γὰρ βέλτιστον. | |
Hist Plant.9.9.5 | Τῆς δὲ χαμαίδρυος τὰ μὲν φύλλα πρὸς τὰ ῥήγματα καὶ πρὸς τὰ τραύματα ἐν ἐλαίῳ τριβό‐ μενα καὶ πρὸς τὰ νεμόμενα ἕλκη· τὸν δὲ καρπὸν καθαίρειν χολήν· ἀγαθὸν δὲ καὶ ὀφθαλμοῖς· πρὸς | |
5 | δὲ τὰ ἄργεμα προσάγειν τὸ φύλλον τρίψαντα ἐν ἐλαίῳ. ἔχει δὲ φύλλα μὲν οἷάπερ δρῦς, τὸ δὲ ἀνάστημα τῆς ὅλης ὅσον σπιθαμιαῖον· εὔοσμον δὲ καὶ ἡδύ. Τὸ μὲν οὖν μὴ πρὸς ταὐτὸ πάντα τὰ μέρη | |
10 | χρήσιμα τυγχάνειν οὐκ ἴσως ἄτοπον· τὸ δὲ τῆς αὐτῆς ῥίζης τὸ μὲν ἄνω τὸ δὲ κάτω καθαίρειν θαυμασιώτερον, οἷον καὶ τῆς θαψίας καὶ τῆς ἰσχάδος, οἱ δ’ ἄπιον καλοῦσι, καὶ τῆς λιβανωτί‐ δος· ὅτι γὰρ αὖ καὶ κάτω καὶ ἄνω ταὐτὰ δύναται | |
15 | [καθαίρειν], καθάπερ τὸ ἐλατήριον, οὐθὲν ἄτοπον. | |
Hist Plant.9.9.6 | Ἔχει δὲ ἡ θαψία φύλλον μὲν ὅμοιον τῷ μαράθῳ πλὴν πλατύτερον καυλὸν δὲ ναρθηκώδη ῥίζαν δὲ λευκήν. Ἡ δ’ ἰσχὰς ἢ ἄπιος φύλλον μὲν ἔχει πη‐ | |
5 | γανῶδες βραχὺ καυλοὺς δ’ ἐπιγείους τρεῖς ἢ τέτταρας ῥίζαν δὲ οἵανπερ ὁ ἀσφόδελος πλὴν λεπυριώδη· φιλεῖ δὲ ὀρεινὰ χωρία καὶ κοχλα‐ κώδη. συλλέγεται δὲ τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τῶν εἰρημένων. | |
Hist Plant.9.10.1 | Ὁ δὲ ἐλλέβορος ὅ τε μέλας καὶ ὁ λευκὸς ὥσπερ ὁμώνυμοι φαίνονται· περὶ δὲ τῆς ὄψεως διαφωνοῦσιν· οἱ μὲν γὰρ ὁμοίους εἶναι, πλὴν τῷ χρώματι μόνον διαφέρειν τὴν ῥίζαν τοῦ μὲν | |
5 | λευκὴν τοῦ δὲ μέλαιναν· οἱ δὲ τοῦ μὲν μέλανος τὸ φύλλον δαφνῶδες τοῦ δὲ λευκοῦ πρασῶδες, τὰς δὲ ῥίζας ὁμοίας πλὴν τῶν χρωμάτων. οἱ δ’ οὖν ὁμοίους λέγοντες τοιάνδε φασὶν εἶναι τὴν μορφήν· καυλὸν μὲν ἀνθερικώδη βραχὺν σφόδρα· | |
10 | φύλλον δὲ πλατύσχιστον, παρόμοιον σφόδρα τῷ | |
τοῦ νάρθηκος, μῆκος δ’ ἔχον· εὐθὺ δ’ ἐκ τῆς ῥίζης ἠρτημένον καὶ ἐπιγειόφυλλον· πολύρριζον δ’ εὖ μάλα ταῖς λεπταῖς καὶ χρησίμοις. | ||
Hist Plant.9.10.2 | Ἀναιρεῖν δὲ τὸν μὲν μέλανα καὶ ἵππους καὶ βοῦς καὶ ὗς, δι’ ὃ καὶ οὐδὲν νέμεσθαι τούτων· τὸν δὲ λευκὸν νέμεσθαι τὰ πρόβατα καὶ ἐκ τούτου πρῶτον συνοφθῆναι τὴν δύναμιν καθαιρομένων | |
5 | ἐκείνων· ὡραῖος δὲ μετοπώρου, τοῦ δ’ ἦρος ἄωρος· ἀλλὰ πρὸς τὴν πυλαίαν οἱ ἐκ τῆς Οἴτης συλλέ‐ γουσι· πλεῖστος γὰρ ἐνταῦθα φύεται καὶ ἄριστος· μοναχοῦ δὲ φύεται τῆς Οἴτης περὶ τὴν Πυράν. Μίσγεται δὲ πρὸς τὴν πόσιν, ὅπως εὐεμὲς ᾖ, τὸ | |
10 | τῆς ἐλλεβορίνης σπέρμα· τοῦτο δ’ ἐστὶ ποάριον. | |
Hist Plant.9.10.3 | Φύεται δὲ ὁ μὲν μέλας πανταχοῦ· καὶ γὰρ ἐν τῇ Βοιωτίᾳ καὶ ἐν Εὐβοίᾳ καὶ παρ’ ἄλλοις πολ‐ λοῖς· ἄριστος δὲ ὁ ἐκ τοῦ Ἑλικῶνος, καὶ ὅλως τὸ ὄρος εὐφάρμακον. ὁ δὲ λευκὸς ὀλιγαχοῦ· βέλ‐ | |
5 | τιστοι δὲ καὶ οἷς χρῶνται μάλιστα τέτταρες ὁ Οἰταῖος ὁ Ποντικὸς ὁ Ἐλεάτης ὁ Μαλιώτης. φασὶ δὲ τὸν Ἐλεάτην ἐν τοῖς ἀμπελῶσι φύεσθαι καὶ ποιεῖν τὸν οἶνον οὕτω διουρητικὸν ὥστε λαγαροὺς εἶναι πάνυ τοὺς πίνοντας. | |
Hist Plant.9.10.4 | Ἄριστος δὲ πάντων καὶ τούτων καὶ τῶν ἄλλων ὁ Οἰταῖος. ὁ δὲ Παρνάσιος καὶ ὁ Αἰτωλικός, γίνεται γὰρ καὶ ἐνταῦθα καὶ πολλοὶ καὶ ὠνοῦνται | |
καὶ πωλοῦσιν οὐκ εἰδότες, [οὐχ ὅτε] σκληροὶ καὶ | ||
5 | ἄγαν περισκελεῖς. ταῦτα μὲν οὖν ὅμοια ταῖς μορφαῖς ὄντα ταῖς δυνάμεσι διαφέροντα. Καλοῦσι δὲ τὸν μέλανά τινες ἔκτομον Μελαμ‐ πόδιον, ὡς ἐκείνου πρῶτον τεμόντος καὶ ἀνευ‐ ρόντος. καθαίρουσι δὲ καὶ οἰκίας αὐτῷ καὶ | |
10 | πρόβατα συνεπᾴδοντές τινα ἐπῳδὴν καὶ εἰς ἄλλα δὲ πλείω χρῶνται. | |
Hist Plant.9.11.1 | Πολλὰ δέ ἐστι καὶ τὰ πανάκη καὶ οἱ τιθύ‐ μαλλοι καὶ ἕτερ’ ἄττα. πάνακες γὰρ καλοῦσι πρῶτον μὲν τὸ ἐν Συρίᾳ, περὶ οὗ μικρῷ πρότερον εἴρηται. ἄλλα δὲ τὰ τρία, τὸ μὲν Χειρώνειον | |
5 | καλούμενον τὸ δ’ Ἀσκληπίειον τὸ δ’ Ἡράκλειον. ἔχει δὲ τὸ μὲν Χειρώνειον φύλλον μὲν ὅμοιον λαπάθῳ μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυ‐ σοειδές, ῥίζαν δὲ μικράν· φιλεῖ δὲ μάλιστα τὰ χωρία τὰ πίονα· χρῶνται δὲ πρός τε τοὺς ἔχεις | |
10 | καὶ τὰ φαλάγγια καὶ τοὺς σῆπας καὶ τὰ ἄλλα ἑρπετὰ διδόντες ἐν οἴνῳ καὶ ἀλείφοντες μετ’ ἐλαίου· τοῦ δ’ ἔχεως τὸ δῆγμα καὶ καταπλάττον‐ τες καὶ ἐν ὀξίνῃ πιεῖν διδόντες· ἀγαθὴν δέ φασι καὶ ἑλκῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ φυμάτων ἐν | |
15 | μέλιτι. | |
Hist Plant.9.11.2 | Τὸ δ’ Ἀσκληπίειον τὴν ῥίζαν μῆκος μὲν ὡς σπιθαμὴν λευκὴν δὲ καὶ παχεῖαν σφόδρα, καὶ φλοιὸν παχὺν καὶ ἁλυκώδη· καυλὸν δὲ ἔχει γονα‐ τώδη πανταχόθεν, φύλλον δὲ οἷόνπερ ἡ θαψία | |
5 | πλὴν παχύτερον· ἀγαθὸν δὲ εἶναί φασι ἑρπετῶν τε ξύοντα πίνειν, καὶ σπληνὸς ὅταν αἷμα περὶ αὐτὸν ἐν μελικράτῳ, καὶ κεφαλαίας τρίβοντα ἐν ἐλαίῳ ἀλείφειν καὶ ἄλλο τι ἐὰν πονῇ τις ἀφανές, καὶ γαστρὸς ὀδύνης ἐν οἴνῳ ξύοντα. δύνασθαι δὲ | |
10 | καὶ τὰς μακρὰς ἀρρωστίας ἐκκλίνειν. ἔπειτα τῶν ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὸν ἐπιπάττοντα προ‐ κατακλύζοντα ἐν οἴνῳ θερμῷ, τῶν δὲ ξηρῶν ἐν οἴνῳ δεῦσαι καὶ καταπλάττειν. | |
Hist Plant.9.11.3 | Τὸ δ’ Ἡράκλειον φύλλον μὲν ἔχει μέγα καὶ πλατὺ καὶ τρισπίθαμον πανταχῆ, ῥίζαν δὲ ὡς δακτύλου τὸ πάχος δίκραν ἢ τρίκραν, τῇ γεύσει μὲν ὑπόπικρον τῇ δ’ ὀσμῇ καθάπερ λιβανωτοῦ | |
5 | καθαροῦ· ἀγαθὴν δὲ τῆς ἱερᾶς νόσου μιγνυμένην φώκης πιτύᾳ ὅσον τεταρτημόριον πίνειν, καὶ ὀδύ‐ νης κατὰ γαστέρα ἐν οἴνῳ γλυκεῖ, καὶ ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὰν τῶν δὲ ξηρῶν ἐν μέλιτι. αὗται μὲν οὖν ταύτας ἔχουσι διαφοράς τε καὶ δυνάμεις. | |
Hist Plant.9.11.4 | Ἄλλα δὲ πανάκη τὸ μὲν λεπτόφυλλον τὸ δὲ οὔ· αἱ δὲ δυνάμεις ἀμφοῖν αἱ αὐταί, πρόσθετόν τε γυναιξὶ καὶ κατάπλασμα μετ’ ἀλφίτου καὶ πρὸς τὰ ἕλκη τὰ ἄλλα καὶ πρὸς τὰ νεμόμενα. | |
Hist Plant.9.11.5 | Συνώνυμοι δὲ καὶ οἱ στρύχνοι καὶ οἱ τιθύμαλ‐ λοι. τῶν γὰρ στρύχνων ὁ μὲν ὑπνώδης ὁ δὲ μανικός. καὶ ὁ μὲν ὑπνώδης ἐρυθρὰν ἔχων τὴν ῥίζαν ὥσπερ αἷμα ξηραινομένην, ὀρυττομένην δὲ | |
5 | λευκήν, καὶ καρπὸν ἐρυθρότερον κρόκου, φύλλον δὲ τιθυμάλλῳ ὅμοιον ἢ μηλέᾳ τῇ γλυκείᾳ καὶ αὐτὸ δασὺ καὶ πυγμὴν μέγα. τούτου τῆς ῥίζης τὸν φλοιὸν κόπτοντες λίαν καὶ βρέχοντες ἐν οἴνῳ ἀκράτῳ διδόασι πιεῖν καὶ ποιεῖ καθεύδειν. φύε‐ | |
10 | ται δὲ ἐν χαράδραις καὶ τοῖς μνήμασιν. | |
Hist Plant.9.11.6 | Ὁ δὲ μανικός, οἱ δὲ θρύορον καλοῦσιν αὐτὸν οἱ δὲ περιττόν, λευκὴν ἔχει τὴν ῥίζαν καὶ μακρὰν ὡς πήχεως καὶ κοίλην. δίδοται δ’ αὐτῆς, ἐὰν μὲν ὥστε παίζειν καὶ δοκεῖν ἑαυτῷ κάλλιστον εἶναι, | |
5 | δραχμὴ σταθμῷ· ἐὰν δὲ μᾶλλον μαίνεσθαι καὶ φαντασίας τινὰς φαίνεσθαι, δύο δραχμαί· ἐὰν δ’ ὥστε μὴ παύεσθαι μαινόμενον τρεῖς, καὶ συμ‐ παραμιγνύναι φασὶν ὀπὸν κενταυρίου· ἐὰν δὲ ὥστε ἀποκτεῖναι, τέτταρες. ἔχει δὲ τὸ μὲν φύλλον | |
10 | ὅμοιον εὐζώμῳ πλὴν μεῖζον, τὸν δὲ καυλὸν ὥσπερ ὀργυίας, κεφαλὴν δὲ ὥσπερ γηθύου μείζω δὲ καὶ | |
δασυτέραν· ἔοικε δὲ καὶ πλατάνου καρπῷ. | ||
Hist Plant.9.11.7 | Τῶν δὲ τιθυμάλλων ὁ μὲν παράλιος καλού‐ μενος κόκκινον φύλλον ἔχει περιφερές, καυλὸν δὲ καὶ τὸ ὅλον μέγεθος ὡς σπιθαμῆς τὸν δὲ καρπὸν λευκόν. ἀμᾶται δὲ ὅταν ἄρτι περκάζῃ σταφυλή, | |
5 | καὶ ξηρανθεὶς ὁ καρπὸς δίδοται πίνειν τριφθεὶς ὅσον τρίτον μέρος ὀξυβάφου. | |
Hist Plant.9.11.8 | Ὁ δ’ ἄρρην καλούμενος τὸ μὲν φύλλον ἐλαιῶ‐ δες ἔχει, τὸ δὲ ὅλον μέγεθος πηχυαῖον. τοῦτον ὀπίζουσιν ἅμα τρυγητῷ καὶ θεραπεύσαντες οὕτως ὡς δεῖ χρῶνται· καθαίρει δὲ κάτω μᾶλλον. | |
Hist Plant.9.11.9 | Ὁ δὲ μυρτίτης καλούμενος τιθύμαλλος λευκός· τὸ μὲν φύλλον ἔχει καθάπερ ὁ μύρρινος, πλὴν ἀκανθῶδες ἀπ’ ἄκρου· κλήματα δ’ ἀφίησιν ἐπὶ τὴν γῆν ὡς σπιθαμιαῖα, ταῦτα δ’ οὐχ ἅμα φέρει | |
5 | τὸν καρπὸν ἀλλὰ παρ’ ἔτος, τὰ μὲν νῦν τὰ δ’ εἰς νέωτα, πεφυκότα ἀπὸ τῆς αὐτῆς ῥίζης. φιλεῖ δὲ ὀρεινὰ χωρία. ὁ δὲ καρπὸς αὐτοῦ καλεῖται κάρυον. ἀμῶσι δ’ ὅταν ἀδρύνωνται αἱ κριθαὶ καὶ ξηραίνοντες καὶ ἀποκαθαίροντες· αὐτὸν τὸν καρ‐ | |
10 | πὸν πλύναντες ἐν ὕδατι καὶ πάλιν ξηράναντες διδόασι πιεῖν συμμιγνύντες δύο μέρη τῆς μελαίνης μήκωνος, τὸ δὲ συναμφότερον ὅσον ὀξύβαφον· καθαίρει δὲ φλέγμα κάτω· ἐὰν δὲ τὸ κάρυον αὐτὸ διδῶσι, τρίψαντες ἐν οἴνῳ γλυκεῖ διδόασιν ἢ ἐν | |
15 | σησάμῳ πεφρυγμένῳ κατατραγεῖν. ταῦτα μὲν οὖν τοῖς τε φύλλοις καὶ τοῖς ὀποῖς καὶ τοῖς καρ‐ | |
ποῖς χρήσιμα. | ||
Hist Plant.9.11.10 | Τῶν δὲ λιβανωτίδων, δύο γάρ εἰσιν, ἡ μὲν ἄκαρπος ἡ δὲ κάρπιμος, ἡ μὲν καὶ τῷ καρπῷ καὶ τῷ φύλλῳ χρησίμη ἡ δὲ μόνον τῇ ῥίζῃ. καλεῖται δὲ ὁ καρπὸς κάχρυ. ἔχει δὲ αὕτη τὸ μὲν φύλλον | |
5 | ἐοικὸς σελίνῳ ἑλείῳ μεῖζον δὲ πολύ, καυλὸν δὲ μέγεθος πήχεως ἢ μείζω, ῥίζαν δὲ μεγάλην καὶ παχεῖαν λευκὴν ὄζουσαν ὥσπερ λιβανωτοῦ, καρ‐ πὸν δὲ λευκὸν τραχὺν προμήκη· φύεται δὲ μά‐ λιστα ὅπου ἂν αὐχμηρὰ χωρία ᾖ καὶ πετρώδη· | |
10 | χρησίμη δὲ ἡ μὲν ῥίζα πρός τε τὰ ἕλκη καὶ πρὸς τὰ γυναικεῖα πινομένη ἐν οἴνῳ αὐστηρῷ μέλανι· ὁ δὲ καρπὸς πρός τε τὰς στραγγουρίας καὶ πρὸς τὰ ὦτα καὶ ἄργεμα καὶ πρὸς ὀφθαλμίας καὶ ὥστε γάλα γυναιξὶν ἐμποιεῖν. | |
Hist Plant.9.11.11 | Ἡ δὲ ἄκαρπος ἔχει τὸ φύλλον ὅμοιον θριδα‐ κίνης τῆς πικρᾶς τραχύτερον δὲ καὶ λευκότερον, ῥίζαν δὲ βραχεῖαν. φύεται δὲ ὅπουπερ ἐρείκη πλείστη. δύναται δὲ ἡ ῥίζα καθαίρειν καὶ ἄνω | |
5 | καὶ κάτω· τὸ μὲν γὰρ πρὸς τὴν βλάστην ἄνω, τὸ δὲ πρὸς τὴν γῆν κάτω· κωλύει δὲ καὶ εἰς ἱμάτια τιθεμένη τοὺς σῆτας. συλλέγεται δὲ περὶ πυρο‐ τομίας. | |
Hist Plant.9.12.1 | Χαμαιλέων δὲ ὁ μὲν λευκὸς ὁ δὲ μέλας· αἱ δὲ δυνάμεις τῶν ῥιζῶν καὶ αὐταὶ δὲ αἱ ῥίζαι τοῖς εἴδεσι διάφοροι. τοῦ μὲν γὰρ λευκὴ καὶ παχεῖα καὶ γλυκεῖα καὶ ὀσμὴν ἔχουσα βαρεῖαν· | |
5 | χρήσιμον δέ φασι πρός τε τοὺς ῥοῦς, ὅταν ἑψηθῇ κατατμηθεῖσα καθάπερ ῥαφανὶς ἐνειρομένη ἐφ’ ὁλοσχοίνου, καὶ πρὸς τὴν ἕλμινθα τὴν πλατεῖαν, ὅταν ἀσταφίδα προφάγῃ πίνειν ἐπιξύοντα ταύτην ὅσον ὀξύβαφον ἐν οἴνῳ αὐστηρῷ. ἀναιρεῖ δὲ καὶ | |
10 | κύνα καὶ σῦν· κύνα μὲν ἐν ἀλφίτοις ἀναφυραθεῖσα μετὰ ἐλαίου καὶ ὕδατος, σῦν δὲ μετὰ ῥαφάνων μεμιγμένη τῶν ὀρείων. γυναικὶ δὲ δίδοται ἐν τρυγὶ γλυκείᾳ ἢ ἐν οἴνῳ γλυκεῖ. καὶ ἐὰν βούλη‐ ταί τις ἀσθενοῦντος ἀνθρώπου διαπειρᾶσθαι εἰ | |
15 | βιώσιμος, λούειν κελεύουσι τρεῖς ἡμέρας, κἂν περιενέγκῃ βιώσιμος. φύεται δὲ ὁμοίως παντα‐ χοῦ, καὶ ἔχει τὸ φύλλον ὅμοιον σκολύμῳ μεῖζον δέ· αὐτὸ δὲ πρὸς τῇ γῇ τινα κεφαλὴν ἔχει ἀκανο‐ ειδῆ μεγάλην, οἱ δὲ καὶ ἄκανον καλοῦσιν. | |
Hist Plant.9.12.2 | Ὁ δὲ μέλας τῷ μὲν φύλλῳ παρόμοιος, σκολυ‐ μῶδες γὰρ ἔχει πλὴν ἔλαττον καὶ λειότερον, αὐτὸς δ’ ὅλος ἐστὶν ὥσπερ σκιάδιον, ἡ δὲ ῥίζα παχεῖα καὶ μέλαινα διαρραγεῖσα δὲ ὑπόξανθος. | |
5 | χωρία δὲ φιλεῖ ψυχρὰ καὶ ἀργά· δύναται δὲ λέπραν τε ἐξελαύνειν ἐν ὄξει τριβόμενος καὶ ξυσ‐ θεὶς ἐπαλειφόμενος καὶ ἀλφὸν ὡσαύτως· ἀναιρεῖ δὲ καὶ τοὺς κύνας. | |
Hist Plant.9.12.3 | Μήκωνες δ’ εἰσὶν ἄγριαι πλείους· ἡ μὲν κερα‐ | |
τῖτις καλουμένη μέλαινα· ταύτης τὸ φύλλον ὥσ‐ περ φλόμου τῆς μελαίνης ἧττον δὲ μέλαν, τοῦ δὲ καυλοῦ τὸ ὕψος ὡς πηχυαῖον, ῥίζα δὲ παχεῖα καὶ | ||
5 | ἐπιπόλαιος, ὁ δὲ καρπὸς καμπύλος ὥσπερ κερά‐ τιον· συλλέγεται δὲ περὶ πυροτομίας. δύναται δὲ καθαίρειν κοιλίαν, τὸ δὲ φύλλον ἄργεμα προ‐ βάτοις ἀφαιρεῖν. φύεται δὲ παρὰ θάλατταν, οὗ ἂν ᾖ πετρώδη χωρία. | |
Hist Plant.9.12.4 | Ἑτέρα δὲ μήκων ῥοιὰς καλουμένη παρομοία κιχορίῳ τῷ ἀγρίῳ, δι’ ὃ καὶ ἐσθίεται· ἐν τοῖς ἀρουραίοις δὲ φύεται, μάλιστα ἐν ταῖς κριθαῖς· ἄνθος δ’ ἔχει ἐρυθρὸν κωδύαν δ’ ὅσην ὄνυχα τοῦ | |
5 | δακτύλου. συλλέγεται δὲ πρὸ τοῦ θερισμοῦ τῶν κριθῶν, ἐγχλωροτέρα δὲ μᾶλλον. καθαίρει δὲ κάτω. | |
Hist Plant.9.12.5 | Ἑτέρα δὲ μήκων Ἡρακλεία καλεῖται τὸ μὲν φύλλον ἔχουσα οἷον στρουθός, ᾧ τὰ ὀθόνια λευ‐ καίνουσι, ῥίζαν δὲ λεπτὴν ἐπιπόλαιον, τὸν δὲ καρπὸν λευκόν. ταύτης ἡ ῥίζα καθαίρει ἄνω· | |
5 | χρῶνται δέ τινες πρὸς τοὺς ἐπιλήπτους ἐν μελι‐ κράτῳ. ταῦτα μὲν οὖν ὥσπερ ὁμωνυμίᾳ τινὶ συνείληπται. | |
Hist Plant.9.13.1 | Τῶν δὲ ῥιζῶν καὶ ἐν τοῖς χυμοῖς αἱ διαφοραὶ καὶ ἐν ταῖς ὀσμαῖς· αἱ μὲν γάρ εἰσι δριμεῖαι αἱ δὲ πικραὶ αἱ δὲ γλυκεῖαι, καὶ αἱ μὲν εὔοδμοι αἱ δὲ βαρεῖαι. γλυκεῖα μὲν ἥ τε νυμφαία | |
5 | καλουμένη· φύεται δ’ ἐν ταῖς λίμναις καὶ ἐν τοῖς | |
ἑλώδεσιν, οἷον ἔν τε τῇ Ὀρχομενίᾳ καὶ Μαραθῶνι καὶ περὶ Κρήτην· καλοῦσι δ’ αὐτὴν οἱ Βοιωτοὶ μαδωνάϊν καὶ τὸν καρπὸν ἐσθίουσιν. ἔχει δὲ τὸ φύλλον μέγα ἐπὶ τοῦ ὕδατος· εἶναι δέ φασιν | ||
10 | ἴσχαιμον, ἐὰν τρίψας τις ἐπὶ τὴν πληγὴν ἐπιθῇ· χρησίμη δὲ καὶ πρὸς δυσεντερίαν πινομένη. | |
Hist Plant.9.13.2 | Γλυκεῖα δὲ καὶ ἡ Σκυθική· καὶ ἔνιοι δὲ καλοῦ‐ σιν εὐθὺς γλυκεῖαν αὐτήν· γίνεται δὲ περὶ τὴν Μαιῶτιν· χρησίμη δὲ πρός τε τὰ ἄσθματα καὶ πρὸς τὴν βῆχα ξηρὰν καὶ ὅλως τοὺς περὶ τὸν | |
5 | θώρακα πόνους· ἔτι δὲ πρὸς τὰ ἕλκη ἐν μέλιτι· δύναται δὲ καὶ τὴν δίψαν παύειν, ἐάν τις ἐν τῷ στόματι ἔχῃ· δι’ ὃ ταύτῃ τε καὶ τῇ ἱππακῇ διάγειν φασὶ τοὺς Σκύθας ἡμέρας καὶ ἕνδεκα καὶ δώδεκα. | |
Hist Plant.9.13.3 | [Ἡ δὲ ἀριστολοχία τῇ ὀσφρήσει μὲν εὔοδμος τῇ δὲ γεύσει πικρὰ σφόδρα τῇ χροιᾷ δὲ μέλαινα. φύεται δὲ ἐν τοῖς ὄρεσιν ἡ βελτίστη· φύλλον δὲ ἔχει προσεμφερὲς τῇ ἀλσίνῃ πλὴν στρογγυλό‐ | |
5 | τερον· χρησίμη δὲ πρὸς πολλά, καὶ ἀρίστη πρὸς κεφαλῆς ἀγαθὴ δὲ καὶ πρὸς τὰ ἄλλα ἕλκη, καὶ πρὸς τὰ ἑρπετὰ καὶ πρὸς ὕπνον καὶ πρὸς ὑστέραν. τὰ μὲν οὖν προσάγειν κελεύουσιν ἐν ὕδατι ἀνα‐ δεύσαντα καὶ καταπλάττοντα, τὰ δὲ ἄλλα εἰς | |
10 | μέλι ἐνξύσαντα καὶ ἔλαιον· πρὸς δὲ τὰ τῶν ἑρπετῶν ἐν οἴνῳ ὀξίνῃ πίνειν καὶ ἐπὶ τὸ δῆγμα ἐπιπλάττειν· εἰς ὕπνον δὲ ἐν οἴνῳ μέλανι αὐστηρῷ κνίσαι· ἐὰν δὲ αἱ μῆτραι προπέσωσι, τῷ ὕδατι | |
ἀποκλύζειν.] | ||
Hist Plant.9.13.4 | Αὗται μὲν οὖν γλυκεῖαι. ἄλλαι δὲ πικραί, αἱ δὲ βαρεῖαι τῇ γεύσει. γίνονται δέ τινες τῶν γλυκειῶν αἱ μὲν ἐκστατικαί, καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ περὶ Τέγεαν, ἣν καὶ Πάνδειος ὁ ἀνδριαν‐ | |
5 | τοποιὸς φαγὼν ἐργαζόμενος ἐν τῷ ἱερῷ ἐξέστη. αἱ δὲ θανατηφόροι, καθάπερ ἡ περὶ τὰ μέταλλα ἐν τοῖς ἔργοις τοῖς ἐν Θρᾴκῃ· κούφη δὲ καὶ ἡδεῖα πάνυ τῇ γεύσει καὶ τὸν θάνατον ὑπνώδη τινὰ ποιοῦσα καὶ ἐλαφρόν. ἔχουσι δὲ καὶ τοῖς χρώ‐ | |
10 | μασι διαφορὰς οὐ τῷ λευκῷ καὶ μέλανι καὶ ξανθῷ μόνον, ἀλλ’ ἔνιαι καὶ οἰνοχρῶτες, αἱ δ’ ἐρυθραί, καθάπερ ἡ τοῦ ἐρευθεδανοῦ. | |
Hist Plant.9.13.5 | Ἡ δὲ τοῦ πενταφύλλου ἢ πενταπετοῦς, καλοῦσι γὰρ ἀμφοτέρως, ὀρυττομένη ἐρυθρὰ ξηραινομένη δὲ μέλαινα γίνεται καὶ τετράγωνος· ἔχει δὲ τὸ φύλλον ὥσπερ οἴναρον μικρὸν δὲ καὶ τὴν χροιὰν | |
5 | ὅμοιον· καὶ αὐξάνεται καὶ φθίνει ἅμα τῇ ἀμπέλῳ· πάντα δὲ πέντε τὰ φύλλα, δι’ ὃ καὶ ἡ προσηγορία· καυλοὺς δὲ ἐπὶ γῆν ἵησι λεπτοὺς καὶ κνήμας ἔχει. | |
Hist Plant.9.13.6 | Τὸ δὲ ἐρευθεδανὸν φύλλον ὅμοιον κιττῷ πλὴν στρογγυλότερον· φύεται δ’ ἐπὶ γῆς ὥσπερ ἄγρω‐ στις, φιλεῖ δὲ παλίσκια χωρία. οὐρητικὴ δέ, δι’ ὃ καὶ χρῶνται πρὸς τὰ τῆς ὀσφύος ἀλγήματα καὶ | |
5 | πρὸς τὰς ἰσχιάδας. Ἔνιαι δὲ ἰδιόμορφοί τινες, ὥσπερ ἥ τε τοῦ | |
σκορπίου καλουμένου καὶ ἡ τοῦ πολυποδίου. ἡ μὲν γὰρ ὁμοία σκορπίῳ καὶ χρησίμη δὲ πρὸς τὴν πληγὴν αὐτοῦ καὶ πρὸς ἄλλ’ ἄττα. ἡ δὲ τοῦ | ||
10 | πολυποδίου δασεῖα καὶ ἔχουσα κοτυληδόνας, ὥσ‐ περ αἱ τοῦ πολύποδος πλεκτάναι. καθαίρει δὲ κάτω· κἂν περιάψηταί τις οὔ φασιν ἐμφύεσθαι πολύπουν. ἔχει δὲ φύλλον ὅμοιον τῇ πτερίδι τῇ μεγάλῃ καὶ φύεται ἐν ταῖς πέτραις. | |
Hist Plant.9.14.1 | Πασῶν δὲ τῶν ῥιζῶν αἱ μὲν πλείω χρόνον αἱ δὲ ἐλάττω διαμένουσιν. ὁ μὲν γὰρ ἐλλέβορος καὶ τριάκοντα ἔτη χρήσιμος, ἡ δὲ ἀριστολοχία πέντε ἢ ἕξ, χαμαιλέων δὲ ὁ μέλας | |
5 | τετταράκοντα, κενταυρὶς δὲ δέκα ἢ δώδεκα· πίειρα δὲ ἡ ῥίζα καὶ πυκνή· πευκέδανον δὲ πέντε ἢ ἕξ, ἀμπέλου δὲ ἀγρίας ἐνιαυτόν, ἐὰν ἐν σκιᾷ ᾖ καὶ ἄπληκτος, εἰ δὲ μή, σαπρὰ καὶ σομφώδης· ἄλλαι δὲ ἄλλους ἔχουσαι χρόνους. πάντων δὲ | |
10 | ὅλως τῶν φαρμάκων πλεῖστον διαμένει χρόνον τὸ ἐλατήριον, καὶ τὸ παλαιότατον ἄριστον. ἰατρὸς δ’ οὖν τις ἔλεγεν οὐκ ἀλαζὼν οὐδὲ ψεύστης ὡς εἴη παρ’ αὐτῷ καὶ διακοσίων ἐτῶν θαυμαστὸν δὲ τῇ | |
Hist Plant.9.14.2 | ἀρετῇ, δοῦναι δὲ αὐτῷ τινα δῶρον. αἰτία δὲ τῆς χρονιότητος ἡ ὑγρότης· διὰ γὰρ ταύτην καὶ ὅταν κόψωσι τιθέασι εἰς τέφραν ὑγρόν, καὶ οὐδ’ ὣς γίνεται ξηρόν, ἀλλ’ ἄχρι πεντήκοντα ἐτῶν σβέν‐ | |
5 | νυσι προσαγόμενον τοὺς λύχνους. φασὶ δὲ μόνον ἢ μάλιστα ὑπέρινον ἄνω ποιεῖν τῶν φαρμάκων· αὕτη μὲν οὖν ἰδιότης τις δυνάμεως. | |
Hist Plant.9.14.3 | Τῶν δὲ ῥιζῶν ὅσαι μὲν γλυκύτητά τινα ἔχουσι ξυμβαίνει θριπηδέστους γίνεσθαι χρονιζομένας, ὅσαι δὲ δριμεῖαι, τοῦτο μὲν μὴ πάσχειν ἀμαυροῦ‐ σθαι δ’ αὐτῶν τὰς δυνάμεις μανουμένων καὶ | |
5 | κενουμένων. τῶν δ’ ἔξω θηρίων ἄλλο μὲν οὐδὲν ἅπτεται ῥίζης δριμείας, ἡ δὲ σφονδύλη πασῶν· τοῦτο μὲν οὖν ἴδιον τῆς τοῦ ζώου φύσεως. | |
Hist Plant.9.14.4 | Πᾶσαν δὲ χείρω γίνεσθαι ῥίζαν, ἐὰν ἐάσῃ τις τελειωθῆναι καὶ ἁδρυνθῆναι τὸν καρπόν· ὡσαύ‐ τως δὲ καὶ τὸν καρπόν, ἐὰν ὀπίσῃς τὴν ῥίζαν· ὡς ἐπὶ τὸ πολὺ δὲ αἱ φαρμακώδεις οὐκ ὀπίζονται, | |
5 | ὧν δ’ ἂν τὰ σπέρματα φαρμακώδη, αὗται δὴ ὀπίζονται· χρῆσθαι δέ τινές φασι μᾶλλον ταῖς ῥίζαις, ὅτι ἰσχυρότερος ὁ καρπὸς ὥσθ’ ὑπενεγκεῖν τὸ σῶμα. φαίνεται δὲ οὐ καθ’ ὅλου τοῦτο ἀλη‐ θές· ἐπεὶ καὶ οἱ ἐν Ἀντικύρᾳ τοῦ σησαμώδους | |
10 | [ἐλλεβόρου] διδόασιν, [ὅτι ὁ καρπὸς ὅμοιος ση‐ σάμῳ]. | |
Hist Plant.9.15.1 | Φαρμακώδεις δὲ δοκοῦσιν εἶναι τόποι μάλιστα τῶν μὲν ἔξω τῆς Ἑλλάδος οἱ περὶ τὴν Τυρρηνίαν καὶ τὴν Λατίνην, ἐν ᾗ καὶ τὴν Κίρκην | |
εἶναι λέγουσιν· καὶ ἔτι μᾶλλόν γε, ὡς Ὅμηρός | ||
5 | φησι, τὰ περὶ Αἴγυπτον· ἐκεῖθεν γὰρ τὴν Ἑλένην φησὶ λαβεῖν “ἐσθλὰ τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις Αἰγυπτίη· τόθι πλεῖστα φύει ζείδωρος ἄρουρα φάρμακα, πολλὰ μὲν ἐσθλὰ τετυγμένα πολλὰ δὲ λυγρά.” ὧν δὴ καὶ τὸ | |
10 | νηπενθὲς ἐκεῖνό φησιν εἶναι καὶ ἄχολον, ὥστε λήθην ποιεῖν καὶ ἀπάθειαν τῶν κακῶν. καὶ σχεδὸν αὗται μὲν ἐοίκασιν ὥσπερ ὑπὸ τῶν ποιη‐ τῶν ὑποδεδεῖχθαι. καὶ γὰρ Αἰσχύλος ἐν ταῖς ἐλεγείαις ὡς πολυφάρμακον λέγει τὴν Τυρρηνίαν· | |
15 | “Τυρρηνὸν γενεάν, φαρμακοποιὸν ἔθνος.” | |
Hist Plant.9.15.2 | Οἱ δὲ τόποι πάντες πως φαίνονται μετέχειν τῶν φαρμάκων, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον δια‐ φέρειν· καὶ γὰρ οἱ πρὸς ἄρκτον καὶ μεσημβρίαν καὶ οἱ πρὸς ἀνατολὰς ἔχουσι θαυμαστὰς δυνάμεις. | |
5 | ἐν Αἰθιοπίᾳ γὰρ ᾗ τοὺς ὀϊστοὺς χρίουσι ῥίζα τίς ἐστι θανατηφόρος. ἐν δὲ Σκύθαις αὕτη τε καὶ ἕτεραι πλείους, αἱ μὲν παραχρῆμα ἀπαλλάττουσαι τοὺς προσενεγκαμένους, αἱ δ’ ἐν χρόνοις αἱ μὲν ἐλάττοσιν αἱ δ’ ἐν πλείοσιν, ὥστ’ ἐνίους κατα‐ | |
10 | φθίνειν. ἐν Ἰνδοῖς δὲ καὶ ἕτερα γένη πλείω, περιττότατα δέ, εἴπερ ἀληθῆ λέγουσιν, ἥ τε δυνα‐ μένη τὸ αἷμα διαχεῖν καὶ οἷον ὑποφεύγειν, καὶ πάλιν ἡ συνάγουσα καὶ πρὸς ἑαυτὴν ἐπισπωμένη, ἃ δή φασιν εὑρῆσθαι πρὸς τὰ τῶν ὀφιδίων τῶν | |
15 | θανατηφόρων δήγματα. | |
Hist Plant.9.15.3 | Περὶ δὲ τὴν Θρᾴκην εἶναι μὲν καὶ ἑτέρας οὐκ ὀλίγας, ἰσχυροτάτην δὲ ὡς εἰπεῖν τὴν ἴσχαιμον, | |
ἣν δὴ λέγουσιν οἱ μὲν κεντηθείσης τῆς φλεβὸς οἱ δὲ καὶ σφοδροτέρως διατμηθείσης ἴσχειν καὶ | ||
5 | κωλύειν τὴν χύσιν. [ταῦτα μὲν οὖν, ὥσπερ εἴπο‐ μεν, ἔοικε δηλοῦν τὸ κοινόν.] τῶν μὲν οὖν ἔξω τόπων οἱ φαρμακωδέστατοι οὗτοι. | |
Hist Plant.9.15.4 | Τῶν δὲ περὶ τὴν Ἑλλάδα τόπων φαρμακωδέ‐ στατον τό τε Πήλιον τὸ ἐν Θετταλίᾳ καὶ τὸ Τελέθριον τὸ ἐν Εὐβοίᾳ καὶ ὁ Παρνασός, ἔτι δὲ καὶ ἡ Ἀρκαδία καὶ ἡ Λακωνική· καὶ γὰρ αὗται | |
5 | φαρμακώδεις ἀμφότεραι· δι’ ὃ καὶ οἵ γε Ἀρκάδες εἰώθασιν ἀντὶ τοῦ φαρμακοποτεῖν γαλακτοποτεῖν περὶ τὸ ἔαρ, ὅταν οἱ ὀποὶ μάλιστα τῶν τοιούτων φύλλων ἀκμάζωσι· τότε γὰρ φαρμακωδέστατον τὸ γάλα· πίνουσι δὲ βόειον· δοκεῖ γὰρ πολυ‐ | |
10 | νομώτατον καὶ παμφαγώτατον εἶναι πάντων ὁ βοῦς. | |
Hist Plant.9.15.5 | Φύεται δὲ παρ’ αὐτοῖς ὅ τε ἐλλέβορος ἀμφό‐ τερος καὶ ὁ λευκὸς καὶ ὁ μέλας· ἔτι δὲ δαῦκον δαφνοειδὲς κροκόεν, καὶ ἣν ἐκεῖνοι μὲν ῥάφανον ἀγρίαν καλοῦσι τῶν δ’ ἰατρῶν τινες κεράϊν, καὶ | |
5 | ἣν οἱ μὲν ἀλθαίαν ἐκεῖνοι δὲ μαλάχην ἀγρίαν, καὶ ἡ ἀριστολοχία καὶ τὸ σέσελι καὶ τὸ ἱπποσέλινον καὶ τὸ πευκέδανον καὶ ἡ Ἡράκλεια καὶ ὁ στρύχνος ἀμφότερος ὅ τε φοινικοῦν ἔχων τὸν καρπὸν καὶ ὁ μέλανα. | |
Hist Plant.9.15.6 | Φύεται δὲ καὶ ὁ σίκυος ὁ ἄγριος, ἐξ οὗ τὸ ἐλατήριον συντίθεται· καὶ ὁ τιθύμαλλος, ἐξ οὗ τὸ ἱπποφάες· ἄριστον δὲ τοῦτο περὶ Τεγέαν κἀκεῖνο | |
μάλιστα σπουδάζεται· φύεται δ’ ἐκεῖ ἐπὶ πλέον· | ||
5 | πλεῖστον δὲ καὶ κάλλιστον φύεται περὶ τὴν Κλειτορίαν. | |
Hist Plant.9.15.7 | Ἡ δὲ πανάκεια γίνεται κατὰ τὸ πετραῖον περὶ Ψωφίδα καὶ πλείστη καὶ ἀρίστη. τὸ δὲ μῶλυ περὶ Φενεὸν καὶ ἐν τῇ Κυλλήνῃ. φασὶ δ’ εἶναι καὶ ὅμοιον ᾧ ὁ Ὅμηρος εἴρηκε, τὴν μὲν ῥίζαν | |
5 | ἔχον στρογγύλην προσεμφερῆ κρομύῳ τὸ δὲ φύλ‐ λον ὅμοιον σκίλλῃ· χρῆσθαι δὲ αὐτῷ πρός τε τὰ ἀλεξιφάρμακα καὶ τὰς μαγείας· οὐ μὴν ὀρύττειν γ’ εἶναι χαλεπόν, ὡς Ὅμηρός φησι. | |
Hist Plant.9.15.8 | Τὸ δὲ κώνειον ἄριστον περὶ Σοῦσα καὶ ἐν τοῖς ψυχροτάτοις τόποις. γίνεται δὲ καὶ ἐν τῇ Λακω‐ νικῇ τὰ πολλὰ τούτων· καὶ γὰρ αὕτη πολυφάρ‐ μακος. ἐν Ἀχαίᾳ δὲ ἥ τε τραγάκανθα πολλὴ | |
5 | καὶ οὐδὲν χείρων ὡς οἴονται τῆς Κρητικῆς ἀλλὰ καὶ τῇ ὄψει καλλίων· καὶ δαῦκον περὶ τὴν Πα‐ τραϊκὴν διαφέρον· τοῦτο δὲ θερμαντικὸν φύσει, ῥίζαν δὲ ἔχει μέλαιναν. φύεται δὲ τὰ πολλὰ τούτων καὶ ἐν τῷ Παρνασῷ καὶ περὶ τὸ Τελέ‐ | |
10 | θριον. καὶ ταῦτα μὲν κοινὰ πλειόνων χώρων. | |
Hist Plant.9.16.1 | Τὸ δὲ δίκταμνον ἴδιον τῆς Κρήτης, θαυ‐ μαστὸν δὲ τῇ δυνάμει καὶ πρὸς πλείω χρήσιμον μάλιστα δὲ πρὸς τοὺς τόκους τῶν γυναικῶν. ἔστι δὲ τὸ μὲν φύλλον παρόμοιον τῇ βληχοῖ, ἔχει δέ | |
5 | τι καὶ κατὰ τὸν χυλὸν ἐμφερὲς τὰ δὲ κλωνία λεπτότερα. χρῶνται δὲ τοῖς φύλλοις, οὐ τοῖς κλωσὶν οὐδὲ τῷ καρπῷ· χρήσιμον δὲ πρὸς πολλὰ | |
μὲν καὶ ἄλλα, μάλιστα δέ, ὥσπερ ἐλέχθη, πρὸς τὰς δυστοκίας τῶν γυναικῶν· ἢ γὰρ εὐτοκεῖν φασι | ||
10 | ποιεῖν ἢ παύειν γε τοὺς πόνους ὁμολογουμένως· δίδοται δὲ πίνειν ἐν ὕδατι. σπάνιον δέ ἐστι· καὶ γὰρ ὀλίγος ὁ τόπος ὁ φέρων, καὶ τοῦτον αἱ αἶγες ἐκνέμονται διὰ τὸ φιληδεῖν. ἀληθὲς δέ φασιν εἶναι καὶ τὸ περὶ τῶν βελῶν, ὅτι φαγούσαις ὅταν | |
15 | τοξευθῶσι ἐκβάλλει. τὸ μὲν οὖν δίκταμνον τοιοῦτόν τε καὶ τοιαύτας ἔχει τὰς δυνάμεις. | |
Hist Plant.9.16.2 | Τὸ δὲ ψευδοδίκταμνον τῷ μὲν φύλλῳ ὅμοιον τοῖς κλωνίοις δ’ ἔλαττον τῇ δυνάμει δὲ πολὺ λειπόμενον. βοηθεῖ μὲν γὰρ καὶ ταὐτά, χεῖρον δὲ πολλῷ καὶ ἀσθενέστερον. ἔστι δὲ εὐθὺς ἐν τῷ | |
5 | στόματι φανερὰ τοῦ δικτάμνου ἡ δύναμις· δια‐ θερμαίνει γὰρ ἀπὸ μικροῦ σφόδρα. τιθέασι δὲ τὰς δεσμίδας ἐν νάρθηκι ἢ καλάμῳ πρὸς τὸ μὴ ἀποπνεῖν· ἀσθενέστερον γὰρ ἀποπνεῦσαν. λέ‐ γουσι δέ τινες ὡς ἡ μὲν φύσις μία ἡ τοῦ δικ‐ | |
10 | τάμνου καὶ ἡ τοῦ ψευδοδικτάμνου, διὰ δὲ τὸ ἐν εὐγειοτέροις φύεσθαι τόποις χεῖρον γίνεσθαι, καθάπερ καὶ ἄλλα πολλὰ πλείω τούτων κατὰ τὰς δυνάμεις. τὸ γὰρ δίκταμνον φιλεῖ χώραν τραχεῖαν. | |
Hist Plant.9.16.3 | Ἔστι δὲ καὶ ἕτερον δίκταμνον ὥσπερ ὁμώνυμον, οὔτε τὴν ὄψιν οὔτε τὴν δύναμιν ἔχον τὴν αὐτήν· φύλλον γὰρ ἔχει ὅμοιον σισυμβρίῳ τοὺς δὲ κλῶ‐ νας μείζους· ἔτι δὲ τὴν χρείαν καὶ τὴν δύναμιν | |
5 | οὐκ ἐν τοῖς αὐτοῖς. τοῦτο μὲν οὖν, ὥσπερ ἐλέχθη, | |
θαυμαστὸν ἅμα καὶ ἴδιον τῆς νήσου. φασὶ δέ τινες ὅλως τῶν φύλλων καὶ τῶν ὀροδάμνων καὶ ἁπλῶς τῶν ὑπὲρ γῆς τὰ ἐν Κρήτῃ διαφέρειν, τῶν δὲ ἄλλων τῶν γε πλείστων τὰ ἐν τῷ Παρνασῷ. | ||
Hist Plant.9.16.4 | Τὸ δ’ ἀκόνιτον γίνεται μὲν καὶ ἐν Κρήτῃ καὶ ἐν Ζακύνθῳ, πλεῖστον δὲ καὶ ἄριστον ἐν Ἡρακλείᾳ τῇ ἐν Πόντῳ. ἔχει δὲ φύλλον μὲν κιχοριῶδες, ῥίζαν δὲ ὁμοίαν τῷ σχήματι καὶ τῷ χρώματι | |
5 | καρίδι, τὴν δὲ δύναμιν τὴν θανατηφόρον ἐν ταύτῃ· τὸ δὲ φύλλον καὶ τὸν καρπὸν οὐθέν φασι ποιεῖν· καρπὸς δέ ἐστι πόας οὐχ ὑλήματος. βραχεῖα δὲ ἡ πόα καὶ οὐδὲν ἔχουσα περιττόν, ἀλλὰ παρομοία τῷ σίτῳ τὸ δὲ σπέρμα οὐ σταχυηρόν. φύεται δὲ | |
10 | πανταχοῦ καὶ οὐκ ἐν ταῖς Ἀκόναις μόνον, ἀφ’ ὧν ἔχει τὴν προσηγορίαν· αὕτη δέ ἐστι κώμη τις τῶν Μαριανδυνῶν· φιλεῖ δὲ μάλιστα τοὺς πετρώδεις τόπους· οὐ νέμεται δὲ οὔτε πρόβατον οὔτ’ ἄλλο | |
Hist Plant.9.16.5 | ζῶον οὐδέν. συντίθεσθαι δὲ τρόπον τινὰ πρὸς τὸ ἐργάζεσθαι καὶ οὐ παντὸς εἶναι· δι’ ὃ καὶ τοὺς ἰατροὺς οὐκ ἐπισταμένους συντιθέναι σηπτικῷ τε χρῆσθαι καὶ πρὸς ἄλλα ἄττα· πινόμενον δ’ | |
5 | οὐδεμίαν αἴσθησιν ποιεῖν οὔτ’ ἐν οἴνῳ οὔτ’ ἐν μελικράτῳ· συντίθεσθαι δὲ ὥστε κατὰ χρόνους τακτοὺς ἀναιρεῖν, οἷον δίμηνον τρίμηνον ἑξάμηνον | |
ἐνιαυτόν, τοὺς δὲ καὶ δύο ἔτη· χείριστα δὲ ἀπαλ‐ λάττειν τοὺς ἐν πλείστῳ χρόνῳ καταφθίνοντος | ||
10 | τοῦ σώματος, ῥᾷστα δὲ τοὺς παραχρῆμα. λυτι‐ κὸν δὲ φάρμακον οὐχ εὑρῆσθαι, καθάπερ ἀκούομεν ἑτέρων τι φύεσθαι. ἀλλὰ τοὺς ἐγχωρίους ἀνασώ‐ ζειν τινὰς μέλιτι καὶ οἴνῳ καὶ τοιούτοις τισί, σπανίως δὲ καὶ τούτους καὶ ἐργωδῶς. | |
Hist Plant.9.16.6 | Ἀλλὰ τοῦ ἐφημέρου τὸ φάρμακον εὑρῆσθαι· ἕτερον γάρ τι ῥίζιον εἶναι ὃ ἐφήμερον ἀπαλλάττει· τοῦτο δὲ φύλλον ὅμοιον ἔχειν τῷ ἐλλεβόρῳ ἢ τῷ λειρίῳ· καὶ τοῦτο πάντας εἰδέναι· δι’ ὃ καὶ τὰ | |
5 | ἀνδράποδά φασι πολλάκις παροργισθέντα χρῆ‐ σθαι, κἄπειτα ἰατρεύειν αὐτὰ πρὸς τοῦτο ὁρμῶντα, καὶ γὰρ οὐδὲ ταχεῖαν ποιεῖσθαι τὴν ἀπαλλαγὴν οὐδὲ ἐλαφρὰν ἀλλὰ δυσχερῆ καὶ χρόνιον· εἰ μὴ ἄρα διὰ τὸ εὐθεράπευτον εἶναι καὶ ἀκατασκεύασ‐ | |
10 | τον ὡς δεῖ. φασὶ γοῦν καὶ παραχρῆμα ἀπαλ‐ λάττεσθαι καὶ ὕστερον χρόνῳ τοὺς δὲ καὶ εἰς | |
ἐνιαυτὸν ἄγειν, καὶ τὰς δόσεις ἀβοηθήτους εἶναι. ταῦτα δὲ ἐξακριβωθῆναι μάλιστα παρὰ τοῖς Τυρ‐ | ||
Hist Plant.9.16.7 | ρηνοῖς τοῖς ἐν Ἡρακλείᾳ. τοῦτο μὲν 〈οὖν〉 οὐδὲν ἄτοπον, εἰ τρόπον μέν τινα ἀβοήθητον ἄλλως δὲ βοηθήσιμον, ὥσπερ καὶ ἕτερα τῶν θανατηφόρων. Τὸ δὲ ἀκόνιτον ἄχρηστον, ὥσπερ εἴρηται, τοῖς | |
5 | μὴ ἐπισταμένοις· οὐδὲ κεκτῆσθαι δὲ ἐξεῖναι, ἀλλὰ θάνατον τὴν ζημίαν· τὴν δὲ τῶν χρόνων διαφορὰν ἀκολουθεῖν κατὰ τὰς συλλογάς· ἰσοχρόνους γὰρ τοὺς θανάτους γίνεσθαι τοῖς ἀπὸ τῆς συλλογῆς χρόνοις. | |
Hist Plant.9.16.8 | Θρασύας δ’ ὁ Μαντινεὺς εὑρήκει τι τοιοῦτον, ὥσπερ ἔλεγεν, ὥστε ῥᾳδίαν ποιεῖν καὶ ἄπονον τὴν ἀπόλυσιν τοῖς ὀποῖς χρώμενος κωνείου τε καὶ μήκωνος καὶ ἑτέρων τοιούτων, ὥστε εὔογκον εἶναι | |
5 | σφόδρα καὶ μικρὸν ὅσον εἰς δραχμῆς ὁλκήν. ἀβοήθητον δὲ πάντη καὶ δυνάμενον διαμένειν ὁποσονοῦν χρόνον καὶ οὐδὲν ἀλλοιούμενον. ἐλάμ‐ βανε δὲ τὸ κώνειον οὐχ ὅθεν ἐτύγχανεν ἀλλ’ ἐκ Σούσων καὶ εἴ τις ἄλλος τόπος ψυχρὸς καὶ πα‐ | |
10 | λίσκιος· ὡσαύτως δὲ καὶ τἆλλα. συνετίθει δὲ καὶ ἕτερα φάρμακα πολλὰ καὶ ἐκ πολλῶν. δεινὸς δὲ καὶ Ἀλεξίας ὁ μαθητὴς αὐτοῦ καὶ οὐχ ἧττον ἔντεχνος ἐκείνου· καὶ γὰρ τῆς ἄλλης ἰατρικῆς | |
ἔμπειρος. | ||
Hist Plant.9.16.9 | Ταῦτα μὲν οὖν εὑρῆσθαι δοκεῖ πολλῷ μᾶλλον νῦν ἢ πρότερον. ὅτι δὲ διαφέρει τὸ χρῆσθαί πως ἑκάστῳ φανερὸν ἐκ πολλῶν· ἐπεὶ καὶ Κεῖοι τῷ κωνείῳ πρότερον οὐχ οὕτω ἀλλὰ τρίβοντες | |
5 | ἐχρῶντο, καθάπερ οἱ ἄλλοι· νῦν δ’ οὐδ’ ἂν εἷς τρίψειεν, ἀλλὰ περιπτίσαντες καὶ ἀφελόντες τὸ κέλυφος, τοῦτο γὰρ τὸ τὴν δυσχέρειαν παρέχον δυσκατέργαστον ὄν, μετὰ ταῦτα κόπτουσιν ἐν τῷ ὅλμῳ καὶ διαττήσαντες λεπτὰ ἐπιπάττοντες ἐφ’ | |
10 | ὕδωρ πίνουσιν, ὥστε ταχεῖαν καὶ ἐλαφρὰν γίνε‐ σθαι τὴν ἀπαλλαγήν. | |
Hist Plant.9.17.1 | Ἁπάντων δὲ τῶν φαρμάκων αἱ δυνάμεις ἀσθενέστεραι τοῖς συνειθισμένοις τοῖς δὲ καὶ ἀν‐ ενεργεῖς τὸ ὅλον. ἔνιοι γὰρ ἐλλέβορον ἐσθίοντες πολὺν ὥστε ἀναλίσκειν δέσμας ὅλας οὐδὲν πάσ‐ | |
5 | χουσιν· ὅπερ ἐποίει καὶ Θρασύας δεινότατος ὢν ὡς ἐδόκει περὶ τὰς ῥίζας. ποιοῦσι δὲ τοῦθ’ ὡς ἔοικε καὶ τῶν νομέων τινές· δι’ ὃ καὶ πρὸς τὸν φαρμακοπώλην τὸν θαυμαζόμενον ὡς κατήσθιε ῥίζαν μίαν ἢ δύο παραγενόμενος ὁ ποιμὴν καὶ | |
10 | ἀναλώσας ὅλην τὴν δέσμην ἐποίησεν ἀδόκιμον· ἐλέγετο δ’ ὅτι καθ’ ἑκάστην ἡμέραν τοῦτο ποιεῖ καὶ αὐτὸς καὶ ἕτεροι. | |
Hist Plant.9.17.2 | Κινδυνεύει γὰρ ἔνια τῶν φαρμάκων τῇ ἀσυνη‐ | |
θείᾳ φάρμακα γίνεσθαι, τάχα δὲ ἀληθέστερον εἰπεῖν ὡς τῇ συνηθείᾳ οὐ φάρμακα· προσδεξα‐ μένης γὰρ τῆς φύσεως καὶ κατακρατούσης οὐκέτι | ||
5 | φάρμακα, καθάπερ καὶ Θρασύας ἔλεγεν· ἐκεῖνος γὰρ ἔφη τὸ αὐτὸ τοῖς μὲν φάρμακον εἶναι τοῖς δ’ οὐ φάρμακον, διαιρῶν τὰς φύσεις ἑκάστων· ᾤετο γὰρ δεῖν καὶ ἦν δεινὸς διαγνῶναι. ποιεῖ δέ τι δῆλον ὅτι πρὸς τῇ φύσει καὶ τὸ ἔθος. Εὔδημος | |
10 | γοῦν ὁ φαρμακοπώλης εὐδοκιμῶν σφόδρα κατὰ τὴν τέχνην συνθέμενος μηδὲν πείσεσθαι πρὸ ἡλίου δύναντος κατέφαγε μέτριον πάνυ καὶ οὐ | |
Hist Plant.9.17.3 | κατέσχεν οὐδ’ ἐκράτησεν. ὁ δὲ Χῖος Εὔδημος πίνων ἐλλέβορον οὐκ ἐκαθαίρετο. καί ποτε ἔφη πιεῖν ἐν μιᾷ ἡμέρᾳ δύο καὶ εἴκοσι πόσεις ἐν τῇ ἀγορᾷ καθήμενος ἐπὶ τῶν σκευῶν καὶ οὐκ ἐξανα‐ | |
5 | στῆναι πρὸ τοῦ δείλην γενέσθαι· τότε δ’ ἐλθὼν καὶ λούσασθαι καὶ δειπνεῖν ὥσπερ εἰώθει καὶ οὐκ ἐξεμέσαι· πλὴν οὗτός γε βοήθειάν τινα παρα‐ σκευασάμενος κατέσχε· κίσσηριν γὰρ ἐπιπάττων ἐπ’ ὄξος δριμὺ πιεῖν ἔφη μετὰ τὴν ἑβδόμην πόσιν, | |
10 | καὶ πάλιν ὕστερον ἐν οἴνῳ τὸν αὐτὸν τρόπον· τὴν δὲ τῆς κισσήριδος οὕτως ἰσχυρὰν εἶναι δύναμιν ὥστ’ ἐάν τις εἰς πίθον ζέοντα 〈οἴνου〉 ἐμβάλῃ παύειν τὴν ζέσιν οὐ παραχρῆμα μόνον ἀλλὰ καὶ ὅλως καταξηραίνουσάν τε δῆλον ὅτι καὶ ἀναδεχο‐ | |
15 | μένην τὸ πνεῦμα καὶ τοῦτο διϊεῖσαν. οὗτος μὲν οὖν τό γε πλῆθος ταύτῃ τῇ βοηθείᾳ κατέσχεν. | |
Hist Plant.9.17.4 | Ὅτι δὲ καὶ τὸ ἔθος ἰσχυρὸν φανερὸν ἐκ πολλῶν· ἐπεὶ καὶ τὸ ἀψίνθιον τὰ μὲν ἐνταῦθα πρόβατα οὔ φασί τινες νέμεσθαι, τὰ δ’ ἐν τῷ Πόντῳ νέμεται καὶ γίνεται πιότερα καὶ καλλίω καί, ὡς δή τινες | |
5 | λέγουσιν, οὐκ ἔχοντα χολήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἑτέρας ἄν τινος εἴη θεωρίας. | |
Hist Plant.9.18.1 | Αἱ δὲ ῥίζαι καὶ τὰ ὑλήματα, καθάπερ εἴρηται, πολλὰς ἔχουσι δυνάμεις οὐ πρὸς τὰ ἔμ‐ ψυχα σώματα μόνον ἀλλὰ καὶ πρὸς τὰ ἄψυχα. λέγουσι γὰρ ἄκανθάν τινα εἶναι ἣ πήγνυσι τὸ | |
5 | ὕδωρ ἐμβαλλομένη· πηγνύναι δὲ καὶ τὴν τῆς ἀλθαίας ῥίζαν, ἐάν τις τρίψας ἐμβάλῃ καὶ θῇ ὑπαίθριον· ἔχει δὲ ἡ ἀλθαία φύλλον μὲν ὅμοιον τῇ μαλάχῃ πλὴν μεῖζον καὶ δασύτερον, τοὺς δὲ καυλοὺς μαλακούς, ἄνθος δὲ μήλινον, καρπὸν δ’ | |
10 | ὅμοιον τῇ μαλάχῃ, ῥίζαν δὲ ἰνώδη λευκὴν τῇ γεύσει δὲ ὥσπερ τῆς μαλάχης ὁ καυλός· χρῶνται δὲ αὐτῇ πρός τε τὰ ῥήγματα καὶ τὰς βῆχας ἐν οἴνῳ γλυκεῖ καὶ ἐπὶ τὰ ἕλκη ἐν ἐλαίῳ. | |
Hist Plant.9.18.2 | Ἑτέραν δέ τινα συνεψομένην τοῖς κρέασι συν‐ άπτειν εἰς ταὐτὸ καὶ οἷον πηγνύναι· τὰς δὲ καὶ ἕλκειν, ὥσπερ ἡ λίθος καὶ τὸ ἤλεκτρον. καὶ ταῦτα μὲν ἐν τοῖς ἀψύχοις. | |
5 | Τὸ δὲ θηλύφονον, οἱ δὲ σκορπίον καλοῦσι διὰ | |
τὸ τὴν ῥίζαν ὁμοίαν ἔχειν τῷ σκορπίῳ, ἐπιξυό‐ μενον ἀποκτείνει τὸν σκορπίον· ἐὰν δέ τις ἐλ‐ λέβορον λευκὸν καταπάσῃ, πάλιν ἀνίστασθαί φασιν· ἀπόλλυσι δὲ καὶ βοῦς καὶ πρόβατα καὶ | ||
10 | ὑποζύγια καὶ ἁπλῶς πᾶν τετράπουν ἐὰν εἰς τὰ αἰδοῖα τεθῇ ἡ ῥίζα ἢ τὰ φύλλα αὐθήμερον· χρήσιμον δὲ πρὸς σκορπίου πληγὴν πινόμενον. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον κυκλαμίνῳ τὴν δὲ ῥίζαν, ὥσπερ ἐλέχθη, σκορπίῳ. φύεται δὲ ὥσπερ | |
15 | ἡ ἄγρωστις καὶ γόνατα ἔχει· φιλεῖ δὲ χωρία σκιώδη. εἰ δὲ ἀληθῆ τὰ περὶ τὸν σκορπίον ἤδη καὶ τἆλλα, οὐκ ἀπίθανα τὰ τοιαῦτα. καὶ τὰ | |
Hist Plant.9.18.3 | μυθώδη δὲ οὐκ ἀλόγως συγκεῖται. ἐν δὲ τοῖς ἡμετέροις σώμασι χωρὶς τῶν πρὸς ὑγείαν καὶ νόσον καὶ θάνατον καὶ πρὸς ἄλλα δυνάμεις ἔχειν φασὶν οὐ μόνον τῶν σωματικῶν ἀλλὰ καὶ τῶν | |
5 | τῆς ψυχῆς ... | |
Hist Plant.9.19.1 | Πρὸς δὲ τὴν ψυχὴν τὸν μὲν στρύχνον ὥστε παρακινεῖν καὶ ἐξιστάναι, καθάπερ ἐλέχθη πρότερον, ἡ δὲ τοῦ ὀνοθήρα ῥίζα δοθεῖσα ἐν οἴνῳ πρᾳότερον καὶ ἱλαρώτερον ποιεῖ τὸ ἦθος. ἔχει | |
5 | δὲ ὁ μὲν ὀνοθήρας τὸ μὲν φύλλον ὅμοιον ἀμυγδαλῇ μικρότερον δέ, τὸ δὲ ἄνθος ἐρυθρὸν ὥσπερ ῥόδον· αὐτὸς δὲ μέγας θάμνος· ῥίζα δὲ ἐρυθρὰ καὶ μεγάλη, ὄζει δὲ αὐανθείσης ὥσπερ οἴνου· φιλεῖ δὲ ὀρεινὰ χωρία. φαίνεται δὲ οὐ τοῦτο ἄτοπον· | |
10 | οἷον γὰρ προσφορά τις γίνεται δύναμιν ἔχοντος | |
οἰνώδη. | ||
Hist Plant.9.19.2 | Ἀλλὰ τάδε εὐηθέστερα καὶ ἀπιθανώτερα τά τε τῶν περιάπτων καὶ ὅλως τῶν ἀλεξιφαρμάκων λεγομένων τοῖς τε σώμασι καὶ ταῖς οἰκίαις. καὶ ὡς δή φασι τὸ τριπόλιον καθ’ Ἡσίοδον καὶ | |
5 | Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, δι’ ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι. καὶ τὰ περὶ τῆς εὐκλείας δὲ καὶ εὐδοξίας ὁμοίως ἢ καὶ μᾶλλον· εὔκλειαν γάρ φασι ποιεῖν τὸ ἀντίρρινον καλούμενον· τοῦτο δ’ ὅμοιόν | |
10 | ἐστι τῇ ἀπαρίνῃ· ῥίζα δὲ οὐχ ὕπεστιν· ὁ δὲ καρπὸς ὥσπερ μόσχου ῥῖνας ἔχει. τὸν δ’ ἀπὸ | |
Hist Plant.9.19.3 | τούτου ἀλειφόμενον εὐδοξεῖν. εὐδοξεῖν δὲ καὶ ἐάν τις τοῦ ἐλειοχρύσου τῷ ἄνθει στεφανῶται μύρῳ ῥαίνων ἐκ χρυσίου ἀπύρου. ἔχει δὲ ὁ ἐλειόχρυσος τὸ μὲν ἄνθος χρυσοειδές, φύλλον | |
5 | δὲ λευκὸν καὶ τὸν καυλὸν δὲ λεπτὸν καὶ σκληρὸν ῥίζαν δὲ ἐπιπόλαιον καὶ λεπτήν. χρῶνται δὲ αὐτῷ πρὸς τὰ δακετὰ ἐν οἴνῳ καὶ πρὸς τὰ πυρίκαυστα κατακαύσαντες καὶ μίξαντες μέλιτι. τὰ μὲν οὖν τοιαῦτα, καθάπερ καὶ πρότερον ἐλέχθη, | |
10 | συναύξειν βουλομένων ἐστὶ τὰς ἑαυτῶν τέχνας. | |
Hist Plant.9.19.4 | Αἱ δὲ τῶν ῥιζῶν καὶ τῶν καρπῶν καὶ τῶν ὀπῶν φύσεις ἐπεὶ πολλὰς ἔχουσι καὶ παντοίας δυνά‐ | |
μεις, ὅσαι ταὐτὸ δύνανται καὶ τῶν αὐτῶν αἰτίαι, καὶ πάλιν ὅσαι τὰ ἐναντία, διαπορήσειεν ἄν τις | ||
5 | κοινὸν ἴσως ἀπόρημα καὶ ἐφ’ ἑτέρων ἀπόρων, πότερον ὅσα τῶν αὐτῶν αἴτια κατὰ μίαν τινὰ δύναμίν ἐστιν, ἢ καὶ ἀφ’ ἑτέρων ἐνδέχεται ταὐτὸ γίνεσθαι. τοῦτο μὲν οὖν ταύτῃ ἠπορήσθω· εἰ δέ τινων καὶ ἄλλων τὰς φύσεις ἢ τὰς δυνάμεις | |
10 | ἔχομεν εἰπεῖν, ταῦτα ῥητέον. | |
Hist Plant.9.20.1 | Τὸ δὴ πέπερι καρπὸς μέν ἐστι διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν γὰρ στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον καὶ σάρκα καθάπερ αἱ δαφνίδες, ὑπέρυθρον· τὸ δὲ πρόμηκες μέλαν | |
5 | σπερμάτια μηκωνικὰ ἔχον· ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου· θερμαντικὰ δὲ ἄμφω· δι’ ὃ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτά τε καὶ ὁ λιβανωτός. | |
Hist Plant.9.20.2 | Ὁ δὲ Κνίδιος κόκκος στρογγύλον ἐρυθρὸν τῇ χροιᾷ μεῖζον δὲ τοῦ πεπέριος ἰσχυρότερον δὲ πολὺ τῇ θερμότητι, δι’ ὃ καὶ ὅταν δίδωσι κατάποτον, διδόασι γὰρ πρὸς κοιλίας λύσιν, ἐν ἄρτῳ ἢ | |
5 | στέατι περιπλάττοντες· κάει γὰρ ἄλλως τὸν φάρυγγα. Θερμαντικὸν δὲ καὶ ἡ τοῦ πευκεδάνου 〈ῥίζα,〉 δι’ ὃ καὶ ἄλειμμά τι ποιοῦσιν ἐξ αὐτῆς ἱδρωτικὸν | |
ὥσπερ καὶ ἐξ ἄλλων. δίδοται δὲ ἡ τοῦ πευκε‐ | ||
10 | δάνου ῥίζα καὶ πρὸς τοὺς σπλῆνας· τὸ δὲ σπέρμα οὐ χρήσιμον οὐδὲ ὁ ὀπὸς αὐτῆς· γίνεται δὲ ἐν Ἀρκαδίᾳ. Δαῦκον δὲ περὶ Πατραϊκὴν τῆς Ἀχαΐας δια‐ φέρον, θερμαντικὸν φύσει· ῥίζαν δὲ ἔχει μέλαιναν. | |
Hist Plant.9.20.3 | Θερμαντικὸν δὲ καὶ δριμὺ καὶ τῆς ἀμπέλου τῆς ἀγρίας ῥίζα· δι’ ὃ καὶ εἰς ψίλωθρον χρήσιμον καὶ ἐφηλίδας ἀπάγειν· τῷ δὲ καρπῷ ψιλοῦσι τὰ δέρματα. τέμνεται δὲ πᾶσαν ὥραν ὀπώρας δὲ | |
5 | μάλιστα. Δρακοντίου δὲ ῥίζα βῆχας ἐν μέλιτι διδομένη παύειν χρησίμη. καυλὸν δὲ ἔχει ποικίλον ὀφιώδη· σπέρματι δ’ οὐ χρῶνται. Ἡ δὲ τῆς θαψίας ἐμετική· ἐὰν δέ τις κατάσχῃ, | |
10 | καθαίρει καὶ ἄνω καὶ κάτω· δύναται δὲ καὶ τὰ πελιώματα ἐξαιρεῖν· ὑπώπια δὲ ποιεῖ ἄλλα ἔκ‐ λευκα. ὁ δὲ ὀπὸς ἰσχυρότερος αὐτῆς καθαίρει καὶ ἄνω καὶ κάτω· σπέρματι δ’ οὐ χρῶνται· γίνεται δὲ καὶ ἄλλοθι μὲν ἀτὰρ καὶ ἐν τῇ Ἀττικῇ· | |
15 | καὶ τὰ βοσκήματα ταύτης οὐχ ἅπτεται τὰ ἐγχώρια, τὰ δὲ ξενικὰ βόσκεται καὶ διαρροίᾳ διαφθείρεται. | |
Hist Plant.9.20.4 | Τὸ δὲ πολυπόδιον μετὰ τὰ ὕδατα ἀναβλαστεῖ σπέρμα δὲ οὐ φύει. Τὸ δὲ τῆς ἐβένου ξύλον κατὰ μὲν τὴν πρόσοψιν ὅμοιον πύξῳ φλοϊσθὲν δὲ μέλαν γίνεται· χρή‐ | |
5 | σιμον δὲ πρὸς ὀφθαλμίας ἀκόνῃ τριβόμενον. Ἡ δὲ ἀριστολοχία παχεῖα καὶ ἐσθιομένη πικρὰ τῷ χρώματι μέλαινα καὶ εὔοσμος, τὸ δὲ φύλλον στρογγύλον, οὐ πολὺ δὲ τὸ ὑπὲρ τῆς γῆς. φύεται δὲ καὶ μάλιστα ἐν τοῖς ὄρεσι· καὶ αὕτη βελτίστη. | |
10 | τὴν δὲ χρείαν αὐτῆς εἰς πολλὰ καταριθμοῦσιν· ἀρίστη μὲν πρὸς τὰ κεφαλόθλαστα, ἀγαθὴ δὲ καὶ πρὸς τὰ ἄλλα ἕλκη καὶ πρὸς τὰ ἑρπετὰ καὶ πρὸς ὕπνον καὶ πρὸς ὕστεραν ὡς πεσσός, τὰ μὲν σὺν ὕδατι ἀναδευομένη καὶ καταπλαττομένη, τὰ δ’ | |
15 | ἄλλα εἰς μέλι ξυομένη καὶ ἔλαιον· τῶν δὲ ἑρπετῶν ἐν οἴνῳ ὀξίνῃ πινομένη καὶ ἐπὶ τὸ δῆγμα ἐπι‐ παττομένη· εἰς ὕπνον δὲ ἐν οἴνῳ μέλανι αὐστηρῷ κνισθεῖσα· ἐὰν δὲ αἱ μῆτραι προπέσωσι, τῷ ὕδατι ἀποκλύζειν. αὕτη μὲν οὖν ἔοικε διαφέρειν τῇ | |
20 | πολυχρηστίᾳ. | |
Hist Plant.9.20.5 | Τῆς δὲ σκαμμωνίας ὥσπερ ἐξ ἐναντίας ὁ ὀπὸς μόνον χρήσιμος ἄλλο δ’ οὐδέν. Ἡ δὲ τῆς πτερίδος ῥίζα μόνον τῷ χυλῷ γλυκύ‐ στρυφνος· ἕλμινθα δὲ πλατεῖαν ἐκβάλλει· σπέρμα | |
5 | δὲ οὐκ ἔχει οὐδὲ ὀπόν· τέμνεσθαι δὲ ὡραίαν μετο‐ πώρου φασίν. Ἡ δ’ ἕλμις σύμφυτον ἐνίοις ἔθνεσιν· ἔχουσι γὰρ ὡς ἐπὶ πᾶν Αἰγύπτιοι Ἄραβες Ἀρμένιοι Ματαδίδες Σύροι Κίλικες· Θρᾷκες δ’ οὐκ ἔχουσιν | |
10 | οὐδὲ Φρύγες· τῶν δὲ Ἑλλήνων Θηβαῖοί τε οἱ περὶ τὰ γυμνάσια καὶ ὅλως Βοιωτοί· Ἀθηναῖοι δ’ οὔ. Πάντων δὲ τῶν φαρμάκων ὡς ἁπλῶς εἰπεῖν | |
βελτίω τὰ ἐκ τῶν χειμερινῶν καὶ προσβόρρων | ||
15 | καὶ ξηρῶν· δι’ ὃ καὶ τῶν ἐν Εὐβοίᾳ τὰ ἐν ταῖς Αἰγαῖς ἢ τὰ ἐν τῷ Τελεθρίῳ φασί· ξηρότερα γάρ· τὸ δὲ Τελέθριον σύσκιον. | |
Hist Plant.9.20.6 | Περὶ μὲν οὖν τῶν ῥιζῶν ὅσαι φαρμακώδεις καὶ ὁποιασοῦν ἔχουσι δυνάμεις εἴτε ἐν αὐταῖς εἴτε ἐν τοῖς ὀποῖς ἢ καὶ ἄλλῳ τινὶ τῶν μορίων, καὶ τὸ ὅλον εἴ τι φρυγανικὸν ἢ ποῶδες ἔχει τοιαύτας | |
5 | δυνάμεις, καὶ περὶ τῶν χυλῶν τῶν τε εὐόσμων καὶ τῶν ἀόσμων καὶ ὅσας ἔχουσι διαφοράς, | |
αἵπερ οὐθὲν ἧττον φυσικαί εἰσιν, εἴρηται. |